{"amphilochius-iambi-ad-seleucum/1":{"o":"Χαίρειν κελεύω τὸν καλόν τε κἀγαθὸν\nΥἱὸν Σέλευκον, εὐγενοῦς ῥίζης κλάδον ·\nΧαίρειν δὲ καὐτὸς εὔχομαι τῷ σῷ βίῳ,\nΜαθήμασί τε καὶ τρόποις φρονεῖν μέγα.\nΠρῶτον μὲν οὖν φόβον τε καὶ πόθον ἔχε\nΘεοῦ. Θεὸς γὰρ, πᾶσιν ἀρχὴ καὶ τέλος,\nΤοῖς εὖ φρονοῦσι, γίγνεται παντὸς βίου.\nΤὸ δεύτερον δὲ, τὸν τρόπον ἄσκει, τέκνον,\nΠρᾶον, ταπεινὸν, ἐγκρατῆ, στεῤῥὸν, γλυκὺν,\n᾿Αβάσκανον, δίκαιον, ἀνδρεῖον, σοφὸν,\nΣεμνὸν, φιλεργὸν, εὐσταθῆ, καὶ σώφρονα.\nΚόσμος γὰρ οὗτος καὶ νέοις καὶ πρεσβύταις,\nΜὴ χρήμασι τοσοῦτον, ἀλλὰ τῷ τρόπῳ\nΠλουτεῖν. Τὸ σὸν γὰρ τοῦτο. Τὰ δὲ χρήματα\nΠαίζει πλανῶντα τὴν φιλόπλουτον νόσον,\n῎Ἄλλοις ἀπ᾿ ἄλλων προσγελᾷν πεφυκότα,\nΠόρνης ἀπίστου τὸν τρόπον μιμούμενα,\nΠολλοὺς ἐραστὰς ποικίλως μωκωμένης,\nΣυνόντα, καὶ φεύγοντα, καὶ κολλώμενα,\nΤούτοις, ἐκείνοις, οὐδενὶ δὲ γνησίως.\nΤὸ γὰρ βέβαιον οὐκ ἔχει πλούτου φύσις,\nΛάβροις θαλάσσης κύμασιν εἰκασμένη,\nΚυρτουμένοις, πιπτουσιν, ἀστάτῳ φορᾷ.\nΣὺ τοίνυν, ὦ παῖ, τοῖς τρόποις πλουτῶν ἀεὶ,\nΘησαυρὸν ἕξεις, οὐ κλοπαῖς συλούμενον,\nΟὐ συκοφάνταις ἐν μέσῳ προκείμενον,\nΟὐδ᾽ αὖ τυράννων χερσὶν ἐξαντλούμενον,\nΗ βαρβάρων ὅπλοισιν ἐκπορθούμενον,\nΜένοντα δ᾽ ἔνδον τῶν ἀσωμάτων δόμων,\nΨυχῆς ταμείοις ἀσφαλῶς τηρούμενον,\nὋν οὔτε λάβρον ἐσθίει πυρὸς μένος,\nΟὐδ᾽ αὖ καλύψει κῦμα ποντίου σάλου.\nΤοῦτον μὲν ὄντως ὄντα σὸν καὶ γνήσιον\nΠλοῦτον φυλάττων, σμῆχε τοῖς μαθήμασι,\nΒίβλοις ποιητῶν, ἱστορικῶν συγγράμμασι,\nΚαὶ ταῖς τρεχούσαις ῥητόρων εὐγλωττίαις,\nΛεπταῖς τε μερίμναις φιλοσόφων ἀσκούμενος.\nΤούτοις δ᾽ ἅπασιν ἐμφρόνῶς ἐντύγχανε,\nΣοφῶς ἁπάντων συλλέγων τὸ χρήσιμον,\nΦεύγων δ᾽ ἑκάστου τὴν βλάβην κεκριμένως,\nΣοφῆς μελίττης ἔργον ἐκμιμούμενος,\nἭτις ἐφ᾽ ἅπασιν ἄνθεσι καθιζάνει,\nΤρυγᾷ δ᾽ ἑκάστου πανσόφως τὸ χρήσιμον,\nΑὐτὴν ἔχουσα τὴν φύσιν διδάσκαλον.\nΣὺ δ᾽ ἐκ λογισμοῦ, τῶν μὲν ἀφθόνως δρέπου\nΤῶν ὠφελούντων· εἰ δὲ τι βλάβην φέρει,\nΣυνεὶς τὸ φαῦλον, ὀξέως ἀφίπτασο.\nὨκύπτερος γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς.\nὭσθ᾽ ὅσα μὲν αὐτοῖς εἰς ἀρετὴν ἐγκώμια\nὙμνοῦσιν αὐτὴν ἐγγράφῃ, καὶ τοῦμπαλιν\nΚακίαν ψέγουσι, ταῦτα σὺ σπουδῇ μαθὼν,\nΚαὶ νοῦν φύλασσε, καὶ χάριν τῆς λέξεως.\n\"Α δ' εἰς θεοὺς ἔγραψαν ἐν λήρῳ πλατεῖ,\nΜύθους ἀσέμνους, δαιμόνων διδάγματα,\nΜύθους γέλωτος ἀξίους καὶ δακρύων,\nΤαῦθ᾽ ὡς βρόχους τε καὶ πάγας ἀποστρέφου.\n\"Ἄμφω δ᾽ ἀναγνοὺς, τοὺς θεοὺς, καὶ τοὺς λόγους,\nΘεοὺς γελοίους, καὶ λόγους ἐρασμίους,\nΚαταφρόνει μὲν τῶν φιληδόνων θεῶν,\nΛόγους δὲ τιμῶν, ὥσπερ ἐξ ἑνὸς φυτοῦ,\nΚαὶ τὰς ἀκάνθας φεῦγε, καὶ ῥόδον δρέπου.\nΚαὶ τῶν μὲν ἔξω σοι λόγων οὗτος νόμος\n῎Αριστος. Οἷς δὲ πᾶσαν ἁρμόττει νέμειν\nΣπουδὴν, ἐροῦμεν, ἀλλὰ μικρὸν ὕστερον.\nἘκεῖνο γάρ σοι πρῶτον εἰπεῖν βούλομαι·\nΦεύγειν κατάκρον τῶν κακῶν ὁμιλίας,\nΚαὶ τὰς ἐν αὐταῖς ἡδονὰς, χρὴ τὸν νέον.\nΠολλοὶ γάρ εἰσιν, ὡσπερεὶ βοσκήματα,\nΨώρας γέμοντα καὶ νοσήματός τινος,\nΟἱ τοὺς νέους πειρῶσι τοὺς ἁπλουστέρους\nΠαρατριβόμενοί τ᾽ ἐν δόλῳ πανουργίας,\nὭσπερ νόσου θέλουσι τῆς πονηρίας\nΑὐτοὺς ἀναπιμπλᾷν, ὥστε τῇ τῶν πλειόνων\nΚοινωνίᾳ, σφῶν τοῖς κακοῖς ἐπισκοτεῖν.\nΤούτους φυλάττου· καὶ γὰρ, ὡς Παύλῳ δοκεῖ,\nΦθείρουσιν ἤθη χρήσθ' όμιλίαι κακαί.\nΝαὶ μὴν ἐκεῖνο σφόδρα σοι τηρητέον·\nΜίσει θεάτρων, θηρίων, ἱπποδρόμων\n῎Ἄσεμνον ᾠδὴν, δύσεριν κακῶν θέαν,\nΒίου ματαιότητας, ὕδραν ἡδονῶν,\n᾿Ανδρῶν ἀσελγῶν ἀπρεπῆ μαθήματα,\nΟἷς οὐδὲν ἐστιν αἰσχρὸν, ἢ τὸ σωφρονεῖν.\nΟἱ μὲν γὰρ αὐτῶν, αἰσχύνης ὑπηρέται,\nΤέχνην ἔχουσι, τὸ φρονεῖν ταῖς ὕβρεσι,\nΜίμοι γελοίων, κονδύλοις εἰθισμένοι,\nΑἰδὼ τεμόντες τοῖς ξυροῖς πρὸ τῶν τριχῶν,\nΑσελγὲς αἰσχρότητος ἐργαστήριον,\nΟἷς πάντα πάσχειν καὶ ποεῖν, ἃ μὴ θέμις,\nἘν ταῖς ἁπάντων ὄψεσι, τέχνης μέρος.\n\"Αλλοι δ', ἐκείνων ἔθνος ἀθλιώτερον,\nΤῶν ἀῤῥένων τὴν δόξαν ἐξορχούμενοι,\nΜελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν,\n῎Ανδρες, γυναῖκες, ἄῤῥενες θηλυδρίαι,\nΟὐκ ἄνδρες, οὐ γυναῖκες, ἀψευδεῖ λόγῳ.\nΤὸ μὲν γὰρ, οὐ μένουσι· τὸ δ᾽, οὐκ ἔφθασαν.\nὋ μὲν γὰρ ἐστιν, οὐ μένουσι τῷ τρόπῳ·\nὉ δ' αὖ κακῶς θέλουσιν, οὐκ εἰσὶν φύσει.\n᾿Ασωτίας αἴνιγμα, καὶ γρίφος παθῶν,\n\"Ανδρες γυναιξὶ, καὶ γυναῖκες ἀνδράσιν.\nΤί δ' ἂν λέγοι τις ἀσμάτων αἰσχρῶν νόσους,\nΜέλη τε θηλύνοντα καρδίας τόνον,\nΑὐλοὺς, χορείας πορνικῶν βακχευμάτων,\nΟἷς καὶ γέρας νέμουσιν οἱ τρισάθλιοι;\nΤαῦτ᾽ οὖν ἐπαίνων, καὶ θέας, καὶ τέρψεως,\nΗ δακρύων τε καὶ στεναγμῶν ἄξια ;\nΓέλως τυραννεῖ, καὶ φύσις μοιχεύεται,\nΚαὶ ποικίλη φλὸξ ἡδονῶν ἐξάπτεται.\nΚαὶ κτίζεται θέατρα ταῖς ἀτιμίαις,\nὩς μηδὲ λάθρα τὰς νόσους ἀσχημονεῖν,\n᾿Αλλ᾿ ἄθλα κεῖσθαι τῶν κακῶν μαθημάτων.\nΣὺ δὲ βδελύττου ταῦτα, μὴ χράνῃς κόρας,\nΦεύγων ἁπάσας ὀμμάτων διαφθοράς,\nὩς δ᾽ ἂν φυλάττῃς τὰς κόρας μοι παρθένους.\nΠλέον δὲ φεῦγε τὰς μιαιφόνους θέας\nΤῶν γαστριμάργων, ὧν θεὸς ἡ κοιλία.\nΔοῦλοι γὰρ ὄντες γαστρὸς, αἰσχίστης νόσου\nὙπηρετοῦσι τοῖς κακοῖς προστάγμασιν.\nἩ δ', ὡς πικρὰ δέσποινα τῶν λοιπῶν μελῶν,\nἜνδον κάθηται, θηρσὶ πωλοῦσα μέλη,\nΛάβρως κατεσθίουσα τὰ τιμήματα ·\nΓαστὴρ ἄσωτος θηρίων εἰς γαστέρας\nΤυραννικῶς ὠθοῦσα συγγενῆ μέλη.\nΤούτων κάθηνται τῶν παθῶν ἀγνώμονες\n῎Ανδρες θεαταί· κἂν μὲν ἄνθρωπος φύγῃ\nΘῆρας, στένουσιν, ὡς πλεῖον τῶν θηρίων\nΠαιχθέντες αὐτοὶ, καὶ μάτην καθήμενοι.\n᾿Ανδρὸς δ᾽ ἁλόντος, καὶ στόνον μυκωμένου,\nΠικρὸν βοῶντος, καὶ κόνιν ἀμωμένου,\nΠάσης θεατῶν ὄψεως οἶκτος ἅπας\nἘδραπέτευσε, καὶ σὺν ἡδονῇ κρότος\nΜέγιστος, ἣν ἴδωσιν αἵματος ῥοάς.\nΧαίρουσι γὰρ βλέποντες, ἃ θρηνεῖν ἔδει,\nΚαὶ θηρίοις νέμουσιν εὐνοίας ῥοπὴν,\nΚαὶ τοῖς ἑλοῦσιν ἐγκελεύονται πλέον,\nΘήγοντες ὀργὰς, ὥσπερ ἐμφορούμενοι,\nΚαὶ σάρκας ἀνδρῶν θηρσὶ συμμασσώμενοι.\nΧ᾽ οἱ μὲν κακοὶ πρατῆρες οἰκείων μελῶν,\nΤροφῆς τε δοῦλοι, καὶ πάλιν θηρῶν τροφή,\nΖῶντες στυγητοὶ, καὶ θανόντες ἄθλιοι,\nΤοιοῦτον ἔσχον τοῦ βίου πικρὸν τέλος.\nΜελῶν δὲ τὰ μὲν ἐντέθαπται θηρίοις,\nΤὰ δ᾽ ὑπ᾿ ὁδοῦσι νηλεῶς δαρδάπτεται,\nἩμισπάρακτα δ᾽ ἄλλα ποικίλαις στροφαῖς\n\"Αττει παρασπαίροντα, καὶ φυγῆς ἔτι\nΚαιρὸν νομίζει, καὶ δρόμον φαντάζεται.\nΜὴ δὴ μιαίνῃς ὅμμα σὸν θεαμάτων\nὨμῶν μολυσμοῖς, μηδὲ γυμνοὺς εἰσορᾶς\n῎Ανδρας θανόντας, θηρία πεπλησμένα,\nΤάφους τρέχοντας, συγγενεῖς δ᾽ ἐγκειμένους.\nΚαὶ μὴν, τὸ πολλοῖς μᾶλλον ἡμερώτερον\nΔοκοῦν, θέαμα πωλικῶν ἱπποδρόμων,\nΚαὶ τοῦτο λοιμός ἐστι καὶ ψυχῶν νόσος.\nΠόλεις διασπᾷ, δῆμον εἰς στάσιν φέρει,\nΜάχας διδάσκει, λοίδορον θήγει στόμα,\nΤέμνει πολιτῶν φίλτρα, συγκρούει γένη,\nΚαταισχύνει γέροντας, ἐκμαίνει νέους.\nἜχθρας ἀνάπτει φιλτάτων, πατεῖ νόμους.\nΚακῶν δὲ τούτων ἄλγιον τολμᾷ κακόν·\nΚινεῖ γόητας τοῖς μανεῖσι συμμάχους,\nΝίκης βοηθοὺς, καὶ τρέφει νόσῳ νόσον.\nἘπὰν γὰρ ἐκκαυθῶσιν εἰς θερμὴν ἔριν,\nΠρὸς τοὺς γόητας εὐθὺς αὐτοῖς ὁ δρόμος.\nΟἱ δ᾽ αὖ καλοῦσι δαιμόνων πονηρίαν\nΣυνεργὸν αὐτοῖς πτωμάτων, συντριμμάτων,\nΦόνων · κακοῖς γὰρ δαιμόνων χαίρει στρατός.\nΟὐκοῦν ἐναργῶς, καὶ τὸ δόξαν ἡμερον,\nἘριστικὸν θέαμα τῶν ἱπποδρόμων,\nΨυχῶν ὅλεθρός ἐστι, σωμάτων μάχη,\nΚαὶ πρός γε τούτοις χρημάτων σαφὴς βλάβη.\nΠόσους μὲν οἴκους ἀθρόως κατέσπασε!\nΠόσους προσαιτεῖν πλουσίους ἠνάγκασε !\nΠόσας δὲ τὸ πρὶν εὐνομουμένας πόλεις\n῎Αρδην καθεῖλεν! Ὡς γὰρ ἡβῶσα στάσις,\nΦόνοις δυναστῶν ἔχρανε δήμου χέρας,\nΧήρωσεν ἀνδρῶν τὰς πόλεις νόμῳ ξίφους,\nΠῦρ καὶ σίδηρος τὰς πόλεις ἐνείματο,\nΣφαγαῖς κολάζων τὰς σφαγὰς, φόνοις φόνους.\nΤίς οὖν θεᾶσθαι σωφρόνων ἀνέξεται\nΓοητείας ἅμιλλαν, οὐχ ἵππων τάχος,\nΣτάσιν φόνον τίκτουσαν, ἀστέων νόσον;\nΣὺ δ᾽ ἀντὶ τούτων, χαῖρε τοῖς μαθήμασιν,\nἘξ ὧν ὅτι κράτιστον ἀσκήσεις τρόπον.\nἙπὰν δὲ τὸν νοῦν μετρίως προγυμνάσῃς,\nὩς ἐν παλαίστρα, ποικίλοις συγγράμμασιν,\nΑὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις Γραφαῖς,\nΔιττῶν Διαθηκῶν συλλέγων πλοῦτον μέγαν,\nΤῆς μὲν Παλαιᾶς, τῆς δὲ καὶ Καινῆς ἀεί.\nΚαινὴ γάρ ἐστιν δεύτερον γεγραμμένη,\nΚαὶ τὴν μετ᾿ αὐτὴν μηκέθ᾽ ἕξουσα τρίτην.\nΤαύταις ἅπασαν ἀσμένως σπουδὴν νέμε,\nΠαρ' ὧν μαθήσῃ χρηστὸν ἐξασκεῖν τρόπον,\nΚαὶ τὸν γ᾽ ἀληθῆ, καὶ μόνον Θεὸν σέβειν.\nΜονὰς γάρ ἐστι καὶ Τριὰς ἀΐδιος,\nΠατὴρ σὺν Υἱῷ καὶ πανάγνῳ Πνεύματι,\nΤριὰς προσώποις εὐκρινής, Μονὰς φύσει.\nΜήτ' οὖν ἀριθμῷ συγχέῃς ὑποστάσεις,\nΜήτ᾽ αὖ Θεὸν σὺ προσκυνῶν τέμῃς φύσιν.\nΜία Τριὰς γὰρ, εἷς Θεὸς παντοκράτωρ.\nΤοῦτ᾽ ἐστὶ λεπτὸν εὐσεβὲς μυστήριον.\nΣτενὴ γὰρ ὄντως τῆς ἀληθείας ὁδὸς,\n᾿Ατραπὸς, ἀμφίκρημνος, ἐκτεθλιμμένη,\nΚατεῤῥάγησαν εἰς βαθύκρημνον πλάνην,\nΣαβέλλιος μὲν πρὸς Ἰουδαίους βλέπων,\nΝόθον λέγουσιν. Οὗτος ἀψευδέστατος\nΕἰδωλολάτρας δ' \"Αρειος μιμούμενος·\nὉ μὲν προσώπων συγχέων ὑπόστασιν,\nὉ δ᾽ αὖ μερίζων δυσσεβῶς τὴν οὐσίαν.\nΣὺ δ᾽ ἀκλινῶς φύλασσε τὴν μέσην ὁδὸν,\nὩς χρὴ, διαιρῶν, καὶ συνάπτων ὡς θέμις.\nΣυνάπτεται γὰρ ἡ Τριὰς ἀσυγχύτως,\nὭσπερ κ᾿ ἀτμήτως ἡ Μονὰς χωρίζεται ·\nἩ γὰρ φύσις, ἄτμητος, αἱ δ᾽ ὑποστάσεις\n᾿Αεὶ μένουσι παντελῶς ἀσύγχυτοι.\nΤούτων φύλαξ μοι διαμένοις τῶν δογμάτων,\nΚαὶ γνήσιος μὲν ἐργάτης τῶν ἐντολῶν,\nΣοφὸς δ᾽ ἁπάσαις μυστικαῖς θεωρίαις,\n᾿Αεὶ προκόπτων, μήποτ' ἐκφυσώμενος ·\nΜείζων ἐπανθήσει γὰρ οὕτως ἡ χάρις.\nὉρᾶς ὁ πιστὸς Μωϋσῆς, ὁ τοῦ Θεοῦ\n῎Ανθρωπος, εἰκὼν τοῦ κατ᾿ ἀρετὴν βίου,\nὍπως ἅπασαν ἐκμαθὼν Αἰγυπτίων\nΣοφίαν τὰ πρῶτα, κἂν βαθεῖ πλούτῳ τραφεὶς,\nἙκὼν φυγάς τε καὶ πένης ἐγίγνετο,\nΚὰν ταῖς ἐρήμοις τῆς ἐν Αἰγύπτῳ τρυφῆς\nΘῆσσαν τράπεζαν ποιμένων ἠλλάξατο,\nΔόξης τυράννων προκρίνας σκληρὸν βίον,\nἝως τελείων ἄξιος θεαμάτων\nΚριθεὶς, μέγιστον ἀγγέλου μυστήριον\nΕἶδε, φανέντος ἐν πυρὶ φλογὸς βάτου.\nΕἶτ᾿ ἀξιωθεὶς καὶ Θεοῦ πρῶτον τότε\nΦωνῆς ἀκοῦσαι, καὶ λαβὼν ἐξουσίαν,\nΛαῷ στένοντι δούλειον λύει ζυγόν,\n῎Αρχει τε παντὸς τοῦ γένους, ψήφῳ Θεοῦ.\nΛαβὼν τοσοῦτον ὕψος οὐκ ἐπαίρεται·\n᾿Αλλ᾿ ἰσχνόφωνον καὶ βραδύγλωσσόν τινα\nΦησὶν ἑαυτὸν, ἀσθενῆ τ' εἶναι λέγων,\nὩς ἂν φρονῶν ταπεινὸν, ἰσχυρὸς μένῃ.\nΤούτου φύλαττε τοῦ βίου τὴν εἰκόνα,\nΜορφῶν σεαυτὸν τῷ τρόπῳ τοῦ Μωσέως.\nΚαὶ τὴν μάθησιν τῶν παρ' \"Ἕλλησι λόγων,\nὭσπερ δικαστής, ἔννομον ψῆφον φέρων,\nὙπηρετεῖσθαι τάξον, ὡς ἔστι πρέπον,\nΤῇ τῶν ἀληθῶν δογμάτων παῤῥησίᾳ,\nΤῇ πανσόφῳ τε τῶν Γραφῶν θεωρία.\nΚαὶ γὰρ δίκαιον τὴν σοφίαν τοῦ Πνεύματος,\n῎Ανωθεν οὖσαν, ἐκ Θεοῦ τ' ἀφιγμένην,\nΔέσποιναν εἶναι τῆς κάτω παιδεύσεως,\nὭσπερ θεραπαίνης, μὴ μάτην φυσωμένης,\nὙπηρετεῖν δὲ κοσμίως εἰθισμένης.\nΤῇ τοῦ Θεοῦ γὰρ ἡ κάτω δουλευέτω.\nΠλὴν ἀλλ᾽ ἐκεῖνο προσμαθεῖν μάλιστά σοι\nΠροσῆκον· οὐχ ἅπασα βίβλος ἀσφαλής,\nἩ σεμνὸν ὄνομα τῆς Γραφῆς κεκτημένη.\nΕἰσὶν γὰρ, εἰσὶν ἔσθ᾽ ὅτε ψευδώνυμοι\nΒίβλοι · τινὲς μὲν ἔμμεσοι, καὶ γείτονες,\nὩς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων ·\nΨαλμῶν τε βίβλον, ἐμμελὲς ψυχῆς ἄκος,\nΤρεῖς δ᾽ αὖ Σολομῶντος τοῦ σοφοῦ, Παροιμίας,\nἘκκλησιαστὴν, Ασμά τε τῶν ἀσμάτων.\nΤαύταις προφήτας προστίθει τοὺς δώδεκα,\nὨσηὲ πρῶτον, εἶτ᾿ ᾿Αμὼς τὸν δεύτερον,\nΜιχαίαν, Ἰωὴλ, ᾿Αβδίαν, καὶ τὸν τύπον\nἸωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους\nΝαούμ μετ' αὐτοὺς, ᾿Αββακούμ, εἶτ᾽ ἔννατον\nΣοφονίαν, ᾿Αγγαῖόν τε καὶ Ζαχαρίαν,\nΔιώνυμόν τε ἄγγελον Μαλαχίαν.\nΜεθ᾽ οὓς προφήτας μάνθανε τοὺς τέσσαρας,\nΠαρρησιαστὴν τὸν μέγαν Ἡσαΐαν,\nἹερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν\nἸεζεκιήλ, ἔσχατον δὲ Δανιήλ,\nΤὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον.\nΤούτοις προσεγκρίνουσι τὴν Ἐσθήρ τινες.\nΚαινῆς Διαθήκης ὥρα μοι βίβλους λέγειν.\nΕὐαγγελιστὰς τέσσαρας δέχου μόνους,\nΜατθαῖον, εἶτα Μάρκον, ᾧ Λουκᾶν τρίτον\nΠροσθεὶς, ἀρίθμει τὸν Ἰωάννην χρόνῳ\nΤέταρτον, ἀλλὰ πρῶτον ὕψει δογμάτων.\nΒροντῆς γὰρ υἱὸν τοῦτον εἰκότως καλῶ,\nΜέγιστον ἠχήσαντα τῷ Θεοῦ Λόγῳ.\nΔέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν,\nΤὴν τῶν καθολικῶν Πράξεων ἀποστόλων.\nΤὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς,\nΤὸν τῶν ἐθνῶν κήρυκα, τὸν ἀπόστολον\nΠαῦλον, σοφῶς γράψαντα ταῖς Ἐκκλησίαις\nἘπιστολὰς δὶς ἑπτὰ, Ῥωμαίων μίαν,\nΗ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο,\nΤὴν πρὸς Γαλάτας τε, καὶ τὴν πρὸς Ἐφεσίους, μεθ᾽ ἣν\nΤὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην\nΚολοσσαεῦσι, Θεσσαλονικεῦσι δύο,\nΔύο Τιμοθέῳ, Τίτῳ δὲ καὶ Φιλήμονι,\nΜίαν ἑκατέρῳ, καὶ πρὸς Ἑβραίους μίαν.\nΤινὲς δὲ φασι τὴν πρὸς Ἑβραίους νόθον,\nΟὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις.\nΕἶεν, τί λοιπόν ; Καθολικῶν Ἐπιστολῶν\nΤινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας\nΧρῆναι δέχεσθαι, τὴν Ἰακώβου μίαν,\nΜίαν δὲ Πέτρου, τήν τ' Ἰωάννου μίαν.\nΤινὲς δὲ τὰς τρεῖς, καὶ πρὸς αὐταῖς τὰς δύο\nΠέτρου δέχονται, τὴν Ἰούδα δ᾽ ἑβδόμην.\nΤὴν δ᾽ Ἀποκάλυψιν τὴν Ἰωάννου πάλιν\nΤινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε\nΚανὼν ἂν εἴη τῶν θεοπνεύστων Γραφῶν,\nΑἷς εἰ σὺ πεισθῇς, ἐκφυγεῖς κόσμου πάγας,\nΜαταιότητα δ᾽ ἐλπίδων ῥίψεις κάτω,\nΠλοῦτον δὲ τὸν φεύγοντα δαψιλεῖ χερὶ\nΣπείραις πένησιν, ἀσφαλὲς μένων θέρος.\nἘν οὐρανοῖς γὰρ τὸ σπαρὲν θησαυριεῖς.\nΧριστῷ δ' ἔποιο τῷ σοφῷ Θεοῦ Λόγῳ.\nὮ τρισμακάριστος, ὦ τρισόλβιος σύ γε,\nΠολλοῖς γέρουσι καὶ νέοις ἀστὴρ φανείς·\nΛάμπει γὰρ ἄστρων μᾶλλον εὐσεβὴς βίος.\nΚαί σε προφητῶν, μαρτύρων, ἀποστόλων\nΧορὸς περιστὰς, ὥσπερ οἰκεῖον μέλος,\nΣτέψει προπέμπων ἐπινίκιον κρότον.\nΤρυγῶν δ᾽ ἄπαυστον δόξαν, ἡσθήσῃ τότε,\nΜέσος χορεύων ἀγγέλων στεφηφόρος.\nἜῤῥωσο, καὶ μέμνησο τῶν γεγραμμένων.\nΤὴν σεμνότητος, ἀγνείας τ' ἀσκήσεως\nΕμψυχον εἰκόνα, πίστεώς τε σφραγίδα,\nὈλυμπιάδα πρόσειπε τὴν θείαν τεήν.\nΤρεῖς ἑκατοντάδας ἴσθι, τόσας δεκάδας, μονάδας τρεῖς.\nΑἰεὶ γάρ σε, τέκος, Τριάδος φίλον εὔχομαι εἶναι.","t":"Iambics to Seleucus\nI bid greeting to the fine and good\nson Seleucus, branch of a noble root;\nand I myself pray joy for your life,\nand that you may think high in learning and in character.\nFirst, then, have fear and longing\nfor God. For God, the beginning and end of all things,\nbecomes, for those who think rightly, the beginning and end of their whole life.\nSecond, practise your character, child:\ngentle, humble, self-controlled, firm, sweet,\nwithout envy, just, brave, wise,\ndignified, industrious, steady, and temperate.\nFor this is an adornment for young and old:\nto be rich, not so much in money, as in character.\nFor this is yours. But money\nplays with the disease of the lover of wealth, leading it astray,\nby nature smiling on one man after another,\nimitating the ways of a faithless harlot,\nwho mocks many lovers in many ways,\nbeing with them, fleeing them, and clinging\nto these, to those, but to none truly.\nFor the nature of wealth has nothing firm,\nlikened to the violent waves of the sea,\nswelling, falling, in an unstable motion.\nYou then, child, being always rich in character,\nwill have a treasure not stripped by thefts,\nnot laid out in the midst for false accusers,\nnor drained by the hands of tyrants,\nnor plundered by the weapons of barbarians,\nbut remaining within the bodiless house,\nkept safely in the storerooms of the soul,\nwhich neither the violent might of fire devours,\nnor will the wave of the sea's surge cover.\nGuarding this wealth, which is truly yours and genuine,\npolish it with learning,\ntraining yourself in the books of poets, the writings of historians,\nand the running eloquence of orators,\nand in the subtle cares of philosophers.\nMeet with all these sensibly,\nwisely gathering from all what is useful,\nand fleeing with discernment the harm of each,\nimitating the work of the wise bee,\nwhich settles on all flowers,\nand most wisely gathers from each what is useful,\nhaving nature itself as its teacher.\nAnd you, by reasoning, pluck ungrudgingly from those\nthat benefit; but if anything brings harm,\nunderstanding what is base, fly away quickly.\nFor the mind is swift-winged in human beings.\nSo whatever praises of virtue\nthey write, hymning it, and conversely\nwhatever they write censuring vice, learn these diligently,\nand keep both the sense and the grace of the expression.\nBut what they wrote about gods in broad nonsense,\nunseemly myths, the teachings of demons,\nmyths worthy of laughter and of tears,\nturn away from these as from nooses and snares.\nHaving read both, the gods and the words,\nridiculous gods and lovely words,\ndespise the pleasure-loving gods,\nbut, honoring the words, as from a single plant\nflee the thorns and pluck the rose.\nAnd for outside learning this law is\nthe best for you. To what it is fitting to give all\nyour zeal we shall say, but a little later.\nFor this I wish to tell you first:\nthe young man must flee utterly the company of the wicked\nand the pleasures that go with it.\nFor there are many who, like cattle\nfull of mange and some disease,\ntry the simpler young men,\nand rubbing against them in the guile of villainy,\nwish to fill them with wickedness as with a disease,\nso that by the company of the many\nthey may cast a shadow over their own evils.\nGuard against these; for, as Paul holds,\n\"Bad company corrupts good morals.\"\nYes, and this you must observe strictly:\nhate the unseemly song of the theatres, of the beast-fights,\nof the hippodromes, the quarrelsome watching of evils,\nthe vanities of life, the hydra of pleasures,\nthe unseemly lessons of licentious men,\nto whom nothing is shameful except temperance.\nFor some of them, servants of shame,\nhave as their art to take pride in outrages,\nmimes of buffoonery, accustomed to blows of the fist,\nwho have cut off modesty with their razors before their hair,\na licentious workshop of shamefulness,\nfor whom to suffer and to do all that is unlawful\nin the sight of all is part of their art.\nOthers, a race more wretched than these,\ndancing away the glory of males,\nbreaking nature with the twistings of their limbs,\nmen, women, effeminate males,\nneither men nor women, to speak truly.\nFor the one they do not remain, the other they have not attained:\nwhat they are, they do not remain in their manners;\nwhat they wickedly wish to be, they are not by nature.\nA riddle of profligacy and a puzzle of passions,\nmen to women and women to men.\nWhat would one say of the diseases of shameful songs,\nand melodies that make the tone of the heart womanish,\nflutes, dances of harlots' Bacchic revels,\nto which the thrice-wretched even award prizes?\nAre these, then, worthy of praise, of watching, of delight,\nor of tears and groans?\nLaughter is tyrant, and nature is adulterated,\nand a varied flame of pleasures is kindled.\nAnd theatres are built for dishonors,\nso that men may not even practise their diseases shamefully in secret,\nbut prizes may be set for evil lessons.\nBut you, loathe these things, do not stain your eyes,\nfleeing every corruption of the eyes,\nso that you may keep the pupils of your eyes virgin for me.\nAnd flee still more the bloodstained spectacles\nof the gluttons, whose god is the belly.\nFor, being slaves of the belly, a most shameful disease,\nthey serve its wicked commands.\nAnd it, as a bitter mistress of the other limbs,\nsits within, selling the limbs to beasts,\ngreedily devouring the price,\nthe profligate belly, thrusting its kindred limbs\ntyrannically into the bellies of beasts.\nAt these sufferings sit, as spectators,\nsenseless men; and if a man escapes\nthe beasts, they groan, as if they themselves had been mocked\nmore than the beasts, and had sat there in vain.\nBut when a man is caught, and bellows out a groan,\ncrying bitterly and clutching the dust,\nall pity has fled from every eye\nof the spectators, and the applause, with pleasure,\nis greatest, if they see streams of blood.\nFor they rejoice to see what they ought to lament,\nand give the weight of their goodwill to the beasts,\nand urge on the victors more,\nwhetting their fury, as if they were glutting themselves,\nand chewing men's flesh along with the beasts.\nAnd these wicked sellers of their own limbs,\nslaves of food, and then food for beasts,\nhateful in life and wretched in death,\nhave such a bitter end of life.\nOf their limbs some are buried in beasts,\nothers are pitilessly devoured beneath their teeth,\nand others, half torn, with varied twistings\nleap up, quivering, and still think\nthere is a chance of flight, and imagine running.\nDo not defile your eye with the pollutions\nof savage spectacles, nor look upon naked\ndead men, beasts glutted,\ntombs that run, with kinsmen lying within them.\nAnd indeed what to many seems gentler,\nthe spectacle of the horse-races,\nthis too is a plague and a disease of souls.\nIt tears cities apart, brings the people to faction,\nteaches battles, whets a reviling mouth,\ncuts the bonds of affection between citizens, sets families at odds,\nshames old men, maddens the young.\nIt kindles enmities among the dearest, tramples laws.\nAnd it dares an evil more grievous than these evils:\nit moves sorcerers as allies of the frenzied,\nhelpers to victory, and feeds disease with disease.\nFor when they are inflamed to hot strife,\nat once their course is to the sorcerers.\nAnd these call on the wickedness of demons\nas their helper in falls, smashings,\nmurders; for the army of demons rejoices in evils.\nClearly, then, even what seemed gentle,\nthe contentious spectacle of the horse-races,\nis the ruin of souls, a battle of bodies,\nand besides these a plain loss of money.\nHow many houses it has pulled down all at once!\nHow many rich men it has forced to beg!\nHow many cities once well governed\nit has utterly destroyed! For faction, in its prime,\nhas stained the people's hands with the murders of the powerful,\nwidowed cities of their men by the law of the sword;\nfire and iron have shared out the cities,\npunishing slaughters with slaughters, murders with murders.\nWho of the temperate, then, will bear to watch\na contest of sorcery, not the speed of horses,\na faction that breeds murder, the disease of cities?\nBut you, instead of these, rejoice in learning,\nfrom which you will practise the best character.\nAnd when you have trained your mind moderately beforehand,\nas in a wrestling-school, in various writings,\ncontend in the God-inspired Scriptures themselves,\ngathering the great wealth of the two Testaments,\nthe Old, and the New always.\nFor the New is written second,\nand will have no third after it.\nTo these give all your zeal gladly,\nfrom which you will learn to practise good character,\nand to worship the true and only God.\nFor there is a Monad and an eternal Triad,\nFather with Son and the all-holy Spirit,\na Triad distinct in persons, a Monad in nature.\nDo not, then, confound the hypostases by number,\nnor, worshipping God, divide the nature.\nFor one Triad, one God almighty.\nThis is the subtle, pious mystery.\nFor truly narrow is the way of truth,\na path with cliffs on both sides, hemmed in;\n… they fell headlong into precipitous error,\nSabellius looking to the Jews,\n[A misplaced line:] they call it spurious. This would be the most truthful\nand Arius imitating the idolaters;\nthe one confounding the hypostasis of the persons,\nthe other impiously dividing the substance.\nBut you, keep unswervingly to the middle way,\ndividing as you must, and joining as is right.\nFor the Triad is joined without confusion,\nas the Monad is distinguished without division;\nfor the nature is undivided, and the hypostases\nalways remain wholly unconfounded.\nMay you remain for me a guardian of these doctrines,\nand a true worker of the commandments,\nwise in all mystical contemplations,\nalways advancing, never puffed up;\nfor so the grace will blossom the greater.\nYou see how faithful Moses, the man\nof God, the image of the life of virtue,\nhaving first learned all the wisdom\nof the Egyptians, though reared in deep wealth,\nbecame willingly an exile and a poor man,\nand in the deserts, in place of the luxury of Egypt,\ntook the servile table of shepherds,\npreferring a hard life to the glory of tyrants,\nuntil, judged worthy of perfect visions,\nhe saw the very great mystery of the angel\nwho appeared in the fire of the flame of the bush.\nThen, counted worthy for the first time to hear the voice\nof God, and receiving authority,\nhe looses the yoke of slavery for the groaning people,\nand rules the whole race by God's vote.\nHaving received so great a height, he is not lifted up,\nbut calls himself weak of voice and slow of tongue,\nsaying that he is weak,\nso that, thinking lowly, he might remain strong.\nKeep the image of this life,\nshaping yourself by the character of Moses.\nAnd the learning of the words of the Greeks,\nlike a judge bringing a lawful verdict,\nappoint to serve, as is fitting,\nthe frankness of true doctrines\nand the all-wise contemplation of the Scriptures.\nFor it is just that the wisdom of the Spirit,\nbeing from above, and come from God,\nshould be mistress of the learning below,\nwhich, like a maidservant, should not be vainly puffed up,\nbut accustomed to serve decorously.\nFor let the learning below serve that of God.\nBut this above all it is fitting for you\nto learn besides: not every book is safe\nthat has acquired the venerable name of Scripture.\nFor there are, there are at times falsely named\nbooks; some intermediate and neighbors,\nas one might say, of the words of truth; …\nthe book of Psalms, a melodious remedy for the soul,\nand three of Solomon the wise: Proverbs,\nEcclesiastes, and the Song of Songs.\nTo these add the twelve prophets,\nHosea first, then Amos second,\nMicah, Joel, Obadiah, and the type\nof the three-day passion itself, Jonah,\nNahum after them, Habakkuk, then ninth\nZephaniah, Haggai and Zechariah,\nand the angel of double name, Malachi.\nAfter whom learn the four prophets:\nthe great and outspoken Isaiah,\nthe compassionate Jeremiah, and the mystical\nEzekiel, and last Daniel,\nthe same most wise in deeds and in words.\nTo these some add Esther.\nIt is time for me to tell the books of the New Testament.\nAccept four evangelists only,\nMatthew, then Mark, to whom add Luke\nas third, and count John in time\nfourth, but first in the loftiness of his doctrines.\nFor I rightly call him a son of thunder,\nwho sounded out the greatest note with the Word of God.\nAccept also the second book of Luke,\nthat of the catholic Acts of the apostles.\nNext add the vessel of election,\nthe herald of the nations, the apostle\nPaul, who wrote wisely to the churches\ntwice seven epistles: one to the Romans,\nto which one must join two to the Corinthians,\nthat to the Galatians, and that to the Ephesians, after which\nthat to the Philippians, then that written\nto the Colossians, two to the Thessalonians,\ntwo to Timothy, and to Titus and to Philemon\none each, and one to the Hebrews.\nSome call that to the Hebrews spurious,\nnot speaking well; for its grace is genuine.\nWell, what remains? Of the catholic epistles\nsome say seven, but others that only three\nshould be accepted, one of James,\none of Peter, and one of John.\nSome accept the three, and besides them the two\nof Peter, and that of Jude as the seventh.\nThe Revelation of John, again,\nsome approve, but the majority\nwould be the canon of the God-inspired Scriptures,\nto which, if you are obedient, you will escape the snares of the world,\nand cast down the vanity of hopes,\nand the wealth that flees you would sow with lavish hand\nfor the poor, while the harvest remains secure.\nFor you will treasure up in heaven what is sown.\nAnd may you follow Christ, the wise Word of God.\nO thrice-blessed, O thrice-fortunate you,\nappearing as a star to many old and young;\nfor a pious life shines more than the stars.\nAnd the choir of prophets, martyrs, apostles,\nstanding around you as their own member,\nwill crown you, escorting you with the applause of victory.\nReaping unceasing glory, you will rejoice then,\ndancing, crowned, in the midst of the angels.\nFarewell, and remember what has been written.\nThe living image of dignity and of pure\nascesis, the seal of faith,\ngreet your aunt Olympias from me.\nKnow: three hundreds, as many tens, three units.\nFor I always pray, child, that you may be a friend of the Triad.","f":"Amphilochius, <i>Iamb. Sel.</i> 1 (PG 37:1577–1600; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/amphilochius-iambi-ad-seleucum/1)."}}