{"gregory-nyssa-theophilum/1":{"o":"Οὐ μόνης ἐστὶ τῆς χοσμιχῆῇς σοφίας εὔφορος μεγάλη τῶν ᾿Αλεξανδρέων πόλις, ἀλλὰ καὶ τῆς ἀληθινῆς, τῆς ὄντως σοφίας παρ᾽ ὑμῖν ἐξ ἀρχῆς βρύουσιν αἱ πηγαί. Διό μοι δοκεῖ καλῶς ἔχειν, παρ᾽ οἷς πλείων ἡ πρὸς τὸ ἀγαθόν ἔστι δύναμις, παρὰ τούτων γίγεσθαι τῆς κατὰ τὸ μυστήριον ἀληθείας τὴν συμμαχίαν· φησὶ γάρ που καὶ τὸ ὑψηλὸν Εὐαγγέλιον, ὅτι Ὧ τὸ πολὺ ἐδόθη, οὗτος τὸ πλέον ἀπαιτηθήσεται. Οὐκοῦν δίκαιος ἂν εἴης πᾶσαν τὴν ἐκ τῆς θείας χάριτος προσοῦσαν σοί τε καὶ τῇ Ἐκκλησίᾳ σου δύναμιν ἀντιστῇσαι τῇ ψευδωνύμῳ γνώσει τῶν κατὰ τῆς ἀληθείας ἀεί τι καινὸν ἐφευρισχόντων, δι᾽ ὧν τέμνεται μὲν ἡ κατὰ θεὸν συμφωνία, σιγᾶται μέγα καὶ σεδάσμιον ὄνομα τῶν Χριστιανῶν· πρὸς δὲ τὰς ἀνθρωπίνας προσηγορίας ἡ Ἐκκλησία χαταμε· καὶ τὸ πάντων δεινότατον, ὅτι χαίρουσιν οἱ ἄνθρωποι τοῖς πρὸς τὴν πλάνην χαθηγουμένοις ἐπονομάζεσθαι. Εἰ μὲν οὖν ἦν δυνατὸν καθόλου τὴν προφητικὴν εὐχὴν εἰς πέρας ἐλθεῖν, καὶ ἐκλείπειν ἁμαρτωλοὺς ἀπὸ τῆς γῆς καὶ τοὺς ἀνόμους, ὥστε μὴ ὑπάρχειν, ἐμφανῶς ἣν ἂν τὸ τοιοῦτον τῷ παντὶ προτιμότερον. Ἐπειδὴ δὲ οἱ λόγοι τῶν ἀνόμων ὑπερἰσχύουσιν, ἐν τῇ τοῦ ἀντικειμένου συνεργίᾳ τὴν κατὰ τῆς ἀληθείας ἔχοντες δύναμιν, ἀγαπητὸν ἂν εἴη ἐλαττῶσαι οὖν τὰ κακὰ, καὶ κωλῦσαι πρὸ; τὸ πλέον προϊοῦσαν τὴν τῶν χειρόνων ἐπαύξησιν, Τί οὖν ἐστιν ὅ φημι; υἱ τοῖς τοῦ ᾿Απολιναρίου δόγμασι συνιστάμένοι, διὰ τῆς καῦ᾽ ἡμῶν μέμψεως κρατύνειν ἐπιχειροῦτι τὰ ἴδια, σάρκινον τὸν Λόγον καὶ δημιουργὸν τῶν αἰώνων τὸν τοῦ ἀνθρώπου ΥἹὸν, καὶ θνητὴν τοῦ Υἱοῦ κατασκευάζοντες τὴν θεότητα. Προφέρουσι γὰρ, ὡς τινῶν τῶν κατὰ τὴν Καθολικὴν Ἐχχλνσίαν δύο πρεπθευόντων υἱοὺς ἐν τῷ δόγματι, τὸν μὲν, κατὰ φύσιν ὄντα, τὸν δὲ, κατὰ θέσιν ὕστερον προσγενόμ:νον. Οὐκ οἶδα παρ᾽ ὅτου τὸ τοιοῦτον ἀχηχηότες, καὶ πρὸς ποῖον διαπληχτιζόμενο: πρόσωπον· οὕπω γὰρ ἔγνων τὸν ταῦτα Πλὴν ἐπειδὴ ταύτην προστησάμενοι χαϑʼ ἡμῶν τὴν ὑπόθεσιν, διὰ τοῦ δοκεῖν τῇ ἀτοπίᾳ ταύτῃ συμπλέκεσθαι, τὰς ἑαυτῶν ὑπολήψεις χρατύνουςι, καλῶς ἂν ἔχοι τὴν σὴν ἐν Χριστῷ τελειότητα, χαθὸὺς ἅν σοι ἐπὶ νοῦν ἀγάγοι τὸ Πνεῦμα τὸ ἅγιον, ἐκκόψαι τὰς ἀφορμὰς τῶν ζητούντων τὰς καθʼ ἡμῶν ἀτορμὰς, καὶ πεῖσαι τοὺς ταῦτα συχοφαντιχῶς ἐπικαλοῦντας πἦ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅτι οὔτε ἔστι δόγμα τοιοῦτον ἂν Χριστιανοῖς. οὔτε κηρύσσεται. Οὐδὲ γὰρ, ἐπειδὴ ὁ τῶν αἰώνων ποιητὴς ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐπὶ γῆς ὥφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, διὰ τοῦτο δύο υἱοὶ κατὰ τὴν Ἐκκλησίαν ἀριθμοῦντα:, εἷς ὁ ποιητὴς τῶν αἰώνων, καὶ ἄλλος ὁ ἐπὶ συντελείᾳ τῶν αἰώνων διὰ σαρκὸς φανερωθεὶς τῇ ἀνθρωπίνῃ ζωῇ. Εἰ γάρ τις τὴν οἰκονομίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ διὰ σαρκὸς ἐπιφάνειαν εἰς ἑτέρου Υἱοῦ κατασκευὴν λαμδάνοι, οὗτος ἀριθμήσας καὶ πάσας τὰς τοῖς ἁγίοις γενομένας θεοφανείας πρὸ τῆς κατὰ σάρκα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ φανερώσεως, καὶ τὰς μετὰ ταῦτα πάλιν τοῖς ἁγίοις γεγενημένας, κατὰ τὸν ἀριθμὸν τῆς θεϊκῆς ἐμφανείας υἱῶν πλῆθος εἷναι κατασκευάσει, καὶ ἔσται αὐτῷ εἷς μὲν υἱὸς, ὁ χρηματίσας, ἕτερος δὲ, ὁ ἐπιφανεὶς τῷ Ἰσαάκ καὶ ὁτῷ Ἰακὼδ συμμαχήσας, ἕτερος· καὶ ἄλλος, ὁ τῷ Μωῦσῇ φανεὶς ἐν διαφόροις ἐπιφανείαις, Ὁ ἐν φωτὶ, ἐν γνόφῳ, ἐν στύλῳ νεφέλης, ἐν τῇ κατενώπιον ὄψει, ἐν τοῖς ὀπισθίοις - ἄλλος πάλιν υἱὸς, ὁ τῷ διαδόχῳ τοῦ Μωσέως συμπαραταξάμενος· καὶ ἄλλος, ὁ διὰ λαίλαπος τῷ Ἰὼδ χρηματίσας· καὶ ὁ ἐπὶ ὑψηλοῦ θρόνου τῷ Ἡσαῖχ φανεὶς, καὶ ὁ ἀνθρωπιχῷ σχήματι παρὰ τοῦ Ἰεζεκιὴλ τῷ λόγῳ ὑπογραφείς καὶ ὁ μετὰ ταῦτα ἐν φωτὶ χαταστράψας τὸν Παῦλον καὶ πρὸ τούτου, ὁ ἐπὶ τοῦ ὄρους τοῖς περὶ τὸν Πέτρον ἐν ὑψηλοτέρᾳ δόξῃ φανείς.","t":"The great city of the Alexandrians is fruitful not only in worldly wisdom; among you the springs of the true wisdom, the wisdom that really is, have gushed from the beginning. For this reason it seems right to me that the alliance for the truth of the mystery should come from those who have the greater power for good; for the lofty Gospel says somewhere: \"To whom much was given, of him more will be required.\" You would therefore be right to set all the power that divine grace has given to you and to your church against the knowledge falsely so called of those who are always inventing something new against the truth. Through them the concord that is according to God is cut apart, the great and venerable name of Christians is silenced, and the church is divided under human names; and, most terrible of all, people rejoice to be named after their guides into error. If it were possible for the prophet's prayer to be fulfilled completely, that sinners and the lawless should vanish from the earth so that they no longer exist, such a thing would plainly be preferable for all. But since the words of the lawless prevail, having their power against the truth through the cooperation of the adversary, it would be welcome at least to lessen the evils and to prevent the growth of the worse from advancing further. What, then, do I mean? Those who hold the doctrines of Apollinarius try to strengthen their own views by finding fault with us, making the Word fleshly and the Son of Man the maker of the ages, and the Godhead of the Son mortal. For they allege that some in the Catholic Church hold in their doctrine two sons, one who is Son by nature, and another who was added later by adoption. I do not know from whom they have heard such a thing, or against what person they are fighting; for I have not yet known anyone who says this. But since they set up this charge against us and strengthen their own suppositions by appearing to grapple with this absurdity, it would be well for your perfection in Christ, as the Holy Spirit brings it to your mind, to cut off the occasion from those who seek occasion against us, and to persuade those who slanderously bring these charges against the church of God that there is no such doctrine among Christians, nor is it preached. For it is not the case that, because the maker of the ages appeared on earth in the last days and lived among men, two sons are therefore counted in the church, one the maker of the ages and another who was manifested through flesh to human life at the consummation of the ages. For if anyone takes the dispensation of the only-begotten Son of God, his appearing through flesh, as the making of another son, he will also count all the theophanies made to the saints before the manifestation of the only-begotten Son of God in the flesh, and those made to the saints again afterward, and so will make out a multitude of sons equal to the number of divine appearances. He will have one son who spoke oracles, another who appeared to Isaac, another who wrestled alongside Jacob; and another who appeared to Moses in various manifestations, in light, in darkness, in the pillar of cloud, in the face-to-face sight, in the back parts; another son again who stood in battle beside Moses' successor; another who spoke to Job through the whirlwind; and the one who appeared to Isaiah on a lofty throne, and the one described in words by Ezekiel in human form, and the one who afterwards flashed upon Paul in light, and, before this, the one who appeared on the mountain to Peter and those with him in a loftier glory.","f":"Gregory of Nyssa, <i>Theoph.</i> 1 (PG 45; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-theophilum/1)."},"gregory-nyssa-theophilum/2":{"o":"Εἰ δὲ τοῦτο ἄτοπον καὶ παντελῶς ἀσεδὲς, τὰς ποιχῆλας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ θεοφανείας εἰς ἀριθμὸν υἱῶν χκαταμερίξειν, τὴν ἴσην ἀτοπίαν ἔχει καὶ τὴν διὰ σαρκὸς ἐπιφάνειαν ἀφορμὴν εἰς ἑτέρου υἱοῦ κατασκευὴν ποῖιε θαι. Οἰόμεθα γὰρ ὅτι κατὰ τὸ μέτρον τῆς ἑκάστου δυνάμεως τῶν δεχομένῷν τὴν θείαν ἐπιφάνειαν, ἀεὶ γέγονε τῆς ὑπερεχούσῆς φύσεως ἣ ὀπτασία, μείζων μὲν καὶ θεοπρεπεστέρα τοῖς δυναμένοις καθικέσθαι τοῦ ὕψους, ἐλάττων ὲ καὶ σμιχροπεπεστέρα τοῖς ἀχωρήτοις τοῦ μείζονος. Οὗ χάριν οὐκ ὁμοίως ταῖς προλαθδούσαις ἐπιφανείαις ἐν τῇ διὰ σαρκὸς οἰκονομίᾳ τῇ τῶν ἀνθρώπων ζωῇ ἐπιφαίνεται. ᾿Αλλ᾽ ἐπειδὴ πάντες, καθώς φησιν ὁ Προφήτης, ἐξέκλινάν τε καὶ ἠχρειώθησαν, καὶ οὐκ ἦν, καθὼς γέγραπται, ὁ δυνάμενος συνιέναι καὶ ἐχζξητῆῇσαι τὸ τῆς θεότητος ὕψος, διὰ τοῦτο τῇ σαργενεᾷ ἐπιφαινύμενος ὁ μονογενὴς Υἱὸς, σὰρξ γίνεται, κατὰ τὴν βραχύτητα τοῦ δεχομένου ἑχυτὸν συστείλας· μᾶλλον δὲ, καθώς φησιν ἡ Γραφὴ, ἑαυτὸν κενώσας, ἵνα ὅσον χωρεῖ ἡ φύσις, τοσοῦτον … δέξηται. Τὸ γὰρ εἶναι τὴν γενεὰν ἐκείνην, παρὰ τὰς προλαθούσας, κατάκριτον, σαφῶς παρὰ τῆς τοῦ Κυρίου φωνῆς μεμαθήκαμεν, ἐν οἷς Σοδομίτας τε αὖεὧῶν ἀνεχτοτέρους εἶναί φησι, καὶ Νινευῖτας, καὶ τὴν οὔ Νότου βασίλισσαν κατακρίνειν ἐν τῇ ἀναστάσει τὴν γενεὰν ἐκείνην, ὁ Κύριος διωρίσατο. Εἰ μὲν οὖν πάντες κατὰ τὸν Μωῦσέα δυνατῶς εἶχον ἐντὸς γενέσθαι τοῦ γνόφον, ἐν ᾧ εἶδεν ὁ Μωῦτῆς τὰ ἀθέατα· ἢ κατὰ τὸν ὑψηλὴν Ἰ]αῦλον, τριῶν οὐρανῶν ὑπεραρθῆναι, καὶ ἐν τῷ παραδείσῳ περὶ τῶν ὑπὲρ λόγον πραγμάτων διδαχθῆναι τὰ ἄῤῥητα· ἢ κατὰ τὸν ζηλωτὴν Ἠλίαν, τῷ πυρὶ πρὸς τὸν αἰθέριον χῶρον συνματος ἣ κατὰ τὸν Ἰεζεκιήλ τε καὶ Ἡσαῖαν ἐπὶ τοῦ θρόνου τῆς δόξης ἰδεῖν, ἢ ὑπὸ τῶν Χερουδὶμ ἐπαιρόμενον, ἣ ὑπὸ τῶν Σεραφὶμ δοξαζόμενον, οὐδ᾽ ἂν ἐγένετο πάντως χρεία τῆς διὰ σαρκὸς τοῦ Θεοῦ ἡμῶν ξἘπιφανείας, πάντων τοιούτων ὄντων. Ἐπεὶ δὲ, καθὼς ὁ Κύριος λέγει, γενεὰ πονηρὰ καὶ μοιχαλὶς ἣν ἡ γενεὰ ἐκείνη πονηρὰ μὲν, διὰ τὸ, καθώς φησι ὃ Εὐαγγέλιον, ὅλον τότε τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι· μοιχαλὶς δὲ, διὰ τὸ ἀποστάσαι αὐτὴν τοῦ ἀγαθοῦ νυμφίου, καὶ τῷ διὰ χκαχίας μοιχεύοντι τὰς ψυχὰς ἀνακραθῆναι τούτου χάριν ὁ ἀληθινὸς ἰατρὸς, τοὺς κακῶς ἔχοντας θεραπεύων, ὡς ἐπεζήτει τὴν θεραπείαν ἡ νότος, οὕτω τι τὴν ἐπιμέλειαν, τρόπον τινὰ συνασθενήσας τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως, καὶ σὰρξ γενόμενος, ἥτις ἐν τῇ αὑτῆς φύσει συνουσιωμένην ἔχει τὴν ἀπθένειαν, καθὼς διδάσκει ἡ θεία φωνὴ, ὅτι ε Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ, ἀσθενής. μὲν οὖν τὸ θεῖον ἐν τῷ ἀνθρωπίνῳ γενόμενον, καὶ ἐν τῷ θνητῷ τὸ ἀθάνατον, καὶ τὸ δυνατὸν ἐν τῷ ἀσθενεῖ, καὶ ἐν τῷ τρεπτῷ τε καὶ φθειρομένῳ τὸ ἀναλλοίωτόν τε καὶ ἄφθαρτον, ἀφῆκεν ἐπιμεῖναι τῷ θνητῷ τὸ θνητὸν, ἣ τῇ φθορᾷ τὸ φθαρτὸν, καὶ τὰ ἄλλα τοῖς ἄλλοις κατὰ τὸν αὐτὸν τρόπον, εἰκότως ἄν τις δυάδα τῷ Υἱῷ τοῦ Θεοῦ ἐνεθεώρησε, τῶν κατὰ τὸ ἐναντίον θεωρουμένων ἑκάτερον ἰδιαζόντως ἐφ᾽ ἑαυτοῦ ἀριθμῶν. Εἰ δὲ τὸ θνητὸν ἐν τῷ ἀθανάτῳ γενόμενον, ἀθανασία ἐγένετο, ὁμοίως καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μετέδαλε, καὶ τὰ ἄλλα πάντα ὡσαύτως πρὺς τὸ ἀπαθές τε καὶ θεῖον μετεποιήθη· τίς ὑπολείπεται λόγος τοῖς εἰς δυϊκὴν διαφορὰν τὸ ἕν διασχέζουσιν ; Ὁ γὰρ Λόγος καὶ πρὸ τῆς σαρκὸς, καὶ μετὰ τὴν ἐν σαρκὶ υἱχονομίαν Λόγος καὶ ἦν, καὶ ἔστι· καὶ ὁ Θεὸς καὶ πρὸ τῆς τοῦ δούλου μορφῆς καὶ μετὰ ταύτην ὁ Θεός ἐστι, καὶ τὸ φῶς τὸ ἀληθινὸν, πρίν τε ἐλλάμψῃ τῇ σκοτίᾳ, καὶ μετὰ ταῦτα φῶς ἐστιν Εἰ οὖν ἄπτωτος καὶ ἀμετάθετος πᾶσα θεοπρεπὴς ἔννοια διὰ παντὸς περὶ τὸν Μονογενῇ ὁρᾶται, καὶ ὁ αὑτός ἐστιν ἀεὶ πρὸς ἑαυτὸν ὡσαύτως ἔχων’ πῶς τις ἡμᾶς ἀναγκάζει τὴν διὰ σαρκὸς γενομένην αὐτοῦ ἐπιφάνειαν υἱῶν δυάδα κατονομάζειν, ὡς τοῦ μὲν προαιωγίου ὄντος ΥἹοῦ, τοῦ δὲ διὰ σαρκὸς τῷ θεῷ γενηθέντος, ἄλλου Υἱοῦ ; Ἡμεῖς γὰρ σωθῆναι μὲν τὴν ἀνθρωπίνην φύσιν ἑνωθεῖσαν τῷ Λόγῳ, παρὰ τοῦ μυστηρίου καὶ μεμαθήκαμεν καὶ πιστεύομεν - Υἱὸν δὲ Θεοῦ σάρκινον ἰδιαζόντως ἐφ᾽ ἑαυτοῦ θ:ωρούμενον, οὔτε ἐμάθομεν, οὔτε ἐξ ἀκολουθίας τινὸς νοεῖν - οὔτε γὰρ ἁμαρτία καὶ κατάρα διʼ ἡμᾶς, καθὼς ὁ ᾿Απόστολος λέγει, γενόμενος, καὶ τὰς ἡμετέρας λαθὼν ἀσθενείας, κατὰ τὴν Ἡσαΐου φωνὴν, ἀφῆκε περὶ ἑαυτὸν ἀνιάτρευτον τὴν ἁμαρτίαν, καὶ τὴν κατάραν, καὶ τὴν ἀσθένειαν· ἀλλὰ τὸ μὲν θνητὸν ὑπὸ τῆς ζωῆς κατεπόθη· ὁ δὲ σταυρωθεὶς ἐξ ἀσθενείας, ζῇ ἐκ δυνάμεως· ἥ τε κατάρα εἰς εὐλογίαν μετεποιήθη, καὶ ὅσον ἀσθενὲς τῆς φύσεως ἡμῶν καὶ ἐπίκηρον ἀναχραθὲν τῇ θεότητι, ἐκεῖνο ἐγένετο, ὅπερ ἡ θεότης ἐστί, Πόθεν οὖν ἄν τις τὴν δυάδα τῶν υἱῶν ἐννοήσειεν, ὡς ἀνάγκῃ τινὶ διὰ τῆς κατὰ σάρκα οἱἷχονομίας πρὸς τὴν τοιαύτην ὑπόληψιν ἐναγόμενος ;","t":"But if it is absurd and altogether impious to divide the various theophanies of the only-begotten Son of God into a number of sons, it is just as absurd to make his appearing through flesh an occasion for constructing another son. For we think that the vision of the transcendent nature has always come about according to the measure of the capacity of each who receives the divine appearance: greater and more befitting God to those able to reach the height, lesser and humbler to those who cannot contain the greater. That is why, in the dispensation through flesh, he appears to the life of men otherwise than in the earlier appearances. But since all, as the Prophet says, \"have turned aside and become worthless,\" and there was not, as it is written, anyone able to understand and seek out the height of the Godhead, for this reason the only-begotten Son, appearing to the fleshly generation, becomes flesh, contracting himself to the smallness of the one receiving him; or rather, as Scripture says, emptying himself, so that human nature might receive him as far as it can contain him. That that generation was condemned beyond those before it we have learned clearly from the Lord's voice, where he says that the Sodomites are more tolerable than they, and the Lord declared that the Ninevites and the queen of the South will condemn that generation in the resurrection. If, then, all had been able, like Moses, to enter within the darkness in which Moses saw what cannot be seen; or, like the lofty Paul, to be caught up beyond three heavens and in paradise to be taught unspeakable things about matters beyond reason; or, like the zealous Elijah, to be carried up by fire to the region of the upper air; or, like Ezekiel and Isaiah, to see on the throne of glory the one lifted up by the cherubim or glorified by the seraphim, there would surely have been no need of the appearing of our God through flesh, if all had been such. But since, as the Lord says, that generation was \"an evil and adulterous generation\" (evil because, as the Gospel says, the whole world then lay in the evil one; adulterous because it had departed from the good bridegroom and been mingled with the one who through evil commits adultery with souls), for this reason the true physician, healing those who were ill, applied his care as the disease required, in a certain way sharing the weakness of our nature and becoming flesh, which has weakness bound up with its very nature, as the divine voice teaches: \"The spirit is willing, but the flesh is weak.\" If, then, the divine, having come to be in the human, the immortal in the mortal, the powerful in the weak, the unalterable and incorruptible in the changeable and corruptible, had allowed the mortal to remain mortal, or the corruptible to remain in corruption, and so with the rest in the same way, one might reasonably have seen a duality in the Son of God, counting each of the things contemplated as opposites separately by itself. But if the mortal, having come to be in the immortal, became immortality, and likewise the corruptible changed into incorruption, and all the rest in the same way were transformed into the impassible and divine, what reason is left for those who split the one into a twofold difference? For the Word both was and is the Word, before the flesh and after the dispensation in the flesh; and God is God both before the form of the servant and after it; and the true light is light both before it shone in the darkness and afterwards. If, then, every conception befitting God is always seen in the Only-begotten, unfailing and unchangeable, and he is always the same with himself, how can anyone compel us to call his appearing through flesh a duality of sons, as though one were the Son before the ages and another Son had come into being for God through flesh? For we have learned from the mystery, and we believe, that human nature was saved by being united to the Word; but a fleshly Son of God, contemplated distinctively by himself, we have neither learned of nor [are we led] by any consequence to think of. For having become sin and a curse for us, as the Apostle says, and having taken our infirmities, according to the voice of Isaiah, he did not leave the sin and the curse and the weakness uncured in himself; but the mortal was swallowed up by life, and he who was crucified in weakness lives by power; the curse was transformed into blessing, and whatever was weak and perishable in our nature, mingled with the Godhead, became that which the Godhead is. From where, then, could anyone conceive of a duality of sons, as though led to such a supposition by some necessity through the dispensation in the flesh?","f":"Gregory of Nyssa, <i>Theoph.</i> 2 (PG 45; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-theophilum/2)."},"gregory-nyssa-theophilum/3":{"o":"Ὁ γὰρ ἀεὶ ἐν τῷ Πατρὶ ὧν, καὶ ἀεὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ ἠνωμένος αὐτῷ, ὡς ἦν καὶ πρώην, οὕτω καὶ ἔστι, καὶ ἔσται, καὶ ἄλλο παρ᾽ ἐκεῖνον Υἱὸς οὔτε ἧν, οὔτε ἐγένετο, οὔτε ἔσται. Ἢ δὲ προσληφθεῖσα τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ ὑπὸ τῆς καντοδυνάμηυ θεότητος, ὡς ἂν εἴποι τις εἰκόνι χρώμενος, οἷόν τις σταγὼν ὄξους ἀπείρῳ πελάγει χατακραθεῖσα, ἐστὶ μὲν ἐν θεότητι, οὐ μὴν ἐν τοῖς ἰδίοις αὑτῆς ἰδιώμασιν. Οὕτω γὰρ ἂν ἡ τῶν υἱῶν δυὰς ἀκολούθως ὑπενοεῖτο, εἰ τῇ ἀφράστῳ τοῦ Υἱοῦ θεότητι ἑτερογενὴς τις φύσις ἐν ἰδιάζουσι σημείοις ἐπεγινώσχετο, ὡς εἶναι τὸ μὲν ἀσθενὲς, ἣ μικρὸν, ἣ φθαρτὸν, ἢ πρόσκαιρον· τὸ δὲ, δυνατὸν, καὶ μέγα, ἄφθαρτον, καὶ ἀΐδιον. Ἐπειδὴ δὲ πάντων τῶν τῷ θνητῷ συνεπιθεωρουμένων ἐν τοῖς τῆς θεότητος ἰδιώμασι μεταποιηθέντῶν, ἐν οὐδενὶ χαταλαμδάνεται ἡ διαφορά· ὅπερ γὰρ ἄν τις ἴδοι τοῦ Υἱοῦ, θεότης ἐστὶ, σοφία, δύναμι, ἁγιασμὸς, ἀπάθεια· πῶς ἂν διαιροῖτο τὸ ἕν εἰς δυϊχην σημασίαν, μηδεμιᾶς διαφορᾶς τὸν ἀριθμὸν ; Ἡ γὰρ θεότης τὸ ταπεινὸν ὑπερύψωσε, … ὄνομα ἐχαρίσατο· τὸ ὑποχείριον καὶ δοῦλον, κύριον καὶ βασιλέα ἐποίητε· καθὼς ὁ Πέτρος φησὶν, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Νοοῦς μὲν γὰρ διὰ τοῦ Χριστοῦ βασιλείαν, καὶ διὰ τὴν ἀχριδῇ ἑνότητα τῆς τε προσληφθείσης σαρκὸς, καὶ … ὀνόματα· ὥστε καὶ τὸ ἀνθρδπινον τῷ θείῳ, καὶ τὸ θεῖον τῷ ἀνθρωπίνῳ χατονομάζεσθαι. Διὸ καὶ ὁ ἐσταυρωμένος Κύριος τῆς δόξης ὑπὸ τοῦ Παύλου καλεῖται, καὶ ὁ προσκυνούμενος ὑπὸ πάσης κτίσεως τῶν ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, Ἰησοῦς ὀνομάζεται. Διὰ τούτων γὰρ ἡ ἀληθής τε καὶ ἀδιαίρετος ἕνωσις ἑρμηνεύεται ἐκ τοῦ καὶ τὴν ἄφραστον τῆς θεότητος δόξαν τῇ τοῦ Υἱοῦ προσηγορίᾳ σημαίνεσθαι, ὅταν πᾶσα σὰρξ ἐξομολογήσηται καὶ γλῶσσα, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ, ὥστε τὸν τὰ πάθη τοῦ σταυροῦ καταδεξάμενον, καὶ περονηθέντα ἥλοις, κχαὶ διαπαρέντα λόγχῃ. Κύριον δόξης ὑπὸ τοῦ Παύλου προσαγορεύεσθαι. Εἰ οὖν καὶ τὸ ἀνθρώπινον οὐκ ἐν τοῖς φύσεως ἰδιώμασι δείκνυται, ἀλλὰ Κύριος τῆς δόξης ἐστὶν, οὐκ ἂν δέ τις εἰπεῖν δύο κυρίους δόξης τολμήσειε, μαθὼν ὅτι εἷς Κύ.ς ριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα: πόθεν ἡμῖν ἐπικαλοῦσι τῶν υἱῶν τὴν δυάδα οἱ τὴν καθ᾽ ἡμῶν κατηγορίαν εὐπρόσωπον ἀφορμὴν εἰς κατασκευὴν τῶν ἰδίων ὑπολήψεων προθαλλόμενοι; Τὰ μὲν οὖν παρ᾽ ἡμῶν εἰς ἀπολογίαν, τοιαῦτα· ζητοῦμεν δὲ παρὰ τῆς σῆς ἐν Χριστῷ τελειότητος μείζονα καὶ τελειοτέραν τῆς ἀληθείας τὴν συμμαχίαν ὡς ἂν μηδεμίαν ἔχοιεν κατὰ τῆς ἁληθείας εἰς κατηγορίαν λαθὴν, διὰ τῆς καθ᾽ ἡμῶν μέμψεως τὰς ἰδίας ὑπολήψεις …","t":"For he who is always in the Father, always has the Father in himself and is united with him, as he was before, so he is and will be; and there neither was, nor came to be, nor will be any other Son besides him. And the first fruits of human nature taken up by the almighty Godhead, to use an image, like a drop of vinegar mingled into a boundless sea, is in the Godhead, but not in its own properties. For a duality of sons would consistently be supposed only if a nature of another kind were recognized, by its own distinctive marks, alongside the ineffable Godhead of the Son, so that the one would be weak, or small, or corruptible, or temporary, and the other powerful and great, incorruptible and eternal. But since all the things contemplated together with the mortal have been transformed into the properties of the Godhead, the difference is apprehended in nothing; for whatever one sees of the Son is Godhead, wisdom, power, sanctification, freedom from passion. How, then, could the one be divided into a twofold signification, when there is no difference to make the number? For the Godhead highly exalted the lowly and granted it [the name above every name]; it made what was subject and servant Lord and King, as Peter says: \"God made him both Lord and Christ.\" For by \"Christ\" we understand kingship; and because of the exact unity of the flesh that was taken up and [the Godhead that took it up, the] names [are exchanged], so that the human is named by the divine and the divine by the human. That is why the crucified one is called by Paul \"the Lord of glory,\" and the one who is adored by all creation, of things in heaven and on earth and under the earth, is named Jesus. Through these the true and undivided union is expressed, from the fact that the ineffable glory of the Godhead is signified by the name of the Son, when every flesh and tongue confesses that Jesus Christ is Lord, to the glory of God; so that the one who accepted the sufferings of the cross, pierced with nails and pierced by a spear, is called \"Lord of glory\" by Paul. If, then, the human is not shown in the properties of its nature, but is the Lord of glory, and no one would dare to say that there are two Lords of glory, having learned that there is one Lord Jesus Christ, through whom are all things, from where do they bring against us the charge of a duality of sons, these men who put forward their accusation against us as a plausible occasion for building up their own suppositions? Such, then, is what we have to say in our defence; but we seek from your perfection in Christ a greater and more perfect alliance for the truth, so that they may have no handle for accusation against the truth, [strengthening] their own suppositions by finding fault with us.","f":"Gregory of Nyssa, <i>Theoph.</i> 3 (PG 45; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-theophilum/3)."}}