{"macarius-epistula-magna/1":{"o":"Γινώσκειν βούλομαι τὴν σύνεσίν σου, ὅτι χρὴ τὸν τέλειον ἄνδρα ἀφιερωμένον τυγχάνοντα μὴ μόνον αὐτὸν ἐν Θεῷ εἶναι, ἀλλὰ καὶ τὸν Θεὸν ἐν αὐτῷ· καθώς φησιν ὁ κύριος· ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ. δεῖ γὰρ τὸν τοῦ Θεοῦ ἄνθρωπον καὶ παροικῆσαι ἐν τῷ σκηνώματι τῷ θεϊκῷ, καὶ κατασκηνῶσαι ἐν τῷ ἁγίῳ ὄρει τῆς ἀχράντου θεότητος, ἵνα μὴ μόνον περιέχων ᾖ, ἀλλὰ καὶ περιεχόμενος ὑπὸ τῆς δόξης τοῦ μὴ συγχωροῦντος καταδυναστεύεσθαι ὑπὸ τῆς τοῦ σκότους ἐνεργείας τῶν παθῶν. ἁγιασμοῦ γὰρ χάριν καὶ τῆς οἰκείας ἀπαθείας ἐνοικεῖ τοῖς ἀξίοις ὁ σωτήρ, ἵνα καὶ, ὡς αὐτὸς ἀπαθὴς τυγχάνῃ, καὶ τοὺς δεξαμένους αὐτὸν ἀπαθεῖς κατασκευάσῃ, μηκέτι κλυδωνιζομένους καὶ περιφερομένους ὑπὸ παντὸς ἀνέμου. εἰσὶ γάρ τινες, οἱ οὐ μόνον αὐτοὶ πόῤῥωθεν τῶν τοῦ Χριστοῦ μυστηρίων τυγχάνοντες, ἀλλὰ καὶ τοὺς πλησίον ποτίζοντες ἀνατροπὴν θολεράν, τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν ἀδικίᾳ κατέχουσιν· ἐν οἷς, φησί, τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν. ματαιωθέντες γὰρ ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ σκοτισθέντες κατὰ τὴν ἀσύνετον αὐτῶν καρδίαν, φάσκουσι φυσικὰ εἶναι καὶ ἐκ Θεοῦ γεγενῆσθαι τὰ πάθη τῆς ἀτιμίας, ἡδονὴν λέγω φθορᾶς, καὶ θυμὸν ἄδικον, ὀργὴν ἀπρεπῆ, μὴ κατὰ Θεὸν κινουμένην, καὶ ὅσα τοιαῦτα. Ἡμεῖς τοίνυν αὐτούς τε καὶ τὰς φωνὰς αὐτῶν ὡς ἑκτροπὰς ἑάσαντες, ἐπιγνῶμεν τὴν δοθεῖσαν ἡμῖν τῆς ἐλευθερίας αὐτεξουσιότητα παρὰ τοῦ κτίσαντος ἡμᾶς, ἵνα ἐφ᾽ ἡμῖν ᾖ τὸ καὶ τῶν κρειττόνων ὀρέγεσθαι, καὶ τῶν χειρόνων ἀπέχεσθαι, οὐ γὰρ ἂν ὁ δίκαιος κριτὴς ἐκόλαζεν ἡμᾶς ἐνεργουμένους ὑπὸ τῶν παθῶν, εἴπερ ἦν αὐτὸς αὐτῶν ποιητής. ἅπαγε, παρακαλῶ, ἄπαγε, μηδὲ εἰς ἔννοιαν ἔλθῃς· βδελυκτὸν γὰρ πάσης εὐσεβοῦς διανοίας τὸ ἄτοπον τοῦτο καὶ εὔηθες δόγμα. καθαρῶν γὰρ καὶ λίαν καλῶν φύσεων δημιουργὸς ὁ Θεός· καθὼς διαγορεύει τὸ ἅγιον πνεῦμα ἐν τῇ κοσμοποιΐᾳ· ἰδοὺ γάρ, φησί, πάντα καλά λίαν. Ἱερεμίας δὲ ὀδυρόμενος καὶ ἀμφισβητῶν περὶ τῆς τῶν παθῶν ἀτιμίας· κύριος, φησί, οὐκ εἶπε· τίς οὕτως εἶπε καὶ ἐγενήθη; κύριος οὐκ ἐνετείλατο, ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακά, ἀλλὰ τὰ ἀγαθά. καὶ αὖθις ἡ ἐν τῷ εὐαγγελίῳ πρὸς τὸν κύριον ἐπερώτησις τῶν λογικῶν δυνάμεων· κύριε, φησίν, οὐ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν τοῦτο τὸ ζιζάνιον;","t":"A great and very profitable letter of the same holy Macarius.\n\nI want your understanding to know that the perfect man, consecrated as he is, must not only be in God himself but also have God in him, as the Lord says, \"He who abides in me, and I in him.\" For the man of God must both sojourn in the divine tent and dwell on the holy mountain of the undefiled Godhead, so that he may not only contain but also be contained by the glory of him who does not allow him to be overpowered by the dark working of the passions. For it is for the sake of sanctification and of his own freedom from passion that the Savior dwells in the worthy: so that, as he himself is free from passion, he may make those who have received him free from passion too, no longer tossed about and carried around by every wind. For there are some who are not only far from the mysteries of Christ themselves, but also give their neighbors a muddy overthrow to drink, and hold down the truth of God in unrighteousness, among whom, it says, what can be known of God is manifest. For, having become futile in their reasonings and darkened in their senseless heart, they claim that the passions of dishonor are natural and came into being from God: I mean the pleasure of corruption, unjust wrath, unseemly anger not moved according to God, and all such things. Let us, then, leave them and their sayings aside as aberrations, and recognize the freedom of self-determination given us by our Creator, so that it may be in our power both to reach for the better things and to keep away from the worse. For the just Judge would not punish us when we are worked upon by the passions, if he himself were their maker. Away with it, I beg you, away with it; let it not even enter your mind! For this absurd and foolish doctrine is abominable to every godly mind. For God is the Creator of pure and very good natures, as the Holy Spirit declares in the making of the world: \"For behold,\" it says, \"all things were very good.\" And Jeremiah, lamenting and disputing about the dishonor of the passions, says: \"The Lord did not say it. Who has spoken so, and it came to pass? The Lord did not command it; out of the mouth of the Most High evil things will not come forth, but good things.\" And again there is the question put to the Lord in the Gospel by the rational powers: \"Lord,\" it says, \"did you not sow good seed in your field? Where did this tare come from?\"","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 1 (PG 34:409–412; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/1)."},"macarius-epistula-magna/10":{"o":"θεοῦ δὲ ἐπίγνωσιν εὑρὼν καὶ φόβον συνείς, ῥᾳδίως καὶ τὸ ἐφεξῆς κατορθώσεις, τὸ ἀγαπᾶν λέγω τὸν πλησίον. τοῦ γὰρ πρώτου καὶ μεγάλου πόνου κτισθέντος, τὸ δεύτερον ἔλαττον ὃν ἀπονώτερον ἕπεται τοῦ πρώτου. ἐκείνου δὲ μὴ ὄντος οὐδὲ τὸ δεύτερον ἂν γένοιτο καθαρῶς. ὁ γὰρ θεὸν μὴ ἀγαπῶν ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης καρδίας, πῶς ἂν ὑγιῶς καὶ ἀδόλως ἐπιμελοῖτο τῆς τῶν ἀδελφῶν ἀγάπης, ἐκείνων μὴ πληρῶν τὴν ἀγάπην, δι᾽ ὧν ἐπιμελεῖται ταύτης τούτων τὸν γὰρ οὕτως ἔχοντα, καὶ μὴ τὴν ψυχὴν ὅλην ἀποδόντα θεῷ, μηδὲ πρὸς τὴν ἐκείνου κεκωνωμένον ἀγάπην εὑρὼν ἐξωπλισμένον ὁ τῆς κακίας τεχνίτης χειροῦται ῥᾳδίως λογισμοῖς πονηροῖς ὑποσκελίζων, νῦν μὲν βαρέα φαίνεσθαι ποιῶν τὰ τῆς γραφῆς ἐπιτάγματα καὶ ἐπαχθῆ τὴν εἰς τοὺς ἀδελφοὺς θεραπείαν, νῦν δὲ ἐπαίρων εἰς ἀλαζονείαν ἢ τῦφον ἀπ' αὐτῆς τῆς εἰς τοὺς ὁμοδούλους διακονίας, καὶ πείθων αὐτόν, ὡς, ὅτι ἐπλήρωσε τὰς ἐντολὰς τοῦ κυρίου, καὶ ἔστι μέγας ἐν οὐρανοῖς. οὐ μικρὸν δὲ τοῦτο ἀδίκημα· δεῖ γὰρ τὸν εὔνουν καὶ σπουδαῖον δοῦλον τῷ δεσπότῃ πιστεύειν τῆς εὐνοίας τὴν κρίσιν, ἀλλὰ μὴ αὐτὸν ἀντὶ τοῦ δεσπότου δικαστὴν καὶ ἐπαινέτην τῆς αὐτοῦ γενέσθαι πολιτείας. εἰ γὰρ αὐτὸς γένοιτο κριτής, τὸν ἀληθινὸν παρωσάμενος, οὐδὲ τὸν μισθὸν ἐκεῖθεν ἔξει, πρὸ τῆς ἐκείνου κρίσεως ἑαυτὸν τοῖς ἐπαίνοις καὶ τῇ οἰήσει ἀποπληρώσας. δεῖ γὰρ κατὰ τὸ λόγιον Παύλου τὸ πνεῦμα τοῦ θεοῦ συμμαρτυρεῖν τῷ πνεύματι ἡμῶν, ἀλλὰ μὴ τῇ ἡμετέρᾳ κρίσει τὰ ἡμέτερα δοκιμάζεσθαι. οὐ γὰρ, φησὶν, ὁ ἑαυτὸν συνιστῶν ἔσται δόκιμος, ἀλλ' ὃν ὁ κύριος συνίστησιν. ὁ δὲ μὴ ἀναμένων, ἀλλὰ φθάνων τὴν ἐκείνου κρίσιν, εἰς τὰς ἀνθρωπίνας ἐκπίπτει δόξας, τιμὴν ἑαυτῷ τὴν παρὰ τῶν ἀδελφῶν ἐκ τῶν ἰδίων πόνων πραγματευόμενος, καὶ ποιῶν τὸ τῶν ἀπίστων· ἄπιστος γὰρ ὁ τὰς ἀνθρωπίνας ἀντὶ τῶν οὐρανίων θηρεύων τιμάς ὡς αὐτός πού φησιν ὁ κύριος πῶς δύνασθε ὑμεῖς πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; τισὶν οὖν ἐοικέναι μοι δοκοῦσιν, οἳ τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἐκτὸς περικαθαίρουσιν, ἐντὸς δὲ μεστοῖς παντοίας οὖσι κακίας. ὁρᾶτε οὖν, μή τι πάθοιτε τοιοῦτο, ἀλλὰ ἄνω δόντες τὰς ψυχάς, καὶ μίαν ἔχοντες φροντίδα τοῦ ἀρέσαι τῷ κυρίῳ, καὶ μηδέποτε τῆς τῶν οὐρανῶν ἐκπίπτειν μνήμης, μηδὲ δέξασθαι τὰς τοῦ βίου τούτου τιμάς, οὕτω τρέχετε, κρύπτοντες τῷ λόγῳ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας, ὅπως μικρὸν εὑρὼν ὁ τὰς ἐκ τῆς γῆς τιμὰς ὑποβάλλων, καὶ ἐντεῦθεν ἁρπάσας ὑμῶν τὸν νοῦν, ἐκ τῆς τῶν ἀληθινῶν ἀσχολίας ἐπὶ τὰ μάταια καὶ πλάνης μεστὰ καταβάλῃ μὴ εὑρὼν δὲ καιρὸν ὅλως μηδὲ παρείσδυσιν, εἰς τὸ δελεᾶσαι τοὺς ἄνω ταῖς ψυχαῖς διατρίβοντας ἀπόλωλε καὶ κεῖται νεκρός·","t":"And having found the knowledge of God and understood his fear, you will easily achieve what follows too, I mean loving your neighbor. For once the first and great labor has been accomplished, the second, being lesser, follows the first with less effort; but if the first is not there, neither can the second come about purely. For whoever does not love God with his whole soul and his whole heart, how could he soundly and without guile take care of love for the brothers, when he does not fulfill the love of him for whose sake he takes care of love for them? For finding such a man unarmed, one who has not given his whole soul to God nor been moved toward love for him, the craftsman of wickedness easily overpowers him, tripping him up with evil thoughts: now making the commands of Scripture seem heavy and service to the brothers burdensome, now lifting him into boasting or pride from his very ministry to his fellow servants, and persuading him that he has fulfilled the commandments of the Lord and is great in heaven. This is no small wrong. For the well-disposed and diligent servant must entrust the judgment of his goodwill to his master, and not himself become, instead of the master, the judge and praiser of his own way of life. For if he becomes judge himself, thrusting aside the true judge, he will not have his reward from there either, having filled himself with praises and conceit before that judgment. For, according to Paul's saying, the Spirit of God must bear witness with our spirit, and our affairs must not be tested by our own judgment. For \"it is not the one who commends himself,\" he says, \"who will be approved, but the one whom the Lord commends.\" But whoever does not wait for his judgment but anticipates it falls away into human glories, trafficking in honor for himself from the brothers out of his own labors, and doing what unbelievers do. For he is an unbeliever who hunts after human honors instead of heavenly ones, as the Lord himself says somewhere: \"How can you believe, when you receive glory from one another and do not seek the glory that comes from the only God?\" Such people seem to me, then, to be like those who clean the outside of the cup and the dish while inside they are full of every wickedness. See, then, that nothing of the kind happens to you; but give your souls upward, have one care, to please the Lord, and never fall away from the remembrance of heaven, nor accept the honors of this life; so run, hiding in your speech your struggles for virtue. For he who suggests earthly honors, if he finds a small opening, seizes your mind from there and casts it down from occupation with true things to things vain and full of error; but if he finds no opportunity at all nor any way in to entice those who dwell above in their souls, he perishes and lies dead.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 10 (PG 34:427–429; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/10)."},"macarius-epistula-magna/11":{"o":"θάνατος γὰρ διαβόλου τὸ ἄπρακτον ἔχειν καὶ ἀνενέργητον τὴν κακίαν. ἀγάπης οὖν ἐν ὑμῖν παρούσης τοῦ θεοῦ ἀνάγκη καὶ τὰ λοιπὰ ταύτῃ συνέπεσθαι, τὸ φιλάδελφον, τὸ πρᾶον, τὸ ἀνυπόκριτον, τὸ περὶ τὰς εὐχὰς διαρκὲς καὶ σπουδαῖον, καὶ ἁπλῶς πᾶσαν ἀρετήν. ὡς οὖν μεγάλου τοῦ κτήματος ὄντος μεγάλων καὶ πόνων δεῖ περὶ τὴν κτῆσιν, οὐ πρὸς ἔνδειξιν ἀνθρώπων γινομένων, ἀλλ᾽ εἰς τὸ ἀρέσαι τῷ κυρίῳ τῷ τὰ κρυπτὰ εἰδότι, πρὸς ὃν δεῖ βλέπειν ἀεί, καὶ τὸ ἔνδον τῆς ψυχῆς διερευνᾷν, καὶ περιφράσσειν τοῖς τῆς εὐσεβείας λογισμοῖς, ὅπως μὴ παρείσδυσιν εὕρῃ τινὰ μηδὲ χώραν ἐπιβουλῆς ὁ ἀντίδικος, γυμνάζειν δὲ καὶ προσάγειν πρὸς τὴν τοῦ καλοῦ καὶ πονηροῦ διάγνωσιν τὰ ἠσθενηκότα τῆς ψυχῆς μέλη. γυμνάζειν δὲ αὐτὴν οἶδεν ὁ τῷ θεῷ ἑπόμενος νοῦς καὶ συνοικίζων ἑαυτῷ πᾶσαν τὴν ψυχὴν πρὸς ἐκεῖνον ἐκ τῆς πρὸς θεὸν ἀγάπης, καὶ τῶν κρυπτῶν τῆς ἀρετῆς ἐννοιῶν καὶ ἔργων ἐντολῆς ἰώμενος τὸ σαθρὸν καὶ συνάπτων τῷ δυνατῷ. ἐπεὶ οὖν μία ἐστὶ φρουρὰ καὶ θεραπεία ψυχῆς, τὸ μεμνῆσθαι ἐν πόθῳ θεοῦ, καὶ ἀεὶ τῶν ἀγαθῶν ἔχεσθαι ἐννοιῶν, μὴ ἀποστῶμεν τῆς τοιαύτης σπουδῆς, ἤτε ἐσθίοντες, ἦτε πίνοντες, ἥτε ἠρεμοῦντες, ἤτε ποιοῦντές τι, ἢ φθεγγόμενοι, ὅπως πάντα τὰ παρ᾿ ἡμῖν εἰς τὴν τοῦ θεοῦ συντελῇ δόξαν, καὶ μὴ εἰς τὴν ἡμετέραν αὐτῶν, μηδὲ ἔχῃ τινὰ ῥύπον ἢ κηλίδα ἡμῶν ὁ βίος ἐκ τῆς τοῦ πονηροῦ ἐπιβουλῆς καὶ ἄλλως δὲ τοῖς ἀγαπῶσι τὸν θεὸν εὔκολος καὶ ἡδὺς τῶν ἐντολῶν ὁ πόνος, ἐλαφρὸν καὶ ἐπέραστον ἡμῖν τὸν ἀγῶνα τῆς πρὸς ἐκεῖνον ποιούσης ἀγάπης. διὰ τοῦτο καὶ ὁ πονηρὸς πάντα ἀγωνίζεται τρόπον, ἐκβαλεῖν τὸν τοῦ κυρίου φόβον ἀπὸ τῶν ψυχῶν, καὶ διαλῦσαι τὴν πρὸς ἐκεῖνον ἀγάπην ἡδοναῖς παρανόμοις καὶ τερπνοῖς ἀγκίστροις, φιλονεικῶν, ὅπως γυμνὴν τῶν πνευματικῶν ὅπλων καὶ ἄφρουρον λαβὼν τὴν ψυχήν, τοὺς πόνους ἡμῶν διαφθείρῃ, τὴν ἐκ τῆς γῆς ἡμῖν δόξαν ἐπεισάγων τῇ οὐρανίῳ, καὶ ἐπιθολῶν τὰ ὄντως καλὰ τοῖς δοκοῦσιν εἶναι καλοῖς τῇ τῶν ἀπατωμένων φαντασίᾳ. δεινὸς γάρ ἐστι καὶ, ῥαθυμοῦντας εἰ εὔρῃ τοὺς φύλακας, κλέψαι καιρόν, καὶ ἐπεισελθεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ συγκατασπεῖραι τῷ σίτῳ τὰ ἑαυτοῦ ζιζάνια, λοιδορίαν λέγω καὶ τῦφον καὶ κενοδοξίαν καὶ τιμῆς ἐπιθυμίαν καὶ ἔριν καὶ τὰ λοιπὰ τῆς κακίας δημιουργήματα.","t":"For the death of the devil is to keep wickedness idle and inactive. When, then, the love of God is present among you, the rest must follow it: brotherly love, gentleness, sincerity, constancy and zeal in prayer, and, in short, every virtue. Since, then, the possession is great, great labors are needed to acquire it, not done to be shown to men but to please the Lord who knows hidden things, to whom one must always look; and one must search the inside of the soul and fence it about with thoughts of godliness, so that the adversary may find no way in nor any room for plotting; and one must train the weakened members of the soul and bring them to the discernment of good and evil. The mind that follows God knows how to train it, uniting the whole soul with itself toward him out of love for God, and healing what is unsound through the hidden thoughts of virtue and the works of the commandment, and joining it to what is strong. Since, then, there is one guard and healing of the soul, to remember God with longing and always to hold fast to good thoughts, let us not withdraw from such zeal, whether eating or drinking, resting or doing something or speaking, so that everything of ours may contribute to the glory of God and not to our own, and that our life may have no stain or blemish from the plotting of the evil one. And besides, for those who love God the labor of the commandments is easy and sweet, since love for him makes the contest light and lovely for us. That is why the evil one strives in every way to cast the fear of the Lord out of souls and to dissolve love for him with lawless pleasures and alluring hooks, contending so that, finding the soul stripped of spiritual weapons and unguarded, he may corrupt our labors, bringing in earthly glory in place of heavenly, and muddying what is truly good with what seems good in the imagination of the deceived. For he is clever, if he finds the guards careless, at stealing an opportunity and slipping in among the labors of virtue, and sowing his own tares along with the wheat: I mean abuse, pride, vainglory, the desire for honor, strife, and the other creations of wickedness.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 11 (PG 34:429–430; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/11)."},"macarius-epistula-magna/12":{"o":"δεῖ οὖν ἐγρηγορέναι καὶ τηρεῖν πάντοθεν τὸν ἐχθρόν, ὅπως, κἂν προσβάλῃ τινὰ μηχανὴν ὑπ' ἀναισχυντίας, πρὶν ἄψασθαι τῆς ψυχῆς, ἀποκρούσασθαι. μνημονεύετε δέ μοι συνεχῶς κἀκείνων, ὅτι ῎Αβελ μὲν προσέφερε τῷ θεῷ θυσίαν ἀπὸ πρωτοτόκων προβάτων καὶ στεάτων, Κάϊν δὲ ἀπὸ καρπῶν τῆς γῆς, ἀλλ᾽ οὐκ ἀπὸ τῶν πρώτων καρπῶν. καὶ ἐπεῖδε, φησί, ὁ θεὸς ἐπὶ ταῖς θυσίαις τοῦ Αβελ, ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάῖν οὐ προσέσχε. τί τοίνυν τῆς ἱστορίας τὸ κέρδος ὅτι ἔστι μαθεῖν, ὡς εὐάρεστον τῷ θεῷ πάντοτε[το] μετὰ φόβου καὶ πίστεως, οὐ τὸ πολυτελῶς ἄνευ ἀγάπης γινόμενον. οὐδὲ Ἀβραὰμ παρὰ τοῦ Μελχισεδέκ ἄλλως ἐδέξατο τὴν εὐλογίαν, ἀλλὰ καὶ τὰς ἀπαρχὰς καὶ τὰ καίρια προσενέγκας τῷ ἱερεῖ τοῦ θεοῦ· τὰ καίρια δὲ λέγει καὶ τὰ ἀκροθίνια τῶν ὑπαρχόντων αὐτὴν τὴ ψυχὴν καὶ τὸν νοῦν αὐτόν, κελεύων ἡμῖν, μὴ μικροπρεπῶς θύειν τῷ θεῷ τὰς αἰνέσεις καὶ τὰς εὐχάς, μηδὲ τὰ τυχόντα τῷ δεσπότῃ προσάγειν, ἀλλ᾽ εἴ τι καίριον τῆς ψυχῆς, μᾶλλον δὲ αὐτὴν ὅλην ἀνατιθέναι μετὰ πάσης ἀγάπης καὶ προθυμίας, ὅπως ἀεὶ τρεφόμενοι τῇ τοῦ πνεύματος χάριτι καὶ δύναμιν τὴν ἐκ τοῦ Χριστοῦ προσλαμβάνοντες, τρέχωμεν ῥᾳδίως τὸν σωτηρίου δρόμον, κοῦφον καὶ ἡδὺν ποιοῦντες, τὸν ὑπὲρ τῆς δικαιοσύνης, συναντιλαμβάνοντος ἡμῖν τοῦ θεοῦ πρὸς τὴν τῶν πόνων σπουδήν, καὶ ἀποτελοῦντος δι᾽ ἡμῶν τὰ τῆς δικαιοσύνης ἔργα. Καὶ ταῦτα μὲν μέχρι τούτου. περὶ δὲ τῶν τῆς ἀρετῆς μερῶν, ποῖον δεῖ κρεῖττον ἡγεῖσθαι καὶ πρὸ τῶν ἄλλων ἐπιτηδεύειν, ποῖον δὲ τούτου δεύτερον, καὶ τὰ ἄλλα ἐφεξῆς καθ' ἕκαστον, οὐκ ἔστιν εἰπεῖν. ἀλλήλων γὰρ ὁμοτίμως ἔχονται, καὶ δι' ἀλλήλων ἐπὶ τὴν κορυφὴν τοὺς χρωμένους ἀνάγουσιν. ἡ μὲν γὰρ ἁπλότης τῇ ὑπακοῇ παραδίδωσιν, ἡ δὲ ὑπακοὴ τῇ πίστει, αὕτη δὲ τῇ ἐλπίδι, καὶ ἡ ἐλπὶς τῇ διακονίᾳ, κἀκείνη τῇ ταπεινότητι, παρὰ δὲ ταύτης ἡ πραότης παραλαμβάνουσα τῇ χαρᾷ προσάγει, ἡ δὲ χαρὰ τῇ ἀγάπῃ, καὶ ἡ ἀγάπη τῇ εὐχῇ, καὶ οὕτως ἀλλήλων ἐξηρτημέναι καὶ ἐξαρτήσασαι τὸν ἐχόμενον, ἐπ᾿ αὐτὴν ἀνάγουσι τοῦ ποθουμένου τὴν κορυφήν· καθάπερ ἀπ' ἐναντίων ἡ πονηρία τοὺς ἑαυτῆς φίλους διὰ τῶν οἰκείων αὐτῆς μερῶν ἐπὶ τὴν ἐσχάτην κατάγει κακίαν. δεῖ δὲ ὑμᾶς πλέον τῇ εὐχῇ προσκαρτερεῖν. οἷον γὰρ κορυφαῖός τις τῷ χορῷ τῶν ἀρετῶν αὐτὴ τυγχάνει·","t":"We must, then, be watchful and guard against the enemy on every side, so that, even if he shamelessly brings some device against us, we may beat it off before it touches the soul. And remember continually, I pray you, this too: that Abel offered to God a sacrifice from the firstborn of his sheep and of their fat, but Cain from the fruits of the earth, and not from the first fruits. \"And God looked,\" it says, \"on the sacrifices of Abel, but to the gifts of Cain he paid no heed.\" What, then, is the gain of the story? That we may learn that what is always pleasing to God is [what is done] with fear and faith, not what is done lavishly without love. Nor did Abraham receive the blessing from Melchizedek otherwise than by offering the firstfruits and the choicest things to the priest of God. And by \"the choicest things\" and \"the top of the spoils\" of one's possessions it means the soul itself and the mind itself, bidding us not to sacrifice our praises and prayers to God meanly, nor to bring the Master whatever comes to hand, but whatever is choicest of the soul, or rather to dedicate the whole soul itself, with all love and eagerness; so that, always nourished by the grace of the Spirit and receiving power from Christ, we may run the course of salvation easily, making our labor for righteousness light and sweet, as God helps us in our zeal for labors and accomplishes through us the works of righteousness. So much for this. But concerning the parts of virtue, which one should consider better and practise before the others, which second to it, and so on in order, it is not possible to say. For they hold to one another with equal honor and through one another lead those who practise them up to the summit. For simplicity hands one over to obedience, obedience to faith, faith to hope, hope to service, service to humility; gentleness receives from humility and brings one to joy, joy to love, and love to prayer; and so, hanging from one another and holding fast the one who clings to them, they lead him up to the very summit of what he longs for; just as, from the opposite side, wickedness leads its friends down through its own parts to the lowest evil. But you must persevere in prayer all the more; for it is like the leader of the choir of the virtues.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 12 (PG 34:430–432; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/12)."},"macarius-epistula-magna/13":{"o":"δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς αἰτούμεθα παρὰ τοῦ θεοῦ, ὡς κοινωνεῖ καὶ συνάπτεται δι' ἁγιότητος μυστικῆς καὶ πνευματικῆς τινος ἐνεργείας καὶ διαθέσεως ἀῤῥήτου ὁ τῇ εὐχῇ προσκαρτερῶν. τὸ γὰρ πνεῦμα λαβὼν ἐντεῦθεν ὁδηγὸν καὶ σύμμαχον φλέγεται πρὸς τὴν τοῦ κυρίου ἀγάπην, καὶ ζέει τῷ πόθῳ, κόρον τῆς εὐχῆς οὐχ εὑρίσκων, ἀλλ᾽ ἀεὶ πρὸς τὸν ἔρωτα τοῦ ἀγαθοῦ ἐκκαιόμενος, καὶ ἄρδων τῇ προθυμία τὴν ψυχήν, καθὼς εἴρηται· οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσι. καὶ ἀλλαχοῦ ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. καὶ ὁ κύριος· ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. τίνα δὲ λέγει βασιλείαν ἐντὸς ἡμῶν εἶναι, ἢ πάντως τὴν ἄνωθεν διὰ τοῦ πνεύματος ἐγγινομένην ταῖς ψυχαῖς εὐφροσύνην; αὕτη γάρ ἐστιν οἷον ἐκείνῳ καὶ δεῖγμα καὶ ἀῤῥαβὼν τῆς αἰωνίου χαρᾶς, ἧς ἀπολαύουσιν αἱ τῶν ἁγίων ἐν τῷ προσδοχωμένῳ αἰῶνι ψυχαί. παρακαλεῖ οὖν ἡμᾶς ὁ κύριος διὰ τῆς ἐνεργείας τοῦ πνεύματος ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ σῶσαι καὶ μεταδοῦναι τῶν πνευματικῶν ἀγαθῶν καὶ τῶν ἑαυτοῦ χαρισμάτων. ὁ παρακαλῶν γάρ, φησίν, ἡμᾶς ἐπὶ πάσῃ τῇ ἀληθείᾳ ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει. καί· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα. καί· ὡσεὶ στέατος καὶ πιότητος ἐκπλησθείη ἡ ψυχή μου. ταῦτα πάντα δι' αἰνιγμάτων παραδηλοῖ. τὴν ἐκ τοῦ πνεύματος εὐφροσύνην καὶ παράκλησιν Ἐπειδὴ τοίνυν δέδεικται, τίς ὁ τῆς εὐσεβείας σκοπός, ὃν χρὴ προκεῖσθαι τοῖς τὸν θεοφιλῆ βίον ζῇν αἱρουμένοις, ὃς ἐστι ψυχῆς καθαρισμὸς καὶ τοῦ πνεύματος δι' ἔργων ἀγαθῶν προτροπῆς ἐνοίκησις, ἕκαστος ὑμῶν κατὰ τὸν ὑπαχθέντα σκοπὸν παρασκευάσας τὴν ψυχήν, καὶ μέγιστον θεοῦ ποιήσας ἔρωτα, οὕτως ἀποδότω ἑαυτὸν ταῖς εὐχαῖς καὶ νηστείαις κατὰ τὸ αὐτοῦ θέλημα, μεμνημένοι τοῦ παρακαλοῦντος τὸ ἀδιαλείπτως προσεύχεσθαι, καὶ τῇ εὐχῇ προσκαρτεροῦντες καὶ ταῖς τοῦ κυρίου ἐπαγγελίαις, ἐν ᾗ φησι· πόσῳ μᾶλλον ποιήσει τὴν ἐκδίκησιν ὁ θεὸς τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. ἔλεγε γάρ, φησί, καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε εὔχεσθαι καὶ μὴ ἐκκακεῖν. ὅτι δὲ ἡ περὶ τὴν εὐχὴν σπουδή μεγάλα χαρίζεται, καὶ αὐτὸ τὸ πνεῦμα ταῖς ψυχαῖς ἐνοικίζει, δηλοῖ σαφῶς, δι' ὧν προτρέπει ἡμᾶς ὁ ἀπόστολος λέγων· διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενος ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει.","t":"through which we also ask God for the other virtues, since whoever perseveres in prayer has fellowship and is joined with him through a mystical holiness and a certain spiritual working and unspeakable disposition. For, receiving the Spirit from that time as guide and ally, he is set on fire with love for the Lord and burns with longing, finding no satiety in prayer, but ever kindled toward the love of the good and watering the soul with eagerness, as it is said: \"Those who eat me will hunger still, and those who drink me will thirst still.\" And elsewhere: \"You have put gladness in my heart.\" And the Lord: \"The kingdom of heaven is within you.\" What kingdom does he say is within us, if not the gladness that arises in souls from above through the Spirit? For this is, as it were, both a sample and a pledge of that eternal joy which the souls of the saints enjoy in the age that is awaited. So the Lord comforts us through the working of the Spirit in all our affliction, to save us and give us a share in spiritual goods and in his own gifts. For he \"who comforts us,\" it says, \"in all our affliction, so that we may be able to comfort those who are in any affliction.\" And: \"My heart and my flesh have rejoiced in the living God.\" And: \"May my soul be filled as with fat and richness.\" All these things hint in riddles at the gladness and comfort that come from the Spirit. Since, then, it has been shown what the aim of godliness is, which must be set before those who choose to live the life that is dear to God, namely the purification of the soul and the indwelling of the Spirit through the encouragement of good works, let each of you prepare his soul according to the aim set out, make the love of God his greatest concern, and so give himself to prayers and fastings according to his will, remembering him who urges us to pray unceasingly, and persevering in prayer and in the Lord's promises, in which he says: \"How much more will God avenge those who cry to him night and day!\" For he was telling them, it says, a parable to the effect that they ought always to pray and not lose heart. And that zeal for prayer bestows great things and makes the Spirit himself dwell in souls, the apostle shows clearly by the words with which he urges us: \"Praying at every time in the Spirit, with all prayer and supplication, and keeping alert to this end with all perseverance and supplication.\"","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 13 (PG 34:432–434; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/13)."},"macarius-epistula-magna/14":{"o":"ὅστις τῶν ἀδελφῶν τούτῳ τῷ μέρει αὐτῆς ἑαυτὸν ἀποδίδωσι, τῷ τῆς εὐχῆς λέγω, καλὸν θησαυρὸν περιέπει καὶ ἐραστοῦ μεγίστου κτήματος μόνον συντόνῳ καὶ ὀρθῇ συνειδήσει, μηδαμοῦ κατὰ τὴν διάνοιαν ἑκουσίως περιπλανώμενος, μηδὲ ὥσπερ ἀκούσιον ἀποδιδοὺς ὑπ᾿ ἀνάγκης χρέος, ἀλλ᾽ ἔρωτα καὶ πόθον ἀποπληρῶν τῆς ψυχῆς, καὶ τοὺς ἀγαθοὺς τῆς παραμονῆς καρποὺς πᾶσιν ἐπιδεικνύς. χρὴ δὲ καὶ τοὺς λοιποὺς διδόναι τῷ τοιούτῳ καιρόν, καὶ συγχαίρειν τῇ παραμονῇ τῆς προσευχῆς, ὅπως καὶ αὐτοὶ μετάσχωσι τῶν ἀγαθῶν καρπῶν, ἅτε δὴ κοινωνοὶ τοῦ τοιούτου βίου τῷ συνήδεσθαι γεγονότες δώσει δὲ καὶ αὐτὸς ὁ κύριος τοῖς αἰτοῦσιν, ὅπως εὔχεσθαι δεῖ, κατὰ τὸ εἰρημένον· ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ. δεῖ οὖν αἰτεῖν καὶ εἰδέναι, ὡς κρείττον τῇ εὐχῇ προσκαρτεροῦντα, πράγματι τοσούτῳ, μετὰ πολλῆς σπουδῆς καὶ πάσης δυνάμεως ἐναθλεῖν τῷ ἀγῶνι· τὰ γὰρ μεγάλα ἄθλα μεγάλων δεῖται καὶ πόνων, ἐπειδὴ μάλιστα ἡ κακία τοῖς τοιούτοις ἐφεδρεύει πανταχόθεν, περιεργαζομένη καὶ περιτρέχουσα καὶ ζητοῦσα περιτρέψαι τὴν σπουδήν· ἐκεῖθεν ὕπνος καὶ βάρησις σώματος, καὶ ψυχῆς μαλακία, ἀκηδία, ὀλιγωρία, ἀνυπομονησία, καὶ τὰ λοιπὰ τῆς κακίας πάθη καὶ ἐνεργήματα, δι' ἃ ἀπόλλυται ἡ ψυχὴ κατὰ μέρος άρπαζομένη καὶ αὐτομολοῦσα πρὸς τὸν ἐχθρὸν ἑαυτῆς. χρὴ οὖν ἐφεστάναι τῇ προσευχῇ, καθάπερ σοφὸν κυβερνήτην, τὸν λογισμόν, μηδαμοῦ τὴν διάνοιαν ἐνδιδόντα πρὸς τὰς τοῦ πονηροῦ πνεύματος ταραχάς, μηδὲ τοῖς ἐκείνου κύμασι συμπεριφερόμενον, ἀλλ᾽ εὐθὺ βλέποντα πρὸς τὸν ἄνω λιμένα, καὶ ψυχὴν ἀκέραιον ἀποδιδόντα τῷ πιστεύσαντι καὶ ἀπαιτοῦντι θεῷ. οὐ γὰρ τὸ πεσεῖν ἐπὶ γόνυ καὶ σχήματι τῶν δι᾽ εὐχὴν κειμένων ἐκτετάσθαι σπουδαῖον τῇ γραφῇ καὶ εὐάρεστον, τῆς διανοίας ἔξω τοῦ θεοῦ πλανωμένης ἀλλὰ τὸ πᾶσαν ἐκκαλοῦντα τῶν λογισμῶν ῥαθυμίαν τε καὶ ἄδικον ἔννοιαν, ὅλην μετὰ τοῦ σώματος ἀποδοῦναι τὴν ψυχὴν ταῖς εὐχαῖς. καὶ τοὺς προεστῶτας δὲ χρὴ συναντιλαμβάνειν τῷ τοιούτῳ, καὶ διὰ πάσης σπουδῆς καὶ νουθεσίας τρέφειν τὴν περὶ τὸ προκείμενον τοῦ εὐχομένου ἐπιθυμίαν, καὶ καθαίρειν ἀκριβῶς τὴν τούτου ψυχήν. τῶν γὰρ οὕτως ἐχομένων ὁ καρπὸς τῶν ἀρετῶν τοῖς νοσοῦσιν ἐπιδεικνύμενος οὐ τῷ προκόψαντι μόνον, ἀλλὰ καὶ τοῖς ἔτι νηπίοις καὶ δεομένοις διδασκαλίας χρήσιμος γίνεται παρακαλῶν αὐτοὺς καὶ προτρέπων εἰς μίμησιν, ὧν ὁρῶσι, καρποὶ δὲ εἰλικρινοῦς εὐχῆς ἁπλότης, ἀγάπη, ταπεινοφροσύνη, καρτερία, ἀκακία, καὶ τὰ τοιαῦτα, ἃ πρὸ τῶν αἰωνίων καρπῶν παρὰ τὸν βίον ὁ τοῦ σπουδαίου περὶ τὴν εὐχὴν πόνος ἐνταῦθα βλαστάνει.","t":"Whoever of the brothers gives himself to this part of virtue, I mean prayer, keeps a fine treasure and a most lovely possession, only let it be with intent and upright conscience, never wandering in his mind of his own accord, nor paying it as an unwilling debt under compulsion, but fulfilling the love and longing of the soul, and showing to all the good fruits of perseverance. And the rest must give such a man the time, and rejoice with him in his perseverance in prayer, so that they too may share in the good fruits, having become partners in such a life by rejoicing with him. And the Lord himself will give to those who ask how they ought to pray, as it is said: \"He who gives prayer to him who prays.\" One must, then, ask, and know that whoever perseveres in prayer, so great a matter, had better contend in the contest with much zeal and with all his strength; for great prizes require great labors too, since wickedness above all lies in wait for such people on every side, busying itself, running around, and seeking to overturn their zeal. From there come sleep and heaviness of body, and softness of soul, listlessness, carelessness, impatience, and the other passions and workings of wickedness, through which the soul is destroyed, being snatched away piece by piece and deserting to its enemy. Reason, then, must preside over prayer like a wise helmsman, never yielding the mind to the disturbances of the evil spirit nor being carried around with its waves, but looking straight toward the harbor above, and rendering the soul unharmed to God, who entrusted it and demands it back. For it is not falling on one's knees and lying stretched out in the posture of those who pray that is earnest and pleasing in the eyes of Scripture, while the mind wanders away from God; but rather driving out all slackness of thought and every wrong notion, and giving the whole soul with the body to prayer. And those in charge must help such a man, and with all zeal and admonition nourish the desire of the one who prays for what lies before him, and carefully purify his soul. For the fruit of the virtues of those who are so disposed, shown to the sick, becomes useful not only to the one who has advanced but also to those who are still infants and need teaching, encouraging them and urging them to imitate what they see. And the fruits of sincere prayer are simplicity, love, humility, endurance, innocence, and such things, which the labor of the one zealous in prayer brings to bud here in this life, before the eternal fruits.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 14 (PG 34:434–436; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/14)."},"macarius-epistula-magna/15":{"o":"τούτοις εὐχὴ καλλωπίζεται τοῖς καρποῖς· ἀποροῦσα δὲ τούτων μάταιον ἔχει τὸν πόνον. καὶ οὐκ εὐχὴ μόνον, ἀλλὰ καὶ πᾶσα φιλοσοφίας ὁδός, τοιαύτην μὲν ἔχουσα τὴν βλάστην, δικαιοσύνης ὄντως ἐστὶν ὁδός, καὶ πρὸς ὀρθὸν ἄγει τέλος· τούτων δὲ ἐστερημένῳ κενὸν ὄνομα καταλείπεται, καὶ ταῖς μωραῖς ἑοικὼς παρθένοις, αἷς παρὰ τὸν καιρὸν τῆς χρείας οὐ παρῆν ἐν τῷ νυμφῶνι τὸ ἔλαιον. οὐ γὰρ εἶχον ἐν ταῖς ψυχαῖς τὸ φῶς, τὸν τῆς ἀρετῆς καρπόν, οὐδὲ τὸν τοῦ πνεύματος ἐν τῇ διανοίᾳ λύχνον. ὅθεν καὶ μωρὰς εἰκότως ὠνόμασεν ἡ γραφή, συλησθείσης αὐτῶν τῆς ἀρετῆς πρὶν ἐλθεῖν τὸν νυμφίον, καὶ διὰ τοῦτο τοῦ ἄνω νυμφῶνος τὰς ἀθλίας ἀπέκλεισεν. οὐ γὰρ ἐλογίσατο αὐταῖς τὴν σπουδὴν τῆς παρθενίας τοῦ μὴ παρεῖναι τὴν τοῦ πνεύματος ἐνέργειαν. καὶ πάνυ δικαίως. τί γὰρ ὄφελος ἀμπέλου πεπονημένης, καρπῶν μὴ παρόντων, ὧν ἕνεκεν ὑπομένει τὸν πόνον ὁ γεωργός; τί κέρδος νηστείας καὶ προσευχῆς καὶ ἀγρυπνίας, εἰρήνης ἀπούσης καὶ ἀγάπης καὶ τῶν λοιπῶν τῆς τοῦ πνεύματος χάριτος καρπῶν, οὓς ὁ ἅγιος ἀπαριθμεῖται ἀπόστολος; πάντα γὰρ ὑφίσταται πόνον τούτων ἕνεκεν ὁ τῆς ἄνω χώρας ἐραστής, δι' ὧν ἐφέλκεται τὸ πνεῦμα. καὶ τῆς ἐκεῖθεν μεταλαμβάνων χάριτος καρποφορεῖ καὶ ἀπολαύει μετ᾿ εὐφροσύνης τῆς γεωργίας, ἣν ἐν τῇ ἑαυτοῦ ταπεινοφροσύνῃ καὶ ἐπιμελείᾳ τῶν ἔργων ἡ τοῦ πνεύματος ἐγεώργησε χάρις. δεῖ οὖν τοὺς μὲν πόνους τῆς εὐχῆς καὶ νηστείας καὶ τῶν λοιπῶν ἔργων μετὰ πολλῆς ἡδονῆς καὶ ἀγαθῆς ἐλπίδος ὑφίστασθαι, τὰ δὲ ἄνθη τῶν πόνων, καὶ τοὺς καρπούς, τοῦ πνεύματος εἶναι πιστεύειν ἐνεργείας. εἰ γὰρ ἑαυτῷ τις λογίζοιτο ταῦτα, καὶ τὸ πᾶν ἀναθείη τοῖς πόνοις, ἀντὶ τῶν ἀκηράτων ἐκείνων καρπῶν ἀλαζονεία τῷ τοιούτῳ καὶ φρόνημά τι φύεται. ταῦτα δὲ τὰ πάθη καθάπερ τις σηπεδὼν ταῖς τῶν εὐκόλων ψυχαῖς ἐμφυόμενα διαφθείρει καὶ ἀπόλλυσι τοὺς πόνους. τί οὖν χρὴ ποιεῖν τὸν τῷ θεῷ καὶ τῇ ἐκείνου ζῶντα ἐλπίδι; τοὺς μὲν ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας μεθ᾽ ἡδονῆς ὑπομένειν, τὴν λύτρωσιν τῆς ψυχῆς ἐκ τῶν παθῶν, καὶ πρὸς τὴν ἀκροτάτην τῶν ἀρετῶν ἄνοδον τῆς τελειότητος, ἐπ᾿ ἐκείνῳ παρίστασθαι τὴν ἐλπίδα, καὶ τῇ παρ' ἐκείνου φιλανθρωπίᾳ πιστεύειν. οὕτως γὰρ παρεσκευασμένος καὶ ἀπολαύσας τῆς, ὃ πεπίστευκε, χάριτος, ἀπόνως τρέχει, καταφρονῶν τῆς τοῦ ἐχθροῦ κακίας, ἅτε δὴ ξένος ἐκεῖνος καὶ λελυτρωμένος τῶν παθῶν τῇ τοῦ Χριστοῦ χάριτι.","t":"With these fruits prayer is adorned; without them its labor is vain. And not prayer only, but every way of philosophy, when it bears such a bloom, is truly a way of righteousness and leads to the right end; but whoever is deprived of these is left with an empty name and is like the foolish virgins, who at the time of need had no oil in the bridal chamber. For they did not have the light in their souls, the fruit of virtue, nor the lamp of the Spirit in their minds. That is why Scripture rightly called them foolish, since their virtue had been stolen before the Bridegroom came; and for this reason it shut the wretched women out of the bridal chamber above. For he did not credit them with their zeal for virginity, because the working of the Spirit was not present. And quite rightly. For what is the use of a vine that has been labored over, if the fruits are not there, for whose sake the farmer endures his labor? What gain is there in fasting and prayer and vigil, if peace is absent, and love, and the other fruits of the grace of the Spirit that the holy apostle lists? For the lover of the country above undergoes every labor for the sake of these things, by which the Spirit is drawn; and, sharing in the grace from there, he bears fruit and enjoys with gladness the harvest which the grace of the Spirit has cultivated in his humility and his care for works. One must, then, undergo the labors of prayer and fasting and the other works with much pleasure and good hope, but believe that the flowers and fruits of the labors belong to the working of the Spirit. For if someone were to reckon these things to himself and ascribe the whole to his labors, instead of those undefiled fruits boasting and a kind of pride spring up in such a man. And these passions, like a rot growing in fickle souls, corrupt and destroy their labors. What, then, must the one who lives for God and for hope in him do? Endure with pleasure the contests for virtue, and for the redemption of the soul from the passions and the ascent to the highest perfection of the virtues set his hope on God, and trust in his loving-kindness. For one so prepared, having enjoyed the grace he believed in, runs without toil, despising the wickedness of the enemy, since he is a stranger to it and redeemed from the passions by the grace of Christ.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 15 (PG 34:436–437; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/15)."},"macarius-epistula-magna/16":{"o":"ὥσπερ γὰρ οἱ τὰ πονηρὰ πάθη διὰ τῆς τῶν καλῶν ῥαθυμίας τῇ ἑαυτῶν ἐπεισάγοντες φύσει, καὶ διατρίβοντες ἐν αὐτοῖς μετὰ χαρᾶς, ἐπιτελοῦσι ῥᾳδίως ὥσπερ τινὰ ἔμφυτον ἡδονὴν καὶ οἰκείαν, καρπούμενοι πλεονεξίαν καὶ τὸν φθόνον καὶ τὴν πονηρίαν καὶ τὰ λοιπὰ μέρη τῆς ἀντικειμένης κακίας, οὕτως καὶ οἱ τοῦ Χριστοῦ καὶ τῆς ἀληθείας ἐργάται διά τε τῆς πίστεως καὶ τῶν τῆς ἀρετῆς πόνων τὰ ὑπὲρ τὴν φύσιν αὐτῶν ἀγαθὰ παρὰ τῆς τοῦ πνεύματος χάριτος μεθ᾽ ἡδονῆς ἀῤῥήτου καρποῦνται, καὶ ἀπόνως ἐπιτελοῦσι τὴν ἄδολον καὶ ἄτρεπτον πίστιν, τὴν ἀμετάπτωτον εἰρήνην, τὴν ὄντως ἀγαθότητα, τά τε λοιπὰ πάντα, δι' ὧν ψυχὴ κρείττων ἑαυτῆς γινομένη καὶ τῆς τοῦ ἐχθροῦ δυνατωτέρα κακίας, οἰκητήριον καθαρὸν ἑαυτὴν παρέχει τῷ προσκυνητῷ καὶ ἁγίῳ πνεύματι, παρ' οὗ τὴν ἀθάνατον τοῦ Χριστοῦ λαβοῦσα εἰρήνην, συνάπτεται δι' αὐτῆς καὶ προσκολλᾶται τῷ κυρίῳ. λαβοῦσα δὲ τὴν τοῦ πνεύματος χάριν καὶ κολληθεῖσα τῷ θεῷ, καὶ εἰς ἓν πνεῦμα μετ᾿ αὐτοῦ γενομένη, οὐ μόνον τὰ τῆς οἰκείας ἀρετῆς ἔργα ῥᾳδίως ἐπιτελεῖ, μηδὲν ἀγωνιζομένη πρὸς τὸν ἐχθρὸν τοῦ κρείττων τῆς ἐκείνου τυγχάνειν ἐπιβουλῆς, ἀλλὰ τὸ πάντων μεῖζον, τὰ τοῦ σωτῆρος εἰς ἑαυτὴν ἀναδέχεται πάθη, καὶ ἐντρυφᾷ τούτοις πλέον ἢ οἱ ἐρασταὶ τοῦ βίου τούτου ταῖς παρὰ τῶν ἀνθρώπων τιμαῖς καὶ δόξαις καὶ δυναστείαις. χριστιανῶν γὰρ διὰ πολιτείας ἀγαθῆς καὶ τῆς τοῦ πνεύματος δωρεᾶς, εἰς τὸ τῆς νοητῆς ἡλικίας μέτρον, τῆς δεδομένης αὐτῆς χάριτος, προελθόντων δόξα καὶ τρυφὴ καὶ πάσης ἡδονῆς κρείττων ἀπόλαυσις τὸ μισεῖσθαι διὰ Χριστόν, τὸ ἐλαύνεσθαι, τὸ πᾶσαν ὕβριν καὶ αἰσχύνην ὑπὲρ τῆς εἰς θεὸν πίστεως ὑπομένειν. τῆς γὰρ ἐλπίδος ὅλης οὔσης τῷ τοιούτῳ πρὸς τῇ ἀναστάσει καὶ τοῖς μέλλουσιν ἀγαθοῖς, ὕβρις πᾶσα καὶ μάστιγες καὶ διωγμοὶ καὶ τὰ λοιπὰ πάθη μέχρι τοῦ σταυροῦ πάντα τρυφὴ καὶ ἀνάπαυσις καὶ τῶν οὐρανίων ἐνέχυρα θησαυρῶν· μακάριοι γάρ ἐστε, φησίν, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι πάντες οἱ ἄνθρωποι, καὶ εἶπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμεν[οι, ἕνεκεν ἐμοῦ χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. καὶ ὁ ἀπόστολος· οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι. καὶ ἀλλαχοῦ· ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ·","t":"For just as those who bring evil passions into their own nature through negligence of the good, and spend their time in them with joy, accomplish them easily as if they were an inborn and native pleasure, reaping greed, envy, malice, and the other parts of the opposing wickedness: so too the workers of Christ and of the truth, through faith and the labors of virtue, reap from the grace of the Spirit, with unspeakable pleasure, goods beyond their nature, and accomplish without toil a guileless and unchangeable faith, an unalterable peace, true goodness, and all the rest, through which the soul, becoming better than itself and stronger than the enemy's wickedness, offers itself as a pure dwelling to the worshipful and Holy Spirit, from whom it receives the immortal peace of Christ, and through it is joined and cleaves to the Lord. And having received the grace of the Spirit, and cleaved to God, and become one spirit with him, it not only easily accomplishes the works of its own virtue, without having to struggle against the enemy to be superior to his plotting, but, greatest of all, it takes upon itself the sufferings of the Savior and delights in them more than the lovers of this life delight in honors and glories and powers from men. For to Christians who, through a good way of life and the gift of the Spirit, have advanced to the measure of spiritual stature, of the grace given to it, glory and delight and an enjoyment better than every pleasure is to be hated for Christ, to be driven out, to endure every insult and shame for the sake of faith in God. For since such a man's whole hope is set on the resurrection and the good things to come, every insult and scourging and persecution, and the other sufferings up to the cross, are all delight and rest and pledges of the heavenly treasures. For \"Blessed are you,\" it says, \"when all men revile you and persecute you and utter every evil word against you falsely for my sake; rejoice and be glad, for your reward is great in heaven.\" And the apostle: \"And not only that, but we also boast in our afflictions.\" And elsewhere: \"Most gladly, then, will I boast in my weaknesses, so that the power of Christ may rest upon me.\"","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 16 (PG 34:437–439; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/16)."},"macarius-epistula-magna/17":{"o":"διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν φυλακαῖς· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός είμι. καὶ πάλιν· ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ. αὕτη γὰρ ἡ χάρις τοῦ πνεύματος ὅλην κατασχοῦσα τὴν ψυχὴν καὶ πληρώσασα τὸ οἰκητήριον τῆς εὐφροσύνης τε καὶ δυνάμεως, γλυκέα ποιεῖ τῇ ψυχῇ τὰ τοῦ κυρίου παθήματα, τῇ τῶν μελλόντων ἐλπίδι τῆς παρούσης ὀδύνης ἀφαιροῦσα τὴν αἴσθησιν. ὡς οὖν ἐφ᾽ οὕτως ὑψηλὴν δύναμιν καὶ δόξαν μέλλοντες ἀνιέναι τῇ συνεργείᾳ τοῦ πνεύματος, ο[ὕτω πολιτεύεσθε πάντ[α] πόνον καὶ ἀγῶνα με[τά] χαρᾶ]ς ὑφιστάμενοι, πρὸς [τὸ ἄξι]οι φανῆναι τῆς ἐν ἡμῖν ἐπιδημίας τοῦ πνεύματος, καὶ τῆς μετὰ τοῦ Χριστοῦ κληρονομίας] μηδαμοῦ χαυνούμενοι, μηδὲ ἐκλυόμενοι ἀπὸ ῥαθυμίας, πρὸς τὸ μήτε αὐτοὶ πεσεῖν, μήτε τοῖς ἄλλοις αἴτιοι τοῦ ἁμαρτάνειν γενέσθαι. εἰ δὲ τινες μήπω τὸν τῆς ἄκρας εὐχῆς ἔχοντες τόνον, μηδὲ τὴν ὀφειλομένην τῷ πράγματι σπουδήν τε καὶ δύναμιν, ἀπολιμπάνονται ταύτης τῆς ἀρετῆς, ἐν τοῖς ἄλλοις πληρούτωσαν τὴν ὑπακοήν, κατὰ δύναμιν διακονοῦντες, προθύμως ἐργαζόμενοι, σπουδαίως θεραπεύοντες μεθ' ἡδονῆς, μὴ ἐπὶ μισθῷ τιμῆς, μηδὲ τῆς ἀνθρωπίνης δόξης ἕνεκα, μηδὲ ἐνδιδόντες ὑπὸ μαλακίας ἢ ῥαθυμίας τοῖς πόνοις, μηδὲ ὡς ἀλλοτρίοις σώμασι καὶ ψυχαῖς ὑπηρετούμενοι, ἀλλ' ὡς Χριστοῦ δούλοις, ὡς ἡμετέροις σπλάγχνοις, ἵνα καθαρὸν ὑμῶν τὸ ἔργον καὶ ἄδολον ἀποφανθῇ τῷ θεῷ. προφασιζέσθω δὲ μηδεὶς πρὸς καλῶν ἔργων σπουδήν, ὡς ἀδύνατος ἐπιτελεῖν τὰ σώζοντα τὴν ψυχήν. οὐδὲ γὰρ ὁ θεὸς ἀδύνατον ἐπιτάττει τοῖς δούλοις, ἀλλ᾽ οὕτως ἐκκεχυμένην καὶ πλουσίαν ἔδειξε τὴν ἀγάπην καὶ ἀγαθότητα τῆς θεότητος, ὡς ἑκάστῳ κατὰ τὸ θέλημα παρασχεῖν τὸ πράττειν τι δύνασθαι ἀγαθόν, καὶ μηδένα τῶν σπουδὴν ἐχόντων σωθῆναι διαμαρτεῖν τοῦ δύνασθαι ὃς ἄν, φησί, ποτίσῃ ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ. τί τῆς ἐντολῆς ταύτης δυνατώτερον; ψυχρῷ ποτηρίῳ μισθὸς ἐπουράνιος ἔπεται, καί μοι σκόπει τῆς φιλανθρωπίας τὸ ἄμετρον. ἐφ᾽ ὅσον ἑνὶ τούτων, φησίν, ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. τὸ μὲν ἐπίταγμα μικρόν, τὸ δὲ τῆς ὑπακοῆς κέρδος πολύ, καὶ παρὰ θεῷ πλουσίως ἀνταποδιδόμενον. ὥστε οὐδὲν ὑπὲρ δύναμιν ἀπαιτεῖ. ἀλλὰ κἂν μικρὸν κἂν μέγα ποιεῖς, ἔπεταί σοι κατὰ τὴν προαίρεσιν ὁ μισθός. ἐὰν μὲν γὰρ εἰς ὄνομα καὶ φόβον θεοῦ, λαμπρὰ καὶ ἀναφαίρετος ἦλθεν ἡ δωρεά·","t":"\"Therefore I am content with weaknesses, insults, hardships, imprisonments; for when I am weak, then I am strong.\" And again: \"as servants of God, in much endurance.\" For this grace of the Spirit, taking hold of the whole soul and filling its dwelling with gladness and power, makes the sufferings of the Lord sweet to the soul, taking away the feeling of the present pain through the hope of things to come. Since, then, you are to rise to so lofty a power and glory by the cooperation of the Spirit, so live your lives, undergoing every labor and contest with joy, so as to be shown worthy of the Spirit's coming to dwell in us and of the inheritance with Christ, never growing slack nor fainting through negligence, so that you may neither fall yourselves nor become a cause of sin to others. But if some, not yet having the intensity of the highest prayer, nor the zeal and strength the matter demands, fall short of this virtue, let them fulfill obedience in other things, ministering according to their ability, working eagerly, serving zealously with pleasure, not for the reward of honor, nor for the sake of human glory, nor giving way in their labors through softness or negligence, nor serving as if they were ministering to bodies and souls that are strangers to them, but as to servants of Christ, as to our own very hearts, so that your work may be shown pure and guileless before God. And let no one make excuses about zeal for good works, as though unable to accomplish what saves the soul. For God does not command his servants what is impossible, but has shown the love and goodness of the Godhead to be so outpoured and rich that he grants to each, according to his will, to be able to do some good, and that none of those who are eager to be saved fails to be able. \"Whoever,\" it says, \"gives just a cup of cold water to drink in the name of a disciple, truly I say to you, he will not lose his reward.\" What commandment is easier than this? A heavenly reward follows a cup of cold water. And consider, I pray you, the boundlessness of his loving-kindness: \"As you did it to one of these,\" he says, \"you did it to me.\" The command is small, but the gain of obedience is great, and it is richly repaid by God. So he demands nothing beyond our power; but whether you do something small or great, the reward follows you according to your intention. For if it is done in the name and fear of God, the gift comes shining and inalienable;","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 17 (PG 34:439–441; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/17)."},"macarius-epistula-magna/18":{"o":"ἐὰν δὲ εἰς επίδειξιν καὶ δόξαν ἀνθρώπων, ἄκουσον ὀμνύντος αὐτοῦ τοῦ κυρίου· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. ἵνα οὖν μὴ τοῦτο πάθωμεν, παραγγέλλει τοῖς μαθηταῖς αὐτοῦ, καὶ δι' ἐκείνων ἡμῖν· βλέπετε, μὴ ποιῆτε τὴν ἐλεημοσύνην ὑμῶν ἢ τὴν εὐχὴν ἢ τὴν νηστείαν ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. οὕτως ἀποστρέφεσθαι κελεύει καὶ φεύγειν τοὺς θνητοὺς τούτους καὶ παρὰ θνητῶν ἐπαίνους, καὶ τὴν μαραινομένην καὶ φεύγουσαν ἡμᾶς δόξαν, ζητεῖν δὲ μόνον ἐκείνην, ἧς οὐδὲ κάλλος ἔστιν εἰπεῖν οὐδὲ πέρας εὑρεῖν, δι' ἧς καὶ αὐτοὶ δυνησόμεθα τυχεῖν τῶν ἀῤῥήτων μυστηρίων ἐκείνων, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αιώνων. ἀμήν.","t":"but if it is for show and the glory of men, hear the Lord himself declaring under oath: \"Truly I say to you, they have their reward.\" So that we may not suffer this, he charges his disciples, and through them us: \"See that you do not do your almsgiving or your prayer or your fasting before men; otherwise you have no reward from your Father who is in heaven.\" So he bids us turn away from and flee these mortal praises that come from mortals, and the glory that withers and flees from us, and seek only that glory whose beauty cannot be told nor its limit found, through which we too shall be able to attain those unspeakable mysteries, in Christ Jesus our Lord, to whom be the glory to the ages of ages. Amen.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 18 (PG 34:441–442; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/18)."},"macarius-epistula-magna/2":{"o":"ἑτέρωθι δὲ αὐτὸς ὁ σωτήρ περὶ τῶν αὐτῶν φησι· πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ἐκριζωθήσεται. Ὅτι γὰρ πᾶσα ἡ ἐκ Θεοῦ φυτεία καλή, μαρτυρεῖ Παῦλος, ἐν ᾧ ὁ Χριστὸς λαλεῖ· ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, γίνωσκε τοίνυν, μὴ ἡμέτερα εἶναι τὰ ἐναποκεκρυμμένα ἡμῖν πάθη, ἀλλὰ ἀλλότρια. ἐκ τῶν κρυφίων μου γάρ, φησί, καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. και· ἀλλότριοι ἐπανέστησαν ἐπ' εμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου. καί· δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. τἱ οὖν τὰ κρύφια, ἢ τίνες οἱ ἀδικοῦντες καὶ πολεμοῦντες, ἢ τίνες οἱ ἀλλότριοι, εἰ μὴ τὰ τῆς πονηρίας πνεύματα τὰ ἀντικείμενα ταῖς Χριστοῦ ἀρεταῖς; Πρόσεχε ἀκριβῶς, ὅπως καὶ ὁ νόμος διαῤῥήδην βοᾷ περὶ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος· οὐ λήψη, φησί, τὸ ὄνομα κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσει κύριος τὴν καρδίαν τοῦ λαμβάνοντος τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. διὸ καὶ ὁ ἀπόστολος σαφῶς παραινεῖ φάσκων· καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ οὐ μόνον σαρκός, ἀλλὰ καὶ πνεύματος. καὶ ἑτέρωθι· ἐῤῥαντισμένοι, φησί, τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς. καὶ πάλιν· ὁλόκληρον ὑμῶν τὸ σῶμα, τὸ πνεῦμα καὶ ἡ ψυχή, ἀμέμπτως διαφυλαχθείη. καὶ· ἵνα γένησθε τέκνα Θεοῦ ἀμώμητα. ὅσοι τοίνυν βούλονται τῆς υἱοθεσίας ἀξιωθῆναι, οὐ τὸ σῶμα μόνον ἁγνὸν [ἐχόντων ἀλλὰ καὶ τὴν ψυχὴν κατὰ τὸν λέγοντα γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. οἱ μὲν γὰρ ὑπὸ νόμον τὰ τῆς σαρκὸς δικαιώματα ἐπιτελοῦντες μόνον τὴν ἐκτὸς φυλάττουσι καθαρότητα, οἱ δὲ ὑπὸ χάριν καὶ τῆς ἔνδον ἐν ἁγιασμῷ εἰρήνης ὀρέγονται, πεισθέντες τῷ εἰρηκότι· ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλείων τῶν φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. οἱ γὰρ φαρισαῖοι, τυφλώττοντες τὴν διάνοιαν, τὸ ἔξω τοῦ ποτηρίου πλύνουσι. ὡς καὶ νῦν οἱ κατ᾿ αὐτοὺς νέοι φαρισαῖοι τὸν ἔξω ἄνθρωπον ἀνεπιτηδεύτῳ νοῖ σχηματίζοντες, ἑαυτοὺς δικαιοῦσι, μὴ συμμαρτυροῦντος τοῦ ἁγίου πνεύματος τῷ πνεύματι αὐτῶν, ἵνα ὦσι τέκνα Θεοῦ κατὰ τὸν λέγοντα ἀπόστολον· αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· καὶ μὴ βουλόμενοι γνωρίσαι τὴν ἐν ἁγιασμῷ αὔξησιν τοῦ ἔσω ἀνθρώπου, ἀλλὰ πληροφορούμενοι μόνον ἐν τοῖς τῆς σαρκὸς κατορθώμασι·","t":"Elsewhere the Savior himself says about the same things: \"Every plant that my heavenly Father has not planted will be rooted up.\" For Paul, in whom Christ speaks, testifies that every planting from God is good: \"Every creature of God is good.\" Know, then, that the passions hidden in us are not ours but foreign. For \"cleanse me,\" it says, \"from my hidden faults, and spare your servant from foreign ones.\" And: \"Foreigners have risen up against me, and the mighty have sought my soul.\" And: \"Judge, O Lord, those who wrong me; fight against those who fight against me.\" What, then, are the hidden things, or who are those who wrong and fight, or who are the foreigners, if not the spirits of wickedness opposed to the virtues of Christ? Pay close attention to how the law, too, cries out plainly about purity in the inner man: \"You shall not take,\" it says, \"the name of the Lord your God in vain; for the Lord will by no means cleanse the heart of him who takes his name in vain.\" That is why the apostle too clearly exhorts, saying: \"Let us cleanse ourselves from every defilement, not only of the flesh but also of the spirit.\" And elsewhere: \"having our hearts sprinkled,\" it says, \"from an evil conscience.\" And again: \"May your body, spirit, and soul be kept whole and blameless.\" And: \"that you may become blameless children of God.\" Those, then, who wish to be counted worthy of adoption must [keep] not the body only pure but the soul too, according to him who says, \"Let my heart be blameless in your statutes, that I may not be put to shame.\" For those under the law, fulfilling the ordinances of the flesh, keep only outward purity; but those under grace reach also for the peace within, in sanctification, persuaded by him who said, \"Unless your righteousness exceeds that of the Pharisees and scribes, you will not enter the kingdom of heaven.\" For the Pharisees, blind in understanding, wash the outside of the cup; as now too the new Pharisees, who are like them, shaping the outward man with an untrained mind, justify themselves, while the Holy Spirit does not bear witness with their spirit that they are children of God, according to the apostle who says, \"The Spirit himself bears witness with our spirit that we are children of God\"; and they do not wish to know the growth of the inner man in sanctification, but take their full assurance only from their successes in the flesh,","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 2 (PG 34:412–414; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/2)."},"macarius-epistula-magna/3":{"o":"μὴ γνόντες, ὅτι πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. ἔστι γάρ τις, ὡς ἔοικεν, ἕκαστος ἡμῶν νοητὴ συκή, παρ᾿ ἧς ὁ κύριος τὸν ἔνδον καρπὸν ἐπιζητεῖ, καὶ οὐ τὸν ἐκ φύλλων ἐπικείμενον σχηματισμόν. ὁ τοίνυν συνηγορῶν τοῖς πάθεσι τῆς ἀτιμίας ὡς φυσικοῖς, καὶ οὐχ ὡς συμβεβηκόσι, μετήλλαξε τὴν τοῦ Θεοῦ ἀλήθειαν ἐν τῷ οἰκείῳ ψεύδει. ὡς γὰρ προέφην, ὁ ἄχραντος καὶ καθαρὸς καὶ τὴν εἰκόνα αὐτοῦ ὁμοίαν κατεσκεύασεν ἑαυτῷ· φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. ἐπειδὴ τοίνυν τὸ τῶν ἀνθρώπων γένος ἐν ἀνομίαις κυηθέν καὶ ἐν ἁμαρτίαις γεννηθέν, ἀπηλλοτριώθη ἀπὸ μήτρας καὶ ἐπλανήθη ἀπὸ γαστρός, βασιλευσάσης τῆς ἁμαρτίας ἀπὸ ᾿Αδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ, ἦλθεν ἱλασθεὶς ὁ ἀμνὸς τοῦ Θεοῦ, ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου διὰ τῆς οἰκείας αὐτοῦ δυνάμεως, δήσας πρότερον τὸν ἰσχυρόν, καὶ οὕτως διαρπάσας τὰ αἰχμαλωτισμένα αὐτοῦ σκεύη κατὰ τὸ εἰρημένον· ἠχμαλώτευσας αἰχμαλωσίαν· καὶ πάλιν· ἔλαβεν αἰχμαλωσίαν. ἤγουν ἔστιν ἡμῖν φροντίς, ἀνακληθῆναι ἀπὸ τῆς αἰχμαλωσίας, καὶ φορέσαι τὴν εἰκόνα τοῦ ἐπουρανίου, καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, καὶ παραστῆσαι τὰ μέλη ἡμῶν δοῦλα τῇ δικαιοσύνῃ καὶ τῷ ἁγιασμῷ, καθὼς παρεστήσαμεν τῇ ἁμαρτίᾳ. πιστεύωμεν ὅτι χρὴ ἡμᾶς ἐν τῷ φωτὶ περιπατοῦντας ἀπροσκόπως ὁρᾷν τὰ τοῦ Θεοῦ θαυμάσια, κατὰ τὸν φήσαντα· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. ὡς γὰρ κατὰ τὸ αἰσθητὸν ὁ ἐν τῷ φωτὶ περιπατῶν οὐ προσκόπτει, οὕτως κατὰ τὸ νοητὸν ὁ ἐν τῷ τελείῳ ἁγιασμῷ ὑπάρχων οὐκ ἐνθυμεῖται πονηρά, οὐ λογίζεται φαῦλα· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συγκατάθεσις ναοῦ μετὰ εἰδώλων. ὡς οὖν ναὸς Θεοῦ ἐπίγνωθι σεαυτόν, ἀποδιδράσκων τὴν ἐν καρδίᾳ τῶν νοητῶν εἰδώλων ἀποτύπωσιν· πᾶν γὰρ πάθος ἐνεργοῦν ψυχῇ εἴδωλόν ἐστιν· ὅθεν καλῶς εἴρηται· ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. εἰ δὲ τοῖς τῆς σαρκὸς πάθεσι δεδουλώμεθα, δηλονότι τῷ ἁγίῳ καὶ ἀπαθεῖ πνεύματι οὐ δεδουλώμεθα· οὐ γὰρ δύναταί τις δυσὶ κυρίοις δουλεύειν· οὐ δύνασθε, φησί, Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστι, μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, διότι ἅγιον πνεῦμα φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, καὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται παιδεία.","t":"not knowing that all the glory of the King's daughter is within. For each of us, it seems, is a kind of spiritual fig tree, from which the Lord seeks the fruit within and not the show of leaves laid on the outside. Whoever, then, pleads for the passions of dishonor as natural and not as accidental has exchanged the truth of God for his own lie. For, as I said before, the undefiled and pure one fashioned his image like himself; but through the envy of the devil death entered the world. Since, then, the human race, conceived in iniquities and born in sins, was estranged from the womb and went astray from the belly, sin having reigned from Adam until the coming of Christ, the Lamb of God came in mercy to take away the sin of the world by his own power, first binding the strong man and so plundering his captured goods, as it is said, \"You led captivity captive,\" and again, \"He took captivity.\" So our concern is to be called back from captivity, and to bear the image of the heavenly as we have borne the image of the earthy, and to present our members as slaves to righteousness and sanctification, as we presented them to sin. Let us believe that, walking in the light without stumbling, we must see the wonders of God, according to him who said, \"Unveil my eyes, and I shall perceive the wonders of your law.\" For as in the realm of the senses whoever walks in the light does not stumble, so in the realm of the mind whoever lives in perfect sanctification does not ponder evil or devise base things; for there is no fellowship of light with darkness, nor agreement of a temple with idols. Know yourself, then, as a temple of God, and flee the imprint of mental idols in the heart; for every passion at work in the soul is an idol. Hence it is well said, \"By whatever one is overcome, to that he is also enslaved.\" But if we are enslaved to the passions of the flesh, plainly we are not enslaved to the holy Spirit, who is free from passion; for no one can serve two masters: \"You cannot,\" it says, \"serve God and mammon.\" For the temple of God is holy, having no spot or wrinkle or any such thing, because the Holy Spirit will flee deceit and withdraw from senseless thoughts, and instruction will not enter a soul that devises evil.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 3 (PG 34:414–416; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/3)."},"macarius-epistula-magna/4":{"o":"πιστεύσαντες οὖν, ὅτι πᾶς ὁ ἡμῶν νόμος δακτύλῳ Θεοῦ ἐν καρδίᾳ γράφεται, οὐ μέλανι, ἀλλὰ πνεύματι θείῳ, δεξώμεθα τὴν ἀλήθειαν τοῦ νομοθέτου εἰπόντος· ἐγώ εἰμι ἡ ἀλήθεια τοῦ και τὴν τῆς καρδίας περιτομὴν ποιουμένου, καὶ ἐπιγράφοντος ἐπὶ τὰς διανοίας τῶν ἀξίων τὸν τῆς χρηστότητος αὐτοῦ νόμον· ὥς φησιν ἐν τῷ προφήτῃ· διδοὺς [δώσω νόμους μου εἰς τὰς καρδίας αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς· αὐτίκα γοῦν ὅσοις φροντίς ἐστιν εἰς γένος ἐκλεκτὸν φθάσαι, εἰς βασίλειον ἱεράτευμα, εἰς ἔθνος ἅγιον, εἰς λαὸν περιούσιον, ῥᾳδίως δέχονται ἐν ἑαυτοῖς τὴν τοῦ ζωοποιοῦ πνεύματος ἐνέργειαν. διόπερ παρακλήθητε εὔχεσθαι ὅπως καταξιωθῶμεν κἂν γοῦν βραχέως συνεῖναι τὴν μονότροπον ἐν Χριστῷ πολιτείας εὐθύτητα. ἡ γὰρ τοιαύτη ψυχὴ ἀποθεμένη τὴν τοῦ προσώπου αἰσχύνην, καὶ μηκέτι κατακυριευομένη ὑπὸ τῆς αἰσχρότητος τῶν λογισμῶν, καὶ μοιχευομένη ὑπὸ τοῦ πονηροῦ, μόνου δηλαδὴ τοῦ ἐπουρανίου νυμφίου κοινωνεῖ, ὡς αὐτὴ μονότροπος· τετρωμένη γὰρ τῇ εἰς αὐτὸν ἀγάπῃ ἐπιποθεῖ καὶ ἐκλείπει, ἵνα τολμήσας εἴπω, τὴν πρὸς αὐτὸν ὡς ὡραίαν νοητὴν καὶ μυστικὴν συνουσίαν κατὰ τὴν ἄφθαρτον συνάφειαν τῆς ἐν ἁγιασμῷ κοινωνίας. μακαρία ὡς ἀληθῶς καὶ εὐδαίμων ἡ τοιαύτη ψυχή, ἥτις ἡττηθεῖσα τῷ πνευματικῷ ἔρωτι, ἀξίως ἐνυμφεύθη τῷ θεῷ λόγῳ. λεγέτω τοίνυν αὐτή, λεγέτω· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῶ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτωνα εὐφροσύνης περιέθηκέ μοι, ὡς νυμφίῳ μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. ταύτης γὰρ τὸ κάλλος ἐπιθυμήσας ὁ βασιλεὺς τῆς δόξης κατηξίωσεν αὐτὴν χρηματίζεσθαι οὐ μόνον ναὸν θεοῦ, ἀλλὰ καὶ θυγατέρα βασιλέως καὶ βασιλίδα· ναὸν μὲν θεοῦ ὡς οἰκειωθεῖσαν τῷ ἁγίῳ πνεύματι θυγατέρα δὲ βασιλέως ὡς τεκνοποιηθεῖσαν παρὰ τοῦ πατρὸς τῶν φώτων καὶ βασιλίδα ὡς συναφθεῖσαν τῇ θεότητι τῆς δόξης τοῦ μονογενοῦς. καθ' ὃν γὰρ τρόπον ὁ κύριος, εἷς ὢν κατ᾿ οὐσίαν, πολυώνυμος γέγονε κατὰ τροπολογίαν ἕνεκεν τῆς οἰκονομίας σωτηρίας τῶν ἀνθρώπων (πῆ μὲν πέτρα ὀνομασθεὶς καὶ θύρα, πῆ δὲ ἀξίνη καὶ ὁδός, καὶ αὖθις ἄμπελος καὶ ἄρτος, πέτρα μὲν διὰ τὸ ἐν τῇ ῥώμῃ αὐτοῦ ἄσειστόν τε καὶ ἀπρόσιτον· θύρα δὲ διὰ τὸ αὐτὸν εἶναι εἴσοδον τῆς αἰωνίου ζωῆς· ἀξίνη δὲ διὰ τὸ ἐκκόπτειν αὐτὸν τὰς τῆς κακίας ῥίζας· καὶ ὁδὸς διὰ τὸ ἄγειν αὐτὸν τοὺς ἀξίους ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν·","t":"Believing, then, that all our law is written in the heart by the finger of God, not with ink but with the divine Spirit, let us receive the truth of the Lawgiver who said, \"I am the truth,\" who also performs the circumcision of the heart and writes the law of his goodness on the minds of the worthy, as he says in the prophet: \"Giving my laws into their hearts, I will also write them on their minds.\" Certainly all who are concerned to attain to the chosen race, the royal priesthood, the holy nation, the special people, readily receive in themselves the working of the life-giving Spirit. Therefore be urged to pray that we may be counted worthy, if only briefly, to live in the uprightness of the single-hearted way of life in Christ. For such a soul, having put off the shame of its face, and no longer dominated by the shamefulness of its thoughts and committing adultery with the evil one, has fellowship with the heavenly Bridegroom alone, being itself single-hearted. For, wounded with love for him, it longs and faints, if I may dare to say it, for the fair, spiritual, and mystical union with him, in the incorruptible joining of the fellowship in sanctification. Blessed indeed and happy is such a soul, which, overcome by spiritual love, has worthily been espoused to God the Word. Let it say, then, let it say: \"Let my soul rejoice in the Lord; for he has clothed me with the garment of salvation and put on me a tunic of gladness; as on a bridegroom he set a turban on me, and as a bride he adorned me with ornaments.\" For the King of glory, desiring her beauty, deigned that she be called not only a temple of God but also a King's daughter and a queen: a temple of God, as made his own by the Holy Spirit; a King's daughter, as made a child by the Father of lights; and a queen, as joined to the Godhead of the glory of the Only-begotten. For just as the Lord, being one in essence, has come to have many names figuratively for the sake of the dispensation of the salvation of men (called here rock and door, there axe and way, and again vine and bread: rock because of what is unshakable and unapproachable in his strength; door because he is the entrance to eternal life; axe because he cuts out the roots of wickedness; and way because he leads the worthy to the knowledge of the truth;","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 4 (PG 34:416–417; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/4)."},"macarius-epistula-magna/5":{"o":"καὶ ἄμπελος, ὅτι ἐξ αὐτοῦ ὁ εὐφραίνων καρδίαν ἀνθρώπου οἶνος καρποφορεῖται ὁμοίως δὲ καὶ ἄρτος, ὅτι στηρίζων καρδίαν λογικοῦ ζώου)· τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκειωθεῖσα τῷ θεῷ λόγῳ ἄμωμος ψυχή μονότροπος τυγχάνουσα κατὰ πολλὰς προκοπὰς τῶν πνευματικῶν ἀρετῶν καὶ τῶν δωρεῶν ἀξιωθήσεται. εἴρηται δέ μοι ταῦτα ἕνεκεν τοῦ οὐ μόνον τριχῆ νοεῖσθαι τὸν χρηματισμὸν τῆς νύμφης, ἀλλὰ καὶ πολλαχῶς. γίνωσκε δέ, ὅτι τοῦτο κόπος ἐστὶν ἐνώπιον ἡμῶν ἕως οὗ εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητα ἡμῶν. βούλεται γὰρ ἡμᾶς ὁ σωτὴρ ἐν σαρκὶ ὄντας καὶ τῆς ἀπαθείας αὐτοῦ καταξιωθῆναι, καὶ τοῦ ἁγιασμοῦ πληρωθῆναι, ἵνα θαῤῥοῦντες λέγωμεν· ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμούς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. χρὴ τοίνυν ἐντεύθεν ἤδη προσηλῶσαι ἡμᾶς τῷ σταυρῷ τὰ πάθη τῆς ἁμαρτίας κατὰ τὴν τοῦ προφήτου εὐχήν· καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. σάρξ γὰρ καὶ αἷμα, περὶ ὧν λέγει ὁ ἀπόστολος μὴ δύνασθαι βασιλείαν θεοῦ κληρονομῆσαι, οὐ τοῦτό ἐστι τὸ ὀρώμενον σῶμα· τοῦτο γὰρ ὑπὸ θεοῦ ἐπλάσθη· ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς τὸ κινούμενον ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας, τῶν ἐνεργούντων τοῖς υἱοῖς τῆς ἀπειθείας. οὐ γὰρ πρὸς αἷμα καὶ σάρκα τοῖς ἐν Χριστῷ τελείοις ἀγωνισταῖς ἡ πάλη, ἀλλὰ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Εἰ οὖν ὁμολογοῦμεν, μὴ φυσικὴν εἶναι τὴν ἐνέργειαν ταύτην, ἀλλ᾽ ἐκ τῶν ἀντικειμένων δυνάμεων, δυνησόμεθα, κατ' αὐτῶν ἀναλαβόντες τὴν Χριστοῦ πανοπλίαν, ἀντιστῆναι ταῖς μεθοδείαις αὐτῶν, δωρουμένου ἡμῖν δύναμιν τοῦ σωτῆρος πρὸς τὸ πατεῖν ἡμᾶς ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου· ἵνα θαῤῥῶμεν λέγειν ἐν σαρκὶ ὄντες· ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ, μὴ εἰσακουσάτω κύριος. καί· ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· τοῦτ᾽ ἔστιν, ἄνευ πάθους τινὸς σαρκικοῦ τὴν ἐν οὐρανοῖς πολιτείαν ῥᾳδίως βαίνω, κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. παντὸς γὰρ πάθους ἀλλοτριωθέντες τολμήσωμεν λέγειν· οὐ μόνον τὴν πίστιν τετήρηκα, ἀλλὰ καὶ τὸν δρόμον τετέλεκα. οὐ γὰρ πιστεύειν μόνον δεῖ Χριστῷ, ἀλλὰ καὶ συμπάσχειν αὐτῷ, κατὰ τὸ εἰρημένον·","t":"and vine because from him is borne the wine that gladdens the heart of man; and likewise bread, because he strengthens the heart of a rational creature), in the same way the blameless soul that has been made his own by God the Word, being single-hearted, will be counted worthy of names according to its many advances in the spiritual virtues and gifts. I have said this so that the bride's title may be understood not only in three ways but in many. But know that this is toil before us, until we enter the sanctuary of God, to God who gladdens our youth. For the Savior wishes us, while we are in the flesh, to be counted worthy of his freedom from passion and to be filled with sanctification, so that we may say with confidence: \"Walking in the flesh, we do not wage war according to the flesh; for the weapons of our warfare are not fleshly but powerful through God for the destruction of strongholds, destroying reasonings and every height lifted up against the knowledge of God.\" We must, then, from now on nail the passions of sin to the cross, according to the prophet's prayer: \"Nail my flesh with your fear.\" For the flesh and blood which, the apostle says, cannot inherit the kingdom of God is not this visible body, for this was formed by God, but the mind of the flesh, moved by the spirits of wickedness that work in the sons of disobedience. For the struggle of the perfect contestants in Christ is not against blood and flesh, but against the world rulers of the darkness of this age, against the spiritual forces of wickedness. If, then, we confess that this working is not natural but comes from the opposing powers, we shall be able, taking up the full armor of Christ against them, to stand against their schemes, the Savior giving us power to tread on serpents and scorpions and over all the power of the adversary; so that we may dare to say, while we are in the flesh, \"If I regarded iniquity in my heart, let the Lord not hear me.\" And: \"Without lawlessness I ran and kept straight\"; that is, without any fleshly passion I walk easily in the heavenly way of life, pressing on toward the goal for the prize of the upward call. For, having become strangers to every passion, let us dare to say: \"Not only have I kept the faith, but I have also finished the course.\" For one must not only believe in Christ but also suffer with him, as it is said:","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 5 (PG 34:417–419; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/5)."},"macarius-epistula-magna/6":{"o":"ὑμῖν γὰρ ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. τὸ γὰρ μόνον πιστεύειν θεῷ τῶν τὰ ἐπίγεια φρονούντων ἐστίν, ἵνα μὴ λέγω, ὅτι καὶ τῶν ἀκαθάρτων πνευμάτων τῶν λεγόντων· οἴδαμέν σε τίς εἶ, υἱὲ τοῦ θεοῦ· ἑκάτερα γὰρ τὰ μέρη ἐχθρὰ ὑπάρχει τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. ὁρᾷς, ὅτι οὐ μόνον αἱ ἀποστατικαὶ δυνάμεις ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσιν, ἀλλὰ καὶ οἱ τὰ ἐπίγεια φρονοῦντες; τὸ δὲ συμπάσχειν Χριστῷ καὶ συνδοξάζεσθαι μόνον τῶν ἑαυτοὺς σταυρωσάντων τῶν τοῦ κόσμου τούτου καὶ τὰ τοῦ κυρίου στίγματα ἐν τοῖς οἰκείοις σώμασι βασταζόντων ἐστίν. δεῖ γὰρ τοὺς ὀρθῶς φιλοσοφεῖν ἐγνωκότας, καὶ τὰς ψυχὰς ἐκ τῶν τῆς κακίας μολυσμῶν λυτρουμένους, ἀκριβῶς εἰδέναι τὸν τῆς φιλοσοφίας σκοπόν, ὅπως μεμαθηκότες τῆς τε πορείας τὸν πόνον, καὶ τοῦ δρόμου τὸ πέρας ῥίψωσι μὲν πάντες τὴν αὐθάδειαν, καὶ τὸ φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, τήν τε ἑαυτῶν ψυχὴν μετὰ τοῦ βίου κατὰ τὸ πρόσταγμα τῆς γραφῆς ἀρνησάμενοι πρὸς ἕνα βλέπωσι πλοῦτον, ὃν τῆς εἰς Χριστὸν ἀγάπης ἆθλον τοῖς ἀγαπῶσιν ἔθηκεν ὁ θεός, καλῶν εἰς αὐτὸν πάντας τοὺς τὸν ἀγῶνα τοῦ λαβεῖν προθύμως ὑφισταμένους· οἷς ἐξαρκεῖ πρὸς τὴν τοῦ τοιούτου πορείαν ἐφόδιον ὁ σταυρὸς τοῦ Χριστοῦ, ὃν δεῖ μετ᾿ εὐφροσύνης καὶ ἀγαθῆς ἐλπίδος βαστάζοντας ἀκολουθεῖν τῷ σωτῆρι θεῷ, νόμον καὶ ὁδὸν τοῦ βίου τὴν ἐκείνου ποιούμενοι οἰκονομίαν καθὼς εἶπεν αὐτὸς ὁ ἀπόστολος· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. καὶ πάλιν· δι᾽ ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικε δέος γάρ, μὴ τοῖς παρά τοῦ πνεύματος δωρήμασιν ἐπαιρόμενοι, καὶ τὸ κατορθῶσαί τι δι' ἀρετὴν ἀφορμὴν λαβόντες εἰς τὸ φρονεῖν καὶ σεμνύνεσθαι, πρὶν εἰς τέλος τῶν ἐλπιζομένων ἐλθεῖν, ἐκπέσωμεν τῆς ὁρμῆς, ἀχρεῖον ἑαυτοῖς καὶ τὸν προλαβόντα πόνον τῇ αὐθαδείᾳ ποιήσαντες, καὶ ἀνἀξιοι φανέντες τῆς τελειότητος, εἰς ἣν ἡ τοῦ πνεύματος εἴλκυσεν ἡμᾶς χάρις. δεῖ οὖν μηδαμοῦ τὸν τοῦ πόνου τόνον ἐκλύειν, μηδὲ ἐξίστασθαι τῶν προκειμένων ἀγώνων, μηδὲ τοῖς κατόπιν, εἴ τι πέπρακται, σπουδαῖον κατέχειν, ἀλλ᾽ ἐκείνων μὲν λήθην λαμβάνειν, ἐπὶ δὲ τῶν ἔμπροσθεν κατὰ τὸν ἀπόστολον ἐπεκτείνεσθαι, καὶ συντρίβειν ταῖς τῶν πόνων φροντίσι τὴν καρδίαν, ἀκόρεστον ἔχοντας τὴν τῆς δικαιοσύνης ἐπιθυμίαν, ἧς μόνης χρὴ πεινῇν καὶ διψῇν τοὺς εἰς τὸ τέλειον φθάσαι ζητοῦντας.","t":"\"For to you it has been granted not only to believe in Christ but also to suffer for him.\" For merely to believe in God belongs to those who mind earthly things, not to say also to the unclean spirits who say, \"We know who you are, Son of God\"; for both parties are enemies of the cross of Christ, \"whose end is destruction, whose god is the belly, and whose glory is in their shame, who mind earthly things.\" Do you see that not only the apostate powers are enemies of the cross, but also those who mind earthly things? But to suffer with Christ and be glorified with him belongs only to those who have crucified themselves to the things of this world and bear the marks of the Lord in their own bodies. For those who have come to know how to practise philosophy rightly, and are redeeming their souls from the defilements of wickedness, must know exactly the aim of philosophy, so that, having learned both the labor of the journey and the end of the race, they may all cast away self-will and pride in their achievements, and, denying their own soul together with this life according to the command of Scripture, may look to one wealth, which God has set as the prize of love for Christ for those who love him, calling to it all who eagerly undertake the contest to win it. For them the cross of Christ suffices as provision for the journey toward such a goal; they must carry it with gladness and good hope as they follow God the Savior, making his dispensation the law and way of their life, as the apostle himself said: \"Be imitators of me, as I am of Christ.\" And again: \"Let us run with endurance the race set before us, looking to Jesus, the founder and perfecter of faith, who for the joy set before him endured the cross, despising the shame, and has sat down at the right hand of the throne of God.\" For there is reason to fear that, lifted up by the gifts of the Spirit, and taking some achievement through virtue as an occasion for pride and self-importance, we may fall from our course before reaching the end of our hopes, having made even our earlier labor useless to ourselves through self-will, and having shown ourselves unworthy of the perfection to which the grace of the Spirit drew us. We must, then, never slacken the tension of our labor, nor withdraw from the contests set before us, nor hold on to anything behind us, if anything worthy has been done, but forget those things and, as the apostle says, strain toward what lies ahead, and crush the heart with the cares of our labors, having an insatiable desire for righteousness, for which alone those who seek to attain perfection must hunger and thirst.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 6 (PG 34:419–421; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/6)."},"macarius-epistula-magna/7":{"o":"ταπεινοὺς δεῖ καὶ περιδεεῖς γινομένους ὡς πόῤῥω που τῶν ἐπηγγελμένων τυγχάνοντας καὶ τῆς τελείας τοῦ Χριστοῦ μακράν ἀπῳκισμένους ἀγάπης. ὁ γὰρ ἐκείνης ἐρῶν, καὶ πρὸς τὴν ἄνω βλέπων ἐπαγγελίαν οὔτε νηστεύων, οὔτε ἀγρυπνῶν, οὔτε ἄλλο τι τῶν τῆς ἀρετῆς σπουδάζων ἵσταται τοῖς προλαβοῦσι κατορθώμασιν ἐπηρμένος· ἀλλὰ μεστὸς ὢν τοῦ θείου πόθου, καὶ πρὸς τὸν καλοῦντα συντόνως βλέπων, πᾶν μὲν, ὅ τι ἂν ἀγωνίσηται, πρὸς τὸ τυχεῖν ἐκείνου μικρὸν ἡγεῖται καὶ τῶν ἄθλων. φιλονεικεῖ δὲ μέχρι τῆς τοῦ βίου τούτου τελευτῆς, πόνοις πόνους, καὶ ἀρετὰς ἀρεταῖς συνάπτων, μέχρις ἂν τίμιον ἑαυτὸν τῷ θεῷ καταστήσῃ διὰ τῶν ἔργων, οὐκ ἔχων ἐν τῷ συνειδότι τὸ νομίζειν ἄξιον ἑαυτὸν πεποιηκέναι θεῷ. τοῦτο γὰρ ἐστι κατόρθωμα μέγιστον φιλοσοφίας, τὸ μέγαν ὄντα τοῖς ἔργοις συστέλλεσθαι τῇ καρδίᾳ καὶ καταγινώσκειν τοῦ βίου, κάτω που ῥίψαντα τῷ πρὸς τὸν θεὸν φόβῳ τὴν οἴησιν, ὅπως ἀπολαύσῃ τῆς ἐπαγγελίας, καθὼς ἂν πιστεύσας ἠράσθη ταύτης, οὐ καθὼς ἂν πονέσας εἰργάσατο· μεγάλων γὰρ ὄντων τῶν δωρεῶν οὐκ ἔστι πόνους ἀξίους εὑρεῖν· μεγάλης δὲ δεῖ πίστεως καὶ ἐλπίδος, εἰς τὸ ταύταις μετρηθῆναι, μὴ τοῖς πόνοις, τὴν ἀμοιβήν· πίστεως δὲ ὑπόστασις πνεύματος πτωχεία καὶ ἡ πρὸς θεὸν ἄμετρος ἀγάπη. Τὰ μὲν δὴ κατὰ τὴν ἐλπίδα τοῦ σκοποῦ τοῖς φιλοσόφως ζῇν ἠρημένοις ἱκανῶς εἰρῆσθαι νομίζω. δεῖ δὲ λοιπὸν προσθεῖναι τοῖς εἰρημένοις, ὅπως μὲν χρή συνεῖναι τοῖς τοιούτοις ἀλλήλοις, ὁποίους δὲ ἀγαπᾶν, πόνους, ὅπως δεῖ τρέχειν μετ᾿ ἀλλήλων, ἕως ἂν ἐπὶ τὴν ἄνω πόλιν ἀφίκωνται. Δεῖ τοίνυν τὸν τὰ τοῦ βίου τούτου σεμνὰ καθαρῶς ἀτιμάζοντα, καὶ ἀρνούμενον μὲν τοὺς συγγενεῖς, ἀρνούμενον δὲ πᾶσαν τὴν κάτω δόξαν, καὶ ὁρῶντα[τὰ] τῆς οὐρανίας τιμῆς, καὶ τοῖς κατὰ θεὸν ἀδελφοῖς πνευματικῶς συναπτόμενον, ἀρνήσασθαι μετὰ τοῦ βίου καὶ τὴν ἑαυτοῦ ψυχήν. ἄρνησις δὲ ψυχῆς τὸ μηδαμοῦ ζητεῖν τὸ ἑαυτοῦ θέλημα, θεραπεύειν μᾶλλον δὲ ἑαυτοῦ θέλημα, ποιεῖν τὸν ἐφεστῶτα τοῦ θεοῦ λόγον, καὶ τούτῳ κεχρῆσθαι καθάπερ ἀγαθῷ κυβερνήτη, ἄκαρπον εἶναι, καὶ μηδεμίαν φέρουσαν τῷ δουλεύοντι τὸ κοινὸν τῆς ἀδελφότητος πλήρωμα μεθ' ὁμονοίας ἐπὶ τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ εὐθύνοντι. κεκτῆσθαι δὲ οὐδὲν χρὴ ἢ ὀνομάζειν ἴδιον παρὰ τὸ κοινόν, πλὴν τοῦ τὸ σῶμα καλύπτοντος ἱματίου. εἰ γάρ μηδὲν ἔχει τούτων, ἀλλὰ γυμνὸς εἴη τῆς καθ' ἑαυτὸν τοῦ βίου φροντίδος, τῆς κοινῆς ἐσται χρείας θεραπευτής, καὶ τὸ παρὰ τῶν προεστώτων ἐπιτασσόμενον μεθ᾽ ἡδονῆς καὶ ἐλπίδος προθύμως ἐπιτελῶν, καθάπερ εὔνους καὶ ἁπλοῦς δοῦλος τοῦ Χριστοῦ, πρὸς τὴν κοινὴν τῶν ἀδελφῶν χρείαν ἡγορασμένος.","t":"but we must become humble and very fearful, as being somewhere far from the things promised and living far removed from the perfect love of Christ. For whoever longs for that love and looks to the promise above does not stand still, lifted up by his earlier achievements, whether in fasting, or keeping vigil, or pursuing any other part of virtue; but, full of divine longing and looking intently to him who calls, he counts whatever he struggles for as small in comparison with obtaining him, and small too beside the prizes. He contends until the end of this life, joining labors to labors and virtues to virtues, until he makes himself precious to God by his works, without having it in his conscience to think that he has made himself worthy of God. For this is the greatest achievement of philosophy: to be great in works and humble in heart, and to condemn one's own life, casting conceit down low through the fear of God, so that one may enjoy the promise according as one loved it in believing, not according as one earned it by laboring. For since the gifts are great, it is not possible to find labors worthy of them; but great faith and hope are needed, so that the reward may be measured by these and not by the labors; and the substance of faith is poverty of spirit and boundless love toward God. What concerns the hope of the goal for those who have chosen to live as philosophers has, I think, been sufficiently said. But it remains to add to what has been said how such people ought to live with one another, what labors they should love, and how they must run together until they reach the city above. Whoever, then, purely despises the honors of this life, and denies his kin, and denies all glory here below, and looks to the things of heavenly honor, and is joined spiritually to his brothers in God, must deny his own soul together with his life. And the denial of the soul is never to seek one's own will, but rather to serve [another's] will: to do the word of God given by the one set over us, and to make use of him as of a good helmsman, [counting one's own will] fruitless and bearing nothing, as he serves and steers the common fullness of the brotherhood in concord toward the harbor of God's will. Nothing must be possessed or called one's own apart from the common store, except the garment that covers the body. For if he has none of these things, but is stripped of care for his own livelihood, he will be a servant of the common need, eagerly carrying out with pleasure and hope what is commanded by those in charge, like a well-disposed and simple slave of Christ, bought for the common need of the brothers.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 7 (PG 34:421–423; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/7)."},"macarius-epistula-magna/8":{"o":"τοῦτο γὰρ ὁ κύριος βούλεται καὶ παραινεῖ λέγων· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος, καὶ πάντων δοῦλος. χρὴ οὖν τὴν δουλείαν παρὰ τοῖς ἀνθρώποις τιμὴν μηδὲ δόξαν, ὅπως μὴ παρὰ τὸ γεγραμμένον ἀνθρωπάρεσκος φαίνοιτο, σχηματίζων ἑαυτὸν ἐν ὀφθαλμοδουλείᾳ μηδὲ ἀνθρώποις, ἀλλ᾽ ὡς αὐτῷ τῷ κυρίῳ δουλεύων, καὶ τὴν τεθλιμμένην βαδίζων ὁδόν. ἑνὶ τῷ ἐκείνου ζυγῷ προθύμως ὑποθεὶς τὸν αὐχένα, καὶ βαστάζων διὰ τέλους, ἐν ἡδονῇ φέρεται πρὸς τὸ τέλος μετὰ ἀγαθῆς ἐλπίδος. δεῖ οὖν ὑποτετάχθαι πᾶσι, καὶ καθάπερ δανείου χρεώστην θεραπεύειν τοὺς ἀδελφοὺς, τὰς ὑπὲρ πάντων φροντίδας ἐναποθέμενον τῇ ψυχῇ, καὶ ἀποπληροῦντα τὴν ὀφειλομένην ἀγάπην. χρὴ δὲ καὶ τοὺς προεστῶτας τοῦ πνευματικοῦ χοροῦ τὸ μέγεθος τῆς αὐτῶν σκοποῦντας φροντίδος καὶ τῆς ἐφεδρευούσης τὴν πίστιν κακίας λογιζομένους τὰς τέχνας, ἀξίως τῆς ἐπιστασίας ἀγωνίζεσθαι, μὴ πρὸς τὴν ἐξουσίαν ἀναιροῦντας φρόνημα. κίνδυνος γὰρ ἐνταῦθα. καί τινες ἤδη δοκοῦντες ἑτέρων προεστάναι, καὶ τούτους ἐπὶ τὴν οὐράνιον εὐθύνειν ζωήν, ἔλαθον ὑπὸ φρονήματος ἑαυτοὺς ἀπολέσαντες. δεῖ οὖν ἐν τῇ ἐπιστασίᾳ μείζονα μὲν τῶν ἄλλων τοὺς προεστῶτας πονεῖν, ταπεινότερα δὲ τῶν ἀρχομένων φρονεῖν, καὶ τύπον δουλείας τὸν ἑαυτοῦ βίον παρέχειν τοῖς ἀδελφοῖς, παρακαταθήκην θεοῦ νομίζοντας ἔχειν, οὓς ἐπιστεύθησαν. εἰ γὰρ οὕτως ἔχοιεν, συγκροτοῦντες τὸν ἱερὸν τῇ θεραπείᾳ χορόν, καὶ τὴν μὲν διδαχὴν κατὰ τὴν ἑκάστου χρείαν ἐν φανερῷ ποιούμενοι, πρὸς τὸ σώζειν τὴν ἑκάστου πρέπουσαν τάξιν, ἐν τῷ κρυπτῷ δὲ κατὰ διάνοιαν τὴν ταπεινοφροσύνην, καθάπερ εὐγνώμονες δοῦλοι τηροῦντες τὴν πίστιν, μέγαν ἑαυτοῖς ἐργάζονται τῷ τοιούτῳ βίῳ μισθόν. οὕτως οὖν [δεῖ] ἐπιμελεῖσθαι αὐτῶν, ὡς ἂν χρηστοὶ παιδαγωγοὶ παίδων ἁπαλῶν, οὓς ἐπιστεύθησαν παρὰ τῶν πατέρων αὐτῶν. ἐκεῖνοι γάρ, τῶν παίδων τὰς ἕξεις σκοποῦντες, τῷ μὲν πληγὰς, τῷ δὲ νουθεσίας, τῷ δὲ ἔπαινον, τῷ δὲ ἄλλο τι τοιοῦτον προσἁγουσιν, οὐδὲν οὔτε πρὸς χάριν οὔτε πρὸς ἀπέχθειαν τούτων ποιοῦντες, ἀλλ' ὡς ἀνῆκε τοῦ πράγματος, καὶ ἐνὶ. ὁ τοῦ παιδὸς ἀπαιτεῖ τρόπος, εἰς τὸ γενέσθαι αὐτοὺς τοῦ βίου τούτου σεμνούς. [οὕτως καὶ ἡμᾶς χρὴ πᾶν μῖσος κατὰ τοῦ ἀδελφοῦ καὶ πᾶσαν αὐθάδειαν ἀποθεμένους πρὸς τὴν ἑκάστῳ δύναμιν καὶ γνώμην ἁρμόζειν τὸν λόγον. τὸ μὲν ἐπιτίμησον, τὸ δὲ νουθέτησον, ἄλλον παρακάλεσον, πρὸς τὴν ἑκάστου χρείαν, καθάπερ ἰατρὸς ἀγαθὸς προσάγων τὸ φάρμακον.","t":"For this is what the Lord wishes and urges, saying, \"Whoever wishes to be first and great among you, let him be last of all, and servant of all, and slave of all.\" He must, then, [not seek] through his service honor or glory from men, so that he may not appear, contrary to what is written, a man-pleaser, shaping himself in eye-service to men; but [he must serve] as serving the Lord himself, and walking the narrow way. Having eagerly put his neck under the one yoke of the Lord and carrying it to the end, he is borne with pleasure toward the end, with good hope. One must, then, be subject to all and serve the brothers as a debtor serves his creditor, storing up in one's soul the cares for all and paying the love one owes. And those who are in charge of the spiritual choir must consider the greatness of their charge and reckon with the arts of the wickedness that lies in wait for the faith, and must struggle in a manner worthy of their office, not raising up pride on account of their authority. For there is danger here; and some who seemed to be in charge of others and to steer them toward the heavenly life have, without noticing it, destroyed themselves through pride. Those in charge, then, must labor more than the others in their office, and think more humbly than those they govern, and offer their own life to the brothers as a model of service, regarding those entrusted to them as a deposit from God. For if they are so disposed, binding the holy choir together by their service, and giving teaching openly according to each one's need, so as to preserve the order fitting for each, while keeping humility hidden in their minds, keeping faith like grateful servants, they win for themselves a great reward by such a life. So they [must] care for them as good tutors care for tender children entrusted to them by their fathers. For those tutors, watching the habits of the children, apply blows to one, admonitions to another, praise to another, and something else of the kind to another, doing nothing out of favor or out of dislike, but as the matter requires and as each child's character demands, so that they may become persons of dignity in this life. [So we too must lay aside all hatred toward a brother and all self-will, and fit our word to each one's strength and disposition: rebuke this one, admonish that one, encourage another, according to each one's need, like a good physician applying the medicine.","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 8 (PG 34:423–425; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/8)."},"macarius-epistula-magna/9":{"o":"ἐκεῖνος μὲν γὰρ, πρὸς τὰ πάθη σκοπῶν, τῷ μὲν πρᾷον, τῷ δὲ σφοδρότερον ἐπέθηκε φάρμακον, οὐδενὶ τῶν θεραπείας δεομένων ἀχθόμενος, ἀλλὰ ταῖς πληγαῖς καὶ τοῖς σωμασιν ἁρμόζων τὴν τέχνην. σὺ δὲ ἀκολούθει τῇ χρείᾳ τοῦ πράγματος, ὅπως τὴν ψυχὴν τοῦ πρὸς σὲ βλέποντος μαθητοῦ καλῶς ἐκπαιδεύσας λαμπρὰν τὴν ἐκείνης ἀρετὴν προσαγάγῃς τῷ πατρί, κληρονόμον ἄξιον τῆς ἐκείνου δωρεᾶς. ἐὰν οὕτως ἔχητε πρὸς ἀλλήλους, οἵ τε ἐφεστῶτες καὶ οἱ τούτοις χρώμενοι διδασκάλοις, οἱ μὲν πειθόμενοι μετὰ χαρᾶς τοῖς ἐπιταττομένοις, οἱ δὲ μεθ᾽ ἡδονῆς τοὺς ἀδελφοὺς ἐπὶ τὸ τέλειον προσαγόμενοι, καὶ ταῖς τιμαῖς ἀλλήλους προηγῆσθε τὸν τῶν ἀγγέλων ἐπὶ γῆς ζήσεσθε βίον. μηδεὶς οὖν ἐν ὑμῖν γνωριζέσθω τῦφος, ἀλλὰ ἁπλότης καὶ ὁμόνοια καὶ διάθεσις ἄδολος συγκροτείτω τὸν χορόν. πειθέτω δὲ ἕκαστος ἑαυτόν, ὡς οὐ τοῦ συνόντος ἀδελφοῦ μόνον ἔσται καταδεέστερος, ἀλλὰ καὶ παντὸς ἀνθρώπου. τοῦτο γὰρ γινώσκων μαθητὴς ὄντως ἔσται Χριστοῦ· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. καὶ πάλιν· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καθὼς καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. καὶ ὁ ἀπόστολος· οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν, κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. εἰδότες οὖν τῆς τε ταπεινότητος τοὺς καρπούς, καὶ τὴν ζημίαν τοῦ τύφου, μιμήσασθε τὸν δεσπότην, ἀγαπῶντες ἀλλήλους, καὶ μήτε θάνατον, μήτε ἄλλην τινὰ τιμωρίαν εἰς ἀγαθὸν μετ' ἀλλήλων ὀκνεῖτε ἀλλ᾽ ἣν ἐβάδισεν ἐν ἡμῖν ὁδὸν ὁ σωτήρ, ταύτην ὑμεῖς πρὸς ἐκεῖνον βαδίζοντες, ἐν σώματι καὶ ψυχῇ μιᾷ χωρεῖτε πρὸς τὴν ἄνω κλῆσιν, ἀγαπῶντες τὸν θεὸν καὶ ἀλλήλους· ἀγάπη γὰρ καὶ φόβος ὁ πρὸς τὸν κύριον τὸ πρῶτον τοῦ νόμου ἐστὶ πλήρωμα. δεῖ οὖν ἕκαστον ὑμῶν καθάπερ ἰσχυράν τινα καὶ στερεὰν κρηπίδα τὸν φόβον τε καὶ τὴν ἀγάπην ἐν τῇ ἑαυτοῦ τιθέναι ψυχῇ, καὶ ταύτην ἐπάρδειν ἔργοις τε ἀγαθοῖς καὶ εὐχῇ διαρκεῖ. οὐ γὰρ ἁπλῶς, οὐδὲ αὐτομάτως ἡμῖν ἡ πρὸς θεὸν ἀγάπη ἐγγίνεσθαι πέφυκεν, ἀλλὰ διὰ πολλῶν πόνων, καὶ μεγάλων φροντίδων, καὶ συνεργείας τῆς τοῦ Χριστοῦ, καθὼς εἴρηκεν ἡ σοφία· ἐὰν γὰρ ζητήσῃς αὐτήν, φησίν, ὡς ἀργύριον, καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὐρήσεις.","t":"For the physician, looking to the ailments, applies a gentle medicine to one and a stronger one to another, annoyed with none of those who need treatment, but fitting his art to the wounds and the bodies. You too, then, follow the need of the matter, so that, having trained well the soul of the disciple who looks to you, you may bring his virtue shining to the Father, a worthy heir of his gift. If you are so disposed toward one another, both those in charge and those who have them as teachers, the latter obeying commands with joy, the former bringing the brothers to perfection with pleasure, and if you outdo one another in showing honor, you will live the life of the angels on earth. Let no pride, then, be known among you; but let simplicity and concord and a guileless disposition hold the choir together. Let each one persuade himself that he will be lower not only than the brother who lives with him but than every man. For whoever knows this will truly be a disciple of Christ; for whoever exalts himself will be humbled, and whoever humbles himself will be exalted. And again: \"Whoever wishes to be first among you shall be last of all and servant of all; just as the Son of Man did not come to be served but to serve, and to give his life as a ransom for many.\" And the apostle: \"For we do not preach ourselves, but Christ Jesus as Lord, and ourselves as your slaves for Jesus' sake.\" Knowing, then, the fruits of humility and the loss caused by pride, imitate the Master, loving one another; and do not shrink from death or any other punishment for the sake of the good, together with one another; but, walking toward him by the way the Savior walked among us, go forward in one body and one soul to the upward call, loving God and one another. For love and fear toward the Lord are the first fulfillment of the law. Each of you, then, must lay fear and love in his soul as a strong and solid foundation, and water it with good works and constant prayer. For love toward God does not by nature arise in us simply or of itself, but through many labors and great cares and the cooperation of Christ, as Wisdom has said: \"For if you seek it,\" it says, \"like silver, and search for it like treasures, then you will understand the fear of the Lord and find the knowledge of God.\"","f":"Ps.-Macarius, <i>Ep. magn.</i> 9 (PG 34:425–427; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-epistula-magna/9)."}}