{"gregory-nyssa-ordinatione/1":{"o":"Ἧλθε καὶ ἐφ᾽ ἡμᾶς ἡ τῆς πνευματικῆς ἑστιάσεως λειτουργία, μετέχειν μᾶλλον ἑτέρων, ἣ ἑαυτοὺς παρἐχειν ἄλλοις, ὄντας ἐπιτηδείους. Καίτοι γε ἔγωγς καὶ παντελῶς ἠξίουν ἀτελὴς εἶναι τῶν τοιούτων φόρων, διὰ τὴν τοῦ λέγειν πενίαν, κατά τινα νόμον συμποτικόν. ᾿Ακούω γὰρ τοὺς ἀχροτέρους τὴν δίαιταν, ὅταν ἐκ περιόδου τῷ κοινῷ συσσιτίῳ τὰς εὐωχίας παρασκευάσωσιν, εἴ τις ἐκ τοῦ καταλόγου τῶν δαιτυμόνων πενέστερος εἴη, τοῦτον κοινῆς συνθήκης ἀτελῆ σύνδειπνον ἔχειν. Οὕτω καὶ αὐτὸς ἐδουλόμην ἐπισίτιος εἶναι τῆς τῶν πλουσίων τροφῆς· ἀλλ᾽ ἐπειδὴ ὁ καλός τε καὶ πλούσιος ἑστιάτωρ οὗτος οὐδὲ ἡμῶν φείδεται, διακονεῖν δὲ προστάττει, ἐρῶ πρὸς αὐτὸν, Φίιε, χρῆσόν μοι τῶν σῶν ἄρτων· ἄρτους δὲ λέγω τὴν διὰ τῶν εὐχῶν συμμαχίαν. Πῶς γὰρ ἔστι τοῖς πνευματικοῖς τούτοις χηρίοις τὴν ἀκοὴν ὑμῶν ἐντρυφήσασαν, πενιχρῷ καὶ πτωχεύοντι δεξιώσασθαι λόγῳ ; Καὶ τάχα καλῶς εἶχεν, ἵν᾽ ὥσπερ ἐπὶ τῶν γυμνιχῶν ἀγώνων· μόνων γὰρ τῶν ἰσχυόντων ἑν ἐκείνοις ἐστὶ τὸ στάδιον, οἱ δὲ λοιποὶ θεαταὶ γίνονται τῶν ἀγωνιζομένων· οὕτω καὶ εἰς τὸ πνευματικὸν τοῦτο στάδιον μόνους τοὺς σφριγῶντας ἐν τῇ δυνάμει τῶν ἁγίων πρὸς τοὺς ἀγωνιστὰς ἀποδύεσθαι· εἰ δέ τις εἴη τῶν οἷος ἐγὼ, ᾧ πολιὰ μὲν ἡ θρὶξ, νωθρὰ δὲ ὑπὸ τοῦ χρόνου ἣ δύναμις, ὑπότρομος δὲ καὶ ὑποσχάζων ὁ λόγος, τοῦτον ἐᾷν τοῖς ἱδρῶσι τῶν ἀγωνιστῶν ἐπευφραίνεσθαι. Οὐκ οὖν μηχύνωμεν ὑμῖν, ἀδελφοὶ, τὸ προοίμιον, ἐνασχολούμενοι τῷ θαύματι τῶν προλαδόντων.·Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· ὁ δὲ χόρος ἀπὸ γλυκασμάτων ἐστίν ᾿· τούτοις γὰρ ὑμᾶς ὁ προλαῤδὼν λόγος ἐτιθήνατο, Τάχα οὖν ἄχρηστον χόρον ἐπέδαλλε χόρῳ ἐπάνω τῶν χρυσῶν λόγων, οἷόν τισι μολυύδίνοις νομίσμασι τὴν μνήμην ἐπιφορτίζοντα· πλὴν ὅτι συντελεῖ πολλάκις εἰς συνέργειαν κάλλους καὶ ἡ χείρων ὕλη καταμιχθεῖσα τῇ κρείττονι, ἐγγὺς ἡ ἀπόδειξις. Ὁρᾷς τὸν ὑπὲρ κεφαλῇς τοῦτον ὄρυφον, ὡς καλὸς ἰδεῖν, ὡς γλαφυρὸς ταῖς γλυφαῖς ἐπανθεῖ τὸ χρυσίον ; Οὗτος χρύσεος ὧν ὅλος τὴν ἐπιφάνειαν, κύκλοις τισὶ Τί οὖν βούλεται τῷ τεχνίτῃ ἡ κυανός ; Ὡς ἂν, οἶμαι, τῷ ἐναλλάσσοντι τὰς χρόας χρυσὸς πλέον ἐχλάμποι. ΕἸ οὖν ἢ τῷ χρυσῷ περικαλλεστέραν τὴν αὐγὴν ἀποδείκνυσιν, οὐκ ἄκαιρον ἴσως τῇ λαμπηδόνι τῶν προῤῥηθέντων λόγων καὶ τὴν ἡμετέραν παραγραφῆναι μελάνην. Ἔτι ὑμῖν ἐν προοιμίοις ἀδολεσχοῦμεν, ἀλλ᾽ ἀχού᾿Αχούω Μωῦσέα τὸν μέγαν, ὅτε τὴν σκηνὴν τοῖς Ἰσραηλίταις ἐπήγνυτο, καὶ τὸν Βεζελεὴλ ἐκεῖνον, ὃς Πνεύματι θείῳ τὴν σοφίαν ἔσχεν τῆς ἀρχιτεχτονιχῆῇς αὐτοδίδακτον, κοινῇ προθεῖναι τὴν φιλοτιμίαν πλουσίοις καὶ πένησι, τῶν μὲν πλουσίων χρυσὸν, καὶ πορφύραν καὶ τοὺς τιμίους τῶν λίθων ἐχλέγοντας, τῶν δὲ πενήτων ξύλα καὶ δέρματα καὶ τὰς τῶν αἰγῶν ρίχας οὐκ ἀποδάλλοντας. ᾿Αλλ οὐκ ἄκαιρος τῆς ἱστορίας ἴσως ἡ μνήμη ᾿ ὅ γάρ μου τὴν καρδίαν ἐπἐδραμε νόημα,, βούλομαι καὶ τῷ κοινῷ παραθέσθαι.","t":"The service of the spiritual banquet has come round to us too, though we are fitter to share in others' feasts than to provide them for others. Indeed, I thought I ought to be wholly exempt from such contributions because of my poverty in speaking, according to a certain law of drinking parties. For I hear that those who are more refined in their way of life, when in turn they prepare the feasts for the common table, if anyone on the list of guests is poorer, they keep him as a fellow diner exempt from the common agreement. So I too wished to be a guest at the rich men's fare; but since this good and rich host does not spare even us, but orders us to serve, I shall say to him: 'Friend, lend me your loaves'; and by loaves I mean the help of your prayers. For how is it possible to entertain with a poor and beggarly speech your hearing, which has feasted on these spiritual honeycombs? And perhaps it would have been well, as in the athletic contests (for in those the stadium belongs only to the strong, while the rest become spectators of the competitors), so also in this spiritual stadium that only those who are vigorous in the power of the saints should strip to meet the competitors; and if there is anyone like me, whose hair is grey, whose strength is sluggish with time, and whose speech trembles and limps, to let him enjoy the sweat of the competitors. So let us not lengthen the preface for you, brothers, occupied with wonder at those who spoke before. You are already filled, already you have grown rich; and surfeit comes from sweet things; for with these the speech that went before nursed you. Perhaps, then, I am adding a useless surfeit to surfeit on top of golden words, loading your memory as it were with leaden coins; except that the inferior material too, mixed with the better, often contributes to the effect of beauty: the proof is near at hand. Do you see this ceiling overhead, how fair it is to see, how elegantly the gold blooms on its carvings? Though it is wholly golden on its surface, with certain circles … What, then, does the dark blue mean for the craftsman? So that, I suppose, by the alternation of colours the gold may shine out more. If, then, [the blue] makes the gold's gleam more beautiful, perhaps it is not out of place that our ink too should be drawn beside the brilliance of the words spoken before. We are still chattering to you in prefaces; but listen … I hear that the great Moses, when he set up the tabernacle for the Israelites, and that Bezalel, who by the divine Spirit had wisdom in master-building untaught, set the opportunity of generosity before rich and poor in common, choosing gold and purple and precious stones from the rich, and not rejecting wood and skins and goats' hair from the poor. But perhaps the mention of the story is not out of season; for I wish to set before all the thought that has come into my heart.","f":"Gregory of Nyssa, <i>Ord.</i> 1 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-ordinatione/1)."},"gregory-nyssa-ordinatione/2":{"o":"Πνεύματι θείῳ ὁ Βεξελεὴλ σοφὸς ἐξ ἰδιώτου ἐγένετο· οὕτω γὰρ ἡ ἱστορία φησίν. ᾿Ακουέτω τοίνυν ὁ πνευματομάχος· ὁ θεῖον εἰπὼν τὸ Πνεῦμα τὸ ἅγιον, οὗ ἡ ἐπίδασις οἷόν τι ἴχνος τὴν τῆς σοφίας χάριν τῇ ψυχῇ ἐνσημαίνεται, ἄρα χαθυδροίζει τῇ τοῦ θείου προσἡγορίᾳ τὴν ἀξίαν τοῦ Πνεύματος τ ἾΑρα μικρόν τι Ὸ καὶ ταπεινὸν περὶ αὐτοῦ νοεῖν ὑποτίθεται ; Τί τῶν ἐν τῇ κτίσει τῷ ὀνόματι τούτῳ σημαίνεται; Μὴ ἐπίκτητον οἴεται τῷ Πνεύματι τὴν θεότητα ; πλόην τινὰ καὶ σύνθεσιν περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον ἐννοεῖ; τάχα οὐκ ἔστι ταῖς τοιαύταις ὑπονοίαις συνἐνεχθῆναι. ᾿Αλλ᾽ ὁμολογεῖ πάντως θεῖον ὃν τὸ Πνεῦμα τῇ φύσει τοιοῦτόν τε εἶναι καὶ λέγεσθαι. ʼθοᾷς ὡς αὐτομάτως ἐκκαλύπτεταί σοι ἡ ἀλήθεια ; πολλὰς Ὑὰρ θείας φύσεις τὸ τῶν Χριστιανῶν οὐκ ἐπίσταται κήρυγμα· ἐπεὶ ἀνάγκη πᾶσα καὶ πολλοὺς θεοὺς ἀναπλάττεσθαι. Οὐ γάρ ἐστι δυνατὸν πολλοὺς νοηθῇναι θεοὺς, μὴ τῆς κατὰ φύσιν ἑτερότητος τὸ τῶν θεῶν πλῆθος διαγγελλούσης. Εἰ οὖν μία παρὰ πάντων θεία φύσις εἶναι πιστεύεται, θεῖον δὲ τῇ φύσει τὸ Πνεῦμα τὸ ἅγιον· τί διατέμνεις τῷ λόγῳ τὸ συνημμένον τῇ φύσει ; ᾿Αλλὰ τίς μοι δώσει τὴν δύναμιν τοῦ λόγου ἐκείνου, οὗ τὸ τέλος σωτηρία τῶν ἀκουόντων ἦν; Μίαν προήκατο φωνὴν Ἱεροσολυμίταις ὁ Πέτρος, καὶ τοσαῦται χιλιάδες ἀνθρώπων τῇ περιδολῇ τοῦ λόγου ὑπὸ τοῦ ἁλιέως ἐσαγηνεύθησαν. Τοσοῦτοι δὲ καὶ τοιοὗτοι παρὰ τῶν διδασκάλων ἐν ἡμῖν τρίθονται, τίς γέγονε τῶν σωζομένων προσθήκη ; Τὸ ἐκλεῖπον ἐχἸείπει, φησί τις τῶν προφητῶν, τὸ ἀποθγῆσκον ἀποθνήσκει· τὸ πεπλανημένον οὐκ ἐπιστρέφει· λυται τῆς ἀγάπης ὁ σύνδεσμος·ἥρπασται τῶν θησαυργο- ἃ ρῶν ἡμῶν ἡ εἰρήνη. Ὦ τῶν κακῶν ἱ Προάγομαι γὰρ ἐπιστενάξαι τῷ πάθει ἡμέτερον κτῆμα ἦν ἀγάπη· ποτὲ πατρῷος ἡμῖν οὗτος ὁ κλῆρος, ὃν διὰ τῶν μαθητῶν ἡμῖν ὁ Κύριος ἐθησαύρισεν εἰπὼν, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἀλλὰ ταύτην τὴν κληρονομίαν οἱ μὲν ἐφεξῆς διάδοχοι παρὰ πατρὸς ἐκδεχόμενοι μέχρι τῶν πατέρων ἡμῶν διεσώσαντο᾽ ἡ δὲ ἄσωτος αὕτη γενεὰ οὐκ ἐφύλαξε. Πῶς οἴχεται τῶν χειρῶν ἡμῶν διαῤῥυεὶς τῆς ἀγωγῆς ὁ πλοῦτος ; ἡμεῖς τῆς ἀγάπης πτωχεύομεν, καὶ ἄλλοι ἡμετέροις ἀγαθοῖς ἐναδρύνονται. Ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, οὕτως φησὶν ὁ Ῥαλμῳδός. Ἐγὼ δὲ μικρόν τι παρῳδήσας τὸ ῥηθὲν ἀναγνώσομαι, Ἐζηλωσα ἐπὶ τοῖς ἀνόμοις, ἐζήλωσα εἰρήνην ἁμαρτωλῶν θεωρῶν. Ἐκεῖνοι ἀλλήλοις συνίστανται, καὶ ἡμεῖς ἀπ᾽ ἀλλήλων διατεμνόμεθα. Ἐκεῖνοι ἑαυτοῖς συνασπίζουσι, καὶ ἡμεῖς τὸν ἡμέτερον συνασπισμὸν διαλύομενς Κλέψας τὸ ἡμέτερον κτῆμα ὁ τῶν ψυχῶν λωποδύτης τοῖς ἐχθροῖς τῆς ἀληθείας φέρων προσέῤῥιψεν, οὐκ ἐκείνους εὐεργετῶν, τοῦτο μηδεὶς οἰέσθω· ὃ γὰρ τῶν κακῶν εὑρετὴς εὐεργέτης γενέσθαι οὗ δύναται· ἀλλ᾽ ἵνα χείρους αὐτοὺς ἐν τῇ περὶ τὸ κακὸν συμ… ᾿Αλλὰ τί μοι τοὺς ἕξω κρίνειν ; φησὶν ὁ εἰπών.","t":"By the divine Spirit Bezalel became wise from being unskilled; for so the story says. Let the fighter against the Spirit hear, then. Does the one who called the Holy Spirit divine (the Spirit whose coming imprints the grace of wisdom on the soul like a footprint) insult the dignity of the Spirit by the name of divine? Does he suggest that we think something small and lowly about him? What among created things is signified by this name? Does he think the Godhead is acquired by the Spirit? Does he imagine some doubleness and composition in what is simple and uncompounded? Perhaps it is impossible to be led into such suspicions. But he certainly confesses that the Spirit, being divine by nature, both is and is called such. Do you see how the truth is revealed to you of its own accord? For the preaching of Christians does not know many divine natures; for then it would be wholly necessary to fashion many gods as well. For it is not possible to conceive many gods unless difference of nature announces the plurality of gods. If, then, all believe that there is one divine nature, and the Holy Spirit is divine by nature, why do you cut apart in word what is joined in nature? But who will give me the power of that speech whose end was the salvation of the hearers? Peter uttered one speech to the people of Jerusalem, and so many thousands of men were caught in the net of the fisherman's speech. But so many and such teachers wear themselves out among us; what addition has there been to those being saved? 'What is failing fails,' says one of the prophets, 'what is dying dies'; what has gone astray does not turn back; the bond of love is loosed; peace has been snatched from our treasuries. O the evils! I am moved to groan at the suffering. Love was our possession; this was once our paternal inheritance, which the Lord stored up for us through the disciples when he said, 'A new commandment I give you, that you love one another.' But this inheritance the successors, receiving it in turn from father to son, kept safe down to our fathers; but this prodigal generation has not guarded it. How has the wealth of our upbringing gone, flowing through our hands? We are beggared of love, and others pride themselves on our goods. 'I was envious of the lawless,' so says the Psalmist. But I shall read the saying with a slight change: 'I was envious of the lawless, I was envious, seeing the peace of sinners.' They stand together, and we are cut apart from one another. They hold their shields together, and we break up our own shield-wall. The robber of souls stole our possession and carried it off and threw it to the enemies of the truth, not to benefit them (let no one think that; for the inventor of evils cannot become a benefactor), but so that he might make them worse in their agreement in evil … 'But what have I to do with judging outsiders?' says he who said it.","f":"Gregory of Nyssa, <i>Ord.</i> 2 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-ordinatione/2)."},"gregory-nyssa-ordinatione/3":{"o":"Ἐγὼ δὲ πῶς ἀδακρυτὶ βαστάσω τὴν τῶν ἀδελφῶν ἀλλοτρίωσιν ; Πῶς ᾧχετο καταλιπὼν τὴν πατρῴαν οὐσίαν ὁ ἀδελφὸς ὁ νέος οὗτος ; Ἄλλος ἐκεῖνος ὁ ἐν τῷ Εὐαγγελίῳ δηλούμενος, κἂν ὑποχρύπτῃ τῇ πολιᾷ τοῦ σώματος τῆς ψυχῆς τὴν νεότητα, πῶς ἀνεχώρησεν εἰς χώραν μακρὰν δραπετεύσας ἀπὸ ἧς πίστεως ; Πῶς οἴχεται καὶ αὐτὸς ἡμισεύσας τοῦ πατρὸς τὴν οὐσίαν ἐν τῷ καθελχῦσαι τὰ ὑψηλὰ τῶν δογμάτων πρὸς τὰ ταπεινὰ καὶ χοιρώδη νοήματα, ταῖς αἷπόρναις προσδαπανήσας τὸν πλοῦτον ς Πόρνη γάρ ἔστιν ἡ αἵρεσις, ταῖς ἢγαπημέναις ἡδοναῖς γοητεύουσα. Εΐ γὰρ ἔλθοι ποτὲ εἰς ἑαυτὸν, ὥσπερ ἐκεῖνος -εἰ γὰρ ἐπιθυμήσεις πάλιν τῆς πατρῴας τροφῆς εἰ γὰρ ἐπαναδράμῃ πρὸς τὴν πλουσίαν τράὉ πεζαν, ἐν ἧ πολὺς ὁ ἐπιούσιος ἄρτος, ὁ τρέφων τοὺς τοῦ Κυρίου μισθίους μίσθιοι δὲ τοῦ Θεοῦ πάντες οὗτοι, οἱ ἐπ᾽ ἐλπίδι τῆς ἐπαγγελίας τὸν ἀμπελῶνα ποῦ Θεοῦ ἐργαζόμενοι· οἷος ἂν ἐγένετο πρὸς αὐτὸν ὃ δρόμος, οὐκ ἑνὸς πατρὸς, ἀλλὰ τοσούτων πατέρων φιλήμασιν; Ἠνέχθη στολὴ τῆς πίστεως ἡ πρώτη, τριακόσιαι ὀκτὼ καὶ δέκα ψυχαὶ καλῶς ἐριἐξύφηναν. Ἐκεῖθεν τῇ χειρὶ δαχτύλιος ἐχτετυπωμένην ἔχων ἐν ἑαυτῷ τὴν σφραδα τῆς πίστεως, οἱ χοροὶ, ὁ μόσχος, ἡ συμφωνία, τὰ ἄλλα πάντα ὅσα ἐν τῷ Εὐαγγελίῳ κατείλεκται, πλὴν τῆς τοῦ ἀδελφοῦ ζηλοτυπίας. ᾿Αλλὰ τί μάτην ὀνείρους ἑαυτοῖς ἀναπλάττομεν; Ἐσκλήρυνται καρδίαι τῶν ἀδελφῶν, καὶ ἀντιτύπως ἔχουσι, ποὺς κοινοὺς πατέρας προθάλλονται, καὶ τὴν κληρονομίαν τὴν ἀπ᾽ αὑτῶν οὐ προσδέχονται, τῆς κοινῆς εὐγενείας ἀντιποιοῦνται, καὶ τῆς πρὸς ἡμᾶς συγγενείας ἀλλοτριοῦνται τοῖς ἐχθροῖς ἡμῶν ἀντιχαθίστανται, πρὸς ὃὲ ἡμᾶς δυσμενῶς ἔχουσιν· ὥσπερ τι μεθόριον ἡμῶν τε καὶ τῶν πολεμίων γενόμενοι, καὶ ἀμφότερά εἶσι καὶ οὐδέτερον· οὔτε τὸν ὀρθὸν λόγον ὁμολογοῦσι, καὶ αἱρετικοὶ ὀνομάζεσθαι ἀπαξιοῦσιν. Ὦ καινοῦ πράὙματος· καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς τὸ ψεῦδος ἐπίσης ἐχπεπολέμηται, οἷόν τι δένδρον ἄῤῥιζον, ὧδε καὶ ὧδε πρὸς τὰς ἐναντίας ὁρμὰς εὐκόλως μεταχλινόμενοι. ἼἬχουσα τοῦ εὐαγγελιστοῦ ἀποκρύφοις πρὸς τοὺς τοιούτους δι᾽ αἰνίγματος λέγοντος· ὡς δέον ἀχριθῶς ζέειν μὲν πάντως τῷ πνεύματι, χατεψύχθαι δὲ τῇ ἁμαρτίᾳ·Ὥφειῖον γὰρ ἦσθα, φησὶ, ψυχρὸς, ἣ. ζεστός· … καὶ πρὸς ἔμετον ἐπιτήδειον. οὖν τὸ αἴτιον, πάλαι ἄρῃ) μὲν ἐπὶ τῶν μαθητῶν διὰ τοῦ Κυρίου πολὺ πλῆθος τῇ Ἐκκλησίᾳ προσάγεσθαι, νυνὶ δὲ τοὺς μακροὺς καὶ περικαλλεῖς τῶν διδασκάλων λόγους παρατρέχειν Ἐρεῖ τις ἴσως, ὅτι τότε συνήργει τοῖς ἀποστόλοις τὰ ἐκ τῶν ἔργων θαύματα, καὶ τὸ ἀξιόπιστον ὁ λόγος διὰ τῶν χαρισμάτων εἶχε. Φημὶ κἀγὼ μεγάλην εἶναι πρὸς τὸ πείθειν ῥοπὴν τὴν ἐκ τῶν ἔργων ἰσχύν· νυνὶ δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι; Καὶ οὐκ ὁρᾷς τὰ ὅμοια τῆς πίστεως θαύματα ; Οἰχειοῦμαι γὰρ τῶν ὁμοδούλων ἡμῶν τὰ χατορθώματσ, τῷ αὐτῷ πνεύμᾶτι στοιχοῦντες ἐν τῇ δυνάμει τῶν ἰάσεων. Μαρτυροῦσι τῇ ἀληθείᾳ τοῦ λόγου ἄνδρες ἐξ ὑπερορίας ἤκοντες, πολῖται τοῦ πατρὸς ἡμῶν ᾿Αὐραὰμ,ἐξ Μεσοποταμίας ὡρμημένοι, ἐξελθόντες καὶ οὗτοι ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας αὐτῶν καὶ τοῦ κόσμου παντὸς, πρὸς οὐρανὸν βλέποντες, ἐκδημοῦντες τρόπον τινὰ τῆς ἀνθρωπίνης, ἄνω τῶν τῆς φύσεως παθημάτων ἱστάμενοι, τοδοῦτον ἐφαπτόμενοι τῆς ζωῆς καύτης ὅσον ἐπάναγκες, τῷ δὲ πλείονι μέρει ταῖς εἶδος, σεμνοὶ πρὸς ἰδέαν, πολιᾷ στίλδοντες, σιωπῇ κατησφαλισμένοι τὰ στόματα, λογομαχεῖν οὐκ εἰδότες, συζητεῖν οὐ μαθόντες· τοσαύτην ἔχουσι κατὰ τῶν πνευμάτων τὴν ἐξουσίαν, ὡς θαύματα μόνῳ τῷ δοκοῦντι κατεργάζεσθαι, καὶ ὑποχωρεῖν τὰ δαιμόνια, οὗ συλλογισμῶν τέχναις, ἀλλ᾽ ἐξουσίᾳ τῆς πίστεως, οὐκ εἰς ἀπορίαν ἀντιφάσεως περιαγόμενα,, ἀλλ᾽ εἰς τὸ σκότος τὸ ἐξώτερον ἀπελαυνόμενα, Οὕτως οἶδεν ὁ Χριστιανὸς συλλογίζεσθαι· ταῦτα τῆς πίστεως ἡμῶν τὰ κατορθώματα. Διὰ ἰ οὖν οὗ πείθομεν, εἰ πλεονάζει τῶν ἰαμάτων ἡ χάρις ; εἰ περισσεύει ἣ διδασκαλία ποῦ λόγου ; Πάντα δὲ ταῦτα ἐνεργεῖ ὃν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούμλεται.","t":"But how shall I bear without tears the estrangement of our brothers? How has this younger brother gone off, leaving his father's substance? He is a second prodigal like the one shown in the Gospel, even if he hides the youth of his soul under the grey hair of his body; how has he gone away into a far country, running away from the faith? How has he too gone off with half his father's substance, by dragging down the lofty doctrines to lowly and swinish notions, squandering his wealth on harlots? For heresy is a harlot, bewitching with beloved pleasures. If only he would come to himself one day, as that son did; if only he would long again for his father's food; if only he would run back to the rich table, at which there is plenty of the daily bread that feeds the Lord's hired servants (and all these are God's hired servants who work God's vineyard in hope of the promise): what a running there would be toward him, with the kisses not of one father but of so many fathers! The first robe of faith would be brought, which three hundred and eighteen souls wove well; then a ring for his hand, bearing stamped in it the seal of faith; the dances, the calf, the music, and everything else listed in the Gospel, except the brother's jealousy. But why do we fashion dreams for ourselves in vain? The hearts of our brothers are hardened, and they are resistant: they put forward our common fathers, yet do not accept the inheritance that comes from them; they lay claim to our common nobility, yet estrange themselves from kinship with us; they line up against our enemies, yet are hostile to us; becoming as it were a borderland between us and the enemy, they are both and neither: they do not confess the right doctrine, and they disdain to be called heretics. O strange thing! They have made war equally on the truth and on the lie, like a rootless tree bending easily this way and that before opposing impulses. I heard the evangelist in his secret writings speaking to such people in a riddle, saying that one should be thoroughly fervent in spirit and cold to sin: 'Would that you were cold or hot,' he says; '[but since you are lukewarm, I will spit you out]', for the lukewarm is fit for vomiting. What then is the cause that long ago, in the time of the disciples, a great multitude was brought to the church through the Lord, while now people run past the long and beautiful speeches of the teachers? Perhaps someone will say that then the wonders of deeds worked with the apostles, and the word had credibility through the gifts. I too say that the strength of deeds is a great weight toward persuading. But now, what should we think of what happens? Do you not see the like wonders of faith? For I claim as our own the achievements of our fellow servants, since we walk by the same Spirit in the power of healings. Men who have come from beyond the frontier bear witness to the truth of my words, fellow citizens of our father Abraham, setting out from Mesopotamia, who themselves too went out from their land and their kindred and the whole world, looking toward heaven, in a way emigrating from human nature, standing above the passions of nature, touching this life only so far as is necessary, but for the greater part … in appearance, venerable in look, shining with grey hair, their mouths secured with silence, not knowing how to wrangle over words, not having learned to dispute. They have such authority over the spirits that they work wonders by their mere will, and the demons retreat, not by the arts of syllogisms but by the authority of faith, not driven into the perplexity of contradiction but chased into the outer darkness. This is how the Christian knows how to reason: these are the achievements of our faith. Why, then, do we not persuade, if the grace of healings abounds, if the teaching of the word overflows? But all these the one and the same Spirit works, dividing to each one individually as he wills.","f":"Gregory of Nyssa, <i>Ord.</i> 3 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-ordinatione/3)."},"gregory-nyssa-ordinatione/4":{"o":"Διὰ τί οὐ γίνεται ἡ τῶν σωζομένων προσθήκη ; Καὶ μηδεὶς ὑπονοείτω μικρὰν τὴν παροῦσαν ἡγεῖσθαι χάριν. ᾿Ορῶ κομῶσαν τὴν ἄμπελον, εὐθηνουμένην ταῖς χληματίσι, καὶ τῷ καρπῷ πλεονάζουσαν - ὁρῶ χυμαινομένην τῷ πλήθει τῶν ἀσταχύων τὴν ἄρουραν· βαθὺ τὸ λήϊον, ἁδρὸν τὸ δράγμα, πολὺς ὁ σπόρος. Ἀλλὰ τί πάθω; ᾿Απλήρωτον ἔχων ἐν τοῖς τοιούτοις τἣν φύσιν τῷ πάθει τῶν φιλοπλούτων χατέχομαι. Οὐδεὶς περιουσίας ὅρος τὴν ἐπιθυμίαν ἴστησι. Τὸ ἀεὶ προσγινόμενον πρὸς τὸ πλέον ἐρεθίζει τὴν ὄρεξιν, ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας γινόμενον. Εὐφραίνει με τὰ ὁρώμενα. Τοῖς παροῦσιν ἀγάλλομαι, καὶ τοῖς ἀποῦσιν ἀλγύνομαι· κοινόν τι πάθος ἐκ τῶν ἐναντίων σύμμιχτον τὴν ψυχὴν περιέχει, ἡδονῆς πρὸς λύπην συγχεχραμένης. Ἐὰν πρὸς ὑμᾶς ἀναθλέψω, ὑμῖν ἐπαναπαύω τὸν πόθον ἐὰν τὸ λεῖπον λογίσωμαι, οὐκ ἔχω ὅπως στενάξω τὴν συμφοράν. Καὶ γὰρ ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾷν τοῦ Κυρίου, καὶ ἐπὶ τῇ εἰρήνῃ τῆς Ἐκκλησίας εὐφραίνεσθαι, οὐσίας τινὰς τεχνολογοῦσι, καὶ μεγέθη καταμετροῦσιν, Υἱὸν Πατρὶ παραμετροῦντες, καὶ περισσότερον τοῦ μέτρου τῷ Πατρὶ χαριζόμενοι. Τίς εἴποι αὐτοῖς· Τὸ ἄποσον οὐ μετρεῖται· τὸ ἀειδὲς οὐ δοκιμάζεται τὸν οὐ σταθμίζεται· τὸ ἀόριστον οὐ συγκρίνεται μὴ συγκρινόμενον τοῦ πλείονος καὶ ἐλάττονος οὐκ ἐπιδέχεται λόγον. Ἐκ γὰρ τῆς τῶν πραγμάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον ἐπιγινώσκομεν. Οὗ δὲ τὸ τέλος ἄληπτον, τούτου τὸ πλέον ἀνεπινόητον; Ἤκουσα τοῦ ὑποψάλματος, ὃ κοινῇ πάντες ὑμνολογοῦντες ἐπήειμεν Μέγας Κύριος καὶ μεγάζη ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Τί οὖν τοῦτό ἔστιν; ᾿Αρίθμησον τὰ εἰρημένα, καὶ νοεῖς τὸ μυστήριον. Μέγας Κύριος, οὐκ εἶπε πόσον μέγεθος· οὐδὲ γὰρ ἣν δυνατὸν εἰπεῖν τὸ πόσον, ἀλλὰ τῷ ἀορίστῳ τῆς σημασίας ἐπὶ τὸ ἄπειρον ὁδηγεῖ τὴν διάνοιαν. Ὁμοίως, Μεγάλη, φησὶν, ἡ ἰσχὺς αὐτοῦ· ἰσχὺν δὲ ἀχούτσας, τὴν δύναμιν νόησον. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· ἀλλὰ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Ἑρμηνεύει τὴν σύνεσιν Ἡσαῖας σαφῶς λέγων· Πγεῦμα σοφίας καὶ συνέσεως. Ἄἥχουτα ἐν τοῖς μακαρισμοῖς μαχαριζομένους τοὺς διψῶντας τὸν Κύριον. Τάχα οὖν οὐκ ἕξω τοῦ καιροῦ τὸ ἐνθύμιον· καί μοι δέξασθε τὸν λόγον, κἂν ἀπηρτῆσθαι τῶν … Εἴτις διὰ μεσημόρίας ὁδεύων τοῦ ἡλίου θερμοτέραις ταῖς ἀκτῖσι τῆς χεφαλῆῇς ὑπερζέοντος, καὶ πᾶν -ὃ ἐν σώματι ὑγρὸν τῇ φλογὶ καταφρύσσοντος· προκείσθω δὲ τῷ ὑποδήματι γῇ τραχεῖα καὶ δυσπόρευτος καὶ· εἶτα ἐπιτύχοι πηγῆς ὁ τοιοῦτος, ἧς καλὸν καὶ διαφανὲς τὸ νᾶμα, καὶ προσηνῶς χαταψύχον, καὶ ὕδατι, καὶ φιλοσοφήσει περὶ τῆς φύσεως, ὅθεν, καὶ ὅπως, καὶ διὰ τίνος, καὶ τὰ τοιαῦτα διεξετάζων, οἷα δὴ τοῖς ματαιολογοῦσι σύνηθες λέγειν· ὅτι ἰχμάς τις ἐγκατεσπασμένη τῷ βάθει τῆς γῆς, καὶ διαπηδῶσα, καὶ συνθλιδομένη, ὕδωρ γίνεται, ἣ ὅτι φλέδες ταῖς κάτω χοιλότησιν, εἴπερ θῶσι, τὸ ὕδωρ προχέουσιν· ἣ πάντα τὰ τοιαῦτα χαίρειν ἐάσας ἐπικύπτει τῷ νάματι, καὶ προσθεὶς τὰ χείλη, θεραπεύε! τὴν δίψαν καὶ ἀναψύχει τὴν γλῶσσαν, καὶ καταπαύει τὸν πόθον, καὶ εὐχαριστεῖ τῷ δεδομένῳ τὴν χάριν ; Μίμησαι τοίνυν καὶ σὺ τὸν διψῶντα. Εἰπὲ, Καὶ εἴρηται, καθὼς εἴρηται - Μακάριοι οἱ διψῶντες, καὶ καταμαθὼν οἷα καὶ ὅσα. ἀγαθὰ πηγάζει τὸ ἅγιον· ποίησον τοῦτο τοῦ Προφήτου, Τὸ στόμα σου ἄνοιξον καὶ ξλχυσον πγεῦμα· π.λάτυγον τὸ στόμα καὶ πλήρωσον, ἔχων τὴν ἐξουσίαν τῶν χαρισμάτων. Βούλει μαθεῖν ὅσα προκεῖται τῆς τοῦ Πνεύματος πηγῆς ἀγαθά; ᾿Αφθαρσία ψυχῆς, ἀϊδιότης ζωῆς, οὐρανῶν βασιλεία, εὐφροσύνη ἄληχτος, χαρὰ πέλος οὐκ ἔχουσα. ᾿Αλλὰ γὰρ εἰς τὰ παρόντα βλέπων ὀλίγην ποιοῦμαι τὴν ζημίαν τοῦ λείποντος. Πεπλήρωταί μοι τῶν ἀγαθῶν ὁ οἶκος·. πλήρεις οἱ θησαυροὶ τοῦ χρυσίου τῆς ᾿Αραδίας - ἥξουσι δὲ τάχα μετ᾽ ὀλέγον καὶ πρέσθδεις ἐξ Αἰγύπτου, καὶ προφθάσωσι χεῖρα αὑτῶν Θεῷ, καὶ βασιλεῖαι τῆς γῆς μεθ᾽ ἡμῶν τὸν ἐπινίκιον ἄσωσιν ὕμνον, τῷ πάντας εἰς τὴν αὐτοῦ βασιλείαν καλοῦντι. Ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς … τῆς ἐν Κωνσταντινουπόλει καταστάσεως","t":"Why is there no addition of those being saved? And let no one suspect that I count the present grace small. I see the vine luxuriant, thriving with its branches and abounding in fruit; I see the field rippling with the multitude of its ears: deep is the crop, full the sheaf, abundant the seed. But what is happening to me? Having in such things an insatiable nature, I am held by the passion of lovers of wealth. No limit of abundance halts desire. What is always being added excites the appetite for more, becoming kindling for the desire for more. What I see gladdens me. I exult in those present and grieve for those absent; a common feeling mixed of opposites holds my soul, pleasure blended with grief. If I look up at you, I rest my longing in you; if I consider what is lacking, I do not know how to lament the misfortune. For men have given up delighting in the Lord and rejoicing in the peace of the church, and make technical disquisitions about substances and measure out magnitudes, measuring the Son against the Father and granting the Father more than the measure. Who will tell them: what has no quantity is not measured; what is without form is not assessed; [what has no weight] is not weighed; what is unlimited is not compared; and what is not compared does not admit the account of more and less? For we recognize the more from the comparison of things with one another. But where the end cannot be grasped, how can the more be conceived? I heard the response which we all sang together in the hymn: 'Great is the Lord, and great is his strength, and of his understanding there is no number.' What then is this? Count what has been said, and you will understand the mystery. 'Great is the Lord': he did not say how great; for it was not possible to say how much, but by the indefiniteness of the expression he leads the mind toward the infinite. Likewise, 'Great', he says, 'is his strength'; and hearing 'strength', understand the power. And Christ is the power of God and the wisdom of God. 'But of his understanding there is no number.' Isaiah interprets 'understanding' clearly, saying: 'the spirit of wisdom and understanding.' I heard those who thirst for the Lord called blessed in the Beatitudes. Perhaps, then, the thought is not out of season; and receive my word, even if it seems detached from … If someone is walking at midday, with the sun boiling over his head with its hotter rays and parching with its flame all the moisture in his body, and let rough and hard ground lie before his shoes; and then such a man comes upon a spring, whose stream is fair and clear and pleasantly cool, and [abundant] in water: will he philosophize about its nature, where it comes from, and how, and through what, examining such things as triflers are accustomed to say, that some moisture drawn into the depth of the earth, leaping through and compressed, becomes water, or that veins in the hollows below pour out the water when they are pressed? Or will he let all such things go, stoop to the stream, put his lips to it, cure his thirst, refresh his tongue, quench his longing, and give thanks to the one who gave the grace? Imitate, then, the thirsty man yourself. Say, as it has been said, 'Blessed are those who thirst'; and having learned what and how many goods the Holy [Spirit] pours forth like a spring, do what the prophet says: 'Open your mouth and draw in the Spirit'; 'open your mouth wide and fill it', having authority over the gifts. Do you wish to learn how many goods lie before you from the spring of the Spirit? Incorruption of soul, everlasting life, the kingdom of heaven, unending gladness, joy that has no end. But when I look at what is present, I make little of the loss of what is lacking. My house is filled with good things; the treasuries are full of the gold of Arabia; and soon, perhaps, envoys will come from Egypt too, and stretch out their hands to God first, and the kingdoms of the earth will sing with us the hymn of victory to him who calls all into his kingdom; to whom be glory and power for ever …","f":"Gregory of Nyssa, <i>Ord.</i> 4 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-ordinatione/4)."}}