{"gregory-nyssa-quadraginta-martyres-1/1":{"o":"Οἷς ἀνιᾶσθαι τοὺς πολλοὺς στοχάζομαι, τούτοις αὐτὸς ἀγάλλομαι τὴν διάνοιαν. ᾿λΑηδὲς γὰρ, ὡς εἰκὸς, τοῖς πολλοῖς τὸ ἐν ἀλλήλοις συνθλίδεσθαι, ἐμοὶ δὲ τοῦτο κεφάλαιον εὐφροσύνης ἐστίν. Εὐφραίνεται γὰρ ὀφθαλμὼὺς τοῦ ποιμένος, τὸ ποίμνιον βλέπων ὑπὸ πλήθους στενοχωρούμενον, καὶ τῆς μάνδρας ὑπερχεόμενον. καίτοι γε οὐ μικρὰ τῶν προδάτων ἔπαυλις, ἀλλὰ στενὴν ποιεῖ τὴν εὐρυχωρίαν εὐθηνούμενον τῷ πλήθει τὸ ποίμνιον. Τοιοῦτόν τι καὶ περὶ τὸν Κύριον ὁ Πέτρος ἰδὼν ἀπεκρίνατο λέγων, ὅτι, ὄουσιν. ἴθῦντως, καθώς φησί που ὁ θεῖος ᾿Απόστολος, θλίδεσθαι καὶ μἢ στενοχωρεῖσθαι τοῦτό ἐστι. Παντὶ γὰρ, φησὶ, θλιθόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι. Ἐγὼ δὲ τίνα προχειρίσομα: λόγον ἐπὶ τοῦ τοιούτου συλλόγου; Τίς δώσει μοι φωνὴν σάλπιγγος ὑψηλοτέραν, ὥστε ὑπερηχῆσαι τὸ πλῆθος, καὶ ταῖς ἀκοαῖς τῶν συνειλεγμένων ἐναποθέσθαι τὰ ῥήματα ; Πρὸς τί τῶν ἀνεγνωσμένων τρέψας ἐμαυτοῦ τὴν διάνοιαν, πρόσφορον ἐξεύρω τοῖς παροῦσι τὸν λόγον ; Πολὺς ὁ Ἰὼδ παιδεύων εἰς ἀνδρείαν τὸν βίον τοῖς καθ᾽ ἑαυτὸν ὑποδείγμασι, πολὺς ὁ Παροιμιαστὴς τοῖς αἰνίγμασι. ΤΊ δ᾽ ἄν τις εἴποι περὶ τοῦ ἱεροῦ ᾿Αποστόλου, ὃς ἐκ τῶν ἀῤῥήτων ῥημάτων ἐκείνων ἃ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναί φησι κατανόησιν, τάχα διὰ τῆς πρὸς ᾿ἘΕφεσίους διδασκαλίας καὶ ἡμῖν ὑπελάλησε τὸν ἀπόῤῥητον ἐν τῷ σταυρῷ λόγον, δι᾽ αἰνιγμάτων ἀνακαλύπτων. Τοιαῦτα δὲ ἕτερα καὶ τὰ ἐκ τῆς ψαλμῳδίας μυστήρια, ἀνάμνησις, καὶ στηλογραφία, καὶ ἐπιλήνιος. Ταῦτα ς γὰρ ἐν ταῖς ἐπιγραφαῖς τῶν ὑπαναγνωσθέντων ἡμῖν ψαλμῶν κατανοήσαντες, οὐ μικρὰν ὁρῶμεν ἀφορμὴν τῷ λόγῳ διὰ τῶν αἰνιγμάτων διδομένην. ᾿Αλλ᾽ ἐμοὶ τὸ μὲν τοῖς εἰρημένοις ἐπεξελθεῖν, εὔκαιρον εἶναι δοκεῖ δευτένῳ ταμιεύσασθαι χρόνῳ ἐπιθυμῶ δὲ τῆς παρούσης χάριτος πρόσφορόν τινα καὶ κατάλληλον ἐξευρεῖν τὴν φωνήν. Τίς οὖν ἐστιν αὕτη; Οἶδά τινα νόμον τῆς φύσεως ἴδιον, αὑταῖς ταῖς θείαις πλαξὶν ἐντετυπωμένον παρὰ τοῦ νομοθέτου τῆς φύσεως· πᾶσαν ἀγαθὴν ἁμοιθδὴν τοῖς ἰδίοις γονεῦσιν ἐχτιννύναι κελεύει, ὅσην ἂν ἡ δύναμις φέρει, Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σοῦ, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις, ἵνα εὖ σοι γένηται. Εὶ δὲ πρωτεύει κατ᾽ ἐπαγγελίαν οὗτος ὁ νόμος, καὶ τὸ κατόρθωμα τούτου ἴδιον κέρδος τοῦ φυλάσσοντος γίνεται (ἑπαναστρέφει γὰρ ἡ εἰς τοὺς γονέας τιμὴ εἰς τὸν πεπληρωκότα τὸν νόμον)· καλῶς ἂν ἔχοι πάντα τόν γε νοῦν ἔχοντα πρὸς ταύτην βλέπεῖν τὴν ἐντολὴν, ἧς τὸ πέρας εὐεργεσία καὶ χάρις τοῦ ποιήσαντος γίνεται. Οἱ μὲν οὖν τῆς σαρκὸς ἡ λῶν πατέρες, τῇ καθ᾽ ἑαυτοὺς γενεᾷ κατὰ τὸν ἐξ ἀρχῖς δεεῖς εἰσι τῆς ἡμετέρας τιμῆς, ἔξω τοῦ βίον πάλαι γενόμενοι, ὡς μὴ δυνατὸν εἶναι τὸν τοιοῦτον πληρῶσαι νόμον, τῶν ὑποδεχομένων τὴν εὐποιίαν οὐκ δντων. Ὁ δὲ νόμος ἐνεργοῦντας ἡμᾶς ἐπιτυγχάνειν τῆς ἐπαγγελίας κελεύει. Οὐδὲ γάρ δυνατὸν τοὺς ἀργοῦντας ἔχειν τῶν ἐνεργούντων τὰ ἔπαθλα. Τί οὖν χρῇ πράττειν, τῶν γονέων οὐκ ὄντων, τὸν καὶ τῆς ἐπαγγελίας ἐρῶντα, καὶ ὅπως ἂν τύχῃ τῆς σπουδῆς ταύττς ; Ναὶ λύει πάντως τὴν ἀμηχανίαν ταύτὴν ἡμῖν τὰ ὁρώμενα. Ὑμᾶς γὰρ βλέπων, οὐδὲν δέομαι πατέρας ἄλλους περιεργάζεσθαι. Ὑμεῖς γὰρ ἐστέ μου πατέρες, οἱ καὶ αὐτῶν μοι τῶν πατέρων πατέρες. Ἡ γὰρ πατρὶς τῶν γεννησαμένων ἐν ἑαυτῇ περιέχει καὶ τὸ τῶν γεγεννηκότων ἀξίωμα. Τί οὖν ποιήσαντες τὸν ( τῆς τιμῆς ὑμῖν νόμον ἀποπληρώσομεν ; Ἐὐγνώμων μὲν γάρ τις παῖς καὶ φιλόστοργος, τὸ γηραιὸν τῆς τοῦ πατρὸς ἡλικίας διὰ τῆς παρ᾽ ἑαυτοῦ θεραπείας ἀνανεούμενος, ὑπερείδει τὸ σαθρὸν τῆς ἀσθενείας, αὐτὸς τῷ πατρὶ τὰ πάντα γενόμενος. Ὅθεν ἔστιν ἰδεῖν ἀνηδάσχοντα ἐν τῷ παιδὶ τὸν πατέρα. Καί που καὶ χεὶρ πρεσθυτιχὴ καὶ νεότητος ἑαυτὴν ἀναπαύουσα, ἐκχαρποῦται τοῦ νέου τὴν δύναμιν, καὶ ἡ τῶν ποδῶν κίνησις ἤδη τῇ ῥικχνότῆτὶ τῶν μελῶν ἐποχλάζουσα, ἐνεργὸς διὰ τῆς τοῦ τέκνου σπουδῆς γίνεται, Κἂν ἁμαυρωθῇ διὰ τὸν χρόνον ἡ ὄψις, πάλιν διὰ τοῦ παιδὸς ὁ πρεσδύτης ὀξυδερχὴς γίνεται, πρὸς τὰ τῆς ζωῆς ἀναγκαῖα χειραγωγούμενος. Ὑμεῖς δὲ ἡ πατρὶς, Ὁ οὐκ οὕτως ἔχετε ὡς τούτων ἐπιδεῖσθαί τινος, … Τί οὖν πράττοντες τὴν εὐλογίαν τῆς ἐντολῆς χαρΤί τῶν χεχαρισμένων ὑμῖν μεν, μηδενὸς τῶν ἀγαθῶν ὑμῖν λείποντος; Ἢ καὶ αὑτὸ τὸ διηγήσασθαι τὰ προσόντα καλὰ, τιμῆς ἂν εἴη τῆς χρεωστουμένης ὑμῖν; Οὐκοῦν καιρὸς ἂν εἴη ταῦτα λέγειν, οἵοις καὶ ὅσοις ὁ ὑμέτερος βίος ἐγχαλλωπίζεται. Μᾶλλον δὲ οὐχὶ λέγειν, ἀλλὰ καὶ δεικνύειν πάρεστιν. Ἦ που δὲ οἴεσθε τὰ κοινὰ ταῦτα καὶ πρό. χεῖρα λέγειν; Γῆς εὐφορίαν, καὶ καρπῶν ἀφθονίαν, καὶ ποταμὸν διαιροῦντα τὴν οἴκησιν; Τουτονὶ λέγω τῷ κύκλῳ τοῦ πεδίου τὸ ῥεῖθρον ἑαυτοῦ χκατααλείοντα, καὶ λίμνην γινόμενον, ὃς καὶ πρὸ τοῦ λιμνάζεῖιν καὶ μετὰ τοῦτο πρὸς τὴν ἑκάστου χρείαν τῶν ἐνοικούντων τεμνόμενος, ἄλση τε καὶ λειμῶνας φιλοτεχνῶν διεξέρχεται, καὶ μυρίας παρέχει τοῖς οἰκοῦσι τὰς χάριτας, πρὸς πᾶσαν ἐπιθυμίαν τῶν οἰκητόρων ἧς πόλεως ἑαυτὸν διασχίζων. Αλλοι ταῦτα λεγέτωσαν, οἷς καὶ ὁ λόγος ὑπηρετεῖ πρὸς τὸν ὄγκον, καί τινα φέρει φιλοτιμίαν τοῖς γεγυμνασμένοις, ἔκ τῶν ποιούτων αὔξων τῇ πατρίδι τὸν ἕπαινον. Κοσμικὸς δέ τις ἀνὴρ, καὶ τῇ ζωῇ ταύτῃ τὰ καλὰ κρίνειν εἰδὼς, προστιθέτω τοῖς ἐπαίνοις, εἰ δοκεῖ, καὶ τὸν ἕτερον τῶν ποταμῶν. Τοῦτον λέγω τὸν γείτονα, ὅς διὰ τὸ μέγεθος τοῖς ὀνομαστοῖς τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἐναρίθμιος ὧν, ἀπὸ τῆς ἡμετέρας ἀρχόμεψος ἐν χρόνῳ παραμείδει τὴν πόλιν, οὐ μικρὰν τὴν παρ᾽ ἑαυτοῦ χάριν εἰς προσθήκην κάλλους τε καὶ τῆς συνεῤγίας τοῦ βίου δι᾽ ἑαυτοῦ συνεισφέρων. Κἂν οἱχιστὰς καταλέγειν δέῃ, κἄν ἐξ ἀποικίας τὰ γένη τῶν οἰκητόρων ἀποσεμνύνειν, κἄν τινα χειρὸς πολεμικῆς κατορθώματα τοῖς καθ᾽ ἡμᾶς προσδιηγήμασι· τρόπαια, καὶ μάχαι, καὶ τὰ ἐξ ἀριστείας θαύματα, ὅσα καῦτα τοῦ ἡμετέρου χοροῦ. Αἰσχύνεται γὰρ χριστιανὸς λόγος ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς φιλοχρίστοις πὰς εὐφημίας χαρίζεσθαι, ὥσπερ οἱ τὴν σκιὰν τοῦ ἀριστέως πρὸ τῶν τροπαίων σεμνύνοντες. Οὐκοῦν τεπράφθω πρὸς τὰ παρόντα ὁ λόγος, καὶ ὑπ᾽ ὄψιν ἡμῖν ἀγαγέτω τὸν καρπὸν τὸν ὑμέτερον. Σιγάσθω τοῦ κόσμου καλὰ, κἂν ἐκ περιουσίας πλεονάζῃ τῷ λόγῳ καὶ ἡ τοιαύτη τῶν ἐγκωμίων ὑπόθεσις, Οὐδὲ γὰρ ὃ οὐρανὸς ὅλος, ὃ δὴ κάλλιστόν τε καὶ μέγιστον ὧν ἐν τῇ κτίσει πάντων ἐστὶν, οὔτε αἱ τῶν φωστήρὼν αὐγαὶ, οὔτε τῆς γῆς τὸ πλάτος, οὔτε ἄλλο τι τῶν στοιχειωδῶς τῷ παντὶ ὑποκειμένων μέγα τι καὶ θαύματος ἄξιον οἶδεν ὁ θεόπνευστος λόγος. Πεπαίδευμαι τῷ θείῳ πρϑστάγματι πρὸς μηδὲν τῶν παρερχομένων θαυμαστικῶς διατίθεσθαι.","t":"What I guess distresses most people gladdens my own mind. For being crushed together is, naturally, unpleasant to most, but to me it is the height of joy. For the shepherd's eye is gladdened when he sees the flock cramped by its numbers and overflowing the fold. And yet the sheepfold is not small; but the flock, thriving in numbers, makes the spacious place narrow. Peter saw something of this kind around the Lord and answered, saying that [the crowds press upon you] … This is truly, as the divine Apostle says somewhere, to be pressed and not cramped. For 'in everything', he says, 'pressed, but not cramped.' But what speech shall I bring forward at such a gathering? Who will give me a voice louder than a trumpet, to sound over the crowd and lodge my words in the ears of those assembled? To which of the readings shall I turn my mind, to find a speech suited to those present? Job is great, training life to courage by his own examples; the Proverb-writer is great in his riddles. And what would one say of the holy Apostle, who, from those unspeakable words which he says are beyond human understanding, has perhaps through his teaching to the Ephesians whispered to us too the unspeakable word in the cross, unveiling it in riddles? Of this kind too are other mysteries from the psalmody: 'remembrance', and 'inscription on a pillar', and 'for the winepress'. For when we consider these in the titles of the psalms read to us, we see no small occasion given to speech through the riddles. But to pursue what has been said seems to me fitting to reserve for another time; and I desire to find a word suited and fitting to the present grace. What, then, is it? I know a certain law of nature of its own, engraved on the divine tablets themselves by the lawgiver of nature: it commands us to repay every good return to our own parents, as far as our power allows. For 'Honour', it says, 'your father and your mother', which is the first commandment with promises, 'that it may be well with you.' And if this law is first in promise, and its fulfilment becomes the gain of the one who keeps it (for the honour given to parents returns to the one who has fulfilled the law), it would be well for everyone with sense to look to this commandment, whose end is benefit and favour to the one who does it. Now the fathers of our flesh, [each] in his own generation according to the original … have no need of our honour, having long been out of this life, so that it is not possible to fulfil such a law, since those who would receive the kindness are not there. But the law commands us to obtain the promise by acting. For those who are idle cannot have the prizes of those who act. What, then, must one do whose parents are no more, who yet loves the promise, and how may he attain this aim? Indeed what I see wholly solves this difficulty for us. For seeing you, I have no need to seek out other fathers. For you are my fathers, who are fathers even of my fathers. For the homeland of those who begot us contains in itself the dignity of those who begot. What, then, shall we do to fulfil for you the law of honour? A grateful and affectionate son, renewing his father's old age by his care, props up the frailty of his weakness, himself becoming everything to his father. So one can see the father growing young again in his son. The old man's hand, resting itself on youth, reaps the strength of the young man; and the movement of the feet, already giving way through the shrivelling of the limbs, becomes active through the child's zeal. And if the sight is dimmed by time, the old man again becomes sharp-sighted through his son, led by the hand to the necessities of life. But you, my homeland, are not so placed as to need any of these things … What, then, shall we do to [reap] the blessing of the commandment? What [can we add] to what has been given you, when you lack none of the good things? Or would the very recounting of the fine things you possess be part of the honour owed to you? Then it would be time to say with what and how many things your life is adorned. Or rather, it is possible not only to say but to show. Do you perhaps think I shall speak of these common and ready things: the fertility of the land, the abundance of fruits, and the river that divides the settlement? I mean this one, which closes its stream round the circle of the plain and becomes a lake, and which, both before it forms the lake and after, is cut for the need of each of the inhabitants, passes skilfully through groves and meadows, and provides countless favours to those who live there, dividing itself for every desire of the city's inhabitants. Let others say these things, whose speech serves them for grandeur and brings some distinction to the practised, increasing the praise of the homeland from such things. And let some worldly man, who knows how to judge the good things of this life, add to the praises, if he likes, the other river too: I mean our neighbour, which, numbered for its size among the famous rivers of the world, begins from our territory and in time passes by the city, contributing no small favour of its own to the beauty and to the support of life. And if founders must be listed, or the races of the inhabitants glorified from their colonial origin, or feats of a warlike hand added to our stories (trophies and battles and wonders of valour), all these are [foreign] to our chorus. For Christian speech is ashamed to offer praises to lovers of Christ from things outside the faith, like those who glorify the hero's shadow before his trophies. So let the speech turn to what is present, and bring before our eyes your fruit. Let the fine things of the world be silent, even if such a subject of praise abounds for speech in plenty. For divinely inspired speech knows nothing great and worthy of wonder in the whole heaven, which is the most beautiful and greatest of all things in creation, nor in the rays of the luminaries, nor in the breadth of the earth, nor in anything else that underlies the universe as an element. I have been taught by the divine command to be disposed with wonder toward nothing that passes away.","f":"Gregory of Nyssa, <i>Mart. 40 (1)</i> 1 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-quadraginta-martyres-1/1)."},"gregory-nyssa-quadraginta-martyres-1/2":{"o":"Εἰ οὖν πᾶς οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ ῃῇ ἅπαν τοῦ κόσμου παράγει τὸ σχῆμα, καθώς φησιν ὁ ᾿Απόστολος· πῶς ἄν τις εὐπρεπὲς εἶναι νομίσειε, γῆς ἡμῖν καὶ ὕδατος εὐφορίαν εἰς ἁφορμὴν ἐπαίνων προδάλλεσθαι; Εἰ γὰρ καὶ πρόσεστι τῷ καθ᾽ ὑμᾶς τόπῳ πλέον, ἣ καὶ ἐν ἄλλοις, τὰ τοιαῦτα τῆς γῆς προπερήματα, ἀλλὰ συγκρίσει τῶν ὑμετέρων καλῶν ἀντ᾽ οὐδενὸς οἶδεν ἐκεῖνα παρατρέχειν ὁ λόγος. Οὐκοῦν πρὸς τὰ προτιμότερα τῇ φύσει ταῖς εὐφημίαις τρεπώμεθα. Ταῦτα δὲ οὐκέτι διὰ λόγων ἡμῖν δειχθήσεται, ἀλλ᾽ εἰς αὐτὸ πάρεστι βλέπειν τῶν ὑμετέρων ἀγαθῶν τὸ κεφάλαιον. Τίς γὰρ οὐκ οἷδε τὸν καρπὸν τὸν ὑμέτερον, ὅτι ὑμεῖς τὸν τῶν μαρτύρων ἐθλαστήσατε στάχυν, τὸν πολύχουν τοῦτον, καὶ ὑπὲρ τοὺς πριάχοντα τῷ πλήθει τῶν καρπῶν πλατυνόμενον ; Ὁρᾶτε τὴν ἱερὰν ταύτην ἄρουραν· ἐντεῦθεν τῶν μαρτύρων τὰ δράγματα. Εἰ ζητεῖς μαθεῖν τίνα λέγω τὴν ἄρουραν, μὴ πόῤῥω τοῦ παρόντος περισχοπήσῃς. Τίς ὁ τόπος ὁ περιέχων τὸν σύλλογον ; Τί σοι λέγει ἦ ἐνιαύσιος τοῦ κύκλου περίοδος ; Ποϊά σοι διηγήματα ἡ τῆς ἡμέρας ταύτης ὑπόμνησις ἧκει κομίζουσα : Ἀρ᾽ οὐ λαλιαΐ τινές εἶσι, καθώς φησιν ὁ Προφήτης, καὶ λόγοι, ὧν οὐχὶ μόνον ἀκούονται αἱ φωναὶ, αὐτῶν παντὸς λόγου εὐτονώτερον διηγούμεναι τὰ θαύματα; Ἂν εἰς τὸν τόπον ἀπίδῃς, αὐτὸς εἶναί φησι τῶν μαρτύρων τὸ στάδιον - ἂν τὴν ἡμέραν λογίσῃ, οἷόν τες κήρυξ μεγαλόφωνος ἀνακηρύττει τῶν μαρτύρων τὸν στέφανον. Ταῦτά μοι δοκῶ τῆς ἡμέρας ἐμθοώσης ἀκούειν· ὅτι ἄλλη μὲν τῇ δημιουργίᾳ τῶν ξωστήρων σεμνύνεται, ἄλλη δὲ τῷ οὐρανῷ, καὶ ἑτέρα τῇ κατασκευῇ τῆς γῆς ἐπαγάλλεται. Ἐμοὶ δὲ ἀρκεῖ πρὸς κόσμον τὰ τῶν μαρτύρων θαύματα· ἀρκεῖ τῷ κάλλει τῶν στεφάνων ἐγκαλλωπίζεσθαι· ἀρκεῖ τοῖς͵ κατὰ ποῦ διαδόλου τροπαίοις ἐπισεμνύνεσθαι. Οἷα γέγονεν ἐν ἐμοὶ διηγήματα! Οἷα γέγονε δι᾽ ἐμοῦ τοῖς ἀγγέλοις προσθήκη! Οἷον ἔδωκεν ἡ γῇ τῷ Θεῷ τὸν καρπόν ! Οἵαν ἐφύτευσε φυτείαν ἐν ἐμοὶ ὁ Κύριος ! Ὅθεν καὶ πᾶσα σχεδὸν ἡ οἰκουμένη ταῖς παραφυάσι τῶν ἐντεῦθεν κλημάτων χαταπεφύτευται, καθάπερ τις ἄμπελος εὐθηνοῦσα, καὶ ἄλλας δι᾽ ἑαυτῆς ἀμπέλους ἐργάζεται, καὶ αὕτη διαμένει ἀνέκλειπτος. Ταῦτά τοι καὶ τὰ τοιαῦτα δοκεῖ τῆς ἡμέρας ἡ χάρις εὐαγγελίζεσθαι, καὶ ὁ τοῦ συλλόγου τόπος τοιαῦτα ἕτερα. ᾿Αλλὰ᾽ ἰ πάθω πρὸς λαὸν τυσοῦτον, ἰσχνόφωνός τις ὧν ἐγὼ καὶ βραδύγλωσσος, καὶ μόγις τοῖς παρεστῶσιν ἐν ἐπηκόῳ φθεγγόμενος, ὑπερηχοῦντος τοῦ ἤχου τὸν λόγον ; Ἦ γὰρ ἂν ἐνδιέτριψα τοῖς ἀγαθοῖς διηγήμασιν, ὅπως ἡ καλὴ συσχηνία τῶν τεσσαράκοντα, κοινὴν μὲν τὴν ἄθλησιν, κοινὴν δὲ πανταχοῦ τὴν ἀποικίαν πεποίηνται, καὶ πανταχοῦ χαταμερίζονται, καὶ μετ᾽ ἀλλήλων ἐπʼιξενοῦνται τοῖς τόποις. Οὐκοῦν οὐδεὶς μερικὴν τῶν λειψάνων χάριν ὑποδεξάμενος, οὐκ ἐκ τοῦ παντὸς τὴν ἐπιφάνειαν τῶν μαρτύρων ἐδέξατο. Εἷς γὰρ ἐν Κυρίῳ γεγονότες οἱ πάντες, δι᾽ ἑνὸς μετὰ παντὸς τοῦ πληρώματος ἑαυτῶν εἰσοιχίζοντα:, ᾿Αλλὰ πῶς ἔστι μὴ ἀδικῆσαι τὸν λόγον, τὴν ἀρχὴν τῶν κατ᾽ αὐτοὺς διηγημάτων σιγήσαντα ; Τίς οὖν ἔστιν ἡ ἀρχή;","t":"If, then, all heaven and earth will pass away, and the whole form of the world passes, as the Apostle says, how could anyone think it fitting to put forward the fertility of our land and water as an occasion for praise? For even if your region has such advantages of the land more than others, yet in comparison with your good things speech knows how to run past them as nothing. So let us turn our praises to what is more precious by nature. And these will no longer be shown us by words; we can look at the very summit of your good things. For who does not know your fruit, that you sprouted the ear of the martyrs, this abundant ear, broadened in its yield beyond thirtyfold? See this holy field: from here come the sheaves of the martyrs. If you seek to learn what field I mean, do not look far from what is present. What is the place that contains the gathering? What does the yearly return of the cycle tell you? What stories has the remembrance of this day come bringing you? Are there not speeches, as the Prophet says, and words, whose voices are not only heard, but which recount the wonders more forcefully than any speech? If you look at the place, it says that it is itself the stadium of the martyrs; if you consider the day, like a loud-voiced herald it proclaims the martyrs' crown. I seem to hear the day crying out: 'One day takes pride in the creation of the luminaries, another in the heaven, and another exults in the making of the earth; but for my adornment the wonders of the martyrs suffice; it suffices to glory in the beauty of the crowns; it suffices to take pride in the trophies over the devil. What stories have happened in me! What an addition was made to the angels through me! What fruit the earth gave to God! What a planting the Lord planted in me!' So that almost the whole inhabited world has been planted with the shoots of the branches from here, like a thriving vine that makes other vines through itself and itself remains unfailing. These and such things the grace of the day seems to announce, and the place of the gathering other such things. But what am I to do before so great a people, being weak-voiced and slow of tongue, and hardly heard by those standing near, when the noise drowns my speech? Otherwise I would have dwelt on the good stories: how the fair company of the Forty made their contest common, and made their settlement everywhere common, and are divided everywhere and lodge in places together. So no one who has received a portion of the grace of the relics has failed to receive the manifestation of the martyrs entire. For having all become one in the Lord, through one they come to dwell with their whole fullness. But how can I avoid wronging the speech by passing over in silence the beginning of their story? What, then, is the beginning?","f":"Gregory of Nyssa, <i>Mart. 40 (1)</i> 2 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-quadraginta-martyres-1/2)."},"gregory-nyssa-quadraginta-martyres-1/3":{"o":"Νεότης ἀγαθὴ καὶ περίδλεπτος, πίστις ἀρίστη, δι᾽ ἣν οἱ πάντες ἐξειλεγμένοι, κάλλει διαπρεπεῖς, ἔρνεσι τὸ μέγεθος παραπλήσιοι ἐν ἄνθε: τῆς ὥρας. Ὁρᾶτε τὴν φωνὴν τῷ θορύδῳ ταρασσομένην, καὶ τὸν λόγον τῷ ἤχῳ διαχοπτόμενον, ὥστε ἡμᾶς οἷόν τινι πελάγε! κυμαινομένῳ ταῖς φωναῖς τοῦ λαοῦ χειμασθέντας, ἀναγκαίως ἐπὶ τὸν ἀχύμαντον τῆς σιωπῆς καταφεύγειν λιμένα ; Εἰ δὲ γένοιτο ἡμῖν κατὰ θεοῦ χάριν, καὶ τὰ δεύτερα τοῦ λόγου σχολὴ ἐν ἡσυχίᾳ τῆς ἀκροάσεως, τὰ νῦν ἑλλειφθέντα συνεργίᾳ τοῦ Θεοῦ πληρωθήσεται. Αὐτῷ ἢ δόξα εἰς τοὺς αἰῶνας τῶν αἱώνων. Χθὲς οἱ μάρτυρες πρὸς ἑαυτοὺς τὸν λαὸν ἐκάλουν· νῦν τῷ καταγωγίῳ τῆς Ἐκκλησίας ἐπιξενοῦνται τόχλητοι. Νόμος δέ τίς ἐστι συμποτιχὸς, τὰς ἐγχυχλίους ταύτας ἑστιάσεις παρὰ τῶν δαιτυμόνων ἀλλήλοις ἐκ περιτροπῆς ἐπιδίδοσθαι. Οὐκοῦν ἀνάγκη καὶ ἡμᾶς τὸν αὑτὸν ἀντιπληρῶσαι τοῦ δείπνου τοῖς μάρτυσιν ἔρανον. ᾿Αλλ’ ἐπειδὴ πένεται ἡμῖν ἡ χορηγία τοῦ λόγον, καλῶς ἔχει τοῖς παρ᾽ αὐτῶν ἐκείνων λειψάνοις ἡμᾶς δεξιοῦσθαι, τοὺς χθὲς μὲν ἑστιάτορας, σήμερον δὲ δαιτυμόνας. ᾿Αρκεῖ γὰρ καὶ βραχύ τι μέρος ἐκ πλουσίας τραπέζης, μεγάλης εὐωχίας γενέσθαι παρασκευὴν, ὅταν τοιοῦτον λείψανον ἧ. Τί οὖν τοῦτο τὸ λείψανον; Μέμνησθε πάντως ἐν τίνι ἦμεν τοῦ λόγου, ὅτε ὁ εὐκτάῖος ἐκεῖνος καὶ ἡδὺς ἡμῖν ἐκ τοῦ πλήθους τῶν συνειλεγμένων θόρυδος συνέχεε τὴν τῶν λεγομένων ἀκρόασιν, ὅτε ἡ ἔμψυχος ἐκείνη τῆς ἐκκλησίας θάλασσα τῷ πλήθει τῶν ἐπεισρεόντων πλημμυροῦσα, πρὸς τὴν ῥοπὴν τῶν ἀεὶ βιαζομένων ἐχύμαινε, μιμουμένη καὶ τῷ ἤχῳ τὴν ὄντως θάλασσαν, οἷον αὐταῖς ταῖς ἀκοαῖς ἡμῶν προσρηγνῦσα τῶν κυμάτων τὸν ψόφον. Ἐν τίσι τοίνυν κατελίπομεν χειθορύδῳ τὸν λόγον, μέμνησθε πάντως οἷς μεμελέτηται διὰ μνήμης ἔχειν τοὺς μάρτυρας. ἦν δὲ, ὡς οἶμαι, ἡ ἀκολουθία τοῦ λόγου αὕτη. ὅτι οὐ τῶν τυχόντων ἦσάν τινες οἱ εἰς τὸν ἀγῶνα τοῦτον ἐξειλεγμένοι, οὐδέ τις σύμμικτος καὶ ἀνώνυμος ὄχλος, ἔκ ταπεινῶν ἐπιτηδευμάτων ὁρμηθέντες, πρὸς τὸ ἀξίωμα τοῦτο ἐπήρθησαν· ἀλλὰ πρῶτον μὲν δι’ εὑφυῖΐαν σώματος, κάλλει καὶ δυνάμει καὶ ῥώμης πε- ο ριουσίᾳ τῶν λο:πῶν διενεγχόντεος, τοῖς στρατιωτικοῖς καταλόγοις ἐνγριθμήθησαν· μετὰ ταῦτα δὲ τῷ κατ᾽ ἀρετὴν βίῳ γαὶ πολιτείᾳ σώφρονι διαπρέψαντες, ὥσπερ τι γέρας καὶ ἀριστεῖον τὴν χάριν τῆς μαρτυρίας τελειωθέντες ἐδέξαντο. Καὶ εἰ δοκεῖ ὡς ἂν ἡδίους γενοίμεθα, πάντα τὰ τῶν μαρτύρων ἐφεξῆς ἀναλάὄωμεν, οἷον ὑπ᾽ ὄψιν ἄγοντες τῷ παρόντ: θεάτρῳ τὴν ιν τι τάγμα στρατιωτικὸν παλαιὸν κατὰ τὴν γείπονα πόλιν παντὸς τοῦ ἔθνους πρὸς τὰς τῶν βαρθάρων ὁρμὰς προχαθήμενον᾽ ἐκείνοις ἔκ τινος προῦπαρχούσης θεόθεν ἐπιφανείας, πλεῖον ἡ πίστις τῶν τακτικῶν ἐσπουδάζετο. Καὶ ἴσως οὐκ ἄκαιρον ἕν τι κατόρθωμα τῆς πίστεως τῶν ἀνδρῶν ἐχεένων ἐν παραδρομῇ διηγήσασθαι. Συστάντος γὰρ αὐτοῖς ποτε τοῦ πρὸς τοὺς βαρθάρους πολέμου, καὶ τῶν ἐπιχαίρων πάντων προχαταληφθέντων ὑπὸ τῆς τῶν ἐναντίων στρατιᾶς, καὶ τῶν ὑδάτων ἐν τῇ τῶν ἐχθρῶν ἐξουσίᾳ γεγενημένων, εἰς ἔσχατον ἐλθόντες κίνδυνον, εἴτς δι᾽ ἀπειρίαν τῶν τὰ ἡμέτερα στρατηγούντων, εἴτε διά ινα κρείττονα καὶ θειοτέραν οἰκονομίαν, ὡς ἂν μάλιστα καὶ διὰ τούτου φανείη τῶν Χριστιανῶν τὸ πρὸς τοὺς ἀλλοφύλους διάφαρονʼ ἐπειδῇ οὐκ εἶχον ὅ τι χρήσονται τοῖς παροῦσι, καὶ πολλή τις ἦν ἡ ἀμηχανία, οὐδεμιᾶς αὐτοῖς πίδαχος ἢ ἀποῤῥοίας ὑδάτων ἐμ’αιγομένης τῷ τόπῳ, καὶ κίνδυνος ἦν ὑποχύψαι τοῖς ἐναντίοις ἐχπολιορχηθέντας τῷ δίψει· τότε καταλιπόντες οἱ γενναῖοι τὴν ἐκ τῶν ὅπλων βοήθειαν, ἔγνωσαν τὴν ἄμαχον καὶ ἀκαταγώνιστον ἐν τοῖς φοδεροῖς ἐπικαλέσασθαι συμμαχίαν. ᾿Αφέντες γὰρ ἐπὶ τοῦ στρατοπέδου τοὺς μήπω παραδεδεγμένους τὴν πίστιν, καὶ ἐφ᾽ ἑαυτῶν ἰδιάσαντες, μιμοῦνται τὴν ἐπὶ Ἠλίου τοῦ προφήτου γενομένην θαυματουργίαν, κοινῇ τῇ φωνῇ καὶ συντεταγμένῃ λύσιν αὐτοῖς ἐξ ἀμηχάνων γενέσθαι τῆς συμφορᾶς αἰτησάμενοι. Καὶ οἱ μὲν ηὔχοντο· ἡ δὲ εὐχὴ παραχρῖ,μα ἔργον ἐγίνετο. τε γὰρ αὐτῶν τῇ γονυχλισίᾳ προσχαρτερούντων, πνεύματι βιαίῳ νεφέλη ποθὲν ἀποληφθεῖσα, μετέωρος ὑπὲρ τὸ τῶν πολεμίων στρατόπεδον ἵστατο· εἶτα βροντὰς ἐξαισίους ἐπιχτυπήσασα, καὶ ἀστραπὰς φλογώδεις κατὰ τῶν ὑποκειμένων ἐξάψασα, χατεῤῥήγννυεν ὕδωρ ποταμῶν ἀφθονώτερον᾽ ὥστε τοῖς μὲν ὑπενανἴοις, καὶ τῶν σχηπτῶν τὴν συνέχειαν, καὶ τὸ πλῆθος τἧς ἐπομδρίας αἴτιον γενέσθαι παντελοῦς χαταφθορᾶς· τούτοις δὲ τοῖς διὰ τῶν εὐχῶν παραταξαμένοις, ἱκανὸν πρὸς; ἀμφότερα γενέσθαι, πρός τε τὴν νίκην τῶν ἀντιτεταγμένων, καὶ πρὸς τὴν παραμυθίαν τῆς δίψης, τῆς τῶν χειμάῤῥων ἀποῤῥοῆς ἀφθόνως αὐτοῖς τὸν πότον χορηγούσης. Τούτοις τοίνυν συνετάχθη ρος τῆς στρατιᾶς χορὸς, ἀπ᾽ ἐκείνων τῶν διηγημάτων καὶ αὐτοὶ περὶ τὴν πίστιν χυρωθέντες, καὶ τοῖς ὁμοίοις ἐντραφέντες ἐπιτηδεύμασιν, εἰς τοσοῦτον μεγαλοφυῖας ἐπήρθησαν, ὥστε τῷ περιόντι τῆς ἀρετῆς καῦ ἑαυτῶν ἀναστῆσαι τὸν φθόνον. Καθάπερ γὰρ ἐπὶ τῶν νῦν ὑπαναγνωσθέντων ἡμῖν ἐκ τῆς τοῦ Ἰὼδ ἱστορίας ἐμάθομεν, ὅτι ἀδίκημα ἑαυτοῦ ἐποίει ὁ ἀντίπαλος τῆς ἀνθρωπίνης ζωῆς τὴν τοῦ Ἰὼδ εὐδοκίμησιν, καὶ διὰ τοῦτο ἐξητεῖτο πρὸς αἰχισμὸν, ὅτε ἐλύπει αὖτὸν ὁ Ἰὼδ, ἀληθινὸς καὶ δίκαιος καὶ ἄμεμπτος ὧν· τὸν αὐτὸν τρόπον εἶδε πονηρῷ τῷ ὀφθαλμῷ ὁ τοῖς ἀγαθοῖς ἐπιφνόμενος τοὺς μεγάλους τούτους ἀγωνιστὰς, καὶ οὐκ ἤνεγκε πολιὰν ἡθῶν ἐν ἡλικίας νεότητε βλέπων. Εἶδε σωμάτων ἄνθος, ἐν σωφροσύνῃ κοσμούμένονʼ εἶδεν ἐνόπλιόν τινα χοροστασίαν, διὰ τῆς στρατιᾶς αὐτοὺς τῷ Θεῷ χορεύοντας, καλοὺς προσιδεῖν, ᾿ βλοσυροὺς τὸ ὄμμα, γαύρους τὸ φρόνημα, τάχος ποδῶν, περιουσίαν δυνάμεως, συμμετρίαν μελῶν, ἐν πᾶσι τοῖς προσοῦσιν αὐτοῖς προτερήμασι τὴν τῆς ψυχῆς ἀρετὴν τῆς σωματικῆς εὐκληρίας ὑπεραστράπτουσαν. Ἐμπεριπατεΐ καὶ δι᾽ ἐκείνων τῷ φθόνῳ, ὁ ἐμπεριπατῶν τὴν οἰκουμένην. Εἶδεν οὐκ ἕνα ἄνθρω.","t":"Fine and admired youth, the best faith, for which they were all chosen, distinguished in beauty, like young shoots in stature, in the flower of their age. Do you see the voice troubled by the din, and the speech cut off by the noise, so that we, storm-tossed as on a sea heaving with the people's cries, must take refuge in the calm harbour of silence? But if by God's grace we have leisure for the rest of the speech in a quiet hearing, what is now left out will be completed with God's help. To him be glory for ever and ever. [Second sermon.] Yesterday the martyrs called the people to themselves; now, invited, they are guests at the lodging of the church. There is a law of banquets that these festive feasts are given by the guests to one another in turn. So we too must repay the martyrs the same contribution of a dinner. But since our supply of speech is poor, it is well to entertain them with their own leftovers: yesterday our hosts, today our guests. For even a small part from a rich table is enough to furnish a great feast, when the leftover is of such a kind. What, then, is this leftover? You surely remember where we were in our speech when that longed-for and pleasant din from the crowd of those assembled confused the hearing of what was said, when that living sea of the church, flooding with the multitude streaming in, heaved with the pressure of those always pushing forward, imitating the real sea with its roar too, as if dashing the sound of its waves on our very ears. Where we left the speech in that din, those who have taken care to keep the martyrs in memory surely remember. The sequence of the speech, I think, was this: that those chosen for this contest were not ordinary men, nor a mixed and nameless crowd, raised to this honour from lowly occupations; but first, because of the excellence of their bodies, surpassing the rest in beauty, strength and abundance of vigour, they were enrolled in the military lists; and after this, distinguished by a life of virtue and a chaste way of living, they received the grace of martyrdom, being perfected, as a prize and reward of valour. And if you like, so that we may become more pleasant, let us take up all the martyrs' story in order, bringing [their contest] as it were before the present audience. [There was] a certain old military unit in the neighbouring city, stationed before the whole province against the attacks of the barbarians; in them, because of a certain manifestation from God that had happened earlier, faith was pursued more than tactics. And perhaps it is not out of season to tell in passing one feat of the faith of those men. For when once the war against the barbarians was joined, and all the strategic points had been seized beforehand by the enemy army and the waters had come into the enemies' power, they came into the utmost danger, whether through the inexperience of those commanding our side or through some higher and more divine dispensation, so that especially through this the difference between Christians and foreigners might appear. Since they did not know what to do in the circumstances and the helplessness was great, no spring or flow of water appearing in the place, and there was danger of yielding to the enemy, besieged by thirst, then the noble men, leaving aside the help of weapons, decided to call on the alliance that cannot be fought or overcome in times of fear. For leaving in the camp those who had not yet received the faith and withdrawing by themselves, they imitated the wonder worked in the time of Elijah the prophet, asking with one common and ordered voice for a release from their helpless misfortune. And they prayed, and the prayer at once became deed. For while they persevered on bended knee, a cloud, caught up from somewhere by a violent wind, stood aloft over the enemy camp; then, crashing out tremendous thunder and kindling fiery lightning against those below, it burst out water more abundant than rivers, so that for the enemy the continuity of the thunderbolts and the mass of the downpour caused total destruction, while for those who had fought through prayers it was enough for both, for victory over the opponents and for relief of thirst, as the outflow of the torrents supplied them abundantly with drink. With these, then, the chorus [of our martyrs] was ranked in the army; confirmed themselves too in the faith by those stories and brought up in the same practices, they rose to such greatness that by the excess of their virtue they raised envy against themselves. For just as we learned from the passages read to us just now from the story of Job that the adversary of human life counted Job's good repute as an injury to himself, and for this reason demanded him for torment, since Job grieved him by being true and just and blameless, in the same way he who is envious of the good looked with an evil eye on these great contestants, and could not bear to see grey hairs of character in youth of age. He saw a flower of bodies adorned with chastity; he saw an armed chorus, dancing for God through their soldiering, fair to look at, fierce in eye, proud in spirit, swift of foot, abundant in strength, well proportioned in limb, with the virtue of the soul outshining the good fortune of the body in all the advantages they had. Through them too, in envy, walked he who walks about the world. He saw not one man …","f":"Gregory of Nyssa, <i>Mart. 40 (1)</i> 3 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-quadraginta-martyres-1/3)."},"gregory-nyssa-quadraginta-martyres-1/4":{"o":"πον ἀληθινὸν, ἀλλὰ σύστημα θεῖον τοσούτων ἀνθρώ πων, πάντων ἀληθινῶν, δικαίων, θεοσεβῶν· ἑξαιτεῖται κἀκείνους εἰς τὸ ἴδιον βούλημα. Καὶ πρῶτον μὲν τῷ τῆς στρατιᾶς ἄρχοντι γίνεται, μὴ ἂν ἄλλως ὑπερσχεῖν τῆς κατὰ τῶν βαρθάρων νίκης, εἰ μὴ τοὺς τὸ ὄνομα τοῦ Χριστοῦ προτ᾿Αναδειχθέντων δὲ τούτων ὡς τάχιστα διὰ τῆς ἀγα: θῆς ὁμολογίας, καὶ αὐτομολούντων πρὸς τὴν διὰ τοῦ πάθους τελείωσιν, τὸ μὲν εὐθὺς ἐπαγαγεῖν τὸν διὰ τοῦ ξίφους θάνατον (ὥς τι φιλάνθρωπον) ὁ Ἐχθρ᾽; παρῃτήσατο, δεσμοῖς δὲ τοῖς ἐκ σιδήρου χαταπιέσας, ταύτην ἐποιεῖτο τὴν τῆς τιμωρίας ἀρχήν. Τοῖ: δὲ ἦν ἄρα καὶ ὁ δεσμὸς ἐγχαλλώπισμα, καὶ θέαμα γλαφυρὸν καὶ ἡδὺ Χριστιανῶν ὀφθαλμοῖς, νεότης ἐξειλεγμένη ἀριθμῷ τοσούτῳ, κάλλει διαπρεπὴς, ἡλικίᾳ ὑπὲρ τοὺς ἄλλους, πάντες κατὰ ταὐτὸν μετ᾽ ἀλλήλων τῷ δεσμῷ συνηρμόξοντο, ὥσπερ τις στέφανος ἣ ὄρμος περιαυχένιος ἰσομεγέθεις μαργαρίτας ἐν κύκλῳ διειλημμένους ἔχων· τοιοῦτοι ἦσαν οἱ ἅγιοι, καὶ διὰ ᾿ πίστεως ἡνωμένοι, καὶ διὰ των δεσμῶν· πρὸς ἀλλήλους σφιγγόμενοι. Ὅντες γὰρ καὶ καθʼ ἑαυτὸν ἕκαστος καλοὶ, προσθήκη τοῦ κάλλους ἀλλήλοις ἐγίνοντο. Οἷον ἐπὶ τῶν οὐρανίων συμδαίνει θαυμάτων, ὅταν δι᾽ αἰθρίας καὶ καθαρᾶς ἡ τῶν ἀστέρων χάρις δι ἀλλήλων ποιχίλληται, ἑκάστου τὴν οἰκείαν αἴγλην εἰς τὸν κοινὸν κόσμον τοῦ οὐρανοῦ πυνεισφέροντος. Τοιοῦτον ἦν τῶν ἁγίων τὸ θέαμα, ὄντως, καθώς φησί που Ἰεζεκιὴλ ὁ προφήτης, ὄρασις λαμπάδων συστρεφομένων. Ἐμφιλοχωρεῖ ὁ λόγος τῷ κάλλει τῆς ὥρας. Οἶδεν γὰρ, καθὼς ἡ Σοφία φησὶν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων καὶ τὸ ἐν κρυπτῷ κάλλος ἀναλογίζεσθαι, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς καθαρότης διὰ τοῦ φαινομένον διέλαμπε, καὶ ὁ φαινόμενος ἄνθρωπος ἄξιον ἣν τοῦ ἀφανοῦς οἰκητήριον. Ὡς καλὸν τοίνυν ἦν τότε τοῖς ὁρῶσι τὸ θέαμα! καλὸν λέγω τοῖς τὰ καλὰ βλέπειν ἐθέλουσι, καλὸν ἀγγέλοις, καλὸν ταῖς ὑπερχοσμίαις δυνάμεσι· πικρὸν δὲ τοῖς δαίμοσι, καὶ ὅσοι τὰ τῶν δαιμόνων ἡσπάζοντο, ἄνθρωποι (εἴπερ ἄνθρωποι, οἱ τοσοῦτον ἀνεστηχότες τῷ μεγαλείῳ τῆς φύσεως) στρατιῶται τοῦ Χριστοῦ, τοῦ ἀγίου Πνεύματος ὁπλῖται, τῆς πίστεως πρόμαχοι, πύργοι τῆς θείας πόλεως· οἵ πᾶσαν αἰκισμῶν τιμωρίαν, πᾶσαν φόδων ἐπανάστασιν, πᾶσαν ἀπειλῆς προσθολὴν, ὥς τινα παιδίων ἄνοιαν χατεχλεύαζον· καθάπερ οὐχὶ τὰ σώματα ταῖς αἰχίαι: ἐχδόντες, ἀλλὰ τὰς τῶν σωμάτων σκιάς· οἵ σαρκὶ τὴν σάρκα χαταπαλαίσαντες, καὶ τῇ πρὸς τὸν θάνατον ὑπεροψίᾳ πάντων τῶν τυραννικῶν φόδων ὑπερφρονήσαντες, ὑψηλότεροι τῶν ἀνθρωπίνων μέτρων ἐδείχθησαν. Ὦ καλῶς τοῖς σωματικοῖς τροπαίοις ἐμμεὮ καλῶς μετενεγχόντες τὴν τοῦ πολεμεῖν ἐμπειρίαν εἰς τὴν κατὰ τοῦ διαθόλου παράταξιν’ οὗ ξίφει τὰς χεῖρας ὁπλίσαντες, οὐδὲ τὸν ἐκ τοῦ ξύλου θυρεὸν προθαλλόμενοι, οὐδὲ χαλκῇ περιχεφαλαίχᾳ, καὶ χνήμεσι περιφραξάμενοι, ἀλλὰ τὴν τοῦ Θεοῦ πανοπλία· ἀναλαθδόντες, ἣν διαγράφει ὁ στρατηγὸς τῆς Ἐκκλησίας, ὁ θεῖος ᾿Απόστολος, θυρεὸν, καὶ θώρακα, καὶ περιχεφαλαίαν,χαὶ μάχαιραν· οὕτως ἐχώρουν κατὰ τῆς ἐναντίας δυνάμεως. Ἑστρατήγει δὲ τούτων μὲν ἡ οὐρανία χάρις· τῆς δὲ τοῦ διαδόλου παρατάξεως, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος. Τόπος δὲ τῆς παρατάξειως αὐτοῖς, τὸ τῶν μιαιφόνων δικαστήριον ἦν· ἐν ἐκείνῳ συστάντες διηγωνίξοντο, οἱ μὲν ἀπειλαῖς ἀχροθολιζόμενοι, οἱ δὲ διὰ τῆς ὑπομονῆς Πρότασις ἣν παρὰ τῶν ὑπεναντίων, ἐξόμνυσθαι τὴν εἰς τὸν Κύριον πίστιν, ἣ ζημιοῦσθαι θανάτῳ.","t":"… [not one] true man, but a divine company of so many men, all true, just and God-fearing; and he demands them too for his own will. And first it occurs to the commander of the army that he could not otherwise gain victory over the barbarians unless those who [confessed] the name of Christ … And when these quickly declared themselves by the good confession and deserted to perfection through suffering, the Enemy refused to inflict death by the sword at once (as being something kind), but, pressing them with iron bonds, made this the beginning of the punishment. Yet for them even the bond was an adornment, and a fine and sweet sight to Christian eyes: a chosen youth of so great a number, distinguished in beauty, above the others in stature, all fitted together in the same bond with one another, like a crown or a necklace holding pearls of equal size set in a circle. Such were the saints, united both by faith and by bonds, tied close to one another. For though each was beautiful by himself, they became an addition of beauty to one another, as happens with the wonders of heaven when, in clear and pure weather, the grace of the stars is diversified by one another, each contributing its own brightness to the common adornment of the heaven. Such was the sight of the saints, truly, as Ezekiel the prophet says somewhere, 'a vision of torches turning about.' My speech lingers on the beauty of their bloom. For it knows, as Wisdom says, how to infer from the greatness and beauty of created things the hidden beauty too; since the purity of the soul shone through what was seen, and the visible man was a worthy dwelling of the invisible. How fair, then, the sight was to those who saw! Fair, I mean, to those who wish to see fair things, fair to angels, fair to the powers above the world; but bitter to the demons and to those who embraced the things of the demons: men (if men they were, who rose so high by the greatness of their nature), soldiers of Christ, armed men of the Holy Spirit, champions of the faith, towers of the divine city; who mocked every punishment of torture, every uprising of fears, every assault of threat, as some folly of children, as though they gave up to tortures not their bodies but the shadows of bodies; who, wrestling down the flesh by the flesh, and despising all the fears of tyrants by contempt for death, were shown to be higher than human measures. O you who [glory] well in bodily trophies … O you who transferred well your experience of war to the battle against the devil, not arming your hands with the sword, nor holding before you the wooden shield, nor fencing yourselves with a bronze helmet and greaves, but taking up the whole armour of God, which the general of the church, the divine Apostle, describes: shield, breastplate, helmet and sword; so they advanced against the opposing power. The heavenly grace commanded them; and the battle line of the devil was commanded by him who has the power of death. The place of their battle was the court of the bloodthirsty; there they joined and fought it out, the one side skirmishing with threats, the other [fighting back] by endurance … The proposal from the opponents was to forswear their faith in the Lord or be punished with death.","f":"Gregory of Nyssa, <i>Mart. 40 (1)</i> 4 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-quadraginta-martyres-1/4)."},"gregory-nyssa-quadraginta-martyres-1/5":{"o":"᾿Απόκρισις παρὰ τῶν ἀριστέων, μέχρι θανάτου παραμένειν τῷ λόγῳ. Πῦρ ἐπὶ τούτοις ἠπείλητο, καὶ ξέφος, καὶ βάραθρον, καὶ ὅσα ἄλλα τῶν κολαστηρίων ὀνόματα. Μία φωνὴ πρὸς ταῦτα πάντα ἡκούετο, Χριστὸς ἐν τοῖς στόμασι τῶν ἁγίων ὁμολογούμενος. Αὕτη ἣν ἡ τῶν ἐναντίων πληγή. Ταύτην προέτεινον κατὰ ποῦ ἐχθροῦ τὴν αἰχμήν. Διὰ ταύτης τῆς φωνῆς μέσην ἐτρώθη τὴν καρδίαν ὁ ᾿Αντικείμενος. Οὗτος ὁ λίθος ἐστὶν ὁ ἐν τῇ χειρὶ τοῦ χὼν τῆς περικεφαλαίας τοῦ ᾿Αντικειμένου. Ἢ γὰρ τοῦ Χριστοῦ ὁμολογία, σφενδόνη γίνεται τοῦ καλοῦ στρᾶτιώτου. Πίπτει ὁ Ἐχθρὸς, καὶ ἀχέφαλος γίνεται. ᾿Αλλὰ παρηνέχθη ἀφηνιάσας ὁ λόγος, καὶ ὑπὲρ τοὺς ὄρους ἐξάλλεται, καὶ τῶν ἀῤῥήτων κατατολμᾷ, καὶ λέγειν προάγεται, ὡς παρείθεα τῆς τῶν ἀοράτων γενόμενος, ὅτι ἐπὶ τῇ τοιαύτῃ φωνῇ τῇ τὸν Χριστὸν ἐν παῤῥησίᾳ ὁμολογούσῃ, κρότος μὲν ἣν ἄνω καὶ ἔπαινος παρὰ τῶν ἁγίων ἀγγέλων, εὐφημία δὲ τῶν πολιτῶν τῆς οὐρανίας πόλεως ἐπιχροτούντων τῷ κατορθώματι, χαρὰ δὲ πάσης τῆς ἐν οὐρανῷ πανηγύρεως. Οἷον γὰρ συνέστη τότε τοῖς ἀγγέλοις ἐν τῷ κόσμῳ τῶν ἀνθρώπων τὸ θέατρον! οἵαν εἶδον συμπλοκὴν τοῦ διαβόλου καὶ τῶν ἀνθρώπων, οἱ θεαταὶ τῆς ἡμετέρας ζωῆς ἱ ἀπεναντίον τῇ πρώτῃ πάλῃ τὴν σύστασιν ἔσχεν, ὅτε ὁ ὄφις τὸν ᾿Αδὰμ κατεπάλαισεν ʼἱ Οὖκ ἤνεγκε τότε ἄνθρωπος μίαν τοῦ Πονηροῦ προσθολὴν, διά τινος εὑχροίας καὶ δελεάσματος αὐτῷ προσαχθεῖσαν· ἀλλ᾽ ὁμοῦ τε προσέπεσε, καὶ ἀνετράπη τῷ πτώματι. Ἐπὶ τούτων δὲ πάντων ἦν ἀργὰ καὶ ἄπρακτα τοῦ Ἐχθροῦ τὰ παλαίσματα. Ἐλπίδας προέτεινεν, οἱ δὲ χατεπάτουν· φόδους ἧπεΐλει, οἱ δὲ κατεγέλων. Ἔν φοβερὸν ἦν μόνον αὐτοῖς, τὸ τοῦ Χριστοῦ χωρισθῆναι· ἕν ἀγαθὸν, τὸ μετὰ Χριστοῦ εἶναι μόνουʼ τὰ δὲ ἄλλα πάντα, γέλως καὶ σκιὰ, καὶ φλυαρία καὶ ὀνειρώδη φαντάσματα. Διὰ ταῦτα χατατολμᾷ τῶν ἀθεάτων ὁ λόγος, καί φησιν ἐπαγάλλεσθαι πᾶσαν τὴν ὑπερκόσμιον δύναμιν τῷ τῶν ἀθλητῶν κατορθώματι. Ἔτι ὁ λόγος κατὰ τῶν ἀτολμήτων θρασύνεται· ἔτι τολμᾷ διηγεῖσθαι τὰ ὑπερκόσμια, ὅτι τούτων ἐνταῦθα κατορθουμένων, ἐν τῇ πρὸς τοὺς ἐναντίους συμπλοκῇ ὁ δίκαιος ἀγωνοθέτης τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους προτεινεν, καὶ ὁ ἀρχιστράτηγος τῆς θείας δυνάμεως τὰ ἀριστεῖα τοῖς νιχκηταῖς παρεσκεύαζεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῖς παντοδαποῖς ἐδεξιοῦτο ρίσμασιν. Ἐπειδὴ γὰρ εἰς τὴν Τριάδα ἡ πίστις ὧμολογεῖτο, διὰ τοῦτο καὶ ἡ χάρις αὐτοῖς παρὰ τῆς Τριάδὸς ἀντεμετρεῖτο. Τίς δὲ ἡ χάρις ἣν; Αὐτὸ τοῦτο τὸ ὑψηλοτέρους ἐπιδειχθῆναι τῶν πρώτων ἀγωνιστῶν, τοῦ ᾿Αδὰμ. λέγω, καὶ τῆς Εὔας. Ἐκεῖνοι ἑστῶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἁμαρτίας κατήνεγκαν· οὗτοι κειμένην ἐν τῷ πτώματι τῶν προλαθόντων διὰ ἧς ὑπομονῆς πάλιν ἀνώρθωσαν. Ἑκεῖνοι ἐκ τοῦ παραδείσου ἐπὶ τὴν γῆν ἀπώσθησαν· οὗτοι ἐντεῦθεν ἐπὶ τὸν παράδεισον ἀνῳχίσθησαν· ἐκεῖνοι καθ᾽ ἑαυτῶν τὸν θάνατον ὥπλισαν (ὅπλον γὰρ θανάτου ἡ ἁμαρτία, φησίν)· οὗτοι καθωπλισμένον τῇ ἁμαρτίᾳ τὸν θάνατον διὰ τῆς ἑαυτῶν ἀνδρείας ἠχρείωσαν, τῇ ὑπομονῇ τῶν , παθημάτων τοῦ κέντρου τὴν ἀκμὴν ἀπαμδλύναντες· ὥστε εἰπεῖν καλῶς, Ποῦ σου, θάνατε, τὸ κέγτρον ;","t":"The answer from the champions was to remain with the word until death. Fire was threatened on top of this, and sword, and pit, and all the other names of punishments. One voice was heard against all these: Christ confessed in the mouths of the saints. This was the blow against the opponents; this was the point they thrust against the enemy. By this voice the Adversary was wounded in the middle of the heart. This is the stone in the hand of [David], [splitting the brow beneath] the helmet of the Adversary. For the confession of Christ becomes the sling of the good soldier. The Enemy falls and becomes headless. But my speech has bolted and been carried away, and leaps over the boundaries, and dares the unspeakable, and is led on to speak as though it had become a spectator of the invisible: that at such a voice, which confessed Christ openly, there was applause above and praise from the holy angels, acclamation from the citizens of the heavenly city applauding the feat, and joy of the whole festal gathering in heaven. For what a theatre was set up then for the angels in the world of men! What a struggle between the devil and men the spectators of our life saw! [It] took place in opposition to the first wrestling, when the serpent threw Adam. Then man did not bear a single attack of the Evil One, brought to him through some fair colour and bait; but he fell at once and was overturned by the fall. But against all these the Enemy's holds were idle and useless. He held out hopes, and they trampled on them; he threatened fears, and they laughed at them. One thing alone was fearful to them, to be separated from Christ; one thing good, to be with Christ alone; and everything else was laughter and shadow, nonsense and dreamlike fantasies. That is why my speech dares the unseen, and says that the whole power above the world exulted in the feat of the athletes. My speech still grows bold against what may not be dared; it still dares to tell the things above the world: that while these things were achieved here in the struggle with the opponents, the just president of the games held out the crowns for victory, and the commander-in-chief of the divine power prepared the prizes for the victors, and the Holy Spirit welcomed them with gifts of every kind. For since faith in the Trinity was confessed, grace from the Trinity was measured out to them in return. And what was the grace? This very thing: to be shown higher than the first contestants, Adam, I mean, and Eve. They brought down human nature when it stood, through sin; these raised it up again by their endurance when it lay in the fall of those before. They were driven from paradise to the earth; these were moved from here to paradise. They armed death against themselves (for 'the weapon of death is sin', it says); these made useless by their courage the death armed with sin, blunting the point of the sting by the endurance of sufferings; so that one may say well, 'Where, O death, is your sting?","f":"Gregory of Nyssa, <i>Mart. 40 (1)</i> 5 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-quadraginta-martyres-1/5)."},"gregory-nyssa-quadraginta-martyres-1/6":{"o":"Ποῦ σου, ᾷδη, τὸ νῖκος ; Καρποῦ ξύλου τί ἀθλιώτερὴν ; Τί εὐτελέστερον ξύλου ; Καρπὸς εὐχροίᾳ τινὶ καὶ ἡδονῇ γεύσεως ἐπιχεχρωσμένος, ἀτιμασθῆναι ποῦ παραδείσου τὴν χάριν ἐποίησεν. Τοῖς δὲ μεγάλοις τούτοις ἀγωνισταῖς οὐδὲ αὐτὸς ὃ ἥλιος ἐφάνη γλυκύς· ἀλλὰ καὶ τούτου ἑἐχουσίως ἡἠλλοτριοῦντο, ἵνα μὴ τοῦ ἀληθινοῦ φωτὸς ἀποπέσωσι. Τί λέγει περὶ τῆς Εὔας ὁ λόγος (προάγομαι γὰρ καὶ πέρα τοῦ δέοντος χαταδραμεῖν τῶν πρωτογόνων); Εἴδεν,, φησὶν, ὅτι ἀρεστὸν τοῖς ὀρθαλμοῖς καὶ ὡραῖον εἰς γεῦσιν. Εἶτα τὴν ἐν τούτοις χάριν ἀντὶ τοῦ παραδείσου ἠλλάξαντο. Τούτοις δὲ ἄρα χαταγεύσεως ἡδονὴν τὰ ὁρώμενα ἦν· οὐρανὸς, ἥλιος, γῆ, ἄνθρωποι· πατρὶς, μητέρες, ἀδελφοὶ, φίλοι, συγγενεῖς, ἡλικιῶται· ὧν τί μὲν ὀφθῆναι γλυκύτερον ; δὲ εἰς γεῦσιν ἐλθεῖν τιμιώτερον ; Οἴδατε, οἱ παῖδες, τὴν εἰς τοὺς γονέας στοργήν. Οἴδατε, οἱ πατέρες, τὴν πρὸς τὰ τέκνα διάθεσιν. Οἶδας, ὁ βλέπων τὸ ἐν ἡλίῳ γλυκύ· οὐκ ἀγνοεῖς, ὁ φιλάδελφος, τὴν φυσικὴν πρὸς τὴν ἀδελφότητα σχέσινʼ ἐπίστασαι, ὁ νέος, τὴν ἐκ τῶν ἡλικιωτῶν χάριν, ὅσον σοι τὸν βίον ἡἠδύνουσιν. ᾽Δλλ᾽ ἐκείνοις πάντα ἐχθρὰ, πάντα ἀλλότρια ἦν. Ἕν μόνον ἀγαθὸν, ὁ Χριστός. Πάντα ἡρνήσαντο, ἵνα τοῦτὸν κερδήσωσιν. Χρόνος ἣν τῶν δεσμῶν οὐκ ὀλίγος, καὶ τοῖς ἁγίοις τῇ παρατάσει τῆς τιμωρίας ἡ πρὸς τὴν τελείωσιν ἐπιθυμία συνήχμαζεν. Καὶ ὥσπερ οἱ τὴν σωματικὴν εὐεξίαν μελετῶντες, ἐπειδὰν ἱκανὴν α παιδοτρίδου τὴν δύναμιν κτήσωνται, οὕτω θαῤῥοῦντες ἐπὶ τοὺς ἀγῶνας χωροῦσιν· τὸν αὐτὸν τρόπὸν καὶ οὗτοι διὰ τῶν δεσμῶν καὶ τῆς φυλακῆς ἱκανῶς παιδοτριδηθέντες πρὸς τὴν εὐσέδειαν, οὕτως ἐπὶ τὸν στέφανον τῶν ἀγώνων προήχθησαν. Ἶ͵)λθεν ἀκολουθία τοῦ λόγου ἐπὶ τὴν τελευτὴν, μᾶλλον δὲ ἐπὶ τὴν κορυφὴν ὅλου τοῦ κατορθώματος. Οὗτος ἦν ὁ καιρός· αὗται τοῦ ἀγῶνος αἱ ἡμέραι τοῦτο τὸ τοῦ Πάσχα προοίμιον, τὸ τῆς ἁγίας τεσσαραχοντάδος στήριον. Τεσσαράκοντα ἐξιλασμοῦ ἡμῖν αἱ ἡμέραι, ἰσάριθμοι καὶ τῶν ἁγίων οἱ στέφανοι. Ἧ που περιττὸς ὑμῖν εἶναι δοκῶ καὶ ἀδόλεσχος, τὰ ὑμέτερα θαύματα ἐν ὑμῖν διηγούμενος, καὶ τοῖς ὑμετέροις τὴν ἀκοὴν δεξιούμενος ; Πλὴν ὡς ἂν μὴ ἀτελεῖς ὑμᾶς παραδρά… μοι ὁ λόγος, πρὴς τὸ πέρας τῶν ἀγώνων τοῖς ἁγίοις Ὁ καὶ ἡμεῖς συνδραμούμεθα. Κρυμὸς ἣν κατὰ τὴν ἡμέραν ἐκείνην. Πάντως δὲ οὐδὲν δεῖ μαθεῖν ὑμᾶς οἷος ὁ κρυμὸς, ἐκ τῆς παρυύσης ἡμέρας κρυμὸς καὶ αὐτῶν τῶν τριχῶν διαδυόμενος.·ἴστε τὴν ὑπερδολὴν, οἵ τε ἐπήλυδες τῶν τόπων καὶ οἱ αὐτόχθονες, καὶ οὐδὲν δεῖσθε λόγῳ μαθεῖν· ἀλλὰ κἂν ἕτερος εἴποι τὴν θαυματοποιίαν τῶν ὑμετέρων χειμώνων· ὅπως ποταμοὶ μὲν ἀένναα ῥέοντες ἵστανται, ἀντιτῷ ῥείθρῳ τῆς πήξεως, καὶ σης τὰ κύματα· ἡ δὲ γείτων λίμνη σημείων τινῶν πρὸς τὸ ἐπιγνωσθῆναι λίμνη οὖσα προσδέεται, χερσωθεῖσα διὰ τῆς πήξεως, ἐφ᾽ ἧς σύνηθές ἔστι τοῖς βουλομένοις ἄνω τῶν κυμάτων αὐτῆς χαθιππάζεσθαι. Οἵἷδα πολλάκις καὶ ἐκ πυρὸς ὕδωρ τοῖς ἐγχωρίοις ἐπενοούμενον, ὅταν τι τρύφος τοῦ ὕδατος ἀποχλάσαντες ὥσπερ τινὰ χαλκὸν ἢ σίδηρον τῷ πυρὶ διατήξαντες, ὕδωρ τὸν λίθον ποιήσωσιν. Τοιοῦτος ἦν ὁ καιρὸς κατὰ τὸν τῆς ἀθλήσεως χρόνον, ἐπίτασιν τοῦ κακοῦ παρὰ φύσιν ἐκ βορείων πνευματικῶν καθὼς ἔστιν ἀκούειν τῶν διηγουμένων τὰ θαύματα.","t":"Where, O Hades, is your victory?' What is more wretched than the fruit of a tree? What cheaper than a tree? A fruit coloured with a fair hue and the pleasure of taste made the grace of paradise despised. But to these great contestants not even the sun itself appeared sweet; but they willingly estranged themselves even from it, so as not to fall away from the true light. What does the Word say about Eve (for I am led on to run down the first-created beyond what is needed)? 'She saw', it says, 'that it was pleasing to the eyes and beautiful to taste.' Then they exchanged the grace of these things for paradise. But for these men what they saw was a pleasure to taste: heaven, sun, earth, people; homeland, mothers, brothers, friends, relatives, age-mates; what is sweeter to see than these? [What] more precious to taste? You children know your affection for your parents. You fathers know your feeling toward your children. You who see know the sweetness of the sunlight; you who love your brother are not ignorant of the natural bond to brotherhood; you, young man, know the delight of age-mates, how much they sweeten your life. But to them all things were hostile, all things alien. One good alone: Christ. They renounced everything to gain him. The time in bonds was not short, and for the saints their desire for perfection grew with the prolonging of the punishment. And just as those who practise bodily fitness, when they have gained enough strength [from] the trainer, then go confidently to the contests, in the same way these too, sufficiently trained for piety through the bonds and the prison, were thus brought forward to the crown of the contests. The sequence of the speech has come to the end, or rather to the summit of the whole feat. This was the season; these were the days of the contest: this prelude of Pascha, the [mystery] of the holy Forty Days. Forty are our days of propitiation, and equal in number are the crowns of the saints. But perhaps I seem to you superfluous and garrulous, telling you of your own wonders among you, and entertaining your hearing with your own things? But so that I may not run past you leaving it incomplete … my speech, let us too run with the saints to the end of their contests. It was frost on that day. And you surely need not learn what the frost was like: from the present day, frost that pierces even through the very hair. You know its excess, both the newcomers to these places and the natives, and you need not learn it by speech; but another might tell the wonder-working of your winters: how ever-flowing rivers stand still, [their waves held fast] by the freezing in place of the stream; and the neighbouring lake needs some signs to be recognized as a lake, having turned to dry land by the freezing, so that it is customary for those who wish to ride over its waves on horseback. I know that the locals often contrive water even from fire, when they break off a piece of the water and, melting it in the fire like bronze or iron, make the stone water. Such was the season at the time of the contest, the severity of the evil heightened beyond nature by north winds, as one may hear from those who tell the wonders.","f":"Gregory of Nyssa, <i>Mart. 40 (1)</i> 6 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-quadraginta-martyres-1/6)."},"gregory-nyssa-quadraginta-martyres-1/7":{"o":"Ἐπειδὴ τοίνυν λαμπρῶς τὸ ὄνομα τοῦ Κυρίου δημοσίᾳ κηρύξαντες, καὶ ἤδη στεφανίτας ἑαυτοὺς διὰ ἧς τοιαύτης ἀναῤῥήσεως δείξαντες, ἐχώρουν ἐπὶ τὴν διὰ τοῦ θανάτου τελείωσιν, οὗτος αὐτοῖς ἐπενοήθη τῆς ἀθλήσεως ὁ τρόπος· Πρόσταγμα γίνεται τοῦ τυράννου, κρυμῷ τοὺς ἀθλητὰς τιμωρήσασθαι. Ὦ τῆς ἀσθενείας καὶ τῶν ῥημάτων καὶ τῶν νοημάτων ἱ Ὅσον ἀπολείπεται τῆς ἀξίας ὁ λόγος ! Θανάτου πρόσταγμα, καὶ κρυμὸς, καὶ τιμωρία, καὶ προσδοκία τῆς τοιαύτῆς κολάσεως· καὶ ἡ μακαρία νεότης ἐν γέλωτι καὶ παιδιᾷ καὶ φαιδρότητι τὸν τῆς τιμωρίας χατελάμὅανε τόπον· δρόμος ἣν ἀθλητῶν ἐπὶ τὸ πάθος, δρόμος ἱερός τε καὶ σύντονος· καὶ φιλονεικία τοῦ προαρπάσαι τῆς ὁμολογίας τὸν στέφανον· ἴση πρὸς τὴν νίκην ἦν αὐτοῖς ἡ σπουδή· οὐδεὶς ὕστερος ὥφθη τῇ προθυμίχʼ ἀλλ᾽ ὁμοθυμαδὸν ἅπαντες τουτονὶ χκαταλαθόντες τὸν τόπον, ὡσεὶ δημοσίοις τότε λουτροῖς σχολάζοντα, ὡς καὶ αὐτοὶ μέλλοντες τῷ λουτρῷ καταφαιδρύνειν τὰ σώματα, ἑτοίμως τὴν τῶν χιτώνων περιθολὴν ἀπετίθεντο, τὸ τοῦ Ἰὼδ πάντες ἐπιφθεγγόμενοι, ὅτι Γυμνοὶ εἰσήλθομεν εἰς τὸν κόσμον, γυμνοὶ πρὸς τὸν εἰσαγαγόντα ἀπελευσόμεθα· οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲν ἐξενεγκεῖν τι ὀφεΐλομεν· μᾶλλον δὲ γυμνοὶ εἰσελθόντες, πλήρεις θησαυ· ρῶν τῶν ἐκ τῆς ἀγαθῆς ὁμολογίας ἀπελευσόμεθα. Ταῦτα λέγοντες, καὶ τοιούτοις ἑαυτοὺς λόγοις παραθαρσύνοντες, ἐδίδοσαν τῇ πήξει τὸ σῶμα· καὶ ἡ μὲν τῶν στοιχείων φύσις χατεχρατεῖτο τῇ πήξει· ἡ δὲ τῶν μαρτύρων φύσις, ὡς ἀδούλωτος ἦν᾽ μᾶλλον δὲ ἡ μὲν φύσις τὸ οἰκεῖον ἔπασχε, καὶ τὰ ἀλγεινὰ παρὉ ἐδέχετο: ἡ δὲ μεγαλοφυῖα τῶν ἀθλητῶν, καὶ πρὸς αὐτὴν τὴν φύσιν διηγωνίζετο. Ἢ μὲν γὰρ δύναμις κατὰ μικρὸν διελύετο, μαραινομένη καὶ δαπανωμένη διὰ τῆς πήξεως· ὁ δὰ τῆς ψυχῆς τόνος, μείξων ἐγένετο᾽ ἐμελαίνετο μὲν ἡ ὥρα τοῦ σώματος, καὶ ἀπῆνθει τὸ κάλλος, καὶ τὸ τῆς σαρκὸς εὔχρουν κατεμαραΐγετο᾽ ἀπέῤῥεον δάκτυλοι, τῷ κρυμῷ κατ᾽ ὀλίγον περιχοπτόμενοι, μέλη τε πάντα καὶ αἰσθητήρια τῇ πικρίᾳ τοῦ κρύους περιεθρύφετο. Πελιδνουμένη γὰρ κατ᾽ ὀλίγον ἡ σὰρξ, καὶ διοιδοῦσα καὶ περιλαχιζουμένη τοῖς μέλεσι, τῶν ὀστέων ἀπέῤῥεε, καὶ τὰ τῆς νεκρότητος πάθη ἐν αἰσθήσει ἐδέχετο. Καὶ οὕτως αὐτοῖς κατὰ μικρὸν ὁ θάνατος προϊὼν ἐμηκύνετο τρισὶν ἡμέραις παρατεινόμενος. Μέχρι γὰρ τηδουτου τῆς αὐτοῖς διαρχούση:, ἔμειναν ἐφ᾽ ἧς ἐξ ἀρχῆς ἐτάχθησαν τάξεως, διὰ πάντων νιχηταὶ κατὰ τοῦ ἐναντίου γινόμενοι. ᾿Αλλὰ τίς ἄν μοι τὰ ἐπὶ τούτοις πρὸς ἀξίαν ἐχδιηγήσαιτο; Τίς ὑπογράψει λόγος τὴν θείαν ἐκείνην πομπὴν, ὅτε τὰ ἅγια σώματα δι᾽ ἁμαξῶν ἐπὶ τὸ πῦρ ἐπομπεύετο; Πῶς ἀντὶ τοῦ χλαπέντος ὑπὸ τοῦ διαδόλου ἀντεισήχθη τῷ ἀριθμῷ ὁ δεσμοφύλαξ ὑπὸ τῆς χάριτος ; Τίς μοι διηγήσεται τὴν μητέρα ἐκείνην τὴν ἀξίαν τοῦ μάρτυρος ῥίζαν, ἣ καταλειφθέντα ὑπὸ τοῦ δημίου τὸν ἐξ αὐτῆς, διότι ἔμπνους ἦν, καὶ διὰ τοῦτο μὴ ἀναληφθέντα μετὰ τῶν ἄλλων ἐπὶ τὴν ἅμαξαν, ἐπειδὴ εἶδε τὴν φιλανθρωπίαν τοῦ δημίου ἐπὶ τὸν ἀριστέα, τὴν ὕδριν οὐκ ἥνεγκεν· ἀλλ᾽ ἐκεῖνον μὲν ἐλοιδόρει, ὅτε τῶν συνἀγωνιστῶν τὸν ἀθλητὴν ἀπεσχοίνισεν· αὕτη δὲ παραστᾶσα τῷ μάρτυρι, ἤδη νεναρχηχότι καὶ ἀκινήτως ὑπὸ τῆς πήξεως ἔχοντι, καὶ ἰδοῦσα ψυχρῷ καὶ ἀσθενεῖ τῷ ἄσθματι συνεχόμενον, τοσοῦτον ζῶντα μόνον, ὅσον τῶν ἀλγεινῶν ἐπαισθάνεσθαι, ἀμυδρῷ καὶ μεμαρασμένῳ τῷ βλέμματι τὴν μητέρα ἑαυτοῦ ὑποῦλέποντα, νεκρᾷ καὶ ἀτονούσῃ τῇ χειρὶ διανεύοντά τε καὶ παραμυθούμενον, ὑποφέρειν γενναίως παρεγγυῶντα; Ἐπειδὴ ταῦτα εἶδεν ἡ μήτηρ, ἄρά τι ἔπαθε μητριχόν; ἾΑρα συνεχινήθη τὰ σπλάγχνα, ἣ τὸν χιτῶνα περιεῤῥήξατο, ἣ περιεχύθη τῷ τέκνῳ, θερμαῖς ταῖς ὠλέναις τὸν μαρασμὸν ἐπιθάλπουσα ;","t":"When, then, having proclaimed the name of the Lord splendidly in public, and having already shown themselves crowned victors by such a declaration, they were advancing to perfection through death, this manner of contest was devised for them: an order of the tyrant is issued to punish the athletes with frost. O the weakness of words and thoughts! How far speech falls short of the worth of it! An order of death, and frost, and punishment, and the expectation of such torment; and the blessed youth took the place of punishment with laughter and play and cheerfulness. There was a race of athletes to the suffering, a holy and eager race, and a rivalry to snatch first the crown of confession; their zeal was equal to the victory; no one was seen behind in eagerness; but all with one mind, seizing on this place as though it were then free for public baths, as if they too were going to brighten their bodies in the bath, readily put off the covering of their tunics, all uttering the saying of Job: 'Naked we came into the world, naked we shall go away to him who brought us in; we brought nothing into the world, we must carry nothing out; or rather, having come in naked, we shall go away full of the treasures of the good confession.' Saying these things and encouraging one another with such words, they gave their bodies to the freezing. And the nature of the elements was mastered by the freezing, but the nature of the martyrs was as though unenslaved; or rather, nature suffered its own course and received the pains, but the greatness of the athletes fought it out against nature itself. For their strength was gradually dissolved, withering and consumed by the freezing, but the firmness of the soul grew greater. The bloom of the body blackened, its beauty faded, the good colour of the flesh withered; fingers fell off, cut away little by little by the frost; all limbs and senses were broken off by the bitterness of the cold. For the flesh, turning livid little by little, swelling and splitting on the limbs, fell away from the bones, and they suffered the experiences of death while still feeling. And so death, advancing little by little, was prolonged for them, stretched out over three days. For as long as [life] lasted in them, they remained in the rank in which they were stationed from the beginning, becoming victors over the opponent in everything. But who could tell worthily for me what followed? What speech will describe that divine procession, when the holy bodies were carried in wagons to the fire? How, in place of the one stolen by the devil, the jailer was brought into the number by grace? Who will tell me of that mother, a root worthy of the martyr, who, when her son was left behind by the executioner because he was still breathing, and for this reason was not taken up with the others onto the wagon, when she saw the executioner's kindness toward the champion, did not bear the insult; but she reviled him for separating the athlete from his fellow contestants; and she stood beside the martyr, already numb and motionless from the freezing, and saw him held by a cold and weak breath, alive only so far as to feel the pains, looking up at his mother with a dim and withered gaze, and with his dead and nerveless hand nodding to her and comforting her, urging her to bear it nobly. When the mother saw this, did she feel anything motherly? Were her entrails moved, or did she tear her tunic, or did she throw herself on her child, warming his withering with her warm arms?","f":"Gregory of Nyssa, <i>Mart. 40 (1)</i> 7 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-quadraginta-martyres-1/7)."},"gregory-nyssa-quadraginta-martyres-1/8":{"o":"Ἄπαγε. Καὶ τὸ εἰπεῖν τι τοιοῦτον, τῶν ἀτόπων ἐστίν.·Ὄντως ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκομεν· οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιῇἘπεὶ οὖν ὁ καρπὸς τῆς μαρτυρίας καλὸς, ἐπαίνεσον τὴν ἀριστοτόχον μητέρα, τὴν διὰ τῆς τεκνογονίας σωζομένην, καθώς φησιν ὁ ᾿Απόστολος. Ἐπειδὴ γὰρ τοιοῦτον παρέστησε τῷ Θεῷ τὸν καρπὸν, ὑπὲρ τῆς κοινῆς τῶν γυναικῶν ἀπελογήσατο φύσεως. Οὐκ ἐμὸν, φησὶ, τέκνον σύ· οὐ τῆς ἐμῆς ὠδῖνος βλάστημα· τὸν Θεὸν δεξάμενος, κατὰ Θεὸν ἐγεννήθης.·Ἔλαδες ἐξουσίαν τέκνον Θεοῦ γενέσθαι, Δράμε πρὸς τὸν σὸν Πατέρα, μὴ χαταλειφθῇς παρὰ τῶν ὁμηλίκων, μὴ δεύτερος ἐπὶ τὸν στέφανον ἔλθῃς, μὴ ἀτελῆ ποιήσῃς μητρῴαν εὐχήν· οὐ λυπήσεις μητέρα, καὶ νικητὴς καὶ τροπαιοφόρος γενόμενος. Ταῦτα λέγουσα, καὶ ὑπὲρ τὴν φύσιν ἑαυτὴν τονώσασα, μᾶλλον τονωθεῖσᾳ ὑπὸ τοῦ Πνεύματος, αὐτὴ τὸν ἐξ αὐτῆς μετὰ τῶν λοιπῶν ἐπὶ -τὴν ἀπήνην ἀπέθετο, φαιδρῷ τῷ προσώπῳ τοῦ ἀθλητοῦ προπομπεύουσα. Τὰ δὲ ἐπὶ Ὁ τούτοις οἷα ; Ἐνήθλησαν τῷ ἀέρι οἱ ἅγιοι, ἡγίασαν καὶ τὸ πῦρ τῇ ἑαυτῶν προσθήκῃ, ὕλη τῇ φλογὶ γενόμενοι. Ἄνεγχαν καὶ ἐπὶ τὸ ὕδωρ τὴν εὐλογίαν. Διὰ πάντων ἐπληροῦτο τὰ θεῖα λόγια, Οἱ τρεῖς παῖδες συμπαραλαμδάνουσιν εἰς τὴν κοινὴν ὑμνολογίαν ψύχος καὶ καῦμα· τὸ ψύχος, διὰ τῆς πήξεως· τὸ καῦμα, διὰ τῆς καύσεως· εἶτα διῆλθον διὰ πυρὸς καὶ ὕδατος. ᾽Αλλ᾽ ἐπιθυμεῖ ταῦτα ὡς γνωσμένα παραδραμεῖν ὁ λόγος, καὶ περί τινος τῶν πρώην ζητουμένων ἐν καιρῷ νῦν ἐξετάσαι· Ὅτε ἐξωρίσθη τοῦ παραδείσου ὁ ἄνθρωπος, ἐτάχθη φρουρεῖν τὴν εἴσοδον φλογίνη ῥομφαία ἣ στρεφομένη. Καὶ ἡ αἰτία τῆς τοιαύτης τοῦ Θεοῦ προμηθείας, τὸ μὴ παρελθεῖν ἐπὶ τὸ τῆς ζωῆς ξύλον τὸν ἄνθρωπον, καὶ ἄψασθαι, καὶ διαμεῖναι ἀθάνατον. Μέμνησθε πάντως τῶν ἐξζητημένων᾽ μέμνησθε δὲ, ὡς εἰκὸς καὶ τῶν πρὸς τὸ ζητούμενον ἡμῖν εὑρημένων· ἀλλ᾽ εἰ μέλλοιμεν πάλιν ἀπ᾽ ἀρχῆς ἐπἐξιέναι, καὶ ὅλον διαλαμθάνειν τὸν λόγον, ὑπὲρ τὲν παρόντα ἔσται καιρὸν ἡ παράτασις. Τὸ μὲν οὖν ζητούμενον τοῦτο ἦν’ Εἰ καὶ τοῖς ἁγίοις ἄδατός ἐστιν ὁ παράδεισος διὰ τῆς στρεφομένης ῥομφαίας· καὶ εἰ τοῦ παραδείσου οἱ ἀθληταὶ ἀποχλείονται· τίς ἡ ἐπαγγελία λοιπὸν ὑπὲρ ἧς ἀναδέχονται τοὺς τῆς εὐσεδείας ἀγῶνας, καὶ εἰ τοῦ λῃστοῦ ἔλαττον ἕξουσι, πρὸς ὃν εἶπεν ὁ Κύριος, ὅτι Σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Καίτοι γε οὐκ ἑκουσίως ὁ λήστὴς τῷ σταυρῷ προσῆλθεν· ἀλλ᾽ ἐπειδὴ ἐγγὺς τῆς σωτηρίας ἐγένετο, εἶδεν ὁ ὀξὺς καὶ εὐφυὴς κλέπτης τὸν θησαυρὸν, καὶ ἐπιτυχὼν καιροῦ τὴν ζωὴν ἐληΐσατο, καλῶς κλεπτιχῇ καὶ εὐστόχως ἀποχρησάμενος, Κύριε μνήσθητί μου, εἰπὼν, ἐν τῇ βασιλείᾳ σου. Εἶτα ἐκεῖνος μὲν ἀξιοῦται τοῦ παραδείσου· ἐπὶ δὲ τῶν ἁγίων ἡ φλογίνη ῥομφαία διαχωλύει τὴν εἴσοδον ; Ἧ αὐτόθεν ἔχει τὴν λύσιν τὸ ζήτημα. Διὰ τοῦτο γὰρ οὐκ ἀεὶ ἑστῶσαν ἀντιπρόσωπον τοῖς εἰσιοῦσι τὴν ῥομφαίαν ὁ λόγος ἔδειξεν, ἀλλὰ καὶ στρεφομένην ἐποίησεν, ἵν κοῖς μὲν ἀναξίοις κατὰ στόμα πρηφαίνηται, τοῖς δὲ ἀξίοις στρεφομένη κατὰ νώτου γίνηται, ἀκώλυτον αὐτοῖς τὴν εἴσοδον ἐπὶ τὴν ζωὴν ὑπανοίγουσα· ἐντὸς ἐκεῖνοι γεγόνασι, τῇ παῤῥησίᾳ τῶν ἀγώνων ἀπαθῶς τὴν φλόγα περάπαντες· ἣν καὶ ἡμεῖς ἀδεῶς περάπαντες, τοῦ παραδείσου ἐντὸς γενοίμεθα, διὸ πρεσθείας αὐτῶν δυναμωθέντες πρὸς τὴν ἀγαθὴν ὁμολογίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.","t":"Away with it! Even to say such a thing is absurd. Truly we know the tree by its fruit: 'a bad tree cannot bear good fruit.' Since, then, the fruit of the martyrdom is good, praise the mother of noble children, saved through childbearing, as the Apostle says. For since she presented such fruit to God, she made a defence for the common nature of women. 'You are not my child,' she says, 'not the shoot of my birth pangs; having received God, you were born according to God. You received power to become a child of God. Run to your Father; do not be left behind by your age-mates, do not come second to the crown, do not leave a mother's prayer unfulfilled; you will not grieve your mother by becoming victor and trophy-bearer.' Saying this, and strengthening herself beyond nature, or rather strengthened by the Spirit, she herself laid her son with the rest on the wagon, escorting the athlete with a cheerful face. And what followed? The saints contended in the air; they sanctified the fire too by their addition, becoming fuel for the flame. They carried the blessing to the water too. Through all things the divine oracles were fulfilled. The three children take up cold and heat into the common hymn: the cold through the freezing, the heat through the burning; then 'they passed through fire and water'. But my speech wishes to run past these things as known, and now in season to examine one of the things asked about earlier. When man was banished from paradise, the flaming sword that turns was appointed to guard the entrance. And the cause of such forethought of God was that man might not come to the tree of life and touch it and remain immortal. You surely remember what was asked; and you remember, as is likely, what we found toward the question. But if we were to go through it again from the beginning and treat the whole argument, the length would exceed the present occasion. The question was this: if paradise is inaccessible even to the saints because of the turning sword, and if the athletes are shut out of paradise, what then is the promise for which they undertake the contests of piety, and will they have less than the thief, to whom the Lord said, 'Today you will be with me in paradise'? And yet the thief did not come to the cross willingly; but since he came near to salvation, the sharp and clever thief saw the treasure and, seizing the moment, plundered life, using his thieving art well and with good aim, saying, 'Lord, remember me in your kingdom.' Then is he thought worthy of paradise, while for the saints the flaming sword bars the entrance? Indeed the question has its solution from the text itself. For this reason the Word showed the sword not always standing facing those who enter, but made it turning, so that to the unworthy it appears full in front, while for the worthy it turns and comes behind their back, opening for them an unhindered entrance to life. They have come inside, passing through the flame without harm by the boldness of their contests; may we too pass through it without fear and come inside paradise, strengthened by their intercession for the good confession of our Lord Jesus Christ, to whom be glory for ever and ever. Amen.","f":"Gregory of Nyssa, <i>Mart. 40 (1)</i> 8 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-quadraginta-martyres-1/8)."}}