{"gregory-nyssa-epistulae/1.1":{"o":"Οὐκ ἐν καλοῖς, ὦ ἄνθρωπε τοῦ Θεοῦ, τὰ ἡμέτερα. Προϊόντα γὰρ τὰ κακὰ, ἐν τοῖς τὸ ἄδικόν τε καὶ ἀπροφάσιστον καθʼ ἡμῶν τιμήσασι μῖσος, οὐκέτι διὰ στοχασμῶν τινων ὑπονοεῖταιʼ ἀλλ᾽ ἐν σπουδάζεται, καθάπερ τι τῶν ἀγαθῶν κατορθωμάτων. Ὑμεῖς δὲ, οἱ τέως ἔξω ὄντες τοῦ τοιούτου κακοῦ, τοῦ παῦσαι νεμομένην ἐν τῇ τὴν φλόγα· ὥσπερ οὖν οἱ καλῶς περὶ τῶν ἰδίων βουλευόμενοι τὸν τῶν γειτόνων ἐμπρησμὸν ἐν πολλῇ τῇ σπουδῇ χαταστέλλουσι, δι᾽ ὧν τοῖς πλησίον βοηθοῦσι, τὸ μὴ δεηθῆναι τῆς ἐπὶ τοῖς ὁμοίοις βοηθείας πραγματενόμενοι. Τί οὖν ἔστιν ὃ λέγω ; Ἐπιλέλοιπε τὸν βίον ἡ ὁσιότης· πέφευγεν ἀφ᾽ ἡμῶν ἡ ἀλήθεια· τῆς δὲ εἰρήνης πρότερον μὲν τὸ γοῦν ὄνομα εἴχομεν περιφερόμενον ἐν τοῖς στόμασι, νῦν δὲ οὐ μόνον ἐκείνη οὐκ ἔστιν, ἀλλ᾽ οὐδὲ τὸ ὄνομα αὐτῆς ἡ μῖν ὑπολέλει πται. Ὥς δ᾽ ἂν εἰδείης σαφέστερον ὑπὲρ ὧν σχετλʼἄξομεν, δι᾽ ὀλίγων σοι τὴν τραγῳδίαν ἐκθήσομαι. τινες, οἱ τὸν αἰδεσιμώτατον νῶς πρὸς ἡμᾶς ἔχειν χαταμηνύοντες, καὶ πρὸς πάντας διεξιέναι, ὡς τῶν μεγίστων αὐτῷ κακῶν αἵτιος ἣν ἐγώ. Οὐκ ἐπειθέμην τοῖς λεγομένοις, πρὸς ἐμαυτὸν καὶ τὴν ἐν τοῖς πράγμασιν ἀλήθειαν βλέπων. Ὡς δὲ παρὰ πάντων ὁμοφώνως τὰ αὐτὰ πρὸς ἡμᾶς ἀπηγγέλλετο, καὶ συνέδαινε ταῖς φήμαις τὰ πράγματα, πρέπειν ᾧφήθην μὴ περιϊδεῖν ἀθεράπευτον τὴν ἄῤῥιζον καὶ ἀφύτευτον ταύτην δυσμένειαν. Διὸ καὶ πρὸς τὴν σὴν ἐπιστείλας θεοσέθειαν, καὶ πολλοὺς ἄλλους τοὺς δυναμένους συμδαλέσθαι τι πρὸς τὸ προκείμενον, ἐπὶ τὴν σπουδὴν ταύτην παρώρμησα. Καὶ τέλος, τὴν μνήμην τοῦ μακαριωτάτου Πέτρου παρὰ Σεδαστηνοῖς πρώτως ἀγομένην ἐπιτελέσας, καὶ τὰς συνήθως παρ᾽ αὑτῶν ἐπιτελουμένας τῶν ἁγίων μαρτύρων μνήμας, τὸν αὑτὸν χρόνον συνδιαγαγόντων ἐκείνῃ ἐπὶ τὴν ἐμαυτοῦ πάλιν Ἐκκλησίαν ὑπέστρεφον. Καί τινος μηνύσαντος κατὰ τὴν ὀρεινὴν αὐτὸν ἐνορίαν διάγειν μαρτύρων ἐπιτελοῦντα μνήμας, τὰ μὲν πρῶτα τῆς ὁδοῦ εἰχόμην, εὐπρεπέστερον εἶναι κρίνων ἐπὶ τῆς μητροπόλεως γενέσθαι τὴν συντυχίαν. Ὥς δέ τις πῶν γνησίων κατὰ σπουδὴν μοι συντετύχηχε, καὶ κόπῳ τὸ ὄχημα, ἐν ᾧ παρὰ τῆς τοιαύτης κατελήφθην φήμης, ἵππῳ τὸ μεταξὺ διῆλθον διάστημα, κρημνῶ- ᾿ δες καὶ ὀλίγου ἀπόρευτον ταῖς τραχυτάταις ἀνόδοις. ἮΗν δὲ πεντεκαίδεκα σημεῖα, οἷς τὸ ἐν τῷ μέσῳ διεμετρεῖτο διάστημα. Τούτων τὰ μὲν ἐκ ποδὸς, τὰ ὃ διὰ τοῦ ἵππου μόλις διελθὼν, ὄρθριος, μέρει τινὶ καὶ τῆς νυκτὸς συγχρησάμενος, κατὰ τὴν πρώτην τῆς ἡμέρας ὥραν ἐφίσταμαι τοῖς ᾿Ανδουμοχίνοις. Οὕτω γὰρ ὀνομάζεται τὸ χωρίον, ἐν ᾧ ἦν ἐκκλησ: ἄξων ἐκεῖνος μετὰ ἄλλων ἐπισκόπων δύο. ἼΛπωθεν δὲ κατἰδόντες ἐξ αὐχένος τινὸς ὑπερχειμένου τῆς κώμης τὴν ἐν τῷ ὑπαίθρῳ τῆς ἐκκλησίας συνδρομὴν, βάδην τὸν μεταξὺ διήλθομεν τόπον, ἐκ ποδός τε προϊόντες ἐγὼ καὶ ἡ μετ’ ἐμοῦ συνοδία, καὶ τοὺς ἵππους διὰ χειρὸς ἐφελκόμενοι. Ὥστε φθάσαι ὁμοῦ τὰ δύο γενέσθαι, ἐκεῖνόν τε ἐκ τῆς ἐκκλησίας ἐπὶ τὴν οἰκίαν ὑποστρέψαι, καὶ ἡμᾶς πλησιάσαι τῷ μαρτυρίῳ. Μηδεμιᾶς δὲ γενομένης ἀναθδολῆς, ἐπέμφθη παρ᾽ ἡμῶν ὁ μηνύσων αὐτῷ τὴν παρουσίαν - καὶ μικροῦ διαγεδιαστήματος, ὁ ὑπηρετούμενος αὐτῷ διάκονος συνέτυχεν ἡμῖν, ὃν παρεχαλέσαμεν διὰ τάχους μηνῦσαι, ὥστε ἐπὶ πλέον αὐτῷ συνδιαγαγεῖν, ἐφ᾽ ᾧ τε καιρὸν εὑρεῖν, πρὸς τὸ μηδὲν περιοφθῆναι τῶν ἐν ἡμῖν ἀθεράπευτον. Μετὰ τοῦτο ἐγὼ μὲν ἐκαθήμην κατὰ τὸ ὕπαιθρον, ἀναμένων τὸν εἰσχαλοῦντα, καὶ τροεχείμην ἄκαιρον θέαμα τοῖς ἐπιδημοῦτι κατὰ τὴν σύνοδον. Καὶ χρόνος; διεγένετο οὐκ ὀλίγος, καὶ γυσταγμὸς ἐπὶ τούτοις, καὶ ἀκηδία, καὶ ὁ ἐκ τῆς ὁδοῦ κόπος ἐπιτείνων τὴν ἀκηδίαν, καὶ τὸ θάλπος ἰσχυρὸν, καὶ οἱ πρὸς ἡμᾶς ἀποδλέποντες, καὶ ἀλλήλοις διὰ τῶν δακτύλων ὑποδειχνύοντες. Καὶ ἅπαντα τὰ τοιαῦτα οὕτω μοι βαρέα ἦν, ὡς ἀληθεύειν ἐπ’ ἐμοῦ τὸ τοῦ Προφήτου, ὅτι ε Ἠχηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου. Καὶ πρὸς μεσημδρίαν ἤδη προελΞ θούσης τῆς ὥρας εἰσηνέχθην, πολλὰ μεταμεληθεὶς καὶ τῆς συντυχίας, ὡς ἐμαυτῷ τῆς ἀτιμίας ἐκείνης παρασχὼν τὴν αἰτίαν. Καὶ χαλεπώτερον τῆς παρὰ τῶν ἐχθρῶν μοι γενομένης ὕδρεως, ὁ ἐμός με λογισμὸς ἡνία, μαχόμενος τρόπον τινὰ πρὸς ἑαυτὸν, καὶ μεταγινώσχων ἐν ὕστεροδουλίᾳ ὑπὲρ ὧν προέθετο. Ὡς δ᾽ οὖν μόλις ἐνοίγη ἡμῖν τὰ ἀνάχτορα, καὶ τῶν ἀδύτων ἐντὸς ἐγενόμεθα· οἱ μὲν πολλοὶ ἀπεκλείσθησαν τῆς εἰσόδου· ὁ δὲ ἐμὸς συνεισῆλθε διάκονος, ὃς τῇ χειρὶ τὸ σῶμα ὑπἤρειδε πεπονηχὸς ἐκ τοῦ κόπου, Ἐγὼ δὲ προσειπὼν αὐτῷ, καὶ ἐπ᾽ ὀλίγον σταθεὶς, ὥστε μοι γενέσθαι ᾿προτροπὴν εἰς καθέδραν, ὡς οὐδὲν τούτων ἐγίνετο, ᾿ἐπί τινος τῶν πόῤῥωθεν βάθρων διατραπεὶς ἀνεπαυσάμην, ἀναμένων εἰ ἄρα τι φθέγξαιτο πρὸς ἡμᾶς εὐμενὲς, ἢ τι φιλάνθρωπον, ἣ ταῖς γοῦν ὀφρύσι λοιπὸν ἐπινεύσειεν. ᾿Αλλ᾽ ἀπ᾽ ἐναντίων τῇ ἐλπίδι τὰ πάντα. Σιωπὴ γὰρ ἦν τὸ ἀπὸ τούτου νυκτερινὴ, καὶ κατήφεια τραγικὴ, καὶ θάμδος, καὶ ἔκπληξις, καὶ παντελὴς ἀφωνία, καὶ χρόνος οὐκ ἐν μικρῷ διαστήματι καθάπερ ἐν μελαίνῃ νυκτὶ δι’ ἡσυχίας παραἘγὼ δὲ τούτοις ἐναποπλαγεὶς τὴν διάνοιαν, διὰ τὸ μηδὲ τῆς κοινῆς αὐτὸν ἐθελῇσαι μεταδοῦναϊ φωνῆς, διὰ τῶν κατημαξευμένων τούτων τὴν συντυχίαν ἀφοσιουμένων· οἷον τὸ, ε Εὖ ἥκεις, ἣ πόθεν ἥκεις; ἢ ὑπὲρ τίνος ; ἣ τίς ἡ τῆς παρουσίας σπουδή ; τὴν ἡσυχίαν ἐκείνην τῆς ἐν ᾷδου διαγωγῆς ἐποιούμην εἰκόνα. Μᾶλλον δὲ καταγινώσκω τοῦ ὑποδείγματος. Ἐν ἄδου γὰρ ἰσονομία πολλὴ, μηδενὸς τῶν ὑπὲρ γῆς τὴν περὶ τὸν βίον τραγῳδίαν ἐργαξομένων, ἐκείνην τὴν διαγωγὴν διοχλοῦντος. Οὐ γὰρ ουγχαταδαίνει, καθά φησιν ὁ Προφήτης, τοῖς ἀνθρώποις ἡ δόξα - ἀλλὰ καταλιποῦσα ἡ ἑκάστου ψυχὴ τὰ νῦν σπουδαζόμενα τοῖς πολλοῖς, ὕδριν λέγω καὶ ὑπερηφανίαν καὶ τύφον, ἀπλῆ καὶ ἀχατάσχευος ἐπιχωριάζει τοῖς κάτω, ὡς μηδὲν τῶν τῇδε μοχθηρῶν καὶ παρ᾽ ἐκείνοις εἶναι. Πλὴν ἀλλʼ ἐμοὶ ἄδης ἣ δεσμωτήριον ἀφεγγὲς, ἢ ἄλλο τι σκυθρωπὸν κολαστήριον ἐδόκει τὰ παρόντα εἶναι, λογιζομένῳ ὅσων ἀγαθῶν ἐγενόμεθα παρὰ τῶν πατέρων ἡμῶν διάδοχοι, καὶ οἷα διηγήματα τοῖς μεθ᾽ ἡμᾶς καταλείψομεν.","t":"Our affairs, man of God, are not in a good state. The evils are advancing, and among those who have set store by their unjust and groundless hatred of us it is no longer a matter of conjecture and suspicion but is pursued openly, as though it were one of the good achievements. But you, who until now are outside such an evil, [should take care] to stop the flame spreading [near you], just as those who plan well for their own affairs put out their neighbours' fire with great zeal, and by helping those nearby take care that they will not need similar help themselves. What, then, am I saying? Holiness has left our life; truth has fled from us; of peace we once had at least the name going round in our mouths, but now not only is peace itself gone, not even its name is left us. That you may know more clearly what we are complaining of, I will set out the tragedy for you in a few words. Certain persons were reporting that the most reverend … was ill-disposed toward us and was telling everyone that I had been the cause of his greatest troubles. I did not believe what was said, looking to myself and to the truth of the matter. But when the same things were reported to me by everyone with one voice, and the facts agreed with the rumours, I thought it right not to leave this rootless and unplanted enmity untreated. So I wrote to your piety and to many others able to contribute something to the matter, and urged them to take it up. Finally, having celebrated the memorial of the most blessed Peter, held for the first time among the people of Sebasteia, and the memorials of the holy martyrs who had lived in the same period, which they customarily keep along with it, I was returning again to my own church. When someone reported that he was staying in the mountain district celebrating memorials of martyrs, at first I kept to my road, judging it more fitting that the meeting should take place at the metropolis. But when one of his close relations met me in haste, and … I left the carriage in which the report overtook me and crossed the distance between on horseback, by a route full of precipices and almost impassable with its very rough climbs. There were fifteen milestones measuring the distance. Having covered them with difficulty, partly on foot and partly on horseback, early in the morning and using part of the night as well, I arrived at the first hour of the day at Andumocina, for so the place is called where he was holding services with two other bishops. Seeing from afar, from a ridge above the village, the crowd gathered in the open court of the church, we crossed the ground between at a walking pace, I and my company going on foot and leading our horses by hand; so that two things happened at the same moment: he returned from the church to the house, and we came near the martyr's shrine. Without delay someone was sent by us to announce our arrival to him; and after a short interval the deacon who served him met us, and we asked him to announce us quickly, so that we might spend more time with him and find an opportunity to leave nothing between us untreated. After this I sat in the open court, waiting for someone to call me in, and was set out as an untimely spectacle for those who had come for the gathering. A long time passed, and drowsiness on top of this, and weariness, and the fatigue of the road adding to the weariness, and the heat fierce, and people staring at us and pointing us out to one another with their fingers. All such things weighed on me so heavily that the word of the Prophet came true in me: 'My spirit grew weary within me.' When the hour had already advanced toward midday I was brought in, much regretting the meeting, as having given myself the occasion of that dishonour. And more grievous to me than the insult from my enemies was my own reasoning, which distressed me, fighting in a way against itself and repenting in hindsight of what it had resolved. When at last the inner rooms were opened to us and we were inside the sanctuary, most people were shut out from the entrance, but my deacon came in with me, supporting my body, worn out with fatigue, with his hand. I greeted him and stood a little while, so that I might be invited to a seat; when nothing of the kind happened, I turned aside to one of the benches at a distance and rested, waiting to see whether he might say something kind or humane to us, or at least give a nod. But everything was the opposite of what I hoped. From then on there was a silence like night, a tragic gloom, amazement, astonishment, and utter speechlessness, and a long time passed in quiet, as in a black night. I was struck in mind by this, because he would not even give the common greeting by which meetings are paid their due in the well-worn phrases, such as 'Welcome,' or 'Where have you come from?' or 'For what purpose?' or 'What is the reason for your visit?', and I made that silence an image of life in Hades. Or rather, I find fault with the comparison. For in Hades there is great equality, since none of those who play out the tragedy of life on earth troubles the existence there. For glory does not go down with men, as the Prophet says; but the soul of each, leaving behind what the many now strive for (insolence, I mean, and pride and conceit), goes simple and unequipped to dwell with those below, so that none of the wickedness here is found among them. To me, however, the present scene seemed Hades, or a lightless prison, or some other gloomy place of punishment, as I reckoned how many good things we have inherited from our fathers and what kind of stories we shall leave to those who come after us.","f":"Gregory of Nyssa, <i>Ep.</i> 1.1 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-epistulae/1-1)."},"gregory-nyssa-epistulae/1.2":{"o":"Τί δὲ λέγω τῶν πατέρων τὴν ἀγαπητιχὴν πρὸ; ἀλλήλους σχέσιν; Θαυμαστὸν γὰρ οὐδὲν, ἀνθρώπους ὄντας ἐν ὁμοτίμῳ τῇ φύσει, μηδὲν ἐθέλειν πλέον ἀλλήλων ἔχειν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγεῖσθαι ἑαυτῶν ὑπερέχειν. ᾿Αλλ᾽ ἐκεῖνο μάλιστά μου τῆς διανοίας καθήπτετο, ὅτι ὁ πάσης κτίσεως Δεσπότης, ὁ μονογενὴς Υἱὸς, ὁ ὧν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ ἐν ἀρχῇ ὧν, ὁ ἐν μορφῇ Θεοῦ ὑπἄρχων, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνά- ΄ μεως αὐτοῦ, οὐκ ἐν τούτῳ μόνον ἐταπείνωσεν ἑαυτὸν, ἐν τῷ διὰ σαρκὸς ἐπιδημῆσαι τῇ ἀνθρωπίνῃ φύσει· ἀλλὰ καὶ τὸν προδότην ἑαυτοῦ ᾿Ιούδαν τῷ ἰδίῳ στόματι, διὰ φιλήματος προσεγγίζοντα δέχεσθαι, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ, τὸ μὴ φιληθῆναι παρ᾽ αὑτοῦ, ὡς φιλάνθρωπος, ὀνειδίζειν. Ἐγὼ δὲ οὔτε ἀντὶ τοῦ λεπροῦ ἐλογίσθην - τῷ τίνι; Ὁ τίς; Τὴν διαφορὰν εὑρεῖν οὐκ ἔχω. Τῷ πόθεν χαταθδεθηχότι; Ὅπου κείμενος ; Εἴγε τὰ τοῦ κόσμου βλέποι τις τούτου. Εἰ μὲν γὰρ τὰ τῆς σαρκὸς ἐξετάζοι τις, τοσοῦτον ἴσως ἀνεπαχθές ἐστι λέγειν, ὅτε ὁμότιμα ἐπ᾽ ἀμφοτέρων τὸ εὐγενὲς καὶ ἐλεύθερον. Εἰ δὲ τὴν ἀληθῆ τις ἐπιζητοίη τῆς ψυχῆς ἔλευθε:ρίαν τε καὶ εὐγένειαν, ἐπίσης δοῦλο! τῆς ἁμαρτίας ἀμφότεροι, ἐπίσης τοῦ αἴροντος τὰς ἁμαρτίας δεόμεθα ἄλλος ἐστὶν, ὁ τῷ ἰδίῳ αἴματι τοῦ θανάτου καὶ τῶν ἁμαρτιῶν ἡμᾶς λυτρωσάμενος, ὃς καὶ ἐξηγόρασεν ἡμᾶς, καὶ ὑπερηφανίαν τινὰ κατὰ τῶν ἐξαγορασθέντων οὐκ ἐπεδείξατο, νεκροὺς εἰς ζωὴν ἀνακαλούμενος, ᾿ὁ πᾶσαν ἐξιώμενος ἀῤῥωστίαν καὶ ψυχῶν καὶ σωμάτων. Ἐπεὶ οὖν ὁ καθ᾽ ἡμῶν τύφος καὶ ὁ τῆς ὑπερηφανίας ὄγκος μικροῦ δεῖν τῷ οὐρανίῳ ὕψει στενοχωρούμενος ἣν, ὕλην δέ τινα καὶ ἀφορμὴν πρὸς τὴν γόσον οὐδεμίαν ἑώρων, ὅθεν συγγνωστὸν γίνεται τὸ τοιοῦτον πάθος, ἐπὶ τῶν ἐκ περιστάσεις τινος ταύτην ἀναλαμθανόντων τὴν νόσον, ὅταν ἢ γένος, ἣ παίδευσις, ἣ ἀξιωμάτων ὑπεροχὴ τὰ χαυνότερα ἤθη οὐκ εἶχον ὅπως ἐμαυτὸν ἀτρεμεῖν νουθετήσω, διοιδούσης μοι πρὸς τὴν ἀλογίαν τῶν γινομένων ἔνδοθεν τῆς καρδίας, καὶ τοὺς ὑπὲρ τῆς ὑπομονῆς λογισμοὺς διαπτυούσης. Ὅτε καὶ μάλιστα τὸν θεῖον ἠγάσθην ᾿Απόστολον, οὕτως ἐναργῶς τὸν ἐμφύλιον ἐν ἡμῖν διαγράφοντα πόλεμον, λέγοντα εἶναί τινα ἐν τοῖς μέλεσι νόμον ἁμαρτίας, τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὺς, καὶ ποιοῦντα πολλάκις ἑαυτῷ τὸν γοῦν αἰχμάλωτόν τε καὶ ὑποχείριον. Ταύτην ἐμαυτῷ βλέπων τῶν δύο λογισμῶν τὴν ἐξ ἐναντίου παράταξιν, κοῦ τε χαλεπαίνοντος πρὸς τὴν ἐκ τῆς ὑπερηφανίας ὕδριν, καὶ τοῦ τὸ διοιδοῦν χαταστέλλοντος - ἐπειδῇ κατὰ Θεοῦ χάριν οὐκ ἐκράτησεν ἣ χείρων ῥοπὴ, τότε πρὸς αὐτὸν εἶπον ἐγώ: ε Μὴ ἄρα τί σοι τῶν περὶ τὴν θεραπείαν τοῦ σώματος σπουδαζομένων τῇ παρουσίᾳ μου βλάπτεται, καὶ ὑπεξελθεῖν ἐστιν εὔχαιβον; Τοῦ δὲ εἰπόντος μὴ χρήζειν τοῦ θεραπευθῆναι τὸ σῶμα, εἶπόν τινας λόγους θεραπευτιχοὺς πρὸς αὐτὸν, ὡς οἷόν τε ἦν. Κἀκείνου δι᾽ ὀλίγων τὸ ἐπὶ πολλοῖς ἀδικήμασι τὴν καθ᾽ ἡμῶν ἔχειν λύπην ἐνδειξαμένου, ταῦτα πρὸς αὐτὸν ἀπεκρινάμην ἐγώ· Ὅτι ἐν ἀνθρώποις πολλὴν ἔχει δύναμιν πρὸς ἀπάτὴν τὸ ψεῦδος· τὸ δὲ θεῖον κριτήριον τὸν ἐξ ἀπάτης παραλογισμὸν οὐ προσδέχεται. Ἐμοὶ δὲ τοσοῦτο πέκοιθεν ἐν τοῖς πρὸς σὲ πράγμασιν ἡ συνείδησις, ὡς εὔχεσθαι τῶν μὲν ἄλλων ἁμαρτιῶν γενέσθαι μοι τὴν συγχώρησιν: εἰ δέ τι κατὰ σοῦ πέπρακταί μοί, τοῦτο μεῖναι εἰς τὸ διηνεκὲς ἀσυγχώρητον. Σχετλιάσας δὲ τῷ λόγῳ, οὐκέτι προστεθῆναι τὰς ἀποδείξεις τοῖς εἰρημένοις ἐδέξατο. Ὥρα ἦν πλείων ἣ κατὰ τὴν ἕκτην καὶ τὸ λουτρὸν εὐπρεπὲς, σκευῇ ἡ ἑστίασὶς, καὶ Σάδθατον ἡ ἡμέρα, καὶ μαρτύρων τιμή. Καὶ πάλιν ὁ δι πίνων, ἀπελογεῖτο τοῖς ὀνειδίζουσιν, ὡς κατὰ φι)ςανθρωπίαν τοῦτο ποιῶν. Ὃ ὃὲ ἄγος κρίνει καὶ μίασμα, τὴν ἐπὶ τραπέζης κοινωνίαν, μετὰ τὸν κόπον ἐκεῖνον, ὅν ἐκ. τῆς ὁδοὶπορίας ὑπέστημεν· μετὰ τὸ θάλπος τὸ τοσοῦτον, ἐν ᾧ ὑπαίθριοι ταῖς πὴν σχυθρωπὴν ἐκείνην κατήφειαν, ἣν ἐν ὀφθαλμοῖς αὐτοῦ γεγονότες ἀνέτλημεν· καὶ ἀποπέμπεται ἡμᾶς πάλιν ἐπὶ τὸ αὐτὸ διάστημα, διὰ τῆς αὐτῆς ὁδοῦ, νημένῳ τῷ σώματι· ὥστε μόλις ἡμᾶς περὶ δείλην ὀψίαν πολλὰ διὰ μέσου χαχοπαθήσαντας χαταλαθεῖν τὴν συνοδίαν. Καὶ γάρ τι καὶ νέφος ἐκ λαίλαπος κατὰ τὸ ἀθρόον ἐν τῷ ἀέρι γενόμενον, αὐτῶν τῶν μυελῶν ἡμᾶς λάδρῳ τῷ ὄμθρῳ καθίκετο. ᾿Απαράσχευοι γὰρ ἦμεν διὰ τὸ ὑπερθάλλον θάλπος, ὡς πρὸς ὑετοῦ φυλακήν. Πλὴν ἀλλὰ κατὰ Θεοῦ χάριν, ὡς οἱ ἀπὸ χλύναναγίου περισωθέντες, ἄσμενοι τὴν συνοδίαν ἡμῶν χκατελάδομεν καὶ ἀναπαυσάμενοι τὴν νύκτα μετὰ ἀλλήλων, ζῶντες μέχρ! τῶν ἡμετέρων τόπων· τοῦτο προσλαθόντες ἐκ τῆς συντυχίας, ὅτι πάντων τῶν πρότερον Ὑεγονότων, ἔναγχος γενομένη καθʼ ἡμῶν ὕδρις τὴν μνήμην ἀνεἐνεώσατο. Καί τοι ἀναγκαζόμεθα λοιπὸν καὶ ὑπὲρ ἡμῶν βουλεύσασθαι - μᾶλλον δὲ ὑπὲρ αὐτοῦ ἐκείνου.","t":"Why do I speak of the loving relation of the fathers to one another? It is nothing wonderful that men equal in nature should wish to have no advantage over one another, but in humility should count one another better than themselves. But this above all took hold of my mind: that the Lord of all creation, the only-begotten Son, who is in the bosom of the Father, who was in the beginning, who existed in the form of God, who upholds all things by the word of his power, humbled himself not only in coming to dwell in human nature through the flesh, but also in receiving with his own mouth his betrayer Judas as he came near with a kiss; and, entering the house of Simon the leper, he, the lover of mankind, reproached him for not having kissed him. But I was not counted even in the place of the leper. By whom? Who is he? I cannot find the difference. Coming down from where? Lying where? That is, if one looks at the things of this world. If one examines the things of the flesh, it is perhaps not offensive to say this much, that nobility and free birth are of equal rank in both of us. But if one seeks the true freedom and nobility of the soul, we are both equally slaves of sin, we both equally need him who takes away sins; … it is another who redeemed us by his own blood from death and sins, who bought us out and showed no pride toward those he had bought, calling the dead to life and healing every sickness of souls and bodies. Since, then, the conceit shown against us and the swelling of pride almost found the height of heaven too narrow, and I saw no material or occasion for the disease (which makes such a passion pardonable in those who take on this disease from some circumstance, when birth or education or eminence of rank [puffs up] vainer characters), I did not know how to admonish myself to keep calm, as my heart swelled within me at the unreasonableness of what was happening and spat out the thoughts of patience. Then above all I admired the divine Apostle, who so vividly describes the civil war within us, saying that there is a law of sin in the members, warring against the law of the mind and often making the mind its captive and subject. Seeing in myself this battle-line of two opposing thoughts, one angry at the insult of pride and the other calming the swelling, since by God's grace the worse inclination did not prevail, I then said to him: 'Is anything of what you are doing for the care of your body hindered by my presence, and would it be timely for me to withdraw?' When he said that his body needed no care, I spoke some conciliatory words to him, as far as I could. When he had indicated briefly that he held his grievance against us for many wrongs, I answered him thus: 'Among men falsehood has great power to deceive; but the divine tribunal does not admit reasoning based on deceit. My conscience is so confident in my dealings with you that I pray that pardon be given me for my other sins, but that if anything has been done by me against you, it may remain for ever unpardoned.' Annoyed at the word, he would not allow proofs to be added to what I had said. It was past the sixth hour, the bath was ready, the banquet prepared, the day the Sabbath, and the honour of martyrs [was being kept]. And yet he who [ate and] drank [with sinners] answered those who reproached him that he did it out of love for mankind; but this man judges sharing a table with us a pollution and defilement, after the fatigue we had borne from the journey, after such heat, in which we [sat] in the open, … the gloomy dejection we endured before his eyes; and he sends us away again over the same distance by the same road, with our bodies [exhausted], so that we barely reached our company toward late evening, having suffered much on the way. For a cloud from a squall suddenly formed in the air and drenched us to the marrow with violent rain, since because of the excessive heat we were unprepared for protection from rain. But by God's grace, like men saved from shipwreck, we gladly reached our company, and after resting the night together we [came back] alive to our own parts, having gained this from the meeting: that the insult recently done to us renewed the memory of all that had happened before. And now we are forced to take counsel for ourselves, or rather for him.","f":"Gregory of Nyssa, <i>Ep.</i> 1.2 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-epistulae/1-2)."},"gregory-nyssa-epistulae/1.3":{"o":"Τὸ γὰρ μὴ ἀναχοπῆναι τὴν αὐτοῦ προαίρεσιν ἐν τοῖς πρότερον γεγενημένοις, εἰς ταύτην αὐτὸν ἤγαγε τοῦ τύφου τὴν ἀμετρίαν. Οὐκοῦν ὡς ἂν κἀκεῖνος ἑαυτοῦ γένοιτο κρείττων, τάχα τι προσήκει καὶ παρ᾽ ἡμῶν γενέσθαι, ὡς ἂν μάθῃ ἄνθρωπος ὧν, καὶ οὐδεμίαν κατὰ τῶν ὁμοφρόνων τε καὶ ὁμοτίμων ὕδρεώς καὶ ἀτιμίας τὴν αὐθεντίαν ἔχων. Ἰδοὺ γὰρ ἀληθὲς εἶναι δεδόσθω, (λέγω καθ᾽ ὑπόθεσιν) γεγενῆσθαι παρ᾽ ἐμοῦ τι λυπηρὸν κατ᾽ ἐκείνου· ποῖον συνέστη καθ᾽ ἡμῶν ἐπὶ τοῖς γινομένοις, ἣ ὑπονοουμένοις κριτήριον; Τίς ἀπόδειξις τὴν ἀδικίαν ἀπήλεγξε; Τίνες κανόνες καθ᾽ ἡμῶν ἀνεγνώσθησαν; Πυία ἕννομος ἐπισκόπου ἀπόφασις τὴν καθ᾽ ἡμῶν κρίσιν ἐκύρωσεν ; Εἰ δέ τι καὶ ἐγεγόνει τούτων ἐννόμως, πάντως ἂν περὶ τὸν βαθμὸν ὁ κίνδυνος ἦν.·Υδριν δὲ κατὰ τῶν ἐλευθέρων, καὶ ἀτιμίαν κατὰ τῶν ὁμοτέμων, ποῖοι κανόνες ἐνομοθέτησαν ; Κρῖμα δίκαιον κρίνατε, οἱ πρὸς Θεὸν ὁρῶντες, ἐν τίνι συγγνωστὸν ἡγεῖσθε τὴν καθ᾽ ἡμῶν ἀτιμίαν ; Εἰ κατὰ τὴν ἱερωσύνην τὸ ἀξίωμα δυὺ Ὁ χρίνοιτο, ἴση παρὰ συνόδου καὶ μία γέγονεν ἀμφοτέρων ἡμῶν ἣ προνομία, μᾶλλον δὲ ἣ φροντὶς τῆς τῶν κοινῶν διορθώσεως, ἐν τῷ τὸ ἴσον ἔχειν. Εἰ δέ τινες ἡμᾶς γυμνοὺς τοῦ κατὰ τὴν ἱερωσύνην ἀξιώματος ἐφ᾽ ἑαυτοὺς βλέποιεν, τί τοῦ ἑτέρου πλεῖον ἔχει ὁ ἕτερος; γένος ; παίδευσιν ; ἐλευθερίαν πρὸς τοὺς ἀρίστους τε καὶ εὐδοχέμους ; γνῶσιν; Ταῦτα ἣ ἐν τῷ ἴσῳ καὶ παρ᾽ ἡμῖν ἔστιν εὑρεῖν, ἢ πάντως οὐκ ἐν ἐλάσσονι. ᾿Αλλὰ πλοῦτον λέγει; Μὴ γένοιτο εἰς ἀνἄγκην ἐλθεῖν, ταῦτα περὶ αὐτοῦ διηγήσασθαι ἣ τοῦοὔτον ἀρκεῖ μόνον εἰπεῖν, ὅσος ἣν τὸ καταρχὰς, καὶ γῦν ὅσος ἐγένετο, καὶ καταλιπεῖν ἄλλοις ἀναζητῆσαι τῆς αὐξήσεως τοῦ πλούτου τὰς ἀφορμὰς, τοῦ μέχρι ποῦ παρόντος καὶ καθ᾽ ἑκάστην μικροῦ δεῖν ἡμέραν διὰ τῶν καλῶν ἐπιτηδευμάτων αὐξανομένου τε καὶ τρεφομένου. Τίς οὖν τῆς καθ᾿ ἡμᾶς ὕδρεως ἡ ἔξουσία, εἰ μήτε γένους ὑπεροχὴ, μήτε ἀξιώματος περιφάνεια, μήτε δύναμις ὑπερδάλλουσα λόγῳ, μήτ᾽ εὐεργεσία τις προῦπάρξασα; ὁπότε καὶ εἰ ταῦτα ἦν, καὶ οὕτως ἂν τὸ κατὰ τὴν ὕδριν ἐπὶ τῶν ἐλευθέρων, ἀσύγγνωστον. Μηδενὸς δὲ τούτων ὄντος, οὐκ οἶμαι καλῶς ἔχειν: τὴν τοσαύτην τοῦ τύφου νόσον περιϊδεῖν ἀθεράπευτον, Θεραπεία δέ ἐστι τὸ ἐπιχλῖναι τὴν ὑπερηφανίαν, καὶ διαστεῖλαι τὸν διάκενον ὄγκον, μιἈρὸν διαπνευσθέντος τοῦ κατὰ τὸν τύφον φυσήματος. Ὅπως δ᾽ ἂν γένοιτο τοῦτο, Θεῷ μελήσει.","t":"For his will, not having been checked in what happened before, has led him to this excess of conceit. So, that he too may become better than himself, perhaps something ought to be done on our part as well, so that he may learn that he is a man and has no authority to insult and dishonour those who share his faith and his rank. Let it be granted to be true (I speak hypothetically) that something painful was done by me against him: what tribunal was set up against us concerning what was done or suspected? What proof convicted us of wrongdoing? What canons were read against us? What lawful decision of bishops ratified the judgment against us? And if any of these things had been done lawfully, the danger would certainly have concerned our rank. But what canons have laid down insult against free men and dishonour against those of equal rank? 'Judge righteous judgment,' you who look to God: in what do you consider the dishonour done to us pardonable? If dignity is judged by priesthood, the synod made the prerogative of us both equal and one, or rather the responsibility for correcting common affairs, in giving us equal standing. And if anyone looks at us by ourselves, stripped of the dignity of the priesthood, what has the one more than the other? Birth? Education? Freedom of access to the best and most esteemed? Knowledge? These may be found with us either equally or certainly not in lesser degree. Does he speak of wealth? May I never be forced to tell these things about him! Or it is enough only to say how great it was at first and how great it has now become, and to leave it to others to search out the sources of the increase of his wealth, which up to the present is increased and fed almost daily by fine practices. What, then, is his authority for insulting us, if there is no superiority of birth, nor distinction of rank, nor surpassing power in eloquence, nor any previous benefaction? Even if these existed, insult against free men would even so be unpardonable. But since none of these exists, I do not think it right to overlook so great a disease of conceit and leave it untreated. The treatment is to bend down his pride and reduce the empty swelling by letting out a little of the inflation of conceit. How this may come about, God will see to it.","f":"Gregory of Nyssa, <i>Ep.</i> 1.3 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-epistulae/1-3)."},"gregory-nyssa-epistulae/2.1":{"o":"Περὶ τῶν ἀπιόντων εἷς ᾿Ιεροσόλυμα. Ἐπειδήπερ ἠἡρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾿φήθην περὶ πάντων σοι καθεξῆς ἀποχρίνααθαι. Ἐγὼ τοὺς ἅπαξ ἀνατεθειχότας ἑαυτοὺς τῇ ὑψηλῇ πολιτείᾳ, καλῶς ἔχειν φημὶ πρὸς τὰς τοῦ Εὐαγγελίου διὰ παντὸς ἀποθλέπειν φωνάς· καὶ ὥσπερ οἱ τῷ κανόνι τὸ ὑποκείμενον ἀπευθύνοντες, κατὰ τὴν ἐπὶ τοῦ κανόνος εὐθεῖαν τὰ σκολιὰ τὰ ἐν χερσὶν εἰς εὐθύτητα μεταθάλλουσιν- οὕτως προσήκειν ἡγοῦμαι οἷόν τινα κανόνα ὀρθὸν καὶ ἀδιάστροφον, τὴν εὐαγγελικὴν λέγω δὴ: πολιτείαν, τούτοις ἐπιθάλλοντας, κατ᾽ ἐκείνην πρὸς τὸν Θεὸν ἀπευθύνεσθαι. Ἐπεὶ τοίνυν εἰσί τινες τῶν τὸν μονήρη καὶ ἰδιάζοντα βίον οἷς ἐν μέρει εὐσεδείας νενόμισται τὸ τοὺς ἐν Ἱεροσολύμοις τόπους ἰδεῖν, ἐν οἷς τὰ σύμὄολα τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ Κυρίου ὁρᾶται, κἀλῶς ἂν ἔχοι πρὸς τὸν κανόνα βλέπειν· καὶ εἰ ταῦτα βούλεται ἡ παρὰ τῶν ἐντολῶν χειραγωγία, ποιεῖν τὸ ἔργον, ὡς πρόσταγμα Κυρίου. Εἰ δὲ ἔξω ἐστὶ τῶν ἐντολῶν τοῦ Δεσπότου, οὐκ οἶδα τί ἐστι τὸ διατεταγμένον τι θέλειν ποιεῖν αὐτὸν ἑαυτοῦ τοῦ καλοῦ νόμον γινόμενον. Ὅπου προσκαλεῖται πρὸς τὴν κληρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν ὁ Κύριος τοὺς εὐλογημένους, τὸ ἀπελθεῖν εἰς Ἱεροσόλυμα ἐν τοῖς κατορθώμᾶσιν οὐκ ἀπηρίθμησεν᾽ ὅπου τὸν μακαρισμὸν διαγτὴν τοιαύτην σπουδὴν οὐ μῆτε μακάριον ποιεῖ, μήτε πρὸς τὴν βασιλείαν εὔθεπον, ἀντὶ τίνος σπουδάζεται, ὁ νοῦν ἔχων ἐπισχεψάσθω. Καὶ εἰ μὲν ἐπωφελὲς ἦν τὸ γινόμενον, οὐκ ἣν οὐδὲ οὕτως καλὸν παρὰ τῶν τελείων σπουδάξεσθαι. Ἐπεὶ δὲ χαταμανθανόμενον δι᾽ ἀχριδείας τὸ γινόμενον, εἰσ πἀΐ πες βίον ἐνστησαμένοις, οὐκ ἔστι τῆς μακρᾶς σπουδῆς ἄξιον, ἀλλὰ τῆς μεγίστης φυλακῆς, ὡς μηδενὶ τῶν καταθλαπτόντων ὁ κατὰ Θεὸν προῃρημένος ζῆν περιπείροιτο. Τί οὖν ἐστιν ἐν τούτοις τὸ βλάπτον ; σεμνὴ πολιτεία πᾶσι πρόκειται, καὶ ἀνδράσι καὶ γυναιξὶν, ἴδιον τοῦ κατὰ φιλοσοφίαν βίου, ἡ εὐσχημοσύνη· αὕτη δὲ ἐν τῷ ἀμίχτῳ καὶ ἰδιάξοντι βίῳ τῆς ζωῆΐς κατορθοῦται, ὡς ἀνεπίμικτον καὶ ἀσύγχυτον εἶναι τὴν φύσιν, μὴτε τῶν γυναικῶν ἐν ἀνδράσι, μὴτε τῶν ἀνδρῶν ἐν γυναιξὶ πρὸς τὰ παρατετηρημένα τῆς εὐσχημοσύνης ὁρμώντων. ᾿Αλλ᾽ ἡ τῆς ὁδοιπορίας ἀνάγκη ἀεὶ τὴν ἐν τούτοις ἀχρίδειαν καὶ πρὸς ἀδιαφορίαν τῶν παρατετηρημένων ἄγει· ἀμήχανον γὰρ γυναικὶ τοσαύτην ὁδὸν διαδραμεῖν, εἰ μὴ τὸν διασώζοντα ἔχοι, καὶ διὰ τὴν φυσικὴν ἀσθένειαν ἀναγομένη ὑπὸ τὸ ὑποζύγιον, κἀκεῖθεν χαταγομένη, καὶ ἐν ταῖς δυσχερείαις παραχρατουμένη. Ὅπερ δ᾽ ἂν ὑποθώμεθα, εἴτε γνώριμον ἔχει τὸν τὴν θεραπείαν ἀποπληροῦντα, εἴτε μισθωτὸν τὸν τὴν διακονίαν παρἐχόμενον, καθʼ ἑκάτερον μέρος οὐ διαφεύγει τὴν μέμψιν τὸ γινόμενον· οὔτε γὰρ τῷ ξένῳ ἑαυτὴν προσαναπαύουσα, οὔτε τῷ ἰδίῳ, τὸν τῆς σωφροσύνης φυλάττει νόμον. Τῶν δὲ κατὰ τοὺς ᾿Λνατολιχοὺς πους πανδοχείων καὶ χαταλυμάτων, καὶ πόλεων πολλὰ τὴν ἄδειαν καὶ πρὸς τὸ κακὸν τὴν ἀδιαφορίαν ἐχόντων, πῶς ἕσται δυνατὸν διὰ καπνοῦ παριόντα μὴ δριμυχθῆναι τὰς ὄψεις ; Ὅπου μολύνεται μὲν ἀκοὴ, μολύνεται δὲ ὀφθαλμὸς, μολύνεται δὲ καρδία, δι᾽ ὀφθαλμῶν καὶ ἀκοῆς δεχομένη τὰ ἄτοπα· πῶς ἔσται δυνατὸν ἀπαθῶς παρελθεῖν τοὺς ἐμπαθεῖς τόπους ; Τί δὲ καὶ πλέον ἕξει ὁ ἐν τοῖς τόποις ἐκείνοις γενόμενος, ὡς μέχρι τοῦ νῦν σωματικῶς τοῦ Κυρίου ἐν ἐκείνοις τοῖς τόποις διάγοντος, ἡμῶν δὲ ἀποφοιτῶντος· ἣ ὡς τοῦ ἁγίου Πνεύματος παρὰ τοῖς Ἱεροσολυμίταις πλεονάζοντος, πρὸς δὲ ἡμᾶς διαδῆναι ἀδυνατοῦντος; Καὶ μὴν εἰ ἔστιν ἐκ τῶν φαινομένων, Θεοῦ παρουσίαν τεχμὲρασθαι, μᾶλλον ἄν τις ἐν τῷ ἔθνει τῶν Καππαδοκῶν τὸν Θεὸν διαιτᾶσθαι νομίσειεν, ἧπερ ἐν τοῖς ἔξω τόποις. Ὅσα γάρ ἐστιν ἐν τούτοις θυσιαστήρια, δι᾽ ὧν τὸ ὄνομα τοῦ Κυρίου δοξάζεται ; οὐκ ἄν τις τοσάδε πάσης σχεδὸν τῆς οἰκουμένης ἐξαριθμήσαιτο θυσιστήρια. Ἔπειτα εἰ καὶ ἣν πλέων ἡ χάρις ἐν τοῖς Ἱεροσόλυμα τόποις, οὐκ ἂν ἐπεχωρίαζε τοῖς ἐχεΐ ζῶσιν ἡ ἁμαρτία. Νῦν μέν τοι οὐκ ἔστιν ἀκαθαρσίας εἶδος, ὃ μὴ τολμᾶται παρ᾽ αὑτοῖς. Καὶ πονηρίαι, καὶ μοιχεῖαι, καὶ κλοπαὶ, καὶ εἰδωλολατρεῖαι, καὶ φαρμακεῖαι, καὶ φθόνοι, καὶ φόνοι, καὶ μάλιστά γε τὸ τοιοῦτον ἐπιχωριάζει κακὸν, ὥστε μηδαμοῦ τοιαύτην ἑτοιμότητα εἶναι πρὸς τὸ φονεύειν, ὅσον ἐν τοῖς τόποις ἐκείνοις, θηρίων δίκην τῷ αἴματι τῶν ὁμοφύλων ἐπιτρεχόντων ἀλλήλων, ψυχροῦ κέρδους χάριν.","t":"On those who go to Jerusalem. Since you asked me, my friend, in your letter, I thought it right to answer you about everything in order. I say that those who have once dedicated themselves to the lofty way of life do well to look always to the words of the Gospel; and just as those who straighten what lies before them by a rule bring the crooked things in their hands into straightness by the straight edge of the rule, so I think it right that they should lay the gospel way of life, I mean, on themselves as a straight and undistorted rule, and be directed by it toward God. Since, then, there are some of those living the solitary and private life for whom it has come to be counted a part of piety to see the places in Jerusalem in which the tokens of the Lord's sojourn in the flesh are seen, it would be good for them to look to the rule; and if the guidance of the commandments wills this, to do the deed as a command of the Lord. But if it is outside the commandments of the Master, I do not know what reason there is for anyone to wish to do something as though it were commanded, when he has made himself his own law of the good. When the Lord calls the blessed to the inheritance of the kingdom of heaven, he did not count going to Jerusalem among the good deeds; when he proclaims the beatitudes, he did not include such zeal. What neither makes one blessed nor fits one for the kingdom, why it is pursued, let anyone with sense consider. Even if what is done were profitable, even so it would not be good for the perfect to pursue it. But since, when it is examined carefully, what is done is found [to bring harm] to those who have taken up the [strict] life, it is worth not great zeal but the greatest caution, so that one who has chosen to live according to God may not be pierced by any of the things that harm him. What, then, is harmful in this? A modest way of life is set before all, men and women alike; propriety is proper to the life of philosophy; and this is achieved in a way of living that is unmixed and private, so that the sexes are kept unmixed and unconfused, neither women among men nor men among women rushing toward what propriety guards against. But the necessity of the journey constantly reduces exactness in these things to indifference toward what is guarded against. For it is impossible for a woman to travel so long a road unless she has someone to protect her: because of her natural weakness she is lifted onto her mount and lifted down from it, and held up in difficult places. Whichever we suppose, whether she has an acquaintance to render the service or a hired man to provide the attendance, either way what happens does not escape blame; for neither in leaning on a stranger nor on someone of her own does she keep the law of chastity. And since the inns, lodgings, and cities in the regions of the East have much licence and indifference toward evil, how will it be possible to pass through smoke without one's eyes stinging? Where the ear is defiled, the eye is defiled, and the heart is defiled, receiving improper things through eyes and ears, how will it be possible to pass through places of passion without passion? And what more will one have who has been in those places? As though the Lord were still living bodily in those places but had gone away from us, or as though the Holy Spirit abounded among the people of Jerusalem but could not cross over to us! Indeed, if one can infer God's presence from what appears, one would rather think that God dwells in the nation of the Cappadocians than in places abroad. For how many altars are there here, at which the name of the Lord is glorified? One could hardly count so many altars in almost the whole world. Then, if grace were greater in the places of Jerusalem, sin would not be at home among those who live there. But as it is, there is no kind of uncleanness that is not dared among them: wickedness, adulteries, thefts, idolatries, poisonings, envyings, murders; and this last evil is especially at home there, so that nowhere is there such readiness to kill as in those places, where people rush upon one another's blood like beasts for the sake of paltry gain.","f":"Gregory of Nyssa, <i>Ep.</i> 2.1 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-epistulae/2-1)."},"gregory-nyssa-epistulae/2.2":{"o":"Ὅπου τοίνυν ταῦτα γίνεται, ποίαν ἀπόδειξιν ἔχεις τοῦ πλείονα χάριν εἶναι ἐν τοῖς τόποις ἐκείνοις ; ἈΑλλ᾽ οἶδα τὸ ἀντιλεγόμενον τῶν πολλῶν πρὸς τὰ παρ· ἐμοῦ εἰρημένα. Λέγουσι γάρ· Διὰ τί ταῦτα καὶ ἐπὶ σὲ αὐτὸν οὐκ ἐνομοθέτησας ; Εἰ γὰρ μηδὲν ἣν κέρδος τῷ κατὰ Θεὸν ἐχδημήσαντι, ἀντὶ τοῦ γενέσθαι ἐχεΐ, ὑπὲρ τίνος μάτην ὑπέστης τὴν τοσαύτην ὁδόν ; ᾿Ακούσάτωσαν οὖν τῆς ὑπὲρ τούτων παρ᾽ ἐμοῦ ἀπολογίας. Ἐμοὶ διὰ τὴν ἀνάγκην ταύτην ἐν ἧ ζῇν ἐτάχθην παρὰ τοῦ οἰκονομοῦντος ἡμῶν τὴν ζωὴν, ἐγένετο τῆς ἁγίας συνόδου διορθώσεως ἕνεκεν τῆς κατὰ τὴν ᾿Αραδίαν Ἐκκλησίας, μέχρι τῶν τόπων γενέσθαι. Καὶ ἐπειδὴ ὅμορός ἐστιν ἣ ᾿Αραδία τοῖς κατὰ Ἱεροσόλυμα τόποις, ὑποσχόμενος καὶ συσχεψόμενος τοῖς προεστῶσι τοῖς τῶν ἁγίων Ἱεροσολυμιτῶν Ἐκκλησιῶν, διὰ τὸ εἶναι αὐτῶν ἐν ταραχῇ τὰ πράγματα, καὶ χρήζειν τοῦ μεσιτεύοντος.·Ἔπειτα δὲ, καὶ τοῦ εὐσεδεστάτου βασιλέως παρασχομένον τὴν εὐκολίαν τῆς ὁδοῦ διὰ δημοσίου ὀχήματος, οὐδεμία ἡμῖν ἀνάγκη ἐγένετο ταῦτα πάσχειν, ἃ καὶ ἐπὶ τῶν ἄλλων κατενοήσαμεν. Τὸ γὰρ ὄχημα ἡμῖν ἀντὶ Ἐκκλησίας καὶ μοναστηρίου ἦν, διὰ πάσης τῆς ὁδοῦ συμψαλλόντων πάντων καὶ συννηστευόντων τῷ Κυρίῳ. Τὸ οὖν ἡμέτερον μηδένα μᾶλλον δὲ πιθανὴ γενέσθω ἡ λία ἡμῶν, ὅτι περὶ ὧν τῷ ὀφθαλμῷ ὑπεθάλομεν, περὶ κούτων καὶ συμθουλεύομεν. Ἡμεῖς γὰρ τὸν ἐπιφαγέντα Χριστὸν εἶναι Θεὸν ἀληθινὸν ὡμολογήσαμεν καὶ πρὶν ἐπὶ τοῦ τόπου γενέσθαι, καὶ μετὰ ταῦτα, οὔτε τῆς πίστεως ἐλαττουμένης, οὔτε μετὰ ταῦτα προσαυξηθείσης. Καὶ τὴν διὰ τῆς Παρθένου ἐνανθρώπησιν καὶ πρὸ τῆς Βηθλεὲμ ἠπιστάμεθα. Καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν καὶ πρὸ τοῦ μνήματος ἐπι· καὶ τὴν εἰς οὐρανοὺς ἀνάδασιν καὶ δίχα τοῦ τὸ ὄρος τῶν Ἐλαιῶν ἰδεῖν, ἀληθῆ εἶναι ὡμολογή- ᾿ σαμεν. Τοσοῦτον δὲ μόνον ἐκ τῆς ὁδοιπορίας ὠφελήθημεν, ὅσον ἐν συγκρίσει γνῶναι, ὅτι τὰ ἡμέτερα τῶν ἔξω πολὺ ἁγιώτερά ἐστιν. Ὅθεν οἱ φοδούμενοι τὸν Κύριον, ἐν οἷς ἐστε τόποις, αἰνέσατε αὐτόν. Θεοῦ γὰρ τοπικὴ μετάστασις οὐ κατεργάζεται ἀλλ᾽ ὅπουπερ ἂν ἧς, πρὸς σὲ ἥξει ὁ Θεὸς, ἐάν γε τὸ τῆς ψυχῆς σου καταγώγιον τοισῦτον εὑρεθῇ, ὥστε ἐνοικῆσαι τὸν Κύριον ἐν σοὶ καὶ ἐμπεριπατῆσαι. πλήρη ἔχεις τὸν ἔσω ἄνθρωπον λογισμῶν πονηρῶν, κἂν ἐπὶ τοῦ Γολγοθᾶ ἧς, κἂν ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, κἂν ὑπὸ τὸ μνῆμα τῆς ἀναστάσεως, τοσοῦτον ἀπέχεις τὸν Χριστὸν δέξασθαι ἐν ἑαυτῷ, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ὁμολογήσαντες. Συμθούλευσον οὖν, ἀγαπητὲ, τοῖς ἀδελφοῖς ἐκδημεῖν ἀπὸ τοῦ σώματος πρὸς τὸν Κύριον, καὶ μὴ ἀπὸ Καππαδοκίας εἰς Παλαιστίνην, Εἰ δέ τις τὴν τοῦ Κυρίου φωνὴν προδάλοι τὴν παραγγείλασαν τοῖς μαθηταῖς, μὴ χωρίζεσθαι ἀπὸ Ἱεροσολύμων, νοησάτω τὸ εἰρημένον· ἐπειδήπερ ἢ τοῦ ἁγίου Πνεύματος χάρις καὶ διανομὴ οὔπω ἐπεφοίτησε τοῖς ἀποστόλοις, προσέταξεν αὐτοῖς ὁ Κύριος ἐπὶ τὸ αὐτὸ μένειν, ἕως ἂν ἐνδύσωνται δύναμιν ἐξ ὕψους. Εἰ μὲν ὃ ἣν ἀπ᾽ ἀρχῆς ἐγίνετο μέχρι τοῦ νῦν, τοῦ ἁγίου Πνεύματος ἐν εἴδει πυρὸς τῶν χαρισμάτων οἰκονομοῦντος ἕκαστον, ἔδει πάντας εἶναι ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἡ διανομὴ τοῦ χαρίσματος ἐγίνετο· τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ οἱ ἐνταῦθα πιστεύσαντες, μέτοχοι γίνονται τοῦ χαρίσματος, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ κατὰ τὴν ἀπυδημίαν τὴν","t":"Where such things happen, then, what proof have you that there is more grace in those places? But I know the objection that many make to what I have said. They say: 'Why did you not lay down this law for yourself too? For if there was no gain for one who travels for God's sake in being there, why did you undergo so long a journey in vain?' Let them hear my defence on this. Because of the necessity in which I was appointed to live by him who orders our life, it fell to me, at the bidding of the holy synod, to go as far as those places for the correction of the church in Arabia; and since Arabia borders on the region of Jerusalem, I promised to confer also with the leaders of the holy churches of Jerusalem, because their affairs were in confusion and needed a mediator. Then, since the most pious emperor provided the convenience of the journey by a public carriage, there was no need for us to suffer what we observed in the case of others. For the carriage was a church and monastery to us, all of us singing psalms together and fasting together to the Lord throughout the whole journey. So let our case [be a stumbling block to] no one; rather, let our counsel be all the more persuasive, because we are advising about things we have seen with our own eyes. We confessed that the Christ who appeared is true God both before we were in the place and after it, our faith being neither lessened nor increased afterwards. We knew of his becoming man through the Virgin even before Bethlehem; we believed in the resurrection from the dead even before the tomb; and we confessed the ascension into heaven to be true even without seeing the Mount of Olives. We gained only this much from the journey, to know by comparison that our own places are far holier than those abroad. Therefore, you who fear the Lord, praise him in the places where you are. For change of place does not bring one nearer to God; but wherever you are, God will come to you, if the lodging of your soul is found to be such that the Lord may dwell in you and walk in you. But if you have the inner man full of evil thoughts, even if you are on Golgotha, even if on the Mount of Olives, even if at the tomb of the resurrection, you are as far from receiving Christ into yourself as those who have never even begun to confess him. So advise the brothers, beloved, to go away from the body to the Lord, and not from Cappadocia to Palestine. And if anyone puts forward the Lord's word commanding the disciples not to depart from Jerusalem, let him understand what was said: since the grace and distribution of the Holy Spirit had not yet come upon the apostles, the Lord commanded them to remain together until they were clothed with power from on high. If what happened at the beginning were happening until now, with the Holy Spirit dispensing each of the gifts in the form of fire, everyone would have to be in that place where the distribution of the gift took place; but the Spirit blows where it wills, and those who have believed here too become partakers of the gift according to the proportion of their faith, not according to the journey to","f":"Gregory of Nyssa, <i>Ep.</i> 2.2 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-epistulae/2-2)."},"gregory-nyssa-epistulae/3.1":{"o":"κοσμιωτάτῃ καὶ σεμγοτάτῃ θυγατρὶ Γρηγόριος ἐν Κυρίῳ χαίρει. Ἡ μὲν τῶν ἀγαθῶν καὶ χαταθυμίων συντυχία, καὶ τὰ γνωρίσματα τῆς μεγάλης τοῦ Δεσπότου ὑπὲρ ἡμῶν φιλανθρωπίας, τὰ ἐν τοῖς τόποις δεικνύμενα, τῆς μεγίστης ἐγένετό μοι χαρᾶς τε καὶ εὐφροσύνης ὑπόθεσις. ᾿Αμφοτέρων γὰρ ἐδηλώθη μοι ἡ κατὰ Θεὸν ἑορτὴ, διά τε τοῦ ἰδεῖν τὰ σωτήρια σύμδολα τοῦ ζωοποιήσαντος ἡμᾶς Θεοῦ, καὶ διὰ τοῦ ψυχαῖς συντυχεῖν, ἐν αἷς τὰ τοιαῦτα τῆς τοῦ Κυρίου χάριτος; σημεῖα πνευματικῶς θεωρεῖται, ὥστε πιστεύειν ὅτι ἀληθῶς ἐν τῇ καρδίᾳ ἐστὶ τοῦ τὸν Θεὸν ἔχοντος ἧ Βηθλεὲμ, ὁ Γολγοθὰς, ὁ Ἐλαιὼν, ἡ ᾿Ανάστασις. Ὅτε γὰρ διὰ τῆς ἀγαθῆς συνειδήσεως ὁ Χριστὸς ἔμμορφωθῇ, χκαὶ χαθηλώσας τῷ θείῳ φόδῳ τὰς σάρκας αὐτοῦ, καὶ συσταυρωθεὶς τῷ Χριστῷ, καὶ ἀποχυλίσας ἀφ᾽ ἑαυτοῦ τὸν βαρὺν τῆς βιωτικῆς ἀπάτης λίθον, καὶ ἐξελθὼν τοῦ σωματικοῦ μνημείου, ὡς ἐν καινότῆτι ζωῆς περιεπάτησε, καὶ ὁ καταλιπὼν τὴν κοΐλην καὶ χαμαίζηλον τῶν ἀνθρώπων ζωὴν, ἀναδὰς δὲ διὰ τῆς ὑψηλῆς ἐπιθυμίας εἰς τὴν ἐπουράνιον πολιτείαν, καὶ τὰ ἄνω φρονῶν, οὗ ὁ Χριστὸς, καὶ μὴ βαρυνόμενος τῷ ἄχθει τοῦ σώματος, ἀλλ᾽ ἐξελαφρύνας διὰ καθαρωτέρας ζωῆς, ὥστε αὐτῷ νεφέλης δίκην συμμετεωροπορεῖν ἐπὶ τὰ ἄνω τὴν σάρκα᾽ οὗτος, κατά γε τὴν ἐμὴν κρίσιν, ἐκείνων ἐστὶ τῶν κατωνομασμένων, ἐν οἷς τὰ ὑπομνήματα τῆς τοῦ Δεσπότου ὑπὲρ ἡμῶν φιλανθρωπίας ὁρᾶται. Ἐπειδὴ τοίνυν εἶδον μὲν καὶ αἰσθητῶς τοὺς ἁγίους τόπους, εἶδον δὲ καὶ ἐν ὑμῖν τῶν τοιούτων τόπων ἐναργῆ τὰ σημεῖα, τοσαύτης ἐπληρώθην χαρᾶς, ὥστε ὑπὲρ λόγον εἶναι τοῦ ἀγαθοῦ τὴν διήγησιν. ᾿Αλλ᾽ ἐπειδὴ ἔοικεν ἄνθρωπον ὄντα δύσκολον εἶναι, ἵνα μὴ εἴπω ὅτι ἀδύνατον, ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι· διὰ τοῦτό μοι τῇ γεύσει τῶν γλυκέων συγχατεμίχθη καὶ τῶν πιχραινόντων τὴν αἴσθησιν· ἐφ᾽ οἷς μετὰ τὴν ἀγαθὴν τῶν εὐφραινόντων ἀπόλαυσιν, πάλιν ἐπὶ τὴν πατρίδα σκυθρωπάζων ἐπορευόμην, λογιζόμενος, ὅτι ἀληθὴς ὁ τοῦ Κυρίου λόγος ὁ εἰπὼν ὅλον τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι· ὡς μηδὲν τῆς οἰκουμένης μέρος ἐλεύθερον εἶναι τῆς μοίρας τοῦ χείρονος. Εἰ γὰο ἅγιον τῆς ὄντως ζωῆς ἴχνος ὑποδεξάμενος τόπος τῆς πονηρᾶς ἀκάνθης οὐ καθαρεύει, τί χρὴ περὶ τῶν λοιπῶν ἐννοεῖν τόπων, οἷς ἡ τοῦ ἀγαθοῦ μετουσία κατἐσπάρη διὰ ψιλῆς ἀκοῆς καὶ κηρύγματος; ταῦτα δὲ πρὸς ὅ τι βλέπων φημὶ, πάντως οὐδὲν χρὴ γυμνότερον διὰ τῶν λόγων ἐκτίθεσθαι, αὐτῶν τῶν πραγμάτων πάσης φωνῆς γνωρίμου γεγωνότερον διαδοώντων λυπηρά. Μίαν ἔχθραν ἐνομοθέτησεν ἡμῖν ὁ τῆς ζωῆς ἡμῶν νομοθέτης, τὴν πρὸς τὸν ὄφιν λέγω· πρὸς οὐδὲν ἄλλο τὴν τοῦ μισεῖν δύναμιν ἐνεργεῖσθαι. προστάξας, εἰ μὴ πρὸς τὴν ἀποστροφὴν τῆς κακίας. Ἔχθραν γὰρ θήσω, φησὶν, ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον ἐκείνου. Ἐπειδὴ ποικίλη τις καὶ πολυειδῆς ἐστιν ἡ κακία, διὰ τοῦ ὄφεως ὁ λόγος ταύτην αἰνίττεται, τῇ πυκνῇ τῶν φολίδων θέσει τὸ πολύτροπον τῆς κακίας χαραχτηρίξων. Ἡμεῖς δὲ πρὸς μὲν τὸν ὄφιν ἔνσπονδοι, διὰ τοῦ τὰ θελήματα τοῦ ἀντικειμένου ποιεῖν, ἐγενόμεθα· τὸ δὲ μῖσος κατ᾽ ἀλλήλων ἐτρέψαμεν τάχα δὲ οὐδὲ καθ᾽ ἡμῶν, ἀλλὰ κατὰ τοῦ τὴν ἐντολὴν δεδωκότος. Ὁ μὲν γάρ φησιν, ᾿Αγαπήσεις τὸν πιλησίον σον, καὶ μισήσεις τὸν ἐχθρόν σου· τὸν τῆς φύσεως ἡμῶν πολέμιον μόνον ἐχθρὸν ἡγεῖσθαι προστάξας· πάντα δὲ τὸν κοινωνοῦντα τῆς φύσεως, πλησίον ἑκάστου εἶναι εἰπών· ἡ δὲ βαρυχάρδιος ἡμῶν γενεὰ τοῦ πλησίον ἡμᾶς διαστήσασα, θάλπειν τὸν ὄφιν ἐποίησε, καὶ τοῖς τῶν φολίδων αὐτοῦ στίγμασιν ἐπιτέρπεσθαι. Ἐγὼ γὰρ τὸ μὲν τοὺς ἐχθροὺς τοῦ Θεοῦ μισεῖν ἔννομον εἶναί φημι, καὶ ἀρέσκειν τῷ Δεσπότῃ τὸ τοιοῦτον μῖσος· ἐχθροὺς δὲ λέγω τοὺς κατὰ πάντα τρόπον τὴν τοῦ Δεσπότου δόξαν ἀπαρνουμένους, εἴτε τοὺς Ἰουδαίους, εἴτε τοὺς φανερῶς εἰδωλολατροῦντας, εἴτε τοὺς διὰ τῶν ᾿Αρείου δογμάτων εἰδωλοποιοῦντας τὴν κτίσιν, καὶ τὴν Ἰουδαϊκὴν πλάνην ἀναλαμδάνοντας. Εἰ δὲ Πατὴρ, καὶ ὙἹὸς, καὶ (, ἅγιον Πνεῦμα εὐσεδῶς δοξάζοιτο; καὶ προσχυνοῖτο παρὰ τῶν πιστευόντων ἐν ἀσυγχύτῳ καὶ διαχεχριμένῃ τῇ ἁγίᾳ Τριάδι μίαν εἶναι καὶ φύσιν, καὶ δόξαν, καὶ βασιλείαν, καὶ δύναμιν, καὶ τὴν ἐπὶ πάντων ἐξουσίαν· ἐνταῦθα ὁ πόλεμος τίνα εὔλογον αἰτίαν ἔχει ; Ὅτε ἐπεκράτει τὰ τῆς αἱρέσεως δόγματα, καὶ τὸ καραχινδυνεῦσαι πρὸς τὰς ἐξουσίας, δι᾽ ὧν ἐδόκει τὸ τῶν ἀντικειμένων δόγμα κρατύνεσθαι, καλῶς εἴχεν᾽ ὡς ταῖς ἀνθρωπίναις δυναστείαις ὁ σωτήριος λόγος· νυνὶ δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ, καὶ ἕως τοῦ ἄκρου αὑτοῦ ἴσως κηρυσσομένης ἐν φανερῷ τῆς εὐσεθείας, ὁ τοῖς χηρύσσουτι τὴν εὐσέδειαν πολεμῶν, οὐκ ἐκείνοις μάχεται. ἀλλὰ τῷ παρ᾽ αὐτῶν εὑσεθῶς κηρυσσομένῳ.","t":"To my most orderly and most venerable daughter …, Gregory sends greeting in the Lord. The meeting with good and congenial people, and the tokens of the Master's great love for us that are shown in those places, became for me the occasion of the greatest joy and gladness. In both ways the festival according to God was made plain to me: by seeing the saving tokens of the God who gave us life, and by meeting souls in which such signs of the Lord's grace are seen spiritually, so that one believes that Bethlehem, Golgotha, the Mount of Olives, and the Resurrection are truly in the heart of one who has God. For when Christ has been formed in someone through a good conscience; when he has nailed down his flesh with the fear of God and been crucified with Christ; when he has rolled away from himself the heavy stone of the deceit of this life and come out of the tomb of the body, so as to walk in newness of life; when he has left the hollow, grovelling life of men and ascended by lofty desire to the heavenly citizenship, setting his mind on the things above, where Christ is, not weighed down by the burden of the body but having lightened it by a purer life, so that his flesh soars with him like a cloud to the things above: such a one, in my judgment, is one of those places I have named, in which the memorials of the Master's love for us are seen. Since, then, I saw the holy places with the senses, and saw also in you the clear signs of such places, I was filled with such joy that the good is beyond the power of words to tell. But since it seems difficult for a human being, not to say impossible, to enjoy the good unmixed with evil, there was mixed for me with the taste of sweet things something that embittered the sense; so that after the good enjoyment of what gladdened me I travelled back to my homeland downcast, reckoning that the Lord's word is true which said that the whole world lies in the evil one, so that no part of the inhabited world is free of a share of the worse. For if the place that received the holy footprint of the true Life is not clean of the evil thorn, what must we think of the other places, in which a share of the good was sown only through hearing and preaching? With what in view I say this there is no need to set out more nakedly in words, since the facts themselves cry out their painful story more loudly than any voice we know. The lawgiver of our life laid down one enmity for us, I mean that against the serpent, commanding us to exercise the power of hatred on nothing else than the turning away from wickedness. 'I will put enmity,' he says, 'between you and him.' Since wickedness is varied and many-formed, the word hints at it through the serpent, marking the many turns of wickedness by the close-set arrangement of its scales. But we have made a truce with the serpent by doing the will of the adversary, and have turned our hatred against one another, or perhaps not even against ourselves but against him who gave the commandment. For he says, 'You shall love your neighbour and hate your enemy,' commanding us to count only the enemy of our nature as an enemy, and saying that everyone who shares our nature is each one's neighbour; but our hard-hearted generation, separating us from our neighbour, has made us cherish the serpent and delight in the spots of its scales. I say that it is lawful to hate the enemies of God and that such hatred pleases the Master; and by enemies I mean those who in every way deny the glory of the Master: whether the Jews, or open idolaters, or those who through the doctrines of Arius make an idol of the creature and take up the Jewish error. But if Father, Son, and Holy Spirit are piously glorified and worshipped by believers, who believe that in the Holy Trinity, unconfused and distinct, there is one nature, glory, kingship, power, and authority over all, what reasonable cause does war have here? When the doctrines of heresy prevailed, it was right to face danger before the authorities through whom the opponents' doctrine seemed to be strengthened, so that the saving word [might not be overcome] by human powers; but now, when piety is preached openly through the whole world, perhaps from one end of heaven to the other, he who wars against those who preach piety is fighting not against them but against what they piously preach.","f":"Gregory of Nyssa, <i>Ep.</i> 3.1 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-epistulae/3-1)."},"gregory-nyssa-epistulae/3.2":{"o":"Τίς γὰρ εἶναι σκοπὸς ἄλλος ὀφείλει τῷ τὸν θεῖον ἔχοντι ζῆλον, εἰ μὴ τὸ παντὶ τρόπῳ τὴν δόξαν τοῦ Θεοῦ καταγγέλλεσθαι ; Ἕως γὰρ οὖν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας προσκυνῆται ὁ μονογενὴς Θεὸς, ἐκεῖνο εἶναι πεπιστευμένος ἐν πᾶσιν ὅπερ ἐστὶν ὁ Πατήρ᾽ ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοτίμῳ προσκυνήσει δοξάζηται, οἱ τὰ φιζόμενοι ποίαν τοῦ πολέμου εὐπρόσωπον ἔχουσιν ἀφορμὴν, σχίξζοντες τὸν χιτῶνα τὸν ἄῤῥηκτον, καὶ πρὺς Παῦλον, καὶ Κηφᾶν τὸ ὄνομα τοῦ Κυρίου χαταμερίξοντες, καὶ τὸν προσεγγισμὸν τῶν τὸν Χριστὸν προσκυνούντων, βδελυκτὸν ἀποφαίνοντες· μονονοὺ φανερῶς ἐκεῖνο βοῶντες τοῖς ῥήμασι, Πόῤῥω ἀσπ᾽ ἐμοῦ: Μὴ ἐγγίσῃς μοι· ὅτι καθαρός εἰμι. Δεδόσθω δὲ γαὶ πλέον τι αὐτοῖς κατὰ τὴν γνῶσιν, ἥνπερ αὐτοὶ οἴονται κατειληφέναι, προσεῖναι. Μὴ πλέον τοῦ πιστεύειν ἀληθινὸν εἶναι Θεὸν τὸν τοῦ Θεοῦ ἀληθινὸν Υἱὸν ἔχουσιν ; Τῇ γὰρ τοῦ ἀληθινοῦ Θεοῦ σώζοντα ἡμᾶς νοήματα· ὅτι ἀγαθὸς, ὅτι δίκαιος, ὅτι δυνατὸς, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, καὶ ἀεὶ ὁ αὖτὸς, οὔτε πρὸς τὸ χεῖρον, οὔτε πρὸς τὸ βέλτιον τραπῆναι δυνάμενος· τὸ μὲν γὰρ οὐ πέφυκε, τὸ δὲ οὐκ ἔχει· τέ γὰρ ὑψίστου ὑψηλότερον ; Τί τοῦ ἀγαθοῦ ἀγαθώτερον; Ὥστε ἐν πάσῃ τοῦ ἀγαθοῦ τελειότητεο θεωρούμενος, κατὰ πᾶν εἶδος τροπῆς τὸ ἀναλλοίωτον ἔχει· οὗ κατὰ καιρούς τινας τὸ τοιοῦτον ἐν ἑαυτῷ δεικνὺς, ἀλλ᾽ ἀεὶ ὡσαύτως ἔχων, καὶ πρὸ τῆς κατὰ ἄνθρωπον οἴκονομίας, καὶ ἐν ἐκείνῳ, καὶ μετὰ τοῦτο. Οὐδὲν τῆς ἀτρέπτοὺ καὶ ἀναλλοιώτου φύσεως ἐν ταῖς ὑπὲρ ἡμῶν ἐνεργείαις πρὸς τὸ ἀπεμφαῖνον γὰρ φύσει ἄφθαρτον καὶ ἀναλλοίωτον, ἀεὶ τοιοῦτόν ἔστιν, οὐ συναλλοιούμενον τῇ ταπεινῇ φύσει, ὅταν ἐν ἐκείνῃ κατ᾽ οἰκονομίαν γένητοι, κατὰ τὸ τοῦ ἡλίου ὑπόδειγμαʼ ὃς ὑποδαλὼν τὴν ἀκτῖνα τῷ ζόφῳ, τὸ φῶς τῆς ἀχτῖνο: οὐκ ἡμαύρωσεν᾽ ἀλλὰ τὸ σκότος διὰ τῆς ἀκτῖνος εἰς φῶς μετεποίησεν· οὕτως καὶ τὸ ἀληθινὸν φῶς ἐν τῇ σκοτίᾳ ἡμῶν λάμψαν, οὐκ αὐτὸ ὑπὸ ποῦ σκότους χατεσχιάσθη, ἀλλὰ δι᾽ ἑαυτοῦ τὸν ζόφον ἐφώτισεν. Ἐπειδὴ τοίνυν ἐν σκότῳ τὸ ἀνθρώπινον ἦν· ( καθὼς γέγραπται, ὅτι Οὐκ ἔγγωσαν, οὐδὲ συνῆκαν, ἐν σκότῳ διαπορεύονται, ὁ ἐλλάμψας τῇ ἔσκοτισμένῃ φύσει διὰ παντὸς τοῦ συγκρίματος ἡμῶν τῆς θεότητος τὴν ἀκτῖνα διαγαγὼν, διὰ ψυχῆς, λέγω, καὶ σώματος, ὅλον τὸ ἀνθρώπινον τῷ ἰδίῳ φωτὶ προσῳχείωσε, τῇ πρὸς ἑαυτὸν ἀνακράσει ὅπερ ἐστὶν αὐτὸς, κἀκεῖνο ἀπεργασάμενος, καὶ ὡς οὐκ ἐφθάρη ἡ θεότης ἐν τῷ φθαρτῷ σώματι γινομένη· οὕτως οὔτε εἰς τροπὴν ἠλλοιώθη, τὸ τρεπτὸν τῆς ψυχῆς ἡμῶν ἰασαμένη. Καὶ ἐπὶ τῆς ἰατρικῆς τέχνης ὁ θεραπεύων τὰ σὥματα, ἐπειδὰν ἅψηται τοῦ πεπονθότος, οὐκ αὐτὸς ἐμπαθὴς γίνεται, ἀλλὰ τὸ νοσοῦν ἐξιάσατο. Μηδεὶς δὲ διὰ τοῦτο τὸ τοῦ Εὐαγγελίου μὴ δεόντως ἐχλαμδάνων, ἡγείσθω, κατὰ προκοπὴν τινα καὶ ἀκολουθίαν κατ᾽ ὀλίγον πρὸς τὸ θειότερον μεταποιεῖσθαι τὴν ἡμετέραν φύσιν ἐν τῷ Χριστῷ. Τὸ γὰρ Προκόπτειν ἡμιχίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι, εἰς ἀπόδειξιν τοῦ ἀληθῶς ἐν τῷ ἡμετέρῳ φυράματι γεγενῆσθαι τὸν Κύριον παρὰ τῆς Γραφῆς ἱστόρηται. Ὡς ἂν μὴ τινα χώραν ἔχοι τὸ τῶν ἀντὶ τῆς ἀληθοῦς θεοφανίας δόκησίν τινά γεγενῆσθαι δογματιζόντων, ἐν σωματικῇ μορφῇ χατεἐσχηματισμένην. Διὰ τοῦτο ὅτα τῆς φύσεως ἡμῶν ἴδια ἀνεπαισχύντως καὶ περὶ αὐτὸν ἱστορεῖ ἡ Γραφὴ, σὴν βρῶσιν, τὴν πόσιν, τὸν ὕπνον, τὸν κόπον, τὴν τροφὴν, τὴν προκοπὴν τῆς σωματικὴς ἡλικίας, τὴν αὔξησιν· πάντα δι᾽ ὧν ἡ ἡμετέρα χαραχτηρίνεται φύσις, πλὴν τῆς καθ᾽ ἁμαρτίαν ὁρμῆς. Ἡ γὰρ ἁμαρτία ἀπότευγμα φύσεως ἔστιν, οὐκ ἰδίωμα, Ὡς καὶ ἡ νόσος καὶ ἡ πήρωσις, οὐκ ἐξ ἀρχῆς ἡμἵν συμπέφυχεν, ἀλλὰ παρὰ φύσιν συμθαίνει· οὕτως καὶ ἡ κατὰ κακίαν ἐνέργεια καθάπερ τις πήρωσις τοῦ ἐμπεφυκότος ἡμῖν ἀγαθοῦ νοεῖται· οὐκ ἐν τῷ αὐτὴν ὑφεστάναι χαταλαμδανομένη, ἀλλ᾽ ἐν τῇ τοῦ ἀγαθοῦ ἀπουσίᾳ θεωῥουμένη. Ὃ οὖν τὴν φύσιν ὑμῶν πρὸς τὴν θείαν δύναμιν μεταστοιχειώσας, ἄπηρον αὐτὴν καὶ ἄνοσον ἐν ἑαυτῷ διεσώσατο, τὴν ἐξ ἁμαρτίάς γινομένην τῇ προαιρέσει πήρωσιν οὐ προσδεξάμενος. ε ʼΑμαρπίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν· οὐδ᾽ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τοῦτο δὲ οὐ κατά τι χρον:χὸν διάστημα περὶ αὐτὸν θεωροῦμεν, ἀλλ᾽ εὐθὺς ὁ ἐν Μαρίᾳ ἄνθρωπος, ἐν ᾧ ῳκοδόμησεν ἡ Σοφία τὸν ἴδιον οἶκον· τῇ μὲν ἑαυτοῦ φύσει ἐκ τοῦ ἐμπαθοῦς φυράματος ἦν· ὁμοῦ δὲ τῇ ἐπελεύσει τοῦ ἁγίου Πνεύματος καὶ τῇ ἐπισχηνώσει τῆς τοῦ ὙΨίστου δυνάμεως, ὅπερ στάπι ἐπισχηνῶσαν Ἦν φύσει τῇ ἰδίᾳ, εὐθὺς ἐκεῖνο ἐγένετο. Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.","t":"What other aim ought one who has divine zeal to have than that the glory of God be proclaimed in every way? So long as the only-begotten God is worshipped with the whole heart and soul and mind, being believed to be in all things what the Father is, and likewise the Holy Spirit is glorified with equal worship, what plausible ground for war have these subtle disputants, tearing the seamless tunic, dividing the name of the Lord between Paul and Cephas, and declaring the approach of those who worship Christ abominable, all but crying out openly in words, 'Keep away from me; do not come near me, for I am pure'? Let it be granted that they have something more in knowledge, which they think they have grasped. Do they have more than believing that the true Son of the true God is true God? For in [confessing] the true God [are contained all] the thoughts that save us: that he is good, that he is just, that he is powerful, unchangeable and unalterable, always the same, unable to turn either to worse or to better; for the one is not in his nature, and the other he does not lack: what is higher than the highest? What is better than the good? So, being seen in all the perfection of the good, he is unalterable with regard to every kind of change, not showing this in himself at certain times but always being the same, before the dispensation as man, in it, and after it. Nothing of the unchangeable and unalterable nature [was changed] in his activities on our behalf toward what is unworthy of it; for what is by nature incorruptible and unalterable is always such, and is not altered together with the lowly nature when it comes to be in it by the dispensation. It is like the example of the sun: casting its ray into the gloom, it did not dim the light of the ray but changed the darkness into light through the ray. So too the true light, shining in our darkness, was not itself overshadowed by the darkness but enlightened the gloom through itself. Since, then, humanity was in darkness, as it is written, 'They did not know, nor did they understand; they walk in darkness,' he who shone upon the darkened nature, sending the ray of the Godhead through the whole of our compound, through soul, I mean, and body, made the whole of humanity his own by his own light, by mingling it with himself making it what he himself is; and as the Godhead was not corrupted by coming to be in the corruptible body, so neither was it altered into change by healing the changeableness of our soul. So too in the art of medicine, the one who treats bodies does not himself become affected when he touches the sufferer, but heals what is sick. Let no one, taking the words of the Gospel wrongly, think on this account that our nature in Christ was transformed little by little into the more divine by some progress and sequence. For his 'advancing in stature and wisdom and grace' is recorded by Scripture as proof that the Lord truly came to be in our dough, so that there might be no room for those who teach that, instead of a true appearance of God, there came about a kind of semblance shaped in bodily form. For this reason Scripture records of him without shame the things proper to our nature, eating, drinking, sleep, weariness, nourishment, the advance of bodily age, growth: everything by which our nature is marked, except the impulse to sin. For sin is a failure of nature, not a property of it. As sickness and maiming are not part of us from the beginning but happen contrary to nature, so the activity of wickedness is understood as a kind of maiming of the good that is inborn in us; it is not grasped as having a subsistence of its own but is seen in the absence of the good. So he who transformed our nature into the divine power kept it in himself free of maiming and sickness, not admitting the maiming that comes from sin through choice. 'For he committed no sin,' it says, 'nor was deceit found in his mouth.' And this we see in him not after some interval of time; at once the man in Mary, in whom Wisdom built her own house, was by his own nature of the passible dough, but at the same time as the coming of the Holy Spirit and the overshadowing of the power of the Most High, he at once became what the overshadowing [power] was by its own nature. For beyond all dispute the lesser is blessed by the greater.","f":"Gregory of Nyssa, <i>Ep.</i> 3.2 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-epistulae/3-2)."},"gregory-nyssa-epistulae/3.3":{"o":"Ἐπεὶ οὖν ἄπειρόν τί ἐστι καὶ ἀμέτρητον ἡ τῆς θεότητος δύναμις, βραχὺ ὃξ καὶ οὐτιδανὸν τὸ ἀνθρώπινον· ἅμα τε ἐπῆλθε τὸ Πνεῦμα τῇ Παρθένῳ, καὶ ἡ τοῦ Ὑψίστου ἐπεσκίασε δύναμες, τὸ διὰ τῆς τοιαύτῆς ἀφορμῆς πηγνύμενον σκήνωμα οὐδὲν τῆς ἀνθρωπίνης σαπρίας συνεπεσπάσατο, ἀλλ᾽ ὥσπερ ἦν ἐν τῷ αὶ συστήματι, εἰ καὶ ἄνθρωπος ἦν, πλὴν ἀλλὰ καὶ πνεῦμα καὶ χάρις καὶ δύναμις ἦν, ἐν τῇ ὑπερδολῇ τῆς θείας δυνάμεως τῆς κατὰ τὴν φύσιν ἡμῶν ἰδιότητος ἐχλαμπούσης. Καὶ ἐπειδὴ δύο πέρατα τῆς ἀνθρωπίνης ἐστὶ ξωῆς, ὅθεν ἀρχόμεθα καὶ εἰς ὃ καταλήγομεν· ἀναγκαίως ὁ πᾶσαν ἡμῶν τὴν ζωὴν θεραπεύων διὰ τῶν δύο ἄκρων ἡμᾶς περιπτύσσεται, καὶ τῆς ἀρχῆς ἡμῶν καὶ τοῦ τέλους περιδρασσόμενος, ἵνα ἐξ ἀμφο: πέρων ὑψώτῃ τὸν κείμενον. Ὅπερ οὖν ἐπὶ τοῦ κατὰ τὸ τέλος μέρους καταλαμδάνομεν, τοῦτο καὶ περὶ τῆς ἀρχῆς λογιξόμεθα. Ὡς γὰρ ἐχεῖ τὸ μὲν σῶμα τῆς Ψυχῆς διαζευχθῆναι κατ᾽ οἰκονομίαν ἐποίησεν· ἀμέριστος θεότης ἅπαξ ἀναχραθεῖσα τῷ ὑποκειμένῳ, οὔτε τοῦ σώματος, οὔτε τῆς ψυχῆς ἀνεσπάσθη· ἀλλὰ μετὰ μὲν τῆς ψυχῆς ἐν τῷ παραδείσῳ γίνεται ὁδοποιοῦσα δ:ὰ τοῦ λῃστοῦ τοῖς ἀνθρωπίνοις τὴν εἴσοδον· διὰ δὲ τοῦ σώματος ἐν τῇ καρδίᾳ τῆς γῆς, ἀναιροῦσα τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· καὶ διὰ τοῦτο καὶ τὸ σῶὡμακὑριυςλέγεται, διὰ τὴν ἐγκειμένην θεότηταʼ οὕτω καὶ ἐπὶ τῆς ψυχῆς λογιζόμεθα, ὅτι ὅλῃ τῇ φύσει ἡμῶν ἡ τοῦ Ὑψίστου δύναμις διὰ τῆς ἐπελεύσεως τοῦ. ἁγίου Πνεύματος ἐγκραθεῖσα, καὶ ἐν τῇ ψυχῇ ἡμῶν γίνεται, καθὸ εἰκὸς ἐν ψυχῇ γενέσθαι· καὶ τῷ σώματι καταμίγνυται, ὡς ἂν διὰ πάντων ὁλοτελὴς ἡ σωτηρία γένῆται· φυλασσομένης τῇ θεότητι καὶ ἐν τῇ ἀρχῇ τῆς ἀνθρωπίνης ζωῆς καὶ ἐν τῷ τέλει τῆς θεοπρεποῦς τε κοὶ ὑψηλῆς ἀπαθείας - οὔτε γὰρ ἡ ἀρχὴ κατὰ τὴν ἡμετέραν ἀρχὴν, οὔτε τὸ τέλος κατὰ τὸ ἡμέτερον τέλος, ἀλλὰ ἔδειξε κἀκεῖ καὶ ὧδε τὴν θεϊκὴ· ἐξουσίαν, μὴτε τῆς ἀρχῆς ἐν ἡδονῇ μολυνθείσης, μήτε τοῦ τέλους εἰς φθορὰν χαταλήξαντος. Εἰ οὖν ταῦτα βοῶμεν καὶ διαμαρτυρόμεθα, ὅτι Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἀεὶ ἄτρεπτος, ἀεὶ ἄφραστος, κἂν ἐν τῷ τρεπτῷ καὶ φθαρτῷ γένηται, οὐκ αὐτὸς μολυνόμενος, ὑπὲρ τίνος μισούμεθα ; Καὶ τί βούλεται ἡ τῶν καινῶν θυσιαστηρίων ἀντεξαγωγή ; Μὴ ἄλλον Ἰησοῦν καταγφὰς ἐκτιθέμεθα ; Μὴ τὴν ἁγίαν Παρθένον τὴν Θεοτόκὸν ἐτόλμησέ τις ἡμῶν καὶ ᾿Ανθρωποτόχον εἰπεῖν· ὅπερ ἀκούομέν τινας ἐξ αὐτῶν ἀφειδῶς λέγειν; Μὴ τρεῖς ἀναστάσεις μυθοποιοῦμεν; Μὴ χιλίων ἐτῶν γαστριμαργίας ἐπαγγελλόμεθα ; Μὴ τὴν Ἰουδαϊκὴν περὶ τὴν κάτω Ἱερουσαλὴμ τὰς ἐλπίδας τῶν ἀνθρώπων χλίνομεν, ἀνοιχισμὸν αὐτῆς διὰ τῆς εὐφανεστέρᾶᾳς τῶν λίθων ὕλης ἀναπλάσσοντες ; Τί τοιοῦτον ἔχηγτες ἐγκαλεῖσθαι φευχτοὶ ἐνομίσθημεν, καὶ ἄλλο παρά τινων ἀντεγείρεται ἡμῖν θυσιαστήριον, ὡς ἡμῶν βεδηλούντων τὰ ἅγια ; Ὑπὲρ τούτων ἐν φλεὙμονῇ καὶ λύπῃ τὴν καρδίαν ἔχων, ὁμοῦ τῷ ἐπιθῆναι τῆς μητροπόλεως, ἀποχενῶσαι τῆς ψυχῆς τὴν πικρίαν, διὰ τοῦ γράψαι πρὸς τὴν ἀγάπην ὑμῶν, προεθυμήθην. ʼὙμεῖς δὲ ἐφ᾽ ὅπερ ἂν ὑμᾶς χειραγωγήσῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ἐκείνῳ εἴητε, ὀπίσω τοῦ Θεοῦ σαρκὶ δὲ καὶ αἴματι μὴ μηδὲ ἀφορμὴν παρασχευάξζουσαί τισι καυχήματος, ἵνα μὴ ἐν ὑμῖν χαυχήσωνται, διὰ τοῦ ὑμετέρου βίου σθητε τῶν ἁγίων Πατέρων, οἷς παρὰ τοῦ μακαρίου πατρὸς ὑμῶν ἐνεχειρίσθητε, ὧν καὶ ἡμεῖς κατὰ Θεοῦ χάριν τὴν διαδοχὴν ἔχειν κατηξιώθημεν. Καὶ μεταίρετε ὄρια, ἃ ἔθεντο οἱ Πατέρες ἡμῶν, μηδὲν ἀτιμάζετε τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου κηρύγματος. Μηδὲ ποικίλαις διαδοχαῖς τὸ πλέον νείματε· ἀλλὰ στοιχεῖτε τῷ ἀρχαίῳ κανόνι τῆς πίστεως, καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν ἐῤῥωμένων ψυχῇ καὶ σώματι. Ὁ Κύριος φυλάσσοι ὑμᾶς ἐν ἀφ-","t":"Since the power of the Godhead is something infinite and immeasurable, while the human is small and of no account, as soon as the Spirit came upon the Virgin and the power of the Most High overshadowed her, the tabernacle that was fixed from such a beginning drew to itself nothing of human corruption; but as it was in its constitution, even if it was man, it was nonetheless also spirit and grace and power, the property of our nature shining forth in the surpassing greatness of the divine power. And since there are two limits of human life, where we begin and where we end, he who heals our whole life necessarily embraces us through the two extremes, grasping both our beginning and our end, so that from both sides he might raise up the one who had fallen. What we understand of the part at the end, we reckon also of the beginning. For as at the end he caused the body to be separated from the soul by the dispensation, while the indivisible Godhead, once mingled with the substrate, was drawn away from neither body nor soul, but with the soul it is in paradise, opening for humanity the way in through the thief, and through the body it is in the heart of the earth, destroying him who had the power of death (and for this reason the body too is called Lord, because of the Godhead in it), so also we reckon that the power of the Most High, mingled with our whole nature through the coming of the Holy Spirit, is both in our soul, as is fitting for it to be in a soul, and mixed with the body, so that salvation might be complete through all, while the godlike and lofty freedom from passion was preserved for the Godhead both at the beginning of human life and at its end. For neither was his beginning like our beginning, nor his end like our end, but both there and here he showed the divine authority, the beginning not being defiled by pleasure, nor the end ending in corruption. If, then, we cry out and testify these things, that Christ is the power of God and the wisdom of God, always unchangeable, always [incorruptible], even if he came to be in what is changeable and corruptible, without being defiled himself, why are we hated? And what is the meaning of setting up new altars in opposition? Do we [proclaim] another Jesus? Do we set forth [other] Scriptures? Has any of us dared to call the holy Virgin, the Mother of God, 'mother of a man', as we hear some of them say without restraint? Do we invent fables of three resurrections? Do we promise a thousand years of gluttony? Do we, in the Jewish way, turn people's hopes toward the earthly Jerusalem, imagining its rebuilding in a more splendid material of stones? What such charge do we have against us, that we are thought fit to be shunned, and another altar is raised against us by some, as though we profaned holy things? With my heart inflamed and grieved over these things, as soon as I set foot in the metropolis I was eager to empty out the bitterness of my soul by writing to your love. As for you, wherever the Holy Spirit leads you, there may you be, [walking] after God, [not conferring] with flesh and blood, and providing no one with a pretext for boasting, so that they may not boast in you; through your life [be mindful] of the holy Fathers, to whom you were entrusted by your blessed father, whose succession we too by God's grace have been counted worthy to hold. [Do not] remove the boundaries which our fathers set; do not despise the plainness of the simpler preaching. Do not give the greater weight to various teachings, but walk by the ancient rule of faith; and the God of peace will be with you, strong in soul and body. May the Lord keep you in incorruption …","f":"Gregory of Nyssa, <i>Ep.</i> 3.3 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-epistulae/3-3)."}}