{"gregory-nyssa-usurarios/1":{"o":"Τῶν φιλαρέτων ἀνθρώπων, τῶν ξῇν κατὰ λόγον προαιρουμένων, νόμοις ἀγαθοῖς ὁ βίος καὶ προστάγμασι κχεχανόνισται· ἐν οἷς καθορᾶται τοῦ Νομοθέτου ἡ γνώμη πρὸς δύο γενικῶς ἀποτεινομένη σκοπούς ἕνα μὲν, τῶν ἀπειρημένων τὴν ἀπαγόρευσῖν ἔχοντα· ἕτερον δὲ, τὸν πρὸς τὴν ἐνέργειαν τῶν καλῶν κατεπείγοντα. Οὐ γὰρ ἔστιν ἄλλως εὐπολίτευτον βίον κατορθωθῆναι καὶ σώφρονα, εἰ μή τις φεύγων ὡς ἔχει δυνάμεως τὴν κακίαν, διώξειεν υἱὸς μητέρα τὴν ἀρετήν. Συναχθέντες τοίνυν καὶ σήμερον (Ὁ) ἵνα Θεοῦ προσταγμάτων ἀκούσωμεν, ἠχροώμεθα τοῦ Προφήτου φονεύοντος τὰ μοχθηρὰ τῶν δανεισμάτων τέκνα, τοὺς τόκους, ἑξαιροῦντος τοῦ βίου τὴν ἐπ᾽ ἐργασίᾳ χρῆσιν τῶν νομισμάτων· δεξώμεθα δὲ εὐπειθῶς τὸ παράγγελμα· ἵνα μὴ ἡ πέτρα ἐκείνη γενώμεθα, ἐφʼ ἣν καταπεσὼν ὁ σπόρος, ξηρὸς καὶ ἄγονος ἔμεινεν, μηδὲ λεχθῇ πρὸς ἡμᾶς ἃ ποτε πρὸς τὸν δυσάγωγον Ἰσραήλ· ᾿Ακοῇ καὶ οὐ μὴ συγῆτα, καὶ βλέποντες … Παραιτοῦμαι δὲ τοὺς ἀκουσομένους μηδαμῶς θρασύτητός μου ἢ ἀνοίας καταψηφίσασθαι, εἰ ἀνδρὸς λογάδος καὶ ὀνομαστοῦ κατὰ φιλοσοφίαν, πάντων δὲ λόγων ἀσχηθέντος παιδείαν, ἐπὶ τῆς ὑποθέσεως αὐἧς εὐδοκιμήσαντος, καὶ καταλιπόντος τὸν κατὰ τοχιστῶν λόγον κτῆμα τῷ βίῳ, κἀγὼ πρὸς τὴν αὐτὴν ἅμιλλαν χαθῆχα, ὄνων ἢ βοῶν ἅρμα πρὸς τοὺς στεφανίτας ἵππους ζευξάμενος παραφαίνεται γὰρ ἀεὶ τὰ μικρὰ τοῖς μεγάλοις· καὶ λαμπομένη σηλήνη, ἡλίου σφοδρότητι τῶν ἀνέμων ἐλαυνομένης, ἐπακολουθεΐ ἡ μικρὰ πορθμὶς τὸν αὐτὸν περανουμένη βυθόν· δρῶν δὲ πάλιν ἀγωνιζομένων νόμοις ἀθλητιχοῖς, ἐγκχονίζονται τῷ αὐτῷ καὶ παῖδες. Ὧδε μὲν οὖν ἐχέτω τῆς γνώμης ἡ αἴτησις. Σὺ δὲ, πρὸς δὺ ὃ λόγος, ὅστις ποτ᾽ ἂν ἧς, μίσησον τρόπον χαπηγιχὸν, ἄνθρωπος ὥν. ᾿Αγάπησον ἀνθρώπους, καὶ μὴ ἀργύριον· στῆσον μέχρι τούτου τὴν ἁμαρτίαν. Εἰπὲ τοῖς ποτέ σου φιλτάτοις τόχοιξ τὴν Ἰωάννου τοῦ Βαπτιστοῦ φωνήν· Γεννήματα ἐχιπορεύεσθε ἀπ᾽ ἐμοῦ. Ὄλεθροι τῶν ἐχόντων ὑμεῖς καὶ λαμβανόντων ἐστέ· τέρπετε πρὸς ὀλίγον, ἀλλὰ χρόνοις ὕστερον ὁ ἀφ᾽ ὑμῶν ἰὸς πικρὸν γίνεταε δηλητήριον τῇ ψυχῇ· ἀποφράττετε ζωῆς ὁδόν· κλείετε τἧς βασιλείας τὰς θύρας· μικρὸν τέρψαντες τὴν ὄψιν, καὶ τὴν ἀκοὴν περιηχήσαντες, αἰωνίου λύπης γίνεσθε πρόξενοι. Ταῦτα εἰπὼν ἀπόταξαι πλεονασμῷ καὶ τόκοις, σύνταξαι δὲ φιλοπτωχίᾳ, Καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς. Διὰ πενίαν σε ἱκετεύει καὶ ταῖς θύραις προσχάθηται ἀπορῶν καταφεύγει πρὸς τὸν σὸν πλοῦτον, ἵνα γένῃ αὐτῷ τῆς χρείας ἐπίκουρος. Σὺ δὲ τοὐναντίον ποιεῖς· ὁ σύμμαχοφν γίνῃ πολέμιος· οὗ γὰρ αὐτῷ συμπράττεις, ὅπως ἂν καὶ τῆς ἀνάγκης ἐλευθερωθείη τῆς ἐπεχειμένης, καὶ σοὶ ἀποπληρώσῃ τὸ δάνεισμα, ἀλλὰ σπείρεις τῷ στενουμένῳ κακὰ, τὸν γυμνὸν ἀπεχτὸν τετρωμένον ἐπιτραυματίζων, φροντίδας ἐπισυνάπτων ταῖς φροντίσι, καὶ λύπας τῇ λύπῃ. Ὃ γὰρ ἔντοχον χρυσὸν ὑποδεχόμενος, πενίας λαμδάνει ἐν προσχήματι εὐεργεσίας, ὄλεθρον ἐπεισάγων τῇ οἰκίᾳ. Ὥσπερ γὰρ ὁ πυρεταίνοντι, καιομένῳ παρὰ τῆς θέρμης, δίψῃ δὲ σφοδροτάτῃ φτυνἐχομένῳ, καὶ ἠναγχασμένως αἰτοῦντι τὸ πόμα, διδοὺς οἶνον δῆθεν ὑπὸ φιλανθρωπίας, εὐφραίνει μὲν πρὸς ὀλίγον τὴν κύλικα ἐφελκόμενον, ὀλίγου δὲ χρόγου παρελθόντος, σφοδρὸν καὶ δεκαπλασίονα τῷ κάμνοντι τὸν πυρετὸν ἀπεργάζεται· οὕτως ὁ παρέχων πένητι γέμοντα πενίας χρυσὸν, οὐ παύει τὴν ἀνάγκην, ἀλλ᾽ ἐπιτείνει τὴν συμφοράν.","t":"The life of those who love virtue and choose to live according to reason has been regulated by good laws and commandments, in which the mind of the Lawgiver is seen to aim, in general terms, at two goals: the one forbids what is prohibited, the other urges us on to the practice of what is good. For a well-ordered and sober life cannot be achieved in any other way than if one flees evil as far as he is able and pursues virtue as a son pursues his mother. Gathered today, then, to hear the commandments of God, we have heard the Prophet killing the wicked children of loans, the interest, and removing from life the use of money for gain. Let us receive the command obediently, so that we may not become that rock on which the seed fell and remained dry and barren, nor have said to us what was once said to unteachable Israel: \"With hearing you will hear and not understand, and seeing ...\" I beg my hearers not to condemn me of rashness or folly if, when a choice man, renowned for philosophy and trained in all learning, has gained distinction on this very subject and left his discourse against usurers as a possession for life, I too have entered the same contest, like one who yokes a cart of asses or oxen against horses that win crowns. For small things always appear alongside great ones: the moon shines [beside the sun]; ... driven by the force of the winds, the little boat follows, crossing the same deep; and when men compete under the rules of the games, boys too are covered with the same dust. So much, then, for my request for your indulgence. But you, to whom this discourse is addressed, whoever you may be, hate the huckster's way, since you are a human being. Love human beings and not silver; stop your sin at this point. Say to the interest that was once dearest to you the words of John the Baptist: \"Brood of vipers ...\"; \"Depart from me. You are the ruin of those who have you and those who receive you. You delight for a little while, but in time your venom becomes a bitter poison to the soul; you block the way of life; you shut the doors of the kingdom; after delighting the eye a little and ringing in the ear, you become the cause of eternal grief.\" When you have said this, renounce gain and interest, and pledge yourself to the love of the poor. \"And do not turn away from the one who wishes to borrow.\" He entreats you because of his poverty and sits at your doors; in his need he takes refuge in your wealth, so that you may become his helper in his need. But you do the opposite: you who should be an ally become an enemy. For you do not help him to be freed from the necessity that presses on him and to repay you the loan, but you sow evils for the afflicted, stripping the naked and wounding the wounded again, adding cares to cares and grief to grief. For the one who receives gold at interest receives a pledge of poverty under the appearance of a kindness, and brings ruin into his house. Just as one who gives wine, supposedly out of kindness, to a man in a fever, burning with heat and gripped by a most violent thirst, who asks for a drink under compulsion, pleases him for a little while as he drains the cup, but after a short time makes the fever fierce and tenfold in the sick man, so the one who gives a poor man gold full of poverty does not end his need but increases his misfortune.","f":"Gregory of Nyssa, <i>Usur.</i> 1 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-usurarios/1)."},"gregory-nyssa-usurarios/2":{"o":"Μὴ τοίνυν ζήσῃς μισάνθρωπον βίον ἐν φιλανθρωπίας προσχήματι, μηδὲ γένῃ ἰατρὸς ἀνδροφόνος, τὸ πρόσχημα μὲν τοῦ σώζειν ἔχων διὰ τὸν πλοῦτον, ὡς ἐκεῖνος διὰ τὴν τέχνηνʼ τῇ προαιρέσει δὲ κεχρημένος εἰς ἀπώλειαν τοῦ ἑαυτόν σοι χαταπιστεύσαντος. ᾿Αργὸς καὶ ὁ πλεογεχτικὸς βίος ὁ τοῦ τοχίζοντος. Οὐκ οἶδε πόνον γεωργίας, οὐκ ἐπίνοιαν ἐμπορίας· ἐφ᾽ ἑνὸς δὲ τόπου κάθηται, τρέφων ἐπὶ τῆς ἑστίας θηρία. Ασπαρτα αὑτῷ βούλεται τὰ πάντα καὶ ἀνήροτα φύεσϑαι· ἄροτρον ἔχει τὸν κάλαμονʼ χώραν, τὸν χάρτην σπέρμα, τὸ μέλαν· ὑετὸν, χρόνον, αὐξάνοντα αὐτῷ λανθανόντως τὴν τῶν χρημάτων ἐπικαρπίαν. Δρέπανόν ἐστιν αὐτῷ ἡ ἀπαίτησις· ἅλων, ἡ οἰκία, ἐφ᾽ ἧς λεπτύνει τὰς τῶν θλιδομένων οὐσίας. Τὰ πάντων ἴδια βλέπει. Εὔχεται τοῖς ἀνθρώποις ἀνάγγας καὶ συμφορὰς, ἵνα πρὸς αὐτὸν ἠναγχασμένως ἀπέλθωσι. Μισεῖ τοὺς ἑαυτοῖς ἀρχοῦντας, καὶ τοὺς τοῖς δικαστηρίοις, ἵνα εὔρῃ τὸν στενούμενον τοῖς ἀπαιτηταῖς, καὶ τοῖς πράχτορσιν ἀκολουθεῖ, ὡς ταῖς παρατάξεσι καὶ τοῖς πολέμοις οἱ γῦπες. Περιφέρει τὸ βαλάντιον, καὶ δείκνυσι τοῖς πνιγομένοις τῆς θήρας δέλεαρ, ἵν᾽ ἐκείνῳ διὰ τὴν χρείαν περιχήναντες, συγχαταπίωσι τοῦ τόκου τὸ ἄγκιστρον. Καθ ἡμέραν ἀριθμεῖ τὸ κέρδος, καὶ τῆς ἐπιθυμίας οὐκ ἐμπίπλαται. Ἄχθεται πρὸς τὸν χρυσὸν τὸν ἐπὶ τῆς οἰκίας ἀποκείμενον, διότι κεῖται ἀργὸς καὶ ἄπρακτος. Μιμεῖται τοὺς γεωργοὺς τοὺς ἀπὸ τῶν σωρῶν ἀεὶ ς σπέρματα αἰτοῦντας Οὐκ ἀνίησι τὸν ἄθλιον χρυσὸν, ἀλλ᾽ ἐκ χειρῶν εἰς χεῖρας μετάγει Βλέπεις γοῦν τὸν πλούσιον καὶ πολύχρυσον πολλάκις μηδὲ ὃν νόμισμα ἔχρντα ἐπὶ τῆς οἰκίας ἀλλ᾽ ἐν χάρταις τὰς ἐλπίδας, ἐν. ὁμολογίαις τὴν ὑπόστασιν, μηδὲν ἔχοντα καὶ πάντα κατέχοντα᾽ πρὸς τοὐναντίον τοῦ ἀποστολικοῦ γράμματος κεχρημένον κῷ βίῳ, πάντα διδόντα. τοῖς αἰτήσασιν, οὐ διὰ φιλάνθρωπον γνώμην, ἀλλὰ διὰ φιλάργυρον τρόπον. Αἰἱρεῖται γὰρ τὴν πρόσκαιρον πενίαν, ἵνα, ὡς δοῦλος ἐπίμοχθος, ὁ χῥβυσὸς ἐργασάμενο;, μετὰ τῶν μισθῶν ἐπανέλθῃ. Ὁρᾷς, ὅπως ἡ τοῦ μέλλοντος ἐλπὶς κενοῖ τὴν οἰκίαν, καὶ ποιεῖ τὸν πολὺν χρυσὸν ἀχτήμονα πρόσκαιρον. Τούτου δὲ τίς ἡ αἰτία; Ἢ ἐν τῷ χάρτῃ γραφὴ, ἡ ὁμολογία τοῦ στενωθέντος. Δώσω μετά τῆς ἐργασίας, ὑποτελέσω μετὰ τοῦ γινομένου. Εἶτα, παρακαλῶ, ὁ μὲν χρεώστης, καὶ ἄπορος ὧν, διὰ τὴν συγγραφὴν πιστεύεταιʼ ὁ δὲ Θεὸς, πλούσιος ὧν καὶ ἐπαγγελλόμενος, οὐκ ἀκούεται. Δὸς, καὶ ἐγὼ ἀποδώσω βοᾷ γράψας ἐν Εὐαγγελίοις, ἐν χειρογράφῳ δημοσίῳ τῆς οἰκουμένης, ὃ τέσσσαρες ἔγραψαν εὐαγγελισταὶ, ἀνθ᾽ ἑνὸς συμδολ[αι]ογράφον, οὗ μάρτυρες πάντες οἱ ἐκ τῶν χρόνων τῆς σωτηρίας Χριστιανοί. Ἔχεις ὑποθήχην τὸν παράδεισον, ἐνέχυρον ἀξιόπιστον. Εἰ δὲ καὶ ἐνταῦθα ζητεῖς, ὅλος ὁ κόσμος τοῦ τὴν εὐπορίαν τοῦ ζητοῦντος τὴν εὐεργεσίαν, καὶ εὑρήσεις τὸν πλοῦτον. Πᾶσα γὰρ χρυσῖτις τοῦ χρεώστου τούτου χτῇῆμα. Πᾶν μέταλλον ἀργυρίου καὶ χαλκοῦ καὶ τῶν ἑξῆς ὑλῶν τῆς ἐκείνου δεσποτείας μέρος. ᾿Απόδλεψον εἰς τὸν μέγαν οὐρανόν· κατάμαθε τὴν ἄπειρον θάλασσαν· ἱστόρησον τὺ πλάτος τῆς γῆ τ΄ ἀρίθμησον τὰ ἐπ᾽ αὐτῆς τρεφόμενα ζῶα· πάντα δοῦλα καὶ κτήματα, οὗ σὺ ὡς ἀπόρου καταφρονεῖς. Σωφρόνησον, ἄνθρωπε. Μὴ κχαθυδρίσης τὸν Θεὸν, μηδὲ ἡγήσῃ τῶν τραπεζιτῶν ἀτιμότερον, οἷς πιστεύσεις. Δὸς ἐγγυητῇ μὴ ἀποθνήσκοντι. Πίστευσον χειρογράφῳ μὴ βλεπογασίαν, ἀλλὰ δὸς ἀχαπήλευτον τὴν εὐεργεσίαν, καὶ ὄψει σοι τὸν Θεὸν μετὰ προσθήκης ἀποδιδόντα τὴν … Ἂν δὲ ξενίζῃ σου τὴν ἀκοὴν ὁ παράδοξος [ὁ] λόγος πρόχειρον ἔχω τὴν μαρτυρίαν, ὅτι τοῖς εὐδαπανῶσι καὶ εὐεργετοῦσι Θεὸς τὴν ἀμοιδὴν ἀποδίδωσι. Πέτρον γὰρ ἐρωτῶντος καὶ λέγοντος· Ἰδοὺ ἡμεῖς ἀφρήχαμεν πάντα, καὶ ἠχολλουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν ; ᾿Αμὴν Ἰέγω ὑμῖν, φησί’ Πᾶς ὅστις ἀ;ῆχεν οἰκίας, ἣ φοὺς, ἢ ἀδελφὰς, ἣ πατέρα, ἣ μητέρα, ἣ γυναῖκα, ἣ τέκνα, ἣ ἀγροὺς, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ὁρᾷς τὴν φιλοτιμίαν ;","t":"Do not, then, live a misanthropic life under the appearance of philanthropy, nor become a murderous doctor, who has the appearance of saving (you through your wealth, as he through his art) but uses his intention for the destruction of the one who has trusted himself to you. Idle and greedy is the life of the usurer. He knows neither the toil of farming nor the ingenuity of trade; he sits in one place, rearing wild beasts at his hearth. He wants everything to grow for him unsown and unploughed: his plough is the pen, his field the paper, his seed the ink, his rain time, which secretly increases for him the harvest of his money. His sickle is the demand for payment; his threshing floor is his house, on which he grinds fine the substance of the afflicted. He looks on everyone's property as his own. He prays for people to meet with need and misfortune, so that they may be forced to come to him. He hates those who are self-sufficient, and those who [keep away from] the courts ...; he follows the creditors' agents and the tax collectors, as vultures follow battle lines and wars, so that he may find the man who is hard pressed. He carries his purse about and shows it to those who are choking, as bait for the hunt, so that, gaping at it in their need, they may swallow the hook of interest along with it. Every day he counts his gain and is never filled in his desire. He is vexed with the gold stored in his house, because it lies idle and unemployed. He imitates the farmers who always take seed from the heaps. He does not let the wretched gold rest, but moves it from hand to hand. So you see the rich man with much gold often without a single coin in his house, but with his hopes in papers and his substance in written agreements, having nothing and possessing everything; he uses his life contrary to the apostolic text, giving everything to those who ask, not from a philanthropic intention but from a money-loving habit. For he chooses a temporary poverty, so that his gold, like a toiling slave, may work and come back with its wages. You see how the hope of the future empties the house and makes much gold for a time no possession at all. What is the cause of this? The writing on the paper, the bond of the man in distress: \"I will give back with the earnings; I will pay with the increase.\" Then, I ask you, the debtor, though he is poor, is trusted because of the contract; but God, who is rich and promises, is not listened to. \"Give, and I will repay,\" he cries, having written it in the Gospels, in the public bond of the world, which four evangelists wrote in place of one notary, and whose witnesses are all Christians since the times of salvation. You have paradise as your security, a trustworthy pledge. And if you look for it here too, the whole world is the wealth of the one who asks for kindness, and you will find the riches. For every gold mine is the possession of this debtor; every mine of silver and bronze and of the other metals is part of his dominion. Look up at the great heaven; consider the boundless sea; survey the breadth of the earth; count the animals that it feeds: all are the slaves and possessions of him whom you despise as poor. Be sensible, man. Do not insult God, nor think him less honourable than the bankers whom you will trust. Give to a guarantor who does not die. Trust a bond that ... but give your kindness without huckstering, and you will see God repaying it to you with increase. And if this strange saying sounds odd to your ear, I have the testimony at hand that God gives the recompense to those who spend well and do kindnesses. For when Peter asked, \"Behold, we have left everything and followed you; what then will there be for us?\" he says: \"Truly I say to you, everyone who has left houses or brothers or sisters or father or mother or wife or children or fields will receive a hundredfold and will inherit eternal life.\" Do you see his munificence?","f":"Gregory of Nyssa, <i>Usur.</i> 2 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-usurarios/2)."},"gregory-nyssa-usurarios/3":{"o":"βλέπεις τὴν ἀγαθότητα; Ὁ σφόδρα ἀναίσχυντος δακάμνει, ἵνα διπλασιάσῃ τὸ κεφάλαιον᾽ ὃ Θεὸς δὲ αὐθαιρέτως τῷ μὴ θλίδοντι τὸν ἀδελφὸν τὸ ἑχατονταπλάσιον δίδωσι. Πείθου οὖν τῷ θεῷ συμθουλεύοντι, καὶ λήψῃ τόκους ἀναμαρτήτους. Ἵνα τί μετὰ ἀμαρτίας μερίμναις σαυτὸν ἐχτήχεις, … ἡμέρας ἀριθμῶν, τοὺς μῆνας ψηφίζων, τὸ κεφάλαιον ἐννοῶν, τὰς προσθήκας ὀνειροπολῶν, φσδούμενος τὴν προθεσμίαν, μὴ ἄκαρπος παραγένηται ὡς θέρος χαΠεριεργάζεται ὁ δανειστὴς τοῦ τὰς πράξεις, τὰς ἐχδημίας, τὰ κινήματα, τὰς μεταδάσεις, τὰς ἐμπορίας κἂν φήμη τις παραγένηται σχυθρωπὴ, ὅτι λῃσταῖς ὁ δεῖνα περιέπεσεν, ἣ ἔκ τινος περιστάσεως εἰς πενίαν αὐτῷ μετεδλήθη ἣ εὐπορία, κάθηται, τὼ χεῖρε συνδήσας, στένει συνθρηνεῖ ἐν τοῖς γράμματι τὸν χρυσὸν, προχομίζων συμδόλαιον, ὡς ἱμάτιον υἱοῦ τελευτήσαντος· ἀπ᾽ ἐκείνὸν θερμότερον ἐγείρει τὸ πάθος. ᾽Αν δὲ καὶ ναυτικὸν τοῖς αἰγιαλοῖς προσχάθηται, τὰς κινήσεις μεριμνᾷ τῶν ἀνέμων, συνεχῶς διερωτᾷ τοὺς μή πον νανάγιον ἠκούσθη, μή ποὺ σλέοντες ἐχινδύνευσαν. Παχνοῦται τὴν ψυχὴν ἐκ τῶν λειψάνων τῆς μεθημερινῆς φροντίδος. Πρὸς δὴ τὸν ποιοῦτον λεκτέον᾽ Παῦσαι, ἄνθρωπε, μερίμνης ἐπικινδύνου. ᾿Ανάπαυσαι ἀπὸ ἐλπίδος τηχούσης· μὴ τόκους ζητῶν σαυτῷ τὸ κεφάλαιον διαφϑείρῃς. Παρὰ πένηπος ζητεῖς προσόδους καὶ προσθήκας πλούτου, παραπλήσιον ποιῶν ὡς εἴτις ἀπὸ χώρας αὐχμῷ θερμοτάτῳ ξηρανθείσης λαδεῖν θελήσειε σίτου θημωνιὰς πλῆθος βοτρύων ἐξ ἀμπέλου μετὰ νέφος χαλαζηφόρον, ἢ τέκνων τόκον ἀπὸ δτείρας γαστρὸς, ἣ γάλακτος τροφὴν ἐξ ἀτόχων γυναικῶν. Οὐδεὶς ἐγχειρεῖ τοῖς παρὰ φύσιν καὶ ἀδυνάτοις· ἐπεὶ πρὸς τῷ μηδὲν κατορθοῦν, προσοφλισχάνει γέλωτα. Μόνος ὁ θεὸς παντοδύναμος, ὃς ἐκ τῶν ἀπόρων εὑρίσκει τοὺς πορισμοὺς, καὶ τὰ παρ᾽ ἐλπίδα καὶ προσδοκίαν δημιουργεῖ, γῦν μὲν κελεύων πέτρας πηγὴν ἀποῤῥεῖν, αὖθις δὲ βρέχων ἐξ οὐρανοῦ ἄρτον ἀσυνήθη καὶ ξένον, καὶ πάλιν γλυχαίνων τὴν πικρὰν Μεῤῥὰν ἐπαφῇ ξύλου· καὶ τῆς στείρας Ἐλισάδετ εὔτοχον ποιῶν τὴν γαστέρα,, καὶ διδοὺς τῇ Αννᾳ τὸν Σαμονὴλ, καὶ τῇ Μαρίᾳ τὸν ἐν παρθενίᾳ πρωτότοκον. Ταῦτα μόνα τῆς Σὺ δὲ χαλκοῦ καὶ χρυσοῦ, τῶν ἀγόνων ὑλῶν, μὴ ζήτει τόκον, μηδὲ βιάζου πενίαν τὰ τῶν πλουτούντων ποιεῖν, μηδὲ διδόναι πλεονασμοὺς τὸν τὸ κεφάλαιον γὰρ οὐκ οἶδας, ὡς χρεία εὑπρόσωπός ἐστιν ἐλέου αἴτησις; Διὸ καὶ ὁ νόμος, τὸ εἰσαγωγιχὸν τῆς εὐσεδείας γράμμα, πανταχοῦ ἀπαγορεύει τὸν τόκον. τῷ ἀδελφῷ σου., οὐκ ἔσῃ͵ αὐτὸν κατεπείγων. Καὶ ἢ χάρις, τῇ πηγῇ τῆς ἀγαθότητος πλεονάζουσα,, τῶνὀφλημάτων νομοθετεῖ τὴν συγχώρησιν· ὅπον μὲν χρῆστευομένη καὶ λέγουσα· Καὶ οὐ δανείζετε παρ᾽ ὧν. ἐλπίζετε ἀπολαδὲϊν καὶ ἀλλαχοῦ ἐν πὸν σκληρὸν οἰκέτην πικρῶς κολάζουσα, ὃς τῷ ὁμοδούλῳ προσχυνοῦντι οὐκ ἐπεχλάσθη, οὐδὲ ἀφῆκεν. ἑκατὸν δηναρίων εὐτελὲς χρέος, αὐτὸς τῶν μυρίων.","t":"Do you see his goodness? The shameless lender toils to double his capital; but God of his own accord gives a hundredfold to the one who does not oppress his brother. Obey God, then, who counsels you, and you will receive interest free of sin. Why do you waste yourself away with cares that bring sin with them ..., counting the days, reckoning the months, thinking of the capital, dreaming of the additions, fearing the due date, lest it come without fruit like a bad summer? The lender busies himself with the debtor's affairs, his journeys, his movements, his changes of residence, his trade. And if some gloomy rumour comes, that so-and-so has fallen among robbers, or that through some mishap his prosperity has turned into poverty, he sits with his hands clasped, groans, laments over the gold in his documents, bringing out the contract like the garment of a son who has died; and from that his passion is roused more hotly. And if he has lent on a ship, he sits on the shore, anxious about the movements of the winds, constantly asking those who arrive whether a shipwreck has been heard of, whether sailors have been in danger. His soul is frosted over by what is left of the day's anxiety. To such a man we must say: Stop, man, this dangerous anxiety. Rest from the hope that wastes you away; do not ruin your capital in seeking interest. From a poor man you seek income and additions to your wealth, doing like one who would take stacks of grain from land dried up by fiercest drought, or a quantity of grapes from a vine after a hail cloud, or the birth of children from a barren womb, or nourishing milk from women who have never given birth. No one attempts what is against nature and impossible; for besides achieving nothing, he incurs ridicule as well. Only God is almighty, who finds resources where there are none and creates things beyond hope and expectation: now commanding a spring to flow from the rock, now raining down from heaven a bread unaccustomed and strange, and again sweetening bitter Marah by the touch of wood, making the womb of barren Elizabeth fruitful, giving Samuel to Hannah, and to Mary the firstborn in virginity. These belong only to [the divine power] ... But you, do not seek offspring from bronze and gold, barren materials; do not force poverty to do what the rich do, nor demand increases from the one who [cannot even repay] the capital ... For do you not know that need is a becoming request for mercy? That is why the law, the introductory writing of piety, everywhere forbids interest: \"[If you lend money to] your brother, you shall not press him.\" And grace, overflowing from the fountain of goodness, lays down the forgiveness of debts: in one place kindly saying, \"And do not lend to those from whom you hope to receive\"; and elsewhere bitterly punishing the hard servant who had no pity on his fellow servant when he bowed before him and did not forgive him a paltry debt of a hundred denarii, though he himself had received forgiveness of ten thousand","f":"Gregory of Nyssa, <i>Usur.</i> 3 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-usurarios/3)."},"gregory-nyssa-usurarios/4":{"o":"ταλάντων. λαδὼν τὴν συγχώρησιν. Ὁ δὲ Σωτὴρ ἡμῶν, καὶ τῆς εὐσεδείας διδάσκαλος εὐχῆς κανόνα, καὶ τύπὸν ἀπέριττον τοῖς μαθηταῖς εἰσηγούμενος, ἕν καὶ οὔτο τῆς ἱκεσίας λόγοις ἐνέθηκεν, ὡς μάλιστα δεῖν καὶ πρῶτον ἀρκοῦν δυσωπῆσαι θεόν Καὶ ἄφες ἡμῖν τὰ ὀφεελήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν. Πῶς οὖν προσεύξῃ,. Μετὰ ποίου συνειδότος αἴτημα ἀγαθὸν ζητήσεις παρὰ θεοῦ, ὁ πάντα λαμδάνων, … ὁ κριτὴς ἰσχυρὸς, καὶ τὸ δικαστήριον μὴ μαθὼν τὸ διδόναι; Ἢ οὐκ οἶδας, ὅτι ἡ προσευχή σου ὑπόμνησις μισανθρωπίας ἐστίν; Τί συνεχώρη᾿σας, καὶ συγγνώμην αἰτεῖς ; Τίνα ἠλέησας, καὶ καλεῖς τὸν ἐλεήμονα;·Ἂν δὲ καὶ δῷς ἐλεημοσύνην, μισανθρώπου φορολογίας, οὐκ ἀπὸ συμφορῶν ἀλλοτρίων δακρύων γέμοντα καὶ στεναγμῶν; Εἰ ἐγνώριζεν ὁ πένης πόθεν ὀρέγεις τὴν ἐλεημοσύνην, οὐκ ἂν ἐδέξατο, ὡς ἀδελφικῶν σαρκῶν γεύεσθαι μέλλων, καὶ αἵματος τῶν οἰκείων· εἶπε δ᾽ ἂν πρὸς σὲ λόγον γέμοντα σώφρονος παῤῥησίας· Μή με θρέψῃς, ἄνθρωπε, ἀπὸ δακρύων ἀδελφιχῶν. Μὴ δῷς ἄρτον πένητι γενόμενον ἀπὸ στεναγμῶν τῶν συμπτώχων. ᾿Ανάλυσον πρὸς τὸν ὁμόφυλον ὃ κακῶς σας, κἀγὼ ὁμολογήσω τὴν χάριν. Τί ὠφελεῖς, πολλοὺς πτωχοὺς ποιῶν, καὶ ἕνα παραμυθούμενος ; μὴ πλῆθος ἦν τοχιστῶν, οὐκ ἂν ἦν τὸ πλῆθος τῶν πενομένων. Λῦσόν σου τὴν φατρίαν καὶ πάντες ἕξομεν τὴν αὐτάρκειαν. Πάντες τῶν τοχιστῶν κατπγοροῦσι, καὶ οὐκ ἔστι τοῦ κακοῦ θεραπεία νόμο;, προφῆται, εὐαγγελισταί. Οἷα γοῦν ὁ θεσπέσιος ᾿Αμὼς πένηεα, καὶ καταδυγαστεύοντες πτωχοὺς ἐπὶ τῆς γῆς· οἱ λέγοντες, Πότε διελεύσεται ὁ μὴν, καὶ ; Οὐδὲ γὰρ πατέρες οὕτω χαίρουσιν ἐπὶ τῇ γεννήσει τῶν παίδων, ὡς οἱ τοχίζοντες νῶν μηνῶν πληρουμένων.·καλοῦσι δὲ τὴν ἁμαρτίαν σεμνοῖς ὀνόμασι· φιλάνθρωκὸον τὸ λήμμα προσαγορεύοντες, κατὰ μίμησιν Ἑλλήνων, οἱ δαίμονάς τινας μισανθρώπους καὶ φονώσας, ἀντὶ τῆς ἀληθοῦς κλήσεως, Εὐμενίδας Φιλάνθρωπός γε ; Οὐ γὰρ ἡ τόκου τοὺς εὖ γεγονότας χεῖρον ζῇν τῶν δούλων παρασκευάζουσα, πρὸς ὀλίγον τέρπουσα ἐν ἀρχαῖς, καὶ πικρὸν τὸν ἐς ὕστερον βίον παρασκευάζουσα; Ὡς γὰρ τὰ πτηνὰ τὰ παρὰ τῶν ἥδεται, ῥαινομένων τῶν σπερμάτων αὐτοῖς, καὶ φίλην ποιεῖται καὶ συνήθη διαγωγὴν τὴν ἐν ἐκείνοις τοῖς τόποις, ἐν οἷς δαψιλὴς αὐτοῖς ἡ τροφὴ γίνεται, μικρὸν δὲ ὕστερον ἐνσχεθέντα τοῖς θηράτροις διόλλυκαι· οὕτως οἱ τὰ ἕντοχα τῶν γοντες, ὀλίγον εὐπορήσαντες χρόνον, ὕστερον αὐτῆς τῆς πατρικῆς ἑστίας ἐχπίπτουσιν.·Ἔλεος δὲ ἐξοιχεῖαἱ τῶν μιαρῶν καὶ φιλαργύρων ψυχῶν καὶ βλέποντες αὐτὴν τὴν οἰκίαν τοῦ ὀφείλοντος ὥνιον προκειμένην, οὐκ ἐπικλῶνται, ἀλλὰ καὶ μᾶλλον τὴν πρᾶ","t":"talents. Our Saviour, the teacher of piety, when he gave his disciples a rule of prayer and a simple model, placed this too in the words of supplication, as being most needful and sufficient above all to move God: \"And forgive us our debts, as we also have forgiven our debtors.\" How, then, will you pray? With what conscience will you seek a good request from God, you who take everything and ...? The judge is strong, and the tribunal ... you who have not learned to give. Or do you not know that your prayer is a reminder of your misanthropy? What have you forgiven, that you ask for pardon? Whom have you pitied, that you call on the merciful one? And if you do give alms, [are they not the proceeds] of misanthropic exaction, full of tears and groans from the misfortunes of others? If the poor man knew from where you hold out your alms, he would not accept them, as being about to taste the flesh of his brothers and the blood of his own kin; he would say to you words full of sober frankness: \"Do not feed me, man, from my brothers' tears. Do not give a poor man bread made from the groans of his fellow poor. Give back to your kinsman what you have wrongly exacted, and I will acknowledge the favour.\" What good do you do, making many poor and consoling one? If there were no multitude of usurers, there would be no multitude of the poor. Dissolve your band, and we shall all have enough. All accuse the usurers, law, prophets and evangelists, and still there is no cure for the evil. Such are the words of the divine Amos: \"[Hear this, you who trample] the needy and oppress the poor of the land, who say, 'When will the new moon be over, and ...?'\" For not even fathers rejoice so at the birth of their children as usurers at the completion of the months. They call the sin by fine names, calling the gain \"philanthropic\", in imitation of the Greeks, who call certain misanthropic and murderous demons by the name \"Eumenides\" (the Kindly Ones) instead of by their true name. Philanthropic indeed! For is it not [interest] that makes the well-born live worse than slaves, delighting them for a little at the start and making their later life bitter? Just as birds ... are pleased when seeds are scattered for them and make the places where food is abundant their dear and habitual haunt, but a little later are caught in the snares and destroyed, so those who [take] loans at interest ..., after a short time of prosperity, later fall even from their ancestral home. Mercy has departed from these polluted and money-loving souls; and seeing the debtor's very house set out for sale, they do not relent, but rather press on with the sale","f":"Gregory of Nyssa, <i>Usur.</i> 4 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-usurarios/4)."},"gregory-nyssa-usurarios/5":{"o":"σιν κατεπείγουσιν, ἵνα θᾶττον τὸ χρυσίον ὑποδεξάμενοι, ἄλλον ἄθλιον δανείσματι καταδήσωσιν· κατὰ τοὺς σπουδαίους καὶ ἀπλήστους τῶν θηρευτῶν, οἵ μίαν κοιλάδα τοῖς δικτύοις κυκλώσαντες, καὶ πάντα τὰ ἐν αὐτῇ σαγηνεύσαντες θηρία, πάλιν ἐπὶ τὴν γεξτονα φάραγγα μεθιστᾶσι τὰς στάλιχας καὶ ἀπ᾽ ἐκείνης ἐπὶ τὴν ἄλλην, καὶ μέχρι τοσούτου, μέχρις ἂν τὰ ὄρη τῶν θηρευμάτων χενώσωσιν. Ποίοις οὖν ὀφθαλμοῖς ὁ τοιοῦτος ἀναδλέπεις εἰς οὐρανόν ; Πῶς δὲ αἰτεῖς ἄφεσιν ἁμαρτήματος - Ἢ τάχα ὑπʼ ἀναισθησίας καὶ. τοῦτο λέγεις εὐχόμενος, ὅπερ ἐδίδαξεν ὁ. Σωτὴρ, Ἄφες ἡμῖν τὰ ὀφειλήματαʼ ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειῖέταις ἡμῶν; Ὦ πόσοι διὰ τόκον ἀγχόνης ἥψαντο, καὶ ῥεύμασι ποταμῶν ἑαυτοὺς ἐξέδωκαν, καὶ κουφότερον ἔκριναν τοῦ δανειστοῦ τὸν θάνατον, ἀφῆκαν δὲ παῖδας ὀρφανοὺς, κακὴν μητρυιὰν ἔχοντας τὴν πενίαν ! Οἱ δὲ χρηστοὶ. τοχογλύφοι οὐδὲ τότε τῆς ἐρήμου φείδονται οἰκίας, ἀλλ᾽ ἕλκουσι τοὺς κληρονόμους, τάχα. τὴν. σχυῖνονʼ μόνην τοῦ βρόχου χληρονομήσαντας, καὶ χρυσίον ἀπαιτοῦσι τοὺς τὸν ἄρτον. ἐξ ἐράνου ποριζομένους. Ὀνειδιζόμενοι δὲ, ὡς εἰκὸς, ἐπὶ τῷ θανάτῳ τοῦ. χρεώστου, καΐ τινων πρὸς δυσωπίαν μεμνημένων τοῦ. βρόχου, οὐδὲ. ἐγκαλύπτονται πρὸς τὸ δρᾶμα, οὐδὲ πλήττονται τὴν Ψυχήν· ἀπὰ πικρᾶς δὲ γνώμης λόγους λέγουσιν ἀναιδεῖς, Καὶ ἡθῶν ἀδίκημα τοῦτο ἧμετέρων, εἰ ὁ χκαχοδαίμων καὶ ἀγνώμων ἐκεῖνος, μοχθηρᾶς γενέσεως λαχὼν, τῇ ἀνάγκῃ τῆς εἱμαρμένης πρὸς τὸν βίαιον ἤχθη θάνατον : Καὶ γὰρ καὶ φιλοσοτοχογλύφοι, καὶ τῶν μαθηματικῶν Αἰγυπτίων γίνονται μαθηταὶ, ὅταν δεήσῃ ὑπὲρ τῶν ἐναγῶν αὐτῶν πράξεων καὶ τῶν φόνων ἀπολογήσασθαι, Δεκτέον οὖν πρὸς ἕνα τῶν τοιούτων· Σὺ ἡ μοχθηρὰ γένεσις, σὺ ἡ κακὴ τῶν ἀστέρων ἀνάγκη. Εἰ γὰρ ἐπεχούφισας τὴν φροντίδα, καὶ μέρος μὲν ἀφῆκας τοῦ μέρους, μέρος δὲ ἐχομίσω μετὰ ἀνέσεως, οὐκ ἂν τὴν ἐπίμοχθον ζωὴν ἐμίσησεν, οὐδὲ αὑτὸς ἑαυτοῦ ἐγένετο δήμιος. ἾΑρα ποίοις ὀφθαλμοῖς κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως ὄψει τὸν φονευθέντα Ἥξετε γὰρ ἀμφότεροι πρὸς τὸ τοῦ Χριστοῦ βῆμα, ἔνθα οὐ τόχοι ψηφίζονται, ἀλλὰ βίοι κρίνονται. Τί δὲ λέξεις ἐγκαλούμενος τῷ ἀδεχάστῳ κριτῇ, ὅταν σοι λέγηται· Εἴχες νόμον, προφήτας, εὐαγγελικὰ παραγγέλματα. Πάντων ἤχουες ὁμοῦ βοώντων μιᾷ φωνῇ τὴν ἀγάπην, τὴν φιλανθρωπίαν· καὶ τῶν μὲν λεγόντων’ Οὐκ ἐκτοχιεῖς τῷ ἀδελρῷ σου τῶν δὲ, Τὸ ἀργύριον οὐκ ἔδωκεν ἐπὶ τόχογ ἄλλων, Ἐὰν δανείσῃς … ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτὸν κατεπείγων. Ματθαῖος δὲ ἐν παραδολαῖς ἔκραξεν λέγων, Δεσποτικὸν λόγον ἀπαγγέλλων· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφδιλὴν ἐκείνην ἀρῆχά σοι, ἐπεὶ παρεκάλεσάς με. Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνγδουλόν σου, ὡς καὶ ἐγώ σὲ ἠλέησα; Καὶ ὀργισθεὶς ὁ Κύριος παρέδωκεν αὐτὸν τοῖς βασανγισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Τότε σε χακαταλήψονται βαρεῖς, καὶ κόλασις ἀπαραίτητος. Οὐδαμοῦ δὲ χρυσὸς βοηθῶν, οὐκ ἄργυρος ἐπαμύνων.","t":"so that, receiving the gold sooner, they may bind another wretch with a loan; like eager and insatiable hunters who, having encircled one valley with their nets and caught all the beasts in it, move their stakes to the neighbouring ravine, and from that to another, and so on until they have emptied the mountains of game. With what eyes, then, do you, being such a man, look up to heaven? How do you ask for the remission of sin? Or perhaps through insensibility you also say, when you pray, what the Saviour taught: \"Forgive us our debts, as we have forgiven our debtors\"? O how many because of interest have taken to the noose, have given themselves to the streams of rivers, judging death lighter than the lender, and have left their children orphans, with poverty as an evil stepmother! But the good usurers do not spare the empty house even then; they drag off the heirs, who perhaps have inherited only the rope of the noose, and demand gold from those who get their bread from charity. And when they are reproached, as is natural, for the debtor's death, and some remind them of the noose to shame them, they are neither ashamed of the deed nor stricken in soul, but from a bitter mind speak shameless words: \"And is it our wrongdoing if that ill-starred and senseless man, allotted a wretched nativity, was driven by the necessity of fate to a violent death?\" For usurers become philosophers too, and disciples of the Egyptian astrologers, when they must defend their accursed deeds and murders. To such a man, then, we must say: You are the wretched nativity; you are the evil necessity of the stars. For if you had lightened his anxiety, and forgiven part of the debt and recovered part with leniency, he would not have hated his toilsome life, nor become his own executioner. With what eyes, then, will you see the murdered man at the time of the resurrection? For you will both come to the judgment seat of Christ, where interest is not reckoned but lives are judged. What will you say when you are accused before the incorruptible judge, when it is said to you: \"You had the law, the prophets, the commandments of the Gospel. You heard them all crying together with one voice love and philanthropy, some saying, 'You shall not take interest from your brother,' others, 'He has not given his money at interest,' others, 'If you lend ... to your brother, you shall not press him.' And Matthew cried out in parables, reporting the Master's word: 'Wicked servant, I forgave you all that debt because you begged me. Should not you also have had mercy on your fellow servant, as I had mercy on you?' And the Lord in anger handed him over to the torturers, until he should pay all that was owed him\"? Then heavy [torments] will seize you, and a punishment that cannot be escaped. Nowhere will gold help, nor silver defend.","f":"Gregory of Nyssa, <i>Usur.</i> 5 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-usurarios/5)."},"gregory-nyssa-usurarios/6":{"o":"Πικροτέρα δὲ χολῆς ἡ τῶν τόκων ἀνάδοσις. Ταῦτα οὐ ῥήματα φοθοῦντα, ἀλλὰ πράγματα ἀληθῆ, πρὸ τῆς πείρας τὸ κριτήριον διαμαρτυρόμενα, ἃ φυλάξασθαι σωφρονοῦντι καλὸν, καὶ ᾧ τοῦ μέλλοντος πρόνοια. να δὲ μεταξὺ τῶν τοῦ Θεοῦ κριμάτων καέ τι τῶνὲν τοῖς καθ᾽ ἡμᾶς χρόνοις συμδάντων ἐν οἰκίᾳ τοφκογλύφου διηγησάμενος ὠφελήσω τι τοὺς ἀκούοντας, ἀκούσατε τοῦ λόγου, καὶ τάχα οἱ πολλοὶ τὴν ὑπόθεσιν ᾿Ανήρ τις ἦν ἐπὶ τῆσδε τῆς πόλεως (οὐκ ἐρῶ δὲ τοὔνομα, χωμῳδεῖν ὀνομαστὶ τὸν τελευτήσαντα φυλαττόμενος), τέχνην ἔχων τὰ δανείσματα, καὶ τὴν ἐκ τῶν μιαρῶν τόκων ἐπικαρπίαν. Τῷ πάθει δὲ συνἐχόμενος τῆς φιλαργυρίας, φειδωλὸς ἣν καὶ περὶ τὴν ἰδίαν δαπάνην ( τοιοῦτοι γὰρ οἱ φιλάργυροι), οὐ τράπεζαν αὐτάρκη παρατιθέμενος, οὐκ ἱματίων κατὰ χρείαν, ἀμείδων, οὐ τέκνοις παρέχων τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν, οὐ λουτρῶν ταχέως μεταλαμδάνων, φόδῳ τοῦ μισθοῦ καὶ τῶν τριῶν ὀδολῶνʼ πάντα δὲ τρόπον ἐπινοῶν, ὅθεν ἂν πλέον τὸν ἀριθμὸν προαγάγοι τῶν χρημάτων. Οὔτε μὴν ἀξιόπιστόν τινα φύλακα τοῦ βαλαντίου ἐνόμιζεν, οὗ τέκνον, οὐ δοῦλον, οὐ τραπεζίτην, οὐ κλεῖν, οὐ σφραγῖδα, ταῖς δὲ τῶν τοίχων ὁπαῖς τὸ χρυσίον ἐμθάλλων, καὶ τὸν πηλὸν ἔξωθεν ἐπαλείφων, ἄγνωστον πᾶσιν εἶχεν τὸν θησαυρὸν, τόπους ἐκ τόπων ἀμείδων, καὶ τοίχους ἐκ τοίχων, καὶ τὸ λανθάνειν πάντας σοφιζόμενος εὐμηχάνως. ᾿Αθρόον ἀπῆλθε τοῦ βίου, οὐδενὶ τῶν οἰκείων ἐξαγορεύσας, ἔνθα ὁ χρυσὸς χατΚατωρύχθη μὲν οὖν κἀκεῖνος τὸ κρύψαι κερδάνας. Οἱ δὲ παῖδες αὐτοῦ, πάντων ἔσεσθαι τῶν ἐν τῇ πόλει λαμπρότεροι διὰ πλοῦτον ἐλπίσαντες, ἠρεύνων πανταχοῦ, παρ᾽ ἀλλήλων διεπυνθάνοντο, τοὺς οἰκέτας ἀνέκρινον, τὰ ἐδάφη τῶν οἴκων ἀνώρυττον, τοὺς τοίχους ὑπεχένουν, τὰς τῶν γειτόνων καὶ γνωοἰκίας ἐπολυπραγμόνουν, πάντα δὲ λίθον τὸ τοῦ λόγου, κινήσαντες, εὗρον οὐδ᾽ ὀδολόν. Διάγουσι δὲ τὸν βίον ἄοιχον, ἀνέστιοι, πένητες, ἐἑπαρώμενοι, πολλὰ καθ᾽ ἑκάστην τῇ τοῦ πατρὸς ματαιότητι. Ὃ μὲν δὴ φίλος ὑμῶν καὶ ἑταῖρος, ὦ τοκισταὶ, τοιοῦτος - ἀξίως τοῦ τρόπου καταστρέψας τὸν βίον, ἀνεμιαῖος χρηματιστὴς, ὀδύνῃ καὶ λιμῷ μοχθήσας, αυναγαγὼν δὲ κληρονομίαν ἑαυτῷ μὲν τὴν αἰώνιον κόλασιν, τοῖς δὲ ἐξ αὐτοῦ τὴν πενίαν. Οὐκ ἴστε δὲ ὑμεῖς τίνι ἀθροίξετε ἢ μοχϑεῖτε. Αἱ περιστάσεις πολλαὶ, οἱ συκοφάνται μυρίοι, ἐνέδρευταὶ καὶ λῃσταὶ γῆν διενοχλοῦσι καὶ θάλασσαν ὁρᾶτε μὴ καὶ τὰς ἁμαρτίας χερδανεῖτε, καὶ τὸν χρυσὸν μὴ κατάσχητε ᾿Αλλ᾽ ἐπαχθὴς ἡμῖν οὗτός ἐστι, φασὶν (οἶδα γὰρ ὑμῶν τοὺς ὑπ᾽ ὀδόντων γογγυσμοὺς, καὶ συνεχῶς ὑμᾶς στηρίζων ἐπὶ τοῦ βήματος)· ἐπιθουλεύει τοῖς εὐεργετουμένοις καὶ χρήζουσιν. Ἰδοὺ γὰρ οὐκέτι προησόμεθα δάνεισμα. Καὶ πῶς διάξου σιν οἱ στενούμενοι ; Αξιοῖ τῶν πραγμάτων οἱ λόγοε, πρέπουσα ἣ ἀντίῤῥησις τοῖς τῷ ζόφῳ τῶν χρημάτων ἐσχοτωμένοις. Οὔτε γὰρ τὸ τῆς διανοίας κριτήριον ἔχουσιν ἐῤῥωμένον, ὡς συνιέναι τῶν λεγομένων Πρὸς τοὐναντίον δὲ τῆς συμθουλῇς τῶν νουθετούντων ἀχούονσινʼ ὡς γὰρ, ἐμοῦ λέγοντος, ἀπειλοῦσι τοῖς δεομένοις μὴ χρῆναι δανείζειν, οὕτως ὑπογογγύζοντες ἀπειλοῦσι τοῖς δεομένοις ἀποχλείσειν τὰς θύρας. Ἐγὼ πρῶτον μὲν τὸ δωρεῖσθαι κηρύσσω καὶ παραγγέλλω,·Ἔπειτα καὶ τὸ δανείζειν παρακαλῶ. Δεύτερον γὰρ εἶδος δωρεᾶς δάνεισμα. Ποιεῖν δὲ τοῦτο μὴ μετὰ τόκων μηδὲ πλεονασμῶν, ἀλλὰ καθὼς ἡμῖν ὁ θεῖας διετάξατο λόγος. Ὁμοίως γὰρ ἔνοχος τιμωρίᾳ, καὶ ὁ μὴ διδοὺς δάνεισμα, καὶ ὁ μετὰ τόκων διδούς. Ἐπειδὴ τοῦ μὲν τὸ μισάνθρωπον, τοῦ δὲ τὸ χαπηλιχὸν κατακέκριται. Οἱ δὲ πρὸς τὴν ἐναντίαν αὐτομολοῦσιν ἀκρότητα, εἰς τὸ παντελὲς ἐφέξειν τὴν δόσιν ἐπαγγελλόμενοι. Ἔστι δὲ τοῦτο ἀναιδὴς ἔνστασις πρὸς τὸ δίκαιον φιλονεικία μανιώδης, πρὸς Θεὸν ἔρις καὶ πόλεμος. Ἢ γὰρ οὐ δώσω, φησὶν, ἣ Ἡρὸς μὲν οὖν τοὺς τοχογλύφους ἱκανῶς ὁ λόγος διηγωνίσατο, καὶ αὐτάρκως μοι τὰ τῆς κατηγορίας, ῦ ὡς ἐν δικαστηρίῳ, δείκνυται, Καὶ δοίη ὁ Θεὸς αὐταῖς τοῦ κακοῦ μεταμέλειαν. Πρὸς δὲ τοὺς προχείρως δανειζομένους καὶ τοῖς ἀγκίστροις τῶν τόκων ῥιψοἑαυτοὺς περιπείροντας, οὐδένα ποιήσομαι λόγον, ἀρχεῖν αὐτοῖς κρίνας τὴν συμθουλὴν, σπέσιος Πατὴρ ἡμῶν Βασίλειος ἐν τῷ ἰδίῳ συγγράμματι σοφῶς ἐξεπόνησε, πλείονα πρὸς τοὺὴς …","t":"Bitterer than gall is the repayment of interest. These are not words to frighten you, but true facts, testifying to the judgment before you experience it; it is good for the sensible, and for one who has forethought for the future, to guard against them. So that, amid these judgments of God, I may benefit my hearers by telling of something that happened in our own times in the house of a usurer, hear the story; and perhaps many of you know the case. There was a man in this city (I will not say his name, so as not to mock the dead man by name) whose trade was lending and the profit from wicked interest. Gripped by the passion of avarice, he was stingy even in his own expenses (for such are lovers of money): he did not set a sufficient table, did not change his clothes as need required, did not provide his children with the necessities of life, did not readily go to the baths for fear of the fee and the three obols, but devised every means of increasing the sum of his money. Nor did he think anyone a trustworthy guardian of his purse, not child, not slave, not banker, not key, not seal; but he put the gold into holes in the walls and plastered mud over the outside, and so kept his treasure unknown to all, changing place for place and wall for wall, and cleverly contriving to escape everyone's notice. He departed this life suddenly, without telling any of his household where the gold was buried. He too was buried, then, having gained nothing but the hiding of it. His children, expecting to be the most splendid in the city because of their wealth, searched everywhere, questioned one another, interrogated the servants, dug up the floors of the rooms, undermined the walls, pried into the houses of neighbours and acquaintances, and, leaving no stone unturned, as the saying goes, found not an obol. They live their lives homeless, without a hearth, poor, cursing their father's vanity again and again every day. Such, then, was your friend and comrade, you usurers: he ended his life in a manner worthy of his ways, a windy money-maker, toiling in pain and hunger, and gathering an inheritance of eternal punishment for himself and of poverty for his children. And you do not know for whom you are gathering and toiling. Misfortunes are many, slanderers countless; bandits and robbers trouble land and sea. See that you do not gain the sins and fail to keep the gold. \"But this man is burdensome to us,\" they say (for I know your mutterings under your breath, and I keep my eye on you steadily from the tribune); \"he plots against those who are helped and in need. See, we will no longer advance a loan. And how will those in distress live?\" The words match the deeds; the objection befits those darkened by the gloom of money. For they do not have a healthy power of judgment, so as to understand what is said; they hear the opposite of the counsel of those who admonish them. As though I had said that one must not lend to those in need, so they mutter and threaten to shut their doors to the needy. I, first of all, proclaim and command giving; then I also urge lending. For a loan is a second kind of gift. But do it without interest or increase, as the divine word has ordained for us. For the one who does not give a loan and the one who gives it with interest are equally liable to punishment, since the one is condemned for misanthropy, the other for huckstering. But they desert to the opposite extreme, announcing that they will withhold giving altogether. This is a shameless resistance, a mad contentiousness against justice, strife and war against God. \"For either I will not give,\" he says, \"or ...\" Against the usurers, then, our discourse has contended sufficiently, and the case for the prosecution has been shown, as in a court, sufficiently for me. And may God grant them repentance for their evil. To those who borrow lightly and impale themselves on the hooks of interest I will make no speech, judging the counsel sufficient for them which our divine father Basil worked out wisely in his own treatise, more ...","f":"Gregory of Nyssa, <i>Usur.</i> 6 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-usurarios/6)."}}