{"gregory-nyssa-pauperibus-2/1":{"o":"Λόγος εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου: Ἔφʼ ὅτον ἐποιήσατε ἑνὶ τούτων, καὶ τὰ ἑξῆς. Ἔτι πρὸς τῷ θεάματι τῆς φοδερᾶς τοῦ βασιλέως ἐπιφανείας εἰμὶ, ἣν ὑπογράφει τὸ Εὐαγγέλιον. Ἔτι χατέπτηχεν ἡ ψυχὴ, πρὸς τὸν φόδον τῶν εἰρημένων τρόπον τινὰ αὐτόν τε ὃν οὐρανῶν βασιλέα, καθώς φησιν ὁ λόγος, ἐπὶ τοῦ θρόνου τῆς δόξης φοδερῶς προχαθήμενον· καὶ τὸν μεγαλοπρεπῆ θρόνον ἐκεῖνον· ὅστις ποτὲ καὶ ὁ θρόνος ἐστὶν ὁ χωρῶν ἐν ἑαυτῷ τὸν ἀχώρητον τάς τε ἀπείρους τῶν ἀγγέλων μυριάδας ἐκείνας, ἐν κύκλῳ τὸν βασιλέα περιεστώσας· αὐτόν τε τὸν μέγαν καὶ φοβερὸν βασιλέα, ἐκ τῆς ἀφράστου δόξης ἐπὶ τὴν ἀνθρωπίνην χκαταχύπτοντα φύσιν, καὶ πᾶν γένος ἀνθρώπων τῶν ἀφ᾽ οὗ γεγόνασιν ἄνθρωποι, καὶ μέχρι τῆς φοδερᾶς ἐμφανείας ἐκείνης εὑρισκομένων, ἀθροίζοντά τε πρὸς ἑαυτὸν, καὶ κατὰ τὴν ἀξίαν τῶν βεδιωμένων ἑὁχάστῳ τὴν κρίσιν ἐπάγοντα, τοῖς μὲν δεξιᾷ τῇ προαιρέσει συζήσασι τὰ δεξιὰ, καθὼς εἴρῆται, χαριζόμενον, τοῖς δὲ σκαιοῖς τε καὶ ἀποδλήτοις, τὴν κατάλληλον τοῖς βεδιωμένοις ἀποχληροῦντα ψῆφον· ἐπιλέγοντα ἑκατέροις, τοῖς μὲν τὴν γλυκεῖαν καὶ ἀγαθὴν ἐκείνην φωνὴν, ὅτι Δῥῦτε, μένοι τοῦ Πατρός μου· τοῖς δὲ τὴν φρικώδη καὶ ἀπειλὴν, ὅτι Πορδύεσθε, οἱ κατηραμένοι. Οὕτω δέ μοι τῆς ψυχῆς πρὸς τὸν τῶν ἀνεγνωσμένων· πρὸς αὐτοῖς δοκεῖν εἶναι τοῖς πράγμασι. Καὶ τῶν παρόντων ἐπαισθάνεσθαι μηδενὸς, οὐδεμίαν ὁ νοῦς ἄγει σχολὴν, πρὸς ἄλλο τι βλέπειν τῶν προκειμένων εἰς ἐξέτασίν τε καὶ θεωρίαν τῷ λόγῳ ᾿ καίτοι γε οὐ μικρὰ ταῦτά ἐστιν, οὐδὲ ὀλίγης ζητήσεως ἄξια, τὸ γνῶναι πῶς ἔρχεται ὁ ἀεὶ παρών. Ἰδοὺ γὰρ, φησὶ, μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας· καὶ εἰ μεθʼ ἡμῶν εἶναι πεπῶς ἥξειν ὡς οὐ παρὼν γὰρ ἐν αὐτῷ ζῶμέν τὸ καὶ κινούμεθα καὶ ἑσμὲν, καθώς φησιν ὁ ᾿Απόστολος, οὐδεμία μηχανὴ τοῦ περιδεδραγμένου τῶν πάντων τοὺς ἐν αὐτῷ κατεχομένους τοπικῶς ἀποστήσει· ὥστε ἣ νῦν μὴ παρεῖναι τοῖς ἐμπεριεχομένοις, ἣ χρόνοις ὕστερον παρέσεσθαί ποτε προσδοκῆσαι. Τίς δὲ καὶ ἣ τοῦ ἀσωμάτου χαθὀδρα; καὶ ἡ τοῦ ἀοράτου ἐμφάνεια ; καὶ ἡ τοῦ ἀσχηματίστου μορφή; καὶ ἡ τοῦ ἀχωρήτου ἐν τῷ θρόνῳ περιγραφή ; καὶ πάντα τὰ τοιαῦτα, ὡς μείζονα ἣ κατὰ τὸν παρόντα καιρὸν, ὑπερθήσομαι. Ὅπως δʼ ἂν μὴ εἰς τὴν τῶν ἀποδλήτων ἀπωσθείημεν τάξιν, πρὸς τοῦτο, καθὼς ἂν οἷός τε ὦ, πρὸς τὸ κοινὸν κέρδος τρέψω τὸν λόγον. Σφόδρα γὰρ, ἀδελφοὶ, σφόδρα πρὸς τὴν ἀπειλὴν χατεπτόημαι· καὶ οὐκ ἀρνοῦμα. τῆς ψυχῆς μου τὸ πάθος. Ἐθουλόμην ἂν καὶ ὑμᾶς μὴ καταφρονητικῶς ἔχειν τῶν φόδων. Μακάριος γὰρ ὃς χαταπτήσσει πάντα δι᾽ εὐλάθδειαν. ὑπ᾽ αὐτοῦ, φησί που τῆς σοφίας ὁ λόγος. Οὐκοῦν πρὸ τῆς ὥρας τῶν κακῶν, τὸ μὴ ἐν πείρᾳ τῶν σκυθρωπῶν γενέσθαι φροντίσωμεν. Τίς δὲ ἡ ἀπαλλαγὴ τῶν φοθερῶν ; Τὸ ταύτην τοῦ βίου τὴν ὀδὸν ἑλέσθαι, ἣν νῦν ὑπέδειξεν ἡ μῖν ὁ λόγος, τὴν πρόσφατον ὄντως Τίς δὲ ἡ ὁδός , Ἐπείνων, ἐδίψων, ξένος ἤμην, καὶ ἃ γυμνὸς καὶ ἀσθενὴς, καὶ ἐν φυλακῇ. Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἑποιήσατε. Καὶ διὰ τοῦτο, φησὶ, Δεῦτε, οἱ εὐ.ογημέγοι τοῦ Πατρός μου. Τί διὰ τούτων μανθάνομεν ; Ὅτι εὐλογία μέν ἐστιν, ἡ τῶν ἐντολῶν ἐπιμέλεια· κατἄρα δὲ, ἣ περὶ τὰς ἐντολὰς ῥᾳθυμία. ᾿Αγαπήσωμεν πὴν εὐλογίαν, καὶ φύγωμεν τὴν κατάραν. Ἐφ᾽ ἡμῖν γάρ ἔστιν ἑλέσθαι ἣ μὴ ἑλέσθαι κατʼ ἐξουσίαν ἐκάτερον πρὸς ὅ τι γὰρ ἂν τῇ προθυμίᾳ ῥέψωμεν, ἐχξίνῳ ἐσόμεθα. Οὐκοῦν οἰχειωσώμεθα τὸν τῆς εὐλογίας Κύριον, τὸν ἑαυτῷ τὴν περὶ τοὺς δεομένους σπουδὴν λογιζόμενον· καὶ μάλιστα νῦν, ὅτε πολλὴν ἔχει κατὰ τὸν παρόντὰ βίον ὕλην ἡ ἐντολή. Καὶ πολλοὶ μὲν οἱ τῶν ἀναγκαίων ἐνδεεῖς· πολλοὶ δὲ καὶ αὐτοῦ τοῦ σώματος ἔχουσιν ἐνδεῶς, ἐκ τῇς πονηρᾶς ἀῤῥωστίας δαπανηθέντες. Οὐκοῦν ἐν τῇ περὶ τούτους σπουδῇ, τὴν ἀγαθὴν ἐπαγγελίαν ἑαυτοῖς κατορθώσωμεν λέγω δὲ σαφῶς οὑτωσὶ περὶ τῶν ἐκ τῆς χαλεπῆς νόσου διαλωδηθέντων. Ὅσῳ γὰρ μείζων ἐστὶ τούτων ἡ ἀῤῥωστία,, τοσούτῳ δηλονότι καὶ πλείων ἡ εὐλογία τοῖς τὸ ἐπίπονον τῆς ἐντολῆς χατορθώσασι.","t":"… a sermon on the saying of the Gospel: 'Inasmuch as you did it to one of these,' and what follows. I am still at the spectacle of the King's fearful appearing, which the Gospel describes. My soul still cowers, in fear at what has been said, [seeing] as it were the King of heaven himself, as the Word says, sitting fearfully in front upon the throne of glory; and that magnificent throne, whatever the throne may be that contains in itself the one who cannot be contained; and those countless myriads of angels standing round the King in a circle; and the great and fearful King himself, stooping down from his ineffable glory to human nature, and gathering to himself every race of men from the time men came into being until that fearful appearing, and bringing judgment on each according to the worth of the life he has lived: granting the right-hand things, as it is said, to those who have lived with a right-hand purpose, and allotting to the awkward and the castaways the sentence that corresponds to their lives; and saying to each group, to the one that sweet and good word, 'Come, [you who are bless]ed of my Father', and to the other that dreadful threat, 'Depart, you who are cursed.' So [intent] is my soul upon [the fear] of what has been read that I seem to be at the events themselves; and, perceiving nothing of what is present, my mind has no leisure to look at anything else set before it for examination and contemplation in the sermon. And yet these are no small matters, nor worth only a little inquiry: to know how he who is always present comes. For 'Behold,' he says, 'I am with you all the days'; and if he is with us, … how will he come as though not present? For since 'in him we live and move and have our being', as the Apostle says, there is no device by which those held within him who embraces all things could be separated from him in place, so that he either is not now present to those he contains, or might be expected to be present at some later time. And what is the seat of the bodiless one? And the appearing of the invisible? And the form of the one without shape? And the circumscribing on a throne of the one who cannot be contained? All such questions, as too great for the present occasion, I shall put off. But so that we may not be thrust into the ranks of the castaways, to this, as far as I am able, I shall turn my sermon, for our common profit. For I am greatly, brothers, greatly terrified at the threat; and I do not deny the feeling of my soul. I would wish that you too were not disdainful of these fears. For 'Blessed is the man who cowers before all things out of reverence,' says somewhere the word of wisdom. So before the hour of evils, let us take care not to come to the experience of grim things. And what is the escape from the fearful things? To choose this way of life which the Word has now shown us, the way that is truly new. And what is the way? 'I was hungry, I was thirsty, I was a stranger, and naked and sick and in prison. Inasmuch as you did it to one of the least of these, you did it to me.' And for this reason, he says, 'Come, you who are blessed of my Father.' What do we learn from this? That blessing is care for the commandments, and curse is carelessness about the commandments. Let us love the blessing and flee the curse. For it is in our power to choose or not to choose either of them freely; for to whatever we incline in our desire, that we shall be. So let us make the Lord of blessing our own, who counts care for the needy as done to himself; and above all now, when the commandment has much matter in the present life. Many lack necessities; and many lack even their very body, consumed by a malignant disease. So by our care for them let us secure for ourselves the good promise. I speak plainly thus of those ravaged by the grievous disease. For the greater their sickness, the greater, clearly, the blessing for those who accomplish the toilsome part of the commandment.","f":"Gregory of Nyssa, <i>Paup. 2</i> 1 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-pauperibus-2/1)."},"gregory-nyssa-pauperibus-2/2":{"o":"Ἵι οὖν χρὴ πράττειν; Μὴ ἀντιδαίνειν τῇ διατάξει ποῦ Πνεύματος. Λὕτη δέ ἐστι, τὸ μὴ ἀλλοτριοῦσθαι τῶν κοινωνούντων τῆς φύσεως· μηδὲ μιμεῖσθαι τοὺς ἂν τῷ Εὐαγγελίῳ κχατηγορηθέντας ἐκείνους, τὸν ἱερέα λέγω καὶ τὸν Λευΐτην, ἀτυμπαθῶς παραδραμόντας τὸν ἐλέου δεόμενον ἐκεῖνον, ὅν φησι τὸ διἥγημα ὑπὸ τῶν λῃστῶν ἡμιθανῆ γενέσθαι. Εἰ γὰρ ἐκεῖνοι ὑπαίτιοι, μὴ ἐπιστραφέντες πρὸς τὰς πληγὰς ἐν γυμνῷ τῷ σώματι διοιδούσας - πῶς ἡμεῖς ἀνεύθυνοι, τοὺς ὑπαιτίους μιμούμενοι ; καίτοι τέ τοσοῦτὸν ἣν ἐπὶ τοῦ τοῖς λῃσταῖς παραπεπτωκότος θεάσασθαι, οἷόν ἔστιν ἐπὶ τῶν ἑαλωκότων τῷ πάθει τὸ θέαμα; Ὁρᾷς ἄνθρωπον, διὰ τῆς πονηρᾶς ἀῤῥωστίας εἰς τετραπόδου σχῆμα μεταπλασσόμενον, ἀντὶ ὁπλῆς καὶ ὀνύχων, ξύλα ταῖς παλάμαις ὑπολαμδανόμενον, καινὸν ἴχνος ταῖς ἀνθρωπίναις ὁδοῖς ἐπιδάλλοντα τίς ἂν ἐκ τοῦ ἴχνους ἐπιγνοίη, ὅτι ἄνθρωπος τοὺς τοιούτους τύπους ἐνεσημήνατο τῇ πορείᾳ ; θρωπος, ὁ τῷ σχήματι ὄρθιος, ὁ εἰς οὐρανὸν βλέπων, ὁ τὰς χεῖρας πρὸς τὴν τῶν ἔργων ὑπηρεσίαν παρὰ τῆς φύσεως ἔχων, οὗτος εἰς τὴν γῆν χλίνεται, καὶ τετράποδον γίνεται, καὶ μικρὸν ἀποδεῖ τοῦ ἄλογος εἶναι. Ἐν δασεῖ καὶ βραγχῶντι τῷ ἄσθματι, βιαίως ἔνδοθεν ἀπὸ τῶν σπλάγχνων ὑποδρυχόμενος· μᾶλλον δὲ, εἰ χρὴ τολμήσαντα εἰπεῖν, καὶ τῶν ἀλόγων γινόμενος ἀθλιώτερος. Τὰ μὲν γὰρ τὸν ἀπὸ γενέσεως χαρακτῆρα μέχρι παντὸς ὡς τὰ πολλὰ διεσώσατο· καὶ οὐδὲν τούτων ἔκ τίνος συμφορᾶς τοιαύτης, εἰς ἕτερόν τινα χαρακτῆρα μετεχινήθη. Οὐτοσὶ δὲ, ὥσπερ ἀλλαχθείσης τῆς φύσεως, ἄλλο τι φαίνεται, καὶ οὗ τὸ σύνηθες ζῶον· αἱ χεῖρες αὐτῷ τὴν τῶν ποδῶν χρῆσιν καταλαμβάνουσι· τὰ γόνατα βάσις γίνονται, αἱ δὲ κατὰ φύσιν βάτεις, καὶ τὰ σφυρὰ, ἣ παντελῶς ἣ ὥς τι τῶν ἔξωθεν ἐφολχίων εἰκῇ τοις τοίνυν βλέπων τὸν ἄνθρωπον, οὐκ αἰδῇ τὴν συγγένειαν; οὐκ ἐλεεῖς τὸν ὁμόφυλον ; ἀλλὰ βδελύσσῃ τὴν συμφορὰν, καὶ μισεῖς τὸν ἱκέτην, ὥσπερ θηρίου τινὸς προσδολὴν τὸν γων; Καίτοι ἔδει εὐγνωμόνως ἀναλογίζεσθαι, ὅτι σοῦ τοῦ ἀνθρώπου ἄγγελος ἅπτεται, καὶ ἁσώματός τε καὶ ἄῦλος ὧν, τὸν σαρκὶ καὶ αἵματι ἐγχεχραμένον οὐκ ἐθδελύξατο. Τί δὲ ἀγγέλους λέγω; αὐτὸς ὁ τῶν ἀγγέλων Κύριος, ὁ τῆς οὐρανίας μακαριότητος βασιλεὺς διὰ σὲ ἄνθρωπος γέγονε, καὶ τὸ δυσῶδες τοῦτο καὶ ῥυπαρὸν σαρκίον, μετὰ τῆς ἐνδεδεμένης ἐν αὐτῷ ψυχῆς, ἑαυτῷ περιέθηκεν, ἵνα τὰ σὰ πάθη διὰ ἧς ἰδίας ἐπαφῆς ἐξιάσηται ; Σὺ δὲ ὁ αὐτὸς ὧν κατὰ τὴν φύσιν τῷ ἀῤῥωστήσαντι, φεύγεις τὸν ὁμογενῆ. Μὴ, Ὁ ἀδελφὲ, μὴ ἀρεσάτω σοι ἡ βουλὴ ἡ κακή. Γνῶθι τίς ὧν, περὶ τίνων βουλεύῃ᾽· ὅτι περὶ ἀνθρώπων, ἄνθρωπος, οὐδὲν ἰδιάξον ἐν σεαυτῷ παρὰ τὴν κοινὴν κεκτη μένος τοῦ μέλλοντος. Ἐν ᾧ γὰρ χαταψηφίζῃ τοῦ πάθους, τέως ἐν ἀλλοτρίῳ σώματι φαινομένου, ἀόριστον κατὰ πάσης τῆς φύσεως ἐχφέρεις ἀπόφασιν· μετέχεις δὲ καὶ σὺ τῆς φύσεως παραπλησίως τοῖς πᾶσιν. Οὐκοῦν ὡς ὑπὲρ κοινοῦ τοῦ πράγματος ὁ λόγος ἔστω. Διὰ τί τοίνυν οὐδείς σοι τῶν φαινομένων οἶκτος εἰσέρχεται; Ὁρᾷς ἀνθρώπους νομάδας ὡσπερεὶ τὰ βοσκήματα πρὸς τὴν τῆς τροφῆς χρείαν ἐσχεδασμένους ῥακία περιχεχτημέ·α, τοῦτο ἣ ἐσθής· βακτηρία ἐν ταῖς χερσὶ, τοῦτο ὅπλον, τοῦτο ὄχημα· οὐδὲ αὐτὴ δακτύλοις κατεχομένη, ἀλλά τισιν ὀχάνοις πρὸς τὰς πήρα ῥωγαλέα, καὶ ἄρτου τρύφος· εὐρῶτι καὶ σηπεδόνι διεφθαρμένον· ἡ ἑστία, ὁ οἶκος, ἡ στιδὰς, ἡ κλίνη, τὸ ταμιεῖον, ἡ τράπεζα, πᾶσα ἣ τοῦ βίου πχρασχενὴ, ἡ πήρα ἐστίν. Εἶτα, οὐ λογίζῃ, τίς ὁ ἐν τούτοις ὥν ; Ὅτι ἄνθρωπος, ὁ κατ᾽ εἰκόνα Θεοῦ γεγονὼς, ὁ κυριεύειν τῆς γῆς τεταγμένος, ὁ ὑποχείριον τὴν τῶν ἀλόγων ὑπηρεσίαν ἔχων· οὗτος εἰς τοῦτο συμφορᾶς καὶ μεταθολῆς προῆλθεν, ὥστε ἀμφίδολον τὸ φαινόμενον εἶναι, οὔτε ἀνθρώπου καθαρῶς, οὔτε τινὸς ἄλλου τῶν ζώων ἐναργῆ φέρων ἐφ᾽ ἑαυτοῦ τὰ γνωρίσματα. Ἐὰν πρὸς ἄνθρωπον εἰκχάσῃς, ἀρνεῖται τὴν ἀμορφίαν ὁ χαρακτὴρ ὁ ἀν· ἐὰν πρὸς τὰ ἄλογα τρέψῃς τὴν εἶχασίαν, οὐδὲ ἐκεῖνα τὴν ὁμοιότητα τοῦ φαινομένου προσίεται. Μόνοι τοιοῦτοι πρὸς μόνους ἑαυτοὺς βλέποντες, καὶ μετ᾽ ἀλλήλων ἀγελαζόμενοι, διὰ τὴν ὁμοιοτροπίαν τοῦ πάθους· οἱ τοῖς μὲν ἄλλοις βδεγινόμενοι, ἀλλήλους δὲ ὑπʼ ἀνάγκης οὐ Πανταχόθεν γὰρ ἐξειργόμενοι, ἴδιος γίνεται δήμος, πρὸς ἀλλήλους συῤῥέοντες. Ὁρᾷς τοὺς ἀτερπεῖς χορευτὰς, τὸν γοερὸν καὶ χατεστυγνσσμένον τοῦτον χορόν; Πῶς ἐμπομπεύουσι τοῖς ἀσχημονοῦσαν τὴν φύσιν, ὥσπερ τινὲς θαυματοποιοὶ τὰς πολυτρόπους ἀῤῥωστίας τοῖς συνιοῦσιν ἐπιδεικνύμενοι ; Ποιηταὶ γοερῶν μελῳδη μάτων, μελοποιοὶ τῶν πονηρῶν ἐκείνων ἀσμάτων· τραγῳδοὶ τῆς κενῆς ταύτης καὶ δυστυχοῦς τραγῳδίας, οὐκ ἀλλοτρίοις τραγῳδήμασι πρὸς τὰ πάθη χρώμενοι· ἀλλὰ διὰ τῶν οἰκείων κακῶν τὴν σκηνὴν πληροῦντες. Οἷα τὰ σχήματα] οἷα τὰ διηγήματα ἱ Τί δὲ λεγόντων ἀκούομεν ;","t":"What, then, must we do? Not oppose the ordinance of the Spirit. This is: not to estrange ourselves from those who share our nature, nor to imitate those men condemned in the Gospel, I mean the priest and the Levite, who passed by without compassion that man in need of mercy who, as the story says, was left half dead by the robbers. For if they were to blame for not turning to the wounds swelling on his naked body, how are we free of guilt if we imitate the guilty? And yet was there as much to see in the man who fell among robbers as there is in the sight of those seized by this disease? You see a man reshaped by the malignant sickness into the form of a four-footed animal, taking pieces of wood in his palms instead of hooves and claws, and printing a strange track on the roads of men. Who would know from the track that it was a man who left such prints in walking? Man, upright in form, looking to heaven, who has from nature hands for the service of works, is bent to the earth, becomes four-footed, and falls little short of being an irrational animal; with thick and hoarse breathing, bellowing violently from deep within his entrails; or rather, if one may dare to say it, becoming more wretched even than the irrational animals. For they for the most part keep to the end the character they had from birth, and none of them is changed by any such misfortune into another character. But this man, as though his nature had been altered, appears as something else, and not the usual creature: his hands take over the use of his feet, his knees become his base, while his natural feet and ankles are either [gone] altogether or [hang on] at random like some external trailing thing … Seeing [such] a man, then, do you not respect your kinship? Do you not pity one of your own race? But you loathe the misfortune and hate the suppliant, [fleeing] his approach like the attack of some wild beast? And yet you should consider gratefully that an angel touches you, a man, and, though bodiless and immaterial, did not loathe one compounded of flesh and blood. But why do I speak of angels? The very Lord of angels, the King of heavenly blessedness, became man for your sake, and put on himself this foul-smelling and filthy flesh, together with the soul bound up in it, so that he might heal your passions by his own touch. And do you, who are the same in nature as the one who has fallen sick, flee your own kind? No, brother, no; let not the evil counsel please you. Know who you are, and about whom you are deliberating: that you are a man deliberating about men, possessing nothing of your own beyond the common [condition] … of the future. For in condemning the disease that so far appears in another's body, you pronounce an unlimited sentence against the whole of nature; and you too share in that nature just like everyone. So let the discussion be as about a common matter. Why then does no pity for what you see enter you? You see men wandering like herds, scattered in search of food, wrapped in rags (this is their clothing); a staff in their hands (this is their weapon, this their vehicle), not even gripped by fingers, but bound to the [arms] with some straps; a torn wallet, and a crust of bread spoiled by mould and rot. Their hearth, their house, their pallet, their bed, their storeroom, their table, the whole equipment of their life is the wallet. Then do you not consider who it is that is in this state? That it is a man, made in the image of God, appointed to rule the earth, having the service of the irrational animals under his hand: this man has come to such misfortune and change that what is seen is doubtful, bearing on himself clearly the marks neither of a man nor of any other animal. If you liken him to a man, the human character denies the deformity; if you turn the likeness toward the irrational animals, they too do not admit the resemblance of what appears. Such people look only to one another and herd together because of the likeness of their suffering; loathed by others, they of necessity do not [loathe] one another. For, shut out from everywhere, they flock together and become a people of their own. Do you see the joyless dancers, this mournful and gloomy chorus? How they parade nature disgraced, like some conjurers displaying their manifold sicknesses to those who gather? Composers of mournful melodies, makers of those wretched songs; tragedians of this empty and unhappy tragedy, using no borrowed tragic roles for their sufferings but filling the stage with their own evils. What postures! What stories! And what do we hear them say?","f":"Gregory of Nyssa, <i>Paup. 2</i> 2 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-pauperibus-2/2)."},"gregory-nyssa-pauperibus-2/3":{"o":"Πῶς παρὰ τῶν γεννησαμένων ἀπώσθησαν ἐπ᾽ οὐδενὶ ἀδικήματι; Πῶς ἀπελαύνονται συλλόγων κοινῶν, ἑορτῶν τε καὶ πανηγύρεων, ὥσπερ ἀνδροφόνοι τινὲς, ἣ κείνων παραπολὺ δυστυχέστεροι· εἴγε τοῖς ἀνδροφόνοῖς μὲν ἔξεστιν, ἀλλαχοῦ μεταστᾶσιν μετὰ ἀνθρώπὼν ζῇν· οὗτοι δὲ μόνοι τῶν πάντων ἁπανταχόθεν ὡς κοινοί τινες ἀποδεδειγμένοι πολέμοι· οὐ στέγης μιᾶς, οὐ τραπέζης κοινῆς, οὐ χρήσξὼς σκευῶν ἀξιούμενοι. Καὶ οὔπω τοῦτο δεινόν· ἀλλ᾽ οὐδὲ πηγαὶ βρύουσι τούτοις πρὸς τοὺς ἀνθρώποὺς κοιναὶ, οὐδὲ ποταμοὶ πιστεύονται οὐδὲν ἐφέλκεσθαι τοῦ τῆς ἀῤῥωστίας μολύσματος. Κἂν κύων λάψῃ τοῦ ὕδατος τῇ αἱμοδόρῳ γλώσσῃ, οὐκ ἐνομίσθη βδελυκτὸν διὰ τὸ θηρίον τὸ ὕδωρ᾽ ἐὰν ὁ ἄῤῥωττος προσεγγίσῃ τῷ ὕδατι, εὐθὺς ἀπεκηρύχθη καὶ τὸ ὕδωρ διὰ τὸν ἄνθρωπον. Ταῦτα διεξέρχοντα:, ταῦτα ὀδύρονται· διὰ τοῦτο ῥίπτουσιν ἑαυτοὺς κατ᾽ ἀνάγκὴν πρὸς τῶν ἀνθρώπων οἱ δείλαιοι, ἑχέται παντὸς τοῦ παοανυγχάνοντος γινόμενοι. Πολλάκις χρυσὰ τῷ σχυθρωπῷ τούτῳ θεάματι, πολλάκις πρὸς αὐτὴν τὴν φύσιν ἀπεδυσπέτησα ᾿ καὶ νῦν πρὸς τῇ πὸ- μνήμῃ συγχέομαι. Εἶδον πάθος ἐλεεινὸν, εἶδον θέαμα δακρύων πλῆρες· πρόκεινται κατὰ τὰς ὁδοὺς τῶν παριόντων ἄνθρωποι μᾶλλον δὲ οὐκέτι ἄνθρωποι, ἀλλὰ τῶν ποτε ἀνθρώπων ἄθλια λείψανα, συμδόλων τινῶν καὶ γνωρισμάτων εἰς τὸ πιστευθῆναι δεόμενοι. Οὐ γὰρ ἔχουσιν ἀπὸ τῶν τῆς φύσεως χαρακτήρων ἐπιγινώσκεσθαι ἄνθρωποι, μόνοι τῶν πάντων ἕαυτοὺς μισοῦντες, μόνοι τὴν γενέθλιον ἡμέραν διὰ κατάρας ἄγοντες, μισοῦσι γὰρ εἰκότως τὴν ἡμέραν ἐκείνην, τὴν ἄρξασαν αὐτοῖς τῆς τοιαύτης ζωῆς. γΑάνθρωποι, οὗ καὶ ὀνομάζειν ἑαυτοὺς ἀπὸ τῆς κοινῆς προσηγορίας αἰσχύνονται· ὡς ἂν μὴ τῇ κοινωνίᾳ τοῦ ὀνόματος τὴν κοινὴν φύσιν δι᾽ ἑαυτῶν χαθυδρέσειαν - ο᾽ʼμωγαῖς ἀεὶ συζῶντες, ἄπανστον τῶν θρήνων τὴν ὑπόθεσιν ἔχοντες. Ἕως γὰρ ἂν ἑαυτοὺς βλέπωσιν, ἀεὶ τὰς τοῦ θρηνεῖν ἔχουσιν ἀφορμάς· ἀποροῦντες, ὅ τι καὶ μᾶλλον ὀδύρονται, τὰ μηκέτι ὄντα τοῦ σώματος, ἣ τὰ λειπόμενα· ὅσα προανήλωσεν ἡ νέσος, ἣ ὅσα τῇ νόσῳ λείπεται· ὅτι βλέπουσιν ἐφ᾽ ἑαυτῶν τὰ τοιαῦτα, ἣ ὅτι οὐδὲ βλέπειν ἰσχύουσιν, ἀμαυρωθείσης ἐν τῷ πάθει τῆς ὄψεως ὅτι τοιαῦτα ἔχουσι περὶ ἑαυτῶν διηγεῖσθαι, ἣ ὅτι οὐδὲ διηγεῖσθαι τὰ πάθη δύνανται, τὴν φωνὴν ἐκ τοῦ πά θους ἀφῃρημένοι. ὅτι τοιαύτῃ χρῶνται τροφῇ, ἣ ὅτι οὐδὲ ἐκείνην εὐκόλως ἡ νόσος τῇ διαφθορᾷ τῶν περὶ τὸ στόμα μορίων ἐμποδιζούσης τῆς βρώσεως· ὅτι ἐν αἰσθήσει τὰ τῶν νεκρῶν δυστυχοῦσιν, ἢ ὅτι καὶ τῶν αἰσθήσεων αὑτῶν προσαφήρηνται. Ποῦ γὰρ παρ᾽ ἐκείνοις ἡ ὅρασις, Ποῦ ἡ ὄσφρησις ; Ποῦ δὲ ἡ ( ἁφή; Ποῦ δὲ τὰ λοιπὰ τῶν αἰσθητηρίων, ἃ κατ᾽ ὁλέγον νεμομένου τοῦ πάθους ἡ σηπεδὼν ἐπιδόσχεται ; Διὰ ταῦτα κατὰ πάντας ἀλῶνται τοὺς τόπους, καθά-. περ τὰ ἄλογα πρὸς τὴν ἀφθονωτέραν νομὴν μετεξανιστάμενοι· ἐφόδιον τῆς κατὰ τὴν τροφὴν ἐμπορίας. τὴν συμφορὰν περιφέροντες, καὶ πᾶσι τὴν νόσον ἀνθ᾽ ἱκετηρίας προτείνοντες. Καὶ τῶν χειραγωγούντων δι᾽ ἀῤῥωστίαν δεόμενοι, καὶ ἀλλήλους διὰ τὴν ἀπορίαν ὑποστηρίζοντες. Καθ᾿ ἑαυτὸν γὰρ ἕκαστος ἀσθενοῦντες, ἔρεισμα τῷ ἑτέρῳ γίνονται τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν λειπόντων χρώμενοι. Οὐ γὰρ καθ᾿ ἕνα φαίνονται· ἀλλά τι ἔχει καὶ ἡ ταλαιπωρία σοφὸν εἰς τὴν τοῦ βίου ἐπίνοιαν, τὸ μετ᾽ ἀλλήλων αὐτοὺς θέλειν ὁρᾶσθαι.·Ὄντες γὰρ καὶ καθ᾽ ἑαυτοὺς ἕκαστος ἐλεεινοὶ, ὡς ἂν μᾶλλον συμπαθεστέρους τοὺς ἀνθρώὉ ποὺς ποιήσειαν, προσθήκη τοῦ πάθους ἀλλήλοις γίνονται, τὸν πονηρὸν τῷ κοινῷ συνεισφέροντες ἔρανον, ἄλλος δι᾿ ἄλλης τινὸς συμφορᾶς ἕλεον ἑαντοῖς ἐρανέζοντες. Ὁ μὲν χεῖρας ἠχρωτηριασμένας προτείνων.","t":"How they were driven out by their parents for no wrong at all! How they are driven from common gatherings, from festivals and assemblies, like murderers, or far more unfortunate than they; since murderers may move elsewhere and live with people, but these alone of all are shown to be like common enemies everywhere, not thought worthy of a single roof, a common table, or the use of utensils. And this is not yet the worst: not even springs gush for them in common with other people, nor are rivers trusted not to carry off something of the pollution of the disease. If a dog laps the water with its bloodthirsty tongue, the water is not thought loathsome because of the beast; if the sick man comes near the water, at once the water too is banned because of the man. This is what they recount, this is what they lament. That is why the wretches cast themselves of necessity at people's feet, becoming suppliants of everyone who happens by. Often I have wept at this gloomy sight; often I have been vexed with nature itself; and now I am confounded at the memory. I saw a pitiable suffering, I saw a sight full of tears: people lying along the roads before the passers-by, or rather no longer people but wretched remains of those who were once people, needing tokens and marks to be believed. For they cannot be recognized as human by the features of nature; people who alone of all hate themselves, who alone keep their birthday with curses; for they reasonably hate that day which began such a life for them. People who are ashamed even to call themselves by the common name, so as not, by sharing the name, to bring insult on the common nature through themselves; living always with lamentations, having an unceasing occasion for their dirges. For as long as they see themselves, they always have grounds for lament, at a loss which to mourn more, the parts of the body that are no more or those that are left; what the disease has already consumed, or what is left for the disease; that they see such things on themselves, or that they cannot even see, since their sight has been dimmed by the disease; that they have such things to tell about themselves, or that they cannot even tell their sufferings, their voice having been taken by the disease; that they use such food, or that the disease does not let them take even that easily, since the decay of the parts about the mouth hinders eating; that they suffer the misfortunes of the dead while still feeling, or that they have been robbed of their senses as well. For where among them is sight? Where is smell? Where is touch? Where are the rest of the sense organs, which the rot devours as the disease spreads little by little? For this reason they wander through every place, moving on like the irrational animals to richer pasture, carrying their misfortune as provision for their trade in food, and holding out their disease to all in place of a suppliant's branch. They need people to lead them by the hand because of their sickness, and they prop one another up because of their want. For each, weak by himself, becomes a support to the other, using one another's limbs in place of those they lack. They do not appear singly; but even wretchedness has something wise in its contrivance for living, in their wishing to be seen together. For though each is pitiable by himself, in order to make people more compassionate they become an addition of suffering to one another, contributing to the common evil collection, each gathering pity for them all through his own misfortune. One holds out hands that have been mutilated …","f":"Gregory of Nyssa, <i>Paup. 2</i> 3 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-pauperibus-2/3)."},"gregory-nyssa-pauperibus-2/4":{"o":"ἄλλος γαστέρα προδειχνύων φλεγμαίνουσαν, καὶ πρόσὠπον ἠχρειωμένον ἕτερος, καὶ ἄλλος τὸ σκέλος ἀποὁ δὲ ὃ ἂν τύχοι τοῦ σώματος σας, ἐν ἐκείνῳ τὸ πάθος ἔδειξεν. ; ἄρα ἐξαρκεῖ τοσοῦτον πρὸς τὸ μηδὲν εἰς τὸν φύτεως νόμον ἐξαμαρτεῖν, αὐτὸ τοῦτο τὸ τραγῳδεῖν τὰ πάθη τῆς φύσεως, καὶ λόγῳ διασχευάζειν τὴν νόσον, καὶ πρὸς τὴν μνήμην παθαίνεσθαι; Ἥ τινος ἡμῖν καὶ ἔργου χρεία τοῦ ἐπιδεικνυμένου πρὸς τοὺς τοιούτους τὸ συμπαθὲς καὶ φιλάλληλον ; Ὃ γάρ εἰσιν αἱ σχιογραφίαι πρὸς τὰ ὄντως πράγματα. τοῦτο οἱ λόγοι διεξευὙμένοι τῶν ἔργων. Οὐ γὰρ ἐν τῷ λέγειν φησὶν ὁ Κύριος εἶναι τὴν σωτηρίαν· ἀλλ᾽ ἐν τῷ ποιεῖν τὰ ἔργα τῆς σωτηρίας. Οὐκοῦν ἀντιληπτέον ἡμῖν αὐτοῖς τῆς ὑπὲρ αὐτῶν ἐντολῆς. Μὴ γὰρ δὴ τοῦτο λεγέτω τις, ὡς ἱκανόν ἔστι πόῤῥω πον τῆς ἡμετέρας ζωῆς, ἐπέ τινος ἐσχατιᾶς ἀποιχισθεῖσι τὴν τροφὴν χορηγεῖν. Ἢ γὰρ τοιαύτη γνώμη͵͵ οὐχὶ ἐλέου τινὸς καὶ συμπαθείας ἀπόδειξιν ἔχει· ἀλλά τις εὐπρόσωπός ἐστιν ἐπίνοια, τοῦ παντελῶς τοὺς ἀνθρώπους τῆς ἡμετέρας ἐξορισθῆναι ζωῆς. Εἶτα οὐκ αἰσχυνόμεθα τὸν ἡμῶν αὑτῶν βίον, εἰ χοίρους, καὶ κύνας ὁμωροφίους ποιούμεθα; Οὐδὲ τῆς κοίτης ἑαυτοῦ πολλάκις ἀπείργει ὁ χυνηγέτης τὸν σχύλαχα. Οἶδε καὶ φιλήματι τὸν μόσχον ὁ γεωργὸς δεξιώσασθαι. Καὶ οὔπω τοῦτο πολύ· ἀλλὰ ταῖς ἰδίαις χερσὶ νίπτει τοὺς πόδας τοῦ ὄνου ὁ ὁδοιπόρος, καὶ βάλλει τὴν χεῖρα, καὶ ὑποχαθαίρει τὴν κόπρον, καὶ τῆς εὐνῆς ἐπιμελεῖται· τὸν δὲ ὁμογενῇ καὶ ὁμόφυλον, ἀτιμότερον καὶ τῶν ἀλόγων αὐτῶν ποιησόμεθα ; Μὴ ταῦτα, μὴ, ἀδελφοί αὕτη κατὰ τῶν ἀνθρώπων ἡ ψῆφος. Μνησθῆναι προσἥκει, τίνες ὄντες περὶ τίνων βουλευόμεθα· ὅτι περὶ ἀνθρώπων, ἄνθρωποι, οὐδὲν ἰδιάξον παρὰ τὴν κοινὴν φύσιν ἐφ᾽ ἑαυτῶν ἔχοντες. Μίαʼ πᾶσιν ἐπὶ τὸν βίον ἡ εἴσοδος· εἷς ὁ τῆς ζωῆς ἅπασι τρόπος, βρῶσις καὶ πόσις· ἡ τοῦ ζῇν ἐνέργεια ὁμοιότροπος· ἡ κατασκευὴ τῶν σωμάτων μία, καὶ ἡ καταστροφὴ τοῦ βίου ἅπαν τὸ σύνθετον εἰς διάλυσιν ἔρχεται. Οὐδὲν τῶν συνεστώτὼν παγίαν ἔχει τὴν σύστασιν. πομφόλυγος δίκην ἐπ᾽ ὀλίγου ἡμῶν· τῷ πνεύματι περιτεθέντος τοῦ σώματος· εἶτα ἀπέσδημεν, οὐδὲν ἴχνος τοῦ προσκαίρου καταλιπόντες τῷ βίῳ. Ἐν στήλαις καὶ λίθοις καὶ ἐπιγραφαῖς τὰ μνημόσυνα· καὶ οὐδὲ καῦτα εἰσαεὶ διαρχοῦντα. Ταῦτα τοίνυν ἐπὶ σεαυτοῦ λογιζόμενος, Μὴ ὑψη.Ἰοφρόνει, καθώς φησιν ὁ ᾿Απόστόλος, ἀλ.1ὰ ροδοῦ· ἄδηλον εἰ μὴ σαυτῷ νομοθετεῖς τὴν ἀπήνειαν. Φεύγεις, εἰπέ μοι, τὸν ἀῤῥωστήσαντα; Τί ἐγκαλεῖν ἔχων; Ὅτι διέφθαρται τὸ ὑγρὸν ἐν ἐκείνῳ, τῆς μελαίνης χολῆς τῷ ὑγρῷ παρεγχεθείσης ; Ταῦτα γὰρ ἔστιν ἰατρῶν ἀκούξιν, φυσιολογούντων τὰ πάθη. Τί οὖν ἀδικεῖ ὁ ἄνθρωπος, εἰ ῥευστὴ οὐσία οὖσα ἣ Ὁ φύσις καὶ ἄστατος, ἐπὶ τὸ εἴδος τοῦτο τῆς ἀῤῥωστίας ; Σὺ δὲ οὐκ ὁρᾷς καὶ ἐπὶ τῶν ὑγιαινόνπων σωμάτων, ὅτι τἄλλα τις εὐπαηῶν, φλυχτίοι πολλάκις ἢ ἀνθραχέῳ, ἢ τινι τοιούτῳ συνηνέχθη πάθει, ἐχθερμανθείσης πέρα τοῦ δέοντο: περὶ τὸ μέρος τῆς ὑγρασίας, καὶ διὰ τοῦτο φλεγμονὴν τε καὶ ἔρτυθος καί τινα πυαλώδη διαφθορὰν παθούσης ; Τί οὖν ;","t":"… another shows a swollen belly, another a ruined face, another a leg … and wherever in the body it happens, there the disease has shown itself. Is it enough, then, so as not to sin at all against the law of nature, simply to make a tragedy of the sufferings of nature, to elaborate the disease in words, and to be moved at the memory? Or do we need some deed as well that shows compassion and fellow-love toward such people? For what shadow-paintings are to real things, that are words stripped of deeds. For the Lord says that salvation is not in speaking but in doing the works of salvation. So we must take hold ourselves of the commandment concerning them. Let no one say that it is enough to supply food to them settled far off from our life at some frontier. For such a mind gives no proof of any mercy or compassion; it is a plausible device for banishing these people from our life altogether. Then are we not ashamed of our own life, if we make pigs and dogs share our roof? Often the hunter does not keep the puppy even from his own bed. The farmer knows how to greet the calf with a kiss. And this is not yet much: the traveller washes the feet of his donkey with his own hands, puts his hand to it, cleans away the dung, and takes care of its bedding. And shall we make one of our own kind and race of less account than the irrational animals themselves? Not so, not so, brothers, [let not] this be the verdict against human beings. We ought to remember who we are and about whom we are deliberating: that we are men deliberating about men, having nothing of our own beyond the common nature. There is one entrance into life for all; one manner of life for all, eating and drinking; the activity of living is alike; the make-up of bodies is one, and at the end of life every compound comes to dissolution. Nothing that is composed has a fixed composition. Like a bubble we [last] a little while, the body wrapped round the breath; then we are quenched, leaving no trace of our temporary existence in life. Memorials are in pillars and stones and inscriptions; and not even these last for ever. Considering these things in your own case, then, 'be not high-minded', as the Apostle says, 'but fear': it is unclear whether you are not laying down a law of harshness for yourself. Tell me, do you flee the man who has fallen sick? What charge have you against him? That the moisture in him has been corrupted, with black bile poured into the moisture? For this is what one hears from doctors explaining the causes of the disease. What wrong, then, does the man do, if nature, being a fluid and unstable substance, [turns] to this form of sickness? Do you not see even in healthy bodies that one who is otherwise well is often struck by a blister or a carbuncle or some such affliction, when the moisture in that part is overheated beyond what is right and so suffers inflammation, redness and a kind of purulent corruption? What then?","f":"Gregory of Nyssa, <i>Paup. 2</i> 4 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-pauperibus-2/4)."},"gregory-nyssa-pauperibus-2/5":{"o":"πολεμοῦμεν τῷ ἀῤῥωστήσαντι τῆς σαρκὸς μέρει ; ἐναντίον μὲν οὖν, ἅπαν τὸ ὑγιαῖνον τοῦ σύματος πρὸς τὴν τοῦ νενοσηχότος τρέπομεν θεραπείαν. Οὐκοῦν οὐ τὸ πάθος βδελυκτόν. Ἦ γὰρ ἂν καὶ ἐφ᾽ ἡμῶν αὐτῶν, τοῦ μέρους πουέσαντος, τὸ ὑγιαῖνον ἠλλοτριοῦτο τῆς θεραπείας τοῦ κάμνοντος, ᾿Αλλὰ τίς ἔστιν αἰτία, ἡ τῶν τοιούτων ἡμᾶς ἀφιστῶσα: Τίς αὕτη; Τὸ μὴ φοΘεῖσϑαι τὴν ἀπειλὴν τοῦ εἰπόντος, ὅτι Πορεύδσθε ἀπʼ ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον· ἐφ᾽ ὅσον γὰρ οὐκ ἐποιήσατε ἐνὶ τούτων, φησὶν, οὐδὲ ἐμοὶ ἐποιήσατε. Εἰ γὰρ ταῦτα οὕτως ἔχειν ᾧοντο, οὐκ ἂν τοιαύτην ἔσχον περὶ τῶν ἀῤῥωστούντων γνώμην, ὥστε ἀπωθεῖσθαι ἀφ᾽ ἑαυτῶν, καὶ μολυσμὸν οἴεσθαι τοῦ ἧμετέρου βίου, τὴν περὶ τοὺς ταλαιπωρουμένους σπουδήν. Οὐκοῦν εἰ πιστὸν ἡγούμεθα τὸν ἐπαγγειλάμενον, ἀντιληπτέον ἂν εἴη τῶν ἐντολῶν, ὧν ἄνευ οὐκ ἔστι τῶν ἐλπιζομένων ἀξιωθῆναι. Ξένος, καὶ γυμνὸς, καὶ τροφῆς ἐνδεὴς, ἀσθενῶν καὶ κατάχλειστος, καὶ πάντα σοι οὗτός ἐστιν, ὅσα ἐν τῷ Εὐαγγελίῳ προείρηται· ἁλήτης καὶ γυμνὸς περιέρχεται, γυμνὸς δὲ καὶ τῶν ἀναγκαίων ἐπιδεὴς, διὰ τὴν ἐπακολουθοῦσαν τῷ πάθει πενίαν. Ὁ γὰρ μῆτε τι τῶν οἴκοθεν ἔχων, μῆτε μισθωτὸς γενέσθαι δυνάμενος, ἐξ ἀνάγκης πάντως ἄπορος τῶν πρὸς τὴν ζωὴν ἐπιτηδείων ἐστίν· δεσμώτῆς τε ὑπὸ τῆς ἀῤῥωστίας πεπεδημένος. Οὐκοῦν ὅλον τὸ πλήρωμα τῶν ἐντολῶν ἐν τούτοις ἔχεις πλῃ ρούμενον, καὶ αὐτὸν τὸν τῶν ὅλων Κύριον ὑπόχρεῶών σοι διὰ τῆς εἰς τοῦτον φιλανθρωπία; γινόμενον. Τί οὖν φιλονεικεῖς κατὰ τῆς ἰδίας ζωῆς; Τὸ γὰρ σύνοικον ἑαυτῷ τὸν Θεὸν τῶν ὅλων μὴ ἐθελῆσαι ἔχειν, οὐδὲν ἄλλο ἐστὶν, ἣ καθ᾽ ἑαυτοῦ τινα ἰσχυρὸν γενέσθαι. Ὡς γὰρ διὰ τῆς ἐντολῆς εἰσοιχίξεται, οὕτω διὰ τῆς ἀπηνείας ἀποχωρίζεται.·Ἄρατε, φησὶ, τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς· ζξυ ὃν δὲ λέγει, τὴν τῶν ἐντολῶν ἐργασίαν. Ὑπακούσωμεν τῷ κελεύοντι, γενώμεθα τοῦ Χριστοῦ ὑποξζύγιον, ταῖς ζεύγλαις τῆς ἀγάπης ἑαυτοὺς ἐνδήσαντες. ἀποσεισώμεθα τὸν τοιοῦτον ξυγόν᾽ χρηστός ἔστιν, ἐλαφρός ἐστιν’ οὐ τρίδει τὸν αὐχένα τοῦ ὑπελθόντο;, ἀλλὰ λεαίνει. Σπείρωμεν ἐπ᾿ εὐλογίαις, φησὶν ὁ Παϊδος, ἵνα καὶ ἐπ᾽ εὐλογίαις ϑερίσωμεν. Πολύχους στάχυς ἐκ τῆς τοιαύτης ἀναδλαστήσει σπορᾶς. βα)ὺ τῶν ἐντολῶν τοῦ Κυρίον τὸ λήϊον: ὑψηλὰ τὰ τῆς εὖς Βούλει μαθεῖν εἰς ὅσον ἀνατείνεται ὕψος τῶν γεννη μάτων ἡ αὔξησις ; Αὐτῶν τῶν οὐρανίων ὑψωμάτων ἐφάπτεται.·Ὅσα γὰρ ἂν τούτοις ποιήσῃς, τοῖς οὐρανίοις θησαυροῖς χαρποφορεῖς. Μὴ ἀπελπίσῃς τῶν λεγομένων’ μὴ εὐκαταφρόνητον λογίσῃ τῶν τοιούτων τὴν φιλίαν. Ἢ χεὶρ ἢχροτηρίασται, ἀλλʼ οὐ πρὸς συμμαχίαν. Ὃ ποῦς ἠχρείωται, ἀλλὰ πρὸς τὸν Θεὸν οὐ κωλύεται τρέχειν. Ὁ ὀφθαλμὸς ἐξεῤῥύη, ἀλλὰ βλέπει διὰ τῆς ψυχῆς τὰ ἀγαθὰ τὰ ἀθέατα. Μὴ τοίνυν τὴν ἀμορφίαν χκατανόει τοῦ σώματος. Μικρὸν ἀνάμεινον, καὶ ὄψει τὸ παντὸς θαύματος ἀπιστότερον. Οὐ γὰρ ὅσα περὶ τὴν ὀευστὴν φύσιν συμδέδηχε, ταῦτα καὶ εἰσαεὶ παραμένει. ᾿Αλλʼ ὅταν ἐλευθερωθῇ τῆς πρὸς τὸ φθαρτόν τε καὶ γήϊνον συμπλοκῆς ἡ Ψυχὴ, τότε τῷ ἰδίῳ κάλλει ἐνωραΐζεται. Τεκμήριον δὲ, οὐκ τοῦ πτωχοῦ τὴν χεῖρα μετὰ τὸν βίον τοῦτον ὁ τρυφητὴς ἐκεῖνος πλούσιος· ἀλλ᾽ ἠξίου γενέσθαι αὐτῷ τόν ποτε διεφθορότα τοῦ πτωχοῦ δάκτυλον, τῆς τοῦ ὕδατος ʼσταγόνος διάκονον· ἐπιθυμῶν αὐτῇ τῇ γλώσσῃ τὴν περὶ τὸν δάκτυλον ἰκμάδα τοῦ πτωχοῦ περιλάψαι· οὐκ. ἂν τοῦτο ἐπιθυμήσας, εἰ τὴν ἐκ τοῦ σώματος ἀηδίαν τῷ χαρακτῆρι τῆς ψυχῆς ἐνεώρα. Ὅσα εἰκὸς πλούσιον· πόσα μακαρίζειν τῆς ἐν τῇ ζωῇ ταύτῃ δυσχληρίας τὸν πένητα· πόσα γχαταμέμφεσθαι τὴν ἑαυκοῦ λῆξιν, ὡς ἐπὶ κακῷ τῆς ψυχῆς ἀποχληριυθεῖσαν τῷ πλούτῳ· εἰ δὲ δὴ καὶ ἀναθιῶναι πάλιν ἐξῆν, ἐν τίσιν ἂν ἐδέξατο πάλιν γενέσθαι; ἾΑρʼ ἐν τοῖς κατὰ τὸν βίον τοῦτον εὐδαιμονοῦσιν, ἣ δυσχληροῦσιν ; ᾿Αλλ᾽ οὐκ ἄδηλον ὅτι προετίμησε τῶν δυσημερούντων τὸν κλῆρον. ᾿Αξιοῖ γὰρ γενέσθαι μηνυτὴν τοῖς ἀδελφοῖς ἐκ τῶν νεκρῶν τινά’ ὡς ἂν μὴ κἀκεῖνοι τῇ ὑπερηφανίᾳ τοῦ πλούτου βλαβέντες, ἐν τῇ τρυφῇ τῆς σλρχὸς ἐπὶ τὸ αὐτὸ χάσμα τοῦ ἄδου κατενεχθῶσι, διὰ τοῦ λείου τῆς ἡδονῆς ὀλισθήσαντες. Τί οὖν οὐ σωφρονιζόμεθα τοῖς τοιούτοις τῶν διηγημάτων ; Τί οὐκ ἐμπορενόμεθα τὴν καλὴν ἐμπορίαν, ἣν συμθουλεύει ὁ θεῖος ᾿Απόστολος ; Τὸ ὑμῶν περίσσευμα, φησὶν, εἰς τὸ ἐκείγων ὑστέρημα· ὡς ἂν τὸ περισσὸν τῆς ἐκείγων ἀνέσεως, ἐν τῷ μετὰ ταῦτα βίῳ καὶ ὑμῖν πρὸς σωτηρίαν ἀρκέσειεν. Εἰ τοῖνυν βουλόμεθα λαθεῖν τι χρηστὸν, προλαθόντες παράσχωμεν· εἰ ἀνεθῆναι μετὰ ταῦτα, νῦν ἀναπαύσωμϑν· εἰ δεχθῆναι παρ᾽ αὐτῶν εἰ: τὰς αἰωνίους σκηνὰς, νῦν αὐτοὺς ἐν ταῖς ἡμετέραις χαταδεξώμεθα᾽· εἰ θεραπευθῆναι τῶν ἁμαρτιῶν τὰ τραύματα, τοῦτο καὶ αὐτοὶ τοῖς σώμασι τῶν χεχαχωμένων ποιήσωμεν. Μακάριοι γὰρ οἱ ᾿Λλλ᾽ ἴσως ἐρεῖ τις, ἀγαθὴν μὲν εἰς ὕστερον εἶναι τὴν ἐντολὴν ᾿ νυνὶ δὲ μετάδοσίν τινα καὶ κοινωνίαν τοῦ πάθους διευλαδεῖται· καὶ διὰ τὸ μὴ παθεῖν τι τῶν ἀδουλήτων, φεύγειν οἴεται χρῆναι τὸν προσεγγισμὸν τῶν τοιούτων. Λόγοι ταῦτα, καὶ προφάσεις, καὶ πλάσματα, καὶ τῆς περὶ τὰς ἐντολὰς τοῦ Θεοῦ ῥᾳηυμίας εὐπρόσωπά τινα προχαλύμματα. Τὸ δ᾽ ἀληθὲς, οὐκ οὕτως ἔχει. Οὐδεὶς γὰρ ὕπεστι φόδος τῇ τῆς ἐντολῆς ἐργασίᾳ. Μηδεὶς κακῷ τὸ κακὸν θεραπενέτω. Πόσους γὰρ ἔστιν ἰδεῖν ἐκ νεότητος καὶ μέχρ: γήρως ταῖς θεραπείαις τούτων ἀποσχολάζοντας, καὶ οὐδέν τι τῆς κατὰ φύσιν εὐεξίας τοῦ σώματος διὰ τῆς τοιαύτης σπουδῆς ἀμαυρώσαντας ; Οὐδὲ γὰρ εἰκός ἔστι γενέσθα!: ταῦτα. ᾿Αλλ᾽ ἐπειδή τινα τῶν νοσημάτων, οἷον αἱ λοιμώδει; ἐπιφοραὶ, καὶ ὅσα τοιαῦτα τῆς ἔξωθεν αἰτίας ἢρτημένα, ὅταν ἐκ διαφθορᾶς ἀέρος ἣ ὕδατος γίνηται, ὕποπτα τοῖς πολλοῖς ἔστιν, ὡς ἐκ τῶν προεαλωχότων καὶ πρὸς τοὺς προτεγγίζοντας διαδαίνοντα, οὐδὲ ἐχεῖ τοῦ πάθους, ὡς οἶμαι, τῷ ὑγιαίνοντι τὴν ἀῤῥωογστίαν ἐκ διαδόσεως ἐμποιοῦντος· ἀλλὰ τῆς κοινῆς ἐπιφορᾶς τὴν ὁμοιότητα τοῦ ἀῤῥωστήματος αγούσπης, ἔσχεν αἰτίαν ἡ νόσος ἐκ τῶν προξαλωχότων καὶ εἰς τοὺς λοιποὺς διαδαίνουτα. Ἐνταῦθα δὲ ἔνδοθεν συνισταμένης τῆς τοῦ τοιούτου πάθους χατασχενῆς, καί τινα τοῦ αἵματος ἐκ τῆς παρεγχύσεως τῶν φθοροποιῶν χυμῶν διαφθορὰν ὑπομένοντος, ἐν τῷ κάμνοντι τὸ πάθος περιορίζεται· καὶ ὅτι ταῦτα οὕτως ἔχει, πάρεστι καὶ ἀπὸ τούτου μαθεῖν. Μή τις ἀπὸ τῶν εὐεκτούντων τοῖς ἀῤῥωστοῦσι κοινωνία τῆς κρείττονος ἕξεως γίνεται, χἂᾶν σφόδρα λιπαρῶς τῇ θεραπείᾳ προσμένωσιν ; Οὐκ ἔστι ταῦτα. Οὕτως οὖν εἰκὸς καὶ τὸ ἔμπαλιν, μηδὲ ἀπὸ τῶν ἀσθενούντων τοίνυν τὸ μὲν κέρδος τῆς ἐντολῆς τοσοῦτον, ὥστε βασιλείαν οὐρανῶν δι᾽ αὐτῆς ἑτοιμάζεσθαι, ζημία δὲ πρόσεστιν αὐτοῖς οὐδεμία τῷ σώματι τοῦ θεραπεύοντος· τί τὸ κωλύον ἐστὶ λοιπὸν, ἐνεργὸν εἶναι τὴν ἐνπολὴν τῆς ἀγάπης;","t":"Do we make war on the part of the flesh that has fallen sick? On the contrary, we turn the whole healthy part of the body to the care of the part that is diseased. So it is not the disease that is loathsome. Otherwise in our own case too, when a part was ill, the healthy part would be estranged from caring for the one that suffers. But what is the cause that keeps us away from such people? What is it? Not fearing the threat of the one who said, 'Depart from me into the eternal fire; for inasmuch as you did not do it to one of these,' he says, 'neither did you do it to me.' For if people thought these things were so, they would not hold such an opinion of the sick as to thrust them away from themselves and to think care for the wretched a pollution of our life. So if we consider him who promised to be faithful, we must take hold of the commandments, without which it is impossible to be thought worthy of what we hope for. A stranger, naked, in need of food, sick and shut in: he is all these things to you that were spoken of in the Gospel. He goes about a wanderer and naked, naked and lacking necessities because of the poverty that follows the disease. For he who has nothing from home and cannot become a hired worker is by necessity wholly without the means of life; and he is a prisoner, fettered by the sickness. So you have the whole fullness of the commandments fulfilled in these people, and the Lord of all himself made your debtor through your love for this man. Why then do you contend against your own life? For not to wish to have the God of all as one's housemate is nothing other than to become a strong [enemy] against oneself. For as he comes to dwell through the commandment, so he is separated through harshness. 'Take my yoke upon you,' he says; and by yoke he means the doing of the commandments. Let us obey him who commands, let us become Christ's beasts of burden, binding ourselves with the straps of love. [Let us not] shake off such a yoke: it is kind, it is light; it does not chafe the neck of the one who goes under it, but smooths it. 'Let us sow bountifully,' says Paul, 'that we may also reap bountifully.' An abundant ear will spring up from such sowing. Deep is the crop of the Lord's commandments; lofty are the [stalks] of beneficence. Do you wish to learn to what height the growth of the produce reaches? It touches the heavenly heights themselves. For whatever you do for these people, you bear fruit for the heavenly treasuries. Do not despair of what is said; do not think the friendship of such people easily despised. The hand has been mutilated, but not for alliance. The foot has been ruined, but it is not hindered from running to God. The eye has run out, but through the soul it sees the unseen goods. Do not, then, consider the deformity of the body. Wait a little, and you will see what is more incredible than any wonder. For what has happened to our fluid nature does not remain for ever; but when the soul is freed from its entanglement with what is corruptible and earthly, then it is adorned with its own beauty. Here is proof: that rich man who lived in luxury did not [shun] the poor man's hand after this life, but asked that the poor man's finger, once rotten, might become his servant for a drop of water, longing to lick with his very tongue the moisture on the poor man's finger; he would not have longed for this if he saw the repulsiveness of the body in the character of the soul. How much, we may suppose, did the rich man call the poor man blessed for his hard lot in this life! How much did he blame his own portion, allotted to wealth to the harm of his soul! And if it were possible to live again, among whom would he have accepted to be born? Among those who prosper in this life, or those who have a hard lot? It is not unclear that he would prefer the lot of the unfortunate. For he asks that someone from the dead become a messenger to his brothers, so that they too might not be harmed by the arrogance of wealth and be carried down in the luxury of the flesh to the same chasm of Hades, slipping on the smooth path of pleasure. Why then are we not brought to our senses by such stories? Why do we not carry on the good trade that the divine Apostle advises? 'Your abundance', he says, 'for their want', so that the surplus of their relief may suffice for your salvation too in the life hereafter. If, then, we wish to receive some good, let us give first; if we wish to be refreshed hereafter, let us give rest now; if we wish to be received by them into the eternal tents, let us receive them now into ours; if we wish the wounds of our sins to be healed, let us do this ourselves to the bodies of the afflicted. For 'blessed are the [merciful] …' But perhaps someone will say that the commandment is good for the future, but now he is wary of some transmission and sharing of the disease; and, so as not to suffer anything unwelcome, he thinks he must avoid coming near such people. These are words, pretexts and fictions, plausible screens for carelessness about God's commandments. The truth is not so. No fear underlies the doing of the commandment. Let no one cure evil with evil. For how many can be seen spending their time from youth to old age in caring for these people, without dimming at all the natural good health of the body by such zeal? Nor is it likely that this should happen. But since some diseases, such as pestilent attacks and all such as depend on an external cause, when they arise from corruption of air or water, are suspected by most people of passing from those already seized to those who come near (although there too, in my view, it is not the disease that produces the sickness in the healthy person by transmission; rather, since the common attack produces a similar sickness, the disease was thought to pass from those seized first to the rest), here, by contrast, the constitution of such a disease forms from within, and the blood undergoes a corruption from the pouring in of destructive humours, and the disease is confined to the sufferer. That this is so may also be learned from this: does the better condition of the healthy pass to the sick by sharing, however earnestly they persist in caring for them? It does not. So it is likely that the reverse holds too, and [nothing passes] from the sick … Since, then, the gain from the commandment is so great that the kingdom of heaven is prepared through it, while no harm comes from them to the body of the one who cares for them, what is there left to prevent the commandment of love from being put into practice?","f":"Gregory of Nyssa, <i>Paup. 2</i> 5 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-pauperibus-2/5)."},"gregory-nyssa-pauperibus-2/6":{"o":"᾿Αλλ᾽ ἐπίπονον λέγεις εἶναι τὸ ϑιάσασθα: φυσικῶς τὰ τοιαῦτα μυσαττομένην τῶν πολλῶν τὴν ἕξιν; Καλῶς· συντίθεμαι τῷ λόγῳ, ὅτι ἐπίπονον. Τί δὲ ἄλλο τῶν κατ᾽ ἀρετὴν τελουμένων ἄπονον δείξεις : πολλοὺς ἱδρῶτας καὶ πόνους τῶν οὐρανίων ἐλπίδων προσέταξς νόμος, καὶ δυσπόρευτον τὴν ἐπὶ τὴν ζωὴν ὁδὸν τοῖς ἀνθρώποις ὑπέδειξε, τοῖς ἐπιπόνοις καὶ τραχυτέροις τῶν ἐπιτηδευμάτων ἁπανταχόθεν ἀποστενώσας. Στενὴ γὰρ καὶ τεθλιμμένη, φησὶν, ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Τί οὖν; Διὰ τοῦτο τῆς ἐλπίδος ἐκείνης τῶν ἀγαθῶν ἀμελήσωμεν, ὅτι μὴ μετὰ ῥᾳατώνης ἔξεστι κτήσασθαι ; Ἑρωτήσωμεν τὴν νεότητα, εἰ μὴ ἐπίπονος ἡ σωφροσύνη δοκεῖ, ἣ τὸ ἀναίδην ταῖς ἐπιθυμίαις κεχρῆσθαι, τῆς ἐγχρατοῦς διαγωγῆς μὴ πολὺ ποθεινότερον. ἾΑρ; οὖν διὰ τοῦτο τὸ μὲν ἡδύ τε καὶ εὐπετὲς ἀνθεξόμεθα, πρὸς δὲ τὸ τραχὺ τῆς ἀρετῆς ἀποκνήσομεν ; Οὐ ταῦτα δοκεῖ τῷ τῆς ζωῆς νομοθέτῃ, τῷ τὴν πλατεῖαν καὶ κατωφερῇ καὶ εὐρύχωρον ὁδὸν κατὰ τὸν βίον χωλύσαντι. Εἰσέλλθετε γὰρ, φησὶ, διὰ τῆς στενῆς καὶ τεθλιμμένης. Οὐκοῦν καὶ ἐνταῦθα ἕν τῶν διὰ πόνου κατορθουμένων καὶ τοῦτο νομίσωμεν, τὸ ἀγαγεῖν εἰς συνήθειαν ἀποξενουμένην τοῦ βίου τὴν ἐντολὴν, καὶ τὴν φυσικὴν τῶν ὑγιαινόντων ἀποστροφὴν τῇ ἐπιμονῇ τοῦ πράγματος θεραπεύσων μεν. Δεινὴ γάρ ἐστιν ἡ συνήθεια καὶ τοῖς δυσχολωτέροις εἶναι δοκοῦσιν ἡδονήν τινα διὰ τῆς ἐπιμονῆς ἐνεργάσασθαι. Μὴ τοίνυν λεγέτω τις, ὡς ἐπέπονον, ἀλλ᾽ ὅτι ἐπωφελὲς τοῖς μετιοῦσι τὸ κατορθούμενον. Καὶ ἐπειδὴ μέγα τὸ κέρδος, ὑπεροπτέον τοῦ πόνου, διὰ τὸ κέρδος. Ἡδὺ δὲ τῷ χρόνῳ τὸ τέως ἐπίπονον διὰ τῆς συνηθείας γενήσεται. Εἰ δὲ δεῖ καὶ τοῦτο προσθεῖναι τοῖς εἰρημένοις, ὅτι καὶ παρ᾽ αὐτὸν τοῦτον τὸν βίον ἐπωφελής ἐστι τοῖς ὑγιαίνουσιν ἡ πρὸς ἀτυχοῦντας συμπάθεια· καλὸς γάρ ἔστι τοῖς νοῦν ἔχουσιν ἔρανος ἐλέου, ἐν ταῖς ἑτέρων δυσπραΥίαις προαποχείμενος. Ἐπειδὴ γὰρ μιᾷ φύπει διοικεῖται πᾶν τὸ ἀνθρώπινον, καὶ οὐδὲν ἔχει οὐδεὶς τῆς διηνεκοῦς εὐπραγίας βέθαιόν τι παρ᾽ ἑαυτῷ τὸ ἐνέχυρονʼ διὰ παντὸς προσήκει μεμνῆσθαι τοῦ εὐαγγε, λιχοῦ παραγγέλματος, τοῦ ϑυμδουλεύοντος, ἅπερ ἂν θέλωμεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι, ταῦτα ποιεῖν, Κοινὴ ἡ θάλασσα, κοινὸν τὸ χλυδώνιδν, κοινὴ τῶν κυμάτων ἢ ταραχή· ὄφαλοι καὶ σπιλάδες καὶ ὀχόπελοι, καὶ τὰ λοιπὰ τῆς τοῦ βίου ναυαγίας κατὰ ἴδον παρέχει τοῖς ναυτιλλομένοις τὸν φόθον. Ἕως ἀπαθὴς εἶ, ἕως ἀκινδύνως διαπλέεις τοῦ βίου τὴν θάλασσαν, μὴ παρέλθῃς ἀνηλεῶς τὸν προσπταίσαντα, Τίς ἐγγνητῆς σοι τῆς διηνεκοῦς εὐπλοῖας ; Οὔπω χατῆρας εἰς τὸν λιμένα τῆς ἀναπαύσεως· οὕπω τῶν κυμάτων ἐκτὸς ἔστηκας οὔτι σοι βέδηχεν ἐπὶ σταθερὸῦ ἡ ζωή. Ἔτι φέρῃ διὰ τοῦ βίου πελάγιος. Οἷον σεαυτὸν δείξεις τῷ συμπλέοντας. ᾿Αλλὰ πάντες καταντήσαιμεν εἰς τὸν λιμένα τῆς ἀναπαύσεως, τῷ ἁγίῳ Πνεύματι πρὸς τὴν προκειμένην τοῦ βίου ναυτιλίαν διευδιάξοντες, Παρείη δὲ ἡμῖν ἡ διὰ τῶν ἐντολῶν ἐργασία, καὶ τὸ ὄωμεν τὴν γῆν τῆς ἐπαγγελίας, ἐν ἦ ἡ πόλις ἐστὶν ἡ μεγάλῃ, ἧς τεχνίτης καὶ δημιουργός ἐστιν ὁ Θεὸς ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν","t":"But you say it is laborious to force the condition of most people, which naturally loathes such things? Very well; I agree with the argument that it is laborious. But what other thing done for virtue will you show to be without labour? The law has prescribed much sweat and labour for the heavenly hopes, and has shown people that the road to life is hard to travel, narrowing it on every side with laborious and rougher pursuits. For 'narrow and hard', he says, 'is the way that leads to life.' What then? Shall we for this reason neglect that hope of good things, because it cannot be gained with ease? Let us ask youth whether chastity does not seem laborious, and whether using one's desires shamelessly is not much more attractive than a self-controlled way of life. Shall we then for this reason hold on to what is pleasant and easy, and shrink from the roughness of virtue? This is not the view of the lawgiver of life, who forbade the broad, downhill and spacious road in this life. For 'Enter', he says, 'through the narrow and hard way.' So here too let us count this among the things achieved through labour: to bring into habit the commandment that is foreign to our life, and to cure the natural aversion of the healthy by persisting in the practice. For habit is powerful at producing, through persistence, a certain pleasure even in things that seem more difficult. Let no one say, then, that it is laborious, but that what is achieved is profitable to those who pursue it. And since the gain is great, the labour must be disregarded for the sake of the gain. What is laborious for the moment will in time become pleasant through habit. And if this too must be added to what has been said: even for this very life, compassion toward the unfortunate is profitable to the healthy. For to sensible people a store of mercy laid up beforehand in the misfortunes of others is a good thing. For since the whole human race is governed by one nature, and no one has in himself any secure pledge of lasting good fortune, we ought always to remember the precept of the Gospel which advises us to do whatever we wish people to do to us. The sea is common, the surge is common, the turmoil of the waves is common; reefs and rocks and crags and the other dangers of life's shipwreck give the same fear to all who sail. While you are unharmed, while you sail the sea of life without danger, do not pass by mercilessly the one who has struck a rock. Who is your guarantor of a lasting good voyage? You have not yet put in to the harbour of rest; you have not yet stood outside the waves; your life does not yet stand on firm ground. You are still carried on the open sea through life. Show yourself to your fellow sailor such as [you would wish him to be to you]. But may we all come to the harbour of rest, sailing calmly by the Holy Spirit through the voyage of life set before us. May the doing of the commandments be ours, and may we see the land of promise, in which is the great city whose craftsman and maker is our God, to whom be glory and power for ever and ever …","f":"Gregory of Nyssa, <i>Paup. 2</i> 6 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-pauperibus-2/6)."}}