{"macarius-homiliae-spirituales/1.1":{"o":"Ἦν Ἐζεκιήλ προφήτης ὀπτασίαν καὶ ὅρασιν ἔνθεον καὶ ἔνδοξον θεωρήσας, διηγήσατο· καὶ ἔγραψεν ὀπτασίαν μυστηρίων ἀλαλήτων γέμουσαν. Εἶδε γὰρ ἐν τῷ πεδίῳ ἅρμα Χερουβίμ, τέσσαρα ζῶα πνευματικά ἐν ἑκάστῳ ζώῳ τέσσαρα πρόσωπα, ἔχοντα, τὸ ἓν πρόσωπον λέοντος, καὶ τὸ ἓν πρόσωπον ἀετοῦ καὶ τὸ ἕτερον μόσχου, καὶ ἄλλο πρόσωπον ἀνθρώπου. Καὶ πτέρυγες καθ᾿ ἕκαστον πρόσωπον ὡς μὴ ἐννοεῖσθαί τινι τὰ ἔμπροσθεν, ἢ ὁπίσθια. Τὰ νῶτα αὐτῶν ὀφθαλμῶν ἔγεμον· καὶ αἱ κοιλίαι ὁμοίως πεπλήρωνται ὀμμάτων. Καὶ οὐκ ἦν τόπος τις, ὃς οὐκ ἔγεμεν ὀφθαλμῶν. Καὶ τροχοὶ καθ' ἓν πρόσωπον τρεῖς, ὡς ἐν τροχῷ. Καὶ ἐν τοῖς τροχοῖς ἦν πνεῦμα, καὶ εἶδεν ὡς ὁμοίωμα ἀνθρώπου, καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἔργον σαπφείρου. Καὶ ἔφερε τὸ ἅρμα τὰ Χερουβίμ, καὶ τὰ ζῶα τὸν ἐποχούμενον Δεσπότην. Οὗ ἂν ἐβούλετο πορεύεσθαι, κατὰ πρόσωπόν ἐστι. Καὶ εἶδεν ὑποκάτω τῶν Χερουβίμ, ὡς χεῖρα ἀνθρώπου ὑποβαστάζουσαν καὶ φέρουσαν.","t":"Homily 1. An allegorical paraphrase of the vision written in the prophet Ezekiel.\n\nEzekiel the prophet, having beheld a divine and glorious sight and vision, described it; and he wrote down a vision full of unutterable mysteries. For he saw in the plain the chariot of the cherubim, four spiritual living creatures; in each living creature four faces: the one face of a lion, and one face of an eagle, and the other of a calf, and another face of a man. And there were wings at each face, so that no one could make out the parts in front or behind. Their backs were full of eyes, and their bellies likewise were filled with eyes. And there was no place that was not full of eyes. And there were three wheels at each face, as it were a wheel within a wheel. And in the wheels was a spirit, and he saw as it were the likeness of a man, and what was under his feet as the work of sapphire. And the chariot bore the cherubim, and the living creatures bore the Master who rode upon them. Wherever he wished to go, it is before his face. And he saw beneath the cherubim as it were a man's hand supporting and carrying them.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.1 (PG 34:449–450; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-1)."},"macarius-homiliae-spirituales/1.10":{"o":"Σὺ τοίνυν ὅταν ἀκούῃς ταῦτα, πρόσχες σεαυτῷ, εἰ κέκτησαι ταῦτα ἐν ἔργῳ καὶ ἀληθείᾳ ἐν τῇ ψυχῇ σου· οὐ γὰρ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ᾽ ἔργον ἀληθείας ἐστὶν ἐν τῇ ψυχῇ γιγνόμενον. Καὶ εἰ οὐ κέκτησαι, ἀλλὰ πτωχεύεις ἐκ τῶν τηλικούτων πνευματικῶν ἀγαθῶν, λύπην καὶ πένθος καὶ πόνον ἀδιάλειπτον ὀφείλεις ἔχειν ὡς ἀκμὴν νεκρὸς ὢν ἀπὸ τῆς βασιλείας, καὶ ὡς τραυματίας, ἀεὶ βόα πρὸς τὸν Κύριον, καὶ αἴτει πιστῶς, ἵνα καὶ αὐτὸς ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς. Ωσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ Θεὸς, οὐκ ἐκ τῆς αὐτοῦ φύσεως, οὐδὲ ἐκ τοῦ σώματος ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωὴν, τὴν βρῶσιν, καὶ τὴν πόσιν, καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς ἔξωθεν ἔδωκεν ἔχειν, αὐτὸ καθ᾽ ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιήσας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον, τοῦτ᾽ ἔστι, χωρὶς βρώσεως καὶ πόσεως, καὶ ἐνδυμάτων· ἐὰν δὲ εἰς τὴν ἑαυτοῦ φύσιν μόνον στῇ, μηδὲν τῶν ἔξωθεν προσλαβὸν, διαφθείρεται καὶ ἀπόλλυται· τὸν αὐτὸν τρόπον καὶ ψυχὴ ἡ μὴ ἔχουσα φῶς θεῖον, κτισθεῖσα δὲ κατ' εἰκόνα Θεοῦ· οὕτως γὰρ αὐτὴν ᾠκονόμησε καὶ εὐδόκησεν ἔχειν τὴν αἰώνιον ζωήν οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ' ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς, ἔχει βρῶσιν καὶ πόσιν πνευματικὴν, καὶ ἐνδύματα ουρανια, ἅ ἐστιν ἡ ὄντως ζωὴ τῆς ψυχῆς.","t":"You, then, when you hear these things, take heed to yourself, whether you possess them in deed and in truth in your soul. For they are not merely words spoken, but a work of truth taking place in the soul. And if you do not possess them, but are poor in such great spiritual goods, you ought to have grief and mourning and unceasing pain, as one still dead to the kingdom; and as a wounded man, cry out always to the Lord and ask in faith, that you too may be counted worthy of this true life. For as God, when he made this body, did not give it to have its life from his own nature nor from the body itself — its food and drink, its clothes and shoes — but granted it to have the whole ordering of its life from outside, making the body by itself bare, and it is impossible for the body to live apart from the things outside it, that is, apart from food and drink and clothing; and if it stands in its own nature alone, taking nothing from outside, it is destroyed and perishes: in the same way the soul also, which has not the divine light, though she was created after the image of God. For so he ordered her and was pleased that she should have eternal life not from her own nature but from his own Godhead: from his own Spirit, from his own light she has spiritual food and drink and heavenly garments, which are the true life of the soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.10 (PG 34:460–461; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-10)."},"macarius-homiliae-spirituales/1.11":{"o":"Ὥσπερ οὖν τῷ σώματι, καθὼς προείρηται, ἡ ζωὴ οὐκ ἐξ ἑαυτοῦ ἐστιν, ἀλλ᾽ ἔξωθεν αὐτοῦ, τοῦτ᾽ ἔστιν ἀπὸ τῆς γῆς, καὶ χωρὶς τῶν ἔξωθεν αὐτοῦ ὄντων, ἀδύνατον αὐτῷ ζῆσαι· οὕτω καὶ ἡ ψυχὴ, ἐὰν μὴ γεννηθῇ ἀπὸ τοῦ νῦν εἰς ἐκείνην τὴν γῆν τῶν ζώντων, κἀκεῖθεν τραφῇ πνευματικῶς τῷ Κυρίῳ προκόπτουσα, καὶ ἀμφιασθῇ ἐκ τῆς θεότητος ἄῤῥητα ἄμφια οὐρανίου κάλλους, χωρὶς ἐκείνης τῆς τροφῆς ζῆσαι αὐτὴν ἐν ἀπολαύσει καὶ ἀναπαύσει ἀφ' ἑαυτῆς ἀδύνατον. Ἔχει γὰρ ἡ θεία φύσις καὶ ἄρτον ζωῆς, τὸν εἰπόντα, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· καὶ, Ὕδωρ ζῶν· καὶ, Οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου· καὶ, Ἀγαλλιάσεως ἔλαιον, καὶ παμποίκιλον τροφὴν οὐρανίου Πνεύματος, καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ Θεοῦ τυγχάνοντα. Ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. Οὐαὶ σώματι, ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἑστήκῃ, ὅτι διαφθείρεται καὶ ἀποθνήσκει· καὶ οὐαὶ ψυχῇ, εἰ εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε, καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου Πνεύματος κοινωνίαν, ὅτι ἀποθνήσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιωθεῖσα. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ἐπὰν μηκέτι τὸ σῶμα δύνηται λαβεῖν τροφὴν, ἀπελπίζουσιν αὑτοὺς, καὶ κλαίουσι πάντες γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί· οὕτω κλαίει ὁ Θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι τὰς ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ Πνεύματος, καὶ ἐν ἀφθαρσία ζησάσας. Ταῦτα δὲ καὶ πάλιν φημὶ, οὐκ εἰσὶν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ᾽ ἔργον πνευματικῆς ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γιγνόμενον.","t":"As, then, the life of the body, as has been said, is not from itself but from outside it, that is, from the earth, and apart from the things outside it, it cannot live: so also the soul, unless she is born from now into that land of the living, and is there fed spiritually, advancing in the Lord, and is clothed from the Godhead with the unspeakable raiment of heavenly beauty — apart from that food it is impossible for her to live of herself in enjoyment and rest. For the divine nature has the bread of life, who said, \"I am the bread of life\"; and \"living water\"; and \"wine that gladdens the heart of man\"; and \"oil of gladness\"; and the manifold food of the heavenly Spirit, and garments of light that are heavenly and come from God. In these is the eternal life of the soul. Woe to the body when it stands in its own nature, for it is destroyed and dies; and woe to the soul, if she stands in her own nature alone and trusts only in her own works, having no fellowship of the divine Spirit, for she dies, not being counted worthy of the eternal life of the Godhead. For as with the sick: when the body can no longer take food, all their true friends, kinsfolk and loved ones give them up and weep; so God and the holy angels weep for the souls that are not fed with the heavenly food of the Spirit and have not lived in incorruption. These things, again I say, are not merely words spoken, but the work of spiritual life, a work of truth, taking place in the worthy and believing soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.11 (PG 34:461–462; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-11)."},"macarius-homiliae-spirituales/1.12":{"o":"Εἰ τοίνυν ἐγένου θρόνος τοῦ Θεοῦ, καὶ ἐπιβέβηκεν ἐπὶ σὲ ὁ οὐράνιος ἡνίοχος, καὶ ἐγένετο ἡ ψυχή σου ὅλη ὀφθαλμὸς πνευματικὸς, καὶ ὅλη φῶς· καὶ εἰ ἐτράφης ἐκείνην τὴν τοῦ Πνεύματος τροφὴν, καὶ εἰ ἐποτίσθης ἐκ τοῦ ζῶντος ὕδατος, καὶ εἰ ἐνεδύσω τὰ τοῦ ἀῤῥήτου φωτὸς ἐνδύματα· εἰ τούτων ἁπάντων ὁ ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ καθέστηκεν, ἰδοὺ ζῆς καὶ τὴν ὄντως αἰώνιον ζωὴν, ἀπὸ τοῦ νῦν μετὰ τοῦ Κυρίου ἀναπαυομένης τῆς ψυχῆς σου. Ἰδοὺ κέκτησαι καὶ ἔλαβες ταῦτα παρὰ τοῦ Κυρίου ἐν ἀληθείᾳ ἵνα ζῇς ζωὴν ἀληθινήν. Εἰ δὲ μηδὲν τούτων σύνοιδας σεαυτῷ, κλαῖε καὶ λυποῦ καὶ ὀδύρου, ὅτι τοῦ αἰωνίου καὶ πνευματικοῦ πλούτου ἀκμὴν οὐδέπω τετύχηκας, καὶ τὴν ὄντως ζωὴν ἀκμὴν οὐδέπω ἐδέξω. Πόνον οὖν ἔχε περὶ τῆς πτωχείας σου, δεόμενος τοῦ Κυρίου νυκτὸς καὶ ἡμέρας, ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἕστηκας. Εἴθε δὲ κἂν πόνον τις ἐκέκτητο, διὰ τὴν ἑαυτοῦ πτωχείαν· τὸ μὴ ὥσπερ κεκορεσμένοι ἐν ἀμεριμνίᾳ διήγομεν, ὅτι ὁ πόνον ἔχων, καὶ ζητῶν καὶ αἰτῶν τὸν Κύριον ἀδιαλείπτως, ταχέως τεύξεται τῆς ἀπολυτρώσεως, καὶ τοῦ ἐπουρανίου πλούτου, καθὼς ὁ Κύριος ἔλεγε, περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας διεξερχόμενος τὸν λόγον Πόσῳ μᾶλλον ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"If, then, you have become a throne of God, and the heavenly charioteer has mounted upon you, and your soul has become wholly a spiritual eye and wholly light; and if you have been fed with that food of the Spirit, and have been given the living water to drink, and have put on the garments of the unspeakable light; if the inner man in you stands in the experience and full assurance of all these things — behold, you are already living the truly eternal life, your soul resting from now on with the Lord. Behold, you have gained and received these things from the Lord in truth, that you may live a true life. But if you are conscious of none of these things in yourself, weep and grieve and lament, because you have not yet obtained the eternal and spiritual riches, and have not yet received the true life. Have pain, then, over your poverty, entreating the Lord night and day, because you stand in the dreadful destitution of sin. Would that a man had at least some pain over his own poverty, instead of our going on carelessly as though we were full! For he who has pain, and seeks and asks the Lord unceasingly, will quickly obtain redemption and the heavenly riches, as the Lord said when he told the story of the unjust judge and the widow: \"How much more will God avenge those who cry out to him night and day? Yes, I say, he will avenge them speedily.\" To him be glory and might for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.12 (PG 34:462–463; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-12)."},"macarius-homiliae-spirituales/1.2":{"o":"Καὶ τοῦτο ὅπερ εἶδεν ὁ προφήτης ἐν ἐκστάσει, ἀληθινὸν ἦν καὶ βέβαιον. Ὑπεδείκνυτο δὲ τι ἕτερον καὶ προετυποῦτο μυστικὸν καὶ θεϊκὸν πρᾶγμα, μυστήριον ἀποκεκρυμμένον ἀληθῶς ἀπὸ τῶν γενεῶν, ἐπ᾿ ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ. Ψυχῆς γὰρ μυστήριον ἐθεώρει, τῆς μελλούσης δέχεσθαι τὸν ἑαυτῆς Κύριον, καὶ θρόνος δόξης αὐτῷ γενέσθαι. Ψυχὴ γὰρ ἡ καταξιωθεῖσα κοινωνῆσαι τῷ Πνεύματι τοῦ φωτὸς αὐτοῦ, καὶ καταλαμφθεῖσα ὑπὸ τοῦ κάλλους τῆς ἀῤῥήτου δόξης αὐτοῦ, ἑτοιμάσαντι αὐτὴν ἑαυτῷ εἰς καθέδραν καὶ οἰκητήριον, ὅλη φῶς γίνεται, καὶ ὅλη πρόσωπον, καὶ ὅλη ὀφθαλμός· καὶ οὐδὲν αὐτῆς μέρος μὴ γέμον τῶν πνευματικῶν ὀφθαλμῶν τοῦ φωτός· τοῦτ᾽ ἔστιν οὐδὲν ἐσκοτισμένον, ἀλλ᾿ ὅλη δι᾽ ὅλου φῶς καὶ πνεῦμα ἀπεργασθεῖσα, καὶ ὅλη ὀφθαλμῶν γέμουσα, μὴ ἔχουσα δὲ ὕστερόν τι ἢ ὅπισθεν μέρος, ἀλλὰ πάντη κατὰ πρόσωπον τυγχάνει οὖσα, ἐπιβεβηκότος ἐπ᾿ αὐτὴν καὶ ἐπικαθεσθέντος τοῦ ἀῤῥήτου κάλλους τῆς δόξης τοῦ φωτὸς, τοῦ Χριστοῦ. Καὶ ὥσπερ ὁ ἥλιος πάντη ὅμοιός ἐστι, μὴ ἔχων τι μέρος ὕστερον ἢ ἐλλεῖπον, ἀλλ᾽ ὅλος ἐξ ὅλου δεδόξασται τῷ φωτὶ, καὶ ὅλος φῶς ἐστιν, ὁμοιομερὴς τυγχάνων· ἢ ὥσπερ πῦρ, αὐτὸ τὸ φῶς τοῦ πυρὸς, ὅλον ὅμοιον αὑτῷ ἐστι, καὶ οὐκ ἔχει ἐν ἑαυτῷ πρῶτον, ἢ ἔσχατον, ἢ μείζον, καὶ ἔλαττον· οὕτω καὶ ψυχὴ ἡ καταλαμφθεῖσα τελείως ὑπὸ τοῦ ἀῤῥήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ προσώπου τοῦ Χριστοῦ, καὶ κοινωνήσασα Πνεύματι ἁγίῳ τελείως, καὶ κατοικητήριον καὶ θρόνος Θεοῦ καταξιωθεῖσα γενέσθαι, ὅλη ὀφθαλμὸς, καὶ ὅλη φῶς, καὶ ὅλη πρόσωπον, καὶ ὅλη δόξα, καὶ ὅλη πνεῦμα γίνεται, οὕτως αὐτὴν κατασκευάζοντος Χριστοῦ, τοῦ φέροντος καὶ ἄγοντος, καὶ βαστάζοντος, καὶ φοροῦντος αὐτὴν, καὶ οὕτω εὐτρεπίζοντος, καὶ κατακοσμοῦντος κάλλει πνευματικῷ· καὶ γάρ φησι, Χεὶρ ἀνθρώπου ὑποκάτω ἦν τῶν Χερουβίμ· ὅτι αὐ τὸς ἐστιν ὁ ἐν αὐτῇ βασταζόμενος, καὶ ὁδηγῶν αὐτήν.","t":"And this which the prophet saw in ecstasy was true and sure. Yet something else besides was being indicated and prefigured, a mystical and divine thing, a mystery truly hidden from the generations but manifested in the last times at the appearing of Christ. For he was beholding the mystery of the soul that was to receive her own Lord and to become a throne of glory for him. For the soul that has been counted worthy to share in the Spirit of his light, and has been illumined by the beauty of his unspeakable glory — since he has prepared her for himself as a seat and a dwelling — becomes all light, and all face, and all eye; and there is no part of her that is not full of the spiritual eyes of light. That is, there is nothing darkened in her, but she has been wrought wholly throughout into light and spirit, and is full of eyes everywhere, having no part that is behind or at the back, but is on every side facing forward, since the unspeakable beauty of the glory of the light, of Christ, has mounted upon her and taken its seat there. And just as the sun is alike on every side, having no part that is behind or defective, but is wholly glorified throughout with light and is wholly light, being uniform in all its parts; or as fire — the very light of the fire — is wholly like itself, and has in itself nothing first or last, nothing greater and less: so too the soul that has been perfectly illumined by the unspeakable beauty of the glory of the light of the face of Christ, and has perfectly shared in the Holy Spirit, and has been counted worthy to become the dwelling place and throne of God, becomes all eye and all light and all face and all glory and all spirit; for Christ so fashions her, who carries and leads and bears and wears her, and so arrays and adorns her with spiritual beauty. For it says, \"A man's hand was beneath the cherubim\"; because it is he himself who is carried in her and who guides her.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.2 (PG 34:450–452; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-2)."},"macarius-homiliae-spirituales/1.3":{"o":"Τύπον δὲ ἔφερον τὰ τέσσαρα ζῶα τὰ φέροντα τὸ ἅρμα, αὐτῶν τῶν ἡγεμονικῶν λογισμῶν τῆς ψυχῆς. \"Ωσπερ γὰρ ὁ ἀετὸς βασιλεύει τῶν ὀρνέων, καὶ ὁ λέων τῶν ἀγρίων θηρίων, καὶ ὁ ταῦρος τῶν ἡμέρων ζώων, καὶ ὁ ἄνθρωπος τῶν κτισμάτων· οὕτως εἰσὶ καὶ οἱ βασιλικώτεροι λογισμοὶ τῆς ψυχῆς· λέγω δὲ, τὸ θέλημα, ἡ συνείδησις, ὁ νοῦς, ἡ ἀγαπητικὴ δύναμις· δι᾿ αὐτῶν γὰρ τὸ ἅρμα τῆς ψυχῆς κυβερνᾶται, καὶ εἰς τούτους ἐπαναπαύεται ὁ Θεός. Κατ' ἄλλον δὲ τρόπον, εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν τὴν τῶν ἁγίων λαμβάνεται. Καὶ ὥσπερ ἐκεῖ λέγει, ὅτι Τὰ ζῶα ἦν ὑψηλὰ λίαν, γέμοντα ὀφθαλμῶν, καὶ οὐκ ἦν δυνατόν τινι καταλαβεῖν τὸν ἀριθμὸν τῶν ὀφθαλμῶν, ἢ τὸ ὕψος, ὅτι οὐκ ἐδόθη τούτων ἡ γνῶσις· καὶ ὥσπερ τὰ ἐν οὐρανῷ ἄστρα, τὸ μὲν θεωρεῖν καὶ θαυμάζειν ἐδόθη πᾶσιν ἀνθρώποις, τὸ δὲ εἰδέναι τὸν ἀριθμὸν αὐτῶν οὐδενὶ δυνατόν· τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἐπουρανίου Ἐκκλησίας τῶν ἁγίων, τὸ μὲν εἰσελθεῖν καὶ ἀπολαύειν εἰς αὐτὴν πᾶσι τοῖς βουλομένοις ἀγωνίσασθαι ἐδόθη· τὸ δὲ ἰδεῖν καὶ καταλαβεῖν τὸν ἀριθμὸν, αὐτῷ μόνῳ Θεῷ ἀπονέμεται γινώσκειν. Ἄγεται τοίνυν καὶ φέρεται ὁ ἐποχούμενος ὑπὸ τοῦ ἅρματος, καὶ τοῦ θρόνου τῶν ὁλοφθάλμων ζώων, ἤτοι ὑφ᾽ ἑκάστης ψυχῆς γινομένης αὐτῷ θρό νου καὶ καθέδρας, καὶ οὔσης ὀφθαλμοῦ καὶ φωτὸς, ἐπιβεβηκὼς αὐτῇ καὶ ἡνιοχῶν ταῖς ἡνίαις τοῦ Πνεύματος, καὶ καθὼς ἐπίσταται, ὁδηγῶν αὐτήν. Ωσπερ γὰρ τὰ ζῶα τὰ πνευματικά, οὐχ ὅπου ἐβούλοντο πορεύεσθαι ἐπορεύοντο, ἀλλ᾿ ὅπου ἤδει καὶ ἤθελεν ὁ ἐπικαθήμενος καὶ εὐθύνων. Οὕτω καὶ ἐνταῦθα, αὐτὸς ἡνιοχεῖ καὶ ἄγει ὁδηγῶν τῷ Πνεύματι αὐτοῦ· οὕτως καὶ πορεύονται, οὐ κατὰ τὸ αὐτῶν θέλημα ὅτε βούλονται ἐν τῷ οὐρανῷ· καὶ ἐῤῥιμμένου τοῦ σώματος ἡνιοχεῖ καὶ ἐλαύνει ἐν τοῖς οὐρανοῖς τῷ φρονήματι τὴν ψυχήν· καὶ πάλιν ὅτε βούλεται, ἔρχεται ἐν τῷ σώματι καὶ τοῖς λογισμοῖς· ὅτε δὲ βούλεται εἰς τὰ πέρατα τῆς γῆς, καὶ ἀποκαλύψεις μυστηρίων δείκνυσιν αὐτῇ. Ὦ τοῦ καλοῦ καὶ χρηστοῦ, μόνου ἡνιόχου ἀληθινοῦ! Οὕτω δὲ καταξιωθήσονται καὶ τὰ σώματα ἐν τῇ ἀναστάσει, τῆς ψυχῆς οὕτω νῦν προδοξαζομένης, καὶ τῷ Πνεύματι ἀνακιρνωμένης.","t":"The four living creatures that bore the chariot were a figure of the ruling thoughts of the soul themselves. For as the eagle is king of the birds, and the lion of the wild beasts, and the bull of the tame animals, and man of the creatures, so there are also the more kingly thoughts of the soul: I mean the will, the conscience, the mind, and the power of love. For by these the chariot of the soul is steered, and upon these God rests. In another way, the vision is taken of the heavenly church of the saints. And as it says there that \"the living creatures were exceedingly lofty, full of eyes,\" and it was not possible for anyone to grasp the number of the eyes or the height, because the knowledge of them was not granted; and as with the stars in heaven, to see them and to marvel has been granted to all men, but to know their number is possible for no one: in the same way with the heavenly church of the saints, to enter it and enjoy it has been granted to all who are willing to strive, but to see and grasp the number is assigned to God alone to know. He who rides, then, is led and carried by the chariot and throne of those living creatures that are all eyes — that is, by each soul that becomes for him a throne and a seat and is eye and light — since he has mounted upon her and holds the reins of the Spirit and guides her as he knows how. For as the spiritual living creatures went not where they themselves wished to go, but where he who sat upon them and directed them knew and willed, so here also he himself holds the reins and leads and guides by his Spirit. And so they go, not according to their own will: when he wills, the soul is in heaven; and when the body is laid aside he drives and steers the soul in the heavens by its thought; and again, when he wills, he comes into the body and into the thoughts; and when he wills, to the ends of the earth, and he shows her revelations of mysteries. O the good and kind one, the only true charioteer! And in this way the bodies too will be counted worthy at the resurrection, since the soul is thus glorified beforehand now and mingled with the Spirit.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.3 (PG 34:452–453; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-3)."},"macarius-homiliae-spirituales/1.4":{"o":"Ὅτι δὲ οὐράνιον φῶς γίγνονται αἱ ψυχαὶ τῶν δικαίων, αὐτὸς ὁ Κύριος τοῖς ἀποστόλοις ἔλεγεν· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Αὐτὸς γὰρ ἀπεργασάμενος αὐτοὺς φῶς, δι᾿ αὐτῶν φωτίζεσθαι τὸν κόσμον προσέταξε· καὶ, Οὐ καίουσι, φησὶ, λύχνον, καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἀντὶ τοῦ, Μὴ κρύψατε τὸ δόμα ὁ ἐλάβετε παρ' ἐμοῦ, ἀλλὰ δότε πᾶσι τοῖς βουλομένοις· καὶ πάλιν Ὁ λύχνος τοῦ σώματος, ἐστὶν ὁ ὀφθαλμός. Ἐὰν ᾗ ὁ ὀφθαλμός σου φωτεινός, ὅλον τὸ σῶμά σου πεφώτισται· εἰ δὲ ὁ ὀφθαλμός σου πονηρὸς, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον \"Ὥσπερ γὰρ τοῦ σώματος οἱ ὀφθαλμοὶ φῶς εἰσι, καὶ ἐπὰν οἱ ὀφθαλμοὶ ὑγιεῖς ὦσιν, ὅλον τὸ σῶμα πεφώτισται· ἐπὰν δὲ παρεμπέσῃ τι καὶ σκοτισθῶσιν, ὅλον τὸ σῶμα σκοτεινόν ἐστιν· οὕτως οἱ ἀπόστολοι, ὀφθαλμοὶ καὶ φῶς ὅλου τοῦ κόσμου ἐτέθησαν. Ἔλεγεν οὖν αὐτοῖς παραγγέλλων ὁ Κύριος· Ἐὰν ὑμεῖς στῆτε, καὶ μὴ παρατραπῆτε, φῶς ὄντες τοῦ κόσμου, ἰδοὺ ὅλον τὸ σῶμα πεφώτισται τοῦ κόσμου. Εἰ δὲ ὑμεῖς οἱ ὄντες φῶς σκοτισθῆτε, τὸ σκότος πόσον, ὁ ἐστιν ὁ κόσμος; Φῶς οὖν γενόμενοι οἱ ἀπόστολοι, φῶς διηκόνησαν τοῖς πιστεύσασι, τὰς δὲ καρδίας αὐτῶν φωτίσαντες τῷ ἐπουρανίῳ τοῦ Πνεύματος φωτὶ, ᾧπερ καὶ αὐτοὶ πεφωτισμένοι ἐτύγχανον.","t":"That the souls of the righteous become heavenly light, the Lord himself said to the apostles: \"You are the light of the world.\" For having made them light himself, he commanded that the world be enlightened through them. And, \"Men do not light a lamp,\" he says, \"and set it under the bushel, but on the lampstand, and it shines for all who are in the house; so let your light shine before men\" — that is, Do not hide the gift that you received from me, but give it to all who are willing. And again, \"The lamp of the body is the eye. If your eye is full of light, your whole body is enlightened; but if your eye is evil, your whole body will be dark. If then the light that is in you is darkness, how great is the darkness!\" For as the eyes are the light of the body, and when the eyes are sound the whole body is enlightened, but when something falls into them and they are darkened the whole body is dark, so the apostles were set as eyes and light of the whole world. The Lord therefore said to them in charging them: If you stand firm and are not turned aside, being the light of the world, behold, the whole body of the world is enlightened; but if you who are light are darkened, how great is the darkness, which is the world? Having become light, then, the apostles ministered light to those who believed, enlightening their hearts with the heavenly light of the Spirit, with which they themselves had been enlightened.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.4 (PG 34:453–454; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-4)."},"macarius-homiliae-spirituales/1.5":{"o":"Καὶ ἅλας αὐτοὶ ὑπάρχοντες ἤρτυον καὶ ἥλιζον πᾶσαν ψυχὴν πιστεύουσαν τῷ ἄλατι τοῦ ἁγίου Πνεύματος. Ἔλεγε γὰρ αὐτοῖς ὁ Κύριος· Ὑμεῖς ἐστε τὸ ἄλας τῆς γῆς, γῆν τὰς ψυχὰς τῶν ἀνθρώπων καλῶν. Διηκόνησαν γὰρ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων τὸ ἐπουράνιον ἄλας τοῦ Πνεύματος, ἀρτύσαντες αὐτοὺς, καὶ ἀσήπτους καὶ ἀσινεῖς ἀπεργασάμενοι ἐκ πολλῆς δυσωδίας. Ωσπερ γὰρ κρέας, ἐὰν μὴ ἔχῃ ἅλας, σέσηπται, καὶ πολλῆς δυσωδίας μεμέστωται, ὥστε πάντας ἀποστρέφεσθαι ἐκ τῆς κακίστης ὀσμῆς· καὶ σκώληκες ἔρπουσιν εἰς τὸ σεσηπὸς κρέας, καὶ ἐκεῖ ἐννέμονται καὶ ἐσθίουσι καὶ φωλεύουσιν· ἐπὰν δὲ ἔλθῃ τὸ ἄλας, ἀναιροῦνται καὶ ἀπόλλυνται οἱ ἐκεῖ νεμόμενοι σκώληκες, καὶ ὀσμὴ τῆς δυσωδίας παύεται, (ἡ γὰρ φύσις τοῦ ἄλατος, ἀναιρετική ἐστι τῶν σκωλήκων, καὶ τῆς δυσωδίας ἀφανιστική) τὸν αὐτὸν τρόπον καὶ πᾶσα ψυχὴ ἡ μὴ ἡλισμένη τῷ ἁγίῳ Πνεύματι, καὶ μὴ μετέχουσα τοῦ ἅλατος τοῦ ἐπουρανίου, τοῦτ᾽ ἔστι τῆς δυνάμεως τοῦ Θεοῦ, σέσηπται, καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέπλησται, ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ Θεοῦ ἀπὸ τῆς δεινῆς δυσωδίας τῶν ματαίων λογισμῶν τοῦ σκότους, καὶ τῶν παθῶν τῶν ἐν τῇ τοιαύτῃ ψυχῇ ἐνοικούντων. Καὶ οἱ κακοὶ καὶ δεινοὶ σκώληκες, ἅ ἐστι τὰ πνεύματα τῆς πονηρίας, καὶ αἱ δυνάμεις τοῦ σκότους, ἐν αὐτῇ ἐμπεριπατοῦσι, κἀκεῖ ἐννέμονται, καὶ φωλεύουσι, καὶ ἕρπουσι, καὶ αὐτὴν ἐσθίουσι καὶ φθείρουσι. Προσώζεσαν γὰρ, φησὶ, καὶ ἐσάπησαν οἱ μώλωπές μου. Ἐπὰν δὲ προσφύγῃ τῷ Θεῷ, καὶ πιστεύσῃ, καὶ αἰτήσῃ τὸ ἅλας τῆς ζωῆς, τὸ ἀγαθὸν καὶ φιλάνθρωπον Πνεῦμα, τότε ἐλθὸν τὸ ἄλας τὸ οὐράνιον ἀναιρεῖ τοὺς δεινοὺς σκώληκας, καὶ ἀφανίζει τὴν πονηρὰν δυσωδίαν, καὶ καθαίρει αὐτὴν τῇ ἐνεργείᾳ τῆς δυνάμεως αὐτοῦ· καὶ οὕτως ὑγιὴς καὶ ἀσινὴς ἀπεργασθεῖσα, ὑπὸ τοῦ ἅλατος τοῦ ἀληθινοῦ, εἰς χρῆσιν καὶ ὑπηρεσίαν τῷ ἐπουρανίῳ Δεσπότῃ ἀποκαθίσταται. Διὰ τοῦτο γὰρ καὶ ἐν τῷ νόμῳ ὑποδείγματι χρώμενος ὁ Θεὸς, ἐκέλευε πᾶσαν θυσίαν ἅλατι ἁλίζεσθαι.","t":"And being themselves salt, they seasoned and salted every believing soul with the salt of the Holy Spirit. For the Lord said to them, \"You are the salt of the earth,\" calling the souls of men earth. For they ministered in the souls of men the heavenly salt of the Spirit, seasoning them and making them free from rot and harm out of much foulness. For as meat, if it has no salt, rots and is filled with much foulness, so that all turn away from the vile smell, and worms crawl into the rotten meat and there feed and eat and make their holes; but when the salt comes, the worms that feed there are destroyed and perish, and the smell of the foulness ceases — for the nature of salt is to destroy worms and to make foulness disappear — in the same way every soul that is not salted with the Holy Spirit, and does not partake of the heavenly salt, that is, of the power of God, has rotted and is filled with the great foulness of evil thoughts, so that the face of God turns away from the dreadful foulness of the vain thoughts of darkness and of the passions that dwell in such a soul. And the evil and dreadful worms, which are the spirits of wickedness and the powers of darkness, walk about in her, and feed there, and make their holes, and crawl, and eat and destroy her. For it says, \"My wounds have grown foul and have rotted.\" But when she takes refuge with God and believes and asks for the salt of life, the good and loving Spirit, then the heavenly salt comes and destroys the dreadful worms and makes the evil foulness disappear and cleanses her by the working of his power; and so, being made sound and unharmed by the true salt, she is restored to the use and service of the heavenly Master. For this reason God also, using an example in the law, commanded that every sacrifice be salted with salt.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.5 (PG 34:454–455; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-5)."},"macarius-homiliae-spirituales/1.6":{"o":"Δεῖ οὖν πρῶτον τυθῆναι ὑπὸ τοῦ ἱερέως, καὶ ἀποθανεῖν, καὶ τότε ἁλισθῆναι μελισθὲν, εἶθ' οὕτως εἰς τὸ πῦρ ἐπιτίθεσθαι. Ἐὰν γὰρ μὴ πρότερον θύσῃ καὶ θανατώσῃ τὸ πρόβατον ὁ ἱερεὺς, οὐχ ἁλίζεται, οὔτε εἰς ὁλοκάρπωσιν τῷ Δεσπότῃ προσάγεται. Οὕτω καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ, δεῖ τυθῆναι ὑπ᾿ αὐτοῦ, καὶ τῷ φρονήματι ἀποθανεῖν, καὶ τῇ κακίστῃ ζωῇ, ᾗ ἔζη, τουτέστι τῇ ἁμαρτίᾳ, καὶ ὥσπερ ζωὴν ἐξελθεῖν δεῖ ἐξ αὐτῆς, τὴν τῶν παθῶν πονηρίαν. Ὥσπερ γὰρ τὸ σῶμα, ἐπὰν ἐξέλθῃ ἡ ψυχὴ, ἀπέθανε, καὶ οὐκέτι ζῇ τῇ ζωῇ ἐν ᾗ ἔζη, οὔτε ἀκούει, οὔτε περιπατεῖ· οὗτως ἐπὰν θύσῃ καὶ θανατώσῃ τῷ κόσμῳ τὴν ζωὴν ὁ ἐπουράνιος ἀρχιερεὺς Χριστὸς τῇ χάριτι τῆς δυνάμεως αὐτοῦ, ἀποθνήσκει τῇ ζωῇ τῆς πονηρίας ᾗ ἔζη, καὶ οὐκέτι οὔτε ἀκούει, οὔτε λαλεῖ, οὔτε πολιτεύεται ἐν τῷ σκότει τῆς ἁμαρτίας· ὅτι διὰ τῆς χάριτος ἐξέρχεται, ὥσπερ ψυχὴ αὐτῆς, ἡ πονηρία τῶν παθῶν. Καὶ ὁ Ἀπόστολος βοᾷ λέγων· Ἐμοὶ κόσμος ἑσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ψυχὴ γὰρ ἡ ἀκμὴν ζῶσα ἐν τῷ κόσμῳ, καὶ τῷ σκότει τῆς ἁμαρτίας, καὶ μὴ θανατωθεῖσα ἀπ' αὐτοῦ, ἀλλ᾽ ἔτι τὴν ψυχὴν τῆς κακίας, τοῦτ᾽ ἔστι τὴν ἐνέργειαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας ἐν ἑαυτῇ ἔχουσα, καὶ ὑπ᾿ αὐτῆς ποιμαινομένη, οὐκ ἔστι τοῦ σώματος τοῦ Χριστοῦ, οὐκ ἔστι τοῦ σώματος τοῦ φωτός· ἀλλ᾽ ἔστι σῶμα τοῦ σκότους καὶ ἐκ τῆς μερίδος τοῦ σκότους ἀκμήν ἐστιν. Ωσπερ καὶ πάλιν, οἱ ἔχοντες τὴν ψυχὴν τοῦ φωτὸς, τοῦτ᾽ ἔστι τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος, ἐκ τῆς μερίδος εἰσὶ τοῦ φωτός.","t":"First, then, it must be sacrificed by the priest and die, and then be cut up and salted, and so at last laid upon the fire. For if the priest does not first sacrifice and put the sheep to death, it is not salted, nor is it brought as a whole burnt offering to the Master. So too our soul, when it comes to the true high priest Christ, must be sacrificed by him and die to its own mind and to the most evil life it was living, that is, to sin; and the wickedness of the passions must go out of it as a life goes out. For as the body, when the soul has gone out, has died and no longer lives the life it was living, and neither hears nor walks about, so when the heavenly high priest Christ by the grace of his power sacrifices the life and puts it to death for the world, the soul dies to the life of wickedness it was living, and no longer hears or speaks or conducts itself in the darkness of sin; because through grace the wickedness of the passions goes out of it as its soul. And the Apostle cries out and says, \"The world has been crucified to me, and I to the world.\" For the soul that is still living in the world and in the darkness of sin, and has not been put to death from it, but still has in herself the soul of evil, that is, the working of the darkness of the passions of sin, and is shepherded by it — that soul is not of the body of Christ, is not of the body of light, but is a body of darkness and is still of the portion of darkness. Just as, on the other hand, those who have the soul of light, that is, the power of the Holy Spirit, are of the portion of light.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.6 (PG 34:455–456; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-6)."},"macarius-homiliae-spirituales/1.7":{"o":"᾿Αλλ' ἐρεῖ τις· Πῶς σῶμα τοῦ σκότους λέγεις τὴν ψυχὴν, μὴ οὖσαν αὐτοῦ κτίσμα; Ὧδε προσέχων, καὶ ὀρθῶς νόησον· ὥσπερ ἔνδυμα ἱμάτιον, ὃ φορεῖς, ἄλλος κατεσκεύασε, καὶ σὺ αὐτὸ ἐνδέδυσαι· ὁμοίως καὶ οἶκον ἕτερος ᾠκοδόμησε καὶ ἔκτισε, καὶ σὺ οἰκεῖς ἐν αὐτῷ· τὸν αὐτὸν τρόπον καὶ ὁ ᾿Ἀδὰμ παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ ἀκούσας τοῦ πονηροῦ ὄφεως, ἐπράθη καὶ ἐπώλησεν ἑαυτὸν τῷ διαβόλῳ· καὶ ἐνεδύσατο τὴν ψυχὴν ὁ πονηρὸς, τὸ καλὸν κτίσμα, κατεσκεύασεν ὁ Θεὸς, πρὸς τὴν αὐτοῦ εἰκόνα, ὡς καὶ ὁ Ἀπόστολος λέγει· Απεκδυσάμενος τὰς ἀρχὰς καὶ ἐξουσίας, ἐθριάμβευσεν αὐτοὺς ἐν τῷ σταυρῷ. Διὰ τοῦτο γὰρ καὶ ἡ ἔλευσις τοῦ Κυρίου γεγένηται, ἵνα ἐκβάλῃ αὐτοὺς, καὶ ἀπολάβῃ τὸν ἴδιον οἶκον καὶ ναὸν, τὸν ἄνθρωπον. Τούτου τοίνυν ἕνεκεν σῶμα λέγεται ἡ ψυχὴ τοῦ σκότους τῆς πονηρίας, ἕως οὗ ἐστιν ἐν αὐτῇ τὸ σκότος τῆς ἁμαρτίας, ὅτι ἐκεῖ ζῇ εἰς τὸν αἰῶνα τὸν πονηρὸν τοῦ σκότους, καὶ ἐκεῖ κεκράτηται, καθὼς καὶ ὁ Παῦλος, σῶμα ἁμαρτίας καὶ σῶμα θανάτου καλῶν λέγει· Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας. Καὶ πάλιν, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ὁμοίως πάλιν ἡ πιστεύσασα τῷ Θεῷ ψυχὴ καὶ ἐκ τῆς ἁμαρτίας ῥυσθεῖσα, καὶ θανατωθεῖσα ἐκ τῆς ζωῆς τοῦ σκότους, καὶ τὸ φῶς τοῦ ἁγίου Πνεύματος ὥσπερ ζωὴν λαβοῦσα, καὶ ἐκεῖθεν ζήσασα, ἐκεῖ λοιπὸν διατρίβει, ὅτι ἐκεῖ κεκράτηται τῷ φωτὶ τῆς θεότητος. Οὔτε γὰρ φύσεως τῆς θεότητός ἐστιν ἡ ψυχή, οὔτε φύσεως τοῦ σκότους τῆς πονηρίας, ἀλλ᾽ ἔστι κτίσμα τι νοερὸν, καὶ ὡραῖον, καὶ μέγα, καὶ θαυμαστὸν, καὶ καλὸν ὁμοίωμα καὶ εἰκὼν Θεοῦ· καὶ διὰ τὴν παράβασιν εἰσῆλθεν εἰς αὐτὴν ἡ πονηρία τῶν παθῶν τοῦ σκότους.","t":"But someone will say: How do you call the soul a body of darkness, when it is not a creature of darkness? Attend here, and understand rightly. As the garment you wear was made by another, and you have put it on; and likewise another built and made the house, and you live in it: in the same way Adam also, when he had transgressed the commandment of God and listened to the evil serpent, was sold and sold himself to the devil; and the evil one clothed himself with the soul, that good creature which God made after his own image — as the Apostle also says, \"Having stripped off the principalities and powers, he triumphed over them on the cross.\" For this is why the coming of the Lord took place, that he might cast them out and receive back his own house and temple, which is man. For this reason, then, the soul is called a body of the darkness of wickedness, so long as the darkness of sin is in her, because there she lives in the evil age of darkness, and there she is held fast — as Paul also calls it a body of sin and a body of death, saying, \"That the body of sin might be done away.\" And again, \"Who will deliver me from this body of death?\" In the same way, on the other hand, the soul that has believed God and been delivered from sin, and has been put to death from the life of darkness, and has received the light of the Holy Spirit as a life and has lived from it, from then on dwells there, because there she is held fast by the light of the Godhead. For the soul is neither of the nature of the Godhead nor of the nature of the darkness of wickedness, but is a creature spiritual, lovely, great and wonderful, a fair likeness and image of God; and through the transgression the wickedness of the passions of darkness entered into her.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.7 (PG 34:456–458; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-7)."},"macarius-homiliae-spirituales/1.8":{"o":"Τὸ λοιπὸν, ᾧ συγκέκραται, καὶ συνήνωται ἡ ψυχὴ ἐν τοῖς θελήμασιν. Ήτοι οὖν τὸ φῶς τοῦ Θεοῦ ἐν αὐτῇ ἔχουσα, καὶ ἐν αὐτῷ ζῶσα ἐν πάσαις ταῖς ἀρεταῖς, τοῦ φωτὸς τῆς ἀναπαύσεώς ἐστιν· ἤτοι τὸ σκότος τῆς ἁμαρτίας ἔχουσα, τῆς κατακρίσεως τυγχάνει. Ψυχὴν γὰρ τὴν θέλουσαν ζῆσαι παρὰ Θεῷ ἐν ἀναπαύσει καὶ φωτὶ αἰωνίῳ, προσελθεῖν δεῖ, ὡς προείρηται, τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ, καὶ τυθῆναι καὶ ἀποθανεῖν τῷ κόσμῳ, καὶ τῇ προτέρᾳ ζωῇ τοῦ σκότους τῆς πονηρίας, καὶ μετατεθῆναι ἐν ἑτέρᾳ ζωῇ καὶ ἀνατροφῇ θείᾳ. Ὥσπερ ἐάν τις ἀποθάνῃ ἐν πόλει, οὔτε φωνῆς τῶν ἐκεῖ ἀκούει, οὔτε λαλιᾶς, οὔτε ἤχων, ἀλλὰ καθάπαξ ἀπέθανε, καὶ μετατίθεται ἐν ἑτέρῳ τόπῳ, ἔνθα οὐκ εἰσὶ φωναὶ καὶ κραυγαὶ τῆς πόλεως ἐκείνης· οὕτω καὶ ἡ ψυχή, ἐπὰν τυθῇ καὶ ἀποθάνῃ, ἐν ᾗ διατρίβει καὶ ζῇ πόλει τῆς κακίας τῶν παθῶν, οὐκέτι ἀκούει ἐν ἑαυτῇ τῆς φωνῆς τῶν διαλογισμῶν τοῦ σκότους· οὐκ ἔτι ἀκούεται λαλιὰ καὶ κραυγὴ ματαίου διαλογισμοῦ, καὶ ταραχῆς πνευμάτων σκότους· ἀλλὰ μετατίθεται εἰς πόλιν ἀγαθότητος καὶ εἰρήνης μεστὴν, εἰς πόλιν φωτὸς θεότητος, κἀκεῖ ζῇ καὶ ἀκούει, κἀκεῖ πολιτεύεται καὶ λαλεῖ, καὶ διαλογίζεται, κἀκεῖ ἐργάζεται ἔργα πνευματικά καὶ Θεοῦ ἄξια.","t":"For the rest, the soul is mingled and united with that to which her will cleaves. Either, then, having the light of God in her and living in it in all the virtues, she belongs to the light of rest; or, having the darkness of sin, she falls under condemnation. For the soul that wishes to live with God in rest and eternal light must come, as has been said, to the true high priest Christ, and be sacrificed and die to the world and to her former life of the darkness of wickedness, and be transferred into another life and a divine upbringing. As when a man dies in a city, he hears neither the voice of those there, nor their talk, nor their noises, but has died once for all and is transferred to another place where the voices and shouts of that city are not: so also the soul, when she has been sacrificed and has died in the city of the evil of the passions in which she dwelt and lived, no longer hears within herself the voice of the thoughts of darkness; no longer is the talk and shouting of vain reasoning heard, nor the uproar of the spirits of darkness; but she is transferred into a city full of goodness and peace, into a city of the light of the Godhead, and there she lives and hears, and there she has her citizenship and speaks and reasons, and there she works works that are spiritual and worthy of God.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.8 (PG 34:458; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-8)."},"macarius-homiliae-spirituales/1.9":{"o":"Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς, τυθῆναι διὰ τῆς δυνάμεως αὐτοῦ, καὶ ἀποθανεῖν τῷ αἰῶνι τῆς πονηρίας τοῦ σκότους, καὶ ἀναιρεθῆναι ἐν ἡμῖν τὸ πνεῦμα τῆς ἁμαρτίας, καὶ ἐνδύσασθαι καὶ λαβεῖν ψυχὴν Πνεύματος οὐρανίου, καὶ μετατεθῆναι ἐκ τῆς κακίας τοῦ σκότους εἰς τὸ φῶς τοῦ Χριστοῦ, καὶ ἀναπαυθῆναι ἐν ζωῇ ὅλους αἰῶνας. Ὥσπερ γὰρ ἐν σταδίῳ τὰ ἄρματα τρέχουσι καὶ προλαμβάνον ἐμποδίζει καὶ ἐπέχει καὶ κωλύει τὸ ἕτερον, τοῦ μὴ προκόψαι, καὶ προλαβεῖν εἰς νίκος οὕτως οἱ διαλογι σμοὶ τῆς ψυχῆς καὶ τῆς ἁμαρτίας τρέχουσιν ἐν τῷ ἀνθρώπῳ· ἐὰν μὲν τύχῃ προλαβεῖν τὸν διαλογισμὸν τῆς ἁμαρτίας, ἐμποδίζει καὶ ἀπέχει, καὶ κωλύει τὴν ψυχὴν, τοῦ μὴ προσεγγίσαι τῷ Θεῷ, καὶ τὸ κατ᾿ αὐτῆς νίκος ἄρασθαι· ὅπου δὲ αὐτὸς ὁ Κύριος ἐπιβαίνει καὶ ἡνιοχεῖ τὴν ψυχὴν, πάντοτε αὐτὸς νικᾷ, ἡνιοχῶν καὶ ὁδηγῶν ἐπιστημόνως τὸ ἅρμα τῆς ψυχῆς εἰς τὸ οὐράνιον καὶ ἔνθεον φρόνημα διὰ παντός. Οὔτε γὰρ πολεμεῖ πρὸς τὴν κακίαν, ἀλλ᾽ αὐθέντης καὶ ἐξουσιαστὴς τυγχάνων ἀεὶ, τὴν νίκην αὐτὸς ἐργάζεται. Ἄγεται τοίνυν τὰ Χερουβίμ οὐχ ὅπου θέλουσι πορεύεσθαι, ἀλλ᾿ ὅπου ὁ ἐπιβεβηκὼς καὶ ὁ ἡνιοχῶν ὁδηγεῖ, καὶ ὅπου θέλει αὐτὸς, ἐκεῖ πορεύονται, καὶ αὐτὰ βαστάζει. Χεὶρ γὰρ, φησὶν, ἀνθρώπου ὑποκάτω αὐτῶν ἦν. Ἄγονται αἱ ἅγιαι ψυχαὶ καὶ ὁδηγοῦνται ὑπὸ τοῦ ἡνιοχοῦντος Πνεύματος τοῦ Χριστοῦ, ὅπου βούλεται, ὅτε βούλεται, ἐν οὐρανίοις λογισμοῖς· ὅτε βούλεται ἐν τῷ σώματι, ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακονοῦσιν. Ὥσπερ γὰρ τοῦ πετεινοῦ οἱ πόδες τὰ πτερά εἰσιν· οὕτω τὸ οὐράνιον φῶς τοῦ Πνεύματος ἀναλαμβάνει τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῆς, ὁδηγοῦν καὶ ἡνιοχοῦν ὡς οἶδεν αὐτό.","t":"Let us too, therefore, beseech him that we may be sacrificed by his power and die to the age of the wickedness of darkness, and that the spirit of sin may be destroyed in us, and that we may put on and receive the soul of the heavenly Spirit, and be transferred from the evil of darkness into the light of Christ, and find rest in life for all ages. For as chariots run in the stadium, and the one that gets ahead hinders and holds back and prevents the other from making headway and winning the victory, so the thoughts of the soul and of sin run in a man. If the thought of sin happens to get ahead, it hinders and holds back and prevents the soul from drawing near to God and winning the victory over sin. But where the Lord himself mounts and drives the soul, he always wins, holding the reins and guiding the chariot of the soul with skill into the heavenly and divine mind continually. For he does not even have to fight against evil, but being always lord and master he himself works the victory. The cherubim, then, are led not where they wish to go, but where he who has mounted and holds the reins guides them; and where he himself wills, there they go, and he carries them. For it says, \"A man's hand was beneath them.\" The holy souls are led and guided by the Spirit of Christ who drives them: where he wills, when he wills, in heavenly thoughts; when he wills, in the body; where he wills, there they serve him. For as the wings are the feet of a bird, so the heavenly light of the Spirit takes up the wings of the thoughts of a worthy soul, guiding and driving them as it itself knows.","f":"Ps.-Macarius, <i>Hom.</i> 1.9 (PG 34:459–460; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/1-9)."},"macarius-homiliae-spirituales/10.1":{"o":"Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαί, αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι, τῆς παρ' ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρήζουσιν, οὔτε τοῦ οὐρανίου πόθου, καὶ τοῦ πρὸς Κύριον ἔρωτος, κἂν ἐπὶ πόσον ἐλαττοῦσθαι ὑπομένωσιν, ἀλλ᾽ ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι, πρὸς τὸν πνευματικὸν νυμφίον, ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι. Τετρωμέναι δὲ τῷ οὐρανίῳ πόθῳ καὶ ἐκπεινοῦσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν, τὴν ἔκλαμψιν τοῦ πνεύματος ἐν ἐπιθυμίᾳ πολλῇ καὶ ἀκορέστῳ ἔχουσιν. Εἰ δὲ καὶ θείων μυστηρίων διὰ τῆς πίστεως αὐτῶν ἐπίγνωσιν λαβεῖν ἀξιοῦνται, εἴτε καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτοχοι γίγνονται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ᾽ ὅσον πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσοῦτον μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ οὐρανίου πόθου, ἐμπόνως ἐπιζητοῦσι· καὶ ὅσον ἂν πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν λάβωσι, τοσοῦτον μᾶλλον ἐν πείνῃ καὶ δίψῃ εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον, ὡς πενόμεναί εἰσι παρ' ἑαυταῖς, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον Νυμφίον· ὥς φησιν ἡ Γραφή Οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.","t":"Homily 10. The gifts of divine grace are kept and increased by humility and eagerness, but are lost by pride and sloth.\n\nSouls that love truth and love God, and long with much hope and faith to put on Christ perfectly, do not so much need reminding by others, nor do they endure to be lessened at all in heavenly longing and love for the Lord; but being wholly and altogether nailed to the cross of Christ, they perceive in themselves day by day the feeling of spiritual progress toward the spiritual Bridegroom. Being wounded with heavenly longing and hungering after the righteousness of the virtues, they have the shining out of the Spirit with great and insatiable desire. And if they are counted worthy, through their faith, to receive knowledge of divine mysteries, or become partakers of the gladness of heavenly grace, they do not trust in themselves, supposing that they are something; but the more they are counted worthy of spiritual gifts, the more insatiably they hold to heavenly longing and seek it with pain. And the more feeling of spiritual progress they receive in themselves, the more they are in hunger and thirst for the partaking and increase of grace. And the richer they are spiritually, the more they are as paupers in their own eyes, holding insatiably to spiritual longing for the heavenly Bridegroom; as the Scripture says: \"Those who eat me will still hunger, and those who drink me will still thirst.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 10.1 (PG 34:540–541; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/10-1)."},"macarius-homiliae-spirituales/10.2":{"o":"Αἱ τοιαῦται ψυχαὶ, αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς Κύριον ἔχουσαι, ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι· διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως καταξιοῦνται, καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἀῤῥήτου καὶ μυστικῆς κοινωνίας, ἐν πληρώματι χάριτος, ἔκλαμψιν καὶ μετουσίαν τελείως κομίζονται. Ὅσαι δὲ ἄνανδροι καὶ χαῦνοι ψυχαὶ, μὴ ζητοῦσαι ἀπεντεῦθεν, ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι, τὸν ἁγιασμὸν τῆς καρδίας οὐκ ἐκ μέρους, ἀλλὰ τελείως, δι' ὑπομονῆς καὶ μακροθυμίας δέξασθαι, καὶ κοινωνῆσαι τῷ παρακλήτῳ Πνεύματι ἐν τελειότητι μετὰ πάσης αἰσθήσεως καὶ πληροφορίας μὴ ἐλπίσασαι, καὶ τῶν παθῶν τῆς κακίας λυτρωθῆναι διὰ τοῦ Πνεύματος μὴ ἐκδεξάμεναι, ἢ πάλιν χάριτος θείας καταξιωθεῖσαι εἰς ἀμεριμνίαν τινὰ καὶ ἄνεσιν, ὑπὸ τῆς κακίας κλεπτόμεναι, ἑαυτὰς ἐξέδωκαν.","t":"Such souls, having love toward the Lord burningly and insatiably, are worthy of eternal life. Therefore they are counted worthy of redemption from the passions, and they receive perfectly the shining out and the sharing of the unspeakable and mystical fellowship of the Holy Spirit in the fullness of grace. But all those souls that are unmanly and slack, not seeking here and now, while they are still in the flesh, to receive the sanctification of the heart — not in part but perfectly — through endurance and long-suffering; and not hoping to share in the Paraclete Spirit in perfection with all perception and full assurance; and not waiting to be redeemed from the passions of evil through the Spirit; or again, when they have been counted worthy of divine grace, giving themselves over to a certain freedom from care and to relaxation, robbed by evil —","f":"Ps.-Macarius, <i>Hom.</i> 10.2 (PG 34:541–542; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/10-2)."},"macarius-homiliae-spirituales/10.3":{"o":"Ὡς ὅτι λαβοῦσαι τὴν χάριν τοῦ Πνεύματος, καὶ ἔχουσαι παράκλησιν τῆς χάριτος ἐν ἀναπαύσει, καὶ πόθῳ, καὶ γλυκύτητι πνευματικῇ, καὶ ἐπὶ τούτῳ πεποιθυῖαι, ὑψοῦνται καὶ ἀμεριμνοῦσι, μὴ συντριβόμεναι τὴν καρδίαν, καὶ τῷ φρονήματι μὴ ταπεινούμεναι, μήτε οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον, μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ᾽ ἐπληροφορήθησαν, καὶ ἐπανεπάησαν, καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τῆς χάριτος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον, ἤπερ εἰς ταπείνωσιν προκόψασαι αἱ τοιαῦται ψυχαὶ, καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὅτε δήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν, καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τύφον.","t":"— in that, having received the grace of the Spirit and having the comfort of grace in rest and longing and spiritual sweetness, and trusting in this, they are lifted up and become careless, not crushed in heart nor humbled in mind, and neither being at the perfect measure of freedom from passion nor waiting with all diligence and faith to be perfectly filled with grace; but they were satisfied and took their rest and stayed behind in the little comfort of grace. Such souls have made progress toward exaltation rather than toward humility; and the gift of grace of which they were counted worthy, at some time or other they are stripped of it, through their negligent contempt and the vain conceit of their self-esteem.","f":"Ps.-Macarius, <i>Hom.</i> 10.3 (PG 34:542; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/10-3)."},"macarius-homiliae-spirituales/10.4":{"o":"Ψυχὴ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος, κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς μηδὲν ἐργασαμένη, οὕτως ἔχει παρ᾿ ἑαυτῇ, διὰ τὸν πρὸς Κύριον ἀκόρεστον πόθον κἂν νηστείαις, κἂν ἀγρυπνίαις τὸ σῶμα καταδαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη πονεῖν περὶ τὰς ἀρετὰς διάκειται· κἂν χαρισμάτων τοῦ Πνεύματος διαφόρων, ἢ καὶ ἀποκαλύψεων, καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι, διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς Κύριον ἀγάπην, ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος, καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος μυστήρια, καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι Πνεύματος οὐρανίου τετρωμένη, καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν αὐτῇ πρὸς τὸν οὐράνιον νυμφίον ἀνακινοῦσα, ἐπιθυμοῦσα τελείως καταξιωθῆναι τῆς πρὸς αὐτὸν μυστικῆς καὶ ἀῤῥήτου ἐν ἁγιασμῷ πνεύματος κοινωνίας, ἀποκεκαλυμμένη τῷ τῆς ψυχῆς προσώπῳ, καὶ ἐνατενίζουσα τῷ ἐπουρανίῳ νυμφίῳ πρόσωπον ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ, ἀνακιρνωμένη τούτῳ ἐν πληροφορίᾳ πάσῃ, συμμορφιζομένη τῷ θανάτῳ αὐτοῦ, ἐν ἐπιθυμίᾳ πολλῇ, τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε, καὶ τῆς ἁμαρτίας, καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν δέξασθαι ὑπὸ τοῦ Πνεύματος, ἐν πληροφορίᾳ πιστεύουσα ἵνα καθαρισθεῖσα διὰ τοῦ Πνεύματος, ψυχῇ καὶ σώματι ἁγιασθεῖσα, καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ ἐπουρανίου μύρου, καὶ μονὴν τοῦ ἐπουρανίου καὶ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέσθαι καταξιωθῇ καὶ τότε τῆς ἐπουρανίου ζωῆς ἀξία καθίσταται, οἰκητήριον καθαρὸν Πνεύματος ἁγίου ἐντεῦθεν γενομένη.","t":"A soul that truly loves God and loves Christ, even if she performs ten thousand works of righteousness, holds herself as though she had done nothing, because of her insatiable longing for the Lord. Even if she wears out the body with fastings and vigils, she is disposed as though she had not yet begun to labour at the virtues. Even if she is counted worthy to obtain various gifts of the Spirit, or even revelations and heavenly mysteries, she is in herself as though she had gained nothing yet, because of her measureless and insatiable love for the Lord; but all day long she is hungry and thirsty, through faith and love, in perseverance in prayer, for the mysteries of grace and for every settled state of virtue, and she is insatiable. She is wounded with love for the heavenly Spirit, and through grace always stirs up in herself a burning longing for the heavenly Bridegroom, desiring to be counted worthy perfectly of the mystical and unspeakable fellowship with him in the sanctification of the Spirit; with the face of her soul unveiled, and gazing face to face upon the heavenly Bridegroom in spiritual and unspeakable light, mingled with him in all full assurance, conformed to his death, with much desire always awaiting death for Christ's sake, and believing in full assurance that she will receive from the Spirit perfect redemption from sin and from the darkness of the passions; so that, being cleansed through the Spirit and sanctified in soul and body, she may be counted worthy to become a pure vessel for the receiving of the heavenly ointment and a dwelling for the heavenly and true King, Christ. And then she is made worthy of the heavenly life, having become from this life a pure dwelling place of the Holy Spirit.","f":"Ps.-Macarius, <i>Hom.</i> 10.4 (PG 34:542–543; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/10-4)."},"macarius-homiliae-spirituales/10.5":{"o":"Εἰς ταῦτα δὲ τὰ μέτρα ψυχὴν ἐλθεῖν, οὔτε ὑφ' ἓν, οὔτε ἀδοκιμάστως ἔστιν, ἀλλὰ διὰ πόνων πολλῶν καὶ ἀγώνων, καὶ χρόνων, καὶ σπουδῆς, μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει, ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἵνα εἰς πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ γενναίως, τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν, καὶ πλούτου οὐρανίου ἀξιωθῇ, καὶ οὕτως τῆς ἐπουρανίου βασιλείας γένηται κληρονόμος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"But for a soul to come to these measures is not possible at a single stroke, nor without testing; rather, through many labours and struggles and lengths of time and diligence, with testing and temptations of many kinds, she receives her spiritual increase and progress, up to the perfect measure of freedom from passion. So that, enduring eagerly and nobly every temptation brought on by evil, she may then be counted worthy of the great honours and spiritual gifts and heavenly wealth, and so become an heir of the heavenly kingdom, in Christ Jesus our Lord, to whom be the glory and the might for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 10.5 (PG 34:543–544; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/10-5)."},"macarius-homiliae-spirituales/11.1":{"o":"Τὸ πῦρ τὸ οὐράνιον τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν ἀναλυθῇ τὸ σῶμα, ἐξώτερον γίνεται, καὶ πάλιν συμπήσσει τὰ μέλη, καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν. Ὥσπερ γὰρ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ χωσθὲν ἦν ἐν λάκκῳ, καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας, ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει· οὕτω καὶ νῦν τὸ πλησίον σῶμα, ὃ μετὰ τὸ λυθῆναι γίνεται βόρβορος, ἐργάζεται τὸ οὐράνιον πῦρ καὶ ἀνακαινίζει, καὶ ἀνιστᾷ τὰ ἐφθαρμένα σώματα. Τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ, τότε ἐξώτερον γίγνεται, καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων.","t":"Homily 11. That the power of the Holy Spirit in the heart of man is like fire; and what we need in order to discern the thoughts that well up in the heart. And concerning the dead serpent fastened by Moses to the top of the pole, which became a type of Christ. The homily also contains two dialogues: one of Christ with the wicked Satan, the other of sinners with him.\n\nThe heavenly fire of the Godhead, which Christians receive within themselves in the heart now in this age, this very fire that ministers within their heart becomes outward when the body is dissolved, and joins the members together again, and makes a resurrection of the dissolved members. For as the fire in Jerusalem which ministered at the altar was buried in a pit at the time of the captivity, and that same fire, when peace came and the captives returned, was as it were renewed and ministered as before: so now the fire of heaven works upon the body that lies near and that becomes mire after it is dissolved, and renews and raises up the corrupted bodies. For the fire that now dwells inwardly in the heart becomes outward then, and makes the resurrection of the bodies.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.1 (PG 34:544–545; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-1)."},"macarius-homiliae-spirituales/11.10":{"o":"Καὶ τοῦτο θαυμάσιον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. Τί δὲ λέγει ὁ ᾿Απόστολος· Ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, ἡμῖν δὲ τοῖς σωζομένοις Χριστὸν Θεοῦ δύναμιν, καὶ Θεοῦ σοφίαν. Ἐν γὰρ τῷ νεκρῷ σώματι ἡ ζωή ὧδε ἡ ἀπολύτρωσις, ὧδε τὸ φῶς, ὧδε ἔρχεται πρὸς τὸν θάνατον, καὶ διαλέγεται αὐτῷ ὁ Κύριος, καὶ προστάσσει τοῦ ἐκβαλεῖν ἐκ τοῦ ῎Αδου καὶ τοῦ θανάτου τὰς ψυχὰς, καὶ ἀποδοῦναι αὐτῷ. Ἰδοὺ οὖν οὗτος πρὸς ταῦτα ταρασσόμενος εἰσέρχεται πρὸς τοὺς διακόνους αὐτοῦ, καὶ συνάγει πάσας τὰς δυνάμεις, καὶ προσφέρει ὁ ἄρχων τῆς πονηρίας τὰ χειρόγραφα, καὶ λέγει Ἴδε οὗτοι ὑπήκουσαν τῷ λόγῳ μου, ἴδε ὅπου προσεκύνησαν ἡμῖν οἱ ἄνθρωποι. Ὁ δὲ Θεὸς, δικαιοκρίτης ὢν, κἀκεῖ δείκνυσι τὸ δίκαιον αὐτοῦ καὶ λέγει αὐτῷ· Ὑπήκουσέ σοι ὁ ᾿Αδάμ, καὶ κατέσχες αὐτοῦ πάσας τὰς καρδίας ὑπήκουσέ σοι ἡ ἀνθρωπότης, τὸ ἐμὸν σῶμα τί ποιεῖ ὧδε; Τοῦτο ἀναμάρτητόν ἐστιν· ἐκεῖνο τὸ σῶμα τοῦ πρώτου ᾿Ἀδὰμ ἐχρεώστησέ σοι, καὶ δικαίως αὐτοῦ κατέχεις τὰ χειρόγραφα· ἐμοὶ δὲ πάντες μαρτυροῦσιν, ὅτι οὐχ ἥμαρτον· οὐ χρεωστῶ σοι οὐδὲν· καὶ ὅτι Υἱός εἰμι τοῦ Θεοῦ, πάντες μοι μαρτυροῦσιν. Ἐπάνω γάρ τῶν οὐρανῶν ἐμαρτύρησε φωνὴ ἐλθοῦσα ἐπὶ τῆς γῆς, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός αὐτοῦ ἀκούετε. Ἰωάννης μαρτυρεῖ, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ πάλιν ἡ Γραφή· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν αὐτῷ· καὶ ὅτι, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Καὶ σὺ δὲ αὐτὸς, Σατανᾶς, μαρτυρεῖς μοι λέγων, Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ πάλιν, Τί ἡμῖν καὶ σοὶ Ἰησοῦ Ναζαρηνέ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Τρεῖς μοι μαρτυροῦσιν, ὁ ἐπάνω τῶν οὐρανῶν φωνὴν ἀφίησιν, οἱ ἐπὶ γῆς, καὶ σὺ αὐτός. Ἐξαγοράζω οὖν τὸ σῶμα τὸ πραθέν σοι διὰ τοῦ πρώτου ᾿Αδάμ, παραλύω σου τὰ χειρόγραφα. Ἐγὼ γὰρ ἀπέδωκα τὰ χρέα τοῦ ᾿Ἀδὰμ σταυρωθεὶς καὶ κατελθὼν ἐν τῷ ᾅδῃ· καὶ κελεύω σοι, ἄδη καὶ σκότος, καὶ θάνατε, ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τοῦ ᾿Αδάμ. Καὶ οὕτω λοιπὸν αἱ πονηραὶ δυνάμεις τρομάξασαι ἀποδιδοῦσι τὸν ἐγκεκλεισμένον ᾿Αδάμ.","t":"And this is a wonder: to Jews a stumbling block, to Greeks folly. What does the Apostle say? \"But we preach Jesus Christ, and him crucified: to Jews a stumbling block, to Greeks folly; but to us who are being saved, Christ, the power of God and the wisdom of God.\" For in the dead body is life; here is redemption, here is light. Here he comes to death, and the Lord speaks with it and orders it to cast out of Hades and death the souls and to give them back to him. Behold, then, the one who is troubled at this goes in to his ministers and gathers all his powers; and the ruler of wickedness brings forward the bonds of debt and says, \"See, these men obeyed my word; see where men worshipped us.\" But God, being a righteous judge, shows even there his justice and says to him: \"Adam obeyed you, and you took hold of all his hearts; humanity obeyed you. What is my body doing here? This body is without sin. That body of the first Adam owed you a debt, and you hold his bonds justly; but all bear witness to me that I have not sinned. I owe you nothing. And all bear witness to me that I am the Son of God. For above the heavens a voice bore witness, coming down to the earth: 'This is my beloved Son; hear him.' John bears witness: 'Behold the Lamb of God, who takes away the sin of the world.' And again the Scripture: 'Who committed no sin, nor was deceit found in him.' And: 'The ruler of this world is coming, and he will find nothing in me.' And you yourself, Satan, bear witness to me, saying, 'I know who you are, the Son of God'; and again, 'What have we to do with you, Jesus of Nazareth? Have you come before the time to torment us?' Three bear witness to me: he who above the heavens sends forth his voice, those on earth, and you yourself. I therefore buy back the body that was sold to you through the first Adam; I annul your bonds of debt. For I have paid Adam's debts by being crucified and by going down into Hades. And I command you, Hades and darkness and death: cast out the imprisoned souls of Adam.\" And so at last the wicked powers, trembling, give back the imprisoned Adam.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.10 (PG 34:551–552; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-10)."},"macarius-homiliae-spirituales/11.11":{"o":"᾿Αλλ' ὅταν ἀκούσῃς, ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου, καὶ τοῦ σκότους, καὶ ὅτι κατῆλθεν εἰς τὸν ἄδην ὁ Κύριος, καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα ταῦτα εἶναι νομίσῃς. Ὁ γὰρ ἄνθρωπός ἐστι χωρητικὸς καὶ δεκτικὸς τοῦ πονηροῦ· κατέχει γὰρ ὁ θάνατος τὰς ψυχὰς τοῦ ᾿Ἀδὰμ, καὶ ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι. Καὶ ὅταν ἀκούσῃς περὶ μνημείων, μὴ τὰ φαινόμενα λογίσῃ μόνον· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σου ἐστίν. Ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας, καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι, καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους ἐκεῖ ποιῶνται, ὅπου ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ Σατανᾶ εἰς τὸν νοῦν σου, καὶ εἰς τοὺς λογισμούς σου, οὐχὶ ἄδης, καὶ τάφος, καὶ μνημεῖον, καὶ νεκρὸς εἶ τῷ Θεῷ; ἐκεῖ γὰρ ὁ Σατανᾶς ἀργύριον ἀδόκιμον ἐχάραξεν. Ἐν τῇ ψυχῇ ταύτῃ ἔσπειρε σπέρματα πικρίας· ἐζύμωσε ζύμῃ παλαιᾷ· βρύει ἐκεῖ πηγὴ βορβόρου. Ἔρχεται οὖν ὁ Κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχὰς, εἰς τὸ βάθος τοῦ ᾅδου τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων· Ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχάς, τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως. Διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.","t":"But when you hear that at that time he rescued the souls from Hades and from darkness, and that the Lord went down into Hades and did a glorious work, do not think that these matters are far from your own soul. For man is capable of containing and receiving the evil one; for death holds the souls of Adam, and the thoughts of the soul are shut up within the darkness. And when you hear about tombs, do not think only of the visible ones; for your heart is a tomb and a grave. For when the ruler of evil and his angels lair there, and when they make their paths and thoroughfares there, where the powers of Satan walk about in your mind and in your thoughts — are you not a Hades and a grave and a tomb, and dead to God? For there Satan has stamped counterfeit silver. In that soul he has sown seeds of bitterness; he has leavened it with old leaven; a spring of mire wells up there. So the Lord comes to the souls that seek him, into the depth of the Hades of the heart, and there he commands death, saying, \"Cast out the imprisoned souls that seek me, whom you hold by force.\" He breaks through, then, the heavy stones that lie upon the soul; he opens the tombs; he raises the man who is truly dead; he brings out of the dark prison the imprisoned soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.11 (PG 34:552–553; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-11)."},"macarius-homiliae-spirituales/11.12":{"o":"Ὃν τρόπον ἐὰν ᾗ ἄνθρωπος δεδεμένος χεῖρας καὶ πόδας ἁλύσεσι, καὶ ἔλθῃ τις ὁ διαλύων αὐτοῦ τὰ δεσμὰ, καὶ ἀφῇ αὐτὸν ἐλεύθερον περιπατεῖν ἐν ἀνεκτότητι· οὕτω τὴν δεδεμένην ψυχὴν ταῖς ἁλύσεσι τοῦ θανάτου λύει ὁ Κύριος ἀπὸ δεσμῶν, καὶ ἀφίησιν αὐτὴν, καὶ ἐλευθεροῖ τὸν νοῦν τοῦ ἀκόπως ἐν ἀναπαύσει περιπατεῖν εἰς τὸν θεϊκὸν ἀέρα. Ὥσπερ ἐὰν ᾖ ἄνθρωπος ἐν πλησμονῇ ποταμοῦ ἐν μέσῳ, καὶ καταβυθισθεὶς ἐν τῷ ὕδατι κεῖται νεκρὸς, πεπνιγμένος ἀναμέσον δεινῶν θηρίων· καὶ εἰ θελήσει ἄλλος ἄνθρωπος ἄπειρος τοῦ κολυμβᾷν, διασῶσαι τὸν ἐμπεσόντα, καὶ αὐτὸς συναπόλλυται καὶ πνίγεται. Λοιπὸν οὖν ὧδε ἐμπείρου κολυμβητοῦ, καὶ τεχνίτου χρεία, ἵνα εἰσελθὼν εἰς τὸ βάθος τοῦ κόλπου τοῦ ὕδατος ἐκεῖ καταδύσῃ καὶ ἀνενέγκῃ τὸν καταπεποντισμένον καὶ ὄντα ἀναμέσον τῶν θηρίων· καὶ αὐτὸ δὲ τὸ ὕδωρ ὅταν ἴδῃ ἔμπειρον καὶ εἰδότα πλέειν, βοηθεῖ τούτῳ, καὶ ἀναφέρει αὐτὸν ἐπὶ τὰ ἀνώτερα μέρη. Οὕτως ἡ ψυχὴ εἰς ἄβυσσον σκότους, καὶ εἰς τὸ βάθος τοῦ θανάτου καταποντισθεῖσα πέπνικται, καὶ νεκρά ἐστιν ἀπὸ τοῦ Θεοῦ ἀναμέσον θηρίων δεινῶν. Καὶ τίς δύναται εἰς τὰ ταμιεῖα ἐκεῖνα καὶ τὰ βάθη τοῦ ᾅδου καὶ τοῦ θανάτου κατελθεῖν, εἰ μὴ αὐτὸς ὁ τεχνίτης ὁ ἐργασάμενος τὸ σῶμα; Αὐτὸς ἔρχεται εἰς τὰ δύο μέρη, εἰς τὸ βάθος τοῦ ᾅδου, καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, ὅπου κατέχεται ἡ ψυχὴ ὑπὸ τοῦ θανάτου σὺν τοῖς λογισμοῖς αὐτοῖς, καὶ ἀναφέρει ἐκ τοῦ σκοτεινοῦ βυθοῦ τὸν νενεκρωμένον ᾿Αδάμ. Καὶ αὐτὸς δὲ ὁ θάνατος, διὰ τῆς γυμνασίας εἰς βοήθειαν γίνεται αὐτοῦ τοῦ ἀνθρώπου.","t":"As if a man were bound hand and foot with chains, and someone came who loosed his bonds and let him walk free in relief: so the Lord looses from its bonds the soul bound with the chains of death, and sets her free, and frees the mind to walk without toil, in rest, in the divine air. As if a man were in the middle of a river in flood and, sunk in the water, lay dead, drowned among dreadful beasts; and if another man, with no experience of swimming, should wish to save the one who had fallen in, he too perishes with him and is drowned. So here there is need of an experienced swimmer and a man of skill, who can go into the depth of the water's hollow and dive there and bring up the man who has sunk and is among the beasts. And the water itself, when it sees a man experienced and knowing how to swim, helps him and carries him up to the higher parts. So the soul, sunk into the abyss of darkness and into the depth of death, is drowned and is dead to God among dreadful beasts. And who can go down into those storehouses and the depths of Hades and of death, except the craftsman himself who made the body? He comes into both places: into the depth of Hades, and again into the deep hollow of the heart, where the soul is held by death together with her very thoughts; and he brings up the dead Adam out of the dark deep. And death itself, through the exercise it gives, becomes a help to the man himself.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.12 (PG 34:553–554; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-12)."},"macarius-homiliae-spirituales/11.13":{"o":"Τί γὰρ δυσχερές ἐστι τῷ Θεῷ εἰσελθεῖν εἰς τὸν θάνατον, καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, κἀκεῖθεν ἀνακαλέσασθαι τὸν νενεκρωμένον ᾿Αδάμ; ἐν γὰρ τῷ φαινομένῳ αἰῶνι εἰσιν οἰκίαι καὶ οἰκοδομαὶ, ὅπου ἡ ἀνθρωπότης κατοικεῖ· Καί εἰσιν ὅπου θηρία, λέοντες, ἢ δράκοντες, καὶ ἄλλα ἰοβόλα θηρία. Εἰ τοίνυν ὁ ἥλιος κτίσμα ὢν, εἰσέρχεται πανταχόθεν, διὰ τῶν θυρίδων, ἤτοι θυρῶν, καὶ εἰς τὰ σπήλαια τῶν λεόντων, καὶ εἰς τὰς ὀπὰς τῶν ἑρπετῶν, καὶ ἐξέρχεται, καὶ οὐδὲν βλάπτεται· πόσῳ μᾶλλον ὁ Θεὸς καὶ Δεσπότης πάντων εἰσέρχεται εἰς τοὺς φωλεοὺς, καὶ εἰς τοὺς οἴκους, ὅπου κατεσκήνωσεν ὁ θάνατος, καὶ εἰς τὰς ψυχὰς, κἀκεῖθεν ῥυόμενος τὸν ᾿Ἀδὰμ οὐκ ἀδικεῖται ὑπὸ τοῦ θανάτου, ὥσπερ τὸ ὕδωρ τῷ κολυμβῶντι. Καὶ ὁ ὑετὸς ἐξ οὐρανοῦ κατερχόμενος, φθάνει κατέρχεσθαι εἰς τὰ κατώτερα μέρη τῆς γῆς, κἀκεῖθεν τὰς ξηρανθείσας ρίζας ἀνύγρανε καὶ ἀνεκαίνισε, καὶ ἐποίησεν ἐκεῖ γέννημα καινόν.","t":"For what is hard for God, to enter into death and again into the deep hollow of the heart, and from there to call back the dead Adam? For in the visible age there are houses and buildings where humanity dwells; and there are places where there are beasts, lions or serpents, and other venomous creatures. If, then, the sun, being a created thing, enters everywhere through the windows or the doors, and into the caves of lions and into the holes of reptiles, and comes out and is in no way harmed, how much more does God, the Master of all, enter into the lairs and into the houses where death has taken up its dwelling, and into the souls; and rescuing Adam from there he suffers no wrong from death, as the water does the swimmer no wrong. And the rain that comes down from heaven reaches down to the lower parts of the earth, and from there has moistened and renewed the dried-up roots and has produced a new crop there.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.13 (PG 34:554–555; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-13)."},"macarius-homiliae-spirituales/11.14":{"o":"῎Αλλος ἐστὶν ὁ ἔχων ἀγῶνα, καὶ θλίψιν, καὶ πόλεμον πρὸς τὸν Σατανᾶν· οὗτος συντετριμμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· ἐν μερίμνῃ γάρ ἐστι καὶ πένθει καὶ δάκρυσιν. Εἰς δύο πρόσωπα εἰστήκει ὁ τοιοῦτος. Εἰ τοίνυν ἐν τοιούτοις πράγμασιν εἰστήκει οὗτος, εἰς τὸν πόλεμον μετ' αὐτοῦ ἐστιν ὁ Κύριος καὶ φυλάσσει αὐτόν· ἐπιζητεῖ γὰρ σπουδαίως, καὶ κρούει τὴν θύραν, πότε αὐτῷ ἀνοίγει. Πάλιν δὲ εἰ φαίνεταί σοι ἀδελφὸς ἀγαθὸς ὧδε, ὑπὸ τῆς χάριτός ἐστιν ἐστηριγμένος. Ὁ δὲ μὴ ἔχων θεμέλιον, οὐκ ἔχει τοσοῦτον φόβον Θεοῦ, οὐ συντέτριπται αὐτοῦ ἡ καρδία, οὔτε ἐστὶν ἐν φόβῳ, οὔτε ἀσφαλίζεται αὐτοῦ τὴν καρδίαν καὶ τὰ μέλη, τοῦ μὴ ἀτάκτως περιπατεῖν. Οὗτος ἀκμὴν ἀπολελυμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· οὔπω γὰρ εἰσῆλθεν εἰς ἀγῶνα. ῎Αλλος οὖν ἐστιν ὁ ἐν ἀγῶνι καὶ θλίψει, καὶ ἄλλος ὁ μὴ εἰδὼς τί ἐστι πόλεμος. Καὶ γὰρ τὰ σπέρματα ὅταν βληθῇ εἰς τὴν γῆν, θλίψιν ὑπομένει εἰς τοὺς πάγους, εἰς τὸν χειμῶνα, εἰς τὴν ψυχρότητα τῶν ἀέρων· καὶ ἐν τῷ δέοντι καιρῷ ἀναζωοποιεῖται τὸ γέννημα.","t":"It is one thing to be a man who has a struggle and affliction and war against Satan; such a man has his soul crushed, for he is in care and mourning and tears. Such a man stands in two characters. If, then, he stands in such circumstances, the Lord is with him in the war and guards him; for he seeks diligently and knocks at the door, waiting for when it will be opened to him. And again, if a good brother appears to you here, he has been made firm by grace. But the man who has no foundation does not have so much fear of God; his heart is not crushed, nor is he in fear, nor does he guard his heart and his members from walking disorderly. Such a man still has his soul let loose; for he has not yet entered into the struggle. So it is one thing to be the man in struggle and affliction, and another to be the man who does not know what war is. For seeds too, when they are thrown into the earth, endure affliction in the frosts, in the winter, in the coldness of the air; and at the proper season the crop comes to life.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.14 (PG 34:555; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-14)."},"macarius-homiliae-spirituales/11.15":{"o":"Συμβαίνει δὲ ὅτι ὁ Σατανᾶς διαλέγεταί σοι ἐν τῇ καρδίᾳ· Ἴδε πόσα κακὰ ἐποίησας, ἰδοὺ πόσων μανιῶν πεπλήρωταί σου ἡ ψυχή, καὶ βεβαρημένος εἶ ἀπὸ ἁμαρτιῶν, ὅτι οὐκέτι δύνασαι σωθῆναι. Ταῦτα δὲ ποιεῖ, ἵνα ἐνέγκῃ σε εἰς ἀπελπισμὸν, καὶ ὅτι οὐκ ἔστιν εὐπρόσδεκτος ἡ μετάνοιά σου. Ἐπειδὴ γὰρ παρεισῆλθε διὰ τῆς παραβάσεως ἡ κακία, λοιπὸν καθ᾽ ἑκάστην ὥραν διαλέγεται τῇ ψυχῇ ὡς ἄνθρωπος μετὰ ἀνθρώπου. Ἀποκρίθητι αὐτῷ καὶ σὺ, ὅτι ἔχω τὰς μαρτυρίας τοῦ Κυρίου ἐγγράφως, καὶ ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, καὶ τὸ ἀποστραφῆναι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν. Διὰ τοῦτο γὰρ κατῆλθεν αὐτὸς, ἵνα τοὺς ἁμαρτωλοὺς σώσῃ, τοὺς νεκροὺς ἀνεγείρῃ, τοὺς τεθανατωμένους ζωοποιήσῃ, τοὺς ἐν τῷ σκότει φωτίσῃ. ᾿Αληθῶς γὰρ ἐλθὼν εἰς υἱοθεσίαν ἡμᾶς ἐκάλεσεν, εἰς πόλιν ἁγίαν, εἰρηνευομένην, εἰς ζωὴν τὴν μηδέποτε ἀποθνήσκουσαν, εἰς δόξαν ἄφθαρτον. Μόνον ἡμεῖς τῇ ἀρχῇ ἡμῶν δῶμεν τέλος ἀγαθόν· ἐμμείνωμεν τῇ πτωχείᾳ, τῇ ξενητείᾳ, τῇ κακουχίᾳ, τῇ αἰτήσει τῇ πρὸς τὸν Θεὸν, μετὰ ἀναιδείας κρούοντες τὴν θύραν. Ὥσπερ γὰρ ἐγγύς ἐστι τὸ σῶμα τῆς ψυχῆς, οὕτως ἐγγύτερος ὁ Κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλεισμένας θύρας τῆς καρδίας, καὶ δωρήσασθαι ἡμῖν τὸν πλοῦτον τὸν οὐράνιον. Ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς εἰσιν αὐτοῦ αἱ ἐπαγγελίαι, μόνον ἐὰν ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν. Δόξα τοῖς οἰκτιρμοῖς Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"It happens that Satan talks with you in the heart: \"See how many evils you have done; see with how many madnesses your soul has been filled; you are weighed down with sins, so that you can no longer be saved.\" He does this to bring you to despair, and to make you think that your repentance is not acceptable. For since evil came in through the transgression, it thereafter talks with the soul every hour, as a man with a man. Answer him in your turn: \"I have the testimonies of the Lord in writing, and that he says, 'I do not desire the death of the sinner, but rather his repentance, and that he should turn from his evil way and live.'\" For this is why he came down: to save sinners, to raise the dead, to give life to those who have been put to death, to enlighten those in darkness. For truly he came and called us to adoption, to a holy city at peace, to the life that never dies, to incorruptible glory. Only let us give our beginning a good end; let us remain in poverty, in exile, in hardship, in asking God, knocking at the door shamelessly. For as the body is near the soul, so the Lord is nearer still to come and open the closed doors of the heart and grant us the heavenly riches. For he is good and loves mankind, and his promises do not lie, if only we endure to the end, seeking him. Glory to the compassions of the Father and the Son and the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.15 (PG 34:555–556; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-15)."},"macarius-homiliae-spirituales/11.2":{"o":"Καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ, τὸ πῦρ ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκὸν, ἀλλ᾽ ἦν κτίσμα· οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες, ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν οὐράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς. Καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν· ἀνὰ μέσον γὰρ αὐτῶν ἔστη, καὶ ἐπεῖχε τὸ φαινόμενον πῦρ, τοῦ μὴ καίειν καὶ βλάπτειν τι τοὺς δικαίους. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Ἰσραὴλ, ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τοῦ μακρυνθῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ εἰς εἰδωλολατρείαν τραπῆναι, ἡναγκάσθη ᾿Ααρὼν εἰπεῖν αὐτοῖς, ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια. Λοιπὸν ὁ χρυσὸς, καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένετο, καὶ ὥσπερ ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν. Τοῦτο δὲ θαυμαστὸν πρᾶγμα. Ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ, καὶ τοῖς λογισμοῖς αὐτῶν ἐβουλεύσαντο τὴν εἰδωλολατρείαν, καὶ τὸ πῦρ ὁμοίως τὰ ἐμβληθέντα σκεύη εἴδωλον εἰργάσατο, καὶ λοιπὸν ἐν τῷ φαινομένῳ εἰδωλολάτρησαν. Ὥσπερ οὖν οἱ τρεῖς παῖδες δικαιοσύνην λογισάμενοι, ἐδέξαντο ἐν ἑαυτοῖς τὸ τοῦ Θεοῦ πῦρ, καὶ προσεκύνησαν τῷ Κυρίῳ ἐν ἀληθείᾳ· οὕτω καὶ νῦν αἱ πισταὶ ψυχαὶ δέχονται ἐκεῖνο τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ, ἐν τῷ αἰῶνι τούτῳ, ἐν τῷ κρυπτῷ καὶ αὐτὸ ἐκεῖνο μορφοῖ εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα.","t":"For in the case of Nebuchadnezzar, the fire in the furnace was not divine but was a created thing; but the three youths, because of their righteousness, while they were in the visible fire, had in their hearts the divine heavenly fire ministering within their thoughts and working in them. And that very fire appeared outside them; for it stood in their midst and held back the visible fire from burning or harming the righteous at all. Likewise in the case of Israel: since their mind and reasoning had in purpose a will to depart from the living God and to turn to idolatry, Aaron was compelled to tell them to bring the golden vessels and ornaments. Then the gold and the vessels which they threw into the fire became an idol, and the fire as it were imitated their choice. And this is a wonderful thing. For since in purpose, in secret and in their thoughts, they had planned idolatry, the fire likewise made the vessels thrown in into an idol, and thereafter they committed idolatry openly. As, then, the three youths, having reckoned righteousness, received in themselves the fire of God and worshipped the Lord in truth, so now also the faithful souls receive that divine and heavenly fire in this age, in secret; and that same fire forms a heavenly image in our humanity.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.2 (PG 34:545–546; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-2)."},"macarius-homiliae-spirituales/11.3":{"o":"Ὥσπερ οὖν ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ, καὶ ἐγένετο εἴδωλον· οὕτω καὶ ὁ Κύριος, ὃς μιμείται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καὶ νῦν ἐν τῇ ψυχῇ, καὶ ἐν τῇ ἀναστάσει ἐξώτερον αὐτῶν φαίνεται, καὶ δοξάζει τὰ σώματα αὐτῶν ἔσωθεν καὶ ἔξωθεν. Ἀλλ᾿ ὃν τρόπον τὰ σώματα αὐτῶν ἐφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ, καὶ νεκρὰ, καὶ λελυμένα· οὕτως εἰσὶ καὶ οἱ λογισμοί τινων ὑπὸ τοῦ Σατανᾶ ἐφθαρμένοι, καὶ νεκροὶ ἀπὸ τῆς ζωῆς, καὶ κεχωσμένοι εἰς βόρβορον καὶ γῆν· ἀπώλετο γὰρ αὐτῶν ἡ ψυχή. Ὥσπερ οὖν οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη εἰς τὸ πῦρ, καὶ ἐγένετο εἴδωλον, οὕτω νῦν τοὺς καθαροὺς λογισμοὺς καὶ καλοὺς ἐπέδωκε τῇ κακίᾳ ὁ ἄνθρωπος, καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας, καὶ ἐγένοντο εἴδωλον. Καὶ πῶς τις ἵνα αὐτοὺς ἐξεύρῃ, καὶ διακρίνῃ, καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου πυρός; ὧδε λύχνου θεϊκοῦ χρείαν ἔχει ἡ ψυχή, Πνεύματος ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον, τοῦ φωτεινοῦ Ἡλίου τῆς δικαιοσύνης, τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν, ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν πόλεμον.","t":"As, then, the fire shaped the golden vessels and they became an idol, so also the Lord, who imitates the choices of faithful and good souls, forms an image according to their will both now in the soul, and at the resurrection appears outside them and glorifies their bodies within and without. But in the same way that their bodies are for the present corrupted in this time, and dead and dissolved, so also the thoughts of some are corrupted by Satan and dead to life and buried in mire and earth; for their soul has perished. As, then, the Israelites threw the golden vessels into the fire and it became an idol, so now a man has given over his pure and good thoughts to evil, and they have been buried in the mire of sin and have become an idol. And how is a man to find them out and discern them and draw them out of his own fire? Here the soul needs a divine lamp, the Holy Spirit, who sets in order the darkened house; it needs the shining Sun of righteousness, who gives light and rises in the heart; it needs the weapon that wins the war.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.3 (PG 34:546; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-3)."},"macarius-homiliae-spirituales/11.4":{"o":"Καὶ γὰρ ἐκεῖ ἡ χήρα ἡ ἀπολέσασα τὴν δραχμήν, πρῶτον ἥψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτω κοσμηθέντος τοῦ οἴκου, καὶ τοῦ λύχνου ἀφθέντος, εὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ, καὶ ἐν τῇ ἀκαθαρσία, καὶ τῇ γῇ κεχωσμένη. Καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ' ἑαυτῆς εὑρεῖν τοὺς ἰδίους διαλογισμούς αὐτῆς καὶ χωρίσαι, ἀλλ᾽ ὅταν ἀφθῇ ὁ λύχνος ὁ θεϊκὸς, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον, καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσι κεχωσμένοι εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας· ἀνατέλλει ὁ ἥλιος, καὶ τότε βλέπει ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς, καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς. ᾿Απώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν.","t":"For there too the widow who had lost the drachma first lit the lamp, then set the house in order; and when the house had been set in order and the lamp lit, the drachma was found in the dung and the filth, buried in the earth. And now the soul cannot by herself find her own thoughts and separate them; but when the divine lamp is lit, it shines into the darkened house, and then she sees her thoughts, how they are buried in the filth and mire of sin. The sun rises, and then the soul sees her ruin, and begins to call back the thoughts that have been mixed with the dung and the foulness. For the soul lost her image when she transgressed the commandment.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.4 (PG 34:547; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-4)."},"macarius-homiliae-spirituales/11.5":{"o":"Ὥσπερ ἐὰν ᾗ τις βασιλεὺς, καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ᾽ ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ συμβῇ δὲ τοῦτον ὑπὸ τῶν ἐχθρῶν παραληφθῆναι, καὶ αἰχμαλωτισθῆναι, τούτου παραληφθέντος καὶ ἐξορισθέντος, ἀνάγκη καὶ τοὺς διακόνους αὐτοῦ καὶ ὑπηρέτας ὀπίσω αὐτοῦ ἀκολουθεῖν· οὕτω καὶ ὁ ᾿Αδάμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ Θεοῦ εἰς διακονίαν αὐτοῦ, καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθη· Κύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων· ἀλλ' ἐξ οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ, καὶ προσωμίλησεν, αὐτὸς πρότερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτὸν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας, καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν· καὶ οὕτω λοιπὸν αὐτοῦ παραληφθέντος, συμπαρελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετοῦσα αὐτῷ κτίσις. Δι' αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν ἐβασίλευσεν ὁ θάνατος, καὶ πᾶσαν εἰκόνα τοῦ ᾿Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους, καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων. Ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ Θεοῦ κτισθέντες καλῶς, προσφέρονται τοῖς δαίμοσιν. ῎Αρτον καὶ οἶνον, καὶ ἔλαιον ἐν τοῖς βωμοῖς αὐτῶν, καὶ ζῶα ἐπιτιθέασιν· οὐ μὴν ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις.","t":"As if there were a king who had property and servants under him who waited on him, and it happened that he was taken by his enemies and carried off captive: when he had been taken and exiled, his servants and attendants would of necessity follow after him. So Adam too was created pure by God for his service, and these creatures were given for his ministry; for he was appointed lord and king of all the creatures. But from the time that the wicked word came to him and spoke with him, he first received it through outward hearing, then it passed through his heart and took hold of his whole substance. And so, when he had been taken captive, the creation that served and waited on him was taken captive with him. For through him death reigned over every soul, and from his disobedience it blotted out every image of Adam, so that men were turned aside and came to the worship of demons. For behold, the fruits of the earth, created good by God, are offered to the demons. They set bread and wine and oil on their altars, and living creatures; and more than that, they sacrificed their sons and daughters to the demons.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.5 (PG 34:547–548; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-5)."},"macarius-homiliae-spirituales/11.6":{"o":"Νῦν οὖν αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν, αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ, καὶ τὰ ἔργα αὐτοῦ τὰ ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς, καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουράνιον, καὶ ποιεῖ καινὴν ψυχὴν, ἵνα γένηται πάλιν βασιλεὺς ὁ ᾿Ἀδὰμ τοῦ θανάτου, καὶ Κύριος τῶν κτισμάτων. Καὶ ἐν τῇ σκιᾷ δὲ τοῦ νόμου Μωϋσῆς Σωτὴρ ἐπεκαλεῖτο τοῦ Ἰσραήλ· ἐξέβαλε γὰρ αὐτοὺς ἐκ τῆς Αἰγύπτου. Οὕτω καὶ νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς διέρχεται εἰς τὰ κρύφια τῆς ψυχῆς, καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου, τοῦ βαρυτάτου ζυγοῦ, καὶ τῆς πικρᾶς δουλείας. Ἐντέλλεται οὖν ἡμῖν, ὥστε ἐξελθεῖν ἐκ τοῦ κόσμου, καὶ πτωχεῦσαι ἀπὸ πάντων τῶν φαινομένων, καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας ἑστηκέναι εἰς τὴν θύραν, καὶ ἀπεκδέχεσθαι πότε ὁ Κύριος ἀνοίξει τὰς συγκεκλεισμένας καρδίας, καὶ ἐπιχεεῖ ἡμῖν τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος.","t":"Now, then, he himself who formed the body and the soul comes and breaks up the whole way of life of the evil one and his works that are carried out in the thoughts, and renews and forms a heavenly image, and makes a new soul, so that Adam may again become king over death and lord of the creatures. And in the shadow of the law Moses was called the saviour of Israel, for he brought them out of Egypt. So now also the true redeemer, Christ, passes into the hidden places of the soul and brings her out of the dark Egypt, out of the heaviest yoke and the bitter slavery. He charges us, therefore, to come out of the world and to be poor with respect to all visible things, and to have no earthly care, but to stand night and day at the door and to await the time when the Lord will open the closed hearts and pour out on us the gift of the Holy Spirit.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.6 (PG 34:548; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-6)."},"macarius-homiliae-spirituales/11.7":{"o":"Εἶπεν οὖν ἀφιέναι χρυσὸν, ἄργυρον, συγγένειαν, πωλῆσαι τὰ ὑπάρχοντα, καὶ διαδοῦναι πτωχοῖς, καὶ θησαυρίζειν αὐτὰ, καὶ ζητεῖν εἰς τοὺς οὐρανούς· Ὄπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου. Ἤδει γὰρ ὁ Κύριος, ὅτι ἐντεῦθεν ὁ Σατανᾶς κατισχύει τῶν λογισμῶν, τοῦ καταφέρειν αὐτοὺς εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμάτων. Διὰ τοῦτο ὁ Θεὸς προνοούμενος τῆς ψυχῆς σου, εἶπεν ἀποτάξασθαι πᾶσιν, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐράνιον πλοῦτον, καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν Θεόν. Ἐὰν γὰρ καὶ θελήσῃς ἐπιστραφῆναι πρὸς τὰ κτίσματα, οὐδὲν εὑρίσκεις τῶν φαινομένων κεκτημένος. Θέλεις, οὐ θέλεις, ὅπου ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζει πέμψαι τὸν νοῦν σου πρὸς τὸν οὐράνιον. Ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου.","t":"He said, then, to let go of gold, silver, kindred; to sell one's goods and distribute them to the poor, and to store them up and seek them in the heavens: \"For where your treasure is, there your heart will be also.\" For the Lord knew that from this source Satan gets power over the thoughts, to drag them down into the care of material and earthly matters. For this reason God, in his providence for your soul, said to renounce everything, so that even against your will you might seek the heavenly riches and have your heart toward God. For if you wish to turn back to created things, you find yourself possessing nothing of the visible. Whether you will or not, where you have stored and laid these things up, there you are compelled to send your mind — to the heavenly. \"For where your treasure is, there your heart will be also.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 11.7 (PG 34:548–549; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-7)."},"macarius-homiliae-spirituales/11.8":{"o":"Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ Θεὸς τῷ Μωϋσεῖ, ἵνα ποιήσῃ ὄφιν χαλκοῦν, καὶ τοῦτον ὑψώσῃ, καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου· καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, ἰάσεως ἐτύγχανον. Τοῦτο οἰκονομικῶς ἐγίνετο, ἵνα οἱ κατεχόμενοι εἰς τὰς γηΐνας μερίμνας, καὶ εἰς τὰς εἰδωλολατρείας, καὶ εἰς τὰς ἡδονὰς τοῦ Σατανᾶ, καὶ εἰς πᾶσαν ἀσέβειαν, διὰ τούτου τοῦ τρόπου μερικῶς πως ἀνακύψωσιν ἐπὶ τὰ ἄνω, καὶ ἀναψύξαντες ἀπὸ τῶν κάτω προσέχωσιν ἐπὶ τὰ ὑψηλὰ, καὶ πάλιν ἀπ᾿ ἐκείνων προκόψωσιν εἰς τὸ ὑψηλότατον καὶ οὕτως κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότερον καὶ ἀνώτερον γένος ἐπιγινώσκωσιν, ὅτι ἐστὶν ὕψιστος παρὰ πᾶσαν τὴν κτίσιν. Οὕτω καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι, καὶ πάντα πωλήσαντα δοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ῥέψαι ἐπὶ τῆς γῆς, μὴ δυνηθῇς. Ἐρευνήσας γὰρ ἐν τῇ καρδίᾳ σου ἄρχου μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι, Παρ᾿ ὃ ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανὸν, ὅπου ἔχομεν τὸν θησαυρὸν, ὅπου ἐπραγματευσάμεθα. Ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος, καὶ ἐπιζητεῖν τὰ ἀνώτερα, καὶ προκόπτειν ἐν τούτῳ.","t":"For in the law God commanded Moses to make a bronze serpent and to lift it up and fasten it to the top of the pole; and all who were struck by the serpents, when they looked at the bronze serpent, obtained healing. This was done by dispensation, so that those who were held fast in earthly cares and idolatries and the pleasures of Satan and every impiety might by this means lift their heads in some partial way toward the things above, and, taking breath from the things below, might attend to the things on high; and again from those might advance to what is highest; and so, advancing little by little, might come to know the higher and loftier kind, that there is one who is highest above all creation. So he commanded you also to become poor and to sell everything and give to the poor, so that thereafter, even if you wished to sink down to the earth, you might not be able to. For when you have searched in your heart, begin to reason with your thoughts: \"Since we have nothing on earth, let us go to heaven, where we have our treasure, where we have done our business.\" Your mind begins to lift itself to the height and to seek the things above and to advance in this.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.8 (PG 34:549–550; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-8)."},"macarius-homiliae-spirituales/11.9":{"o":"Τί δὲ ἐστιν ὁ νεκρὸς ὄφις, ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου, ἰᾶτο τοὺς πεπληγμένους; ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε τύπος ἐστὶ τοῦ σώματος τοῦ Κυρίου. Τὸ σῶμα γὰρ ὅ ἔλαβεν ἐκ τῆς Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ, καὶ ἐκρέμασε, καὶ προσέπηξεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄφιν ζῶντα καὶ ἔρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινεν. Ὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις τὸν ζῶντα ἀπέκτεινεν; ἀλλ᾽ ὃν τρόπον ἐποίησε Μωϋσῆς καινὸν ἔργον, ὁμοίωμα τοῦ ζῶντος ὄφεως ποιήσας οὕτω καὶ ὁ Κύριος καινὸν ἔργον ἐκ τῆς Μαρίας ἐποίησε, καὶ τοῦτο ἐνεδύσατο ἀλλ᾽ οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ· τὸ Πνεῦμα τὸ οὐράνιον ἐν τῷ Ἀδὰμ εἰσελθὸν εἰργάσατο, καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο, ἀνθρωπίνην σάρκα, καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ. Ὥσπερ οὖν ὄφις χαλκοῦς ἕως τοῦ Μωϋσέως οὐκ ἐκελεύσθη ὑπὸ τοῦ Κυρίου ἐν κόσμῳ γενέσθαι οὕτω δὴ σῶμα καινὸν καὶ ἀναμάρτητον, ἕως τοῦ Κυρίου οὐκ ἐφάνη ἐν τῷ κόσμῳ. Παραβάντος γὰρ τὴν ἐντολὴν τοῦ πρώτου ᾿Ἀδὰμ, ἐβασίλευσεν ὁ θάνατος ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν.","t":"And what is it that the dead serpent, fastened to the top of the pole, healed those who had been struck? The dead serpent overcame the living ones; so that it is a type of the body of the Lord. For the body which he took from Mary he carried up on the cross and hung it and fastened it to the wood; and the dead body overcame and killed the serpent that was living and creeping in the heart. Here is the greatest wonder: how did the dead serpent kill the living one? But just as Moses made a new work, making a likeness of the living serpent, so the Lord made a new work from Mary, and put it on. But he did not bring the body from heaven: the heavenly Spirit entered into Adam and wrought it, and mingled it with the Godhead, and he put on human flesh and formed it in the womb. As, then, a bronze serpent was not commanded by the Lord to come into being in the world until Moses, so a new and sinless body did not appear in the world until the Lord. For when the first Adam transgressed the commandment, death reigned over all his children; so a dead body overcame the living serpent.","f":"Ps.-Macarius, <i>Hom.</i> 11.9 (PG 34:550–551; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/11-9)."},"macarius-homiliae-spirituales/12.1":{"o":"Ὁ Ἀδὰμ τὴν ἐντολὴν παραβὰς, κατὰ δύο τρόπους ἀπώλετο ἕνα μὲν, ὅτι ἀπώλεσε τὸ κτῆμα τὸ καθαρὸν τῆς φύσεως αὐτοῦ, τὸ ὡραῖον, τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἕτερον δὲ, ὅτι ἀπώλεσεν αὐτὴν τὴν εἰκόνα, ἐν ᾗ ἀπέκειτο αὐτῷ κατ' ἐπαγγελίαν ἡ ἐπουράνιος πᾶσα κληρονομία. Ὥσπερ ἐὰν ᾗ νόμισμα, τὴν εἰκόνα τοῦ βασιλέως ἔχον, καὶ τοῦτο παραχαραγῇ, ὁ χρυσός τε ἀπώλετο, καὶ ἡ εἰκὼν οὐ χρησιμεύει, τοιοῦτον ἔπαθε καὶ ὁ ᾿Αδάμ· μέγας γὰρ πλοῦτος καὶ μεγάλη ἡ κληρονομία εὐτρέπιστο αὐτῷ. Ὥσπερ ἐὰν ἡ χωρίον μέγα, καὶ τοῦτο ἔχῃ προσόδους πολλὰς, ἐκεῖ ἄμπελος εὐθύνουσα, ἐκεῖ χῶραι εὐφοροῦσαι, ἐκεῖ ἀγέλαι, ἐκεῖ χρυσὸς καὶ ἄργυρος· οὕτως ἦν τίμιον τὸ χωρίον πρὸ τῆς παρακοῆς, αὐτὸ τὸ σκεῦος τοῦ ᾿Αδάμ. ᾿Αλλ' ἐπειδὴ κακὰ ἔσχε διανοήματα καὶ λογισμοὺς, ἀπώλετο ἀπὸ τοῦ Θεοῦ.","t":"Homily 12. On the state of Adam before he transgressed God's commandment, and after he had lost both his own image and the heavenly one. The homily also contains certain very profitable inquiries.\n\nWhen Adam transgressed the commandment he perished in two ways: first, because he lost the pure possession of his nature, the beautiful thing that was according to the image and likeness of God; and second, because he lost that very image in which the whole heavenly inheritance was laid up for him by promise. It is as when there is a coin bearing the king's image, and it is counterfeited: both the gold is lost and the image is of no use. Just so it fared with Adam; for great wealth and a great inheritance had been made ready for him. It is as when there is a great estate, and this has many revenues: there a thriving vine, there fields bearing well, there herds, there gold and silver. So precious was that estate, Adam's own vessel, before the disobedience. But when he came to have evil thoughts and reasonings, he was lost from God.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.1 (PG 34:557; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-1)."},"macarius-homiliae-spirituales/12.10":{"o":"Ἕκαστος γὰρ ἄρχεται ἐπερωτᾷν, ὡς ἐν τίνι ἦν ὁ ᾿Αδὰμ, καὶ τί ἔπραξεν; Αὐτὸς γὰρ ὁ ᾿Ἀδὰμ τὴν γνῶσιν ἐδέξατο καλοῦ τε καὶ κακοῦ. Λοιπὸν ἀκούομεν ἐκ τῶν Γραφῶν, ὅτι ἐν τιμῇ καὶ ἐν καθαρότητι ἦν· καὶ παραβὰς τὴν ἐντολὴν ἐξεβλήθη τοῦ παραδείσου, καὶ ὠργίσθη αὐτῷ ὁ Θεός. Λοιπὸν καὶ τὰ καλὰ αὐτοῦ μανθάνει, καὶ τὰ κακὰ μαθὼν ἀσφαλίζεται ἑαυτὸν, ἵνα μηκέτι ἁμαρτήσας ἐμπέσῃ εἰς κρίμα θανάτου. Γινώσκομεν δὲ, ὅτι πᾶσα ἡ κτίσις τοῦ Θεοῦ δι᾿ αὐτοῦ οἰκονομεῖται. Αὐτὸς γὰρ ἐποίησεν οὐρανὸν, γῆν, ζῶα, ἑρπετὰ, θηρία, βλέπομεν, τὸν δὲ ἀριθμὸν ἀγνοοῦμεν. Τίς γὰρ ἀνθρώπων οἶδεν, εἰ μὴ μόνον ὁ Θεὸς ὁ ὧν ἐν πᾶσι, καὶ τοῖς ἐμβρύοις δὲ τῶν ζώων; Οὐχὶ αὐτὸς ἐπίσταται τὰ ὄντα ὑποκάτω τῆς γῆς, καὶ ἐπάνω τῶν οὐρανῶν·","t":"For everyone begins to ask in what state Adam was, and what he did. For Adam himself received the knowledge of both good and evil. So then we hear from the Scriptures that he was in honour and in purity, and that when he transgressed the commandment he was cast out of paradise, and God was angry with him. So a man learns both what is good for him, and, having learned what is evil, guards himself, that he may not sin again and fall into the judgment of death. And we know that the whole creation of God is governed by him. For he made heaven, earth, living creatures, creeping things, wild beasts; we see them, but their number we do not know. For what man knows it, save God alone, who is in all things, and in the very embryos of the animals? Does not he himself understand the things that are beneath the earth and above the heavens?","f":"Ps.-Macarius, <i>Hom.</i> 12.10 (PG 34:562–563; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-10)."},"macarius-homiliae-spirituales/12.11":{"o":"Παραλιπόντες οὖν ταῦτα, μᾶλλον ζητήσωμεν, ὡς καλοὶ ἔμποροι, κληρονομίαν κτήσασθαι ἐπουράνιον, καὶ τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν· μάθωμεν κτήσασθαι κτήματα ἅπερ συμπαραμένει ἡμῖν. Ἐὰν γὰρ ἄρξῃ ἄνθρωπος ὧν ἐρευνᾶν τὸν λογισμὸν τοῦ Θεοῦ, καὶ λέγειν, εὗρόν τι καὶ κατέλαβον, εύρεθήσεται ὁ ἀνθρώπινος νοῦς ὑπερβαίνων τὸν λογισμὸν τοῦ Θεοῦ. Ἐν τούτῳ δὲ πολὺ πλανᾷ καὶ ὅσον θέλεις διὰ γνώσεως ἐρευνῆσαι καὶ εἰσελθεῖν, χωρεῖς εἰς βάθος, καὶ οὐδὲν καταλαμβάνεις· αὐτὰς γὰρ τὰς ἐπισκέψεις τὰς γιγνομένας σοι, τί ἐργάζεται καθ' ἡμέραν ἐν σοὶ, καὶ πῶς, ἄῤῥητά ἐστι, καὶ ἀκατάληπτα, ἢ μόνον δέξασθαι μετὰ εὐχαριστίας καὶ πιστεύειν. Τὴν γὰρ σὴν ψυχὴν ἐξ οὗ ἐγεννήθης καὶ ἕως ἄρτι, ἠδυνήθης γνωρίσαι; ἐπεὶ ἐπάγγειλόν μοι ἀπὸ πρωΐ καὶ ἕως ὀψὲ τοὺς βρύοντας ἐν σοὶ λογισμούς. Εἰπέ μοι τὰς ἐνθυμήσεις τριῶν ἡμερῶν· ἀλλ᾽ οὐ δύνασαι. Εἰ οὖν τοὺς λογισμοὺς τῆς ψυχῆς σου καταλαβεῖν οὐκ ἠδυνήθης, τοὺς λογισμοὺς τοῦ Θεοῦ καὶ τὸν νοῦν πῶς δύνασαι εὑρεῖν;","t":"Leaving these things aside, then, let us rather seek, like good merchants, to gain a heavenly inheritance and the things that profit our souls; let us learn to gain possessions that remain with us. For if a man begins to search out the reasoning of God and to say, \"I have found something and have grasped it,\" the human mind will be found overstepping the reasoning of God. In this a man greatly goes astray; for however much you wish to search out and enter in by knowledge, you go down into the deep and grasp nothing. For the very visitations that come to you, and what they work in you each day, and how, are unspeakable and beyond comprehension; one can only receive them with thanksgiving and believe. Your own soul, from the day you were born until now, have you been able to know it? Then declare to me the thoughts that well up in you from morning until evening. Tell me the reflections of three days. But you cannot. If, then, you have not been able to grasp the reasonings of your own soul, how can you find out the reasonings and the mind of God?","f":"Ps.-Macarius, <i>Hom.</i> 12.11 (PG 34:563; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-11)."},"macarius-homiliae-spirituales/12.12":{"o":"Ἀλλὰ σὺ ὅσον εὑρίσκεις ἄρτον φάγε, καὶ ἄφες ὅλην τὴν γῆν καὶ ἄπελθε εἰς τὸ χεῖλος τοῦ ποταμοῦ, καὶ πίε ὅσον χρείαν ἔχεις, καὶ πάρελθε, καὶ μὴ ζητήσῃς πόθεν ἔρχεται, ἢ πῶς ῥέει. Σπούδασον θεραπευθῆναι τὸν πόδα, ἢ τὸν πόνον τοῦ ὀφθαλμοῦ σου, ἵνα ἴδῃς τὸ φῶς τοῦ ἡλίου. Μὴ ζητήσῃς δὲ πόσον ἔχει φῶς ὁ ἥλιος πόσον ἀνατέλλει ζῶον. Ὁ προσχωρεί σοι εἰς χρῆσιν, λάβε. Καὶ τί ἀπέρχῃ εἰς ὅρη, καὶ ζητεῖς πόσοι ἐκεῖ νέμονται ὄναγροι ἢ θηρία; καὶ τὸ παιδίον ὅτε προσέρχεται τῷ μαζῷ τῆς μητρὸς, λαμβάνει τὸ γάλα καὶ τρέφεται. Οὐκ οἶδεν δὲ ἐρευνᾷν τὴν ῥίζαν ἢ τὴν πηγὴν πόθεν οὕτως ἐπιῤῥέει· θηλάζει γὰρ τὸ γάλα, καὶ τὸν ὀρὸν ὅλον ἀποκενοῖ· καὶ πάλιν ἄλλην ὥραν μεστοῦται ὁ μαζός· τοῦτο οὔτε τὸ παιδίον οἶδεν, οὔτε ἡ μήτηρ αὐτοῦ, εἰ καὶ τὰ μάλιστα ἀπὸ ὅλων τῶν μελῶν τῆς μητρὸς ἐξέρχεται τὸ γάλα. Εἰ ζητεῖς οὖν τὸν Κύριον εἰς βάθος, ἐκεῖ εὑρίσκεις αὐτὸν ποιοῦντα σημεία. Εί ζητεῖς αὐτὸν ἐν λάκκῳ, ἐκεῖ εὑρίσκεις αὐτὸν ἐν μέσῳ δύο λεόντων φυλάσσοντα τὸν δίκαιον Δανιήλ. Εἰ ζητεῖς αὐτὸν εἰς πῦρ, ἐκεῖ εὑρίσκεις αὐτὸν βοηθοῦντα τοῖς δούλοις αὐτοῦ. Εἰ ζητεῖς αὐτὸν ἐν ὄρει, ἐκεῖ εὑρίσκεις αὐτὸν μετὰ τοῦ Ἠλία καὶ Μωσέως. Πανταχοῦ οὖν ἐστι, καὶ ὑποκάτω τῆς γῆς, καὶ ὑπεράνω τῶν οὐρανῶν, εἴτε ἐν ἡμῖν, πανταχοῦ ἐστιν. Οὕτως καὶ ἡ ψυχὴ ἐγγύς σου ἐστι, καὶ ἔσωθέν σου ἐστι, καὶ ἔξωθέν σου ἐστιν. Ὅπου γὰρ θέλεις, εἰς μακρὰς πατρίδας, ἐκεῖ ἐστιν ὁ νοῦς σου, εἴτε ἐπὶ δυσμὰς, εἴτε ἐπὶ ἀνατολὰς, εἴτε εἰς τοὺς οὐρανοὺς ἐκεῖ εὑρίσκεται.","t":"But do you eat as much bread as you find; and leave the whole earth, and go to the edge of the river and drink as much as you need, and pass on, and do not ask where it comes from or how it flows. Be eager to have your foot healed, or the pain in your eye, so that you may see the light of the sun; but do not ask how much light the sun has, or how it rises upon living things. What is offered you for your use, take. And why do you go off into the mountains and ask how many wild asses or wild beasts graze there? When a little child comes to its mother's breast, it takes the milk and is fed; it does not know how to search out the root or the spring from which it so flows. For it sucks the milk and empties out all the whey, and again at another hour the breast is filled; and neither the child knows this nor its mother, even though the milk comes out of the mother's whole body. If, then, you seek the Lord in the deep, there you find him working signs. If you seek him in a pit, there you find him in the midst of two lions, guarding the righteous Daniel. If you seek him in fire, there you find him helping his servants. If you seek him on a mountain, there you find him with Elijah and Moses. Everywhere, then, he is: both beneath the earth and above the heavens, and within us; he is everywhere. So also your soul is near you, and is within you, and is outside you; for wherever you wish, in far countries, there is your mind, whether in the west or in the east or in the heavens: there it is found.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.12 (PG 34:563–564; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-12)."},"macarius-homiliae-spirituales/12.13":{"o":"Ζητήσωμεν οὖν προηγουμένως τὸν καυτῆρα τοῦ Κυρίου καὶ τὴν σφραγίδα ἐν ἑαυτοῖς ἔχειν· ὅτι ἐν τῷ καιρῷ τῆς κρίσεως, γινομένης τῆς ἀποτομίας τοῦ Θεοῦ, καὶ συναγομένων ὅλων τῶν φυλῶν τῆς γῆς ὅλου τοῦ ᾿Αδάμ, ὅταν καλέσῃ ὁ ποιμὴν τὴν ἰδίαν ποίμνην, ὅσοι ἔχουσι τὸν καυτῆρα, ἐπιγινώσκουσι τὸν ἴδιον ποιμένα, καὶ ὁ ποιμὴν τοὺς ἔχοντας τὴν ἰδίαν σφραγίδα γνωρίζει, καὶ ἐπισυνάγει ἀπὸ πάντων τῶν ἐθνῶν. Τῆς φωνῆς γὰρ αὐτοῦ ἀκούουσιν οἱ ἴδιοι, καὶ ὑπάγουσιν ὀπίσω αὐτοῦ. Εἰς δύο γὰρ μέρη ἴσταται ὁ κόσμος, καὶ γίγνεται μία ποίμνη σκοτεινή, ἡ χωροῦσα εἰς πῦρ αἰώνιον. Καὶ μία πλήρης φωτὸς, ἡ πρὸς τὴν οὐράνιον λῆξιν ἀναγομένη· αὐτὸ οὖν ὁ νῦν κτώμεθα ἐν ταῖς ψυχαῖς, αὐτὸ ἐκεῖνο λάμπει καὶ φανεροῦται, καὶ τὰ σώματα ἐνδύει δόξαν.","t":"Let us seek, then, above all to have in ourselves the Lord's brand and his seal; because at the time of the judgment, when God's dividing takes place and all the tribes of the earth, the whole of Adam, are gathered together, when the shepherd calls his own flock, those who bear the brand recognize their own shepherd, and the shepherd knows those who bear his own seal, and gathers them together out of all the nations. For his own hear his voice and go after him. For the world takes its stand in two parts: there comes to be one flock that is dark, which goes away into eternal fire, and one that is full of light, which is led up to the heavenly portion. That very thing, then, which we now gain in our souls, that same thing shines out and is made manifest, and clothes our bodies with glory.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.13 (PG 34:564–565; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-13)."},"macarius-homiliae-spirituales/12.14":{"o":"Ὥσπερ ἐν τῷ καιρῷ τοῦ Ξανθικοῦ μηνὸς αἱ ῥίζαι κεχωσμέναι ἐν τῇ γῇ, τοὺς ἰδίους καρποὺς, καὶ τὰ ἴδια ἄνθη καὶ κάλλη ἐκβλαστάνουσι, καὶ καρποφοροῦσι, καὶ φανεροῦνται αἱ καλαὶ ῥίζαι, καὶ αἱ τὰς ἀκάνθας ἔχουσαι φανεραὶ γίνονται οὕτως ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἕκαστος διὰ τοῦ ἰδίου σώματος, ἅπερ ἔπραξεν, ἐμφανίζει, καὶ φανεροῦται τά τε καλὰ καὶ τὰ κακά. Ἐκεῖ γάρ ἐστι πᾶσα ἡ κρίσις καὶ ἡ ἀνταπόδοσις. Ἔστι γὰρ ἄλλη τροφή παρὰ ταύτην τὴν φαινομένην· καὶ γάρ Μωϋσῆς ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος, ἡμέρας τεσσαράκοντα ἐνήστευσεν. ᾿Ανῆλθεν ἄνθρωπος, κατῆλθε Θεὸν ἔχων. Καὶ ἴδε βλέπομεν ἐν ἡμῖν, ὅτι ἐν ὀλίγαις ἡμέραις, ἐὰν μὴ ὑποστηριχθῇ τὸ σῶμα βρώμασι, φθείρεται. Καὶ αὐτὸς ἐν τεσσαράκοντα ἡμέραις νηστεύσας, πλεῖον ὅλων ἐνδυναμώτερος κατῆλθεν. Ἐτρέφετο γὰρ ὑπὸ τοῦ Θεοῦ, καὶ ᾠκονομεῖτο αὐτοῦ τὸ σῶμα ἄλλῃ τροφῇ ἐπουρανίῳ. Ὁ γὰρ λόγος τοῦ Θεοῦ τροφὴ αὐτῷ ἐγίγνετο, καὶ εἶχε δόξαν εἰς τὸ πρόσωπον· τὸ γενόμενον, τύπος ἦν· ἐκείνη γὰρ ἡ δόξα νῦν ἔσωθεν εἰς τὰς καρδίας τῶν Χριστιανῶν λάμπει. ᾿Ανιστάμενα γὰρ τὰ σώματα ἐν τῇ ἀναστάσει ἄλλῳ ἐνδύματι θεϊκῷ σκεπάζονται, καὶ βρώσει ἐπουρανίῳ τρέφονται.","t":"Just as in the season of the month Xanthicus the roots that are buried in the earth put forth their own fruits and their own flowers and beauties and bear fruit, and the good roots are made manifest, and those that bear thorns become manifest too, so in that day each man displays through his own body the things that he has done, and both the good and the evil are made manifest. For there is the whole judgment and the recompense. There is indeed another food besides this visible one. For Moses, when he went up into the mountain, fasted forty days: he went up a man, he came down having God. And see, we observe in ourselves that in a few days, if the body is not supported with food, it decays; yet he, after fasting forty days, came down stronger than them all. For he was fed by God, and his body was sustained by another, heavenly food. For the word of God became food to him, and he had glory upon his face. What happened then was a figure; for that glory now shines within, in the hearts of Christians. For the bodies, when they rise at the resurrection, are covered with another, divine garment and are fed with heavenly food.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.14 (PG 34:565–566; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-14)."},"macarius-homiliae-spirituales/12.15":{"o":"Ερώτησις. Τί ἐστι, γυνὴ ἀκατακαλύπτῷ κεφαλῇ προσευχομένη; Ἀπόκρισις. Ἐπειδὴ ἐν τῷ καιρῷ τῶν ἀποστόλων ἀφιεμένας εἶχον τὰς τρίχας ἀντὶ σκεπάσματος· διὰ τοῦτο ὁ Κύριος καὶ οἱ ἀπόστολοι ἦλθον εἰς τὴν κτίσιν καὶ ἐσωφρόνησαν αὐτήν. Πλὴν ἡ γυνή κεῖται εἰς τύπον τῆς Ἐκκλησίας· καὶ ὥσπερ εἰς τὸ φαινόμενον ἐν ἐκείνῳ τῷ καιρῷ ἐκεῖναι εἶχον ἐξηπλωμένας τὰς τρίχας ἀντὶ σκεπάσματος· οὕτω καὶ ἡ Ἐκκλησία τὰ τέκνα αὐτῆς ἐνδύει καὶ περιβάλλει ἐνδύμασι θεϊκοῖς καὶ δεδοξασμένοις. Καὶ εἰς τὸ παλαιὸν δὲ τῆς Ἐκκλησίας Ἰσραὴλ, μία ἦν ἡ συναγωγὴ, καὶ ἐσκέπετο ὑπὸ τοῦ Πνεύματος, καὶ ἦσαν ἀντὶ δόξης περιβεβλημένοι τὸ Πνεῦμα, εἰ καὶ αὐτοὶ οὐκ ἐστοίχησαν. Ἐκκλησία οὖν λέγεται καὶ ἐπὶ πολλῶν, καὶ ἐπὶ μιᾶς ψυχῆς· αὐτὴ γὰρ ἡ ψυχὴ συνάγει ὅλους τοὺς λογισμοὺς, καὶ ἔστιν Ἐκκλησία τῷ Θεῷ. Ἡρμόσθη γὰρ εἰς κοινωνίαν ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ, καὶ κιρνᾶται τῷ ἐπουρανίῳ, τοῦτο δὲ καὶ ἐπὶ πολλῶν νοεῖται, καὶ ἐπὶ ἑνός. Καὶ γὰρ ὁ προφήτης λέγει περὶ τῆς Ἱερουσαλήμ, Εὖρόν σε ἔρημον καὶ γυμνὴν, καὶ ἐνέδυσά σε, καὶ τὰ ἑξῆς, ὡς ἐπὶ τοῦ ἑνὸς προσώπου εἶπεν.","t":"Question. What is meant by a woman praying with her head uncovered?\n\nAnswer. Since in the time of the apostles the women used to let their hair hang loose instead of a covering, for this reason the Lord and the apostles came to the creation and brought it to sobriety. But the woman stands as a figure of the church. And as, in what was outwardly seen at that time, those women had their hair spread out instead of a covering, so the church also clothes her children and wraps them about with divine and glorified garments. And in the ancient Israel of the church there was one assembly, and it was covered by the Spirit, and instead of a glory they were wrapped about with the Spirit, even though they themselves did not keep in step. \"Church,\" then, is said both of many and of a single soul; for the soul itself gathers together all its thoughts and is a church to God. For the soul has been joined into fellowship with the heavenly bridegroom and is mingled with the heavenly one; and this is understood both of many and of one. For the prophet says concerning Jerusalem, \"I found you desolate and naked, and I clothed you,\" and what follows, speaking as of a single person.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.15 (PG 34:566; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-15)."},"macarius-homiliae-spirituales/12.16":{"o":"Ερώτησις. Τί ἐστιν ὁ ἡ Μάρθα εἶπε τῷ Κυρίῳ περὶ τῆς Μαρίας, ὅτι Ἐγὼ κάμνω εἰς πολλά, καὶ αὕτη παρακαθέζεταί σοι; ᾿Απόκρισις. \"Ο ὤφειλεν εἰπεῖν ἡ Μαρία τῇ Μάρθα, ὁ Κύριος προλαβὼν εἶπεν αὐτῇ, ὅτι πάντα ἀφῆκεν ἐκείνη, καὶ παρὰ τοὺς πόδας ἐκάθητο τοῦ Κυρίου, καὶ τὸν Θεὸν εὐλόγει ὅλην τὴν ἡμέραν. Ὁρᾷς προσεδρείαν ὑπὲρ ἀγάπης. Ἵνα δὲ σαφέστερον ὁ λόγος τοῦ Θεοῦ φωτισθῇ, ἄκουσον. Εἴ τις ἀγαπᾷ τὸν Ἰησοῦν, καὶ προσέχει αὐτῷ ὀρθῶς καὶ οὐχ ἁπλῶς προσέχει, ἀλλὰ καὶ παραμένει ἐν τῇ ἀγάπῃ, ἤδη καὶ ὁ Θεὸς λογίζεται ἀντὶ τῆς ἀγάπης ἐκείνης δοῦναί τι ἐκείνῃ τῇ ψυχῇ, εἰ καὶ ὁ ἄνθρωπος οὐκ οἶδε τί μέλλει λαμβάνειν, ἢ ποῖον μέρος μέλλει ὁ Θεὸς διδόναι τῇ ψυχῇ. Καὶ τῇ Μαρίᾳ γὰρ ἀγαπώσῃ αὐτὸν, καὶ παρακαθεζομένῃ παρὰ τοὺς πόδας αὐτοῦ, οὐχ ἁπλῶς προσετέθη, ἀλλὰ δύναμίν τινα κρυφιμαίαν ἐκ τῆς αὐτοῦ οὐσίας ἔδωκεν αὐτῇ. Αὐτοὶ γὰρ οἱ λόγοι, οὓς ἐλάλει ὁ Θεὸς μετὰ εἰρήνης τῇ Μαρίᾳ, πνεύματα ἦσαν καὶ δύναμίς τις· καὶ οὗτοι οἱ λόγοι εἰσερχόμενοι εἰς τὴν καρδίαν, ψυχὴ εἰς ψυχὴν, καὶ πνεῦμα εἰς πνεῦμα, καὶ δύναμις θεϊκὴ ἐπληροῦτο εἰς τὴν καρδίαν αὐτῆς. Ἐξ ἀνάγκης γὰρ ἐκείνη ἡ δύναμις, ὅπου καταλύσει παράμονος γίγνεται, ὡς κτῆμα ἀναφαίρετον. Διὰ τοῦτο ὁ Κύριος εἰδὼς τί ἔδωκεν αὐτῇ, εἶπε, Μαρία τὴν καλὴν μερίδα ἐξελέξατο. Μετὰ δὲ καιρὸν ἐκεῖνα ἃ ἐποίει προθύμως περὶ τὴν διακονίαν ἡ Μάρθα, ἤνεγκεν αὐτὴν εἰς τὸ χάρισμα ἐκεῖνο. Καὶ αὐτὴ γὰρ ἐδέξατο δύναμιν θεϊκὴν τῇ ψυχῇ αὐτῆς.","t":"Question. What does it mean that Martha said to the Lord about Mary, \"I am toiling at many things, and she sits beside you\"?\n\nAnswer. What Mary ought to have said to Martha, the Lord said for her beforehand: that she had left everything and was sitting at the Lord's feet and blessing God the whole day long. You see her constant attendance, which came of love. But that the word of God may be made plainer, listen. If anyone loves Jesus and attends to him rightly, and does not merely attend but also abides in that love, God already reckons, in return for that love, to give something to that soul, even though the man does not know what he is to receive, or what portion God is going to give to the soul. So to Mary too, as she loved him and sat beside his feet, nothing was merely added; rather, he gave her a certain hidden power out of his own being. For the very words which God spoke in peace to Mary were spirits and a certain power; and these words, entering into her heart, soul into soul and spirit into spirit, and a divine power was filled into her heart. For of necessity that power, wherever it takes up its lodging, becomes abiding, as a possession that cannot be taken away. Therefore the Lord, knowing what he had given her, said, \"Mary has chosen the good portion.\" And after a time those things which Martha was doing eagerly about her serving brought her too to that gift; for she also received a divine power into her soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.16 (PG 34:567–568; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-16)."},"macarius-homiliae-spirituales/12.17":{"o":"Καὶ τί θαυμαστὸν, εἱ οἱ προσερχόμενοι τῷ Κυρίῳ, καὶ προσκολλώμενοι σωματικῶς ἐλάμβανον δύναμιν, ὁπότε οἱ ἀποστόλοι ἐλάλουν λόγον, καὶ ἔπιπτεν ἐπὶ τοὺς πιστεύοντας τὸ Πνεῦμα τὸ ἅγιον; ὁ Κορνήλιος ἐκ τοῦ λόγου οὗ ἤκουσεν ἔλαβεν δύναμιν· πόσῳ μᾶλλον ὁ Κύριος ὅτε ἐλάλει λόγον τῇ Μαρία, ἢ τῷ Ζακχαίῳ, ἢ τῇ ἁμαρτωλῷ, ἥτις λιπάνασα τὰς τρίχας, ἀπέμασσε τοὺς πόδας τοῦ Κυρίου· ἢ τῇ Σαμαρίτιδι, ἢ τῷ λῃστῇ, ἐγίγνετο δύναμις, καὶ συνεκεράσθη ταῖς ψυχαῖς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ νῦν οἱ ἀγαπῶντες τὸν Θεὸν, καὶ καταλιμπάνοντες πάντα, καὶ τῇ εὐχῇ προσκαρτεροῦντες, διδάσκονται ἐν κρυπτῷ, ἃ οὐκ οἶδασιν· αὐτὴ γὰρ ἡ ἀλήθεια κατὰ τὴν προαίρεσιν αὐτῶν φανεροῦται αὐτοῖς, καὶ διδάσκει αὐτοὺς, ὅτι Ἐγώ εἰμι ἡ ἀλήθεια. Καὶ αὐτοὶ γὰρ οἱ ἀπόστολοι πρὸ τοῦ σταυροῦ παραμένοντες τῷ Κυρίῳ, ἔβλεπον σημεῖα μεγάλα, ὅπως τε λεπροὶ ἐκαθαρίζοντο, καὶ νεκροὶ ἡγείροντο. Καὶ οὐκ ᾔδεισαν πῶς ἀναστρέφεται θεία δύναμις καὶ διακονεῖ ἐν καρδίᾳ, καὶ ὅτι ἤμελλον πνευματικῶς ἀναγεννᾶσθαι, καὶ συγκιρνᾶσθαι τῇ ἐπουρανίῳ ψυχῇ, καὶ γίγνεσθαι καινὴ κτίσις, διὰ τὰ σημεῖα ἃ ἐποίει, ἡγάπων τὸν Κύριον. Λοιπὸν ὁ Κύριος ἔλεγεν αὐτοῖς, Τί θαυμάζετε τὰ σημεῖα, κληρονομίαν μεγάλην δίδωμι ὑμῖν, ἣν οὐκ ἔχει ὁ κόσμος ὅλος.","t":"And what wonder is it if those who came to the Lord and clung to him bodily received power, when the apostles would speak a word and the Holy Spirit would fall upon those who believed? Cornelius received power from the word that he heard. How much more, when the Lord spoke a word to Mary, or to Zacchaeus, or to the sinful woman who moistened her hair and wiped the Lord's feet, or to the Samaritan woman, or to the robber: power came, and the Holy Spirit was mingled with their souls. And now those who love God, and leave all things, and persevere in prayer, are taught in secret the things they do not know; for the truth itself is made manifest to them according to their purpose, and teaches them, \"I am the truth.\" For the apostles themselves, while they stayed with the Lord before the cross, saw great signs, how lepers were cleansed and the dead were raised; and they did not know how the divine power moves and ministers within the heart, nor that they were to be born again spiritually and mingled with the heavenly soul and become a new creation. Because of the signs he was doing, they loved the Lord. Then the Lord said to them, \"Why do you marvel at the signs? I am giving you a great inheritance, which the whole world does not have.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 12.17 (PG 34:568; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-17)."},"macarius-homiliae-spirituales/12.18":{"o":"Λοιπὸν αὐτοὶ ἐξενίζοντο εἰς τοὺς λόγους αὐτοῦ, ἕως ὅτου ἀνέστη ἐκ νεκρῶν, καὶ ἀνήνεγκε τὸ σῶμα ὑπὲρ ἡμῶν, ὑπεράνω τῶν οὐρανῶν· καὶ τότε εἰσῆλθε καὶ συνεκεράσθη ἐν ταῖς ψυχαῖς αὐτῶν τὸ Πνεῦμα τὸ παράκλητον. Καὶ αὐτὴ ἡ ἀλήθεια φανεροῖ ἑαυτὴν εἰς τὰς ψυχὰς τὰς πιστάς· καὶ ἔρχεται ὁ ἐπουράνιος ἄνθρωπος μετὰ τοῦ ἀνθρώπου σου, καὶ γίγνεται εἰς μίαν κοινωνίαν. Ὅσοι οὖν εἰσιν εἰς διακονίαν, καὶ προθύμως πάντα ποιοῦσι διὰ ζῆλον, καὶ πίστιν, καὶ ἀγάπην Θεοῦ, αὐτὸ ἐκεῖνο μετὰ καιρόν τινα φέρει αὐτοὺς εἰς γνῶσιν αὐτῆς τῆς ἀληθείας. Ὁ γὰρ Κύριος φανεροῦται ταῖς ψυχαῖς αὐτῶν, καὶ διδάσκει αὐτοὺς τὴν ἀναστροφὴν τοῦ ἁγίου Πνεύματος. Δόξα καὶ προσκύνησις τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"Then they were astonished at his words, until he rose from the dead and carried up the body for us, above the heavens; and then the Spirit, the Paraclete, entered in and was mingled with their souls. And the truth itself makes itself manifest to believing souls; and the heavenly man comes to be with the man that is yours, and they become one fellowship. All, then, who are engaged in serving, and do everything eagerly out of zeal and faith and love of God, are brought by that very thing, after some time, to the knowledge of the truth itself. For the Lord is made manifest to their souls and teaches them the ways of the Holy Spirit. Glory and worship to the Father and to the Son and to the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.18 (PG 34:568–569; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-18)."},"macarius-homiliae-spirituales/12.2":{"o":"Οὐ λέγομεν δὲ ὅτι ἀπώλετο τὸ ὅλον καὶ ἡφανίσθη, καὶ ἀπέθανεν· ἀπὸ τοῦ Θεοῦ ἀπέθανε, τῇ δὲ ἰδίᾳ φύσει ζῇ. Ἰδοὺ γὰρ ὅλος ὁ κόσμος περιπατεῖ ἐν τῇ γῇ, καὶ πραγματεύεται· ἀλλ᾽ ὀφθαλμὸς τοῦ Θεοῦ βλέπει αὐτὸν τὸν νοῦν, καὶ τὰς ἐνθυμήσεις, καὶ ὡς περιβλέπει, καὶ παραβλέπει, καὶ οὐ ποιεῖ ἐν αὐτοῖς κοινωνίαν, ἐπειδὴ οὐδὲν εὐάρεστον τῷ Θεῷ λογίζονται. Ωσπερ ἐὰν ὦσι πανδοχεῖα, καὶ πορνεῖα, καὶ τόποι ὅπου ἀταξίαι γίνονται καὶ ἀσωτίαι· λοιπὸν οἱ θεοσεβεῖς παρερχόμενοι οὐ βδελύσσονται, καὶ βλέποντες οὐ βλέπουσιν; ὡς νεκρὰ γὰρ αὐτοῖς ἐστιν· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τοὺς ἀποστατήσαντας διὰ τοῦ λόγου αὐτοῦ, καὶ ἀπὸ τῆς ἐντολῆς, ἐπιβλέπει μὲν, ἀλλὰ παραβλέπει αὐτοὺς, καὶ οὐ ποιεῖ ἐκεῖ κοινωνίαν, οὔτε ἐπαναπαύεται εἰς τοὺς λογισμοὺς αὐτῶν ὁ Κύριος.","t":"But we do not say that the whole was lost and made to vanish and died. He died to God, but by his own nature he lives. For see, the whole world walks about on the earth and goes about its business; but the eye of God sees their very mind and their thoughts, and as it were looks around and looks past them, and makes no fellowship with them, since they reason nothing that is well-pleasing to God. It is as when there are inns and brothels and places where disorders and debaucheries go on: do not the godly, as they pass by, abhor them? And though they see, they do not see; for such things are as dead to them. So also God looks upon those who have revolted from his word and from the commandment, but he looks past them and makes no fellowship there; nor does the Lord rest upon their reasonings.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.2 (PG 34:557–558; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-2)."},"macarius-homiliae-spirituales/12.3":{"o":"Ερώτησις. Πῶς τις δύναται εἶναι πτωχὸς τῷ πνεύματι, μάλιστα ὅτε αἰσθηθῇ ἐν ἑαυτῷ, ὅτι μετετέθη καὶ προέκοψε, καὶ εἰς γνῶσιν καὶ σύνεσιν ἦλθεν, ἣν τὸ πρότερον οὐκ εἶχεν Ἀπόκρισις. Ἕως οὗ ταῦτά τις κτᾶται, καὶ προκόπτει, οὐκ ἔστι πτωχὸς τῷ πνεύματι, ἀλλ᾽ οἴεται περὶ ἑαυτοῦ· ὅταν δὲ ἔλθῃ εἰς ταύτην τὴν σύνεσιν καὶ τὴν προκοπὴν, αὕτη ἡ χάρις διδάσκει αὐτὸν εἶναι πτωχὸν τῷ πνεύματι, τὸν ὄντα τινὰ δίκαιον καὶ ἐκλεκτὸν Θεοῦ, μὴ ἡγεῖσθαί τι ἑαυτὸν εἶναι, ἀλλ᾿ ἔχειν τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενουμένην, ὡς μηδὲν εἰδότα ἢ ἔχοντα, καίτοι εἰδότα καὶ ἔχοντα. Τοῦτο δὲ ὡς φυσικὸν καὶ πηκτὸν γίνεται ἐπὶ τῷ νοὶ τῶν ἀνθρώπων. Οὐχ ὁρᾷς ὁ προπάτωρ ἡμῶν ᾿Αβραάμ ὢν ἐκλεκτὸς, γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε; καὶ ὁ Δαβίδ, χρισθεὶς εἰς βασιλέα, Θεὸν εἶχε μεθ᾽ ἑαυτοῦ καὶ τι λέγει; Σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων, καὶ ἐξουδένωμα λαῶν.","t":"Question. How can a man be poor in spirit, especially when he perceives in himself that he has been changed and has advanced, and has come to a knowledge and understanding that he did not have before?\n\nAnswer. As long as a man is acquiring these things and advancing, he is not poor in spirit, but thinks something of himself. But when he comes to this understanding and this advance, that very grace teaches him to be poor in spirit: that is, one who is righteous and elect of God does not consider himself to be anything, but holds his own soul to be without honour and of no account, as one who knows nothing and has nothing, although he does know and does have. And this comes to be as something natural and fixed in the minds of men. Do you not see that our forefather Abraham, elect though he was, called himself earth and ashes? And David, anointed as king, had God with him, and what does he say? \"I am a worm and not a man, a reproach of men and the scorn of peoples.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 12.3 (PG 34:558; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-3)."},"macarius-homiliae-spirituales/12.4":{"o":"Οἱ οὖν θέλοντες τούτων εἶναι συγκληρονόμοι, καὶ συμπολῖται τῆς πόλεως τῆς ἐπουρανίου, καὶ συνδοξασθῆναι αὐτοῖς, ταύτην ὀφείλουσι τὴν ταπεινοφροσύνην ἔχειν, καὶ μὴ οἴεσθαι ἐν ἑαυτοῖς εἶναί τι, ἀλλ' ἔχειν συντετριμμένην τὴν καρδίαν. Εἰ γὰρ καὶ διαφόρως εἰς ἕκαστον τῶν Χριστιανῶν ἐνεργεῖ ἡ χάρις καὶ διάφορα ἔχει μέλη· ὅμως δὲ μιᾶς εἰσι πόλεως οἱ πάντες, ὁμόψυχοι, ὁμόγλωττοι, ἐπιγινώσκοντες ἀλλήλους. Ωσπερ μέλη πολλά ἐστιν ἐν σώματι, μία δὲ ψυχὴ ἐν πᾶσιν ἡ κινοῦσα ταῦτα· οὕτως ἓν πνεῦμα ἐνεργεῖ ἐν πᾶσι διαφόρως, μιᾶς δὲ εἰσι πόλεως, μιᾶς ὁδοῦ πάντες γὰρ οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν διώδευσαν, διωκόμενοι, κακουχούμενοι, ὀνειδιζόμενοι, ἐν αἰγείοις δέρμασι ζῶντες, ἐν σπηλαίοις, ἐν ταῖς ὀπαῖς τῆς γῆς. ῾Ομοίως καὶ οἱ ἀπόστολοι, ἕως τῆς ἄρτι ὥρας φασί, Καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ ὀνειδιζόμεθα, καὶ ἀστατοῦμεν. Ων οἱ μὲν ἀπεκεφαλίσθησαν, οἱ δὲ ἐσταυρώθησαν, ἄλλοι δὲ διαφόρως ἐθλίβησαν· αὐτὸς δὲ ὁ Δεσπότης προφητῶν τε καὶ ἀποστόλων, ὥσπερ ἐπιλαθόμενος τῆς θεϊκῆς δόξης, πῶς διώδευσε; τύπος ἡμῖν γιγνόμενος, διὰ ὕβρεων στέφανον ἀκάνθινον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσεν, ἐμπτύσματα ὑπέστη, ῥαπίσματα, σταυρόν.","t":"Those, then, who wish to be fellow heirs with these men and fellow citizens of the heavenly city, and to be glorified together with them, must have this humility and not think that they are anything in themselves, but have a broken heart. For although grace works differently in each of the Christians, and has different members, yet they are all of one city, of one soul and one tongue, recognizing one another. As there are many members in a body, but one soul in them all that moves them, so one Spirit works in all of them differently; yet they are of one city and of one road. For all the righteous travelled the narrow and afflicted road, persecuted, ill-treated, reproached, living in goatskins, in caves, in the holes of the earth. Likewise the apostles say, \"To this present hour we both hunger and thirst, and are naked, and are reproached, and are unsettled.\" Of these, some were beheaded, others crucified, and others afflicted in various ways. And the Master of prophets and apostles himself, as though he had forgotten his divine glory, how did he travel? Becoming a pattern for us, amid insults he wore a crown of thorns on his head, and endured spittings, blows, the cross.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.4 (PG 34:558–559; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-4)."},"macarius-homiliae-spirituales/12.5":{"o":"Εἰ ὁ Θεὸς οὕτως διώδευσεν ἐπὶ τῆς γῆς, ὀφείλεις καὶ σὺ μιμητὴς αὐτοῦ γενέσθαι· καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται οὕτως διώδευσαν· καὶ ἡμεῖς, εἰ θέλομεν τῷ θεμελίῳ τοῦ Κυρίου καὶ τῶν ἀποστόλων ἐποικοδομηθῆναι, ὀφείλομεν μιμηταὶ αὐτῶν γενέσθαι. Λέγει γὰρ ὁ ᾿Απόστολος ἐν Πνεύματι ἁγίῳ, Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. δὲ ἀγαπᾷς δόξας ἀνθρώπων, καὶ προσκυνεῖσθαι θέλεις, καὶ ἀνάπαυσιν ζητεῖς, ἐξετράπης τῆς ὁδοῦ, Χρὴ γάρ σε συσταυρωθῆναι τῷ σταυρωθέντι, συμπαθεῖν τῷ παθόντι, ἵνα οὕτως συνδοξασθῇς τῷ δοξασθέντι. Ανάγκη γὰρ τὴν νύμφην συμπαθεῖν τῷ νυμφίῳ, καὶ οὕτω γενέσθαι κοινωνὸν καὶ συγκληρονόμον Χριστοῦ. Οὐκ ἐγχωρεῖ γὰρ ἄνευ παθημάτων, καὶ τῆς τραχείας καὶ στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰσελθεῖν τινα εἰς τὴν πόλιν τῶν ἁγίων, καὶ ἀναπαῆναι, καὶ συμβασιλεῦσαι τῷ βασιλεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας.","t":"If God travelled so upon the earth, you too ought to become an imitator of him; the apostles and the prophets travelled so; and we, if we wish to be built upon the foundation of the Lord and of the apostles, ought to become imitators of them. For the Apostle says in the Holy Spirit, \"Become imitators of me, as I also am of Christ.\" But if you love the glories of men, and wish to be bowed down to, and seek your ease, you have turned aside from the road. For you must be crucified together with him who was crucified, and suffer with him who suffered, that so you may be glorified together with him who was glorified. For the bride must suffer with the bridegroom, and so become a partner and fellow heir of Christ. For it is not possible for anyone, apart from sufferings and the rough and narrow and afflicted road, to enter the city of the saints and find rest and reign together with the king for ages without end.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.5 (PG 34:559–560; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-5)."},"macarius-homiliae-spirituales/12.6":{"o":"Ερώτησις. Ἐπειδὴ ὅτι καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὴν ἐπουράνιον ἀπώλεσεν ὁ Ἀδάμ, οὐκοῦν εἰ ἐκοινώνησε τῇ εἰκόνι τῇ ἐπουρανίῳ, εἶχε Πνεῦμα ἅγιον; ᾿Απόκρισις. Ἕως ὅτε ὁ Λόγος τοῦ Θεοῦ συνῆν αὐτῷ, καὶ ἡ ἐντολὴ, εἶχε πάντα· αὐτὸς γὰρ ὁ Λόγος ἦν αὐτῷ κληρονομία, αὐτὸς ἔνδυμα καὶ δόξα σκέπουσα αὐτὸν, αὐτὸς διδασκαλία. Ὑπετίθετο γὰρ αὐτῷ καλέσαι πάντα, τοῦτο εἶπε οὐρανὸν, τοῦτο ἥλιον, τοῦτο σελήνην, τοῦτο γῆν, τοῦτο πτηνὸν, τοῦτο θηρίον, τοῦτο δένδρον, καθὼς ἐδιδάσκετο, οὕτως καὶ Έλεγεν.","t":"Question. Since Adam lost both his own image and the heavenly one, then, if he had a share in the heavenly image, did he have the Holy Spirit?\n\nAnswer. As long as the Word of God was with him, and the commandment, he had all things; for the Word himself was his inheritance, himself his clothing and a glory covering him, himself his teaching. For he suggested to him to give names to all things: \"Call this heaven, this sun, this moon, this earth, this a bird, this a beast, this a tree\"; and as he was taught, so he spoke.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.6 (PG 34:560; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-6)."},"macarius-homiliae-spirituales/12.7":{"o":"Ερώτησις. Αἴσθησιν εἶχε καὶ κοινωνίαν τοῦ Πνεύματος; Ἀπόκρισις. Αὐτὸς ὁ Λόγος συνών, πάντα ἦν αὐτῷ, εἴτε γνῶσις, εἴτε κληρονομία, εἴτε διδασκαλία. Καὶ Ἰωάννης τί λέγει περὶ τοῦ Λόγου; Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ὁρᾷς ὅτι ὁ Λόγος πάντα ἦν. Εἰ δὲ καὶ ἔξωθεν συνῆν αὐτῷ δόξα, οὐ σκανδαλιζώμεθα ἐπὶ τούτῳ, καὶ γὰρ λέγει ὅτι γυμνοὶ ἦσαν, καὶ οὐκ ἔβλεπον ἀλλήλους, καὶ μετὰ τὸ παραβῆσαι τὴν ἐντολὴν, τότε εἶδον αὐτοὺς γυμνοὺς, καὶ ἠσχύνθησαν.","t":"Question. Did he have perception and fellowship of the Spirit?\n\nAnswer. The Word himself, being with him, was all things to him, whether knowledge or inheritance or teaching. And what does John say about the Word? \"In the beginning was the Word.\" You see that the Word was all things. And if a glory was with him outwardly as well, let us not be scandalized at this; for it says that they were naked and did not see one another, and after they transgressed the commandment, then they saw themselves naked and were ashamed.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.7 (PG 34:560–561; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-7)."},"macarius-homiliae-spirituales/12.8":{"o":"Ερώτησις. Οὐκοῦν πρὸ τούτου ἦσαν ἀντὶ περιβολαίου ἐνδεδυμένοι δόξαν Θεοῦ; ᾿Απόκρισις. Ὡς ἐπὶ τῶν προφητῶν ἐνήργει τὸ Πνεῦμα καὶ ἐδίδασκεν αὐτοὺς, καὶ ἔσωθεν αὐτῶν ἦν, καὶ ἔξωθεν αὐτοῖς παρεφαίνετο· οὕτω καὶ εἰς τὸν ᾿Αδάμ ὅτε ἤθελε τὸ Πνεῦμα σὺν αὐτῷ ἦν, καὶ ἐδίδασκε καὶ ὑπετίθετο, Οὕτως εἰπὲ καὶ λέγε. Πάντα γὰρ ἦν ὁ Λόγος αὐτῷ, καὶ ἕως ὅτε ἐνέμενε τῇ ἐντολῇ, φίλος ἦν Θεοῦ. Καὶ τί θαυμαστὸν, εἰ ἐν τούτοις ὢν, παρέβη τὴν ἐντολὴν; ὁπότε καὶ οἱ πεπληρωμένοι Πνεύματος ἁγίου, ἔχουσι τοὺς φυσικοὺς λογισμοὺς, καὶ ἔχουσι θέλημα τοῦ συμφωνῆσαι; Οὕτως καὶ αὐτὸς συνὼν τῷ Θεῷ ἐν παραδείσῳ, ἀφ᾿ ἑαυτοῦ ἰδίῳ θελήματι παρέβη, καὶ ὑπήκουσε μέρει πονηρῷ· πλὴν καὶ μετὰ τὴν παράβασιν ἔσχε γνῶσιν.","t":"Question. Then before this were they clothed with the glory of God instead of a garment?\n\nAnswer. As the Spirit worked in the prophets and taught them, and was within them and appeared to them from without, so also with Adam: when it willed, the Spirit was with him and taught him and suggested to him, \"Say this, and speak thus.\" For the Word was all things to him, and as long as he remained in the commandment he was a friend of God. And what wonder is it if, being in such a state, he transgressed the commandment, when even those who are filled with the Holy Spirit have the reasonings that belong to nature, and have a will that can consent to them? So he too, being with God in paradise, of himself and by his own will transgressed, and obeyed the evil part. Yet even after the transgression he had knowledge.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.8 (PG 34:561; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-8)."},"macarius-homiliae-spirituales/12.9":{"o":"Ἐρώτησις. ῾Οποίαν; ᾿Απόκρισις. \"Ωσπερ ὅταν συλληφθῇ ληστής εἰς δικαστήριον, καὶ ἄρχεται κρίνεσθαι, λέγει αὐτῷ ὁ ἄρχων, Ὅτε ἐποίεις τὰ κακὰ, οὐκ ᾔδεις, ὅτι συλληφθῆναι ἔχεις καὶ ἀποθανεῖν Ἐκεῖνος οὐ τολμᾷ εἰπεῖν ὅτι Οὐκ ᾔδειν οἶδε γὰρ, καὶ τιμωρούμενος, πάντα μνημονεύων ἐξομολογεῖται. Καὶ ὁ πορνεύων οὐκ οἶδεν ὅτι κακῶς ποιεῖ; καὶ ὁ κλέπτων, οὐκ οἶδεν ὅτι ἁμαρτάνει; οὕτως καὶ ἄνευ Γραφῶν, οἱ ἄνθρωποι ἀπὸ τοῦ φυσικοῦ λογισμοῦ, οὐκ οἶδασιν ὅτι Θεός ἐστιν; οὐ δύνανται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰπεῖν, Οὐκ ᾔδειμεν ὅτι Θεὸς εἶ. Λέγει γὰρ αὐτοῖς τὰς γιγνομένας ἐκ τοῦ οὐρανοῦ βροντὰς, καὶ ἀστραπὰς, οὐκ οἴδατε ὅτι ἐστὶ Θεὸς διοικῶν τὴν κτίσιν; Τί οὖν ἔκραζον οἱ δαίμονες Σὺ εἶ ὁ Υἱὸς Θεοῦ, τι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς; Καὶ ἔτι ἐν τοῖς μαρτυρίοις λέγουσι, Καίεις με, καίεις με. Οὐκ ᾔδεισαν οὖν τὸ ξύλον τῆς γνώσεως τοῦ καλοῦ καὶ κακοῦ, ἡ παράβασις τοῦ ᾿Ἀδὰμ τὴν γνῶσιν ἔδωκεν.","t":"Question. What sort of knowledge?\n\nAnswer. It is as when a robber is seized and brought to the court and begins to be tried, and the magistrate says to him, \"When you were doing these evil deeds, did you not know that you would be seized and put to death?\" That man does not dare to say, \"I did not know\"; for he does know, and under punishment he remembers everything and confesses. And does not the man who commits sexual immorality know that he is doing evil? And does not the thief know that he is sinning? So too, even without the Scriptures, do not men know from the reasoning that belongs to nature that there is a God? They cannot say on that day, \"We did not know that you are God.\" For he tells them of the thunders and lightnings that come from heaven: \"Do you not know that there is a God who governs the creation?\" Why else did the demons cry out, \"You are the Son of God; why have you come before the time to torment us?\" And still in the martyrdoms they say, \"You are burning me, you are burning me.\" They did not know, then, the tree of the knowledge of good and evil: Adam's transgression gave the knowledge.","f":"Ps.-Macarius, <i>Hom.</i> 12.9 (PG 34:561–562; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/12-9)."},"macarius-homiliae-spirituales/13.1":{"o":"Ὃν καρπὸν ἀπαιτεῖ ὁ Θεὸς παρὰ τῶν Χριστιανῶν; Πάντα τὰ φαινόμενα ἔκτισεν ὁ Θεὸς, καὶ ἔδωκε τοῖς ἀνθρώποις εἰς ἀνάπαυσιν καὶ τρυφὴν, καὶ νόμον δικαιοσύνης ἔδωκεν αὐτοῖς. ᾿Ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας, ἄλλον καρπὸν ζητεῖ ὁ Θεὸς, καὶ ἄλλην δικαιοσύνην, τὴν καθαρότητα τῆς καρδίας, συνείδησιν ἀγαθὴν, λόγους χρηστοὺς, ἐνθυμήσεις σεμνὰς καὶ ἀγαθὰς, καὶ πάντα τὰ τῶν ἁγίων κατορθώματα. Λέγει γὰρ ὁ Κύριος, Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν τῷ νόμῳ γέγραπται, Μὴ πορνεύσῃς· ἐγὼ δὲ λέγω ὑμῖν, μήτε ἐπιθυμήσῃς, μήτε ὀργισθῇς. Χρὴ γὰρ τὸν βουλόμενον φίλον εἶναι Θεοῦ, φυλάττειν ἑαυτὸν ἀπὸ τοῦ ῥύπου τῆς ἁμαρτίας, καὶ τοῦ πυρὸς τοῦ αἰωνίου τοῦ ὄντος ἐν ἡμῖν. Τοῦτο ἀξίους τῆς βασιλείας καθίστησιν ἡμᾶς. Δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, καὶ γενομένῃ εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. ᾿Αμήν.","t":"What fruit does God require of Christians? God created all the things that are seen and gave them to men for rest and enjoyment, and he gave them a law of righteousness. But since the coming of Christ, God seeks another fruit and another righteousness: purity of heart, a good conscience, kindly words, reverent and good thoughts, and all the right doing of the saints. For the Lord says, \"Unless your righteousness abounds more than that of the scribes and Pharisees, you cannot enter the kingdom of heaven.\" In the law it is written, \"You shall not commit sexual immorality\"; but I say to you, neither desire, nor be angry. For he who wishes to be a friend of God must guard himself from the filth of sin and from the eternal fire that is in us. This is what makes us worthy of the kingdom. Glory to his compassion and to the good pleasure of the Father and the Son and the Holy Spirit, which has been shown to us. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 13.1 (PG 34:569–570; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/13-1)."},"macarius-homiliae-spirituales/14.1":{"o":"Πάντα τὰ ἐν τῷ κόσμῳ φαινόμενα ἔργα ἐπ' ἐλπίδι γίνεται, εἰς τὸ μεταλαβεῖν τῶν καμάτων· καὶ εἰ μὴ τις ἐν πάσῃ πληροφορίᾳ ἀπολαύσῃ τῶν πόνων, οὐδὲν ὠφελεῖται. Καὶ γὰρ ὁ γεωργὸς σπείρει ἐπ᾿ ἐλπίδι καρπῶν, καὶ καμάτους ὑποφέρει διὰ τὴν προσδοκίαν· Ἐπὶ ἐλπίδι, φησὶν, ὁ ἀροτριῶν ἀροτριᾷ· καὶ ὁ λαμβάνων γυναῖκα, ἐπ' ἐλπίδι τοῦ ἔχειν κληρονόμους. Καὶ ὁ ἔμπορος δίδωσιν ἑαυτὸν εἰς θάλατταν καὶ θάνατον ἕτοιμον διὰ τὸ κέρδος. Οὕτω καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐπ᾿ ἐλπίδι τοῦ φωτισθῆναι τοὺς ὀφθαλμοὺς τῆς καρδίας, δίδωσί τις ἑαυτὸν, ἀναχωρῶν τῶν βιωτικῶν πραγμάτων, καὶ σχολάζων ἐν εὐχαῖς καὶ δεήσεσι, προσδεχόμενος τὸν Κύριον, πότε ἐλθὼν ἐμφανίσει αὐτῷ ἑαυτὸν, καὶ καθαρίσει αὐτὸν ἐκ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας.","t":"Homily 14. Those who give their thoughts and their mind to God do so in the hope that the eyes of the heart may be enlightened; and God counts such men worthy of mysteries in holiness and in the greatest purity, and gives them a share of his grace. And we who wish to obtain the heavenly good things ought to do the same. Further, the apostles and the prophets are likened to the rays of the sun coming in through a window. The homily also teaches what the land of Satan is and what the land of the angels, and that both are untouchable and unseen.\n\nAll the works that are seen in the world are done in hope, with a view to sharing in what the labour yields; and unless a man enjoys the fruit of his toils in full assurance, he gains nothing. For the farmer sows in hope of a crop and endures hardships for the sake of what he expects. \"In hope,\" it says, \"does the ploughman plough.\" And the man who takes a wife does so in hope of having heirs. And the merchant gives himself to the sea, and to death ready at hand, for the sake of gain. So also in the kingdom of heaven a man gives himself in the hope that the eyes of his heart may be enlightened, withdrawing from the affairs of this life and giving himself to prayers and supplications, waiting for the Lord: when will he come and show himself to him, and cleanse him from the sin that dwells in him?","f":"Ps.-Macarius, <i>Hom.</i> 14.1 (PG 34:570–571; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/14-1)."},"macarius-homiliae-spirituales/14.2":{"o":"Οὐκ ἐπελπίζει δὲ ἐπὶ τοῖς καμάτοις αὐτοῦ, καὶ τῇ πολιτείᾳ, ἕως οὗ τύχῃ τῶν ἐλπιζομένων, ἕως οὗ ἐλθὼν ὁ Κύριος οἰκήσῃ ἐν αὐτῷ, ἐν πάσῃ αἰσθήσει καὶ ἐνεργείᾳ Πνεύματος. Καὶ ὅταν γεύσηται τῆς χρηστότητος τοῦ Κυρίου, καὶ τοῖς καρποῖς τοῦ πνεύματος ἐντρυφήσῃ, καὶ περιαιρεθῇ τὸ κάλυμμα τοῦ σκότους, καὶ τὸ φῶς τοῦ Χριστοῦ ἐλλάμψῃ καὶ ἐνεργήσῃ ἐν χαρᾶ ἀνεκλαλήτῳ, τότε πληροφορείται ἔχων μεθ' ἑαυτοῦ τὸν Κύριον ἐν πολλῇ στοργῇ ὥσπερ ἐκεῖ ὁ ἔμπορος κερδήσας χαίρει. ᾿Αγῶνα δὲ ἔχει καὶ φόβον τῶν ἀπὸ τῶν λῃστῶν καὶ τῶν πνευμάτων τῆς πονηρίας, μή πω χαυνωθεὶς ἀπολέσῃ τὸν κάματον, ἕως οὗ καταξιωθῇ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῇ ἄνω Ἱερουσαλήμ.","t":"But he does not rest his hope on his own labours and manner of life until he obtains the things hoped for, until the Lord comes and dwells in him with every perception and working of the Spirit. And when he tastes the kindness of the Lord and delights in the fruits of the Spirit, and the veil of darkness is taken away, and the light of Christ shines out and works in him with unspeakable joy, then he has full assurance that he has the Lord with him in great affection, just as in the other case the merchant rejoices when he has made his gain. Yet he still has struggle and fear of the robbers and of the spirits of wickedness, lest he grow slack and lose his labour, until he is counted worthy in the kingdom of heaven, in the Jerusalem above.","f":"Ps.-Macarius, <i>Hom.</i> 14.2 (PG 34:571; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/14-2)."},"macarius-homiliae-spirituales/14.3":{"o":"Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν, ἵνα ἀποδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδύσῃ τὸν ἐπουράνιον Χριστὸν ἀπὸ τοῦ νῦν, ὅπως ἐν ἀγαλλιάσει γενόμενοι, καὶ οὕτως ὑπ' αὐτοῦ ὁδηγούμενοι ἐν πολλῇ γαλήνῃ ἐσόμεθα. Φησὶ γὰρ ὁ Κύριος, πληρῶσαι ἡμᾶς τῆς γεύσεως τῆς βασιλείας βουλόμενος, Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Καίτοι γε διὰ τῶν ἀποστόλων πολλοὺς οἶδε φωτίζειν· κτίσματα γὰρ ὄντες, τοὺς ὁμοδούλους ἐξέτρεφον· καὶ ἀδελφὸν καὶ υἱὸν Χριστοῦ γενέσθαι, περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώπους ποιεῖν, τουτέστιν αὐτὴν τὴν καρδίαν, αὐτὸν τὸν νοῦν ἀφιεροῦν, καὶ τοὺς λογισμοὺς ἀνασείειν πρὸς τὸν Θεόν. Καὶ οὕτως ὁ Θεὸς δίδωσι κρυπτῶς ζωὴν καὶ βοήθειαν εἰς τὴν καρδίαν, καὶ ἑαυτὸν ἐμπιστεύει αὐτῇ. Ὅτε γὰρ τὰ κρυπτὰ, τουτέστι τὸν νοῦν καὶ τοὺς λογισμοὺς, δίδωσι τῷ Θεῷ, μὴ ἀσχολούμενος, μήτε ῥεμβόμενος ἀλλαχοῦ, ἀλλ᾽ ἑαυτὸν βιαζόμενος, τότε ὁ Κύριος μυστηρίων ἀξιοῦ τοῦτον ἐν ἁγιότητι καὶ καθαρότητι πλείονι, καὶ τροφὴν ἐπουράνιον δίδωσιν αὐτὸν, καὶ πόμα πνευματικόν.","t":"Let us too, then, entreat God to strip the old man from us and to clothe us with the heavenly Christ from now on, so that we may be in gladness and, being led by him, may be in great calm. For the Lord says, wishing to fill us with the taste of the kingdom, \"Apart from me you can do nothing.\" And yet he knows how to enlighten many through the apostles; for they, being creatures, nourished their fellow servants. And to become a brother and a son of Christ is to do something more than the rest of men do: that is, to consecrate the heart itself and the mind itself, and to lift up one's thoughts toward God. And so God gives life and help secretly into the heart, and entrusts himself to it. For when a man gives what is hidden, that is, his mind and his thoughts, to God, not being taken up with other business nor wandering elsewhere, but compelling himself, then the Lord counts him worthy of mysteries in greater holiness and purity, and gives him heavenly food and spiritual drink.","f":"Ps.-Macarius, <i>Hom.</i> 14.3 (PG 34:571–572; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/14-3)."},"macarius-homiliae-spirituales/14.4":{"o":"Ὥσπερ ἐὰν ᾗ τις κεκτημένος πολλὴν περιουσίαν, καὶ δούλους, καὶ τέκνα, ἄλλην τροφὴν δίδωσι τοῖς δούλοις, καὶ ἄλλην τοῖς ἰδίοις τέκνοις τοῖς ἐκ τοῦ σπέρματος γεγενημένοις· ἐπειδὴ τὰ τέκνα κληρονομοῦσι τὸν πατέρα, καὶ μετ᾿ αὐτοῦ ἐσθίουσιν, ἀφωμοιωμένα τῷ πατρὶ αὐτῶν· οὕτω καὶ ὁ Χριστὸς ὁ ἀληθινὸς Δεσπότης, πάντα αὐτὸς ἔκτισε, καὶ τρέφει τοὺς πονηροὺς καὶ ἀχαρίστους· τὰ δὲ τέκνα, ἃ ἐγέννησεν ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ οἷς μετέδωκεν ἐκ τῆς χαρίτος αὐτοῦ, ἐν οἷς ἐμορφώθη ὁ Κύριος, ἰδίαν ἀνάπαυσιν καὶ τροφὴν, καὶ βρῶσιν, καὶ πόσιν, παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐκτρέφει, καὶ δίδωσιν ἑαυτὸν αὐτοῖς ἀναστρεφομένοις μετὰ τοῦ πατρὸς αὐτῶν, ὥς φησιν ὁ Κύριος, Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, καὶ θάνατον οὐ μὴ θεωρήσει. Οἱ γὰρ ἔχοντες τὴν ἀληθινὴν κληρονομίαν, ὡς υἱοὶ ἐκ Πατρὸς ἐπουρανίου γεγενημένοι εἰσὶ, καὶ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῶν διάγουσιν, ὥς φησιν ὁ Κύριος, Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ, ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα.","t":"It is as when a man has acquired a great property, and slaves, and children: he gives one kind of food to the slaves and another to his own children, born of his seed, since the children inherit their father and eat with him, being made like their father. So also Christ the true Master himself created all things and feeds the wicked and the ungrateful; but the children whom he has begotten of his own seed, and to whom he has given a share of his grace, in whom the Lord has been formed, these he nourishes with a rest and a food and a meat and a drink of their own, apart from the rest of men, and gives himself to them as they live in the company of their father. As the Lord says, \"He who eats my flesh and drinks my blood abides in me, and I in him,\" and shall never see death. For those who have the true inheritance have been born as sons from a heavenly Father, and they pass their life in their father's house; as the Lord says, \"The slave does not remain in the house, but the son remains for ever.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 14.4 (PG 34:572; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/14-4)."},"macarius-homiliae-spirituales/14.5":{"o":"Εἴπερ οὖν καὶ ἡμεῖς βουλόμεθα ἐκ τοῦ Πατρὸς τοῦ ἐπουρανίου γεννηθῆναι, περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώπους ὀφείλομεν ποιεῖν, σπουδήν, ἀγῶνα, ζῆλον, ἀγάπην, πολιτείαν ἀγαθὴν, ἐν πίστει καὶ φόβῳ εἶναι, ὡς βουλόμενοι τηλικούτων ἀγαθῶν τυχεῖν, καὶ Θεὸν κληρονομῆσαι. Κύριος γὰρ μερίς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου. Καὶ οὕτως βλέπων ὁ Κύριος τὴν ἀγαθὴν προαίρεσιν καὶ τὴν ὑπομονὴν, ποιεῖ τὸ ἔλεος αὐτοῦ, καὶ καθαρίσας ἡμᾶς τῷ λόγῳ τῷ οὐρανίῳ, καὶ νοήματα νενεκρωμένα, καὶ διεφθαρμένα, διὰ τῆς καλῆς αὐτῶν ἀναστροφῆς καὶ διδασκαλίας, ἀναζωοποιῶν, καὶ ἀνεγείρων· κτίσμα γὰρ ἕτερον κτίσμα ἐκτρέφει καὶ ζωοποιεῖ. Ὥσπερ τὰ σπέρματα τοῦ σίτου, ἢ τῶν κριθῶν τὰ νέφη, κτίσματα ὄντα ὁ ὑετός τε καὶ ὁ ἥλιος ζωοποιοῦσι κελευόμενα. \"Ωσπερ δέ ἐστι φῶς διὰ θυρίδος εἰσερχόμενον, ὁ δὲ ἥλιος ὅλῃ τῇ οἰκουμένῃ τὰς ἀκτῖνας ἐπαφίησιν, οὕτως ἦσαν οἱ προφῆται τοῦ ἰδίου κου μόνον φωστῆρες τοῦ Ἰσραήλ· οἱ δὲ ἀπόστολοι ἥλιοι ἦσαν ἐκλάμποντες τὰς ἀκτῖνας εἰς ὅλα τὰ μέρη τοῦ κόσμου.","t":"If, then, we too wish to be born of the heavenly Father, we ought to do something more than the rest of men: diligence, struggle, zeal, love, a good manner of life, and to be in faith and fear, as men who wish to obtain such great goods and to inherit God. For \"the Lord is the portion of my inheritance and of my cup.\" And so the Lord, seeing the good purpose and the patient endurance, works his mercy, cleansing us by the heavenly word, and bringing back to life and raising up thoughts that had been deadened and corrupted, through the good conduct and teaching of such men. For one creature nourishes and gives life to another creature. So it is with the seeds of wheat or of barley: the clouds, the rain and the sun, themselves creatures, give them life at God's bidding. And as there is a light that comes in through a window, while the sun sends out its rays over the whole inhabited world, so the prophets were lights of their own … only, for Israel; but the apostles were suns shining out their rays into all the parts of the world.","f":"Ps.-Macarius, <i>Hom.</i> 14.5 (PG 34:573; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/14-5)."},"macarius-homiliae-spirituales/14.6":{"o":"Εστιν οὖν γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα· καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνια. Καὶ ταῦτα ἐὰν θελήσωσιν ἐν τῇ γῇ στῆναι ἢ περιπατῆσαι, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά. Καὶ ἔστι γῆ τῶν ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἕκαστον ἐν ᾧ τόπῳ ἐγεννήθη, καὶ γῇ καὶ ἀέρι, ἔχει ἐκεῖ τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνάπαυσιν. Οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, οὗ διάγουσι καὶ ἐμπεριπατοῦσι, καὶ ἐπαναπαύονται αἱ δυνάμεις τοῦ σκότους, καὶ τὰ πνεύματα τῆς πονηρίας· καὶ ἔστι γῇ φωτεινὴ τῆς θεότητος, ὅπου ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων. Καὶ οὔτε ἡ σκοτεινὴ γῆ τοῖς ὀφθαλμοῖς τούτου σώματος ὁραθῆναι, ἢ ψηλαφηθῆναι δύναται· οὔτε ἡ γῆ τῆς θεότητος ἡ φωτεινή ψηλαφᾶται, ἢ ὁρᾶται τοῖς σαρκικοῖς ὀφθαλμοῖς· τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ ὀφθαλμῷ τῆς καρδίας, καὶ ἡ Σατανικὴ τοῦ σκότους, καὶ ἡ φωτεινὴ τῆς θεότητος.","t":"There is a land in which the four-footed beasts dwell, and there is a land in the air, in which the birds move about and live. And if these wish to stand or walk upon the earth, there are hunters to catch them. And there is a land of the fishes, the water of the sea; and each creature, in the place where it was born, whether land or air, has there its way of life and food and rest. So too there is a land and homeland of Satan, where the powers of darkness and the spirits of wickedness pass their life and walk about and take their rest; and there is a shining land of the Godhead, where the companies of the angels and of the holy spirits walk about and take their rest. And the dark land cannot be seen or touched by the eyes of this body, nor is the shining land of the Godhead touched or seen by fleshly eyes; but to the spiritual it appears, by the eye of the heart, both the satanic land of darkness and the shining land of the Godhead.","f":"Ps.-Macarius, <i>Hom.</i> 14.6 (PG 34:573–574; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/14-6)."},"macarius-homiliae-spirituales/14.7":{"o":"Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν λέγει, ἔστιν ὄρη πύρινα, ὅτι ἐκεῖ πῦρ ἐστι, καὶ ἔστιν ἐκεῖ ζῶα ὅμοια τοῖς προβάτοις. Λοιπὸν οἱ θηρεύοντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς, καὶ βάλλουσιν ἄγκιστρα, καὶ πέμπουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῶα τὸ πῦρ ἔχει βρῶσιν, τὸ πῦρ ἔχει πόσιν, ἀνάπαυσιν, αὔξησιν, ζωὴν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι. Καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται, καὶ τὰ ἐνδύματα αὐτῶν ὅταν ῥυπωθῇ, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ λευκότερα. Οὕτως καὶ οἱ Χριστιανοὶ τὸ ἐπουράνιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν. Ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις· ἐκεῖνο καθαρίζει, καὶ πλύνει, καὶ ἁγιάζει αὐτῶν τὴν καρδίαν ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν· ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ, καὶ ζωή. Ἂν δὲ ἐκεῖθεν ἐξέλθωσιν, ἀπόλλυνται ὑπὸ τῶν πονηρῶν πνευμάτων, ὥσπερ ἐκεῖ τὰ ζῶα ἐξερχόμενα ἀπὸ τοῦ πυρὸς ἀποθνήσκει, ὥσπερ οἱ ἰχθύες ἀπὸ τῶν ὑδάτων, ὥσπερ τὰ τετράποδα ζῶα βαλλόμενα εἰς τὴν θάλασσαν πνίγεται, ὥσπερ τὰ πετεινὰ περιπατοῦντα εἰς τὴν γῆν κατέχεται ὑπὸ τῶν θηρευτῶν, οὕτως καὶ ἡ ψυχὴ ἡ μὴ μένουσα ἐν τῇ γῇ ἐκείνῃ, συμπνίγεται καὶ ἀπόλλυται. Καὶ ἐὰν μὴ ἔχῃ τὸ πῦρ ἐκεῖνο τὸ θεϊκὸν ἀντὶ βρώσεως καὶ πόσεως, καὶ ἐνδυμάτων, καὶ καθαρισμοῦ καρδίας, καὶ ἁγιασμοῦ ψυχῆς, κατέχεται ὑπὸ τῶν πονηρῶν πνευμάτων, καὶ διαφθείρεται. Ἡμεῖς δὲ σὺν σπουδῇ ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ ἐκείνῃ, καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ. Ἀμήν.","t":"As the account of those outside tells it, there are mountains of fire, because fire is there, and there are creatures there like sheep. Now those who hunt them make iron wheels and cast in hooks and send them into the fire, since for those creatures fire is food, fire is drink, rest, growth, life: instead of everything, fire is theirs. And if you bring them out into another air they perish; and their garments, when they are soiled, are not washed in water but in fire, and become cleaner and whiter. So also Christians have that heavenly fire for food; that is their rest; that cleanses and washes and sanctifies their heart; that brings them to growth; that is air and life to them. But if they go out from there, they are destroyed by the evil spirits, just as there the creatures die when they come out of the fire, as the fishes die out of the waters, as the four-footed beasts are drowned when thrown into the sea, as the birds walking on the earth are caught by the hunters. So too the soul that does not remain in that land is choked and destroyed. And if it does not have that divine fire for its food and drink and clothing, and for the cleansing of the heart and the sanctifying of the soul, it is held fast by the evil spirits and corrupted. But let us seek with diligence whether we have been sown in that invisible land and planted in the heavenly vine. Glory to his mercies. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 14.7 (PG 34:574–575; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/14-7)."},"macarius-homiliae-spirituales/15.1":{"o":"Ωσπερ ἀνήρ τις πλούσιος σφόδρα, βασιλεὺς ἔνδοξος, ἐὰν εὐδοκήσῃ ἐπὶ γυναικὶ πενιχρᾷ μηδὲν κεκτημένῃ, εἰ μὴ μόνον τὸ ἴδιον σῶμα, καὶ ταύτης ἐραστὴς γένηται, καὶ βουληθῇ ἑαυτῷ νύμφην καὶ σύνοικον αὐτὴν ἀγαγέσθαι, κἀκείνῃ λοιπὸν πᾶσαν εὔνοιαν ἐνδείκνυται τῷ ἀνδρὶ, καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀποσώζουσα· ἰδοὺ ἡ πενιχρὰ ἐκείνη καὶ ἐνδεὴς, ἡ μηδὲν κεκτημένη, πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἀνδρὸς αὐτῆς ὑπαρχόντων. Ἐὰν δὲ τι παρὰ τὸ δέον καὶ ὀφειλόμενον πράξῃ, καὶ μὴ ἁρμοζόντως ἀναστρέφηται ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς, τότε μετὰ ἀτιμίας καὶ ὕβρεως ἐκβάλλεται, τὰς δύο χεῖρας ἐπὶ τῆς κεφαλῆς θεῖσα, καθάπερ καὶ ἐν τῷ νόμῳ Μωσέως αἰνίττεται περὶ γυναικὸς ἀνυποτάκτου, καὶ μὴ χρησιμευούσης τῷ αὐτῆς ἀνδρί. Καὶ τότε λοιπὸν ὀδύνην καὶ πένθος μέγιστον κτᾶται, λογιζομένη, ἐξ οἴου πλούτου ἐξέπεσε, καὶ οἴας δόξης ἐκτὸς γέγονεν, ἀτιμασθεῖσα διὰ τὴν ἀφροσύνην αὐτῆς.","t":"Homily 15. This homily teaches at length how the soul must be disposed, in holiness and chastity and purity, toward her bridegroom Christ Jesus, the Saviour of the world. It also contains certain inquiries full of much teaching, namely, whether at the resurrection all the members rise again, and countless others concerning evil, and grace, and free will, and the worth of the race of men.\n\nSuppose some exceedingly rich man, a glorious king, were pleased with a poor woman who possessed nothing but her own body, and became her lover, and willed to take her to himself as bride and consort; and suppose she then showed her husband every good will and kept her love toward him. See, that poor and needy woman, who possessed nothing, becomes mistress of all her husband's goods. But if she does anything beyond what is fitting and due, and does not conduct herself suitably in her husband's house, then she is cast out with dishonour and insult, laying her two hands upon her head, as the law of Moses also hints concerning a wife who is not subject and is of no use to her husband. And then she comes to have pain and the greatest grief, reckoning from what riches she has fallen and from what glory she has been shut out, dishonoured through her own folly.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.1 (PG 34:575–576; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-1)."},"macarius-homiliae-spirituales/15.10":{"o":"Ερώτησις. Εἰ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται ᾿Απόκρισις. Τῷ Θεῷ πάντα εὔκολά ἐστι, καὶ οὕτως ἐπηγγείλατο ἀνθρωπίνῃ δὲ ἀσθενείᾳ καὶ λογισμῷ ὥσπερ ἀδύνατον τοῦτο καταφαίνεται. \"Ωσπερ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῆς γῆς λαβὼν ὁ Θεὸς, ὡς ἄλλην τινὰ φύσιν κατεσκεύασε τὴν τοῦ σώματος μὴ ἐοικυῖαν τῇ γῇ, καὶ γένη πολλὰ ἐποίησεν, οἷον τρίχας, καὶ δέρμα, καὶ ὀστέα, καὶ νεῦρα καὶ ὃν τρόπον βαλλομένη ῥαφὶς εἰς πῦρ, ἀλλάσσει τὴν χρόαν, καὶ μεταβάλλεται εἰς πῦρ· μέντοιγε ἡ φύσις τοῦ σιδήρου οὐκ ἀνῃρέθη, ἀλλὰ συνέστηκεν· οὕτως καὶ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται, καὶ θρίξ οὐκ ἀπόλλυται, καθὼς γέγραπται, καὶ ὅλα γίγνονται φωτοειδή, ὅλα εἰς φῶς καὶ πῦρ βάπτονται, καὶ μεταβάλλονται, ἀλλ᾽ οὐχ, ὡς τινες λέγουσιν, ἀναλύεται καὶ γίνεται πῦρ, καὶ οὐκέτι ὑφέστηκεν ἡ φύσις. Πέτρος γὰρ Πέτρος ἐστὶ, καὶ Παῦλος Παῦλος, καὶ Φίλιππος Φίλιππος· ἕκαστος ἐν τῇ ἰδίᾳ φύσει καὶ ὑποστάσει μένει πεπληρωμένος τοῦ Πνεύματος. Εἰ δὲ λέγεις, ὅτι ἀνελύθη ἡ φύσις, οὐκέτι Πέτρος, ἢ Παῦλος, ἀλλὰ πάντη καὶ πανταχοῦ ὁ Θεὸς, καὶ οὔτε οἱ εἰς γέενναν ἀπερχόμενοι αἰσθάνονται τῆς κολάσεως, οὔτε οἱ εἰς βασιλείαν, τῆς εὐεργεσίας.","t":"Question. At the resurrection, do all the members rise again?\n\nAnswer. All things are easy for God, and he has promised it so; but to human weakness and reasoning it appears impossible. For God took of the dust and of the earth and fashioned the nature of the body as something other, not like the earth, and made many kinds, such as hair and skin and bones and sinews. And just as a needle thrown into fire changes its colour and is turned into fire, while the nature of the iron is not destroyed but holds together, so at the resurrection all the members rise, and not a hair perishes, as it is written, and all become light-like, all are dipped into light and fire and are changed. But it is not, as some say, that nature is dissolved and becomes fire and no longer subsists. For Peter is Peter, and Paul is Paul, and Philip is Philip; each remains in his own nature and person, filled with the Spirit. But if you say that nature has been dissolved, then there is no longer a Peter or a Paul, but God is all and everywhere; and neither do those who depart into hell feel their punishment, nor those who go into the kingdom their benefit.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.10 (PG 34:581–582; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-10)."},"macarius-homiliae-spirituales/15.11":{"o":"Ὥσπερ ἵνα ᾗ παράδεισος ἔχων παντοῖα δένδρα καρποφόρα, καὶ ἦν ἐκεῖ ἄπιος, ἢ μῆλον, καὶ ἄμπελος ἔχουσα τὸν καρπὸν, καὶ τὰ φύλλα· συμβῇ δὲ τὸν παράδεισον καὶ ὅλα τὰ δένδρα, καὶ τὰ φύλλα μεταβληθῆναι, καὶ ἀλλαγῆναι εἰς ἄλλην φύσιν, καὶ γενέσθαι τὰ πρῶτα φωτοειδή οὕτως καὶ οἱ ἄνθρωποι ἀλλάσσονται ἐν τῇ ἀναστάσει, καὶ γίγνονται τὰ μέλη αὐτῶν ἅγια καὶ φωτοειδή. Οἱ οὖν τοῦ Θεοῦ ἄνθρωποι ὀφείλουσιν εὐτρεπίσαι ἑαυτοὺς εἰς ἀγῶνα καὶ ἄθλησιν. Ὥσπερ δὲ νεανίας γενναῖος τὰς ἐπιφερομένας πληγὰς, καὶ τὴν πάλην βαστάζει καὶ ἀντιτύπτει, οὕτω καὶ οἱ Χριστιανοὶ ὀφείλουσι φέρειν τὰς θλίψεις, τάς τε ἔξωθεν, καὶ τοὺς ἔνδοθεν, πολέμους, ἵνα διὰ τῆς ὑπομονῆς τυπτόμενοι νικήσωσιν. Ἡ γὰρ ὁδὸς τοῦ Χριστιανισμοῦ οὕτως ἐστίν. Όπου γὰρ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖ ἐπακολουθεῖ, οἷον σκιά, ὁ διωγμὸς καὶ ἡ πάλη. Ὁρᾷς τοὺς προφήτας, πῶς ἐδιώκοντο ὑπὸ τῶν ὁμοφύλων δι᾽ ὅλου, εἰς οὓς ὅμως ἐνήργει τὸ Πνεῦμα. Ὁρᾷς, πῶς ὁ Κύριος, ὅστις ἐστὶν ὁδὸς καὶ ἀλήθεια, οὐχ ὑπὸ ἄλλου ἔθνους ἐδιώχθη, ἀλλ᾽ ὑπὸ τῶν ἰδίων, ὑπὸ τῆς ἰδίας φυλῆς τοῦ Ἰσραὴλ ἐδιώχθη καὶ ἐσταυρώθη ὁμοίως καὶ οἱ ἀπόστολοι. Ἐξ οὗ γὰρ ὁ σταυρὸς, μετῆλθε τὸ Πνεῦμα τὸ παράκλητον, καὶ ἐχώρησεν εἰς τοὺς Χριστιανούς. Λοιπὸν οὐδεὶς Ἰουδαίων ἐδιώχθη, ἀλλὰ μόνον Χριστιανοὶ ἐμαρτύρησαν. Διὸ οὐκ ὀφείλουσι ξενίζεσθαι, ἀλλὰ ἀνάγκη διώκεσθαι τὴν ἀλήθειαν.","t":"Suppose there is a garden with all kinds of fruit-bearing trees, and there were a pear tree in it, or an apple, and a vine with its fruit and its leaves; and suppose it happened that the garden and all the trees and the leaves were transformed and changed into another nature, and that what was there before became light-like. So also men are changed at the resurrection, and their members become holy and light-like. God's men, then, must make themselves ready for contest and for the wrestling. And as a noble young man bears the blows that fall on him and the wrestling, and strikes back, so Christians must bear afflictions, both the wars from without and those within, that by endurance under blows they may conquer. For the way of Christianity is like this: where the Holy Spirit is, there persecution and wrestling follow like a shadow. You see how the prophets were persecuted all through by their own countrymen, although it was in them that the Spirit was working. You see how the Lord, who is the way and the truth, was persecuted not by another nation but by his own: by his own tribe of Israel he was persecuted and crucified; and likewise the apostles. For since the cross, the Spirit, the Paraclete, has passed over and gone into the Christians. From then on no Jew was persecuted, but Christians alone have borne witness as martyrs. Therefore they ought not to be astonished at it; rather, the truth must needs be persecuted.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.11 (PG 34:582–583; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-11)."},"macarius-homiliae-spirituales/15.13":{"o":"Ἐρώτησις. Τινὲς λέγουσιν ὅτι ἔξωθεν ἐπεισέρχεται τὸ κακὸν, καὶ ἐὰν θέλῃ ὁ ἄνθρωπος, οὐ δέχεται, ἀλλ' ἀποπέμπεται αὐτό. ᾿Απόκρισις. \"Ωσπερ ὁ ὄφις λαλήσας τῇ Εὔα, διὰ τὴν ὑπακοὴν ἔνδοθεν ἐπεισῆλθεν, οὕτω καὶ νῦν διὰ τῆς ὑπακοῆς τοῦ ἀνθρώπου ἐπεισέρχεται ἡ ἁμαρτία ἔξω οὖσα. Ἔχει γὰρ ἐξουσίαν καὶ παῤῥησίαν εἰσέρχεσθαι ἡ ἁμαρτία εἰς τὴν καρδίαν· οἱ γὰρ λογισμοὶ οὔκ εἰσιν ἔξωθεν, ἀλλ᾽ ἔνδοθεν ἐκ τῆς καρδίας. Λέγει γὰρ ὁ ᾿Απόστολος· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι χωρὶς ὀργῆς καὶ διαλογισμῶν πονηρῶν. Εἰσὶ γὰρ λογισμοὶ ἐξερχόμενοι ἐκ τῆς καρδίας, κατὰ τὸ Εὐαγγέλιον. \"Απελθε οὖν εἰς εὐχὴν, καὶ ἐπίσκεψαί σου τὴν καρδίαν καὶ τὸν νοῦν, καὶ θέλησον τὴν εὐχήν σου καθαρὰν ἀναπέμψαι τῷ Θεῷ, καὶ βλέψον ἐξαιρέτως ἐκεῖ, εἰ οὐδὲν ἐστι τὸ ἐμποδίζον, εἰ γίνεται εὐχὴ καθαρά, εἰ ἠσχόληταί σου ὁ νοῦς περὶ τὸν Κύριον, ὃν τρόπον τοῦ γεωργοῦ περὶ τὴν γεωργίαν, τοῦ ἀνδρὸς περὶ τὴν γυναῖκα, τοῦ ἐμπόρου περὶ τὴν ἐμπορίαν, εἰ κλίνεις τὰ γόνατά σου εἰς εὐχὴν, καὶ τοὺς λογισμούς σου ἄλλοι μὴ διαρπάζουσιν","t":"Question. Some say that evil comes in from outside, and that if a man wills, he does not receive it but sends it away.\n\nAnswer. As the serpent, when he spoke to Eve, came in within her through her obedience, so now also, through a man's obedience, sin comes in, though it is outside. For sin has authority and freedom to enter the heart; for the thoughts are not from outside, but from within, out of the heart. For the Apostle says, \"I would have the men pray without wrath and evil reasonings.\" For there are thoughts that come out of the heart, according to the Gospel. Go, then, to prayer, and examine your heart and your mind, and will to send up your prayer pure to God, and look carefully there: whether there is anything that hinders; whether the prayer is becoming pure; whether your mind is occupied about the Lord as the farmer is about his farming, the husband about his wife, the merchant about his trade; whether you bend your knees in prayer and others do not snatch your thoughts away.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.13 (PG 34:583–584; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-13)."},"macarius-homiliae-spirituales/15.14":{"o":"Ἀλλὰ λέγεις, ὅτι ὁ Κύριος ἐλθὼν διὰ τοῦ σταυροῦ κατέκρινε τὴν ἁμαρτίαν, καὶ οὐκέτι ἐστὶν ἔσω. ᾿Αλλ' ὥσπερ ἐὰν ᾗ στρατιώτης καὶ ἀποθῆται τὸ ἅρμα αὐτοῦ εἰς οἰκίαν τινὸς, ὅτε θέλει, ἐξουσίαν ἔχει εἰσιέναι καὶ ἐξιέναι ἐν τῇ οἰκίᾳ ἐκείνῃ· οὕτως καὶ ἡ ἁμαρτία ἔχει ἐξουσίαν διαλογίζεσθαι ἐν τῇ καρδίᾳ. Γέγραπται γάρ· Εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα. Εἰ δὲ λέγεις, ὅτι διὰ τῆς ἐλεύσεως τοῦ Χριστοῦ κατεκρίθη ἡ ἁμαρτία, καὶ μετὰ τὸ βάπτισμα οὐκέτι ἔχει νομὴν τὸ κακὸν τοῦ διαλογίζεσθαι ἐν τῇ καρδίᾳ, ἀγνοεῖς ὅτι ἐκ τῆς παρουσίας τοῦ Κυρίου μέχρι τοῦ νῦν, ὅσοι ἐβαπτίσθησαν, καὶ πονηρά ποτὲ ἐλογίσθησαν; ἢ οὐκ εἰς κενοδοξίαν τινὲς αὐτῶν, ἢ πορνείαν, ἢ γαστριμαργίαν ἐτράπησαν; ἀλλὰ ὅλοι οἱ κατοικοῦντες ἐν τῇ Ἐκκλησίᾳ κοσμικοὶ, ἄμωμον καὶ καθαρὰν ἔχουσι τὴν καρδίαν; ἢ εὑρίσκομεν, ὅτι μετὰ τὸ βάπτισμα πολλαὶ ἁμαρτίαι γίγνονται, καὶ πολλοὶ ἁμαρτάνουσιν Ἔχει οὖν νομὴν καὶ μετὰ τὸ βάπτισμα εἰσελθεῖν ὁ λῃστὴς, καὶ πράττειν ἃ θέλει. Γέγραπται γάρ Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου. ᾿Αλλὰ λέγεις, ὅτι Ἀγαπῶ, καὶ ἔχω Πνεῦμα ἅγιον. Ἔχεις τὴν μνήμην, καὶ τὸν ἔρωτα, καὶ τὴν καῦσιν πρὸς τὸν Κύριον; νυκτὸς καὶ ἡμέρας ἐκεῖ ἀποδέδεσαι καὶ εἰ μὲν ἔχεις τοιαύτην ἀγάπην, καθαρὸς εἶ. Εἰ δὲ οὐκ ἔχεις, ζήτησον ἔτι ὅταν ἔλθωσιν ἀπὸ τῶν γηΐνων πραγμάτων, καὶ ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν λογισμῶν, εἰ μὴ πρὸς ταῦτα ὑποκλίνῃ, ἀλλὰ πάντοτε εἰς ἀγάπην καὶ πόθον Θεοῦ ἕλκεταί σου ἡ ψυχή. Οἱ γὰρ λογισμοὶ τοῦ κόσμου κατασπῶσι τὸν νοῦν εἰς τὰ ἐπίγεια καὶ φθαρτὰ, καὶ οὐκ ἐῶσιν ἀγαπῆσαι Θεὸν, ἢ μνημονεῦσαι τοῦ Κυρίου. Καὶ πολλάκις ἀπέρχεται εἰς προσευχὴν ὁ ἰδιώτης, καὶ κλίνει γόνυ, καὶ εἰσέρχεται ὁ νοῦς αὐτοῦ εἰς ἀνάπαυσιν, καὶ ὅσον σκάπτει καὶ βαθύνει, ῥύσσεται τὸ τεῖχος τῆς κακίας τὸ ἀνθιστάμενον, καὶ εἰσέρχεται εἰς ὅρασιν καὶ σοφίαν, ὅπου οὐ φθάνουσι δυνάσται ἢ σοφοὶ, ἢ ῥήτορες καταλαβεῖν ἢ γνῶναι τὴν λεπτότητα τοῦ νοὸς αὐτοῦ· ἐπειδὴ ἀσχολεῖται εἰς θεῖα μυστήρια. Καὶ γὰρ ἄπειρος τοῦ δοκιμάζειν μαργαρίτας, οὐκ οἶδε διατιμήσασθαι τούτους, διὰ τὸ ἄπειρον αὐτὸν τυγχάνειν. Οἱ οὖν Χριστιανοὶ τὰ ἔνδοξα τῆς γῆς βδελύσσονται, καὶ ἡγοῦνται ταῦτα ὡς κοπρίαν πρὸς ἐκείνων τὴν σύγκρισιν τῆς μεγαλειότητος τῆς ἐνεργούσης ἐν αὐτοῖς. Ερώτησις. Εἰ δύναται πεσεῖν ἄνθρωπος ἔχων χάρισμα; ᾿Απόκρισις. Ἐὰν ἀμελήσῃ, πίπτει· οἱ γὰρ πολέμιοι οὐδέποτε ἀργοῦσι, οὔτε ὀκνοῦσι πολεμοῦντες· πόσῳ μᾶλλον σὺ οὐκ ὀφείλεις παύσασθαι ἀπὸ τῆς ζητήσεως τῆς πρὸς Θεόν; πολλὴ γάρ σοι ζημία γίγνεται ἀμελοῦντι, εἰ καὶ ἐν αὐτῷ τῷ μυστηρίῳ τῆς χάριτος δοκεῖς ἐξετάζεσθαι.","t":"But you say that the Lord, when he came, condemned sin through the cross, and that it is no longer within. Yet it is as when a soldier stores his gear in someone's house: whenever he wishes, he has authority to go in and out of that house. So sin too has authority to reason within the heart. For it is written, \"Satan entered into the heart of Judas.\" And if you say that by the coming of Christ sin was condemned, and that after baptism evil no longer has pasture for reasoning in the heart, do you not know that from the coming of the Lord until now, of all who have been baptized, many have at some time thought evil things? Have not some of them turned aside to vainglory, or to sexual immorality, or to gluttony? Or do all the worldly people who live in the church have a blameless and pure heart? Or do we find that after baptism many sins are committed, and many sin? The robber has pasture, then, to come in even after baptism and to do what he wishes. For it is written, \"You shall love the Lord your God with all your heart.\" But you say, \"I do love, and I have the Holy Spirit.\" Have you the remembrance, and the longing, and the burning toward the Lord? Are you bound there night and day? If you have such love, you are pure. But if you have it not, seek still: when thoughts come from earthly affairs and from shameful and evil reasonings, see whether you do not bend toward them, but whether your soul is always drawn to the love and the desire of God. For the thoughts of the world drag the mind down to earthly and corruptible things, and do not let it love God or remember the Lord. And often an unlearned man goes to prayer and bends his knee, and his mind enters into rest; and as far as he digs and goes deep, the wall of wickedness that stands against him is broken down, and he enters into vision and wisdom, where neither the powerful nor the wise nor the orators can reach, to grasp or to know the fineness of his mind, since he is occupied with divine mysteries. For a man without experience in testing pearls does not know how to value them, because he lacks experience. Christians, then, loathe the glories of the earth and count them as dung in comparison with that greatness which works in them.\n\nQuestion. Can a man who has a gift of grace fall?\n\nAnswer. If he grows careless, he falls; for the enemies are never idle, nor do they shrink from making war. How much more, then, ought you not to cease from seeking after God? For great loss comes to a careless man, even though he seems to be put to the proof in the very mystery of grace.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.14 (PG 34:584–586; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-14)."},"macarius-homiliae-spirituales/15.17":{"o":"Ερώτησις. Εἰ παραμένει ἡ χάρις μετὰ τὸ πεσεῖν ἄνθρωπον; ᾿Απόκρισις. Ὁ Θεὸς θέλει τὸν ἄνθρωπον εἰς ζωὴν πάλιν ἀγαγεῖν, καὶ προτρέπεται ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄνθρωπον. Ἐὰν δὲ καὶ παραμείνῃ, ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄνθρωπον, μετανοοῦντα τὰ ἐφ᾽ οἷς πάλαι ἐπλημμέλησεν.","t":"Question. Does grace remain after a man has fallen?\n\nAnswer. God wills to bring the man back again to life, and urges him to weep again and to repent. And if grace does remain, it remains to bring the man again to weeping and repentance, as he repents of the things in which he formerly offended.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.17 (PG 34:586; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-17)."},"macarius-homiliae-spirituales/15.18":{"o":"Ερώτησις. Εἰ τοῖς τελείοις ἐπίκειται θλίψις, ἢ πόλεμος, ἢ τὸ ὅλον ἀμεριμνοῦσιν Απόκρισις. Ὁ πολέμιος κατ' οὐδενὸς παύεται πολεμῶν, ὁ Σατανᾶς δὲ ἄσπλαγχνός ἐστι καὶ μισάνθρωπος διὸ καὶ παντὶ ἀνθρώπῳ πολεμεῖν οὐκ ὀκνεῖ. ᾿Αλλ' οὐ τοῖς αὐτοῖς μέτροις φαίνεται πᾶσαν ἐπιών· εἰς τοὺς πολέμους στερεοῦνται καὶ σοφίζονται, κατακαὶ γὰρ ἔπαρχοι καὶ κόμητες φόρους διδόασι τῷ βασιλεῖ, ἀλλ᾽ οὗτος θαῤῥῶν τῷ πλούτῳ αὐτοῦ, καὶ τῷ χρυσῷ, καὶ τῷ ἀργύρῳ ὡς ἐκ τῶν περισσευμάτων αὐτοῦ ποιεῖται τὰς συντελείας, οὐ ζημίαν ἡγούμενος. Ὥσπερ γὰρ ὁ ποιῶν ἐλεημοσύνην οὐδέποτε ἡγεῖται ζημίαν· οὕτω καὶ ὁ Σατανᾶς, ὡς ἐκ παρέργου ταῦτα ἡγεῖται. Ἔστι δὲ πτωχὸς λειπόμενος τροφῆς ἐφημέρου οὗτος μαστίζεται καὶ βασανίζεται, μὴ δυνάμενος ἐκεῖνο τὸ συντέλεσμα ἀποπληρῶσαι· καὶ ἔστι ξεόμενος καὶ βασανιζόμενος χαλεπῶς, καὶ οὐκ ἀποθνήσκει. Καὶ ἔστιν ἄλλος, ὅτι καὶ ἀπὸ μιᾶς φάσεως κελεύεται ἀποκεφαλισθῆναι, καὶ ἀπόλλυται. Οὕτως καὶ εἰς τοὺς Χριστιανούς εἰσιν ἰσχυρῶς πολεμούμενοι καὶ ξεόμενοι ὑπὸ τῆς ἁμαρτίας καὶ ἔτι φρονοῦντες τῆς ἐναντίας δυνάμεως, καὶ οὐκ ἔχουσι κίνδυνον ἐν τούτῳ τῷ μέρει, ὅτι ἄπτωτοί εἰσι καὶ ἀσφαλίζονται περὶ τῆς ἑαυτῶν σωτηρίας, διὰ τὸ πολλάκις γεγυμνᾶσθαι ἐν τῷ πολέμῳ τῆς κακίας, καὶ ἐμπείρους γεγενῆσθαι. Ἔχοντες δὲ τὸν Θεὸν μεθ᾽ ἑαυτῶν, ὁδηγοῦνται καὶ ἀναπαύονται. Χριστοῦ δόξαν ἀγνοοῦντες, τὴν μέριμναν ἔχουσι περὶ","t":"Question. Does affliction or war lie upon the perfect, or are they altogether free from care?\n\nAnswer. The enemy never ceases from warring against anyone, and Satan is pitiless and a hater of men, and therefore does not shrink from making war on every man. But he does not appear in the same measures as he comes upon them all … in their wars they are made firm and made wise … For prefects and counts also pay tribute to the king; but such a man, trusting in his wealth and his gold and his silver, pays the levies as out of his surplus and does not count it a loss. For as the man who gives alms never counts it a loss, so Satan too counts these things as something done by the way. But there is a poor man who lacks his daily food: he is scourged and tormented, being unable to pay that levy in full; and there is one who is torn and grievously tormented, and does not die; and there is another who at a single word is ordered to be beheaded, and perishes. So too among Christians there are those who are strongly warred against and torn by sin, and are still aware of the opposing power, and yet are in no danger on this side, because they do not fall and they keep their own salvation secure, having been often exercised in the war against wickedness and having become experienced. And having God with them, they are guided and find rest. … knowing nothing of the glory of Christ, they have their care about …","f":"Ps.-Macarius, <i>Hom.</i> 15.18 (PG 34:586–587; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-18)."},"macarius-homiliae-spirituales/15.19":{"o":"῎Ἄλλοι δὲ μηδέπω γυμνασθέντες, εἰς μίαν θλίψιν ἐὰν ἐμπέσωσι καὶ ἐπικινηθῇ πόλεμος, εὐθέως καταπίπτουσιν εἰς ὅλεθρον καὶ ἀπώλειαν ὥσπερ οἱ διοδεύοντες ἐν πόλει, θέλοντες ἰδεῖν τοὺς ἀγαπητοὺς αὐτῶν καὶ γνωρίμους, εἰ καὶ πολλοῖς συναντῶσιν ἐν ταῖς ἀγοραῖς, οὐκ ἐμποδίζονται ὑπ' αὐτῶν ἔχουσι γὰρ σκοπὸν τοῦ τοῖς φίλοις ἐντυχεῖν· καὶ ὅταν ἔξωθεν κρούσωσι τὴν θύραν καὶ καλέσωσι, χαίροντες ἀνοίγουσιν οἱ ἀγαπητοὶ αὐτῶν· εἰ δὲ ἀπομείνωσιν ἐν ταῖς ἀγοραῖς, καὶ χλευάζωνται, ἤτοι ἐπέχονται ἀπὸ τῶν ἀπαντώντων, ἀποκλείεται ἡ θύρα, καὶ οὐδεὶς αὐτοῖς ἀνοίγει· οὕτως καὶ οἱ πρὸς τὸν Δεσπότην ἡμῶν Χριστὸν τὸν ὄντως ἀγαπητὸν ἐπειγόμενοι φθάσαι, τῶν ἄλλων ἁπάντων ὀφείλουσι καταφρονεῖν καὶ ὑπερορᾶν. Ὃν δὲ τρόπον οἱ εἰσερχόμενοι εἰς τὸ παλάτιον πρὸς τὸν βασιλέα, κόμητες μὲν ὄντες ἢ ἔπαρχοι, ὑπὸ φόβον πολύν εἰσι, πῶς τὰς ἀποκρίσεις δώσουσι, καὶ μὴ ἐν τῇ ἀπολογίᾳ πταίσαντες εἰς λόγον καὶ τιμωρίαν ὑποβληθῶσιν ἄγροικοι δὲ καὶ ἰδιῶται ὄντες, οἱ μηδέποτε θεασάμενοι ἄρχοντα, ἐν ἀμεριμνίᾳ διάγουσιν· οὕτω δὴ καὶ ὁ κόσμος οὗτος ὁ ὑπὸ τῶν οὐρανῶν ἀπὸ βασιλέων ἕως πτωχῶν. Τὴν τοῦ τῶν βιωτικῶν πραγμάτων· οὐ ταχέως δέ τις μέμνηται τῆς ἡμέρας τῆς κρίσεως. Οἱ δὲ εἰσερχόμενοι τῷ λογισμῷ εἰς τὸ βῆμα τοῦ Χριστοῦ, ὅπου ἐστὶν ὁ θρόνος αὐτοῦ, καὶ κατέναντι αὐτοῦ διὰ παντὸς ὄντες, ὑπὸ φόβον καὶ τρόμον εἰσὶν ἀεὶ, τοῦ μὴ τι σφαλῆναι περὶ τὰς ἁγίας αὐτοῦ ἐντολάς.","t":"But others, who have not yet been exercised, if they fall into a single affliction and war is stirred up, immediately fall down into ruin and destruction. It is like men passing through a city who wish to see those they love and their acquaintances: though they meet many in the market places, they are not held up by them, for they have their aim of meeting their friends; and when they knock at the door from outside and call, those they love open to them with joy. But if they stay behind in the market places and are made sport of, or are held back by those they meet, the door is shut and no one opens to them. So also those who press on to reach our Master Christ, who is truly the beloved, must despise and overlook all other things. And as those who enter the palace to the king, counts and prefects though they be, are in great fear how they shall give their answers, lest they stumble in their defence and be called to account and punished, while countrymen and common people, who have never set eyes on a ruler, live free of care: so it is with this world under heaven, from kings to the poor … the care … of the affairs of this life; and no one is quick to remember the day of judgment. But those who in thought enter the judgment seat of Christ, where his throne is, and are continually before him, are always in fear and trembling, lest they fail in any of his holy commandments.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.19 (PG 34:587–588; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-19)."},"macarius-homiliae-spirituales/15.2":{"o":"Οὕτω καὶ ψυχὴ ἣν ἂν μνηστεύσηται νύμφην ὁ ἐπουράνιος νυμφίος Χριστὸς, πρὸς τὴν ἑαυτοῦ μυστικὴν καὶ θείαν κοινωνίαν, καὶ γεύσηται ἐπουρανίου πλούτου, ἐν πολλῇ σπουδῇ γνησίως ἀρέσκειν ὀφείλει τῷ αὐτῆς μνηστῆρι Χριστῷ, καὶ τὴν τοῦ Πνεύματος διακονίαν, ἣν ἐμπεπίστευται, δεόντως καὶ ἁρμοζόντως ἐκπληροῦν, τῷ ἀρέσκειν τῷ Θεῷ ἐν πᾶσι, καὶ τὸ Πνεῦμα ἐν μηδενὶ λυπεῖν, καὶ τὴν καλὴν πρὸς αὐτὸν σωφροσύνην καὶ ἀγάπην προσηκόντως τηρεῖν, καὶ ἐν τῷ οἴκῳ τοῦ ἐπουρανίου Βασιλέως καλῶς ἀναστρέφεσθαι ἐν πάσῃ εὐνοίᾳ τῆς δοθείσης χάριτος. Ἰδοὺ ἡ τοιαύτη ψυχὴ πάντων τῶν τοῦ Κυρίου ἀγαθῶν δέσποινα καθίσταται, καὶ αὐτὸ τὸ ἔνδοξον τῆς θεότητος αὐτοῦ, σῶμα αὐτῆς τυγχάνει. \"Αν δὲ σφαλῇ τι, καὶ παρὰ τὸ δέον πράξῃ ἐν τῇ διακονίᾳ αὐτῆς, καὶ τὰ ἀρεστὰ αὐτῷ οὐ πράττῃ, καὶ τῷ θελήματι αὐτοῦ οὐκ ἐξακολουθῇ, οὔτε συνεργὸς τῆς συνούσης τοῦ Πνεύματος χάριτος γίνηται, τότε μετὰ ὕβρεως ἀπρεπῶς ἀτιμάζεται, καὶ ἀφορίζεται τῆς ζωῆς ὡς ἀχρεία γενομένη, καὶ ἀνεπιτήδειος τῇ κοινωνίᾳ τοῦ ἐπουρανίου βασιλέως. Καὶ λοιπὸν ἐπ' ἐκείνῃ τῇ ψυχῇ, λύπη καὶ ὀδύνη, καὶ κλαυθμὸς πᾶσιν ἁγίοις καὶ νοεροῖς πνεύμασι γίνεται· ἄγγελοι, δυνάμεις, ἀπόστολοι, προφῆται, μάρτυρες κλαίουσιν ἐπ᾿ αὐτῇ.","t":"So too the soul whom the heavenly bridegroom Christ betroths as his bride to his own mystical and divine fellowship, and who tastes of heavenly riches, ought with great diligence to please her suitor Christ genuinely, and to fulfil duly and fittingly the ministry of the Spirit which has been entrusted to her, by pleasing God in all things and grieving the Spirit in nothing, and by keeping as is fitting the good chastity and love toward him, and conducting herself well in the house of the heavenly King with all good will toward the grace that has been given. See, such a soul is made mistress of all the Lord's good things, and the very glory of his Godhead becomes her body. But if she trips in anything and acts beyond what is fitting in her ministry, and does not do what pleases him, and does not follow his will, and does not become a fellow worker with the grace of the Spirit that is with her, then she is unfittingly dishonoured with insult and is cut off from life as having become useless and unsuited for fellowship with the heavenly King. And then there is grief and pain and weeping over that soul among all the holy and intelligent spirits: angels, powers, apostles, prophets, martyrs weep over her.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.2 (PG 34:576–577; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-2)."},"macarius-homiliae-spirituales/15.20":{"o":"Καὶ ὥσπερ οἱ πλούσιοι τῆς γῆς, ὅταν πολλοὺς καρποὺς εἰσενέγκωσιν εἰς τὰς ἀποθήκας αὐτῶν, πάλιν ἐργάζονται καθ' ἑκάστην ἡμέραν πλεῖον, ἵνα εὐπορῶσι καὶ μὴ ἐλλείπωνται. Εἰ δὲ θαῤῥήσουσι τῷ ἐναποκειμένῳ ταῖς ἀποθήκαις πλούτῳ, καὶ ἀμελήσουσι μὴ ἐπισυνάγοντες ἕτερον, ἀλλὰ καταναλίσκοντες τὰ ἀποκείμενα, ταχέως εἰς πενίαν καὶ πτωχείαν ἐμπίπτουσιν. Ὅθεν προσοδευόμενοι καὶ εἰσφέροντες ὀφείλουσι κάμνειν καὶ ἐπισυνάγειν, ἵνα μὴ ὑστερηθῶσιν. Οὕτως ἐστὶν ἐν τῷ Χριστιανισμῷ τὸ γεύσασθαί τινα τῆς χάριτος τοῦ Θεοῦ Γεύσασθε γὰρ, φησὶ, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἔστι δὲ ἡ γεῦσις αὕτη ἐνεργητικὴ ἐν πληροφορίᾳ δύναμις Πνεύματος διακονοῦσα ἐν καρδίᾳ. Ὅσοι γὰρ υἱοί εἰσι τοῦ φωτὸς, καὶ τῆς διακονίας τῆς καινῆς διαθήκης ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, οὗτοι παρὰ ἀνθρώπων οὐδὲν μανθάνουσι· θεοδίδακτοι γάρ εἰσιν. Αὐτὴ γὰρ ἡ χάρις ἐπιγράφει ἐν ταῖς καρδίαις αὐτῶν τοὺς νόμους τοῦ Πνεύματος. Οὐκ ὀφείλουσιν οὖν εἰς τὰς Γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλὰ καὶ εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ Θεοῦ ἐγγράφει τοὺς νόμους τοῦ Πνεύματος, καὶ τὰ ἐπουράνια μυστήρια· ἡ γὰρ καρδία ἡγεμονεύει καὶ βασιλεύει ὅλου τοῦ σωματικοῦ ὀργάνου. Καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν μελῶν, καὶ τῶν λογισμῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς, καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆς καὶ ἡ προσδοκία αὐτῆς. Διὸ καὶ διέρχεται ἡ χάρις εἰς ὅλα τὰ μέλη τοῦ σώματος.","t":"And it is as with the rich of the earth: when they have brought many crops into their barns, they work again each day for more, so that they may have plenty and not fall short. But if they trust in the wealth stored in their barns and grow careless, gathering nothing further but consuming what is laid up, they quickly fall into want and poverty. Therefore those who have income and bring it in must labour and go on gathering, that they may not come short. So it is in Christianity with a man's tasting of the grace of God. For \"Taste,\" it says, \"and see that the Lord is kind.\" And this taste is a power of the Spirit working in full assurance and ministering in the heart. For all who are sons of light and of the ministry of the new covenant in the Holy Spirit learn nothing from men, for they are taught of God. For grace itself inscribes the laws of the Spirit in their hearts. They ought not, then, to find their full assurance in the Scriptures alone, which are written in ink; for the grace of God writes the laws of the Spirit and the heavenly mysteries on the tablets of the heart as well. For the heart governs and reigns over the whole instrument of the body; and when grace takes possession of the pastures of the heart, it reigns over all the members and the thoughts. For there is the mind, and all the thoughts of the soul and its expectation; and therefore grace passes through into all the members of the body.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.20 (PG 34:588–589; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-20)."},"macarius-homiliae-spirituales/15.21":{"o":"Οὕτως πάλιν ὅσοι εἰσὶν υἱοὶ τοῦ σκότους, βασιλεύει τῆς καρδίας ἡ ἁμαρτία, καὶ διέρχεται εἰς ὅλα τὰ μέρη. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί· καὶ οὕτως ὑπεκχεομένη σκοτίζει τὸν ἄνθρωπον. Οἱ δὲ μὴ λέγοντες εἶναι τὸ κακὸν σύντροφον, καὶ συναυξάνον τῷ ἀνθρώπῳ, μήτε μεριμνήσωσι περὶ τῆς αὔριον, μήτε ἐπιθυμήσωσι· καιρῷ γάρ τινι ἐπαύσατο ἐν αὐτοῖς ἐνοχλοῦν τὸ κακὸν, τινὰ ἐπιθυμίαν ὑποβάλλον· ὥστε ἐν ὄρκῳ διαβεβαιοῦσθαι τὸν ἄνθρωπον, ὅτι Οὐκέτι ἐπανίσταται μοι τὸ τοιοῦτον πάθος καὶ μετ' ὀλίγον καιρὸν κατεκάη τῇ ἐπιθυμίᾳ, ὥστε εὑρεθῆναι αὐτὸν πρὸς ἐπὶ τούτοις καὶ ἐπίορκον. Ωσπερ γὰρ δι᾽ ὀχετοῦ διέρχεται ὕδωρ, οὕτως καὶ διὰ τῆς καρδίας καὶ τῶν λογισμῶν ἡ ἁμαρτία· Ὅσοι δὲ τοῦτο ἀναιροῦσιν, ὑπ᾿ αὐτῆς τῆς ἁμαρτίας μελλούσης θριαμβεύεσθαι, ἐλέγχονται καὶ χλευάζονται. Σπουδάζει γὰρ τὸ κακὸν λανθάνειν καὶ κρύπτεσθαι ἐν τῇ διανοίᾳ τοῦ ἀνθρώπου.","t":"So again, in all who are sons of darkness, sin reigns over the heart and passes through into all the parts. For \"out of the heart come evil reasonings\"; and so, pouring itself out, it darkens the man. But those who say that evil is not nursed up together with a man and does not grow up with him, let them have no anxiety about tomorrow and let them feel no desire. For evil has ceased for a time from troubling them and from suggesting some desire, so that a man swears and affirms, \"Such a passion no longer rises up against me\"; and a little while after he is burned up with desire, so that he is found, on top of all this, to be a perjurer. For as water passes through a conduit, so does sin pass through the heart and the thoughts. And those who deny this are refuted and made sport of by the very sin that is about to triumph over them. For evil is eager to escape notice and to hide itself in a man's understanding.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.21 (PG 34:589–590; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-21)."},"macarius-homiliae-spirituales/15.22":{"o":"Εἰ οὖν ἀγαπᾷ τις τὸν Θεὸν, καὶ αὐτὸς συγκρινᾷ τούτῳ τὴν ἑαυτοῦ ἀγάπην· πιστευθεὶς δὲ ἅπαξ ὑπ᾿ αὐτοῦ, προστιθεῖ τούτῳ τὴν ἐπουράνιον πίστιν, καὶ γίγνεται διπλοῦς ὁ ἄνθρωπος. Ὅπως οὖν ἐκ τῶν μελῶν σου προσφέρῃς αὐτῷ, καὶ αὐτὸς ἐκ τῶν ἰδίων ὅμοια μελῶν συγκιρνᾷ τῇ ψυχῇ σου, ἵνα ἧς πάντα καθαρῶς ποιῶν, καὶ ἀγαπῶν, καὶ προσευχόμενος· μεγάλου γὰρ ἀξιώματός ἐστιν ὁ ἄνθρωπος• ἴδε πόσος ἐστὶν ὁ οὐρανὸς καὶ ἡ γῆ, ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος, εἰ μὴ ἐν τῷ ἀνθρώπῳ μόνῳ, ἐπαναπαύεσθαι. Τιμιώτερος οὖν ἐστιν ὁ ἄνθρωπος ὑπὲρ πάντα τὰ δημιουργήματα, τάχα δὲ τολμήσω λέγειν, ὅτι μὴ μόνον τῶν ὁρατῶν δημιουργημάτων, ἀλλὰ καὶ τῶν ἀοράτων, ἤγουν τῶν λειτουργικῶν πνευμάτων. Οὐ γὰρ περὶ Μιχαὴλ καὶ Γαβριὴλ, τῶν ἀρχαγγέλων εἶπεν, ὅτι Ποιήσωμεν κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· ἀλλὰ περὶ τῆς νοερᾶς οὐσίας τοῦ ἀνθρώπου, τῆς ἀθανάτου λέγω ψυχῆς. Καὶ γὰρ γέγραπται, ὅτι Παρεμβολαὶ ἀγγέλων κύκλῳ τῶν φοβουμένων αὐτόν. Τὰ μὲν οὖν κτίσματα τὰ φαινόμενα, φύσει τινὶ ἀμεταβλήτῳ δέδεται.","t":"If, then, a man loves God, he too blends his own love with this; and once he has been trusted by him, he adds to him the heavenly faith, and the man becomes twofold. So, as you offer him of your own members, he too mingles with your soul like members of his own, that you may be in all things doing purely, and loving, and praying. For man is of great worth. See how great the heaven and the earth are, the sun and the moon, and yet the Lord was not pleased to take his rest in them, but in man alone. Man, then, is more precious than all the works of creation; and I will perhaps dare to say, not only than the visible works, but than the invisible also, that is, than the ministering spirits. For it was not concerning Michael and Gabriel, the archangels, that he said, \"Let us make him according to our image and likeness,\" but concerning the intelligent being of man, I mean the immortal soul. For it is written, \"The camps of the angels are round about those who fear him.\" The visible creatures, then, are bound to a nature that does not change.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.22 (PG 34:590–591; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-22)."},"macarius-homiliae-spirituales/15.23":{"o":"Ὁ οὐρανὸς ἅπαξ τέτακται, ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος· ἀλλ᾽ οὐδὲ παρ᾽ ὁ ἐκτίσθησαν μετατραπῆναι δύνανται, οὔτε ἔχουσι θέλημα. Σὺ δὲ διὰ τοῦτο εἶ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, ἐπειδὴ ὥσπερ ὁ Θεὸς αὐτεξούσιός ἐστι, καὶ ὁ θέλει ποιεῖ· ἐὰν θέλῃ, κατὰ τὴν ἐξουσίαν αὐτοῦ πέμψει τοὺς δικαίους εἰς γέενναν, καὶ τοὺς ἁμαρτωλοὺς εἰς βασιλείαν ἀλλ' οὐχ αἱρεῖται, οὐδὲ καταδέχεται τοῦτο· δικαιοκρίτης γάρ ἐστιν ὁ Κύριος· οὕτως καὶ σὺ αὐτεξούσιος εἶ, καὶ ἐὰν θέλῃς ἀπολέσθαι, τρεπτῆς φύσεως εἶ· εἰ θέλεις βλασφημῆσαι, ποιῆσαι φάρμακα, καὶ ἀποκτεῖναί τινα, οὐδείς σοι ἀντίκειται ἢ κωλύει σε. Εἰ θέλει τις, ὑποτάσσεται τῷ Θεῷ, καὶ διοδεύει τὴν ὁδὸν τῆς δικαιοσύνης, καὶ κρατεῖ τῶν ἐπιθυμιῶν. Ὁ γὰρ νοῦς οὗτος ἀντίπαλός ἐστιν, ἐπικρατεῖν δυνάμενος ἐῤῥωμένῳ λογισμῷ τὰς τῆς κακίας ὁρμὰς καὶ ἐπιθυμίας αἰσχράς,","t":"The heaven has been ordered once for all, and the sun, the moon, the earth, and the Lord was not pleased in them; nor can they be turned aside from what they were created for, nor have they any will. But you are according to the image and likeness of God for this reason: that as God is free in himself and does what he wills (if he willed, he could by his authority send the righteous into hell and sinners into the kingdom; but he does not choose this, nor will he accept it, for the Lord is a righteous judge), so you too are free; and if you wish to be destroyed, you are of a changeable nature. If you wish to blaspheme, to make poisons and to kill someone, no one opposes you or hinders you. If a man wills, he submits himself to God and travels the road of righteousness and masters his desires. For this mind is an adversary that can master, by vigorous reasoning, the impulses of wickedness and shameful desires.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.23 (PG 34:591; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-23)."},"macarius-homiliae-spirituales/15.24":{"o":"Εἰ γὰρ ἐν οἰκίᾳ μεγάλῃ, ὅπου ἐστὶ χρυσώματα, χρυσόφορα, καὶ ἀργυρώματα, καὶ ἐσθῆς διάφορος, χρυσός τε καὶ ἄργυρος, νεανίσκοι καὶ νεάνιδες διατρίβοντες ἄγχουσι τὸν ἑαυτῶν νοῦν· εἰ καὶ ἡ φύσις διὰ τὴν σύνοικον ἁμαρτίαν πάντων ἐπιθυμεῖ· καὶ διὰ τὸν ἀνθρώπινον φόβον τῶν δεσποτῶν, ἐπέχουσι τὰς ὁρμὰς τῶν ἐπιθυμιῶν· πόσῳ μᾶλλον, ὅπου ἐστὶ φόβος Θεοῦ, ἀντιμάχεσθαι καὶ ἀντιπράττειν ὁ νοῦς ὀφείλει τῇ συνούσῃ κακίᾳ; Τὰ γὰρ δυνατά τοι προσέταξεν ὁ Θεός. Ἡ μὲν οὖν τῶν ἀλόγων ζώων φύσις δετή ἐστιν, οἷον ἡ τοῦ ὄφεως φύσις πικρά ἐστι καὶ ἰοβόλος ὅλοι οὖν οἱ ὄφεις τοιοῦτοί εἰσιν. Ὁ λύκος ἁρπάζειν εἴωθεν· ὅλοι οἱ λύκοι τῆς αὐτῆς εἰσι φύσεως. Τὸ ἀρνίον ἀφελὲς ὂν ἁρπάζεται· ὅλα τὰ ἀρνία τῆς αὐτῆς εἰσι φύσεως. Ἡ περιστερὰ ἄδολός ἐστι καὶ ἀκέραιος· ὅλαι αἱ περιστεραὶ τῆς αὐτῆς εἰσι φύσεως. Ὁ δὲ ἄνθρωπος οὐχ οὕτως ἐστίν. Εἷς ἐστιν ὁ λύκος ἁρπάζων, καὶ εἷς ἐστιν ὡς ἀρνίον ἁρπαζόμενος ἐκ τοῦ γένους τῆς ἀνθρωπότητος ἀμφότερα γενήσεται.","t":"For if in a great house, where there are golden vessels and gold ornaments and silver vessels and clothing of every kind, gold and silver, young men and young women who spend their time there keep their own minds in check, even though nature, because of the sin that dwells with it, desires everything, and they hold back the impulses of their desires out of human fear of their masters, how much more, where the fear of God is, ought the mind to fight against and work against the wickedness that is with it? For God has enjoined what is possible. Now the nature of the irrational animals is bound: the nature of the serpent, for example, is bitter and venomous, and all serpents are such. The wolf is given to seizing prey, and all wolves are of the same nature. The lamb is simple and is carried off, and all lambs are of the same nature. The dove is guileless and innocent, and all doves are of the same nature. But man is not so. One man is a wolf that seizes, and another is as a lamb that is seized; out of the race of mankind both will come.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.24 (PG 34:591–592; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-24)."},"macarius-homiliae-spirituales/15.25":{"o":"Ἔστι τις μὴ ἀρκούμενος τῇ ἰδίᾳ γυναικὶ, ἀλλὰ καὶ πορνεύων καὶ ἔστιν ἄλλος, ὅστις οὐκ ἐᾷ οὐδὲ ἐπιθυμίαν ἀνελθεῖν ἐπὶ τὴν καρδίαν αὐτοῦ. Ἔστι τις διαρπάζων τὰ τοῦ πλησίον· καὶ ἔστιν ἄλλος διὰ θεοσέβειαν καὶ τὰ ἴδια διαδιδούς. Ὁρᾶς πῶς τρεπτή ἐστιν αὐτὴ ἡ φύσις· ἔστιν ἐπὶ τὸ κακὸν ῥέπουσα, καὶ ἔστιν ἐπὶ τὸ καλὸν αὖθις· καὶ δι᾽ ἀμφοτέρων ἐπιτηδείως ἔχει νεῦσαι πρὸς ἃς βούλεται πράξεις· δεκτικὴ οὖν ἡ φύσις τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, ἤτοι θείας χάριτος, ἤτοι ἐναντίας δυνάμεως, ἀλλ᾽ οὐκ ἀναγκαστική ἐπειδὴ τὸ πρὶν αὐτὸς ὁ ᾿Ἀδὰμ ἐν καθαρότητι ὢν, ἐβασίλευε τῶν λογισμῶν αὐτοῦ· ἀφ' οὗ δὲ παρέβη τὴν ἐντολὴν, ὄρη δυσβάστακτα ἐπίκειται τῷ νῷ αὐτοῦ. Καὶ οἱ τῆς κακίας λογισμοί παραμιγέντες, ὅλοι ὡς ἴδιοι αὐτοῦ ἐγένοντο, καὶ οὐδὲ εἰς αὐτοῦ ἴδιός ἐστιν, ἐπειδὴ κατέχονται ὑπὸ τῆς κακίας.","t":"There is a man who is not content with his own wife but commits sexual immorality besides; and there is another who does not even let a desire come up into his heart. There is one who plunders his neighbour's goods, and there is another who out of godliness gives away even his own. You see how this nature itself is changeable: it can incline toward evil, and again toward good, and through both it is apt to lean toward whatever deeds it wishes. Nature, then, is receptive of good and of evil, whether of divine grace or of the opposing power, but it is not under compulsion. For formerly Adam himself, while he was in purity, reigned over his own thoughts; but from the time he transgressed the commandment, mountains hard to bear lie upon his mind. And the thoughts of wickedness, mingled into him, have all become as though they were his own, and not one of them is his own, since they are held fast by wickedness.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.25 (PG 34:592–593; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-25)."},"macarius-homiliae-spirituales/15.26":{"o":"Λοιπὸν ὀφείλεις ζητῆσαι λύχνον, ἵνα ἀφθῇ καὶ εὕρῃς τοὺς καθαροὺς λογισμούς. Οὗτοι γάρ εἰσιν οἱ φυσικοὶ, οὓς ἐποίησεν ὁ Κύριος. Οἱ ἀνατραφέντες εἰς θάλασσαν, ἔμαθον κολυμβᾶν, καὶ ὅταν ἐπαναστῶσι κλύδωνες καὶ κύματα, οὐ ξενίζονται, Οὕτως εἰσὶν οἱ Χριστιανοί. Ωσπερ νοῦς τριετοῦς παιδίου οὐ δύναται χωρῆσαι ἢ καταλαβεῖν νοῦν τελείου σοφιστοῦ, ἐπειδήπερ ἐν μέσῳ παρῆλθε πολύς τις χρόνος· οὕτω καὶ οἱ Χριστιανοὶ ὡς βρέφη νήπια τὸν κόσμον κατανοοῦσιν, ἀφορῶντες εἰς τὸ μέτρον τῆς χάριτος· ξένοι γάρ εἰσι τοῦ αἰῶνος τούτου. Ἡ δὲ πόλις αὐτῶν καὶ ἡ ἀνάπαυσις ἄλλη ἐστίν· ἔχουσι γὰρ οἱ Χριστιανοὶ τὴν παράκλησιν τοῦ Πνεύματος, δάκρυα, καὶ πένθος, καὶ στεναγμὸν, καὶ αὐτὰ τὰ δάκρυα τρυφὴ αὐτοῖς ἐστιν. Ἔχουσι δὲ καὶ φόβον ἐν χαρᾷ καὶ ἀγαλλιάσει καὶ οὕτως εἰσὶν ὡς ἄνθρωποι βαστάζοντες εἰς τὰς χεῖρας αὐτῶν τὸ αἷμα αὐτῶν, μὴ θαῤῥοῦντες ἑαυτοῖς, ἢ οἰόμενοί τι εἶναι, ἀλλ᾽ ὄντες ἐξουδενούμενοι καὶ ἀποδεδοκιμασμένοι παρὰ πάντας ἀνθρώπους,","t":"So then you must seek a lamp, that it may be lit and you may find the pure thoughts. For these are the natural ones, which the Lord made. Those who have been brought up at sea have learned to swim, and when billows and waves rise against them they are not astonished. Such are Christians. As the mind of a three-year-old child cannot contain or grasp the mind of an accomplished scholar, since much time has passed between, so Christians too look upon the world as little babes do, with their eyes on the measure of grace; for they are strangers to this age. Their city and their rest is another. For Christians have the comfort of the Spirit, tears and mourning and groaning, and those very tears are a delight to them. They have fear as well, in joy and gladness; and so they are like men carrying their own blood in their hands, not trusting in themselves nor thinking themselves to be anything, but being set at nought and rejected by all men.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.26 (PG 34:593; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-26)."},"macarius-homiliae-spirituales/15.27":{"o":"Ὥσπερ ἐὰν ᾗ βασιλεὺς, καὶ πτωχῷ τινι παράθηται τὸν ἑαυτοῦ θησαυρὸν, ὁ παραλαβών φυλάξαι, οὐκ ἔχει αὐτὸν ὡς ἴδιον, ἀλλ᾽ ὁμολογεῖ πάντοτε τὴν πτωχείαν αὐτοῦ, μὴ τολμῶν διασκορπίσαι ἐκ τοῦ ἀλλοτρίου θησαυροῦ τοῦτο γὰρ ἐνθυμεῖται πάντοτε, ὡς οὐ μόνον ἀλλότριός ἐστιν ὁ θησαυρός, ἀλλὰ καὶ βασιλεὺς δυνάστης παρέθετό μοι αὐτὸν, καὶ ὅταν θέλῃ λαμβάνει αὐτὸν ἀπ᾿ ἐμοῦ· οὕτως ἑαυτοὺς ὀφείλουσιν ἡγεῖσθαι καὶ οἱ ἔχοντες τὴν χάριν τοῦ Θεοῦ, ταπεινοφρονεῖν καὶ ὁμολογεῖν τὴν πτωχείαν αὐτῶν. Ὥσπερ γὰρ ὁ πτωχὸς ὁ λαβὼν τὴν παραθήκην τοῦ θησαυροῦ παρὰ τοῦ βασιλέως, ἐὰν πεποιθὼς ἐπὶ τῷ ἀλλοτρίῳ θησαυρῷ, ὡς ἰδίῳ πλούτῳ ἐπαρθῇ, καὶ τύφον λάβῃ ἡ καρδία αὐτοῦ, αἴρει ἀπ᾿ αὐτοῦ ὁ βασιλεὺς τὸν θησαυρὸν αὐτοῦ, καὶ μένει ὁ ἐσχηκώς αὐτὸν ἐν παρακαταθήκῃ, οἷος ἦν πρὸ τούτου πτωχός οὕτως καὶ οἱ ἔχοντες τὴν χάριν, ἐὰν ἐπαρθῶσι καὶ τύφον λάβωσιν αἱ κάρδιαι αὐτῶν, αἴρει ἀπ᾿ αὐτῶν ὁ Κύριος τὴν χάριν αὐτοῦ, καὶ μένουσι τοιοῦτοι, οἷοι ἦσαν πρὸ τοῦ λαβεῖν τὴν χάριν παρὰ τοῦ Κυρίου.","t":"It is as when a king entrusts his own treasure to some poor man: the one who receives it to keep does not hold it as his own, but always confesses his poverty, not daring to squander anything of another man's treasure. For he always bears this in mind, that not only is the treasure another's, but a mighty king entrusted it to me, and whenever he wishes he takes it back from me. So also those who have the grace of God ought to think of themselves, to be humble-minded and to confess their poverty. For as the poor man who received the deposit of treasure from the king, if he grows confident in another's treasure and is lifted up as though at his own wealth, and his heart takes on conceit, has his treasure taken away from him by the king, and the man who held it in trust remains as poor as he was before, so also those who have the grace, if they are lifted up and their hearts take on conceit, have the Lord take his grace from them, and they remain such as they were before they received the grace from the Lord.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.27 (PG 34:593–594; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-27)."},"macarius-homiliae-spirituales/15.28":{"o":"Ἀλλὰ πολλοὶ καίτοι συνούσης τῆς χάριτος, κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας οὐκ οἶδασιν. \"Ωσπερ ἐὰν ᾗ νεωτέρα ἐν οἴκῳ τινὶ, ὁμοίως καὶ νεώτερος· καὶ λοιπὸν κολακευομένη ὑπ᾿ ἐκείνου αὐτὴ συνθῆται αὐτῷ, μοιχᾶται, καὶ ἀπόβλητος γίνεται· οὕτω καὶ ὁ δεινὸς ὄφις τῆς ἁμαρτίας σύνεστι τῇ ψυχῇ γαργαρίζων καὶ προτρεπόμενος καὶ ἐὰν συνθῆται, κοινωνεῖ ἡ ἀσώματος ψυχὴ τῇ ἀσωμάτῳ κακίᾳ τοῦ πνεύματος, τουτέστι, πνεῦμα πνεύματι κοινωνεῖ, καὶ μοιχεύει ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ συντιθέμενος καὶ καταδεχόμενος τὸν λογισμὸν τοῦ πονηροῦ. Τὸ οὖν μέτρον τοῦ ἀγῶνός σου τοῦτό ἐστιν, ἵνα μὴ μοιχεύσῃς ἐν τοῖς λογισμοῖς ἀλλ᾽ ἵνα ἀντιστῇς τῷ νῷ, καὶ ἔσωθεν ποιήσῃς πόλεμον καὶ ἀγῶνα, καὶ μὴ ὑπακούσῃς, μηδὲ συνηδυνθῇς τῇ κακίᾳ ἐν τοῖς λογισμοῖς· καὶ ἐὰν ταύτην τὴν ἑτοιμασίαν εὔρῃ ὁ Κύριος ἐν σοὶ, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ παραλαμβάνει σε ἐν τῇ βασιλείᾳ αὐτοῦ.","t":"But many, though grace is with them, are robbed by sin and do not know it. It is as when there is a young woman in a house, and a young man likewise; and if then, being flattered by him, she consents to him, she commits adultery and is cast out. So also the terrible serpent of sin is with the soul, tickling it and urging it on; and if the soul consents, the bodiless soul has fellowship with the bodiless wickedness of the spirit, that is, spirit has fellowship with spirit, and the man who consents and accepts the thought of the evil one commits adultery in his heart. This, then, is the measure of your struggle: not to commit adultery in your thoughts, but to resist with your mind and to make war and struggle within, and not to obey nor take pleasure with wickedness in your thoughts. And if the Lord finds this readiness in you, on the last day he receives you into his kingdom.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.28 (PG 34:594–595; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-28)."},"macarius-homiliae-spirituales/15.29":{"o":"εστι γάρ τινα πράγματα, ἃ οἰκονομεῖ ὁ Κύριος ἵνα μὴ ἀμάρτυρον ἑαυτὸν ποιήσῃ τῆς θείας χάριτος καὶ τῆς κλήσεως αὐτοῦ καὶ ἔστι τινὰ πράγματα, ἃ οὕτως οἰκονομεῖ κατὰ παραχώρησιν, ἵνα δοκιμασθῇ καὶ γυμνασθῇ ὁ ἄνθρωπος, ἵνα ἀποδειχθῇ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. Οἱ γὰρ ἐν θλίψεσι καὶ πειρασμοῖς ὄντες, ἐὰν ὑπομείνωσιν, οὐκ ἀποτυγχάνουσι τῆς βασιλείας τῶν οὐρανῶν. Οἱ οὖν Χριστιανοὶ ἐν τοῖς θλιβεροῖς πράγμασιν οὐκ ἄχθονται ἢ λυποῦνται· ἐὰν ἐν πενίᾳ ἢ κακουρχίᾳ ἐξετασθῶσιν, οὐκ ὀφείλουσι ξενίζεσθαι, ἀλλὰ μᾶλλον συνηδύνεσθαι τῇ πτωχείᾳ, καὶ ἡγεῖσθαι ἀντὶ πλούτου, τὴν νηστείαν ἀντὶ τρυφῆς, τὴν ἀτιμίαν καὶ ἀδοξίαν ἀντὶ δόξης· πάλιν δὲ, ἐὰν ἐμπέσωσιν εἰς πράγματα ἔνδοξα τῷ βίῳ τούτῳ, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν σαρκικὴν, ἢ πλοῦτον, ἢ δόξαν, ἢ τρυφὴν, ὀφείλουσι μὴ συνήδεσθαι τούτοις, ἀλλ᾽ ἀποφεύγειν ὡς ἀπὸ πυρός.","t":"For there are some things which the Lord so orders that he may not leave himself without witness of his divine grace and of his calling; and there are some things which he orders by permission, so that a man may be tested and exercised, and that man's freedom may be shown. For those who are in afflictions and trials, if they endure, do not fail of the kingdom of heaven. Christians, then, are not weighed down or grieved in afflicting circumstances. If they are put to the proof in poverty or ill-usage, they ought not to be astonished, but rather to be glad in their poverty and to count it as riches, and fasting as luxury, and dishonour and inglory as glory. And again, if they fall into things that are glorious in this life, which urge them toward fleshly ease or wealth or glory or luxury, they ought not to take pleasure in these, but to flee from them as from fire.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.29 (PG 34:595; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-29)."},"macarius-homiliae-spirituales/15.3":{"o":"Ὥσπερ γὰρ χαρὰ γίγνεται ἐν οὐρανῷ, ὡς ὁ Κύριος εἶπεν, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· οὕτως λύπη πολλὴ καὶ κλαυθμὸς ἐν τῷ οὐρανῷ γίνεται, ἐπὶ μιᾷ ψυχῇ ἀποπιπτούσῃ τῆς αἰωνίου ζωῆς. Καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐπάν τις πλούσιος ἀποθάνῃ ἀνὴρ, μετὰ μελῳδιῶν, καὶ θρήνου, καὶ κοπετοῦ ἐκκομίζεται τοῦ βίου ὑπὸ τῶν ἰδίων ἀδελφῶν, καὶ πρὸς συγγενῶν, καὶ φίλων, καὶ γνωρίμων· οὕτως καὶ ἐπὶ τῇ ψυχῇ ἐκείνῃ πάντες οἱ ἅγιοι πενθοῦσι μετὰ θρήνων καὶ μελῳδιῶν. Καὶ γὰρ ἀλλαχοῦ τοῦτο ἡ Γραφὴ αἰνίττεται λέγουσα, πέπτωκε πίτυς, πενθεῖτε, κέδροι ὥσπερ γὰρ ὁ Ἰσραὴλ ὅτε ἐδόκει εὐαρεστεῖν τῷ Δεσπότῃ, εἰ καὶ μηδέποτε ὃν δεῖ τρόπον εὐηρέστησε, στύλον νεφέλης εἶχεν ἐπισκιάζοντα, καὶ στύλον πυρός καταυγάζοντα, θάλασσαν ἑώρα σχιζομένην ἔμπροσθεν αὐτοῦ, ὕδωρ ἐκ πέτρας διαυγὲς ἐξερχόμενον ἐπεὶ δὲ ἐστρέφετο ὁ νοῦς αὐτῶν, καὶ ἡ προαίρεσις ἀπὸ τοῦ Θεοῦ, τότε ὄφεσι παρεδίδοντο, καὶ τοῖς ἐχθροῖς αὐτῶν, ἐν αἰχμαλωσίαις δειναῖς ἀπαγόμενοι, καὶ δουλείαις πικραῖς ἐξεταζόμενοι τὸ αὐτὸ πάντως καὶ ἐπὶ τῶν ψυχῶν ἡμῶν γίνεται. Τοῦτο δὲ καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ μυστικῶς ἐμφαῖνον τὸ Πνεῦμα περὶ τῆς τοιαύτης ψυχῆς, ὥσπερ Ἱερουσαλήμ, ἔλεγεν· Εὗρόν σε, φησὶν, ἐν τῇ ἐρήμῳ γυμνὴν, καὶ ἔλουσά σε ἐκ τοῦ ὕδατος τῆς ἀκαθαρσίας σου, καὶ ἐνέδυσά σε ἔνδυμα, καὶ ψέλλια περιέθηκα ἐν ταῖς χερσί σου, καὶ μανιάκια περὶ τὸν τράχηλόν σου, καὶ ἐνώτια ἐν τοῖς ὠσί σου, καὶ ἐγένου μοι ὀνομαστὴ ἐν πᾶσι τοῖς ἔθνεσι· σεμίδαλιν, καὶ ἔλαιον, καὶ μέλι ἔφαγες, καὶ εἰς ὕστερον ἐπελάθου τῶν εὐεργεσιῶν μου, καὶ ἐπορεύθης ὀπίσω τῶν ἐραστῶν σου, καὶ ἐπόρνευσας ἐν αἰσχύνη.","t":"For as there is joy in heaven, as the Lord said, over one sinner who repents, so there is much grief and weeping in heaven over one soul that falls away from eternal life. And as on earth, when a rich man dies, he is carried out of this life with dirges and lamentation and beating of the breast by his own brothers and kinsmen and friends and acquaintances, so over that soul all the saints mourn with lamentations and dirges. For elsewhere Scripture hints at this, saying, \"The pine has fallen; mourn, you cedars.\" For as Israel, when it seemed to please the Master, even though it never pleased him in the way it ought, had a pillar of cloud overshadowing it and a pillar of fire giving it light, and saw the sea divided before it and clear water coming out of a rock; but when their mind and purpose turned away from God, then they were given over to serpents and to their enemies, carried off into terrible captivities and put to the proof in bitter slaveries: the very same thing happens with our souls. And this too the Spirit showed mystically in the prophet Ezekiel concerning such a soul, as though speaking of Jerusalem, saying: \"I found you in the wilderness naked, and I washed you from the water of your uncleanness, and clothed you with a garment, and put bracelets on your hands and chains about your neck and earrings in your ears, and you became renowned among all the nations; you ate fine flour and oil and honey; and afterward you forgot my benefits and went after your lovers and played the harlot in shame.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 15.3 (PG 34:577–578; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-3)."},"macarius-homiliae-spirituales/15.30":{"o":"Εἰς τὸ φαινόμενον· ἔθνος ἐὰν ἐλάχιστον ἐπικινηθῇ τῷ βασιλεῖ πρὸς πόλεμον, οὐ κάμνει πολεμῶν αὐτὸς, ἀλλ᾿ ἀποστέλλει στρατιώτας μετὰ τῶν ἀρχόντων αὐτῶν, καὶ ποιοῦνται τὸν πόλεμον. Ἐὰν δὲ ἔθνος μέγιστον ᾗ τὸ ἐπικινηθὲν, δυνάμενον ἐμπορθῆσαι τὴν βασιλείαν αὐτοῦ, ἀναγκάζεται αὐτὸς ὁ βασιλεὺς σὺν τοῖς ἐν τῷ παλατίῳ καὶ τοῖς στρατοπέδοις αὐτοῦ ἀπελθεῖν συγκροτῆσαι τὴν πόλεμον. Βλέπε οὖν σου τὸ ἀξίωμα, ὅτι ὁ Θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοπέδου, τῶν ἀγγέλων λέγω καὶ τῶν ἁγίων πνευμάτων, εἰς σὴν πρεσβείαν δι᾿ ἑαυτοῦ ἐλθὼν, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. ᾿Ασφάλισαι οὖν σεαυτὸν, καὶ ἐννοήθητι οἴα πρόνοια διὰ σὲ γεγένηται. Ὑποδείγματι δὲ βιωτικῷ κεχρήμεθα, ὡς ἐν βίῳ. Ωσπερ ἂν ἡ βασιλεὺς, καὶ εὕρῃ τινὰ ἐνδεῆ, καὶ ἔχοντα πάθη, καὶ μὴ ἐπαισχυνθῇ αὐτὸν, ἀλλὰ φαρμάκοις ἱαματικοῖς θεραπεύσῃ αὐτοῦ τὰ τραύματα, καὶ ἀπενέγκῃ αὐτὸν εἰς τὸ ἑαυτοῦ παλάτιον, καὶ ἐνδύσῃ αὐτὸν τὴν πορφυρίδα καὶ τὸ διάδημα, καὶ ποιήσῃ αὐτὸν κοινωνὸν τῆς τραπέζης αὐτοῦ οὕτως καὶ ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς, ἐλθὼν πρὸς τὸν ἄνθρωπον ἔχοντα πάθη ἰάσατο, καὶ ἐποίησε κοινωνὸν τῆς βασιλικῆς αὐτοῦ τραπέζης· καὶ τοῦτο οὐ βιασάμενος τὸ θέλημα αὐτοῦ, ἀλλὰ προτρεψάμενος αὐτὸν εἰς τὴν τοιαύτην ἴστησι τιμήν.","t":"Take what is seen. If some very small nation is stirred up to war against the king, he does not trouble to make war himself, but sends soldiers with their commanders, and they make the war. But if the nation stirred up is very great and able to sack his kingdom, the king himself is compelled to go out with those in the palace and with his armies and join battle. See, then, your own worth: that God was moved, with his own army, I mean the angels and the holy spirits, and came himself on an embassy for you, to redeem you from death. Make yourself secure, then, and consider what providence has been shown for your sake. We use an illustration from common life, as life goes. Suppose there were a king, and he found a man in need and full of diseases, and was not ashamed of him, but healed his wounds with medicines that cure, and carried him off into his own palace, and clothed him with the purple and the diadem, and made him a sharer of his table. So also the heavenly King, Christ, came to the man who was full of diseases and healed him, and made him a sharer of his royal table; and this not by forcing his will, but by urging him on, he sets him in such honour.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.30 (PG 34:595–596; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-30)."},"macarius-homiliae-spirituales/15.31":{"o":"Καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ γέγραπται, ὅτι Ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους ὁ κύριος, καλῶν τοὺς θέλοντας, δηλώσας αὐτοῖς, ὅτι Τὸ ἄριστόν μου ἡτοίμασται· αὐτοὶ δὲ οἱ κεκλημένοι παρητήσαντο λέγοντες, ὃς μὲν, Ἠγόρασα, φησί, ζεύγη βοῶν· ἄλλος, Γυναῖκα ἡρμοσάμην. Ὁρᾶς ὅτι ὁ κλήτωρ ἕτοιμος, οἱ δὲ κληθέντες ἀντεῖπον. ῎Αρα αὐτοὶ ἑαυτῶν αἴτιοι γεγόνασι. Τοσοῦτον οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν. Βλέπε ὅτι ὁ Κύριος ἡτοίμασεν αὐτοῖς τὴν βασιλείαν, καὶ καλεῖ αὐτοὺς εἰσελθεῖν, αὐτοὶ δὲ οὐ θέλουσι. Πρὸς τὸ δόμα οὖν ὁ μέλλουσι κληρονομεῖν, τοῦτο ἄν τις ὀρθῶς εἶποι, Εἰ ἕκαστος ἀφ᾿ οὗ ἐκτίσθη ὁ ᾿Αδάμ, ἕως τῆς συντελείας τοῦ κόσμου, ἐπολέμει πρὸς τὸν Σατανᾶν, καὶ ὑπέμεινε τὰς θλίψεις, οὐδὲν μέγα ἐποίει πρὸς τὴν δόξαν ἣν μέλλει κληρονομεῖν. Συμβασιλεύσει γὰρ εἰς τοὺς ἀπεράντους αἰῶνας μετὰ Χριστοῦ. Δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν τοιαύτην ψυχὴν, ὅτι αὐτὸν αὐτὸς καὶ τὴν χάριν αὐτοῦ ἔδωκε, καὶ ἐνεπίστευσε τῇ ψυχῇ. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ.","t":"For in the Gospel it is written that the lord sent his own servants, calling those who were willing, and telling them, \"My dinner is prepared.\" But those who had been called made excuses, one saying, \"I have bought yokes of oxen,\" and another, \"I have married a wife.\" You see that the one who called was ready, but those who were called refused. So they themselves became the cause of their own loss. So great, then, is the worth of Christians. See that the Lord has prepared the kingdom for them and calls them to come in, and they will not. Concerning the gift which they are to inherit, one might rightly say this: if every man, from the time Adam was created until the consummation of the world, had been at war with Satan and had endured afflictions, he would have done nothing great in comparison with the glory he is to inherit. For he shall reign together with Christ for ages without end. Glory to him who so loved such a soul, that he gave both himself and his grace, and entrusted himself to the soul. Glory to his majesty.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.31 (PG 34:596–597; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-31)."},"macarius-homiliae-spirituales/15.32":{"o":"Κατὰ τὰ φαινόμενα πράγματα, ἰδοὺ πάντες οἱ καθεζόμενοι ἀδελφοὶ μίαν εἰκόνα ἔχομεν, καὶ ἓν πρόσωπον τοῦ ᾿Αδάμ· ἆρα καὶ εἰς τὸ κρυπτὸν, καὶ εἰς τὰ ἐνδότατα πράγματα, μία ἐστὶν ἡ προαίρεσις πάντων; καὶ μία καρδία; πάντες ἄρα ἕν ἐσμεν, ἀγαθοὶ καὶ θεοσεβεῖς. Η ἄρα εἰσί τινες ἐξ ἡμῶν, ὅτι οἱ μὲν κοινωνοῦσι Χριστῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οἱ δὲ τῷ Σατανᾷ καὶ τοῖς δαίμοσι· καὶ ὅλοι ὡς εἷς φαινόμενοι ὁμοῦ καθεζόμεθα· ἓν πρόσωπον τοῦ ᾿Ἀδὰμ πάντες ἔχομεν. Ὁρᾶς πῶς ἄλλο τί ἐστιν ἡ νοερὰ οὐσία, ὁ ἔσω ἄνθρωπος, παρά τὸν ἔξω; ὅτι εἷς φαινόμεθα οἱ πάντες· καὶ οἱ μὲν μετὰ τοῦ Χριστοῦ καὶ τῶν ἀγγέλων εἰσίν· οἱ δὲ μετὰ τοῦ Σατανᾶ καὶ τῶν ἀκαθάρτων πνευμάτων. Εἰ οὖν ἡ καρδία βάθος τι ἔχει ἀπέραντον, ἐκεῖ εἰσι τρίκλινοι, καὶ κοιτῶνες, θύραι, καὶ πρόθυρα, καὶ διακονίαι πολλαὶ, καὶ διέξοδοι. Ἐκεῖ ἐστι τὸ ἐργαστήριον τῆς δικαιοσύνης, καὶ ἀδικίας ἐκεῖ ὁ θάνατος· ἐκεῖ ἐστιν ἡ ζωή ἐκεῖ ἐστιν ἡ ἀγαθὴ ἐμπορία, καὶ ἡ ἐναντία.","t":"As to the things that appear: see, all we brothers sitting here have one image and one face of Adam. Is the purpose of us all one, then, in what is hidden and in the innermost things too? And is the heart one? Are we then all one, good and godly? Or are there some among us such that some have fellowship with Christ and his angels, and others with Satan and the demons, while we all appear as one and sit together? We all have the one face of Adam. You see how the intelligent being, the inner man, is something other than the outer? For we all appear as one, and yet some are with Christ and the angels, and others with Satan and the unclean spirits. If, then, the heart has a certain boundless depth, there are dining rooms there, and bedchambers, doors and porches, and many kinds of service, and ways out. There is the workshop of righteousness and of unrighteousness; there is death, there is life; there is the good trade, and the contrary.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.32 (PG 34:597–598; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-32)."},"macarius-homiliae-spirituales/15.33":{"o":"Ὥσπερ ἐὰν ᾗ παλάτιον μέγιστον, καὶ τοῦτο ἐρημωθῇ, καὶ πληρωθῇ πάσης δυσωδίας, καὶ νεκρῶν πολλῶν οὕτω καὶ τὸ παλάτιον τοῦ Χριστοῦ ἡ καρδία ἐστὶ, καὶ γέμει πάσης ἀκαθαρσίας, καὶ ὄχλων πολλῶν πονηρῶν πνευμάτων Χρὴ οὖν τοῦτο ἀνακτισθῆναι, καὶ ἀνοικοδομηθῆναι, καὶ εὐτρεπισθῆναι τὰ ταμεία, καὶ τὰ κουβούκλεια. Ἐκεῖ γὰρ ὁ βασιλεὺς Χριστὸς μετὰ τῶν ἀγγέλων, καὶ τῶν ἁγίων πνευμάτων ἔρχεται ἐπαναπαῆναι, καὶ οἰκῆσαι, καὶ ἐμπεριπατῆσαι, καὶ θεῖναι τὴν ἑαυτοῦ βασιλείαν. Λέγω δὲ, ὥσπερ ἐὰν ᾗ πλοῖον ἔχον πολλὴν κατασκευὴν, ἐκεῖ ὁ κυβερνήτης διοικεῖ τοὺς πάντας, καὶ οἰκονομεῖ, τοῖς μὲν ἐπιπλήττων, ἄλλους δὲ ὁδηγῶν· οὕτως ἐστὶ καὶ ἡ καρδία ἔχουσα τὸν νοῦν κυβερνήτην, τὴν συνείδησιν ἐλέγχουσαν, λογισμοὺς κατηγοροῦντας καὶ ἀπολογουμένους λέγει γάρ· Μεταξύ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων.","t":"It is as when there is a very great palace, and it is left desolate and filled with every foul smell and with many corpses. So also the palace of Christ is the heart, and it is full of every uncleanness and of great crowds of evil spirits. It must therefore be built anew and rebuilt, and its storerooms and chambers made ready. For there the King, Christ, comes with the angels and the holy spirits, to take his rest and to dwell and to walk about and to set up his own kingdom. And I say, it is as when there is a ship with much equipment: there the helmsman governs them all and orders them, rebuking some and guiding others. So is the heart too, having the mind for its helmsman, and the conscience that convicts, and thoughts that accuse and defend. For it says: \"Their thoughts between one another accusing or else defending them.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 15.33 (PG 34:598; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-33)."},"macarius-homiliae-spirituales/15.34":{"o":"Ὁρᾶς ὅτι ἡ συνείδησις οὐ συγκρίνει τοὺς τοιούτους λογισμοὺς τοὺς ὑπακούοντας τῇ ἁμαρτίᾳ, ἀλλ᾽ εὐθὺς ἐλέγχει. Οὐ ψεύδεται γὰρ, ἐπεὶ τί εἴποι ἐνώπιον τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μαρτύρεται, ὡς πάντοτε ἐλέγχουσα. Ὥσπερ ἐὰν ᾗ ἄρμα καὶ ἡνίαι, τὰ ζῶα, καὶ πᾶσα ἡ κατασκευὴ ὑπὸ ἕνα ἡνίοχόν ἐστι, λοιπὸν, ὅτε θέλει ἐκεῖνος, ὀξυτάτῃ ὁρμῇ φέρεται ὑπὸ τοῦ ἅρματος ὅτε δὲ θέλει, ἐπέχει αὐτό· πάλιν ὅπου θέλει μετατρέψαι αὐτὸ, ἐκεῖ αὐτὸ συνέρχεται ὅλον οὖν τὸ ἄρμα ἐν τῇ ἐξουσίᾳ τοῦ ἡνιοχοῦντος κεῖται οὕτως καὶ ἡ καρδία ἔχει πολλοὺς λογισμοὺς φυσικούς, συνδεδεμένους αὐτῇ, καὶ ὁ νοῦς ἐστι καὶ ἡ συνείδησις ἐπιτιμῶσα καὶ κατευθύνουσα τὴν καρδίαν, καὶ διϋπνίζουσα τοὺς φυσικοὺς βρύοντας ἐν τῇ καρδίᾳ. Μέλη γὰρ πολλὰ ἔχει ψυχὴ, κἂν μία ἐστίν.","t":"You see that the conscience does not side with such thoughts as obey sin, but convicts them at once. For it does not lie; since what would it say before God on the day of judgment? It bears witness, as one that always convicts. It is as when there is a chariot and reins, and the animals and all the gear are under one driver: then, when he wills, he is carried by the chariot at the swiftest speed, and when he wills, he holds it back; and again, wherever he wishes to turn it, the whole of it goes with him there. The whole chariot, then, lies in the authority of the driver. So too the heart has many natural thoughts bound up with it, and there is the mind and the conscience, rebuking and setting the heart straight and waking up the natural thoughts that well up in the heart. For the soul has many members, although it is one.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.34 (PG 34:598–599; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-34)."},"macarius-homiliae-spirituales/15.35":{"o":"᾿Αφ' οὗ γὰρ παρέβη ὁ ᾿Ἀδὰμ τὴν ἐντολὴν, ἐπεισελθὼν ὁ ὄφις δεσπότης γέγονε τοῦ οἴκου, καὶ ὡς ψυχὴ ἑτέρα μετὰ τῆς ψυχῆς ἐστι. Λέγει γὰρ ὁ Κύριος· Πᾶς ὅστις οὐκ ἀρνεῖται ἑαυτὸν, καὶ οὐ μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, οὐκ ἔστι μου μαθητής· καὶ Ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν. Ἐπεὶ ἡ ἁμαρτία ἐπεισελθοῦσα τῇ ψυχῇ, μέλος αὐτῆς γέγονε, καὶ αὐτῷ τῷ σωματικῷ ἀνθρώπῳ κεκόλληται, καὶ βρύουσι πολλοὶ καὶ ἀκάθαρτοι λογισμοὶ ἐν τῇ καρδίᾳ. Ὁ οὖν ποιῶν τὰ θελήματα τῆς ψυχῆς αὐτοῦ, τὰ θελήματα τῆς καρδίας ποιεῖ ἐπειδὴ συμπέπλεκται καὶ συγκέκραται ἡ ψυχή. Ὁ οὖν ὑποτάσσων τὴν ψυχὴν ἑαυτοῦ, καὶ ὀργιζόμενος ἑαυτῷ καὶ ταῖς συνούσαις αὐτῷ ἐπιθυμίαις, οὕτως ἐστὶν, ὡς ὁ ὑποτάσσων πόλιν ἐχθρῶν αὐτοῦ, καὶ οὗτος καταξιοῦται ἐλθεῖν εἰς μέτρα ἀγαθὰ Πνεύματος, καὶ ἀπολαμβάνει διὰ τῆς θείας δυνάμεως τὸν καθαρὸν ἄνθρωπον, καὶ γίνεται ἑαυτοῦ μείζων. ᾿Αποθεοῦται γὰρ λοιπὸν ὁ τοιοῦτος, καὶ γίγνεται υἱὸς Θεοῦ, λαμβάνων τὸ οὐράνιον σίγνον ἐν τῇ ψυχῇ αὐτοῦ. Οἱ γὰρ ἐκλεκτοὶ αὐτοῦ χρίονται τὸ ἁγιαστικὸν ἔλαιον, καὶ γίγνονται ἀξιωματικοὶ καὶ βασιλεῖς.","t":"For from the time Adam transgressed the commandment, the serpent came in and became master of the house, and is as another soul alongside the soul. For the Lord says: \"Everyone who does not deny himself and does not hate his own soul is not my disciple\"; and, \"He who loves his soul will lose it.\" For sin, having come in upon the soul, became a member of it and has been glued to the bodily man himself, and many unclean thoughts well up in the heart. He, then, who does the wills of his own soul does the wills of the heart, since the soul is intertwined and mingled with it. But he who subdues his own soul and is angry with himself and with the desires that are with him is like one who subdues a city of his enemies; and such a man is counted worthy to come to good measures of the Spirit, and by the divine power receives back the pure man, and becomes greater than himself. For such a man is henceforth made god, and becomes a son of God, receiving the heavenly mark in his soul. For his elect are anointed with the oil of sanctification and become men of rank and kings.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.35 (PG 34:599–600; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-35)."},"macarius-homiliae-spirituales/15.36":{"o":"Ἔχει γὰρ τὴν φύσιν ὁ ἄνθρωπος τοιαύτην, καὶ ὁ ὢν ἐν βάθει τῆς κακίας, καὶ δουλεύων τῇ ἁμαρτίᾳ, τοῦ τραπῆναι ἐπὶ τὸ ἀγαθόν· καὶ ὁ δεδεμένος Πνεύματι ἁγίῳ, καὶ μεμεθυσμένος εἰς τὰ ἐπουράνια, ἔχει ἐξουσίαν τοῦ τραπῆναι ἐπὶ τὸ κακόν. Ὥσπερ ἵνα ᾗ γυνὴ ἱμάτια ῥακώδη περιβεβλημένη, λιμώσσουσα, ἐῤῥυπωμένη, καὶ αὐτὴ μετὰ πολλοῦ καμάτου ἔλθῃ εἰς ἀξίωμα βασιλικὸν, καὶ ἐνδύσηται πορφύραν καὶ στέφανον, καὶ γένηται νύμφη βασιλέως, αὐτὴ μέμνηται τῆς προτέρας ῥυπαρίας, καὶ ἔχει θέλημα ἐπανελθεῖν εἰς τὸ ἀρχαῖον, ἀλλ᾿ οὐχ αἱρεῖται εἰς τὴν προτέραν αἰσχύνην ἐλθεῖν μωρὸν γάρ ἐστι καὶ αὐτοὶ δὲ οἱ γευσάμενοι τῆς χάριτος τοῦ Θεοῦ, καὶ μέτοχοι ὄντες τοῦ Πνεύματος, ἐὰν μὴ ἀσφαλίσωνται, κατασβέννυνται, καὶ γίνονται χείρους οὗ ἦσαν, κοσμικοὶ ὄντες· οὐχ ὅτι ὁ Θεὸς τρεπτός ἐστι καὶ ἀσθενὴς, ἢ τὸ Πνεῦμα σβέννυται, ἀλλ᾿ αὐτοὶ οἱ ἄνθρωποι οὐ συμφωνοῦσι τῇ χάριτι διὰ τοῦτο ἐκτρέπονται καὶ πίπτουσιν εἰς μυρία κακά. Οἱ γὰρ γευσάμενοι ἐκείνης τῆς δωρεᾶς, ἔχουσι τὰ ἀμφότερα συνόντα αὐτοῖς, χαρὰν καὶ παράκλησιν, φόβον καὶ τρόμον, ἀγαλλίασιν καὶ πένθος. Πενθοῦσι γὰρ ἑαυτοὺς καὶ ὅλον τὸν Ἀδὰμ, ἐπειδὴ μία ἐστὶν ἡ φύσις τῶν ἀνθρώπων· καὶ τὰ δάκρυα τῶν τοιούτων ἄρτος ἐστὶ, καὶ τὸ πένθος γλυκύτης καὶ ἀνάπαυσις.","t":"For man has such a nature that even the man who is in the depth of wickedness and is a slave to sin can turn to the good, and the man who is bound by the Holy Spirit and made drunk with heavenly things has authority to turn to evil. It is as if a woman clothed in rags, famished and filthy, were by much labour to come to royal rank, and put on the purple and the crown and become a king's bride: she remembers her former filth, and she has a will to go back to what she was, yet she does not choose to come back to her former shame, for that would be folly. And those too who have tasted the grace of God and are partakers of the Spirit, if they do not make themselves secure, are quenched and become worse than they were when they were worldly: not that God is changeable and weak, or that the Spirit is quenched, but that the men themselves are not in agreement with the grace, and for this reason are turned aside and fall into countless evils. For those who have tasted that gift have both things present with them: joy and comfort, fear and trembling, gladness and mourning. For they mourn for themselves and for the whole of Adam, since the nature of men is one; and the tears of such men are bread to them, and their mourning is sweetness and rest.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.36 (PG 34:600; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-36)."},"macarius-homiliae-spirituales/15.37":{"o":"Ἐὰν δὲ ἴδῃς τινὰ ἐπηρμένον καὶ τετυφωμένον ὡς μέτοχον ὄντα τῆς χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ, καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενουμένην, καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτός, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε· καὶ εἰ ποιεῖ σημεῖα, οὐκ ἔστιν αὐτῷ πιστεῦσαι τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ δόκιμον τοῦ Θεοῦ, σπουδάζειν λανθάνειν ἀνθρώπους. Καὶ εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν αὐτοὺς, καὶ πάντοτε λέγειν ὅτι Οὐκ ἔστιν ἐμὸς, ἄλλος μοι παρέθετο τὸν θησαυρὸν τοῦτον· ἐγὼ γὰρ πτωχός εἰμι. Καὶ ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ᾿ ἐμοῦ. Εἰ δὲ τις λέγει, Πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐκέτι χρήζω, ὁ τοιοῦτος οὐκ ἔστι Χριστιανὸς, ἀλλὰ σκεῦός ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου. Ἡ γὰρ ἀπόλαυσις τοῦ Θεοῦ ἀκόρεστός ἐστι, καὶ ὅσον αὐτοῦ γεύεταί τις καὶ ἐσθίει, τοσοῦτον ἔκπεινος γίγνεται. Καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα πρὸς τὸν Θεὸν ἔχουσιν ἀκατάσχετον οἱ τοιοῦτοι καὶ ὅσῳ σπουδάζουσι προκόπτειν, καὶ ἐπιπορίζειν, τοσοῦτον ἑαυτοὺς ἡγοῦνται πτωχοὺς, ὡς ἐνδεεῖς καὶ μηδὲν κεκτημένους· τοῦτο γὰρ λέγουσιν, ὅτι Οὐκ εἰμι ἄξιος, ἵνα οὗτος ὁ ἥλιος ἐπιλάμψῃ μοι. Τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὐτὴ ἡ ταπείνωσις.","t":"But if you see a man lifted up and puffed up as though he were a partaker of grace, then even if he works signs and raises the dead, yet does not hold his own soul to be without honour and of no account, and is not poor in spirit and loathsome in his own eyes, such a man is being robbed by wickedness and does not know it; and even if he works signs, he is not to be believed. For this is the sign of Christianity: that a man who is approved of God should be eager to escape the notice of men, and, if he has all the king's treasures, should hide them and always say, \"It is not mine; another entrusted this treasure to me, for I am poor; and when he wills, he takes it from me.\" But if anyone says, \"I am rich, it is enough, I have gained, I need nothing more,\" such a man is not a Christian but a vessel of error and of the devil. For the enjoyment of God is insatiable, and the more a man tastes and eats of him, the hungrier he becomes. And such men have an unrestrainable burning and longing toward God; and the more eager they are to advance and to gain, the poorer they count themselves, as needy and possessing nothing. For this is what they say: \"I am not worthy that this sun should shine upon me.\" This is the sign of Christianity: this humility.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.37 (PG 34:601; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-37)."},"macarius-homiliae-spirituales/15.38":{"o":"Εἰ δὲ τις λέγει ὅτι ᾿Αρκοῦμαι καὶ πεπλήρωμαι, οὗτος πλάνος ἐστὶ καὶ ψεύστης. Ωσπερ τὸ σῶμα τοῦ Κυρίου ἐδοξάσθη, ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος, καὶ μετεμορφώθη εἰς τὴν θεϊκὴν δόξαν, καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτως καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει. Ὡς γὰρ ἔσωθεν ἡ δόξα τοῦ Χριστοῦ οὕτω ἐφηπλώθη τῷ σώματι αὐτοῦ καὶ ἐξέλαμψε· τὸν αὐτὸν τρόπον κὰν τοῖς ἁγίοις, ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχεῖται. Καί γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ αὐτῶν. Γέγραπται γάρ· Ὅ τε ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἐνός. Καὶ Δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς. Ωσπερ ἀπὸ ἑνὸς πυρὸς ἅπτονται λύχνοι πολλοὶ, ἀνάγκη καὶ τὰ σώματα τῶν ἁγίων μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίγνεσθαι ὅπερ ἐστὶν ὁ Χριστός.","t":"But if anyone says, \"I am satisfied and filled,\" he is a deceiver and a liar. As the Lord's body was glorified when he went up into the mountain and was transfigured into the divine glory and into the boundless light, so the bodies of the saints also are glorified and flash with light. For as the glory of Christ was within and was thus spread over his body and shone out, in the same way in the saints too the power of Christ that is within will on that day be poured out from within over their bodies. For even now they partake of his being and his nature in their mind. For it is written: \"He who sanctifies and those who are sanctified are all of one\"; and, \"The glory which you have given me, I have given to them.\" As many lamps are lit from one fire, so the bodies of the saints too, being members of Christ, must become the same as Christ is.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.38 (PG 34:601–602; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-38)."},"macarius-homiliae-spirituales/15.39":{"o":"Ερώτησις. Πῶς ἀνώτεροι γίγνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ ἐκεῖνος γὰρ ἀθάνατος ἦν, καὶ ψυχὴν καὶ σῶμα ἄφθαρτος· οἱ δὲ ἀποθνήσκουσι καὶ φθείρονται. ᾿Απόκρισις. Ὁ ἀληθινὸς θάνατος ἔνδον ἐστὶν ἐν τῇ καρδίᾳ, καὶ κέκρυπται, καὶ ὁ ἄνθρωπος ὁ ἔσω νενέκρωται εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν κατὰ τὸ κρυπτὸν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ, καὶ οὐκ ἀποθνήσκει. ᾿Αλλ᾽ εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρὸν, ἐγείρεται αὖθις ἐν δόξῃ· ἡγιασμένα γάρ εἰσιν. Ὕπνον οὖν λέγομεν καὶ κοίμησιν τῶν Χριστιανῶν τὸν θάνατον. Εἰ δὲ ἀθάνατος ἦν ὁ ἄνθρωπος, καὶ κατὰ τὸ σῶμα ἄφθαρτος, βλέπων ὅλος ὁ κόσμος τὸ παράδοξον τοῦ πράγματος, ὅτι μὴ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ τοίνυν τινὶ, ἀλλ᾽ οὐχ ἑκουσίᾳ γνώμῃ πρὸς τὸ ἀγαθὸν ἀνήρχετο.","t":"Question. How do Christians become higher than the first Adam? For he was immortal, incorruptible in soul and body, while they die and are corrupted.\n\nAnswer. The true death is within, in the heart, and is hidden, and the inner man is the one that has died. If anyone, then, has passed from death into life in what is hidden, he truly lives for ever and does not die. And even if the bodies of such men are dissolved for a time, they are raised again in glory, for they have been sanctified. Therefore we call the death of Christians sleep and a falling asleep. But if man were immortal and incorruptible in body as well, then, when the whole world saw the strangeness of the thing, that the bodies of Christians were not corrupted, it would come up to the good by some necessity and not by a willing judgment.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.39 (PG 34:602–603; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-39)."},"macarius-homiliae-spirituales/15.4":{"o":"Οὕτως καὶ ψυχῇ τῇ διὰ τῆς χάριτος ἐπιγινωσκούσῃ τὸν Θεὸν, τὸ Πνεῦμα παραινεῖ, ἥτις καθαρισθεῖσα ἀπὸ τῶν προτέρων ἁμαρτιῶν καὶ τοῖς τοῦ ἁγίου Πνεύματος κοσμίοις κοσμηθεῖσα, καὶ μεταλαβοῦσα θείας καὶ ἐπουρανίου τροφῆς, μὴ δεόντως δὲ ἐν πολλῇ γνώσει ἀναστρεφομένη, καὶ ἁρμοζόντως μὴ τηροῦσα τὴν ὀφειλομένην τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ εὔνοιαν καὶ ἀγάπην, ἀποῤῥίπτεται καὶ ἐκβάλλεται τῆς ζωῆς ἧς ποτε μέτοχος γέγονε. Δύναται γὰρ ὁ Σατανᾶς καὶ μετὰ τῶν ἐχόντων τοιαῦτα μέτρα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, καὶ κατὰ τῶν τὸν Θεὸν ἐν χάριτι καὶ δυνάμει ἐπιγνόντων, ἀκμὴν ἡ κακία ἐπαίρεται, καὶ ἀγωνίζεται καταράξαι. ᾿Αγωνιστέον τοίνυν καὶ παραφυλακτέον καὶ ἡμᾶς πάσῃ συνέσει μετὰ φόβου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι, καθώς γέγραπται. Ὅσοι οὖν μέτοχοι τοῦ Πνεύματος Χριστοῦ γεγόνατε, ἐν μηδενὶ πράγματι, μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ, καταφρονητικῶς διατεθῆτε, καὶ τὴν χάριν τοῦ Πνεύματος μὴ ἐνυβρίσητε, ἵνα μὴ τῆς ζωῆς ἐκτὸς γένησθε, ἧς μέτοχοι ἤδη γεγόνατε. Καὶ πάλιν ἑτέρῳ προσώπῳ λέξω. Ὥσπερ δοῦλος ἐὰν εἰσέλθῃ ἐν παλατίῳ, ὑπηρετῆσαι τὰ σκεύη τῆς ὑπηρεσίας, ἐκ τῶν τοῦ βασιλέως ὑπαρχόντων λαμβάνει, αὐτὸς δὲ γυμνὸς εἰσέρχεται, καὶ ἐν τοῖς τοῦ βασιλέως σκεύεσιν ὑπηρετεῖ τῷ βασιλεῖ· λοιπὸν ὧδε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἵνα μήτι παρὰ τὸ δέον διακονήσῃ, ἄλλα ἀντὶ ἄλλων ἐδέσματα εἰσαγαγὼν τῇ τοῦ βασιλέως τραπέζῃ, ἀλλὰ κατὰ ἀκολουθίαν τὰ πρῶτα καὶ τὰ ἔσχατα παραθῇ σιτία εἰ δὲ κατὰ ἄγνοιαν καὶ ἀδιακρισίαν μὴ διακονήσῃ τῷ βασιλεῖ καθεξῆς, κινδύνου καὶ θανάτου ἔνοχος τυγχάνει οὕτως καὶ ψυχὴ ἐν τῇ χάριτι καὶ τῷ Πνεύματι διακονοῦσα τῷ Θεῷ, πολλῆς διακρίσεως καὶ γνώσεως χρήζει, ὅπως μήτι σφαλῇ ἐν τοῖς τοῦ Θεοῦ σκεύεσιν, ἤγουν τῇ τοῦ Πνεύματος διακονία, τὴν ἰδίαν προαίρεσιν μὴ συμφωνοῦσαν τῇ χάριτι ἔχουσα. Ἔστι γὰρ ἐν τῇ τοῦ Πνεύματος διακονίᾳ κρυπτῶς ὑπὸ τοῦ ἔσω ἀνθρώπου ἐπιτελουμένῃ, καὶ ἐν τοῖς ἰδίοις σκεύεσι, τουτέστι τῷ πνεύματι αὐτοῦ διακονεῖσθαι τὸν Κύριον ὑπὸ τῆς ψυχῆς. ῎Ανευ δὲ τῶν αὐτοῦ σκευῶν, τουτέστι τῆς χάριτος, ἀδύνατόν τινα τῷ Θεῷ διακονῆσαι, τουτέστιν, εὐαρεστῆσαι εἰς πάντα τὰ τοῦ Θεοῦ θελήματα.","t":"So too the Spirit admonishes the soul that comes to know God through grace. When she has been cleansed from her former sins and adorned with the ornaments of the Holy Spirit, and has partaken of divine and heavenly food, but does not conduct herself as she ought amid all that knowledge, and does not fittingly keep the good will and love owed to the heavenly bridegroom Christ, she is cast off and thrown out of the life of which she once was a partaker. For Satan can rise up and exalt himself even against those who have such measures; and against those who have come to know God in grace and power, wickedness still rises up and strives to dash them down. We too, then, must struggle and keep watch, and with all understanding work out our own salvation with fear, as it is written. All you, then, who have become partakers of the Spirit of Christ, be not contemptuously disposed in any matter, small or great, and do not insult the grace of the Spirit, lest you come to be outside the life of which you have already become partakers.\n\nAnd again I shall speak under another figure. When a slave enters a palace to wait at table, he takes the vessels of service from the king's own goods; he himself comes in with nothing, and with the king's vessels he serves the king. Here, then, there is need of much understanding and discernment, that he may not serve otherwise than he ought, bringing in one dish in the place of another to the king's table, but may set out the first and the last foods in their order. For if through ignorance and want of discernment he does not serve the king in order, he incurs danger and death. So also the soul that serves God in grace and in the Spirit needs much discernment and knowledge, that it may not trip among God's vessels, that is, in the ministry of the Spirit, by having its own purpose out of agreement with grace. For in the ministry of the Spirit, which is accomplished secretly by the inner man and in his own vessels, that is, in his spirit, the Lord is served by the soul; but without his vessels, that is, without grace, it is impossible for anyone to serve God, that is, to please him in all the wills of God.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.4 (PG 34:578–579; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-4)."},"macarius-homiliae-spirituales/15.40":{"o":"᾿Αλλ' ἵνα φανῇ καθάπαξ καὶ διαμείνῃ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ὁ Θεὸς ἔδωκε τῷ ἀνθρώπῳ, τούτου οἰκονομικῶς τὰ πράγματα διοικεῖται, καὶ γίγνεται λύσις σωμάτων, ἵνα ἐν τῷ θελήματι τοῦ ἀνθρώπου ᾗ τὸ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν ἢ τὸ κακόν. Οὔτε γὰρ ὁ τέλειος εἰς τὸ ἀγαθὸν, ἢ βαθὺς εἰς τὴν ἁμαρτίαν, καὶ ποιῶν ἑαυτὸν σκεῦος τοῦ διαβόλου, ὑφ᾽ οὗ τὸ ὅλον κατεκρίθη, εἰς τὸ κακὸν ἀνάγκῃ τινὶ δέδεται· ἀλλ᾽ ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ἐκλογῆς καὶ ζωῆς. Ὁμοίως πάλιν οἱ μεμεθυσμένοι εἰς τὴν θεότητα, καίτοι πεπληρωμένοι καὶ δεδεμένοι Πνεύματι ἁγίῳ, οὐκ ἀνάγκῃ τινὶ κεκράτηνται, ἀλλ᾽ ἔχουσι τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτοὺς, καὶ ποιεῖν ὁ θέλουσιν εἰς τὸν αἰῶνα τοῦτον.","t":"But in order that the freedom which God gave to man from the beginning might appear once for all and remain, matters are ordered by his dispensation, and the dissolving of bodies takes place, so that it may lie in a man's will to turn toward the good or toward the evil. For neither the man who is perfect in good, nor the man who is deep in sin and makes himself a vessel of the devil, by whom he has been wholly condemned, is bound to evil by any necessity; rather he has the freedom to become a vessel of election and of life. Likewise again, those who are made drunk with the Godhead, though they are filled and bound by the Holy Spirit, are not held by any necessity, but have the freedom to turn and to do what they will in this age.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.40 (PG 34:603; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-40)."},"macarius-homiliae-spirituales/15.41":{"o":"Ερωτησις. Κατὰ μέρος λεπτύνεται τὸ κακόν, καὶ ἐκριζοῦται, καὶ προκόπτει εἰς τὴν χάριν ὁ ἄνθρωπος, ἢ εὐθέως, εἰ τύχοι προκοπής, ἐκριζοῦται τὸ κακόν; Ἀπόκρισις. Καθάπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίγνεται εἰκὼν καὶ γεννᾶται, οὐκ ἤδη δὲ ἐστι τέλειος ἄνθρωπος, ἀλλ᾿ αὐξάνει ἐν ἔτεσι πολλοῖς, καὶ γίγνεται ἀνήρ ἔστι δὲ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου, οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες καὶ ἄνεμοι, καὶ τότε τῷ δέοντι καιρῷ γίγνονται στάχυες· καὶ ὁ φυτεύων ἄπιον, οὐκ εὐθέως μεταλαμβάνει τὸν καρπόν· ὡσαύτως κὰν τοῖς πνευματικοῖς, ὅπου τοσαύτη σοφία καὶ λεπτότης, κατὰ μικρὸν ὁ ἄνθρωπος αὐξάνει, καὶ γίνεται εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας· οὐχ ὥσπερ τινὲς λέγουσιν· Ἔνδυσαι, ἔκδυσαι.","t":"Question. Is evil made thin and rooted out by degrees, so that a man advances in grace; or is evil rooted out at once, as soon as he attains any advance?\n\nAnswer. Just as the embryo in the womb is not at once set fast into a man, but becomes an image by degrees and is born, and is not yet a complete man, but grows through many years and becomes a man; and as the seeds of barley or of wheat do not take root as soon as they are cast into the earth, but winters and winds pass by, and then at the proper season they become ears of grain; and as the man who plants a pear tree does not receive its fruit at once: so also in the things of the Spirit, where there is such wisdom and fineness, a man grows little by little and comes to be a full-grown man, to the measure of his stature. It is not as some say: \"Put on, put off.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 15.41 (PG 34:603–604; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-41)."},"macarius-homiliae-spirituales/15.42":{"o":"Ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται καὶ μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς τὴν σχολὴν τῶν Ῥωμαϊκῶν, καὶ ἔστιν ὅλων ἔσχατος. Πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὴν σχολὴν τῶν γραμμάτων, καὶ ἔστι πάλιν ἐκεῖ ὅλων ἔσχατος, ἀρχάριος. Εἶτα ὅταν γένηται σχολαστικὸς, ὅλων τῶν δικολόγων ἀρχάριος καὶ ἔσχατός ἐστι. Πάλιν ὅταν ἐκεῖ γένηται πρῶτος, τότε γίνεται ἡγεμών· καὶ ὅταν γένηται ἄρχων, λαμβάνει ἑαυτῷ βοηθὸν τὸν συγκάθεδρον. Εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπὰς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς, καὶ βαθμοὺς πολλοὺς αὐξάνει καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολλῶν πειρατηρίων ὁ διαφυγὼν γίνεται τέλειος. Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι τῆς χάριτος ἐξ ἀληθείας, καὶ τὸ σημεῖον ἔχοντες τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασιλέων ἕως πτωχῶν, κοπρίαν καὶ δυσωδίαν ἡγοῦνται τὰ πάντα. Καὶ οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ κόσμος ὁ γήϊνος, καὶ οἱ θησαυροὶ τοῦ βασιλέως, καὶ ἡ δόξα, καὶ οἱ τῆς σοφίας λόγοι, ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα. Καὶ εἴ τί ἐστιν ὑπὸ τὸν οὐρανὸν, τούτοις ἐστὶν εὐκαταφρόνητον.","t":"A man who wishes to learn letters goes and learns the characters, and when he has become first in that, he goes to the school of Latin, and there he is last of all. Again, when he has become first there, he goes on to the school of letters, and there again he is last of all, a beginner. Then, when he becomes a trained scholar, he is a beginner and last among all the advocates. Again, when he becomes first there, then he becomes a governor; and when he becomes a ruler, he takes an assessor to himself as a helper. If, then, the things that are seen have so many advances, how much more do the heavenly mysteries have their advances and grow by many degrees; and then, through much exercise and many trials, the man who comes through becomes perfect. For Christians who have truly tasted grace and have the sign of the cross in their mind and heart, these, from kings to the poor, count all things as dung and foul smell. And these can know that the whole earthly world, and the treasures of the king, and glory, and the words of wisdom, are a kind of fantasy, having no firm foundation but passing away; and whatever is under heaven is easily despised by them.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.42 (PG 34:604–605; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-42)."},"macarius-homiliae-spirituales/15.43":{"o":"Διὰ τί; ὅτι ξένα καὶ θαυμαστὰ τὰ ἐπάνω τῶν οὐρανῶν, τὰ μὴ ὄντα μήτε εἰς θησαυροὺς βασιλέων, μήτε εἰς σοφίαν λόγων, μήτε εἰς δόξαν κοσμικὴν, καὶ ἀξιώματα, ἢ πλοῦτον, οἷον ἐκεῖνοι ἐκτήσαντο, τὸν Κύριον καὶ κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ παραμένον. Οἱ γὰρ Χριστιανοὶ τιμίαν οἴδασι τὴν ψυχὴν ὑπὲρ πάντα τὰ δημιουργήματα· μόνος γὰρ ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἐγένετο ἰδοὺ ὁ οὐρανὸς πόσον ἐστὶν ὑπερμεγέθης, καὶ ἡ γῆ, καὶ τὰ ἐν αὐτοῖς κτίσματα τίμια, καὶ μεγάλα τὰ σκεύη αὐτῶν, ὁ δὲ ἄνθρωπος ὑπὲρ πάντα τὰ σκεύη τίμιός ἐστιν, ἐπειδὴ εἰς αὐτὸν μόνον εὐδόκησεν ὁ Κύριος καὶ τὰ κήτη δὲ τῆς θαλάσσης, καὶ τὰ ὄρη, καὶ τὰ θηρία, εἰς τὸ φαινόμενον μείζονά εἰσι τοῦ ἀνθρώπου. Βλέπε οὖν σου τὸ ἀξίωμα, πῶς εἶ τίμιος, ὅτι ὑπὲρ ἀγγέλους ἐποίησε σε ὁ Θεὸς, ὁπότε καὶ αὐτὸς δι᾽ ἑαυτοῦ εἰς σὴν πρεσβείαν καὶ λύτρωσιν παρεγένετο ἐπὶ τῆς γῆς.","t":"Why so? Because the things above the heavens are strange and wonderful, things that are not in kings' treasuries, nor in wisdom of words, nor in worldly glory and rank or wealth, such as those men acquired; for they have the Lord and Creator of all in the innermost man, a possession that does not pass away but abides. For Christians know that the soul is more precious than all created things; for man alone was made according to the image and likeness of God. See how exceedingly great the heaven is, and the earth, and how precious the creatures in them and how great their furnishings; yet man is more precious than all those furnishings, since the Lord was pleased in him alone. And the sea monsters and the mountains and the wild beasts are, to outward appearance, greater than man. See, then, your own worth, how precious you are: that God made you above the angels, since he himself came in person to the earth for your sake, on an embassy and for your redemption.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.43 (PG 34:605; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-43)."},"macarius-homiliae-spirituales/15.44":{"o":"Ὅτε οὖν καὶ οἱ ἄγγελοι εἰς τὴν σὴν σωτηρίαν ἦλθον; βασιλεὺς γὰρ υἱὸς βασιλέως συμβούλιον ἐποιήσατο μετὰ τοῦ πατρὸς αὐτοῦ, καὶ ἀπεστάλη ὁ Λόγος, καὶ σάρκα ἐνδυσάμενος, καὶ κρύψας τὴν ἑαυτοῦ θεότητα, ἵνα διὰ τοῦ ὁμοίου τὸ ὅμοιον σωθῇ, ἔθηκε τὴν ψυχὴν αὐτοῦ ἐπὶ τοῦ σταυροῦ. Τοσαύτη ἀγάπη τοῦ Θεοῦ ἐστι πρὸς τὸν ἄνθρωπον! Ἡρετίσατο ὁ ἀθάνατος σταυρωθῆναι διὰ σέ. Βλέπε οὖν πῶς ὁ Θεὸς ἡγάπησε τὸν κόσμον, ὅτι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν ὑπὲρ αὐτοῦ. Πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; καὶ πάλιν ἀλλαχοῦ λέγει· ᾿Ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Δείκνυσι δὲ καὶ ἀλλαχοῦ τοὺς ἀγγέλους λειτουργοὺς εἶναι τῶν ἁγίων· καὶ γὰρ Ἠλίας ὅτε ἦν εἰς τὸ ὄρος, καὶ ἦλθον κατ᾿ αὐτοῦ οἱ ἀλλόφυλοι, τὸ παιδίον ἔλεγε· Πολλοὶ ἔρχονται καθ' ἡμῶν, καὶ ἡμεῖς μόνοι ἐσμέν. Τότε ἀποκρίνεται Ἠλίας· Οὐχ ὁρᾷς παρεμβολὰς καὶ πλήθη ἀγγέλων μεθ' ἡμῶν κύκλῳ βοηθούντων ἡμῖν; Ὁρᾷς ὅτι ὁ Δεσπότης, καὶ τὰ πλήθη τῶν ἀγγέλων σύνεστι τοῖς δούλοις αὐτοῦ. Πόση οὖν ἐστιν ἡ ψυχὴ, καὶ πῶς τετίμηται ὑπὸ τοῦ Θεοῦ! ὅτι ὁ Θεὸς καὶ οἱ ἄγγελοι ταύτην ἐπιζητοῦσιν εἰς κοινωνίαν ἰδίαν, καὶ εἰς βασιλείαν. Ὁ δὲ Σατανᾶς καὶ αἱ δυνάμεις αὐτοῦ ταύτην ἐπιζητοῦσιν εἰς τὸ ἴδιον μέρος.","t":"Seeing, then, that even the angels came for your salvation: for the King, the Son of the King, took counsel with his Father, and the Word was sent; and clothing himself with flesh and hiding his own Godhead, so that like might be saved by like, he laid down his soul upon the cross. So great is the love of God toward man! The immortal one chose to be crucified for you. See, then, how God loved the world, that he gave his only-begotten Son for it. \"How shall he not with him freely give us all things?\" And again elsewhere he says: \"Truly I say to you, he will set him over all his goods.\" Elsewhere too he shows that the angels are ministers of the saints. For when Elijah was on the mountain and the foreigners came against him, the servant said, \"Many are coming against us, and we are alone.\" Then Elijah answers, \"Do you not see the camps and the multitudes of angels with us round about, helping us?\" You see that the Master and the multitudes of the angels are with his servants. How great, then, is the soul, and how honoured by God, since God and the angels seek it for their own fellowship and for the kingdom, while Satan and his powers seek it for their own part.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.44 (PG 34:605–606; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-44)."},"macarius-homiliae-spirituales/15.45":{"o":"Ὡς γὰρ ἐν τοῖς φαινομένοις ὁ βασιλεὺς οὐ διακονεῖται ὑπὸ ἀγελημαίων ἀνθρώπων, ἀλλ᾽ ὑπὸ ὡραίων καὶ καλῶς πεπαιδευμένων, οὕτω καὶ εἰς τὸ ἐπουράνιον παλάτιον ἐκεῖνοι διακονοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ, οἱ ἄμωμοι, οἱ ἀνεπίληπτοι, οἱ καθαροί τὴν καρδίαν. Καὶ ὥσπερ ἐν τῷ παλατίῳ, ὡραῖαι κόραι, καὶ μὴ ἔχουσαι μῶμόν τινα, εὐειδέσταται ἐκεῖναι εἰς κοινωνίαν βασιλέων ἀπέρχονται· οὕτως καὶ εἰς τὸ πνευματικὸν, ψυχαὶ αἱ ἐν πᾶσι τρόποις ἀγαθοῖς κεκοσμημέναι, αὗται κοινωνοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ. Εἰς τὸ φαινόμενον, ὅπου ἀπέρχεται ἄρχων μεῖναι, καὶ συμβαίνει ἐκείνην τὴν οἰκίαν ἔχειν ἀκαθαρσίαν τινὰ, εὐτρεπίζεται, καὶ διακόσμησις πολλή γίνεται, καὶ ἀρώματα ἐκχεῖται. Πόσῳ μᾶλλον ὁ οἶκος τῆς ψυχῆς, εἰς ὃν ὁ Κύριος ἀναπαύεται, πολλῆς διακοσμήσεως χρήζει, ἵνα δυνηθῇ ἐκεῖ εἰσελθεῖν καὶ ἀναπαῆναι ὁ ἄσπιλος, ὁ ἄμωμος εἰς γὰρ τοιαύτην καρδίαν ὁ Θεὸς, καὶ ὅλη ἡ ἐπουράνιος Ἐκκλησία ἐπαναπαύεται.","t":"For as in the things that are seen the king is not served by common herdsmen but by comely and well-trained men, so in the heavenly palace those serve the heavenly King who are blameless, irreproachable, pure in heart. And as in the palace it is the beautiful girls, who have no blemish and are most comely, who go in to the fellowship of kings, so in what belongs to the Spirit it is the souls adorned with every good way that have fellowship with the heavenly King. In what is seen, when a ruler goes to stay somewhere, and it happens that the house has some uncleanness in it, it is put in order, and much adorning is done, and perfumes are poured out. How much more does the house of the soul, in which the Lord takes his rest, need much adorning, that the spotless and blameless one may be able to enter and rest there! For in such a heart God and the whole heavenly church take their rest.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.45 (PG 34:606–607; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-45)."},"macarius-homiliae-spirituales/15.46":{"o":"Ἐν τοῖς φαινομένοις, ἐὰν ἔχῃ πατήρ κτήματα, ἔχῃ δὲ καὶ διαδήματα καὶ λίθους τιμίους, ταῦτα εἰς οἴκους ἀποθέτους κρύπτει, καὶ ταμιεύεται τῷ ἀγαπητῷ αὐτοῦ υἱῷ, κἀκείνῳ δίδωσιν αὐτά· οὕτω καὶ ὁ Θεὸς τὴν ἑαυτοῦ κτῆσιν μετὰ τῶν ἰδίων τιμίων ἐνεπίστευσε τῇ ψυχῇ. Εἰς τὸ φαινόμενον, ἐὰν ᾗ πόλεμος, καὶ ἔλθῃ βασιλεὺς μετὰ τοῦ στρατοπέδου ἐπὶ τὸ πολεμῆσαι, καὶ ὑπάρχῃ τὸ μέρος αὐτοῦ ἔλαττον, ἢ ἀσθενέστερον, εὐθέως ἀποστέλλει πρεσβείαν ἐρωτᾶν τὰ πρὸς εἰρήνην. Εἰ δὲ ἔθνος μέγιστον πρὸς ἴσον ᾖ, καὶ ὁ βασιλεὺς πρὸς βασιλέα, λέγω δὴ ὁ Περσῶν καὶ ὁ Ῥωμαίων, ἀνάγκη πᾶσα τοὺς δύο βασιλεῖς κινηθῆναι μετὰ τῶν στρατοπέδων ὅλων. Βλέπε οὖν οἷον σου ἐστι τὸ ἀξίωμα, ὅτι ὁ Θεὸς ἐκινήθη μετὰ τῶν ἰδίων στρατοπέδων, λέγω δὴ τῶν ἀγγέλων καὶ πνευμάτων, συμβαλεῖν τῷ ἀντικειμένῳ, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. Ὁ Θεὸς οὖν παρεγένετο διὰ σὲ.","t":"In the things that are seen, if a father has possessions, and has diadems too and precious stones, he hides these in storerooms and keeps them in trust for his beloved son, and gives them to him. So also God has entrusted his own possession, with his own precious things, to the soul. In what is seen, if there is a war, and a king comes with his army to fight, and his own side is smaller or weaker, he at once sends an embassy to ask terms of peace. But if the nation is very great and a match for him, and king is set against king, I mean the king of the Persians and the king of the Romans, then both kings must needs be stirred up with all their armies. See, then, what your worth is: that God was stirred up with his own armies, I mean the angels and the spirits, to engage the adversary, that he might redeem you from death. God, then, came for your sake.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.46 (PG 34:607–608; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-46)."},"macarius-homiliae-spirituales/15.47":{"o":"Ὥσπερ ἐὰν ᾗ βασιλεὺς καὶ εὔρῃ πτωχόν τινα ἔχοντα λέπραν εἰς ὅλα τὰ μέλη, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλ' ἐπιθῇ φάρμακα καὶ ἐν τοῖς τραύμασιν αὐτοῦ, καὶ ἰάσηται αὐτοῦ τὰς πληγὰς, καὶ λοιπὸν εἰς τράπεζαν βασιλικὴν ἀπαγάγῃ αὐτὸν, καὶ περιθῇ αὐτῷ πορφύραν, καὶ ποιήσῃ αὐτὸν βασιλέα οὕτως καὶ ὁ Θεὸς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων. ᾿Απέπλυνεν αὐτῶν τραύματα, καὶ ἰάσατο αὐτοὺς, καὶ εἰσήγαγεν εἰς τὸν ἐπουράνιον νυμφῶνα. Μέγα οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν, τοσοῦτον, ὡς μηδὲ συγκρίνειν ἔχειν. Ἐὰν δὲ μετεωρισθῇ καὶ κλαπῇ ὑπὸ τῆς κακίας, ἔοικε τοιούτῳ τινὶ, ὥσπερ ἐὰν ᾗ πόλις μὴ ἔχουσα τεῖχος, καὶ οἱ λῃσταὶ εἰσέρχονται δι' αὐτῆς, ὅθεν θέλουσι, μὴ ἐμποδιζόμενοι, καὶ ἐρημοῦσι, καὶ ἐμπυρίζουσιν αὐτὴν· οὕτως ἀμελοῦντός σου, καὶ μὴ ἑαυτῷ προσέχοντος, ἐπεισέρχονται τὰ πνεύματα τῆς πονηρίας, καὶ ἀφανίζουσι καὶ ἐρημοῦσι τὸν νοῦν, σκορπίζοντες τοὺς λογισμοὺς εἰς τὸν αἰῶνα τοῦτον.","t":"It is as if a king found some poor man with leprosy in all his members, and were not ashamed of him, but laid medicines on his wounds and healed his sores, and then led him away to a royal table and put the purple about him and made him king. So God has done for the race of men. He washed away their wounds and healed them and brought them into the heavenly bridal chamber. Great, then, is the worth of Christians, so great that there is nothing to compare with it. But if a man is lifted up and robbed by wickedness, he is like this: as when there is a city with no wall, and the robbers come in through it wherever they will, unhindered, and lay it waste and set it on fire, so, when you are careless and do not attend to yourself, the spirits of wickedness come in and destroy and lay waste the mind, scattering the thoughts into this age.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.47 (PG 34:608; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-47)."},"macarius-homiliae-spirituales/15.48":{"o":"Πολλοὶ γὰρ περὶ τὰ ἔξωθεν ἠκριβωμένοι, καὶ ἐπιστήμην ἀσκοῦντες, καὶ βίου ὀρθοῦ ἐπιμελούμενοι, τοῦτον νομίζουσιν εἶναι τέλειον, μὴ ἐγκύπτοντες εἰς τὴν καρδίαν, καὶ ὁρῶντες τὰ ἐκεῖ συνέχοντα τὴν ψυχὴν κακά. Ἐπειδὴ κατὰ τὸν τῆς κακίας ἐσώτερον νοῦν, ῥίζα ἐστὶν ἐν τοῖς μέλεσιν· καὶ ὁ λῃστὴς ἐν τῇ οἰκίᾳ ἐστὶ, τουτέστιν ἡ ἐναντία δύναμις. ᾿Αντιστατικὴ οὖν καὶ νοερά ἐστι· καὶ ἐὰν μή τις θῇ ἀγῶνα κατὰ τῆς ἁμαρτίας, κατὰ μέρος ὑπεκχεομένη ἡ ἔσω κακία διὰ τὸν πλεονασμὸν, φέρει τὸν ἄνθρωπον εἰς φανερὰς ἁμαρτίας, ἐπὶ τὸ κατεργάζεσθαι αὐτὰς. Τὸ γὰρ κακὸν ὥσπερ πηγῆς ὀφθαλμός ἐστι πάντοτε βρύων. Καὶ σὺ οὖν γίνου ἐπὶ τὸ ἐπισχεῖν τὰ ῥεύματα τῆς κακίας, ἵνα μὴ εἰς μυρία κακὰ ἐμπίπτων ὡς θαμβούμενος ἧς. Ὃν τρόπον ἐὰν ᾗ τις εὐγενὴς ἀμέριμνος πλούσιος καὶ τοῦτον οἱ διάκονοι τοῦ ἄρχοντος καὶ οἱ ταξεῶται ἁρπάσωσιν, ἀποφέροντες πρὸς αὐτὸν, λέγοντες, ὅτι κατηγορήθης ἐπὶ ἐγκλήματι, καὶ θανάτῳ ὑπόκεισαι. Λοιπὸν ἐκ τῆς φήμης τοῦ φόβου ἀπόλεσεν αὐτοῦ πάσας τὰς ἐνθυμήσεις, καὶ ὥσπερ τεθαμβημένος ἐστίν.","t":"For many who are exact about outward things, and practise knowledge and take care for an upright life, think that this is perfection, and do not stoop down into the heart and see the evils that hold the soul fast there. For in the inner mind wickedness has a root in the members, and the robber is in the house, that is, the opposing power. It is a power that resists and is intelligent; and unless a man sets up a struggle against sin, the wickedness within, poured out little by little as it increases, brings the man into open sins, so that he works them out. For evil is like the eye of a spring, always welling up. Be you too, then, about holding back the streams of wickedness, so that you may not fall into countless evils and be as one stunned. It is as if some well-born, carefree, wealthy man were seized by the magistrate's servants and the guards, and carried off to him, with the words, \"You have been accused of a crime, and you are liable to death\": then at that report, out of fear, he loses all his reflections and is like a man stunned.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.48 (PG 34:608–609; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-48)."},"macarius-homiliae-spirituales/15.49":{"o":"Ὑπολάμβανε οὖν οὕτως καὶ περὶ τῶν πνευμάτων τῆς πονηρίας. Ὁ γὰρ φαινόμενος κόσμος ἀπὸ βασιλέων ἕως πτωχῶν, ἐν θορύβῳ εἰσὶ, καὶ ἀκαταστασίᾳ, καὶ μάχῃ, καὶ οὐδεὶς αὐτῶν οἶδε τὴν αἰτίαν· ἤγουν φαινόμενον τὸ κακὸν, τὸ παρεισελθὸν διὰ τῆς παρακοῆς τοῦ ᾿Αδάμ, τὸ κέντρον τοῦ θανάτου. Ἡ γὰρ ἁμαρτία ἡ παρελθοῦσα, δύναμίς τις οὖσα λογική τοῦ Σατανᾶ, καὶ οὐσία, ἐνέσπειρε τὰ κακὰ πάντα ἐπειδὴ λεληθότως εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὸν νοῦν ἐνεργεῖ, καὶ μάχεται τοῖς λογισμοῖς. Οὐκ ἴσασι δὲ οἱ ἄνθρωποι, ὅτι ἀπὸ ἀλλοτρίας τινὸς δυνάμεως ἐλαυνόμενοι ταῦτα πράττουσιν, ἀλλὰ νομίζουσι φυσικὰ ταῦτα εἶναι, καὶ ἀπὸ ἰδίας φρονήσεως ταῦτα ποιεῖν. Οἱ δὲ τὴν εἰρήνην τοῦ Χριστοῦ ἔχοντες ἐν αὐτῷ τῷ νῷ, καὶ τὸν φωτισμὸν αὐτοῦ, ἴσασι πόθεν ταῦτα κινεῖται.","t":"Think the same, then, about the spirits of wickedness. For the visible world, from kings to the poor, is in turmoil and disorder and strife, and none of them knows the cause: namely the evil that shows itself, which came in through Adam's disobedience, the sting of death. For the sin that came in, being a kind of rational power and substance of Satan, sowed all the evils; since it works secretly in the inner man and in the mind, and fights against the thoughts. But men do not know that they do these things driven by some alien power; they think that these things are natural, and that they do them out of their own judgment. But those who have the peace of Christ in their very mind, and his enlightenment, know whence these things are set in motion.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.49 (PG 34:609–610; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-49)."},"macarius-homiliae-spirituales/15.50":{"o":"Πάσχει γὰρ ὁ κόσμος πάθος κακίας, καὶ οὐκ οἶδε. Καὶ ἔστι πῦρ ἀκάθαρτον, ὅπερ ἀνάπτει τὴν καρδίαν, καὶ οὕτω διατρέχει ὅλα τὰ μέλη, καὶ προτρέπεται τοὺς ἀνθρώπους εἰς ἀσελγείας, καὶ μυρία κακά. Οἱ οὖν γαργαλιζόμενοι καὶ συνηδόμενοι, ἔνδον ἐν τῇ καρδίᾳ ἐπιτελοῦσι τὴν πορνείαν, καὶ οὕτως νεμομένου τοῦ κακοῦ, καταπίπτουσι καὶ εἰς φανεράν πορνείαν. Τὸ αὐτὸ νόει καὶ περὶ τῆς φιλαργυρίας, κενοδοξίας, τύφου, ζήλου, θυμοῦ. Ὥσπερ ὅταν τις κληθῇ εἰς ἄριστον, καὶ παρατεθῇ αὐτῷ ἐδέσματα πολλὰ, λοιπὸν ἡ ἁμαρτία ὑποβάλλει πάντων ἅψασθαι· καὶ οὕτως ἡ ψυχή συνηδομένη βαρύνεται. Ὄρη γὰρ δυσβάστακτά ἐστι τὰ πάθη, ὧν ἐν μέσῳ ποταμοὶ δρακόντων καὶ ἰοβόλων θηρίων καὶ ἑρπετῶν· ὥσπερ ἐὰν ᾗ κῆτος, καὶ καταπίῃ τὸν ἄνθρωπον ἐν τῇ κοιλίᾳ· οὕτω καὶ ἡ ἁμαρτία καταπίνει τὰς ψυχάς. Φλόγες πυρός εἰσι κατακαίουσαι, καὶ βέλη πεπυρωμένα τοῦ πονηροῦ. Λέγει γὰρ ὁ Ἀπόστολος, Πρὸς τὸ δυνηθῆναι ὑμᾶς τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Ἐνεμήθη γὰρ τὸ κακὸν, καὶ τεθεμελίωται περὶ τὴν ψυχήν.","t":"For the world suffers the passion of wickedness and does not know it. And there is an unclean fire which kindles the heart and so runs through all the members and urges men on to licentiousness and countless evils. Those, then, who are tickled by it and take pleasure in it accomplish sexual immorality within, in the heart; and so, as the evil feeds, they fall down into open sexual immorality as well. Think the same about love of money, vainglory, conceit, envy and anger. As when a man is invited to a dinner and many dishes are set before him, sin then suggests that he touch them all, and so the soul, taking pleasure, is weighed down. For the passions are mountains hard to bear, and in their midst are rivers of dragons and venomous beasts and reptiles. As when there is a sea monster and it swallows a man down into its belly, so sin swallows souls. They are flames of fire that burn, and fiery darts of the evil one. For the Apostle says, \"That you may be able to quench the fiery darts of the evil one.\" For the evil has fed itself and has been laid as a foundation about the soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.50 (PG 34:610; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-50)."},"macarius-homiliae-spirituales/15.51":{"o":"Οἱ δὲ φρόνιμοι, ὅταν ἐπαναστῇ τὰ πάθη, οὐχ ὑπακούουσιν, ἀλλ᾽ ὀργίζονται ταῖς κακαῖς ἐπιθυμίαις, καὶ ἐχθροὶ ἑαυτῶν γίγνονται. Ὁ γὰρ Σατανᾶς πολὺ θέλει ἐπαναπαῆναι τῇ ψυχῇ, καὶ ἐφαπλωθῆναι, καὶ θλίβεται καὶ στενοχωρεῖται μὴ ὑπακουούσης τῆς ψυχῆς. Εἰσὶ δὲ τινες κρατούμενοι ὑπὸ θείας δυνάμεως, ὅτι ἐὰν ἴδωσί τινα μετὰ γυναικὸς νέον, οὗτοι εἰ καὶ διαλογίζονταί τινα, ὅμως οὐ μιαίνεται ὁ νοῦς αὐτῶν, οὔτε ἐπιτελεῖ ἔνδον ἁμαρτίαν. Ἀλλ' οὔπω ἐστὶ τῷ τοιούτῳ θαρσῆσαι. Εἰσὶ δὲ ἄλλοι εἰς οὓς τελείως πέπαυται, καὶ κατεσβέσθη, καὶ ἐξηράνθη· ἀλλὰ τὰ μέτρα τῶν μεγάλων εἰσίν. Ὥσπερ δὲ οἱ ἔμποροι γυμνοὶ κατέρχονται εἰς βυθὸν θαλάσσης, εἰς θάνατον τοῦ ὕδατος, ἵνα ἐκεῖ εὕρωσι μαργαρίτας εἰς στέφανον ποιοῦντας βασιλικὸν, καὶ πορφύραν, οὕτως καὶ οἱ μονάζοντες, γυμνοὶ ἐξέρχονται τοῦ κόσμου, καὶ κατέρχονται εἰς βυθὸν θαλάσσης τῆς κακίας, καὶ εἰς τὴν ἄβυσσον τοῦ σκότους, καὶ ἀπὸ τῶν βαθέων λαμβάνουσι καὶ ἀναφέρουσι τιμίους λίθους προχωροῦντας εἰς στέφανον τοῦ Χριστοῦ, εἰς τὴν Ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς αἰῶνα καινὸν, καὶ πόλιν φωτεινὴν, καὶ δῆμον ἀγγελικόν.","t":"But the prudent, when the passions rise up, do not obey them, but are angry with the evil desires and become enemies to themselves. For Satan greatly wishes to take his rest in the soul and to spread himself out there, and he is afflicted and hemmed in when the soul does not obey. There are some who are so held by the divine power that if they see a young man with a woman, even though they take some thought of it, their mind is not defiled nor does it accomplish sin within; yet such a man may not yet be confident. And there are others in whom it has wholly ceased and been quenched and dried up; but these are the measures of the great. And as merchants go down naked into the depth of the sea, into the death of the water, that they may find pearls there to make a royal crown and a purple robe, so those who live the solitary life go out naked from the world and go down into the depth of the sea of wickedness and into the abyss of darkness, and out of the deep they take and bring up precious stones that go to make a crown for Christ, for the heavenly church, for a new age and a city of light and an angelic people.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.51 (PG 34:610–611; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-51)."},"macarius-homiliae-spirituales/15.52":{"o":"Ὥσπερ ἐν τῇ σαγήνῃ πολλὰ εἴδη ἰχθύων ἐμπίπτει, καὶ τὰ ἀχρηστότερα πάλιν εὐθέως εἰς θάλασσαν ῥίπτουσιν· οὕτως καὶ ἡ σαγήνη τῆς χάριτος ἐφαπλοῦται ἐπὶ πάντας, καὶ ζητεῖ ἀνάπαυσιν. Ἀλλ' οἱ ἄνθρωποι οὐχ ὑπακούουσι διὰ τοῦτο πάλιν εἰς αὐτὸν τὸν βόθυνον τοῦ σκότους καταῤῥίπτονται. Ὥσπερ γὰρ ὁ χρυσὸς ἀπὸ πολλῆς ἄμμου πλυνόμενος εὑρίσκεται, καὶ ταῦτα ἐλάχιστα ὡς κεγχρίδες· οὕτως καὶ ἀπὸ πολλῶν ὀλίγοι εἰσὶ δόκιμοι. Καὶ γὰρ οἱ ἔχοντες τὸ ἔργον τῆς βασιλείας, φανεροί εἰσι, καὶ οἱ κοσμοῦντες τὸν λόγον αὐτῆς φαίνονται. Ὁμοίως δὲ καὶ οἱ ἡρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ φαίνονται, καὶ οἱ ἐκ τῶν θησαυρῶν τοῦ Πνεύματος λαλοῦντες. Φαίνεται τὰ σκεύη ἐν οἷς ὁ Θεὸς εὐδοκεῖ, καὶ δίδωσι τὴν ἑαυτοῦ χάριν· καὶ ἄλλοι μετὰ πολλῆς ὑπομονῆς δέχονται τὴν ἁγιαστικὴν δύναμιν, καθὼς ὁ Κύριος θέλει πολυτρόπως. Ὁ οὖν λαλῶν, εἰ μὴ ᾖ ὁδηγούμενος ὑπὸ φωτὸς οὐρανίου καὶ σοφίας, οὐ δύναται πληροφορεῖν τὸν ἑκάστου νοῦν, ἐπειδὴ πολλαί εἰσιν αἱ προαιρέσεις, αἱ μὲν ἐν πολέμῳ, ἄλλαι ἐν ἀναπαύσει.","t":"As many kinds of fish fall into the dragnet, and the more useless ones are thrown back at once into the sea, so the dragnet of grace is spread over all and seeks rest; but men do not obey, and so they are cast down again into the very pit of darkness. For as gold is found by washing much sand, and even then it is very little, like millet grains, so out of many only a few are approved. For those who have the work of the kingdom are plain to see, and those who adorn its word are seen; likewise those who are seasoned with the heavenly salt are seen, and those who speak out of the treasures of the Spirit. The vessels in which God is pleased are seen, and to them he gives his own grace; while others receive the sanctifying power with much patience, as the Lord wills, in many ways. He who speaks, then, unless he is guided by heavenly light and wisdom, cannot give full assurance to each man's mind, since men's purposes are many: some are at war, and others at rest.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.52 (PG 34:611–612; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-52)."},"macarius-homiliae-spirituales/15.53":{"o":"Ὥσπερ ὅταν ᾗ ἠρημωμένη πόλις, καὶ θελήσῃ τις ταύτην ἀνακτίσαι, εὐθέως τὰ καταῤῥεύσαντα καὶ πεσόντα τελείως καταβάλλει, καὶ οὕτως ἄρχεται σκάπτειν, καὶ ἐν τῷ σκάμματι τοὺς θεμελίους τιθέναι, καὶ προβάλλεσθαι τὴν οἰκοδομὴν, οὐδέπω δέ ἐστιν οἰκία. Καὶ ὁ θέλων παράδεισον ποιῆσαι εἰς τόπους ἐρήμους καὶ δυσώδεις, πρῶτον ἄρχεται καθαρίζειν, καὶ φραγμὸν περιτιθέναι, καὶ ἑτοιμάζειν ὀχετοὺς, καὶ οὕτως φυτεύει, καὶ αὔξονται τὰ φυτὰ, ἵνα οὕτως μετὰ πολὺν χρόνον ἐνέγκῃ καρποὺς ὁ παράδεισος οὕτως καὶ αἱ προαιρέσεις τῶν ἀνθρώπων, μετὰ τὴν παράβασιν κεχερσωμέναι εἰσὶ, καὶ ἠρημωμέναι, καὶ ἀκανθώδεις. Εἶπε γὰρ ὁ Θεὸς τῷ ἀνθρώπῳ, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ. Χρεία οὖν καμάτου καὶ κόπου πολλοῦ, ἵνα τις ζητήσῃ καὶ ἀποθῆται τὸν θεμέλιον, ἕως ὅτε ἔλθῃ εἰς τὰς καρδίας τῶν ἀνθρώπων πῦρ, καὶ ἄρξηται περικαθαίρειν τὰς ἀκάνθας καὶ οὕτως ἄρχονται ἁγιάζεσθαι, δοξάζοντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"As when a city lies desolate and someone wishes to build it up again, he first throws down completely what has crumbled and fallen, and so begins to dig, and in the trench to lay the foundations and to raise the building; and it is not a house yet. And the man who wishes to make a garden in desolate and foul-smelling places first begins to clear it and to set a fence about it and to make channels ready, and so he plants, and the plants grow, that after a long time the garden may bear fruit. So also the purposes of men, after the transgression, are overgrown and desolate and full of thorns. For God said to man, \"Thorns and thistles shall the earth bring forth for you.\" There is need, then, of labour and much toil, that a man may seek and lay the foundation, until a fire comes into the hearts of men and begins to clear away the thorns. And so they begin to be sanctified, glorifying the Father and the Son and the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.53 (PG 34:612–613; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-53)."},"macarius-homiliae-spirituales/15.6":{"o":"Καὶ ὅταν λάβῃ τὴν χάριν, καὶ τότε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἅπερ καὶ ταῦτα αὐτὸς δίδωσιν αὐτῇ ζητούσῃ παρὰ Θεοῦ, ὅπως εὐαρέστως αὐτῷ διακονήσῃ ἐν τῷ Πνεύματι ὁ λαμβάνει, καὶ ἐν μηδενὶ κρατῇ ὑπὸ τῆς κακίας καὶ σφαλῇ, ὑπὸ ἀγνοίας καὶ ἀφοβίας καὶ ἀμελείας παρατραπεῖσα, καὶ παρὰ τὸ δέον τοῦ Δεσποτικοῦ διαπραξαμένη θελήματος, ἐπεὶ τιμωρία, καὶ θάνατος, καὶ πένθος τῇ τοιαύτῃ ἔσται ψυχῇ ὁ καὶ ὁ θεῖός φησιν ᾿Απόστολος· Μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· ὁρᾷς, ἀπόστολος ὢν τοῦ Θεοῦ, οἷον εἶχε φόβον; Παρακαλέσωμεν τοίνυν τὸν Θεὸν, ὅπως τὴν διακονίαν τοῦ Πνεύματος κατὰ τὸ αὐτοῦ θέλημα διακονήσωμεν ἐξαιρέτως, ὅσοι τῆς χάριτος τοῦ Θεοῦ ἐτύχομεν, καὶ μὴ τῇ καταφρονητικῇ συζῶμεν ἐννοίᾳ, ἵνα οὕτως εὐαρέστως αὐτῷ πολιτευσάμενοι, καὶ πνευματικῇ λατρείᾳ κατὰ τὸ θέλημα αὐτοῦ λατρεύσαντες αὐτῷ, τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν.","t":"And when she has received grace, then too there is need of much understanding and discernment, things which he himself gives her when she seeks them from God, so that she may serve him acceptably in the Spirit which she receives, and may in nothing be held fast by wickedness and trip, turned aside by ignorance and fearlessness and carelessness, and doing otherwise than she ought with the Master's will; since punishment and death and mourning will be the portion of such a soul. This the divine Apostle too says: \"Lest, having preached to others, I myself should be found disqualified.\" You see what fear he had, and he an apostle of God. Let us then entreat God that we may fulfil the ministry of the Spirit according to his will, especially those of us who have obtained the grace of God, and that we may not live with a contemptuous mind, so that, having thus lived acceptably to him and served him with spiritual worship according to his will, we may inherit eternal life.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.6 (PG 34:579–580; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-6)."},"macarius-homiliae-spirituales/15.7":{"o":"᾿Ασθένειαν περίκειταί τις, και συμβαίνει τινὰ μέλη ἔχειν αὐτὸν ὑγιᾶ, ὀφθαλμὸν ἴσως ὄψεως, ἤ τι ἕτερον, ἀλλὰ τὰ λοιπὰ μέλη ἠφάνισται· οὕτως ἐστὶ καὶ εἰς τὸ πνευματικόν. Εἰκός τινα ἔχειν ὑγιᾶ μέλη τοῦ πνεύματος τρία, ἀλλ' οὐ παρὰ τοῦτο τέλειός ἐστιν. Ὁρᾶς πόσοι βαθμοί εἰσι καὶ μέτρα τοῦ πνεύματος· πῶς κατὰ μέρος διυλίζεται καὶ λεπτύνεται τὸ κακὸν, καὶ οὐχ ἅπαξ. Ὅλη ἡ πρόνοια καὶ οἰκονομία τοῦ Κυρίου, καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα, διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονομεῖν οἱ ἐκλεκτοὶ, γεγόνασι, διὰ τὸ τὴν εἰρηνικὴν καὶ καθ᾿ ὁμόνοιαν συστῆναι βασιλείαν.","t":"A man is beset with weakness, and it happens that he has some members sound, an eye perhaps for seeing, or some other, while the rest of his members have wasted away. So it is also in what belongs to the Spirit. It may well be that a man has three sound members of the spirit, but he is not on that account perfect. You see how many degrees and measures of the Spirit there are, and how evil is strained off and made thin little by little, and not at a single stroke. The whole providence and dispensation of the Lord, and the rising of the sun, and all the works of creation, have come to be for the sake of the kingdom which the elect are to inherit, so that the kingdom of peace and concord may be established.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.7 (PG 34:580; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-7)."},"macarius-homiliae-spirituales/15.8":{"o":"Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ εἰς πάντα ἀγωνίζεσθαι, καὶ μήτε κρίνειν ὅλως τινὰ, μὴ πόρνην προεστῶσαν, μὴ ἁμαρτωλοὺς, ἢ ἀτάκτους, ἀλλ' ἁπλῇ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾶν, ἵν' ὑπάρχῃ τοῦτό τινι ὡς φυσικὸν καὶ πηκτὸν, μηδένα ἐξουδενεῖν. μήτε ἀνακρίνειν, ἢ βδελύσσεσθαι, ἢ ἔχειν αὐτοὺς ἐν διακρίσει. Μονόφθαλμον ἐὰν ἴδῃς, μὴ διακριθῇς ἐν τῇ καρδίᾳ σου, ἀλλ᾽ ὡς ὑγιεῖ αὐτῷ πρόσχες· τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα, ὡς μὴ κεκυλλωμένην ἴδε, τὸν χωλὸν ὡς ὀρθὸν, τὸν παραλυτικὸν ὡς ὑγιαίνοντα· αὕτη γάρ ἐστιν ἡ καθαρότης τῆς καρδίας, ἵνα ἰδὼν τοὺς ἁμαρτωλοὺς ἢ ἀσθενεῖς συμπαθήσῃς, καὶ εὔσπλαγχνος ἐπ᾿ αὐτοῖς γενῇ· συμβαίνει γὰρ καὶ ἁγίους Κυρίου καθέζεσθαι εἰς θέατρα καὶ βλέπειν τὴν ἀπάτην τοῦ κόσμου· αὐτοὶ δὲ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ Θεοῦ, καὶ κατὰ τὸν ἔξω ἄνθρωπον φαίνονται τοῖς ὀφθαλμοῖς ὡς θεωροῦντες τὰ ἐν τῷ κόσμῳ γινόμενα.","t":"Christians, then, ought to struggle in all things, and not to judge anyone at all, neither a harlot who plies her trade, nor sinners, nor the disorderly, but to look on all with a single purpose and a pure eye, so that it may be in a man as something natural and fixed to set no one at nought, nor to pass judgment on them, nor to loathe them, nor to hold them apart as different. If you see a one-eyed man, do not make a distinction in your heart, but look on him as though he were sound. Look on the man whose hand is crippled as though it were not crippled, on the lame as upright, on the paralysed as healthy. For this is purity of heart: that when you see sinners or the weak you should suffer with them and be tender-hearted toward them. For it happens that saints of the Lord also sit in theatres and look on the deceit of the world, while in the inner man they are speaking with God, and in the outer man they appear to the eyes as though they were watching what goes on in the world.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.8 (PG 34:580–581; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-8)."},"macarius-homiliae-spirituales/15.9":{"o":"῎Αλλην οὖν ἔχουσιν οἱ κοσμικοὶ ἐνέργειαν ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ γήϊνα. Οἱ δὲ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως. Πνεῦμα γὰρ Θεοῦ κοινωνεῖ ταῖς ψυχαῖς αὐτῶν, καὶ καταπατοῦσι ἀντικείμενον. Γέγραπται γάρ· Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Οἱ γὰρ θεοσεβεῖς πάντων εἰσὶ δεσπόται. Πάλιν δὲ οἱ χαῦνοι τῇ πίστει, καὶ ἁμαρτωλοὶ, ὅλως εἰσὶ δοῦλοι, καὶ πῦρ αὐτοὺς καίει, καὶ λίθος καὶ ξίφος ἀποκτείνει καὶ τελευταῖον δαίμονες αὐτῶν κατακυριεύσουσιν.","t":"Worldly men, then, have one working, from the spirit of error, so that they mind earthly things; but Christians have another purpose, another mind; they are of another age, of another city. For the Spirit of God has fellowship with their souls, and they trample down the adversary. For it is written, \"The last enemy, death, is abolished.\" For the godly are masters of all things. But those, on the other hand, who are slack in faith, and sinners, are slaves altogether: fire burns them, and stone and sword kill them, and in the end demons will lord it over them.","f":"Ps.-Macarius, <i>Hom.</i> 15.9 (PG 34:581; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/15-9)."},"macarius-homiliae-spirituales/16.1":{"o":"Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων, καὶ ψυχῶν, καὶ δαιμόνων, ἀκέραιοι καὶ ἁπλούστατοι ὑπὸ τοῦ Δημιουργοῦ ἐκτίσθησαν τὸ δὲ τινας ἐξ αὐτῶν τραπῆναι εἰς τὸ κακὸν, ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς. Ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν τοῦ προσήκοντος λογισμοῦ. Εἰ δὲ φαμεν οὕτως ὑπὸ τοῦ Δημιουργοῦ κτισθῆναι, ἄδικον κριτὴν λέγομεν τὸν Θεὸν, πέμποντα εἰς πῦρ τὸν Σατανᾶν. Εἰσὶ γάρ τινες τῶν αἱρετικῶν, λέγοντες ὕλην ἄναρχον, καὶ ὕλην ῥίζαν, καὶ ῥίζαν δύναμιν, καὶ ἰσοδυναμίαν. Πρὸς τούτῳ οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι, ὅτι ποία ἐστὶ λοιπὸν ἡ νικῶσα δύναμις; ἀνάγκη δὲ ὅτι ἡ τοῦ Θεοῦ. Λοιπὸν οὐκέτι ἐστὶν ἰσόχρονος, ἢ ἰσοδύναμος ὁ ἡττώμενος. Οἱ λέγοντες ἐνυπόστατον τὸ κακὸν, οὐδὲν ἴσασι. Θεῷ γὰρ οὐδὲν ἐστι κακὸν ἐνυπόστατον, κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν· ἡμῖν δὲ ἐστιν ἐνεργοῦν ἐν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον, οὐ συνεκράθη δὲ οὕτως, ὃν τρόπον τινὲς λέγουσι τὴν μίξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος· ἀλλ' ὡς ἔστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ' ἑαυτὸν, καὶ τὰ ζιζάνια καθ᾽ ἑαυτά ὡς ἔστιν ἐν οἴκῳ ὁ λῃστὴς κατ᾿ ἰδίαν, καὶ ὁ οἰκοδεσπότης κατ᾿ ἰδίαν.","t":"Homily 16. That spiritual men are subject to the temptations and afflictions that well up from the first sin.\n\nAll the intelligent beings, I mean those of angels and of souls and of demons, were created innocent and most simple by the Creator; but that some of them turned aside to evil came upon them from their own freedom, for by their own will they turned aside from the thinking that was fitting. But if we say that they were created so by the Creator, we are calling God an unjust judge for sending Satan into the fire. For there are some of the heretics who speak of a matter without beginning, and of matter as a root, and of the root as a power, and of an equality of power. Against this you may reasonably set the objection: what, then, is the power that conquers? Of necessity it is God's. Then the one that is defeated is not coeval with him or equal in power. Those who say that evil has a substance of its own know nothing. For to God no evil has a substance of its own, according to his freedom from passion and his divinity; but to us it is something that works in every power and perception, suggesting all filthy desires. Yet it has not been mingled with us in the way in which some speak of the mixing of wine and water, but as the wheat is by itself in one field and the tares by themselves, and as the robber is by himself in the house and the master of the house by himself.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.1 (PG 34:613–614; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-1)."},"macarius-homiliae-spirituales/16.10":{"o":"Οἱ λέγοντες μὴ εἶναι τὴν ἁμαρτίαν ἐν τῷ ἀνθρώπῳ, οὕτως εἰσὶν, ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι, καὶ τοῦτο μὴ ὁμολογοῦντες, ἀλλὰ λέγοντες, Ἦχον ὑδάτων ἠκούσαμεν οὕτω καὶ αὐτοὶ καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῶν κυμάτων τῆς κακίας, οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ καὶ τοῖς λογισμοῖς αὐτῶν τὴν ἁμαρτίαν ἄλλοι οὖν εἰσιν, οἱ λόγον μὲν ἔχοντες καὶ λαλοῦντες, μὴ ἠρτυμένοι δὲ τῷ ἐπουρανίῳ ἅλατι, καὶ διηγοῦνται περὶ τραπέζης βασιλικῆς μηδὲν φαγόντες, ἢ κτησάμενοι. ῎Αλλος δὲ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα, καὶ ἀνοιγέντων αὐτῷ θησαυρῶν, εἰσελθών, καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων ἐκείνων τῶν πολυτελῶν.","t":"Those who say that sin is not in man are like men sunk under a flood of many waters who do not confess it, but say, \"We heard a sound of waters.\" So they too, sunk under the deep of the waves of wickedness, say that sin is not in their mind and in their thoughts. And there are others who have the word and speak it, but are not seasoned with the heavenly salt, and they describe a king's table though they have eaten nothing of it and gained nothing. But another is the man who has seen the king himself, and, when the treasuries were opened to him, has gone in and inherited and eaten and drunk of those costly dishes.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.10 (PG 34:620; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-10)."},"macarius-homiliae-spirituales/16.11":{"o":"Ὥσπερ ἐὰν ᾗ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφὸν, πᾶσι κεκοσμημένον ἀγαθοῖς, ἐφ᾽ ᾧ ἔχει πάσας τὰς ἐλπίδας; καὶ συμβῇ τοῦτον ταφῆναι ὑπ' αὐτῆς, λοιπὸν προσγίνεται αὐτῇ πόνος ἄπαυστος, καὶ πένθος ἀπαραμύθητον οὕτως καὶ ὁ νοῦς ὡς ἀποθανούσης ἀπὸ Θεοῦ τῆς ψυχῆς, ὀφείλει πένθος ἀναλαβεῖν καὶ δάκρυα, πόνον ἄπαυστον, συντετριμμένην ἔχειν καρδίαν, ὑπὸ φόβον εἶναι καὶ μέριμναν, ἔχειν δὲ καὶ τὴν πεῖναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις Θεοῦ καὶ ἐλπὶς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθος, ἀλλὰ χαίρει ὡς ὁ εὑρὼν θησαυρὸν, καὶ πάλιν τρέμει μή πως ἀπολέσῃ αὐτόν. Ἐπέρχονται γὰρ οἱ λῃσταί. Ωσπερ ἐάν τις εἰς πολλὰς λῃστουργίας, καὶ ζημίας ἐμπεσών, μετὰ πολλοῦ καμάτου διαφύγῃ, καὶ μετὰ ταῦτα εὕρῃ περιουσίαν μεγάλην, καὶ ὑπόστασιν πολλὴν, καὶ οὐκέτι δέδοικε ζημίαν διὰ τὸν πλεονάσαντα πλοῦτον οὕτως καὶ οἱ πνευματικοὶ, πρῶτον διελθόντες ἐν πολλοῖς πειρασμοῖς καὶ φοβεροῖς τόποις. Εἶτα χάριτος πληρωθέντες καὶ μεμεστωμένοι τῶν ἀγαθῶν, οὐκέτι δεδοίκασι τοὺς θέλοντας αὐτοὺς συλῆσαι, ἐπειδὴ ὁ πλοῦτος οὐκ ἔστιν αὐτοῖς ὀλίγος ἔχουσι δὲ καὶ φόβον, οὐ τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ φόβον καὶ μέριμναν, πῶς διοικήσουσι τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικά χαρίσματα.","t":"It is as if a mother had an only son, most comely, wise, adorned with every good thing, on whom she had set all her hopes, and it befell her to bury him: unceasing pain then comes upon her, and comfortless mourning. So the mind too, since the soul has died to God, must take up mourning and tears and unceasing pain, and have a broken heart, and be in fear and care, and always have the hunger and thirst for what is good. Such a man is then succeeded by the grace of God and by hope, and there is no longer mourning in him, but he rejoices as one who has found a treasure, and yet trembles again lest he lose it; for the robbers come upon him. As a man who has fallen among many robberies and losses, and with much labour escapes, and afterwards finds a great property and much substance, no longer fears loss because of his abundant wealth, so the spiritual too, having first passed through many trials and fearful places, and then being filled with grace and full of good things, no longer fear those who wish to plunder them, since their wealth is not small. Yet they have fear as well: not the fear of those who are afraid of the evil spirits, but fear and care how they will administer the spiritual gifts entrusted to them.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.11 (PG 34:620–621; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-11)."},"macarius-homiliae-spirituales/16.12":{"o":"Ἔχει δὲ ὁ τοιοῦτος ἐξουδενούμενον ἑαυτὸν παρὰ πάντας ἁμαρτωλοὺς, καὶ ἔχει ἐν ἑαυτῷ τὸν τοιοῦτον λογισμὸν ἐμφυτευθέντα ὡς φυσικὸν, καὶ ὅσον εἰσέρχεται εἰς γνῶσιν Θεοῦ, τοσοῦτον ἔχει αὐτὸν ἰδιώτην, καὶ ὅσον μανθάνει, εἰς μηδὲν εἰδώς ἐστι. Ταῦτα δὲ ἡ χάρις διακονοῦσα, ὡς φυσικὰ ἐν τῇ ψυχῇ ἀπεργάζεται. Ὥσπερ ἐὰν ᾗ παιδίον ὑπὸ νεανίσκου βασταζόμενον καὶ ὁ βαστάζων, αὐτὸ περιφέρει ὅπου θέλει, οὕτω καὶ κατὰ βάθος ἐνεργουμένη χάρις βαστάζει τὸν νοῦν, καὶ ἀναφέρει εἰς τοὺς οὐρανοὺς, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον κατάπαυσιν. Καὶ ἐν αὐτῇ δὲ τῇ χάριτι εἰσι μέτρα καὶ ἀξιώματα. ῎Ἄλλος ἐστὶν ὁ στρατηλάτης ἔχων παῤῥησίαν πρὸς τὸν βασιλέα, καὶ ὁ ἄλλος ἐστὶν ὁ ἡγεμών. \"Ωσπερ οἶκος πεπληρωμένος καπνοῦ ὑπερεκχεῖ τοῦτον, καὶ εἰς τὸν ἔξω ἀέρα· οὕτως κὰν τῇ ψυχῇ μεμεστωμένη ἡ κακία ὑπερεκχεῖται ἔξωθεν καὶ ἐπιτελεῖ καρπούς. Ὡς οἱ ἐγκεχειρισμένοι ἀρχὰς ἐπαρχότητος, ἢ θησαυρὸν βασιλικὸν, πάντα τὸν χρόνον ἐν μερίμνῃ εἰσὶ, μήπως ἄρα προσκρούσωσι τῷ βασιλεῖ οὕτω καὶ οἱ ἐμπιστευθέντες ἔργον πνευματικὸν ἀεὶ ἐν μερίμνῃ εἰσὶ, καὶ ἔχοντες ἀνάπαυσιν, ὥσπερ οὐκ εἰσιν ἀναπεπαυμένοι. Ἡ βασιλεία γὰρ τοῦ σκότους ἡ ἐπεισελθοῦσα τῇ πόλει, τουτέστι τῇ ψυχῇ, καὶ οἱ διακατέχοντες βάρβαροι τὰς νομὰς αὐτῆς, ἐξωθοῦνται ἀπ' αὐτῆς.","t":"Such a man counts himself of no account beside all sinners, and has this thought implanted in him as something natural; and the further he enters into the knowledge of God, the more he reckons himself an untaught man, and the more he learns, the more he is as one who knows nothing. And grace, ministering these things, works them in the soul as things natural. As when a child is carried by a young man, and the one who carries it takes it about wherever he wishes, so grace working in the depths carries the mind and bears it up to the heavens, into the perfect world, into the eternal rest. And in grace itself there are measures and ranks: the general who has freedom of speech with the king is one thing, and the governor is another. As a house filled with smoke pours it out into the air outside, so in the soul too, when wickedness has filled it, it pours out and bears its fruits. And as those entrusted with the office of prefect, or with a royal treasury, are in care all the time lest they offend the king, so those entrusted with spiritual work are always in care, and though they have rest, it is as though they were not at rest. For the kingdom of darkness that came into the city, that is, into the soul, and the barbarians who hold its pastures, are driven out of it.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.12 (PG 34:621–622; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-12)."},"macarius-homiliae-spirituales/16.13":{"o":"Ἀποστέλλει γὰρ ὁ βασιλεὺς Χριστὸς εἰς ἐκδίκησιν τῆς πόλεως, καὶ δεσμοῖ τοὺς τυράννους, καὶ στρατηγίαν ἐπουράνιον, καὶ παράταξιν πνευμάτων ἁγίων ἐκεῖ κατοικίζει, ὥσπερ πατρίδα ἰδίαν· καὶ λοιπὸν φαίνει ὁ ἥλιος ἐν τῇ καρδίᾳ, καὶ αἱ ἀκτῖνες αὐτοῦ διατρέχουσιν εἰς ὅλα τὰ μέλη. Καὶ ἔστιν ἐκεῖ λοιπὸν βαθεῖα εἰρήνη ἡ βασιλεύουσα. Ὁ δὲ ἀγὼν τοῦ ἀνθρώπου καὶ ἡ ἄθλησις, καὶ δοκιμασία, καὶ ἡ πρὸς Θεὸν εὔνοια τότε φαίνεται, ὅτε τῆς χάριτος ὑποστελλομένης ἀνδρίσεται καὶ βοήσει πρὸς τὸν Θεόν ἀλλὰ σὺ ἀκούων, ὅτι εἰσὶ ποταμοὶ δρακόντων, καὶ στόματα λεόντων, καὶ δυνάμεις αἱ ὑπὸ τὸν οὐρανὸν σκοτειναὶ, καὶ πῦρ φλέγον καὶ καχλάζον ἐν τοῖς μέλεσιν, ὡς οὐδὲν ἡ γῆ, μὴ εἰδὼς ὅτι ἐὰν μὴ δέξῃ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος τοῦ ἁγίου ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος, κατέχουσί σου τὴν ψυχήν, μὴ ἐῶντές σε ἀνελθεῖν εἰς τοὺς οὐρανούς. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἀξιώματος τῆς ψυχῆς ἀκούων, πῶς ἐστι τιμία ἡ νοερὰ οὐσία, οὐ συνιεῖς, ὅτι οὐκ εἶπε περὶ ἀγγέλων, ἀλλὰ περὶ τῆς ἀνθρωπίνης φύσεως, τό, Ποιήσωμεν κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν· καὶ, ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχεται· σὺ δὲ εἰς υἱοθεσίαν, εἰς ἀδελφότητα, εἰς νύμφην βασιλέως. Ἐν τοῖς φαινομένοις γὰρ πάντα τὰ τοῦ νυμφίου τῆς νύμφης εἰσὶ, καὶ πάντα τὰ τοῦ Κυρίου ὅσα εἰσὶν ἐμπιστεύει σοι. Ἦλθε γὰρ εἰς πρεσβείαν σὴν δι' ἑαυτοῦ, ἵνα σε ἀνακαλέσηται· καὶ σὺ οὐδὲν νοεῖς, οὐδὲ συνῆκας τὴν εὐγένειάν σου; Δικαίως οὖν ὁ πνευματοφόρος πενθεῖ σου τὴν πτῶσιν, λέγων, ῎Ανθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Δόξα Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"For Christ the King sends to avenge the city, and binds the tyrants, and settles a heavenly command and a battle line of holy spirits there, as in his own homeland; and then the sun shines in the heart, and its rays run through into all the members. And there is from then on a deep peace reigning there. But a man's struggle and contest and testing, and his good will toward God, appear at the time when, as grace draws back, he plays the man and cries out to God. But you, when you hear that there are rivers of dragons and mouths of lions and dark powers under heaven, and a fire blazing and boiling in the members, count the earth as nothing, not knowing that unless you receive the pledge of the Holy Spirit, when you go out of the body they hold your soul fast and do not let you go up into the heavens. And likewise, when you hear of the worth of the soul, how precious the intelligent being is, you do not understand that it was not of angels but of human nature that he said, \"Let us make him according to our image and likeness\"; and that heaven and earth pass away, while you are called to adoption, to brotherhood, to be the king's bride. For in the things that are seen all that belongs to the bridegroom belongs to the bride, and all that is the Lord's, however much there is, he entrusts to you. For he came himself on an embassy for you, to call you back; and you understand nothing, and have not grasped your own nobility? Rightly, then, does the bearer of the Spirit mourn your fall, saying: \"Man, being in honour, did not understand; he was compared to the senseless beasts and became like them.\" Glory to the Father and to the Son and to the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.13 (PG 34:622–623; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-13)."},"macarius-homiliae-spirituales/16.2":{"o":"Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν, καὶ ὑπόκειται βόρβορος, ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται. Οὕτω καὶ ἡ ψυχὴ ὅταν ταράσσηται καὶ κιρνᾶται τῇ κακίᾳ· καὶ ἔν τι γίνεται ὁ Σατανᾶς μετὰ τῆς ψυχῆς, πνεύματα ἀμφότερα, κατὰ τὴν πορνείαν, ἢ τὸν φόνον διὰ τοῦτο ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι. Πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ' ἑαυτήν ἐστιν ἡ ψυχὴ ἐνυπόστατος, μεταμελουμένη ἐφ᾽ οἷς ἔπραξε, καὶ κλαίει, καὶ εὔχεται, καὶ μνημονεύει Θεοῦ. Εἰ γὰρ πάντοτε ἦν ἡ ψυχὴ βεβυθισμένη εἰς τὸ κακὸν, πῶς ἡδύνατο ταῦτα πράττειν, τοῦ Σατανᾶ μηδέποτε θέλοντος εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους, ἄσπλαγχνος γὰρ ὑπάρχει. Καὶ ἡ γυνὴ κατὰ συντίθεσθαι τῷ ἀνδρὶ, ἓν μετ᾿ αὐτοῦ, ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν· ὅτι πολλάκις ὁ εἷς αὐτῶν ἀποθνήσκει, καὶ ὁ ἕτερος ζῇ. Τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος, ἓν πνεῦμα γίνονται. Ὁ κολλώμενος γὰρ τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Τοῦτο δὲ γίνεται, ὅταν καταποθῇ ὁ ἄνθρωπος ἐν αὐτῇ τῇ χάριτι.","t":"There is a spring flowing with pure water, and beneath it lies mud; when someone stirs up the mud, the whole spring is made turbid. So it is with the soul when it is stirred up and mingled with wickedness; and Satan becomes one thing with the soul, both being spirits, in sexual immorality or in murder. Therefore \"he who is joined to a harlot is one body.\" Yet at another hour the soul is by itself, with its own substance, repenting of what it has done, and it weeps and prays and remembers God. For if the soul were always sunk in evil, how could it do these things, since Satan never wishes men to come to repentance, for he is pitiless? And a wife, in consenting to her husband, is one with him, and at another hour they are separate; for often one of them dies and the other lives. Something of this sort holds also for the fellowship of the Holy Spirit: they become one spirit. For \"he who is joined to the Lord is one spirit.\" And this comes about when a man is swallowed up in that grace.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.2 (PG 34:614; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-2)."},"macarius-homiliae-spirituales/16.3":{"o":"Εἰσὶ δὲ τινες ἔχοντες γεῦσιν Θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται, ἄπειροι ὄντες, ὅτι μετὰ τὴν ἐπίσκεψιν τοῦ Θεοῦ ἐνεργοῦσι λογισμοὶ εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ· οἱ ἐν αὐτοῖς δὲ γηράσαντες οὐ ξενίζονται. Καὶ ὥσπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅταν γένηται εὐφορία, οὐ τελείως ἀμέριμνοί εἰσιν, ἀλλ᾿ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν οὔτε δὲ πάλιν, ὅταν καταλάβῃ αὐτοὺς λιμὸς, ἢ στενοχωρία, ἐπιπολὺ ἀπελπίζουσι, γνωρίζοντες τὴν μεταβολήν· οὕτως καὶ εἰς τὸ πνευματικὸν, ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχὴ, οὐ ξενίζεται, οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν, ὅτι κατὰ συγχώρησιν ἀφίεται δοκιμασθῆναι, καὶ παιδευθῆναι ὑπὸ τῆς κακίας. Οὔτε δὲ πάλιν, ὅτε ἐν πλούτῳ πολλῷ ἐστι καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ' ἐκδέχεται τὴν μεταβολήν. Καὶ ὁ ἥλιος σῶμα καὶ δημιούργημα ὢν, καταλάμπων δὲ εἰς τόπους δυσώδεις, ἔνθα ἐστὶ βόρβορος καὶ ἀκαθαρσίαι, οὐδὲν βλάπτεται ἢ μολύνεται· πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον Πνεῦμα συνὸν τῇ ψυχῇ ἔτι ἐνεργουμένῃ ὑπὸ τοῦ πονηροῦ, οὐδὲν συμπεριλαμβάνει ἀπ᾿ αὐτῶν; καὶ γὰρ Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε.","t":"There are some who have a taste of God and are still worked upon by the adversary, and they are astonished, being inexperienced, that after God's visitation thoughts work against the mysteries of Christianity; but those who have grown old in these things are not astonished. And as experienced farmers, from long habit, are not altogether free of care when there is a good harvest, but look for famine and hardship too, and again, when famine or hardship overtakes them, do not despair for long, since they know that things change, so also in what belongs to the Spirit: when the soul falls into various trials it is not astonished and does not despair, since it knows that by permission it is left to be tested and disciplined by wickedness. Nor again, when it is in great wealth and rest, is it without care, but it looks for the change. And the sun, which is a body and a created thing, when it shines on foul-smelling places where there is mud and filth, is in no way harmed or defiled. How much more does the pure and Holy Spirit, when it is with a soul that is still worked upon by the evil one, take nothing to itself from these things? For \"the light shines in the darkness, and the darkness did not overtake it.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 16.3 (PG 34:614–615; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-3)."},"macarius-homiliae-spirituales/16.4":{"o":"Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ, καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστι λάχανον ἔτι παρ᾿ αὐτῷ τῆς κακίας· ἔχει τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ. Ὅταν οὖν τις ἐν θλίψεσιν ᾗ καὶ παθῶν τρικυμίαις, οὐκ ὀφείλει ἀπελπίσαι· ἐπὶ πλεῖον γὰρ οὕτω παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται. Ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ Θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν. Τὸ οὖν εἶναί τινας παραλελυμένους, ἢ λελωβημένους, πυρέσσοντας καὶ ἀσθενοῦντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο. Αὕτη γὰρ ῥίζα ἐστὶ πάντων τῶν κακῶν, καὶ τὰ πάθη δὲ τῶν ἐπιθυμιῶν τῆς ψυχῆς, καὶ τῶν κακῶν διαλογισμῶν ἐξ αὐτῆς εἰσιν. Ωσπερ ἐὰν ᾗ πηγὴ ῥέουσα, καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νοτερούς θέρμης δὲ γενομένης, καὶ αὐτὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται· οὕτως καὶ εἰς τοὺς δούλους τοῦ Θεοῦ, εἰς οὓς πλεονάζει ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικὴν, ἐπειδὴ νῦν οἱ τοῦ Θεοῦ ἄνθρωποι μείζονες γίγνονται τοῦ πρώτου ᾿Αδάμ.","t":"And so, when a man is in the depth and is rich in grace, there is still some growth of wickedness beside him; yet he has the helper aiding him. When, then, a man is in afflictions and in the surging waves of the passions, he must not despair; for so sin grows all the thicker and comes in. But when a man always has his hope in God, evil is, as it were, made thin and watered down. That some men are paralysed or maimed, in fever and sickness, this came about from sin; for sin is the root of all evils, and the passions of the soul's desires and the evil reasonings come from it. As when there is a flowing spring, and the places next to it are wet and damp, but when heat comes both it and the places nearest it are dried up, so in the servants of God, in whom grace abounds, it dries up the desire of the evil one and the desire of nature likewise, since the men of God now become greater than the first Adam.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.4 (PG 34:615–616; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-4)."},"macarius-homiliae-spirituales/16.5":{"o":"Ὁ Θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, θαλάσσῃ, καὶ ὑποκάτω τῆς ἀβύσσου καὶ οὐχὶ κατὰ μετάβασιν, ὃν τρόπον οἱ ἄγγελοι κατερχόμενοι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν. Ἔστι γὰρ ἐν οὐρανῷ, καὶ ἔστιν ὧδε. Ἀλλ' ἐρεῖς μοι πῶς δύναται ὁ Θεὸς ἐν τῇ γεέννῃ εἶναι, ἢ πῶς δύναται ἐν τῷ σκότει εἶναι, ἢ ἐν τῷ Σατανᾷ, ἢ τόποις ὅπου ἐστὶ δυσωδία; ᾿Αποκρίνομαι σοι κἀγὼ, ὅτι ἀπαθής ἐστι καὶ πάντα περιέχει· ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ Σατανᾶς ὢν κτίσμα αὐτοῦ δεσμεῖται. Τὸ δὲ ἀγαθὸν οὔτε ῥυποῦται, οὔτε σκοτίζεται. Εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα, καὶ τὴν γέενναν, καὶ τὸν Σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἐστιν ὁ πανταχοῦ ἐπιφαινόμενος, καὶ ἐν τοῖς ὅρεσι καὶ ἐν τῇ νηρὸς, ἵνα ζητῶμεν ἄλλον ἀνώτερον αὐτοῦ. Ἀνάγκη γὰρ τὸν Θεὸν πανταχοῦ ἀνώτερον αὐτὸν εἶναι διὰ δὲ τὸ μυστήριον τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενον τὸ σκότος, οὐ καταλαμβάνει αὐτὸν οὔτε δύναται τὸ κακὸν μετέχειν τῆς καθαρότητος, ἢ ἐν αὐτῷ ἐστι. Τῷ οὖν Θεῷ οὐδὲν κακὸν ἐνυπόστατον, ἐπεὶ οὐδὲν ἀδικεῖται.","t":"God is uncircumscribed and incomprehensible, … in the sea and beneath the abyss, and this not by moving from place to place, as the angels come down from heaven to the earth. For he is in heaven and he is here. But you will say to me: how can God be in hell, or how can he be in the darkness, or in Satan, or in places where there is a foul smell? I in turn answer you that he is free from passion and contains all things; for he is uncircumscribed, and Satan, being his creature, is bound. The good is neither defiled nor darkened. But if you say that he does not contain all things, both hell and Satan, you make him circumscribed to that place in which he is … who appears everywhere, both in the mountains and in … so that we should have to look for another higher than he. For God must of necessity be everywhere higher than it. But because of the mystery of the Godhead and the fineness that is contained in him, the darkness does not overtake him, nor can evil partake of his purity, nor is it in him. To God, then, no evil has a substance of its own, since he suffers no wrong.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.5 (PG 34:616–617; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-5)."},"macarius-homiliae-spirituales/16.6":{"o":"Ἡμῖν δὲ ἐστι κακὸν διὰ τὸ οἰκεῖον ἐν τῇ καρδίᾳ, καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς πονηροὺς καὶ ῥυπαροὺς, καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ᾽ αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον. Ἐνδέδυται οὖν τὰς ψυχὰς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων μελῶν. Ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ Σατανᾶς, καὶ ὁ Θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτως καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία, ὁμοίως δὲ καὶ χάρις Θεοῦ σύνεστι μηδὲν ἀδικουμένη. Ωσπερ ἐὰν ᾗ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστὶ, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος οὕτως καὶ ἡμεῖς τῷ Δεσπότῃ Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν, καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ᾿ αὐτὸν, ὅτι Αὐτὸς μού ἐστι δόξα, καὶ αὐτός μού ἐστι Πατὴρ, καὶ αὐτός μού ἐστι πλοῦτος. Πάντοτε οὖν ἐν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον. Ἐὰν δὲ τις μὴ ἔχῃ τὴν χάριν τοῦ Θεοῦ πεφυτευμένην καὶ πεπηγμένην ἐν ἑαυτῷ, ἔστω νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν εἶναι προσκεκολλημένον τῇ ψυχῇ, τὸ καθ' ὥραν ὁδηγοῦν αὐτὸν καὶ διῦπνίζον, καὶ ὑπορθοῦν εἰς τὰ ἀγαθά ἵνα γοῦν τὴν μέριμναν ἔχῃ, τὸν φόβον, τὸν πόνον, ὡς φυσικὸν καὶ ἄτρεπτον τὸν συντριμμὸν τῆς καρδίας πάντοτε πεπηγμένον.","t":"But to us evil is something, because it has made its home in the heart and works there, suggesting evil and filthy thoughts and not allowing us to pray purely, but taking the mind captive into this age. It has clothed itself in our souls, and has laid hold of the very bones and members. As Satan is in the air, and God, being present there, suffers no wrong, so sin is in the soul, and likewise the grace of God is with it and suffers no wrong. As a slave who is near his master, being always close to him, is in fear and does nothing apart from him, so we too ought to set our thoughts before the Master Christ, who knows the heart, and lay them open, and have our hope and our confidence in him: \"He is my glory, and he is my Father, and he is my wealth.\" Always, then, you must have the care and the fear in your conscience. And if a man does not have the grace of God planted and set fast within him, let him have, night and day, as something natural glued to the soul, that which guides him hour by hour and wakes him and sets him upright toward what is good; so that he may at least have the care, the fear, the labour, and a broken heart always set fast in him as something natural and unchangeable.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.6 (PG 34:617–618; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-6)."},"macarius-homiliae-spirituales/16.7":{"o":"Ὥσπερ δὲ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ, οὕτως καὶ ἡ χάρις κρυπτῶς ἐργάζεται ἐν ταῖς καρδίαις τὴν ἑαυτῆς ἀγάπην, καὶ μεταβάλλει ἀπὸ πικρότητος εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς λειότητα. Ὥσπερ δὲ ἀργυροκόπος καὶ ἀναγλυφάριος ἀναγλύφων δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει διάφορα ζώδια, ἐπὰν δὲ τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα τῷ φωτί· οὕτως καὶ ὁ Κύριος ἀληθινὸς τεχνίτης ἀναγλύφει τὰς καρδίας ἡμῶν, καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως οὗ ἐκδημήσωσιν ἐκ τοῦ σώματος, καὶ τότε φαίνεται τῆς ψυχῆς τὸ κάλλος. Οἱ γὰρ θέλοντες σκεύη κατασκευάσαι, καὶ ἐνυφάναι ζώδια, πρῶτον κηροπλαστοῦσι, καὶ οὕτως ἐκχέουσι καθ' ὁμοιότητα ἐκείνου, ὥστε τὸ ἔργον κατ᾿ ἐκεῖνο ἀποτελεσθῆναι τὸ σχῆμα· οὕτως καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα εἰκόνα ἔχει, καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς. Ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζώδιόν ἐστί τι, ἔχον εἰκόνα καὶ μόρφωσιν. Ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω. Μέγα οὖν ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ Κύριος. Καὶ οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοί μεμεστωμένοι εἰσὶν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ δυσωδίας.","t":"As a bee works the honeycomb secretly in the hive, so grace works its own love secretly in the hearts, and changes them from bitterness to sweetness, from roughness to smoothness. And as a silversmith and engraver, engraving a dish, covers over bit by bit the various figures he carves, and when he has finished then shows it flashing with light, so the Lord, the true craftsman, engraves our hearts and renews them in a mystery, until they depart from the body; and then the beauty of the soul appears. For those who wish to make vessels and to work figures into them first model them in wax, and then pour the metal after the likeness of that, so that the work may be finished according to that shape. So also sin, being a spirit, has an image and is changed into many forms. And the inner man likewise is a kind of figure, having an image and a shape; for the inner man is a likeness of the outer. Great, then, and precious is the vessel, since out of all created things the Lord was pleased there. And the good thoughts of the soul are like precious stones and pearls, while the unclean thoughts are full of dead men's bones and of every uncleanness and foul smell.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.7 (PG 34:618; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-7)."},"macarius-homiliae-spirituales/16.8":{"o":"Οἱ οὖν Χριστιανοὶ ἄλλου αἰῶνος εἰσιν, υἱοὶ ᾿Αδάμ τοῦ ἐπουρανίου, γέννημα καινὸν, τέκνα Πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοὶ, ὅμοιοι τῷ πατρὶ αὐτῶν, ᾿Ἀδὰμ τῷ πνευματικῷ καὶ φωτεινῷ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως, οὐκ εἰσὶ τοῦ κόσμου τούτου, ἀλλὰ ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει, Οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. ᾿Αλλ' ὥσπερ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος, καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν, ἀποστέλλει πρὸς τοὺς ἰδίους ἐπὶ τῷ κτισθῆναι αὐτῷ οἴκους, παραδείσους, ἐνδύματα ἀναγκαῖα· καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, τότε πλοῦτον πολὺν ἐπιφέρεται· μετὰ πολλῆς δὲ χαρᾶς προσδέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ καὶ προσγενεῖς οὕτω κὰν τοῖς πνευματικοῖς, εἴ τινες ἐμπορεύονται τὸν ἐπουράνιον πλοῦτον, ἴσασιν οἱ συμπολίται, τουτέστι τὰ πνεύματα τῶν ἁγίων καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσι λέγοντες, Εἰς μέγαν πλοῦτον εἰσῆλθον οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐπὶ τῆς γῆς. Ἔχοντες οὖν οὗτοι μεθ' ἑαυτῶν τὸν Κύριον ἐν τῇ ἀναλύσει, ἐν μεγάλῃ χαρᾶ ἔρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ Κυρίου, ἐκεῖ εὐτρεπίσαντες αὐτοῖς οἶκους καὶ παραδείσους, καὶ ἐνδύματα ὁλόλαμπρα καὶ πολυτελῆ.","t":"Christians, then, are of another age, sons of the heavenly Adam, a new offspring, children of the Holy Spirit, shining brothers of Christ, like their father, the spiritual and shining Adam: of that city, of that race, of that power. They are not of this world, but of another world; for he himself says, \"You are not of this world, as I am not of this world.\" But as a merchant who goes away from many lodging places and multiplies his trade sends word to his own people to have houses and gardens and the necessary clothing made ready for him, and when he returns home then brings great wealth with him, and his own people and kinsmen receive him with much joy, so too in the things of the Spirit: if any trade in the heavenly wealth, their fellow citizens know it, that is, the spirits of the saints and of the angels, and they marvel and say, \"Our brothers on the earth have come into great wealth.\" Having the Lord with them at their departure, these come with great joy to those above, and the Lord's own receive them, having made ready for them there houses and gardens and garments all-shining and costly.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.8 (PG 34:618–619; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-8)."},"macarius-homiliae-spirituales/16.9":{"o":"Νήψεως οὖν ἐν πᾶσι χρεία, ἵνα μὴ καὶ ἃ δοκοῦμεν ἔχειν ἀγαθὰ, πρὸς βλάβην ἡμῶν γένωνται. Καὶ γὰρ οἱ χρηστοὶ κατὰ φύσιν, ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι' αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν, δι' αὐτῆς τῆς σοφίας κλέπτονται. Δεῖ οὖν ἐν πᾶσι τοῖς μέρεσι, συγκεκραμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ Κύριον, καὶ μὴ ἐφ᾽ ἑαυτόν. Ἡ γὰρ ἀρετὴ διὰ πολλῶν ἀρτύεται, ὥσπερ ἔδεσμά τι τῶν ἀναγκαίων διὰ κονδίτου ἢ ἑτέρου τινὸς, καὶ τοῦτο οὐ μόνον διὰ μέλιτος, ἀλλὰ καὶ πεπέρεως, καὶ οὕτως εὑρίσκεται χρήσιμον.","t":"There is need, then, of sobriety in everything, so that even the good things we think we have may not turn to our harm. For those who are kind by nature, if they do not make themselves secure, are drawn down little by little by that very kindness, and those who have wisdom are robbed by that very wisdom. A man must therefore be a blend in all his parts: kindness with severity, wisdom with discernment, word with deed, and he must put his whole confidence in the Lord and not in himself. For virtue is seasoned by many things, as a necessary dish is seasoned with spiced wine or something else, and that not with honey only but with pepper too, and so it is found useful.","f":"Ps.-Macarius, <i>Hom.</i> 16.9 (PG 34:619–620; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/16-9)."},"macarius-homiliae-spirituales/17.1":{"o":"Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς μέτρα τελειότητος, καὶ γενέσθαι ἐγγύτατοι βασιλέως, οὗτοι τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε τὸ χρίσμα ἦν ὅλον τιμιώτερον, ἐπειδὴ εἰς βασιλεῖς ἀφιερωμένοι εἰσίν. Ὥσπερ γὰρ ἐπὶ τῶν προφητῶν καὶ προφήτας ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικοὶ τὸ ἐπουράνιον χρίσμα χριόμενοι, γίνονται Χριστιανοὶ κατὰ χάριν, ὥστε εἶναι αὐτοὺς βασιλεῖς καὶ προφήτας ἐπουρανίων μυστηρίων. Οὗτοί εἰσι καὶ υἱοὶ, καὶ κύριοι, καὶ θεοὶ, δεδεμένοι, ἠχμαλωτισμένοι, βεβυθισμένοι, ἐσταυρωμένοι, ἀφιερωμένοι· εἰ γὰρ τὸ χρίσμα τοῦ ἐλαίου, ὅπερ ἦν φυτοῦ φαινομένου, καὶ ξύλου ὁρατοῦ, τοσαύτην εἶχε δύναμιν, ὥστε τοὺς χριομένους ἀναντιῤῥήτως ἀξίωμα λαμβάνειν (ἦν γὰρ κεκυρωμένον, ὥστε καθίστασθαι αὐτοὺς βασιλεῖς)· δ καὶ Δαβὶδ χρισθεὶς εὐθέως διωγμοῖς περιέπεσε καὶ ἐθλίβετο, καὶ μετὰ ἑπτὰ ἔτη ἐγένετο βασιλεύς πόσῳ μᾶλλον ὅσοι χρίονται κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον, τὸ ἁγιαστικὸν καὶ χαροποιὸν ἔλαιον τῆς ἀγαλλιάσεως, τὸ οὐράνιον καὶ πνευματικὸν, δέχονται τὸ σίγνον τῆς βασιλείας ἐκείνης τῆς ἀφθάρτου καὶ ἀϊδίου δυνάμεως, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον καὶ παράκλητον ῎Ἄκουε δὲ παράκλητον, καὶ τὸ παρακαλεῖν καὶ χαροποιεῖν τοὺς ἐν θλίψεσιν ὄντας.","t":"Homily 17. On the spiritual anointing and glory of Christians, and that without Christ it is impossible to be saved or to become a partaker of eternal life.\n\nThe perfect Christians, who have been counted worthy to come to the measures of perfection and to become nearest to the King, these by the cross of Christ always … the anointing was altogether more precious, since they are consecrated to be kings. For as among the prophets men were anointed to be prophets, so now the spiritual, anointed with the heavenly anointing, become Christians by grace, so that they are kings and prophets of heavenly mysteries. These are also sons and lords and gods: bound, taken captive, sunk deep, crucified, consecrated. For if the anointing with oil, which came from a visible plant and a visible tree, had such power that those anointed received their rank beyond dispute (for it was ratified, so that they were established as kings; and David, as soon as he was anointed, fell into persecutions and was afflicted, and after seven years became king), how much more do those who are anointed in the mind and in the inner man with the sanctifying and gladdening oil of exultation, the heavenly and spiritual oil, receive the mark of that kingdom of incorruptible and everlasting power, the pledge of the Spirit, the Holy Spirit and Paraclete. And understand \"Paraclete\" as meaning the comforting and gladdening of those who are in afflictions.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.1 (PG 34:623–624; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-1)."},"macarius-homiliae-spirituales/17.10":{"o":"Ὥσπερ γὰρ οὐκ ἔστι δυνατὸν ἰχθὺν ἄνευ ὕδατος ζῆσαι, ἢ ἄνευ ποδῶν περιπατῆσαί τινα, ἢ ἄνευ ὀφθαλμῶν ἰδεῖν φῶς, ἢ ἄνευ γλώσσης λαλεῖν, ἢ ἄνευ ὤτων ἀκούειν οὕτως ἄνευ τοῦ Κυρίου Ἰησοῦ, καὶ τῆς ἐνεργείας τῆς θείας δυνάμεως, οὐκ ἔστι γινώσκειν μυστήρια καὶ σοφίαν Θεοῦ, ἢ εἶναί τινα πλούσιον καὶ Χριστιανόν. Οὗτοι γάρ εἰσιν ἀληθῶς σοφοί, καὶ πολεμισταὶ, καὶ ἀνδρεῖοι, καὶ φιλόσοφοι Θεοῦ, οἱ ὁδηγούμενοι καὶ ποιμαινόμενοι κατὰ τὸν ἔσω ἄνθρωπον ὑπὸ τῆς θεϊκῆς δυνάμεως. Οἱ γὰρ φιλόσοφοι τῶν Ἑλλήνων, λόγους μανθάνουσι· καὶ ἄλλοι εἰσὶν ἰδιῶται τῷ λόγῳ, εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἐπὶ τῇ τοῦ Θεοῦ χάριτι, ἄνδρες θεοσεβεῖς. Διακρίνωμεν νῦν ποῖοί εἰσι βελτίονες. Ἐν ἔργῳ, φησὶ, καὶ δυνάμει ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, οὐκ ἐν λόγῳ.","t":"For as it is not possible for a fish to live without water, or for a man to walk without feet, or to see light without eyes, or to speak without a tongue, or to hear without ears, so without the Lord Jesus and the working of the divine power it is not possible to know the mysteries and the wisdom of God, or for anyone to be rich and a Christian. For these are truly wise, warriors, brave men, philosophers of God: those who in the inner man are guided and shepherded by the divine power. For the philosophers of the Greeks learn words; but there are others, unskilled in word, who rejoice and exult in the grace of God, godly men. Let us now judge which are the better. \"The kingdom of God,\" it says, \"is in deed and in power, not in word.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 17.10 (PG 34:630; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-10)."},"macarius-homiliae-spirituales/17.11":{"o":"Τὸ οὖν εἰπεῖν τινα, ὅτι ὁ ἄρτος οὗτος ἀπὸ σίτου γεγένηται, εὔκολόν ἐστι· πῶς δὲ λεπτῶς κατασκευάζεται, καὶ πέττεται ἄρτος, χρὴ εἰπεῖν. Τὸ οὖν λαλῆσαι περὶ ἀπαθείας καὶ τελειότητος, ὀλίγων ἐστί. Τὸ γὰρ Εὐαγγέλιον ἐν συντόμῳ ἀπεφήνατο, Μὴ ὀργισθῇς, μὴ ἐπιθυμήσῃς· ἐὰν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιάν σου σιαγόνα, παράθες καὶ τὴν ἄλλην· ἐάν τις κρίνῃ ἆραί σου τὸ ἱμάτιον, δὸς αὐτῷ καὶ τὸν χιτῶνα. Ὁ δὲ ᾿Απόστολος ἐπακολουθῶν, πῶς χρὴ κατὰ μικρὸν τὸ ἔργον τῆς καθάρσεως μετὰ ὑπομονῆς καὶ μακροθυμίας γίνεσθαι, διὰ πολλῶν διδάσκει, πρῶτον γαλακτοτροφῶν ὡς νηπίους, εἶτα φέρων εἰς αὔξησιν καὶ τελειότητα. Εἶπε γὰρ τὸ Εὐαγγέλιον γενέσθαι ἀπὸ ἐρέας στιχάριον· ὁ δὲ ᾿Απόστολος ἐμήνυσε τὴν λεπτότητα, πῶς κατασκευάζεται.","t":"To say that this bread is made from wheat is easy; but how it is finely prepared and baked into bread has to be told. So to speak about freedom from passion and perfection belongs to few. For the Gospel declared it briefly: \"Do not be angry; do not desire; if anyone strikes you on your right cheek, offer him the other also; if anyone goes to law to take your cloak, give him your tunic as well.\" But the Apostle, following after, teaches at length how the work of cleansing must be done little by little, with endurance and long-suffering, first feeding with milk as babes, then bringing them to growth and perfection. For the Gospel said that a tunic is to be made of wool, while the Apostle showed the fine detail of how it is made.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.11 (PG 34:630–631; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-11)."},"macarius-homiliae-spirituales/17.12":{"o":"Οἱ οὖν λόγους πνευματικοὺς λαλοῦντες ἄνευ τῆς γεύσεως, τοιούτῳ τινὶ ἐοίκασιν, ὥσπερ ἵνα τις ἐπιβαλόντος καύσωνος διοδεύηται πεδίῳ ἐρήμῳ, καὶ ὧν ἔκδιψος διαγράφῃ πηγὴν ῥέουσαν ὕδωρ, σκιογραφῶν ἑαυτὸν πίνοντα, ὁπότε τὰ χείλη αὐτοῦ κατεξήρανται, καὶ ἡ γλῶσσα, ἐκ τῆς καταλαβούσης δίψης· ἢ ἵνα τις λαλήσῃ περὶ μέλιτος, ὅτι γλυκύ ἐστι, μὴ γευσάμενος δὲ, οὐκ οἶδε τὴν δύναμιν τῆς γλυκύτητος οὕτως καὶ οἱ λόγον λαλοῦντες περὶ τελειότητος, καὶ ἀγαλλιασμοῦ, ἤτοι ἀπαθείας, μὴ ἔχοντες ἐνέργειαν καὶ πληροφορίαν, τὰ πράγματα οὐχ ὡς λαλοῦσιν, οὕτως εἰσὶν ἅπαντα. Ὅταν γὰρ ὁ τοιοῦτος καταξιωθῇ ποτε μερικῶς ἐν ἔργῳ εὑρεθῆναι, διακρίνει καθ' ἑαυτὸν, ὅτι οὐ καθὼς ὑπελάμβανον οὕτως εὗρον· ἄλλως γὰρ ἐλάλουν, καὶ ἄλλως τὸ πνεῦμα ἐργάζεται.","t":"Those, then, who speak spiritual words without the taste of them are like a man travelling through a desert plain when the burning heat has come down, who, parched with thirst, draws a picture of a flowing spring of water and sketches himself drinking, while his lips and his tongue are quite dried up with the thirst that has overtaken him. Or as a man may speak of honey, that it is sweet, and not having tasted it does not know the power of the sweetness: so those who speak of perfection and exultation, or of freedom from passion, without having the working and the full assurance, find that things are not in every way as they describe them. For when such a man is one day counted worthy to be found in the work, even in part, he judges within himself that he did not find it as he had supposed; for he spoke in one way, and the Spirit works in another.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.12 (PG 34:631–632; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-12)."},"macarius-homiliae-spirituales/17.13":{"o":"Ὁ γὰρ Χριστιανισμὸς βρῶσίς ἐστι καὶ πόσις· καὶ ὅσον τις ἐσθίει ἀπ᾿ αὐτοῦ, ἐκ τῆς ἡδύτητος ἐπὶ πλεῖον ἐρεθίζεται ὁ νοῦς ἀκατάσχετος καὶ ἀκόρεστος ὑπάρχων, καὶ ἀπλήστως ἐπιζητῶν καὶ ἐσθίων· Ἢ ὥσπερ ἐὰν ᾗ τις διψῶν, καὶ ἐπιδοθῇ αὐτῷ πόμα γλυκὺ, εἶτα ἀρξάμενος τῆς γεύσεως σφοδροτέρως ἐγγίζει τῷ ποτῷ, μειζόνως ἐκκαιόμενος, καὶ σχεδὸν ἄπαυστός ἐστιν ἡ γεῦσις τοῦ Πνεύματος, ὡς τοιούτῳ τινὶ δικαίως ἀπεικάζεσθαι· καὶ ταῦτα οὐ λόγοι ψιλοί. Ἐργασία γάρ ἐστι τοῦ ἁγίου Πνεύματος ἐν μυστηρίῳ διακονοῦσα τῷ νῷ. Νομίζουσι δέ τινες ὅτι ἀπεχόμενοι γυναικὸς, καὶ πάντων τῶν φαινομένων, ἤδη ἅγιοί εἰσιν· ἀλλ᾽ οὐχ οὕτως ἐστίν. Ἔστι γὰρ ἡ κακία ἐν τῷ νῷ, καὶ ἐν τῇ καρδίᾳ ζῇ καὶ ἐπαίρεται· οὗτος δὲ ἐστιν ἅγιος, ὁ καθαρθεὶς καὶ ἁγιασθεὶς κατὰ τὸν ἔσω ἄνθρωπον. Ὅπου γὰρ ἡ ἀλήθεια ἀνακύπτει, ἐκεῖ μάχεται ἡ πλάνη, σπουδάζουσα καλύψαι καὶ θολῶσαι.","t":"For Christianity is food and drink; and the more a man eats of it, the more his mind is stirred by the sweetness, being unrestrainable and insatiable, seeking and eating without being filled. Or as when a man is thirsty and a sweet drink is given him, and having begun to taste it he comes to the cup the more eagerly, being the more set on fire: so the taste of the Spirit is almost unceasing, and is rightly likened to such a thing. And these are not bare words; for it is a work of the Holy Spirit, ministering to the mind in a mystery. Some suppose that by abstaining from a woman and from all visible things they are already holy; but it is not so. For wickedness is in the mind, and it lives and rises up in the heart. He is holy who has been cleansed and sanctified in the inner man. For where the truth comes up, there error fights against it, eager to cover it over and make it turbid.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.13 (PG 34:632; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-13)."},"macarius-homiliae-spirituales/17.14":{"o":"Ὅτε οἱ Ἰουδαῖοι ἐκράτουν τὴν ἱερωσύνην, καὶ ἐξ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἐπειδὴ εἰστήκεισαν ἐν τῇ ἀληθείᾳ, Ἐλεάζαρος καὶ οἱ Μακαβαῖοι. Νῦν δὲ ἐπειδὴ ἀπὸ τοῦ σταυροῦ καὶ τοῦ καταπετάσματος ἀνεχώρησεν ἐξ αὐτῶν τὸ Πνεῦμα, λοιπὸν ὧδε ἀπεκαλύφθη καὶ ἐνεργεῖ ἡ ἀλήθεια. Πάλιν οὖν ἐξ αὐτοῦ τοῦ ἔθνους διώκονται. Ἐξ αὐτοῦ δὲ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἵνα γένωνται μάρτυρες οἱ φιλαλήθεις. Πῶς γὰρ φανήσεται ἡ ἀλήθεια, εἰ μὴ ἔχει τοὺς ὑπεναντίους ψευδεῖς ὄντας καὶ κατὰ ἀληθείας τρέχοντας; Εἰσὶ δὲ καὶ ἐν τοῖς ἀδελφοῖς βαστάζοντες πάθη καὶ θλίψεις· πολλῆς δὲ χρήζουσιν ἀσφαλείας, ἵνα μὴ πέσωσιν. Εἷς γάρ τις τῶν ἀδελφῶν συνευχόμενός τινι, ἠχμαλωτίσθη ὑπὸ θείας δυνάμεως, καὶ ἁρπαχθεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ, καὶ εἰκόνας φωτεινὰς καὶ φῶς ἄπειρον· καὶ ἤκουσε φωνῆς λεγούσης, οὗτός ἐστιν ὁ τόπος τῆς καταπαύσεως τῶν δικαίων· καὶ μετὰ μικρὸν φυσιωθεὶς, καὶ νομίσας περὶ ἑαυτοῦ ἑωρακέναι, μετὰ τοῦτο εὑρέθη ἐμπεσὼν εἰς τὰ ἄδυτα καὶ βαθύτατα τῆς ἁμαρτίας, εἰς μυρία κακά","t":"When the Jews held the priesthood, men were persecuted and afflicted by that very nation because they stood in the truth: Eleazar and the Maccabees. But now, since from the time of the cross and of the veil the Spirit departed from them, the truth has been revealed here and works here. So again men are persecuted by that very nation; and they were persecuted and afflicted by that very nation so that the lovers of truth might become martyrs. For how shall the truth be made manifest, unless it has adversaries who are liars and run against the truth? There are among the brothers also those who bear sufferings and afflictions; but they need much security, that they may not fall. For one of the brothers, praying with another, was taken captive by the divine power, and being caught up he saw the city above, Jerusalem, and shining figures and boundless light; and he heard a voice saying, \"This is the place of rest of the righteous.\" And a little afterward he was puffed up and thought that he had seen it for his own sake, and after that he was found to have fallen into the inmost and deepest places of sin, into countless evils.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.14 (PG 34:632–633; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-14)."},"macarius-homiliae-spirituales/17.15":{"o":"Εἰ οὖν ὁ ἐσώτερος καὶ ὑψηλὸς ἔπεσε, πῶς δύναται λέγειν ὁ τυχών, ὅτι Νηστεύων καὶ ξενητεύων καὶ διασκορπίζων τὰ ὑπάρχοντα ἤδη ἅγιός εἰμι; οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν αὕτη ἐστὶν ἡ τελείωσις, ἀλλ᾽ εἰ εἰσῆλθες εἰς τὸν νοῦν τὸν ἡφανισμένον, καὶ ἀπέκτεινας τὸν ὄφιν τὸν κατώτερον τοῦ νοῦ, καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα καὶ ἀποθήκας τῆς ψυχῆς φονεύοντά σε καὶ φωλεύοντα· ἄβυσσος γάρ ἐστιν ἡ καρδία· εἰ τοίνυν ἐκεῖνον ἐφόνευσας, καὶ πᾶσαν τὴν ἐν σοὶ ἀκαθαρσίαν ἐξέβαλες· ὅλοι γὰρ οἱ φιλόσοφοι καὶ ὁ νόμος καὶ οἱ ἀπόστολοι, καὶ ἡ τοῦ Σωτῆρος ἔλευσις περὶ καθαρότητος ποιοῦνται. Πᾶς γὰρ ἀνθρώπων εἴτε Ἰουδαίων, εἴτε Ἑλλήνων, ἀγαπᾶ τὴν καθαρότητα, καὶ οὐ δύνανται καθαρεύειν. Χρὴ οὖν ἐπιζητῆσαι, πῶς καὶ διὰ τίνων δύναται τὸ καθαρὸν τῆς καρδίας γενέσθαι. Οὐδαμῶς ἑτέρωθεν, εἰ μὴ διὰ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, ἡ ζωὴ, ἡ ἀλήθεια, ἡ θύρα, ὁ μαργαρίτης, ὁ ζῶν καὶ ὁ οὐράνιος ἄρτος. Καὶ οὐκ ἐγχωρεῖ τινα ἄνευ ἐκείνης τῆς ἀληθείας, ἀλήθειαν γνῶναι, ἢ σωθῆναι. Ὥσπερ οὖν εἰς τὸν ἔξω ἄνθρωπον καὶ εἰς τὰ φαινόμενα πράγματα, ἀπετάξω πᾶσι, καὶ διέδωκας τὴν ὕπαρξίν σου· οὕτω καὶ ἐν τῇ σοφίᾳ τῇ κοσμικῇ, εἰ γνῶσιν ἔχεις καὶ λόγων ἰσχὺν, ἀποῤῥίψασθαι πάντα ὀφείλεις, καὶ μηδὲν ἡγήσασθαι, ἵν᾿ οὕτω δυνηθῇς ἐπὶ τῇ μωρίᾳ τοῦ κηρύγματος οἰκοδομηθῆναι, ὅπερ κήρυγμά ἐστιν ἡ ἀληθὴς σοφία, οὐκ ἔχουσα κόμπον λόγων, ἀλλὰ δύναμιν δι᾽ ἁγίου σταυροῦ ἐνεργουμένην. Δόξα τῇ ὁμοουσίῳ Τριάδι εἰς τοὺς αἰῶνας. Αμήν.","t":"If, then, a man so inward and so high fell, how can an ordinary man say, \"Since I fast and live as a stranger and scatter my goods, I am already holy\"? For abstaining from evils is not perfection; the question is whether you have entered into the mind that was laid waste, and killed the serpent that lies below the mind and deeper than the thoughts, in what are called the storerooms and treasuries of the soul, murdering you and lurking there (for the heart is an abyss), and whether you have killed him and cast out all the uncleanness that is in you. For all the philosophers, and the law and the apostles, and the coming of the Saviour, are about purity. For every man, whether Jew or Greek, loves purity, and they cannot be pure. We must seek, then, how and by what means purity of heart can come about. In no other way than through him who was crucified for us; for he is the way, the life, the truth, the door, the pearl, the living and heavenly bread. And it is not possible for anyone, apart from that truth, to know truth or to be saved. As, therefore, in the outer man and in visible things you renounced everything and gave away your substance, so in worldly wisdom also, if you have knowledge and strength in words, you must cast it all away and count it nothing, so that you may be able to be built up on the foolishness of the preaching, which preaching is the true wisdom, having no boasting of words but a power worked through the holy cross. Glory to the consubstantial Trinity, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.15 (PG 34:633–634; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-15)."},"macarius-homiliae-spirituales/17.2":{"o":"Οὗτοι ἐκ τοῦ ξύλου τῆς ζωῆς Ἰησοῦ Χριστοῦ, ἐκ τοῦ φυτοῦ τοῦ ἐπουρανίου χριόμενοι, καταξιοῦνται ἐλθεῖν εἰς μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, ὄντες συμμύσται ἐπουρανίου βασιλέως ἔχοντες παῤῥησίαν πρὸς τὸν παντοκράτορα, εἰσερχόμενοι εἰς τὸ παλάτιον αὐτοῦ, ἔνθα οἱ ἄγγελοι καὶ τὰ πνεύματα τῶν ἁγίων, καὶ ἔτι ὄντες ἐν τῷ κόσμῳ τούτῳ· μήπω γὰρ τὴν τελείαν κληρονομίαν λαβόντες τὴν εὐτρεπισμένην αὐτοῖς ἐν ἐκείνῳ τῷ αἰῶνι, ἀσφαλεῖς εἰσιν ἀπὸ τοῦ ἀῤῥαβῶνος, οὗ ἐδέξαντο νῦν, ὡς ἤδη ἐστεφανωμένοι, καὶ βασιλεύοντες. Καὶ οὐ ξενίζονται μέλλοντες συμβασιλεύειν Χριστῷ, ἐπὶ τῷ πλεονασμῷ, καὶ τῇ παῤῥησίᾳ τοῦ Πνεύματος. Διὰ τί; ἐπειδὴ ὄντες ἔτι ἐν τῇ σαρκὶ εἶχον τὸν νόστον ἐκεῖνον τῆς γλυκύτητος, καὶ τὴν ἐνέργειαν ἐκείνην τῆς δυνάμεως.","t":"These, anointed from the tree of life, Jesus Christ, from the heavenly plant, are counted worthy to come to the measures of perfection, I mean of the kingdom and of adoption, being fellow initiates of the heavenly King, having freedom of speech with the Almighty, entering into his palace where the angels are and the spirits of the saints, and this while they are still in this world. For though they have not yet received the perfect inheritance made ready for them in that age, they are secure because of the pledge which they have received now, as though already crowned and reigning. And when they are to reign together with Christ, they are not astonished at the abundance and the boldness of the Spirit. Why? Because, while still in the flesh, they had that taste of sweetness and that working of the power.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.2 (PG 34:624–625; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-2)."},"macarius-homiliae-spirituales/17.3":{"o":"\"Ον γὰρ τρόπον ὅταν ᾗ τις φίλος βασιλέως, σχολάζων τῷ παλατίῳ, γνωρίζων τὰ μυστήρια, καὶ ὁρῶν αὐτοῦ τὴν πορφύραν· συμβῇ δὲ τοῦτον γενέσθαι βασιλέα, καὶ στεφανωθῆναι, οὐ ξενίζεται, οὔτε πτοεῖται, ἐπειδὴ ἐν πολλῷ χρόνῳ ἐνεγυμνάσθη εἰς τὰ μυστήρια τοῦ παλατίου. Οὐ γὰρ ἐνδέχεταί τινα τῶν ἀγελημαίων καὶ ἰδιωτῶν καὶ ξένων τῶν μυστηρίων εἰσελθεῖν, καὶ βασιλεῦσαι, εἰ μὴ τοὺς ἐμπείρους καὶ πεπαιδευμένους· οὕτως καὶ οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι μέλλοντες βασιλεύειν, οὐ ξενίζονται, ἤδη προεγνωκότες τὰ μυστήρια τῆς χάριτος. Ἐπειδὴ γὰρ ὁ ἄνθρωπος παρέβη τὴν ἐντολὴν, ὁ διάβολος ὅλην τὴν ψυχὴν ἐκάλυψε καλύμματι σκοτεινῷ. Λοιπὸν οὖν ἔρχεται ἡ χάρις, καὶ ἀπεκδύεται ὅλον τὸ σκέπασμα, ὥστε λοιπὸν τὴν ψυχὴν καθαρὰν γενομένην καὶ ἀπολαβοῦσαν τὴν ἰδίαν φύσιν τὸ κτίσμα τὸ ἄμωμον καὶ καθαρὸν, πάντοτε λοιπὸν καθαρῶς ἐν τοῖς καθαροῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ φωτὸς τοῦ ἀληθινοῦ καθορᾶν, καὶ τὸν ἀληθινὸν Ἥλιον τῆς δικαιοσύνης ἐξαστράπτοντα αὐτῇ τῇ καρδίᾳ.","t":"For as when a man is a friend of the king, spending his time in the palace, knowing the mysteries and seeing his purple, and it comes about that he becomes king and is crowned, he is not astonished nor alarmed, since over a long time he was trained in the mysteries of the palace (for none of the common herd, untaught and strangers to the mysteries, can enter and reign, but only the experienced and the educated), so also Christians, who are to reign in that age, are not astonished, having already come to know the mysteries of grace beforehand. For when man transgressed the commandment, the devil covered the whole soul with a dark veil. Then grace comes and strips off the whole covering, so that the soul, becoming pure and receiving back its own nature, the blameless and pure creature, may from then on always behold purely, with pure eyes, the glory of the true light, and the true Sun of righteousness flashing in the heart itself.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.3 (PG 34:625–626; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-3)."},"macarius-homiliae-spirituales/17.4":{"o":"\"Ωσπερ γὰρ ἐν τῇ συντελείᾳ περιαιρουμένου τοῦ στερεώματος, λοιπὸν οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ τῷ φωτὶ καὶ τῇ δόξῃ διάγουσι, μηδὲν ἕτερον ὁρῶντες, ἢ καθὼς ὁ Χριστὸς ἐν δόξῃ ἐστὶ πάντοτε ἐν δεξιᾷ τοῦ Πατρός οὕτως καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἀπαχθέντες, καὶ αἰχμαλωτισθέντες, πάντα τὰ ἐκεῖ κάλλη, καὶ τὰς θαυματουργίας ὁρῶσιν. Ἡμεῖς γὰρ ἐπὶ γῆς ὄντες, ἐν οὐρανοῖς ἔχομεν τὸ πολίτευμα, εἰς ἐκεῖνον τὸν κόσμον ἔχοντες τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον. Ὥσπερ γὰρ ὁ φαινόμενος ὀφθαλμὸς καθαρὸς ὢν, καθαρῶς ὁρᾷ πάντοτε τὸν ἥλιον οὕτως καὶ ὁ νοῦς τελείως καθαρισθεὶς, πάντοτε ὁρᾷ τὴν δόξαν τοῦ φωτὸς τοῦ Χριστοῦ, καὶ σύνεστι τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας, ὃν τρόπον τὸ σῶμα τοῦ Κυρίου συναφθὲν τῇ θεότητι, πάντοτε σύνεστι τῷ ἁγίῳ Πνεύματι. Ἀλλὰ ταῦτα τὰ μέτρα οὐκ εὐθέως καταλαμβάνουσιν οἱ ἄνθρωποι, εἰ μὴ διὰ καμάτου, καὶ θλίψεως, καὶ ἀγῶνος πολλοῦ. Εἰσὶ γάρ τινες, ὅτι σύνεστιν αὐτοῖς ἡ χάρις ἐνεργοῦσα καὶ ἀναπαύουσα, σύνεστι δὲ καὶ ἡ κακία ἔνδον, καὶ τὰ δύο πολιτεύματα εἰς μίαν ἐνεργεῖ καρδίαν τοῦ φωτὸς, καὶ τοῦ σκότους.","t":"For as at the consummation, when the firmament is taken away, the righteous live in the kingdom and the light and the glory, seeing nothing else than how Christ is always in glory at the Father's right hand, so these too, even from now, carried off and taken captive into that age, see all the beauties and the wonders there. For we, being on earth, have our citizenship in heaven, having our life and conduct in that world according to the mind and the inner man. For as the visible eye, when it is pure, always sees the sun purely, so the mind, when perfectly cleansed, always sees the glory of the light of Christ, and is with the Lord night and day, in the way that the Lord's body, joined to the Godhead, is always with the Holy Spirit. But men do not reach these measures at once, except through labour and affliction and much struggle. For there are some with whom grace is present, working and giving rest, while wickedness is present within as well, and the two ways of life, of light and of darkness, work in one heart.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.4 (PG 34:626; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-4)."},"macarius-homiliae-spirituales/17.5":{"o":"Ἀλλὰ πάντως ἐρεῖς μοι, τίς κοινωνία φωτί πρὸς σκότος Ποῦ γὰρ τὸ θεῖον φῶς ἐπισκοτίζεται καὶ θολοῦται, καὶ τὸ ἀμίαντον καὶ καθαρὸν ποῦ μιαίνεται; Γέγραπται γὰρ, Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Μονοτρόπως οὖν οὐ χρὴ τὰ πράγματα νοεῖσθαι, οὔτε μονομερῶς. Εἰς τοσοῦτον γάρ τινες ἀναπαύονται ἐν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι ἀνδρειότεροι γίνονται τῆς συνούσης αὐτοῖς κακίας, καὶ ἔχοντες εὐχὴν, καὶ ἀνάπαυσιν πολλὴν πρὸς τὸν Θεὸν, ἄλλῃ ὥρᾳ ἐνεργοῦνται ὑπὸ λογισμῶν πονηρῶν, καὶ κλέπτονται ὑπὸ τῆς ἁμαρτίας, ἔτι ὄντες ἐν τῇ χάριτι τοῦ Θεοῦ. Οἱ δὲ ἐλαφροὶ καὶ ἰδιῶται, μερικῶς ἐνεργούσης ἐν αὐτοῖς τῆς χάριτος, νομίζουσι μηκέτι εἶναι τὴν ἁμαρτίαν· οἱ δὲ ἔχοντες διάκρισιν, καὶ ὄντες φρόνιμοι, οὐ τολμῶσιν ἀρνήσασθαι, ὅτι ἔχοντες τὴν χάριν τοῦ Θεοῦ, οὐκ ἐνεργούμεθα ὑπὸ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν.","t":"But you will certainly say to me, \"What fellowship has light with darkness?\" For where is the divine light darkened and made turbid, and where is the undefiled and pure defiled? For it is written, \"And the light shines in the darkness, and the darkness did not overtake it.\" Things are therefore not to be understood in one way only, nor on one side only. For some are so at rest in the grace of God that they become braver than the wickedness that is with them; and although they have prayer and much rest toward God, at another hour they are worked upon by evil thoughts and are robbed by sin, while they are still in the grace of God. The light-minded and untaught, when grace works in them in part, suppose that sin is no longer there; but those who have discernment and are prudent do not dare to deny that, while we have the grace of God, we are still worked upon by shameful and filthy thoughts.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.5 (PG 34:626–627; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-5)."},"macarius-homiliae-spirituales/17.6":{"o":"Πολλάκις γὰρ εὕρομεν ἐν τοῖς ἀδελφοῖς, ὅτι τοσαύτην εὗρον χαρὰν καὶ χάριν, ὥστε ἐν πέντε καὶ ἓξ ἔτεσι λέγειν αὐτοὺς, ὅτι ἐξηράνθη ἡ ἐπιθυμία, καὶ μετὰ ταῦτα ὡς ἐνόμισαν ἠλευθερῶσθαι ἀπ' αὐτῆς, ἐγκρυβεῖσα ἡ κακία ἐπεκινήθη αὐτοῖς, καὶ κατεκαύθησαν τῇ ἐπιθυμίᾳ, ὥστε ξενίζεσθαι αὐτοὺς καὶ λέγειν, ὅτι μετὰ τοσοῦτον χρόνον πόθεν ἡμῖν ἐπανέστη τοσαύτη κακία; οὐδεὶς οὖν τῶν ἐχεφρόνων τολμᾷ εἰπεῖν ὅτι συνούσης μοι τῆς χάριτος τὸ ὅλον ἠλευθέρωμαι τῆς ἁμαρτίας, ἀλλὰ τὰ δύο πρόσωπα ἐν τῷ νῷ ἐνεργεῖται. Οἱ γὰρ ἄπειροι τῶν πραγμάτων, μικρόν τι ἐνεργησάσης εἰς αὐτοὺς τῆς χάριτος, νομίζουσιν, ὅτι ἤδη ἐνίκησαν, καὶ εἰσὶ Χριστιανοὶ τέλειοι. Ἐγὼ δὲ οὕτως φημὶ τὰ πράγματα εἶναι, ὥσπερ ὅταν ᾗ ἐν οὐρανῷ ἥλιος ἐν καθαρῷ ἀέρι καταλάμπων, καὶ ἔλθωσι περὶ αὐτὸν νεφέλαι, καὶ καλύπτωσιν αὐτὸν, καὶ παχύνωσιν τὸν ἀέρα, οὐδὲν ἠδίκηται αὐτὸς ἐνδότερος ὧν ἐκ τοῦ φωτὸς αὐτοῦ, καὶ τῆς ἰδίας ὑποστάσεως· οὕτως εἰσὶν οἱ μὴ τελείως καθαρισθέντες. Ὄντες δὲ ἐν τῇ τοῦ Θεοῦ χάριτι, καὶ κατεχόμενοι ἐν βάθει ὑπὸ τῆς ἁμαρτίας, ἔχουσι τὰ φυσικὰ κινήματα καὶ τοὺς λογισμοὺς αὐτοὺς ἐῤῥωμένους πρὸς τὸν Θεὸν, καὶ μὴ ὄντες τοῦ ἀγαθοῦ ὁλοτελῶς.","t":"For we have often found among the brothers that some found such joy and grace that for five or six years they said that desire had dried up; and afterwards, when they supposed they had been set free from it, the wickedness that lay hidden was stirred up in them, and they were burned with desire, so that they were astonished and said, \"After so long a time, whence has such wickedness risen up against us?\" No sensible man, then, dares to say, \"Since grace is with me I have been wholly set free from sin\"; rather, the two persons are at work in the mind. For those who have no experience of these matters, when grace has worked a little in them, think that they have already conquered and are perfect Christians. But I say that the matter stands like this: as when the sun is in the sky shining in clear air, and clouds come about it and cover it and thicken the air, the sun itself, being within, suffers no harm in its light and its own substance, so it is with those who have not been perfectly cleansed. Being in the grace of God, and yet held fast in the depths by sin, they have their natural motions and their very thoughts strong toward God, and are still not wholly of the good.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.6 (PG 34:627–628; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-6)."},"macarius-homiliae-spirituales/17.7":{"o":"Οὕτως πάλιν οἱ κατεχόμενοι ἐν βάθει ὑπὸ τοῦ ἀγαθοῦ μέρους, τῆς χάριτος λέγω, ἔτι εἰσὶ δοῦλοι καὶ ὑποχείριοι τοῖς πονηροῖς λογισμοῖς, καὶ τῷ μέρει τῆς κακίας. Πολλῆς οὖν χρεία διακρίσεως, ἵνα διὰ πείρας τις γνῷ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον. Λέγω δέ σοι, ὅτι καὶ οἱ ἀπόστολοι ἔχοντες τὸν Παράκλητον, ὁλοτελῶς οὐκ ἦσαν ἀμέριμνοι. Συνῆν γὰρ τῇ χαρᾷ καὶ τῇ ἀγαλλιάσει φόβος καὶ τρόμος ἐξ αὐτῆς τῆς χάριτος, οὐ τοῦ μέρους τῆς κακίας, ἀλλὰ αὐτὴ ἡ χάρις ἠσφαλίζετο αὐτοὺς, ἵνα μὴ κἂν εἰς μικρόν τι ἐκτραπῶσιν. Ὥσπερ γὰρ εἴ τις βιζάκιον λίθου ῥίψας εἰς τεῖχος, οὐδὲν ἔβλαψεν ἢ παρεκίνησε τὸ τεῖχος· ἢ ὥσπερ βέλος ἀποστελλόμενον κατὰ τοῦ φοροῦντος κλίβανον, οὐδὲν ἠδίκησεν ἢ τὸν σίδηρον, ἢ τὸ σῶμα ἀντικρούει γὰρ καὶ ἀντιπίπτει· οὕτως εἰ καὶ προσήγγιζέ τι μέρος κακίας τοῖς ἀποστόλοις οὐκ ἔβλαπτεν αὐτοὺς, ἐπειδὴ ἦσαν ἐνδεδυμένοι τὴν τελείαν δύναμιν τοῦ Χριστοῦ καὶ οὗτοι δὲ αὐτοὶ τέλειοι ὄντες, εἶχον τὴν ἐλευθερίαν τοῦ ἀπεργάσασθαι τὰς δικαιοσύνας.","t":"So again, those who are held in the depths by the good part, I mean by grace, are still slaves and subject to evil thoughts and to the part of wickedness. There is need, then, of much discernment, that a man may know by experience that these things are so. And I tell you that even the apostles, who had the Paraclete, were not wholly free of care. For together with their joy and gladness there was fear and trembling, and that from grace itself, not from the part of wickedness; rather grace itself kept them secure, that they might not be turned aside even in some little thing. For as when a man throws a small chip of stone at a wall, it does no harm and does not shift the wall; or as an arrow shot against a man wearing a coat of mail does no harm either to the iron or to the body, for it is beaten back and falls away, so even if some part of wickedness came near the apostles, it did them no harm, since they were clothed with the perfect power of Christ. And these same men, being perfect, had the freedom to work out acts of righteousness.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.7 (PG 34:628–629; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-7)."},"macarius-homiliae-spirituales/17.8":{"o":"Ἐπειδὴ οὖν τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν ἀμεριμνία ἐστὶ τῆς ψυχῆς, ὁ Θεὸς καὶ ἐν τοῖς τελείοις ἐπιζητεῖ τὸ θέλημα τῆς ψυχῆς εἰς διακονίαν τοῦ Πνεύματος, ὅπως συμφωνήσωσι. Λέγει γὰρ ὁ ᾿Απόστολος, Τὸ πνεῦμα μὴ σβέννυτε. Τινὲς μὲν οὖν ἐν αὐτοῖς οὐκ ἤθελον ἐπιβαρεῖς ἄλλοις γίνεσθαι, τινὲς δὲ ἑαυτοῖς ἐστοίχουν· ἄλλοι δὲ λαμβάνοντες παρὰ κοσμικῶν διεδίδοσαν τοῖς πτωχοῖς· τοῦτο δὲ ἀξιώτερόν ἐστιν. Οἱ μὲν γὰρ ἔχοντες τὴν χάριν, τὸ ἑαυτῶν μόνον μεριμνῶσιν· ἄλλοι δὲ, καὶ ἑτέρας ψυχὰς ὠφελῆσαι σπουδάζουσιν· οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν. ῎Αλλοι δὲ τὴν χάριν ἔχοντες ὑπὲρ τοῦ ὀνόματος τοῦ Θεοῦ τὰ σώματα αὐτῶν παραδιδόασιν εἰς ὕβρεις καὶ πάθη, πάλιν οὗτοι ἐκείνων ἀνώτεροί εἰσι. Τινὲς ἀρετὴν μετιόντες θέλουσι κομπάζειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων, λέγοντες Χριστιανοὶ εἶναι, καὶ μετέχειν Πνεύματος ἁγίου· ἄλλοι δὲ κρύπτειν ἑαυτοὺς καὶ ἀπὸ συντυχίας ἀνθρώπων σπουδάζουσιν· οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν. Ὁρᾷς, πῶς καὶ ἐν αὐτῇ τῇ τελειότητι εὑρίσκεται εὔνοια πρὸς τὸν Θεὸν ἀπὸ φυσικοῦ θελήματος ἐπιτελουμένη, ἀνωτέρα καὶ πλεονάζουσα;","t":"Since, then, some say that after grace the soul is free from care: God seeks the soul's will even in the perfect, for the ministry of the Spirit, that the two may be in agreement. For the Apostle says, \"Do not quench the Spirit.\" Some among them did not wish to be burdensome to others; some provided for themselves; and others, receiving from worldly people, distributed to the poor, and this is the worthier course. For those who have the grace and take thought only for their own are one thing; others are eager to profit other souls as well, and these far surpass the first. And others, having the grace, give over their bodies for the name of God to insults and sufferings, and these again are higher than those. Some, in practising virtue, wish to boast and to be honoured by men, saying that they are Christians and partakers of the Holy Spirit; others are eager to hide themselves and to avoid meeting men, and these far surpass the first. You see how even in perfection itself a good will toward God is found, carried out from a natural willingness, that is higher and more abundant?","f":"Ps.-Macarius, <i>Hom.</i> 17.8 (PG 34:629; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-8)."},"macarius-homiliae-spirituales/17.9":{"o":"Ὥσπερ εἴ τις πενιχρὰ ἐνδύματα περιβεβλημένος ἐν ὀράματι ἑαυτὸν ἴδῃ πλούσιον, ἀναστὰς δὲ ἐξ ὕπνου πάλιν ἴδῃ ἑαυτὸν πένητα καὶ γυμνόν· οὕτως καὶ οἱ λόγον πνευματικὸν λαλοῦντες τῇ ἀκολουθίᾳ δοκοῦσι λαλεῖν· μὴ ἔχοντες δὲ τὸ ἔργον τῶν λόγων ἐν γεύσει τινὶ καὶ δυνάμει, καὶ πληροφορίᾳ, ἐν τῷ νῷ κεκυρωμένον ἐν φαντασίᾳ τινὶ στήκουσιν. Ἡ ὥσπερ γυνὴ ἔχουσα ὁλοσήρικα, καὶ μαργαρίτας περιβεβλημένη, εἰς πορνεῖον προέστηκεν, οὕτως καὶ ἐπὶ τῶν τοιούτων ἡ καρδία αὐτῶν πορνεῖόν ἐστιν ἀκαθάρτων πνευμάτων, καὶ λαλεῖν θέλουσι περὶ δικαιοσύνης, μὴ παρακύψαντες εἰς τὰ πράγματα.","t":"As when a man wrapped in poor clothing sees himself rich in a dream, and when he rises from sleep sees himself poor and naked again, so also those who speak a spiritual word seem to speak in due order; but not having the work of their words in some taste and power and full assurance, ratified in the mind, they stand in a kind of fantasy. Or as a woman who has silken clothes and is decked with pearls stands in a brothel, so it is with such men: their heart is a brothel of unclean spirits, and yet they wish to speak about righteousness, never having stooped down into the realities.","f":"Ps.-Macarius, <i>Hom.</i> 17.9 (PG 34:629–630; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/17-9)."},"macarius-homiliae-spirituales/18.1":{"o":"Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει, καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ πλούτου οὗπερ ἔχει, πάντα ὅσα θέλει, κτᾶται· καὶ οἷα βούλεται ἐν τῷ κόσμῳ κτήματα, εὐχερῶς ἐπισυνάγει, τῷ θησαυρῷ πεποιθὼς, ὅτι δι' αὐτοῦ πᾶσαν κτῆσιν, ἣν ἂν βούληται, εὐκόλως κτᾶται. Οὕτως καὶ οἱ πρῶτον ζητοῦντες παρὰ Θεῷ, καὶ εὑρόντες, καὶ ἔχοντες τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρόν, αὐτὸν τὸν Κύριον ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν, καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ Κυρίου, ἐκ τοῦ θησαυροῦ τοῦ ἐν αὐτοῖς ὄντος Χριστοῦ ἐπιτελοῦσι, καὶ δι᾿ αὐτοῦ πλείονα πλοῦτον οὐράνιον ἐπισυνάγουσι. Διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πλούτου πνευματικοῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ ἐντολὴν τοῦ Κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου ἐργάζονται. Φησὶ δὲ καὶ ὁ ᾿Απόστολος· Ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι, τουτέστιν, ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι ἐν αὐτοῖς κατηξιώθησαν, τὴν ἁγιαστικὴν δύναμιν τοῦ Πνεύματος καὶ πάλιν, ὡς ἐγενήθη ἡμῖν σοφία ἀπὸ τοῦ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.","t":"Homily 18. On the treasure of Christians, that is, Christ and the Holy Spirit, who trains them in various ways so that they may reach perfection.\n\nIf a man in the world is exceedingly rich and has acquired a hidden treasure, out of the treasure and wealth that he has he gains everything he wants, and easily gathers whatever possessions he wishes in the world, trusting in his treasure, because through it he easily gains any property he wishes. So also those who first seek from God, and find, and have the heavenly treasure of the Spirit, the Lord himself shining in their hearts, accomplish every righteousness of the virtues and every gaining of the goodness of the Lord's commandments out of the treasure of Christ that is in them, and through him gather more heavenly wealth. For through the heavenly treasure they work out every virtue of righteousness, trusting in the abundance of the spiritual wealth within them, and easily work every righteousness and commandment of the Lord through the invisible wealth of grace within them. And the Apostle says, \"Having this treasure in earthen vessels,\" that is, the treasure which, while they were in the flesh, they were counted worthy to possess within them, the sanctifying power of the Spirit; and again, that \"he became for us wisdom from God, and righteousness and sanctification and redemption.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 18.1 (PG 34:634–635; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-1)."},"macarius-homiliae-spirituales/18.10":{"o":"Ταῦτα δὲ τὰ προειρημένα τοῦ Πνεύματος ἐνεργήματα, μεγάλων μέτρων εἰσὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων. Αἱ γὰρ προειρημέναι τῆς χάριτος ποικίλαι ἀναπαύσεις, διαφόρως μὲν λαλοῦνται, ἀδιαλείπτως δὲ εἰς αὐτοὺς ἐνεργοῦνται, ἐνέργειαν ἐνεργείας διαδεχομένης. Ὅταν γὰρ ἡ ψυχὴ πρὸς τὴν τελειότητα τοῦ πνεύματος καταντήσῃ, τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα, καὶ τῷ Παρακλήτῳ Πνεύματι διὰ τῆς ἀῤῥήτου κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, καὶ καταξιωθῇ πνεῦμα γενέσθαι συγκεκραμένη τῷ Πνεύματι, τότε ὅλη φῶς, ὅλη ὀφθαλμὸς, ὅλη πνεῦμα, ὅλον χαρὰ, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται. Ωσπερ γὰρ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται· οὕτως οὗτοι, παντὶ τρόπῳ Πνεύματι ἁγίῳ ἀνακεκραμένοι, ἀφομοιοῦνται τῷ Χριστῷ, τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ Πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες, ἔσωθεν ὄντες ἄμωμοι, καὶ ἄσπιλοι καὶ καθαροί.","t":"Now these workings of the Spirit that have been described belong to great measures, to those who are near perfection. For the various rests of grace that have been described are spoken of one by one, but in such men they are worked unceasingly, one working succeeding another. For when the soul comes to the perfection of the Spirit, perfectly cleansed from all the passions, and united and mingled with the Paraclete Spirit through unspeakable fellowship, and is counted worthy to become spirit, mingled with the Spirit, then it becomes all light, all eye, all spirit, all joy, all rest, all exultation, all love, all compassion, all goodness and kindness. For as a stone in the depth of the sea is surrounded by water on every side, so these men, mingled in every way with the Holy Spirit, are made like Christ, having the virtues of the Spirit's power unchangeably within them, and being inwardly blameless and spotless and pure.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.10 (PG 34:640–641; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-10)."},"macarius-homiliae-spirituales/18.11":{"o":"Διὰ γὰρ τοῦ Πνεύματος καταρτισθέντες, πῶς δύνανται καρπὸν ἔξωθεν κακίας προαγαγεῖν; ᾿Ἀλλὰ πάντοτε διὰ πάντων, οἱ καρποὶ τοῦ Πνεύματος ἐν αὐτοῖς διαλάμπουσι. Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν Θεὸν, καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δῴη ἡμῖν τὴν ἐπουράνιον χάριν τῆς δωρεᾶς τοῦ Πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ Πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ Θεοῦ, καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ τοῦ γυμνασμοῦ τῆς χάριτος, καὶ προκοπῆς πνευματικῆς, καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι, ὥς φησιν ὁ ᾿Απόστολος· Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ· καὶ πάλιν, Μέχρι καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἐπηγγείλατο ὁ Κύριος πᾶσι τοῖς πιστεύουσιν αὐτῷ, καὶ αἰτουμένοις ἐν ἀληθείᾳ δωρήσασθαι τὰ μυστήρια τῆς ἀῤῥήτου κοινωνίας τοῦ Πνεύματος. Καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ Κυρίῳ ἀναθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν σπεύσωμεν, ψυχῇ καὶ σώματι ἀφιερωθέντες, καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωθέντες, ἄξιοι τῆς αἰωνίου βασιλείας γενώμεθα, δοξάζοντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. Ἀμήν.","t":"For having been made complete through the Spirit, how can they bring forth outwardly any fruit of wickedness? Rather, always and in everything the fruits of the Spirit shine out in them. Let us too, then, entreat God, and believe with love and much hope, that he may give us the heavenly grace of the gift of the Spirit, so that the Spirit itself may steer us and guide us into all the will of God, and give us rest in the manifoldness of his rest; so that through such steering and the exercise of grace and spiritual progress we may be counted worthy to reach the perfection of the fullness of Christ, as the Apostle says: \"That you may be filled unto all the fullness of Christ\"; and again, \"Until we all attain to a full-grown man, to the measure of the stature of the fullness of Christ.\" The Lord promised to all who believe in him and ask in truth that he would grant the mysteries of the unspeakable fellowship of the Spirit. Let us then also give ourselves wholly to the Lord and hasten to obtain the good things spoken of, being consecrated in soul and body and nailed to the cross of Christ, that we may become worthy of the eternal kingdom, glorifying the Father and the Son and the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.11 (PG 34:641–642; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-11)."},"macarius-homiliae-spirituales/18.2":{"o":"Ὁ οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρὸν, πᾶσαν δικαιοσύνην ἐντολῶν, καὶ πᾶσαν ἐργασίαν ἀρετῶν, ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιάστως λοιπὸν καὶ εὐκόλως. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν, καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ Πνεύματος αὐτοῦ χαρίσηται ἡμῖν, καὶ οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστραφῆναι δυνηθῶμεν, καὶ τὴν δικαιοσύνην τοῦ Πνεύματος πᾶσαν καθαρῶς καὶ τελείως ἀποπληρῶσαι, διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός. Ὁ γὰρ πένης καὶ πτωχὸς καὶ λιμώττων, ἐν κόσμῳ οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης. Ὁ δὲ ἔχων θησαυρὸν, ὡς προείρηται, εὐχερῶς, οἷα βούλεται κτήματα, καὶ ἀνωδύνως κτᾶται. Οὕτως καὶ ψυχὴ ἡ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας Πνεύματος, καὶ ὑπὸ τὴν δεινὴν πτωχείαν τῆς ἁμαρτίας οὖσα, οὐδὲν δύναται, κἂν θέλῃ τὸν καρπὸν τοῦ Πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι, πρὸ τῆς μεταλήψεως τοῦ Πνεύματος.","t":"The man, then, who has found and has within himself the heavenly treasure of the Spirit works out in it every righteousness of the commandments and every working of the virtues blamelessly and purely, and from then on without force and with ease. Let us too, then, entreat God, and seek and beg of him to grant us the treasure of his Spirit, so that we may be able to walk in all his commandments blamelessly and purely, and to fulfil all the righteousness of the Spirit purely and perfectly, through the heavenly treasure, which is Christ. For the needy and poor and famished man can gain nothing in the world, since his poverty holds him fast; but he who has a treasure, as has been said, gains easily and painlessly whatever possessions he wishes. So also the soul that is naked and desolate of fellowship with the Spirit, and is under the terrible poverty of sin, can do nothing, even if it wishes truly to bring forth the fruit of the Spirit of righteousness, before it has partaken of the Spirit.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.2 (PG 34:635–636; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-2)."},"macarius-homiliae-spirituales/18.3":{"o":"Ὅμως βιάζεσθαι χρὴ ἕκαστον ἑαυτὸν εἰς τὴν αἴτησιν τοῦ Κυρίου, ἵνα καταξιωθῇ λαβεῖν, καὶ εὑρεῖν τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρὸν, ὥστε ἀκοπιάστως καὶ εὐχερῶς δυνηθῆναι ποιῆσαι πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, ἀμώμως καὶ καθαρῶς, ἃς πρὶν μετὰ βίας οὐκ ἠδύνατο κατορθῶσαι. Πένης γὰρ καὶ γυμνὸς ἀπὸ κοινωνίας Πνεύματος ὑπάρχων, πῶς ἠδύνατο τοιαῦτα πνευματικὰ κτήματα κτήσασθαι, ἄνευ θησαυροῦ καὶ πλούτου πνευματικοῦ; Ἡ δὲ εὑροῦσα ψυχὴ τὸν Κύριον, διὰ ζητήσεως Πνεύματος, καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρὸν, τοὺς καρποὺς τοῦ Πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς, πᾶσάν τε δικαιοσύνην καὶ ἐντολὰς τοῦ Κυρίου, ἃς ἐνετείλατο τὸ Πνεῦμα ἐν αὐτῇ, καὶ δι' αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως.","t":"Nevertheless each man must compel himself to ask of the Lord, that he may be counted worthy to receive and to find the heavenly treasure of the Spirit, so as to be able without toil and with ease to do all the commandments of the Lord blamelessly and purely, which before, with force, he could not accomplish. For being needy and naked of fellowship with the Spirit, how could he gain such spiritual possessions without a spiritual treasure and wealth? But the soul that has found the Lord, the true treasure, through seeking the Spirit and through faith and much endurance, works out the fruits of the Spirit with ease, as has been said; and all the righteousness and commandments of the Lord, which the Spirit commanded in it and works through it, it does purely and perfectly and blamelessly.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.3 (PG 34:636; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-3)."},"macarius-homiliae-spirituales/18.4":{"o":"Η πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα. \"Ωσπερ ἐάν τις ᾗ πλούσιος καὶ ποιήσῃ δεῖπνον πολυτελὲς, ἐκ τοῦ πλούτου αὐτοῦ καὶ θησαυροῦ οὗπερ ἔχει, ἀναλίσκει, καὶ οὐ δέδοικε, μή τινος αὐτῷ ἐνδεήσει πλοῦτον ἔχοντι μέγαν· καὶ οὕτως εὐφραίνει τοὺς δαιτυμόνας πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ᾿ αὐτοῦ, διάφορα καὶ καινότερα παρέχων αὐτοῖς ἐδέσματα. Ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου, ἐὰν βουληθῇ δεῖπνον κατασκευάσαι τινὶ, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη, καὶ ἱμάτια, καὶ ἄλλα εἴδη καὶ εἶθ' οὕτως μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας, ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅθεν ἐχρήσατο σκεῦος ἀργυροῦν, ἢ ἱμάτιον, ἢ ἕτερον εἶδος· καὶ οὕτως ἑκάστῳ ἀποδοθέντων πάντων, αὐτὸς πένης καὶ γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται.","t":"Or let us use another illustration. When a man is rich and makes a costly dinner, he spends out of his own wealth and the treasure he has, and does not fear that anything will run short, since he has great wealth; and so he entertains the guests he has invited sumptuously and splendidly, providing them with varied and ever new dishes. But the man who is poor and lacks wealth, if he wishes to prepare a dinner for someone, borrows everything, the very vessels and clothes and the rest; and then, when those invited have dined, as at a poor man's dinner, he afterwards gives back to each the silver vessel or the garment or whatever else he borrowed; and so, when everything has been given back to each, he is left poor and bare, having no wealth of his own from which he may be glad.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.4 (PG 34:636–637; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-4)."},"macarius-homiliae-spirituales/18.5":{"o":"Οὕτως καὶ οἱ πλούσιοι τῷ Πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν ἐπουράνιον ἐν ἀληθείᾳ, καὶ κοινωνίαν Πνεύματος ἐν αὐτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας, καὶ ἐπάν τισι κοινωνῶσι λόγον πνευματικὸν, καὶ εὐφρᾶναι ψυχὰς θελήσωσιν, ἐκ τοῦ ἰδίου πλούτου καὶ ἐκ τοῦ ἰδίου θησαυροῦ, οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι, καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι μὴ ἐνδεήσειεν αὐτοῖς, ὅτι κέκτηνται ἐν αὐτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς ἑστιωμένους. Ὁ δὲ πένης καὶ μὴ κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ, μήτε ἔχων πλοῦτον πνευματικὸν ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων, καὶ ἐνθυμημάτων θείων, καὶ μυστηρίων ἀλαλήτων, εἰ καὶ βούλεται οὗτος λόγον ἀληθείας λαλεῖν, καὶ εὐφραίνειν τινὰς τῶν ἀκουόντων, ἀλλ᾽ ἐν δυνάμει καὶ ἀληθείᾳ τὸν λόγον τοῦ Θεοῦ μὴ κεκτημένος ἐν ἑαυτῷ, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ κιχρώμενος λόγους ἐξ ἑκάστης γραφῆς, ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, ἰδοὺ ἄλλους μὲν δοκεῖ εὐφραίνειν, καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων· μετὰ δὲ τὸ διηγήσασθαι αὐτὸν, ἕκαστος λόγος πρὸς τὰ ἴδια ἀφ᾿ ὧν ἤρθη, ἀπέρχεται, καὶ αὐτὸς πάλιν γυμνὸς ἀπομένει καὶ πένης, μὴ ἔχων ἴδιον θησαυρὸν Πνεύματος, ἀφ᾿ οὗ προφέρει, καὶ ὠφελεῖ, καὶ εὐφραίνει ἑτέρους, αὐτὸς πρῶτος μὴ εὐφραινόμενος, μηδὲ ἀγαλλιώμενος τῷ Πνεύματι.","t":"So too those who are rich in the Holy Spirit, having the heavenly wealth in truth and the fellowship of the Spirit within them, when they speak the word of truth to any, and share a spiritual word with any, and wish to gladden souls, speak out of their own wealth and out of their own treasure which they possess within themselves, and from it gladden the souls of those who hear the spiritual word; and they do not fear that it will run short, because they possess within them a heavenly treasure of goodness, out of which they bring forth and gladden those who feast spiritually. But the poor man, who has gained nothing of Christ's wealth, and has no spiritual wealth in his soul welling up with all goodness of words and deeds and divine reflections and unspeakable mysteries, even if he wishes to speak a word of truth and to gladden some of his hearers, yet since he does not possess the word of God in power and truth within himself, but only remembers and borrows words out of each Scripture, or hears them from spiritual men and relates and teaches them, see, he seems to gladden others, and others enjoy the words; but after he has told them, each word goes back to its own place, from which it was taken, and he is left bare and poor again, having no treasure of the Spirit of his own out of which to bring forth and profit and gladden others, since he himself is not first gladdened nor exults in the Spirit.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.5 (PG 34:637–638; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-5)."},"macarius-homiliae-spirituales/18.6":{"o":"Διὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ Θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δῷ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν τοῦ Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ Πνεύματος. Καὶ οὕτως πρότερον ὠφέλειαν ἐν ἑαυτοῖς, καὶ σωτηρίαν, καὶ ζωὴν αἰώνιον εὑρόντες, τὸν Κύριον, τότε καὶ ἄλλους, ὡς δυνατὸν καὶ ἐφικτόν ἐστιν, ὠφελήσωμεν, ἀπὸ τοῦ ἔνδον θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν, καὶ μυστηρίων ἐπουρανίων ποιούμενοι διήγησιν. Οὕτως γὰρ εὐδόκησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ Πατρὸς, τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ αὐτόν. Ὁ γὰρ ἀγαπῶν με, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Καὶ πάλιν· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Οὕτως ἡ ἄπειρος χρηστότης τοῦ Πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ εὐδόκησεν, οὕτως ἡ ἄῤῥητος ἀγαθότης τοῦ Πνεύματος ἐπηγγείλατο. Δόξα τῇ ἀῤῥήτῳ εὐσπλαγχνίᾳ τῆς ἁγίας Τριάδος.","t":"Therefore we must first seek from God, with pain of heart and with faith, that he may grant us to find his wealth, the true treasure of Christ, in our hearts, in the power and working of the Spirit. And so, having first found profit in ourselves, and salvation, and eternal life, that is, the Lord, let us then profit others also, as far as is possible and within reach, bringing forth out of the inward treasure of Christ all goodness of spiritual words, and giving an account of heavenly mysteries. For so the goodness of the Father's will was pleased, to dwell in everyone who believes and asks of him. For \"he who loves me,\" he says, \"shall be loved by my Father, and I will love him and will manifest myself to him.\" And again: \"We will come, I and my Father, and will make our abode with him.\" So the boundless kindness of the Father willed; so the unthinkable love of Christ was pleased; so the unspeakable goodness of the Spirit promised. Glory to the unspeakable compassion of the Holy Trinity.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.6 (PG 34:638–639; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-6)."},"macarius-homiliae-spirituales/18.7":{"o":"Οἱ γὰρ καταξιωθέντες τέκνα γενέσθαι Θεοῦ, καὶ ἐκ Πνεύματος ἁγίου ἄνωθεν γεννηθῆναι, καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτοὺς, ἐν ποικίλοις καὶ διαφόροις τρόποις Πνεύματός εἰσιν ὁδηγούμενοι, καὶ ἀοράτως ἐν τῇ καρδίᾳ, ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος ἐνεργούμενοι. Πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν, καὶ ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύντες. Ἔστιν ὅτε γίνονται ὡς ἐν βασιλικῷ δείπνῳ εὐφραινόμενοι, καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀνεκλαλήτῳ· ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τῷ νυμφίῳ αὐτῆς ἀναπαύσει θεϊκῇ. Ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι, ἐν τοσαύτῃ κουφότητι ὄντες μετὰ τοῦ σώματος ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ ποτοῦ, εὐφραινόμενοι καὶ μεθύοντες τῷ Πνεύματι, μέθην θείων μυστηρίων πνευματικῶν.","t":"For those who have been counted worthy to become children of God and to be born from above of the Holy Spirit, and who have Christ shining within them and giving them rest, are guided in manifold and various ways by the Spirit, and are invisibly worked upon in the heart by grace, in spiritual rest. Let us bring forward comparisons from the enjoyments seen in the world, and so show in part, by examples, the ways of grace in the soul. There are times when they are like men being gladdened at a royal dinner, rejoicing and exulting with exultation and gladness unspeakable. At another hour they are like a bride resting in fellowship with her bridegroom, in a divine rest. At another time they become like bodiless angels, being in such lightness even while in the body. At another time they are as in the drunkenness of drink, gladdened and drunk with the Spirit, with the drunkenness of divine and spiritual mysteries.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.7 (PG 34:639; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-7)."},"macarius-homiliae-spirituales/18.8":{"o":"῎Αλλοτέ εἰσιν ὡς ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, καὶ δεόμενοι ὑπὲρ ὅλου τοῦ ᾿Ἀδὰμ, πένθος καὶ κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ Πνεύματος εἰς τὴν ἀνθρωπότητα ἐκκαιόμενοι. ῎Ἄλλοτε ἐν τοσαύτῃ ἀγαλλιάσει καὶ ἀγάπῃ ὑπὸ τοῦ Πνεύματος ἐκπυροῦνται, ὡς, εἰ δυνατὸν, πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ· ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτω παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ τοῦ Πνεύματος, ὡς ἑαυτοὺς πάντων ἐσχατωτέρους καὶ ἐλάττους νομίζειν. Ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ Πνεύματος διατηροῦνται. ῎Αλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς, λαβών πανοπλίαν βασιλικὴν, καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς ἰσχυρῶς καταγωνίσεται τούτους νικήσας. Ὁμοίως γὰρ καὶ πνευματικὸς λαμβάνει ὅπλα ἐπουράνια τοῦ Πνεύματος, καὶ ἐπὶ τοὺς ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ, καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.","t":"At another time they are as in weeping and lamentation for the race of men, and praying for the whole of Adam they take up mourning and weeping, set on fire by the Spirit's love toward mankind. At another time they are kindled by the Spirit with such exultation and love that, were it possible, they would take every man into their own bowels, making no distinction between bad and good. At another time they are humbled so far beneath every man, in the humility of the Spirit, that they count themselves the last and least of all. At another time they are kept by the Spirit in unspeakable joy. At another time they are like a strong man who has taken royal armour and gone down to war against the enemies, and mightily struggles against them and conquers them. For likewise the spiritual man takes the heavenly weapons of the Spirit and goes down against the enemies and makes war, and puts them under his feet.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.8 (PG 34:639–640; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-8)."},"macarius-homiliae-spirituales/18.9":{"o":"\"Αλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ, καὶ γαλήνῃ, ἡ ψυχὴ ἀναπαύεται, εἰς μόνην ἡδονὴν πνευματικὴν καὶ ἀνάπαυσιν ἄῤῥητον οὖσα, καὶ εὐθηνίαν. ῎Αλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀῤῥήτῳ, καὶ γνώσει Πνεύματος ἀνεξερευνήτου ὑπὸ τῆς χάριτος σοφίζεται, ἅπερ διὰ γλώσσης καὶ στόματος λαλῆσαι ἀδύνατον. Ἄλλοτε ὥσπερ εἷς τῶν ἀνθρώπων γίγνεται. Οὕτω ποικίλως ἐν αὐτοῖς ἡ χάρις ἀναστρέφεται, καὶ πολυτρόπως ὁδηγεῖ τὴν ψυχὴν ἀναπαύουσα κατὰ τὸ θέλημα τοῦ Θεοῦ, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ Πατρὶ ἀποκαταστήσῃ.","t":"At another time the soul rests in a great stillness and calm, being in nothing but spiritual delight and unspeakable rest and abundance. At another time it is made wise by grace in a certain understanding and unspeakable wisdom and knowledge of the unsearchable Spirit, things that cannot be uttered by tongue and mouth. At another time the man becomes like one of ordinary men. So in manifold ways grace moves among them, and in many ways it guides the soul, giving it rest according to the will of God, and exercises it in various ways, that it may present it perfect and blameless and pure to the heavenly Father.","f":"Ps.-Macarius, <i>Hom.</i> 18.9 (PG 34:640; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/18-9)."},"macarius-homiliae-spirituales/19.1":{"o":"Ὁ βουλόμενος προσελθεῖν τῷ Κυρίῳ, καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι, καὶ Πνεύματος ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ Πνεύματος, καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ δυνηθῇ ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὗτος ὀφείλει ἄρξασθαι πρῶτον πιστεύειν τῷ Κυρίῳ βεβαίως, καὶ ἐπιδοῦναι ἑαυτὸν ἐξ ὅλου τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ, καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ περί τι τῶν φαινομένων ὅλος ὁ νοῦς ἀσχολῆται. Καὶ εἰς τὴν εὐχὴν χρὴ αὐτὸν πάντοτε προσκαρτερεῖν, ἐν πίστει προσδοκίας τοῦ Κυρίου τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενον, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχοντα διὰ παντός. Εἶτα βιάζεσθαι χρὴ ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, διὰ τὴν συνοῦσαν αὐτῷ ἁμαρτίαν· οἷον, βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον παντὸς ἀνθρώπου, καὶ ἑαυτὸν ἐλάττω ἡγεῖσθαι καὶ χείρονα, μὴ ζητῶν τιμὴν, ἢ ἔπαινον, ἢ δόξαν ἀνθρώπων παρά τινος, καθὼς ἐν τῷ Εὐαγγελίῳ γέγραπται· ἀλλὰ μόνον ἀεὶ τὸν Κύριον πρὸ ὀφθαλμῶν ἔχων καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ εἰς τὴν πραότητα τῆς καρδίας, ὥς φησιν ὁ Κύριος Μάθετε ἀπ' ἐμοῦ ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.","t":"Homily 19. That Christians who wish to advance and to grow must compel themselves to every good thing, so that they may be redeemed from the sin that dwells in them and be filled with the Holy Spirit.\n\nWhoever wishes to come to the Lord, and to be counted worthy of eternal life, and to become a dwelling place of Christ, and to be filled with the Holy Spirit, so that he may be able to do the fruits of the Spirit and the commandments of Christ purely and blamelessly, must begin first by believing firmly in the Lord, and by giving himself wholly to the words of his commandments, and by renouncing the world in every respect, so that his whole mind may not be taken up with any of the things that are seen. And he must persevere always in prayer, in the faith of expectation, always awaiting the Lord's visitation and his help, and holding the aim of his mind to this continually. Then he must compel himself to every good work and to all the commandments of the Lord, because of the sin that is with him. For example, let him compel himself to be humble-minded before every man, and to count himself less and worse than others, not seeking honour or praise or the glory of men from anyone, as it is written in the Gospel, but having only the Lord always before his eyes, and his commandments, wishing to please him alone in meekness of heart, as the Lord says: \"Learn from me, that I am meek and humble in heart, and you will find rest for your souls.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 19.1 (PG 34:642–643; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-1)."},"macarius-homiliae-spirituales/19.2":{"o":"Ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστὸν, εὔσπλαγχνον, ἀγαθὸν, ὅση δύναμις, ἑαυτὸν ἐθιζέτω, ὡς φησιν ὁ Κύριος· Γίνεσθε ἀγαθοὶ καὶ χρηστοὶ, καθὼς καὶ ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Καὶ πάλιν φησίν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε· καὶ πάλιν· Βιάζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας. Ἐπὶ πᾶσι τὴν τοῦ Κυρίου ταπείνωσιν καὶ πολιτείαν, καὶ τὴν πραότητα, καὶ τὴν ἀναστροφὴν, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ ἐχέτω, ταῖς εὐχαῖς προσκαρτερείτω, διὰ παντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ, καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἵνα αὐτὸς ὁ Κύριος γένηται κατοικητήριον τῆς ψυχῆς· καὶ οὕτως ἃ νῦν μετὰ βίας ἀκούσης τῆς καρδίας ποιεῖ, ἑκουσίως πράξει ποτέ, ἐθίζων ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν, καὶ τοῦ Κυρίου μνημονεύων ἀεὶ, καὶ προσδοκῶν ἀεὶ ἐν πολλῇ ἀγάπῃ αὐτόν. Τότε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην προαίρεσιν, καὶ τὴν ἀγαθὴν αὐτοῦ σπουδὴν, πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ Κυρίου, καὶ εἰς τὸ ἀγαθὸν ἀεὶ καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην ἄγει καὶ μὴ θέλουσαν τὴν καρδίαν, καὶ ἄγει ὅση δύναμις αὐτῷ μετὰ βίας, ποιεῖ μετ᾿ αὐτοῦ εἰς ἔλεος αὐτοῦ, καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐνοικούσης ἁμαρτίας, Πνεύματος ἁγίου ἐμπιπλῶν αὐτόν· καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτου ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος τότε καρποφορεῖ καθαρῶς.","t":"Likewise let him accustom himself, so far as he is able, to be merciful, kind, tender-hearted, good, as the Lord says: \"Be good and kind, as your heavenly Father also is compassionate.\" And again he says: \"If you love me, keep my commandments.\" And again: \"Force your way in through the narrow door.\" Above all, let him hold the Lord's humility and manner of life, his meekness and his conduct, as a pattern, in unforgetting remembrance; let him persevere in prayers, begging continually and believing that the Lord will come and dwell in him and make him complete and strengthen him in all his commandments, and that the Lord himself may become the dwelling place of his soul. And so the things which he now does by force, with an unwilling heart, he will one day do willingly, accustoming himself always to the good, always remembering the Lord and always awaiting him with much love. Then the Lord, beholding such a purpose and his good diligence, how he constrains himself to the remembrance of the Lord and always to the good, and leads his heart, unwilling as it is, to humility and meekness and love, and leads it with force so far as he is able, deals with him in his mercy and redeems him from his enemies and from the sin that dwells in him, filling him with the Holy Spirit. And from then on, without force and without toil, he truly does all the commandments of the Lord; or rather, the Lord himself does his own commandments in him, and then he bears the fruits of the Spirit purely.","f":"Ps.-Macarius, <i>Hom.</i> 19.2 (PG 34:643–644; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-2)."},"macarius-homiliae-spirituales/19.3":{"o":"Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ Κυρίῳ, οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθὸν καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην, μὴ ἔχοντα ἀγάπην· βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα, μὴ ἔχοντα πραότητα βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν, καὶ ἐλεήμονα ἔχειν καρδίαν βιάζεσθαι ἑαυτὸν εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ καταφρονούμενον μακροθυμεῖν, καὶ ἐξουδενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν, κατὰ τὸ εἰρημένον· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί. Βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν, μὴ ἔχοντα εὐχὴν πνευματικήν καὶ οὕτως ὁ Θεὸς, θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον, καὶ βίᾳ ἑαυτὸν ἄγχοντα, μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Πνεύματος, δίδωσιν ἀγάπην ἀληθινὴν, πραότητα ἀληθείας, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν, καὶ ἀπαξαπλῶς, πληροῖ αὐτὸν τῶν καρπῶν τοῦ Πνεύματος.","t":"A man who has come to the Lord must first compel himself to the good even when his heart is unwilling, continually awaiting his mercy with unwavering faith. He must compel himself to love when he has no love; compel himself to meekness when he has no meekness; compel himself to pity and to have a merciful heart; compel himself to be despised, and when despised to be long-suffering, and when set at nought or dishonoured not to be indignant, according to the saying: \"Not avenging yourselves, beloved.\" He must compel himself to prayer when he has no spiritual prayer. And so God, beholding a man who struggles thus and constrains himself by force when his heart is unwilling, gives him true prayer of the Spirit, gives him true love, the meekness of truth, bowels of compassion, true kindness, and in a word fills him with the fruits of the Spirit.","f":"Ps.-Macarius, <i>Hom.</i> 19.3 (PG 34:644–645; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-3)."},"macarius-homiliae-spirituales/19.4":{"o":"Εἰ δὲ τις εἰς τὴν εὐχὴν μόνην ἑαυτὸν βιάζεται, μὴ ἔχων εὐχὴν, ἵνα σχῇ εὐχῆς χάριν, εἰς δὲ τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ Κυρίου ἑαυτὸν οὐ βιάζεται, οὔτε μέριμναν καὶ πόνον καὶ ἀγῶνα ἔχει ἐκεῖνα κατορθῶσαι, ὅσον τὸ ἐκ προαιρέσεως, καὶ αὐτεξουσίου θελήματος, ἐνίοτε δίδοται αὐτῷ εὐχῆς χάρις ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ τοῦ Πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ. Τοῖς δὲ τρόποις ὅμοιός ἐστι καθ' ὃ καὶ πρὶν ἦν, οὐκ ἔχει πραότητα, ὅτι οὐκ ἐζήτησε πόνον, καὶ προευτρέπισεν ἑαυτὸν οὕτως γενέσθαι· οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ἤτησε, καὶ ἑαυτὸν οὐκ ἐβιάσατο εἰς τοῦτο. Οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς εὐχῆς· καὶ ἐν αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου, οὐκ ἔχει πίστιν καὶ πεποίθησιν πρὸς τὸν Θεὸν, ἐπειδὴ ἔγνωκεν ἑαυτὸν, οὐκ ἐδοκίμασεν μὴ ἔχειν, καὶ οὐκ ἐπόνησεν ἐν θλίψει, ζητῶν παρὰ Κυρίου σχεῖν τὴν πρὸς αὐτὸν βεβαίαν πίστιν, καὶ πεποίθησιν ἀληθινήν.","t":"But if a man compels himself to prayer only, not having prayer, so that he may obtain the grace of prayer, and does not compel himself to meekness and humility and love and the rest of the Lord's commandments, and has no care and pain and struggle to accomplish them so far as purpose and free will reach, then sometimes the grace of prayer is given him in rest and gladness of the Spirit, in part, according to his request; but in his ways he is just as he was before. He has no meekness, because he did not seek the labour of it and did not prepare himself beforehand to become such a man; he has no humility, since he did not ask for it and did not compel himself to it; he has no love toward all, since he had no care or struggle about this while he asked for prayer; and in the very practice of the work he has no faith and confidence toward God, since, though he knew himself, he did not test whether he lacked it, and did not labour in affliction, seeking to have from the Lord a firm faith toward him and true confidence.","f":"Ps.-Macarius, <i>Hom.</i> 19.4 (PG 34:645–646; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-4)."},"macarius-homiliae-spirituales/19.5":{"o":"Χρὴ γὰρ ἕκαστον ὥσπερ εἰς τὴν εὐχὴν βιάζεσθαι ἑαυτὸν καὶ ἄγχειν, μὴ θελούσης τῆς καρδίας· οὕτως καὶ εἰς τὴν πεποίθησιν, οὕτως καὶ εἰς τὴν ταπεινοφροσύνην, οὕτως εἰς τὴν ἀγάπην, οὕτως εἰς τὴν πραότητα, ἀκεραιότητά τε καὶ ἁπλότητα· οὕτως εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν καταγεγραμμένον μετὰ χαρᾶς οὕτως βιάζεσθαι εἰς τὸ ἑαυτὸν ἐξουθενεῖν. Καὶ πτωχὸν καὶ ἔσχατον λογίζεσθαι οὕτως εἰς τὸ μὴ ὁμιλεῖν τὰ μὴ ὄντα χρήσιμα, ἀλλὰ ἀεὶ τὰ τοῦ Θεοῦ μελετᾷν, καὶ λαλεῖν στόματι καὶ καρδίᾳ. Οὕτως εἰς τὸ μὴ θυμοῦσθαι, καὶ κραυγάζειν κατὰ τὸ εἰρημένον, Πᾶσα πικρία, καὶ θυμός, καὶ ὀργὴ, καὶ κραυγή, καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ. Οὕτως εἰς πάντας τοὺς τοῦ Κυρίου τρόπους, εἰς πᾶσαν ἄσκησιν ἀρετῆς, καὶ πολιτείας ἀγαθῆς καὶ καλῆς· εἰς πᾶσαν ἀναστροφὴν ἀγαθότητος, εἰς πᾶσαν ταπεινοφροσύνην πραότητος, εἰς τὸ μὴ ἐπαίρεσθαι, καὶ ὑψηλοφρονεῖν, καὶ φυσιοῦσθαι, καὶ λαλεῖν κατά τινος.","t":"For each man must compel and constrain himself, as he does to prayer when his heart is unwilling, so also to confidence, so to humility, so to love, so to meekness and sincerity and simplicity; so to all endurance and long-suffering with joy, as it is written; so to compel himself to count himself as nothing and to reckon himself poor and last; so to not talking of things that are of no profit, but always meditating on the things of God and speaking them with mouth and heart; so to not being angry and shouting, according to the saying: \"Let all bitterness and wrath and anger and clamour and blasphemy be put away from you, with all malice\"; so to all the ways of the Lord, to every practice of virtue and of a good and noble manner of life, to every conduct of goodness, to every humility of meekness, to not being lifted up or high-minded or puffed up or speaking against anyone.","f":"Ps.-Macarius, <i>Hom.</i> 19.5 (PG 34:646; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-5)."},"macarius-homiliae-spirituales/19.6":{"o":"Εἰς ταῦτα πάντα ὀφείλει βιάζεσθαι ἑαυτὸν, ὁ θέλων εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι Χριστῷ, ἵν᾿ οὕτως ὁ Κύριος ἰδὼν αὐτοῦ τὴν προθυμίαν, καὶ προαίρεσιν, τοῦ οὕτως εἰς πᾶσαν ἀγαθότητα καὶ ἁπλότητα, καὶ χρηστότητα, καὶ ταπεινοφροσύνην, καὶ ἀγάπην, καὶ εὐχὴν ἄγχοντος ἑαυτὸν, καὶ ἄγοντος μετὰ βίας, δώσῃ ἑαυτὸν ὅλον αὐτῷ, αὐτὸς ὁ Κύριος ποιῶν, ἐξ ἀληθείας ταῦτα πάντα καθαρῶς ἐν αὐτῷ ἀκόπως καὶ ἀβιάστως, ἃ πρὶν οὐδὲ μετὰ βίας φυλάξαι ἠδύνατο, διὰ τὴν ἐν αὐτῷ οἰκοῦσαν ἁμαρτίαν· καὶ γίνεται αὐτῷ τὰ τῆς ἀρετῆς πάντα ἐπιτηδεύματα ὡς φύσις. Τὸ λοιπὸν ἐλθὼν ὁ Κύριος, καὶ γενόμενος ἐν αὐτῷ, καὶ αὐτὸς ἐν τῷ Κυρίῳ, αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τὸν καρπὸν τοῦ Πνεύματος. Εἰ δὲ εἰς εὐχὴν μόνον βιάζεταί τις ἑαυτὸν, ἕως οὗ λάβῃ χάρισμα παρὰ Θεοῦ, εἰς ταῦτα δὲ τὰ προειρημένα ὁμοίως ἑαυτὸν οὐ βιάζεται, καὶ ἄγχει καὶ ἐθίζει, οὐ δύναται ἐξ ἀληθείας, καθαρῶς καὶ ἀμώμως αὐτὰ ποιῆσαι. ᾿Αλλ' οὕτω χρὴ προευτρεπίζειν ἑαυτὸν, ὅσον δυνατὸν εἰς τὸ ἀγαθόν· ἐνίοτε γὰρ γίνεται πρὸς αὐτὸν ἡ θεία χάρις αἰτοῦντα καὶ δεόμενον. Ἀγαθὸς γὰρ καὶ χρηστός ἐστιν ὁ Θεὸς, καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα αὐτῶν· μὴ ἔχων δὲ, μήτε ἐθίσας, μήτε προευτρεπίσας ἑαυτὸν εἰς τὰς προειρημένας, εἴγε λάβοι, ἀπολεῖ τὴν χάριν ἣν ἔλαβε, καὶ πίπτει ὑψηλοφρονήσας, ἢ οὐ προκόπτει καὶ αὔξει ἐν τῇ χάριτι τῇ πρὸς αὐτὸν γενομένῃ, ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐκ προαιρέσεως ἑαυτὸν οὐ δίδωσι· τὸ γὰρ κατοικητήριον καὶ ἡ ἀνάπαυσις τοῦ Πνεύματος, ἡ ταπεινοφροσύνη ἐστὶν, ἡ ἀγάπη τε καὶ πραότης, καὶ αἱ λοιπαὶ τοῦ Κυρίου ἐντολαί.","t":"To all these things a man must compel himself who wishes to be approved and to please Christ, so that the Lord, seeing his eagerness and his purpose, how he constrains himself to all goodness and simplicity and kindness and humility and love and prayer, and leads himself by force, may give himself wholly to him, the Lord himself working all these things truly and purely in him, without toil and without force, which before he could not keep even by force, because of the sin dwelling in him; and all the practices of virtue become to him as a nature. From then on the Lord comes and is in him, and he is in the Lord, and the Lord himself works his own commandments in him without toil, filling him with the fruit of the Spirit. But if a man compels himself to prayer only, until he receives a gift from God, and does not likewise compel and constrain and accustom himself to the things spoken of, he cannot do them truly, purely and blamelessly. Rather he must prepare himself beforehand as far as he can for the good; for sometimes the divine grace comes to a man as he asks and begs. For God is good and kind, and gives their requests to those who ask him; but if a man has not accustomed himself and has not prepared himself beforehand for the things spoken of, then even if he receives, he loses the grace he received and falls through high-mindedness, or he does not advance and grow in the grace that came to him, because he does not give himself by his own purpose to the commandments of the Lord. For the dwelling place and the rest of the Spirit is humility, and love and meekness, and the rest of the Lord's commandments.","f":"Ps.-Macarius, <i>Hom.</i> 19.6 (PG 34:646–648; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-6)."},"macarius-homiliae-spirituales/19.7":{"o":"Ὀφείλει οὖν ὁ βουλόμενος ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δέξασθαι παρ᾿ αὐτοῦ τὴν ἐπουράνιον τοῦ Πνεύματος χάριν, καὶ αὐξῆσαι καὶ τελειωθῆναι ἐν τῷ ἁγίῳ Πνεύματι, εἰς πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ βιάζεσθαι ἑαυτὸν, καὶ μὴ θέλουσαν τὴν καρδίαν ὑποτάσσειν κατὰ τὸ εἰρημένον· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ωσπερ γάρ τις εἰς τὴν προσκαρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει, ἕως οὗ τοῦτο κατορθώσῃ· ὁμοίως ἐὰν θέλῃ καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ ἐθίζει ἔθος ἀγαθὸν, καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ Κυρίου διὰ παντὸς, καὶ τυχὼν τῆς αἰτήσεως, καὶ μεταλαβὼν γεύσεως Θεοῦ, καὶ Πνεύματος ἁγίου μέτοχος γενόμενος, αὔξειν ποιεῖ καὶ θάλλειν τὸ χάρισμα τὸ δοθὲν αὐτῷ, ἀναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ, ἐν τῇ ἀγάπῃ, ἐν τῇ πραότητι.","t":"He, then, who wishes truly to please God and to receive from him the heavenly grace of the Spirit, and to grow and be made perfect in the Holy Spirit, must compel himself to all the commandments of God and subdue his heart even when it is unwilling, according to the saying: \"Therefore I directed myself toward all your commandments; I hated every unrighteous way.\" For as a man compels and constrains himself to perseverance in prayer until he accomplishes it, so likewise, if he will, let him compel and constrain himself to all the practices of virtue and accustom himself to a good habit. And so, asking and begging of the Lord continually, and obtaining his request, and partaking of the taste of God and becoming a partaker of the Holy Spirit, he makes the gift given him grow and flourish, as it rests in his humility, in his love, in his meekness.","f":"Ps.-Macarius, <i>Hom.</i> 19.7 (PG 34:648; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-7)."},"macarius-homiliae-spirituales/19.8":{"o":"Αὐτὸ τὸ Πνεῦμα χαρίζεται αὐτῷ ταῦτα, καὶ διδάσκει αὐτὸν ἀληθινὴν εὐχὴν, ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἃ προεβιάσατο καὶ ἐζήτησε, καὶ ἐμερίμνησε, καὶ ἐμελέτησε, καὶ ἐδόθη αὐτῷ· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν Θεῷ, κληρονόμος τῆς βασιλείας γενέσθαι καταξιοῦται. Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει· πόθεν γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὧν; μεγάλη ταπείνωσις, ἡ ὑψηλοφροσύνη καὶ μεγάλη ὕψωσις, καὶ τιμιότης, καὶ ἀξίωμα, ἡ ταπεινοφροσύνη. Καὶ ἡμεῖς τοίνυν βιασώμεθα καὶ ἄγχωμεν ἑαυτοὺς εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας, καὶ εἰς τὴν πραότητα, καὶ εἰς τὴν ἀγάπην δεόμενοι καὶ παρακαλοῦντες τὸν Θεὸν ἐν πίστει, καὶ ἐλπίδι, καὶ ἀγάπῃ, ἀδιαλείπτως ἐν προσδοκίᾳ τοιαύτῃ καὶ σκοπῷ, ἵνα ἀποστείλῃ τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν τῷ θεῷ ἐν Πνεύματι καὶ ἀληθείᾳ.","t":"The Spirit itself grants him these things, and teaches him true prayer, true love, true meekness: the very things to which he first compelled himself, and which he sought and cared for and practised, and they were given him. And so, having grown and been made perfect in God, he is counted worthy to become an heir of the kingdom. For the humble man never falls; for from where can he fall, who is beneath them all? High-mindedness is a great debasement, and humility a great exaltation and honour and worth. Let us then compel and constrain ourselves to humility, even when our heart is unwilling, and to meekness and to love, begging and entreating God in faith and hope and love, unceasingly, with such expectation and such an aim, that he may send his Spirit into our hearts, so that we may pray and worship God in Spirit and in truth.","f":"Ps.-Macarius, <i>Hom.</i> 19.8 (PG 34:648–649; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-8)."},"macarius-homiliae-spirituales/19.9":{"o":"Καὶ αὐτὸ τὸ Πνεῦμα διδάξει ἡμᾶς εὐχὴν ἀληθινὴν, ἣν νῦν καὶ μετὰ βίας οὐ δυνάμεθα ποιεῖν· σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, καὶ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, διδάξει ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας ἀλύπως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ Πνεῦμα οἶδε πληροῦν ἡμᾶς τὸν καρπὸν αὐτοῦ, καὶ οὕτως τῶν ἐντολῶν τοῦ Θεοῦ πληρωθεισῶν ὑφ᾽ ἡμῶν διὰ τοῦ Πνεύματος αὐτοῦ, τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Κυρίου, καὶ τελειώσαντος ἡμᾶς τοῦ Πνεύματος εἰς ἑαυτὸ, καὶ τελειωθέντος εἰς ἡμᾶς καθαρισθέντας ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς, τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσει τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν Θεῷ, ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ Θεοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει, καὶ τῇ ἀγάπῃ, ὅτι εἰς τοιαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων, υἱοὺς Πατρὸς ἐπουρανίου κατηξίωσεν αὐτοὺς, καὶ ἰδίους ἀδελφοὺς προσηγόρευσεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ᾿Αμήν,","t":"And the Spirit itself will teach us true prayer, which now, even by force, we cannot make; it will teach us bowels of compassion, kindness, and all the commandments of the Lord, to do them truly, without grief and without force, as the Spirit itself knows how to fill us with its fruit. And so, when the commandments of God have been fulfilled by us through his Spirit, which alone knows the will of the Lord, and when the Spirit has perfected us into itself, and has been perfected in us who have been cleansed from every defilement and stain of sin, then, like beautiful brides, it will present our souls pure and blameless to Christ, while we rest in God, in his kingdom, and God rests in us, for ages without end. Glory to his compassions and his mercy and his love, that he counted the race of men worthy of such honour and glory, counted them worthy to be sons of a heavenly Father, and called them his own brothers. To him be glory for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 19.9 (PG 34:649; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/19-9)."},"macarius-homiliae-spirituales/2.1":{"o":"Ἡ βασιλεία τοῦ σκότους, ὁ πονηρὸς ἄρχων, αἰχμαλωτεύσας τὸν ἄνθρωπον ἀπαρχῆς, οὕτω περιέθηκε καὶ ἐνέδυσε τὴν ψυχὴν ἐν τῇ ἐξουσίᾳ τοῦ σκότους ὡσανεὶ ἄνθρωπον· Καὶ ποιήσωσιν αὐτὸν βασιλέα, καὶ ἐνδύσωσιν αὐτὸν ἐνδύματα βασιλικά, καὶ ἀπὸ κεφαλῆς ἕως ὀνύχων βασιλικὰ φορῇ. Οὕτως τὴν ψυχὴν, καὶ ὅλην τὴν ὑπόστασιν αὐτῆς ἐνέδυσε τὴν ἁμαρτίαν ὁ ἄρχων ὁ πονηρὸς, καὶ ὅλην ἐμίανε, καὶ ὅλην ἠχμαλώτευσεν εἰς τὴν βασιλείαν αὐτοῦ, καὶ οὐκ ἀφῆκεν οὔτε ἓν μέλος αὐτῆς ἐλεύθερον ἀπ᾿ αὐτοῦ, οὐ λογισμοὺς, οὐ νοῦν, οὐ σῶμα, ἀλλ' ἐνέδυσεν αὐτὴν πορφυρίδα τοῦ σκότους. Ὥσπερ γὰρ τὸ σῶμα οὐχὶ ἓν μέρος, ἢ μέλος, πάσχει, ἀλλ᾽ ὅλον ἐξ ὅλου παθητόν ἐστιν· οὕτως καὶ ἡ ψυχὴ ὅλη ἔπαθε τὰ τῆς κακίας πάθη καὶ ἁμαρτίας. Ἐνέδυσεν οὖν τὴν ψυχὴν ὅλην, τὸ ἀναγκαῖον τοῦ ἀνθρώπου μέλος καὶ μέρος ὁ πονηρὸς τὴν κακίαν αὐτοῦ, τοῦτ᾽ ἔστι, τὴν ἁμαρτίαν, καὶ οὕτως τὸ σῶμα παθητὸν καὶ φθαρτὸν ἐγένετο.","t":"Homily 2. On the kingdom of darkness, that is, of sin; and that God alone can take sin away from us and deliver us from the slavery of the evil ruler.\n\nThe kingdom of darkness, the evil ruler, having taken man captive from the beginning, so wrapped the soul about and clothed her in the authority of darkness — as men take a man and make him a king, and put royal garments on him, so that from head to toenails he wears royal dress. In this way the evil ruler clothed the soul and her whole substance with sin, and defiled the whole of her, and took the whole of her captive into his kingdom, and left not one member of her free from himself, neither thoughts nor mind nor body, but clothed her in the purple of darkness. For as the body suffers not in one part or member only, but is wholly throughout capable of suffering, so the whole soul suffered the passions of evil and of sin. The evil one, then, clothed the whole soul — the necessary member and part of man — with his own evil, that is, with sin; and so the body too became subject to suffering and corruption.","f":"Ps.-Macarius, <i>Hom.</i> 2.1 (PG 34:463; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/2-1)."},"macarius-homiliae-spirituales/2.2":{"o":"Ὅταν γὰρ λέγῃ ὁ ᾿Απόστολος Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, τέλειον λέγει, ὀφθαλμοὺς ἔχοντα πρὸς ὀφθαλμοὺς, κεφαλὴν πρὸς κεφαλὴν, ὦτα πρὸς ὦτα, χεῖρας πρὸς χεῖρας, πόδας πρὸς πόδας. Ὅλον γὰρ τὸν ἄνθρωπον ψυχὴν καὶ σῶμα ἐμίανεν ὁ πονηρὸς, καὶ κατέσπασε, καὶ ἐνέδυσε τὸν ἄνθρωπον, παλαιὸν ἄνθρωπον, καὶ μιαρὸν, ἀκάθαρτον, καὶ θεομάχον, καὶ μὴ ὑποτασσόμενον τῷ νόμῳ τοῦ Θεοῦ, αὐτὴν τὴν ἁμαρτίαν, ἵνα μηκέτι βλέπῃ, ὡς θέλει ὁ ἄνθρωπος, ἀλλ᾽ ἵνα πονηρῶς ὁρᾷ, καὶ πονηρῶς ἀκούῃ, καὶ πόδας ἔχῃ σπεύδοντας ἐπὶ κακοποιίαν, καὶ χεῖρας ἐργαζομένας ἀνομίαν, καὶ καρδίαν πονηρὰ διαλογιζομένην. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν, ἵνα ἐκδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον, ὅτι αὐτὸς μόνος ἆραι ἀφ᾿ ἡμῶν τὴν ἁμαρτίαν δύναται· ὅτι ἰσχυρότεροι ἡμῶν εἰσιν οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, καὶ κατέχοντες ἐν τῇ βασιλείᾳ αὐτῶν. Αὐτὸς δὲ ἐπηγγείλατο τοῦ ῥύσασθαι ἡμᾶς ἐκ τῆς δουλείας ταύτης· ὥσπερ γὰρ ὅταν ἥλιος ᾖ, καὶ ἄνεμός τις πνέῃ, ὁ μὲν ἥλιος ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φύσιν, ὁμοίως καὶ ὁ ἄνεμος ἰδίαν φύσιν ἔχει καὶ ἴδιον σῶμα καὶ οὐδεὶς δύναται χωρίσαι τὸν ἄνεμον ἀπὸ τοῦ ἡλίου, εἰ μὴ μόνος ὁ Θεὸς παύσῃ, ἵνα μηκέτι πνέῃ· οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ μεμιγμένη ἐστὶν, ἐχούσης ἑκάστης ἰδίαν φύσιν.","t":"For when the Apostle says, \"Put off the old man,\" he means a complete man, having eyes to match eyes, head to head, ears to ears, hands to hands, feet to feet. For the evil one defiled the whole man, soul and body, and dragged him down, and clothed the man with an old man, foul, unclean, at war with God, not subject to the law of God — with sin itself — so that he no longer sees as a man wills, but sees wickedly and hears wickedly, and has feet that hasten to do harm, and hands that work lawlessness, and a heart that reasons out evil things. Let us too, then, beseech God to strip the old man off us, since he alone can take sin away from us; for those who have taken us captive and hold us in their kingdom are stronger than we. But he has promised to deliver us from this slavery. For as when the sun is shining and a wind is blowing, the sun has its own body and its own nature, and likewise the wind has its own nature and its own body, and no one can separate the wind from the sun unless God alone makes it cease, so that it blows no more: so sin too is mingled with the soul, each having its own nature.","f":"Ps.-Macarius, <i>Hom.</i> 2.2 (PG 34:463–464; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/2-2)."},"macarius-homiliae-spirituales/2.3":{"o":"Αδύνατον οὖν ἐστι χωρίσαι τὴν ψυχὴν ἀπὸ τῆς ἁμαρτίας, ἐὰν μὴ ὁ Θεὸς παύσῃ καὶ στήσῃ τὸν πονηρὸν τοῦτον ἄνεμον, τὸν ἐνοικοῦντα τῇ ψυχῇ καὶ τῷ σώματι. Καὶ πάλιν, ὥσπερ τις θεωρεῖ πετεινὸν πετόμενον, καὶ βούλεται καὶ αὐτὸς πτῆναι, μὴ ἔχων δὲ πτερὰ ἀδυνάτως ἔχει πέτασθαι· οὕτω καὶ τῷ ἀνθρώπῳ, τὸ μὲν θέλειν παράκειται τοῦ εἶναι καθαρὸν, καὶ ἄμωμον, καὶ ἄσπιλον, καὶ μὴ ἔχειν ἐν ἑαυτῷ τὴν κακίαν, ἀλλ᾽ ἀεὶ μετὰ τοῦ Θεοῦ εἶναι, τὸ δύνασθαι δὲ οὐκ ἔχει πετασθῆναι μὲν εἰς τὸν ἀέρα τὸν θεϊκὸν καὶ τὴν ἐλευθερίαν τοῦ ἁγίου Πνεύματος θέλει, ἀλλ᾽ ἐὰν μὴ λάβῃ πτέρυγας, οὐ δύναται. Παρακαλέσωμεν οὖν τὸν Θεὸν, ἵνα δῷ ἡμῖν πτέρυγας περιστερᾶς τοῦ ἁγίου Πνεύματος, ἵνα πετασθῶμεν πρὸς αὐτὸν καὶ καταπαύσωμεν, καὶ ἵνα διαχωρίσῃ καὶ παύσῃ ἀπὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν τὸν πονηρὸν ἄνεμον, αὐτὴν τὴν ἁμαρτίαν τὴν κατοικοῦσαν ἐν τοῖς μέλεσι τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν. Αὐτῷ γὰρ μόνῳ δυνατὸν τοῦτο ποιῆσαι. Ἴδε γάρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτὸς μόνος τὴν ἐλεημοσύνην ταύτην ἐποίησε τῶν ἀνθρώπων τοῖς πιστεύουσιν αὐτῷ, ὅτι λυτροῦται ἀπὸ τῆς ἁμαρτίας, καὶ τοῖς προσδοκῶσιν ἀεὶ καὶ ἐλπίζουσι, καὶ ζητοῦσιν ἀδιαλείπτως, ποιεῖ τὴν σωτηρίαν ταύτην τὴν ἀνεκδιήγητον.","t":"It is impossible, then, to separate the soul from sin unless God makes this evil wind cease and stops it — the wind that dwells in soul and body. And again: as a man sees a bird flying and wishes to fly himself, but having no wings is unable to fly, so in man the willing lies ready — to be pure and blameless and unspotted, and to have no evil in himself, but to be always with God — but he has not the power. He wishes to fly into the divine air and the freedom of the Holy Spirit, but unless he receives wings he cannot. Let us then beseech God to give us the wings of a dove of the Holy Spirit, that we may fly to him and find rest, and that he may separate and stop the evil wind from our soul and body — sin itself, which dwells in the members of our soul and body. For he alone can do this. \"Behold,\" it says, \"the Lamb of God, who takes away the sin of the world.\" He alone has shown this mercy to men who believe in him, that he redeems them from sin; and for those who always look for him and hope and seek unceasingly, he works this salvation that cannot be told.","f":"Ps.-Macarius, <i>Hom.</i> 2.3 (PG 34:464–465; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/2-3)."},"macarius-homiliae-spirituales/2.4":{"o":"Ὥσπερ ἐν νυκτὶ ζοφερᾷ καὶ μελαίνῃ πνέει ἄνεμός τις ἄγριος, καὶ πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα κινεῖ, καὶ ἐρευνᾷ, καὶ σείει· οὕτω καὶ ὁ ἄνθρωπος πεσὼν ὑπὸ τὴν ἐξουσίαν τῆς νυκτὸς τοῦ σκότους, τοῦ διαβόλου, καὶ ὢν ἐν νυκτὶ καὶ σκότει, κλονεῖται τῷ δεινῷ ἀνέμῳ τῆς ἁμαρτίας πνέοντι, καὶ σείεται, καὶ κινεῖται. Καὶ ἐρευνᾶται πᾶσαν τὴν φύσιν, τὴν ψυχὴν, τοὺς λογισμοὺς αὐτοῦ καὶ τὸν νοῦν. Καὶ πάντα σείεται τὰ σωματικά μέλη· καὶ οὐδὲν ἐλεύθερον, οὐδὲ ἀπαθὲς μέλος ψυχῆς ἢ σώματός ἐστιν ἀπὸ τῆς ἐνοικούσης ἐν ἡμῖν ἁμαρτίας· ὁμοίως ἐστὶν ἡμέρα φωτὸς καὶ ἄνεμος θεῖος τοῦ ἁγίου Πνεύματος, πνέων καὶ ἀναψύχων τὰς ψυχὰς, τὰς οὔσας ἐν ἡμέρᾳ τοῦ φωτὸς τοῦ θεϊκοῦ· καὶ διικνούμενος πᾶσαν τὴν ὑπόστασιν τῆς ψυχῆς, καὶ τοὺς λογισμοὺς καὶ πᾶσαν τὴν οὐσίαν, καὶ πάντα τὰ μέλη τοῦ σώματος ἀναψύχων καὶ ἀναπαύων ἀναπαύσει θεϊκῇ καὶ ἀλαλήτῳ. Τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· Ἡμεῖς δὲ οὐκ ἐσμὲν τέκνα νυκτὸς, οὐδὲ σκότους· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας. Καὶ ὥσπερ ἐκεῖ ἐν τῇ πλάνῃ ἄνθρωπον τέλειον ἀπεδύσατο ὁ παλαιὸς ἄνθρωπος, καὶ φορεῖ ἔνδυμα βασιλείας σκότους, ἔνδυμα βλασφημίας, ἀπιστίας, ἀφοβίας, κενοδοξίας, ὑπερηφανίας, φιλαργυρίας, ἐπιθυμίας· καὶ τὰ ἄλλα ὁμοίως τῆς βασιλείας τοῦ σκότους φορέματα ῥακώδη καὶ ἀκάθαρτα, καὶ μιαρά· οὕτω πάλιν ἐνταῦθα ὅσοι ἀπεδύσαντο τὸν παλαιὸν καὶ καταχθόνιον ἄνθρωπον, καὶ ὅσους ἂν ἐξέδυσεν ὁ Ἰησοῦς τὰ ἐνδύματα τῆς βασιλείας τοῦ σκότους, ἐνεδύσαντο τὸν νέον καὶ ἐπουράνιον ἄνθρωπον Ἰησοῦν Χριστὸν, πάλιν ὁμοίως ὀφθαλμοὺς πρὸς ὀφθαλμοὺς, ὦτα πρὸς ὦτα, κεφαλὴν πρὸς κεφαλὴν, ἵνα ὅλος καθαρὸς ᾖ, καὶ φορῶν τὴν ἐπουράνιον εἰκόνα.","t":"As in a gloomy and black night a wild wind blows and moves and searches and shakes all the plants and the seeds, so also man, having fallen under the authority of the night of darkness, of the devil, and being in night and darkness, is shaken by the dreadful wind of sin that blows, and is tossed and moved. And his whole nature is searched out, his soul, his thoughts and his mind. And all the members of his body are shaken; and no member of soul or body is free or unaffected by the sin that dwells in us. In the same way there is a day of light and a divine wind of the Holy Spirit, which blows and refreshes the souls that are in the day of the divine light, and which passes through the whole substance of the soul and the thoughts and all her being, and refreshes all the members of the body and gives them rest with a divine and unspeakable rest. This is what the Apostle said: \"We are not children of night nor of darkness; for you are all sons of light and sons of day.\" And as there, in the delusion, the old man was put on as a whole man, and he wears the garment of the kingdom of darkness — the garment of blasphemy, unbelief, fearlessness of God, vainglory, pride, love of money, desire, and all the rest of the ragged and unclean and foul clothing of the kingdom of darkness — so here again, all who have stripped off the old and earthbound man, and all whom Jesus has stripped of the garments of the kingdom of darkness, have put on the new and heavenly man, Jesus Christ, again in like manner eyes to match eyes, ears to ears, head to head, so that the whole man may be pure and may wear the heavenly image.","f":"Ps.-Macarius, <i>Hom.</i> 2.4 (PG 34:465–466; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/2-4)."},"macarius-homiliae-spirituales/2.5":{"o":"Καὶ ἐνέδυσεν αὐτοὺς ὁ Κύριος ἐνδύματα βασιλείας φωτὸς ἀῤῥήτου, ἐνδύματα πίστεως, ἐλπίδος, ἀγάπης, χαρᾶς, εἰρήνης, ἀγαθωσύνης, χρηστότητος, καὶ πάντα ὁμοίως τὰ ἑξῆς ἐνδύματα φωτὸς, ζωῆς, θεϊκὰ, ζῶντα, ἀναπαύσεως· ἀνεκλαλήτου, ἵνα ὥσπερ ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ χαρὰ, καὶ εἰρήνη, καὶ χρηστότης, καὶ ἀγαθωσύνη· οὕτω καὶ ὁ νέος ἄνθρωπος ἡμέρας τῆς ἀναστάσεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα γένηται κατὰ χάριν. Καὶ ὥσπερ ἡ βασιλεία τοῦ σκότους καὶ ἡ ἁμαρτία κέκρυπται εἰς τὴν ψυχὴν ἕως ἡμέρας τῆς ἀναστάσεως, ὅταν καὶ αὐτὸ τὸ σῶμα τῶν ἁμαρτωλῶν τῷ σκότει καλυφθῇ τῷ ἀπὸ τοῦ νῦν κεκρυμμένῳ εἰς τὴν ψυχήν· οὕτω καὶ ἡ βασιλεία τοῦ φωτὸς, καὶ ἡ ἐπουράνιος εἰκὼν Ἰησοῦς Χριστὸς μυστικῶς νῦν τὴν ψυχὴν φωτίζει, καὶ βασιλεύει εἰς τὴν ψυχὴν τῶν ἁγίων· κεκρυμμένος δὲ ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων, μόνοις ἐστὶ Χριστὸς τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς θεωρούμενος ἐν ἀληθείᾳ ἕως καλυφθήσεται καὶ δοξασθήσεται τῷ τοῦ Κυρίου φωτὶ, τῷ ὄντι ἀπὸ τοῦ νῦν ἐν τῷ ἀνθρώπῳ εἰς τὴν ψυχὴν, ἵνα καὶ αὐτὸ τὸ σῶμα συμβασιλεύσῃ τῇ ψυχῇ, τῇ ἀπὸ τοῦ νῦν λαμβανούσῃ τὴν βασιλείαν τοῦ Χριστοῦ, ἀναπαυομένῃ καὶ φωτιζομένῃ φωτὶ αἰωνίῳ. Δόξα τοῖς οἰκτιρμοῖς καὶ τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὅτι ἐλεεῖ τοὺς δούλους ἑαυτοῦ, καὶ φωτίζει, καὶ ῥύεται αὐτοὺς ἐκ τῆς βασιλείας τοῦ σκότους, καὶ χαρίζεται αὐτοῖς τὸ ἑαυτοῦ φῶς, καὶ τὴν ἑαυτοῦ βασιλείαν ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"And the Lord clothed them with the garments of the kingdom of unspeakable light, garments of faith, hope, love, joy, peace, goodness, kindness, and all the rest of the garments of light in like manner — garments of life, divine, living, of unspeakable rest — so that, as God is love and joy and peace and kindness and goodness, so too may be the new man on the day of the resurrection, when the body itself also becomes such by grace. And as the kingdom of darkness and sin is hidden in the soul until the day of the resurrection, when the very body of sinners will be covered with the darkness that is now hidden in the soul, so the kingdom of light also, and the heavenly image Jesus Christ, now enlightens the soul in a hidden way and reigns in the soul of the saints; but being hidden from the eyes of men, Christ is beheld in truth only by the eyes of the soul, until the body shall be covered and glorified by the light of the Lord, which is from now on in the man, in his soul, so that the body itself also may reign together with the soul, which from now on receives the kingdom of Christ and rests and is enlightened with eternal light. Glory to his compassions and his tender mercy, because he pities his own servants and enlightens them and delivers them from the kingdom of darkness, and grants them his own light and his own kingdom. To him be the glory and the might for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 2.5 (PG 34:466–467; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/2-5)."},"macarius-homiliae-spirituales/20.1":{"o":"Μόνος ὁ Χριστὸς, ὁ ἀληθινὸς τοῦ ἔσω ἀνθρώπου ἰατρὸς, θεραπεῦσαι δύναται τὴν ψυχὴν, καὶ αὐτὴν τῷ τῆς χάριτος ἐνδύματι διακοσμῆσαι. Εἴ τις γυμνός ἐστιν ἀπὸ τοῦ ἐνδύματος τοῦ θεϊκοῦ καὶ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ Πνεύματος δύναμις, καθὼς εἴρηται· Εἰ δὲ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· κλαιέτω καὶ παρακαλείτω τὸν Κύριον, ἵνα λάβῃ τὸ ἐξ οὐρανοῦ πνευματικὸν ἔνδυμα· ἵνα ἀμφιασθῇ τὴν ἀπὸ θείας ἐνεργείας γεγυμνωμένην ψυχήν· ὅτι πολλὴν αἰσχύνην ἀτιμίας παθῶν περιβέβληται, ὁ μὴ ἐνδεδυμένος τὸ τοῦ Πνεύματος ἔνδυμα. Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ἐάν τις γυμνὸς ᾖ, ἐν πολλῇ αἰσχύνῃ καὶ ἀτιμίᾳ ἐστὶ, καὶ φίλοι φίλους ἀποστρέφονται γυμνοὺς, καὶ γνήσιοι ἰδίους, καὶ τέκνα ἰδόντα γεγυμνωμένον πατέρα ἔστρεψαν τὰς ἑαυτῶν ὄψεις, τοῦ μὴ ἐνατενίσαι γυμνῷ τῷ σώματι τοῦ Πατρὸς, καὶ ὀπισθοφανῶς ἀπελθόντες ἐπεκάλυψαν αὐτὸν, καὶ οὕτως ἐπέστρεψαν τὰς ὄψεις. Οὕτω καὶ ὁ Θεὸς ἀπέστραπται τὰς ψυχὰς τὰς μὴ ἐνδεδυμένας τὸ τοῦ Πνεύματος ἔνδυμα ἐν πληροφορίᾳ, τοὺς μὴ ἐνδεδυμένους τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν δυνάμει καὶ ἀληθείᾳ.","t":"Christ alone, the true physician of the inner man, can heal the soul and adorn it with the garment of grace.\n\nIf anyone is naked of the divine and heavenly garment, which is the power of the Spirit, as it is said, \"If anyone does not have the Spirit of Christ, he is not his,\" let him weep and entreat the Lord, that he may receive the spiritual garment from heaven, so that the soul stripped bare of the divine working may be clothed. For the man who is not clothed with the garment of the Spirit is wrapped in great shame of the dishonour of the passions. For as among the things that are seen, if a man is naked he is in much shame and dishonour, and friends turn away from friends who are naked, and kinsmen from their own; and the children, seeing their father stripped bare, turned away their faces so as not to gaze on their father's naked body, and went backward and covered him, and so turned their faces back: so also God has turned away from the souls that are not clothed with the garment of the Spirit in full assurance, from those who have not put on the Lord Jesus Christ in power and in truth.","f":"Ps.-Macarius, <i>Hom.</i> 20.1 (PG 34:649; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/20-1)."},"macarius-homiliae-spirituales/20.2":{"o":"Αὐτὸς ὁ πρῶτος ἄνθρωπος θεασάμενος ἑαυτὸν γυμνὸν ἠσχύνθη· τοσαύτη ἀτιμία τῇ γυμνότητι πρόσεστιν. Εἰ οὖν ἐπὶ τῶν σωματικῶν τοσαύτην αἰσχύνην δείκνυσιν ἡ γυμνότης, πόσῳ μᾶλλον ἡ γυμνή ἀπὸ θείας δυνάμεως ψυχή, ἡ μὴ φοροῦσα καὶ ἡμφιεσμένη τὸ ἄῤῥητον καὶ ἄφθαρτον, καὶ πνευματικὸν ἔνδυμα, αὐτὸν τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν ἀληθείᾳ, πλείονα καὶ αἰσχύνην καὶ ἀτιμίαν παθῶν περιβέβληται; καὶ πᾶς τις ὢν γυμνὸς ἀπὸ τῆς θείας ἐκείνης δόξης, οὕτως ὀφείλει ἑαυτὸν ἐπαισχύνεσθαι, καὶ γινώσκειν ἀτιμίαν αὐτοῦ, ὥσπερ σωματικῶς ᾿Ἀδὰμ ᾐσχύνετο γυμνὸς ὤν, κἂν ἐποίησεν ἑαυτῷ ἐκ συκῆς φύλλων περίβλημα, ὅμως τὴν αἰσχύνην ἐφόρει τὴν πτωχείαν ἑαυτοῦ ἐπιγινώσκων αἰτείτω οὖν ἡ τοιαύτη ψυχὴ παρὰ τοῦ διδόντος καὶ ἀμφιεννύντος δόξαν Χριστοῦ ἐν φωτὶ ἀῤῥήτῳ, μὴ ποιοῦσα ἑαυτῇ ἱμάτιον λογισμῶν ματαίων, δοκήσει ἰδίας δικαιοσύνης ἀπατωμένη καὶ νομίζουσα ἔχειν ἄμφιον σωτηρίου.","t":"The first man himself, when he saw that he was naked, was ashamed; so great a dishonour belongs to nakedness. If, then, in bodily things nakedness shows such shame, how much more is the soul that is naked of the divine power, not wearing and not clothed with the unspeakable and incorruptible and spiritual garment, the Lord Jesus Christ himself in truth, wrapped in greater shame and dishonour of the passions? And every man who is naked of that divine glory ought so to be ashamed of himself and to know his own dishonour, as Adam was ashamed bodily when he was naked; and though he made himself a covering of fig leaves, he still bore the shame, recognizing his own poverty. Let such a soul, then, ask of Christ, who gives and clothes with glory in unspeakable light, and not make for itself a garment of vain reasonings, deceived by an opinion of its own righteousness and supposing that it has the robe of salvation.","f":"Ps.-Macarius, <i>Hom.</i> 20.2 (PG 34:650–651; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/20-2)."},"macarius-homiliae-spirituales/20.3":{"o":"Εἴ τις γὰρ ἐν τῇ ἑαυτοῦ μόνον ἵσταται δικαιοσύνῃ καὶ ἀπολυτρώσει, ματαίως καὶ κενῶς κοπιᾷ. Πᾶσα γὰρ ἡ οἴησις τῆς δικαιοσύνης αὐτοῦ ὡς ῥάκος ἀποκαθημένης φανεροῦται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ὡς φησιν Ἡσαΐας ὁ προφήτης, Ἐγενήθη πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης. Αἰτήσωμεν οὖν καὶ δεηθῶμεν τοῦ Θεοῦ ἐνδύσασθαι τὸ ἱμάτιον τοῦ σωτηρίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸ ἄῤῥητον φῶς, ὃν φορέσασαι ψυχαὶ οὐκ ἀποδυθήσονται εἰς τὸν αἰῶνα ἀλλ᾽ ἐν τῇ ἀναστάσει καὶ τὰ σώματα αὐτῶν δοξασθήσονται ὑπὸ τῆς δόξης τοῦ φωτὸς, οὗ περιβέβληνται ἀπὸ τοῦ νῦν αἱ πισταὶ καὶ εὐγενεῖς ψυχαὶ, καθώς φησιν ὁ ᾿Απόστολος· ῾Ο ἐγείρας Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν. Δόξα τῇ ἀῤῥήτῳ εὐσπλαγχνία, καὶ τῷ ἀφράστῳ ἐλέει αὐτοῦ.","t":"For if anyone stands in his own righteousness and redemption alone, he labours vainly and emptily. For all the conceit of his righteousness is shown on the last day to be like a menstruous rag, as Isaiah the prophet says: \"All our righteousness has become like a menstruous rag.\" Let us then ask and beg of God to put on the robe of salvation, our Lord Jesus Christ, the unspeakable light; and the souls that wear him shall never be stripped of him for ever, but at the resurrection their bodies too shall be glorified by the glory of the light with which the faithful and noble souls are clothed from now on, as the Apostle says: \"He who raised Christ from the dead will also make alive our mortal bodies through his Spirit that dwells in us.\" Glory to his unspeakable compassion and his unutterable mercy.","f":"Ps.-Macarius, <i>Hom.</i> 20.3 (PG 34:651–652; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/20-3)."},"macarius-homiliae-spirituales/20.4":{"o":"Καὶ πάλιν, \"Ωσπερ ἡ αἰμοῤῥοοῦσα γυνὴ πιστεύσασα ἐν ἀληθείᾳ, καὶ ἀψαμένη τοῦ κρασπέδου τοῦ Κυρίου, εὐθέως ἰάσεως ἔτυχε, καὶ ἐξηράνθη ἡ ῥύσις τῆς ἀκαθάρτου πηγῆς τοῦ αἵματος οὕτω πᾶσα ψυχὴ ἔχουσα τὸ ἀνίατον τραῦμα τῆς ἁμαρτίας, τὴν πηγὴν τῶν ἀκαθάρτων καὶ πονηρῶν λογισμῶν, ἐὰν προσέλθῃ τῷ Χριστῷ, καὶ δεηθῇ πιστεύσασα ἐν ἀληθείᾳ, ἰάσεως σωτηρίου τυγχάνει ἐκ τῆς ἀνιάτου πηγῆς τῶν παθῶν, καὶ ξηραίνεται ἐκλείπουσα ἡ πηγὴ ἐκείνη, ἡ τοὺς ἀκαθάρτους λογισμοὺς βρύουσα, διὰ τῆς δυνάμεως Ἰησοῦ μόνου· ἄλλῳ δέ τινι ἰάσασθαι τὸ τραῦμα τοῦτο ἀδύνατον. Οὕτως γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ ᾿Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν ὁρῶντα Θεόν. Διέβλεψαν λοιπὸν οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν.","t":"And again: as the woman with the flow of blood, believing in truth and touching the hem of the Lord's garment, at once obtained healing, and the flow of the unclean spring of blood was dried up, so every soul that has the incurable wound of sin, the spring of unclean and evil thoughts, if it comes to Christ and begs him, believing in truth, obtains the healing of salvation from the incurable spring of the passions; and that spring which wells up with unclean thoughts is dried up and fails, through the power of Jesus alone. For it is impossible for anyone else to heal this wound. For the enemy so contrived it, in Adam's transgression, as to wound and darken the inner man, the ruling mind that sees God. From then on his eyes looked out upon evils and passions, being shut out from the heavenly good things.","f":"Ps.-Macarius, <i>Hom.</i> 20.4 (PG 34:652; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/20-4)."},"macarius-homiliae-spirituales/20.5":{"o":"Οὕτως οὖν ἐτραυματίσθη, ὥστε μηδενὶ δυνατὸν εἶναι ἰάσασθαι, εἰ μὴ μόνῳ τῷ Κυρίῳ, τούτῳ μόνῳ δυνατόν ἐστιν. Αὐτὸς γὰρ ἐλθὼν, Ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστι, τὴν ἀκάθαρτον πηγὴν τῶν διαλογισμῶν τῆς ψυχῆς ἐξήρανεν. Ὥσπερ γὰρ ἐκείνη ἡ αἱμοῤῥοοῦσα πάντα τὰ ἑαυτῆς δαπανήσασα τοῖς ἰατρεῦσαι δυναμένοις, παρ' οὐδενὸς ἐθεραπεύθη τούτων, ἕως οὗ προσήγγισε τῷ Κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ, καὶ ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, καὶ οὕτως εὐθέως ᾔσθετο τῆς ἰάσεως καὶ ἔστη ἡ ῥύσις τοῦ αἵματος· οὕτω τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα ἀνίατον παθῶν κακίας, οὐδεὶς οὔτε δικαίων, οὔτε Πατέρων, οὔτε προφητῶν, οὔτε πατριαρχῶν ἴσχυσε θεραπεῦσαι.","t":"He was so wounded that it was possible for no one to heal him save the Lord alone; for him alone it is possible. For he came and \"took away the sin of the world,\" that is, he dried up the unclean spring of the soul's reasonings. For as that woman with the flow of blood, having spent all she had on those who were able to heal, was cured by none of them, until she came near to the Lord, believing in truth and touching his hem, and so at once felt the healing and the flow of blood was stayed, so no one, neither of the righteous nor of the fathers nor of the prophets nor of the patriarchs, was able to heal the soul, wounded from the beginning with the incurable wound of the passions of wickedness.","f":"Ps.-Macarius, <i>Hom.</i> 20.5 (PG 34:652–653; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/20-5)."},"macarius-homiliae-spirituales/20.6":{"o":"Μωϋσῆς ἦλθεν, ἀλλ᾽ οὐκ ἠδυνήθη ἴασιν παντελῆ δοῦναι· ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοὶ, νεομηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις, καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι ἀπὸ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῆς θεραπεῦσαι αὐτὸν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ Σωτὴρ ὁ ἀληθινὸς ἰατρὸς, ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸς ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς. Αὐτὸς μόνος τὴν μεγάλην καὶ σωτήριον λύτρωσιν καὶ ἴασιν τῆς ψυχῆς ἐποίησεν· αὐτὸς ἠλευθέρωσεν αὐτὴν ἐκ τῆς δουλείας, καὶ ἐξήγαγεν αὐτὴν ἐκ σκοτίας, ἰδίῳ φωτὶ δοξάσας αὐτήν· αὐτὸς ἐξήρανε τὴν ἐν αὐτῇ πηγὴν τῶν ἀκαθάρτων λογισμῶν· Ἰδοὺ γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.","t":"Moses came, but he could not give complete healing. Priests, gifts, tithes, sabbaths, new moons, washings, sacrifices, whole burnt offerings and all the rest of the righteousness were carried out in the law, and the soul could not be healed of the unclean flow of evil thoughts, and all its righteousness had no strength to heal it, until the Saviour came, the true physician, who heals freely, who gave himself as a ransom for the race of men. He alone worked the great and saving redemption and healing of the soul; he set it free from slavery and brought it out of darkness, glorifying it with his own light; he dried up the spring of unclean thoughts within it. For \"Behold,\" it says, \"the Lamb of God, who takes away the sin of the world.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 20.6 (PG 34:653; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/20-6)."},"macarius-homiliae-spirituales/20.7":{"o":"Οὐ γὰρ ἡδύνατο τὰ ἴδια ἐκ γῆς φάρμακα, τουτέστι τὰ ἑαυτῆς δικαιώματα μόνον θεραπεῦσαι καὶ ἰάσασθαι αὐτὴν ἐκ τῆς τηλικαύτης ἀοράτου πληγῆς, ἀλλὰ διὰ τῆς οὐρανίου καὶ θείας φύσεως τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος, διὰ τούτου φαρμάκου μόνου ἠδυνήθη ἰάσεως τυχεῖν ὁ ἄνθρωπος, καὶ ζωῆς ἐφικέσθαι, καθαρισθεὶς ὑπὸ τοῦ ἁγίου Πνεύματος τὴν καρδίαν. Ἀλλ', ὥσπερ ἐκεῖ ἡ γυνὴ κἂν ἰαθῆναι οὐκ ἠδυνήθη, καὶ τετραυμάτιστο, ἀλλ᾿ ὅμως πόδας εἶχε τοῦ ἐλθεῖν πρὸς τὸν Κύριον, καὶ ἐλθοῦσα τυχεῖν ἰάσεως· ὁμοίως καὶ ὁ τυφλὸς ἐκεῖνος, κἂν ὑπερβῆναι οὐκ ἠδύνατο, καὶ ἐλθεῖν πρὸς τὸν Κύριον διὰ τὸ μὴ βλέπειν, ἀλλ᾽ ὀξυτέραν ἀγγέλων ἀπέστειλε τὴν φωνήν. Ἔλεγε γὰρ, Υἱὲ Δαβίδ, ἐλέησόν με· καὶ οὕτω πιστεύσας, ἰάσεως ἔτυχεν, ἐλθόντος τοῦ Κυρίου πρὸς αὐτὸν καὶ διαβλέψαι ποιήσαντος, οὕτως καὶ ἡ ψυχή, κἂν τετραυμάτισται τραύμασι παθῶν ἀτιμίας, κἂν τετύφλωται ὑπὸ τοῦ σκότους τῆς ἁμαρτίας, ἀλλ᾽ ὅμως ἔχει θέλημα τοῦ βοῆσαι καὶ καλέσαι Ἰησοῦν, ἵνα αὐτὸς ἐλθὼν λύτρωσιν αἰώνιον ποιήσῃ τῇ ψυχῇ.","t":"For its own earthly medicines, that is, its own ordinances by themselves, could not heal it and cure it of so great an invisible blow; but only through the heavenly and divine nature of the gift of the Holy Spirit, through that medicine alone, could man obtain healing and reach life, cleansed in heart by the Holy Spirit. Yet, as there the woman, though she could not be healed and had been wounded, still had feet to come to the Lord, and coming obtained healing; and as that blind man likewise, though he could not make his way over and come to the Lord because he could not see, yet sent out a cry swifter than messengers, for he said, \"Son of David, have mercy on me,\" and so, believing, obtained healing when the Lord came to him and made him see: so also the soul, though it is wounded with the wounds of the passions of dishonour, and though it is blinded by the darkness of sin, still has a will to cry out and to call upon Jesus, that he may come and work an eternal redemption for the soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 20.7 (PG 34:653–654; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/20-7)."},"macarius-homiliae-spirituales/20.8":{"o":"Ὥσπερ γὰρ ἐκεῖνος ὁ τυφλὸς, εἰ μὴ ἐβόησε, καὶ ἡ αἰμοῤῥοοῦσα προσῆλθε τῷ Κυρίῳ, οὐκ ἂν ἐτύγχανον ἰάσεως οὕτως, ἐὰν μὴ τις ἐκ τοῦ ἰδίου θελήματος, καὶ ὅλης προαιρέσεως ἔλθῃ πρὸς Κύριον, καὶ μετὰ πληροφορίας πίστεως δεηθῇ, ἰάσεως οὐ τυγχάνει. Διὰ τί γὰρ ἐκεῖνοι πιστεύσαντες ἰῶντο εὐθέως, ἡμεῖς δὲ οὔπω διεβλέψαμεν ἐξ ἀληθείας, καὶ οὐκ ἰάθημεν ἐκ τῶν κρυφίων παθῶν; καίτοι μᾶλλον ὁ Κύριος φροντίδα ποιεῖται ὑπὲρ τῆς ἀθανάτου ψυχῆς, ἢ ὑπὲρ τοῦ σώματος· ἥτις ἐὰν διαβλέψῃ κατὰ τὸν λέγοντα, ᾿Αποκάλυψον τοὺς ὀφθαλμούς μου, οὐκέτι εἰς τὸν αἰῶνα τυφλωθήσεται, καὶ ἰαθεῖσα οὐκέτι τραυματισθήσεται. Εἰ γὰρ ἐπιμέλειαν τῶν φθαρτῶν σωμάτων ὁ Κύριος ἐποιήσατο, ἐλθὼν ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τῆς ἀθανάτου καὶ κατ' εἰκόνα αὐτοῦ πεποιημένης ψυχῆς; ᾿Αλλὰ διὰ τὴν ἀπιστίαν ἡμῶν, διὰ τὴν διχοστασίαν ἡμῶν, διὰ τὸ μὴ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης καρδίας, μήτε ἐξ ἀληθείας αὐτῷ πιστεύειν, οὐδέπω τῆς πνευματικῆς ἰάσεως καὶ σωτηρίας ἐτύχομεν. Πιστεύσωμεν οὖν αὐτῷ, καὶ προσέλθωμεν ἐν ἀληθείᾳ, ἵνα ἐν τάχει τὴν ἀληθινὴν ἴασιν ἐν ἡμῖν ποιήσῃ. Ἐπηγγείλατο γὰρ διδόναι τοῖς αἰτοῦσιν αὐτὸν Πνεῦμα ἅγιον, καὶ τοῖς κρούουσιν ἀνοίγειν, καὶ τοῖς ζητοῦσιν εὑρίσκεσθαι· καὶ, ἀψευδής ἐστιν ὁ ἐπαγγειλάμενος. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"For as that blind man, if he had not cried out, and the woman with the flow of blood, if she had not come to the Lord, would not have obtained healing, so unless a man comes to the Lord of his own will and with his whole purpose, and begs with the full assurance of faith, he does not obtain healing. For why was it that those people, when they believed, were healed at once, while we have not yet truly received our sight and have not been healed of the hidden passions? And yet the Lord takes more thought for the immortal soul than for the body. If the soul receives sight, according to him who says, \"Uncover my eyes,\" it will never again be blinded for ever, and once healed it will never again be wounded. For if the Lord took such care for corruptible bodies when he came upon the earth, how much more for the immortal soul, made according to his image? But because of our unbelief, because of our divided mind, because we do not love him with the whole heart nor truly believe in him, we have not yet obtained the spiritual healing and salvation. Let us then believe in him and come to him in truth, that he may quickly work the true healing in us. For he promised to give the Holy Spirit to those who ask him, and to open to those who knock, and to be found by those who seek; and he who promised is not false. To him be the glory and the power for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 20.8 (PG 34:654–655; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/20-8)."},"macarius-homiliae-spirituales/21.1":{"o":"Ὁ βουλόμενος εὐαρεστῆσαι Θεῷ ἐξ ἀληθείας, καὶ κατ᾿ ἀλήθειαν τῷ ἐναντίῳ μέρει τῆς κακίας ἀπεχθανόμενος, πρὸς δύο ἀθλήσεις καὶ πρὸς δύο ἀγῶνας ἔχει τὴν πάλην· ἔν τε τοῖς φαινομένοις τοῦ βίου τούτου πράγμασι, περισπασμῶν γηΐνων ἀφιστάμενος, καὶ ἀγάπης δεσμῶν κοσμικῶν καὶ παθῶν τῆς ἁμαρτίας· καὶ ἐν τοῖς κρυπτοῖς, πρὸς αὐτὰ τὰ τῆς πονηρίας ἀπομαχόμενος πνεύματα, περὶ ὧν ὁ Απόστολος ἔλεγεν, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.","t":"Homily 21. A twofold war lies before the Christian man, an inner and an outer: the one in withdrawing from earthly distractions, the other in the heart, against the thoughts of the spirits of wickedness.\n\nWhoever wishes to please God in truth, and in truth is at enmity with the opposing side of evil, has his wrestling in two contests and two struggles: in the visible affairs of this life, withdrawing from earthly distractions, from the bonds of love for the world, and from the passions of sin; and in hidden things, fighting against the very spirits of wickedness, of which the Apostle said, \"Our wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the world-rulers of the darkness of this age, against the spiritual forces of wickedness in the heavenly places.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 21.1 (PG 34:655–656; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/21-1)."},"macarius-homiliae-spirituales/21.2":{"o":"Κατὰ δύο γὰρ τρόπους καὶ δεσμοὺς ἐδέθη ὁ ἄνθρωπος παραβὰς τὴν ἐντολὴν, καὶ ἐξορισθεὶς ἀπὸ τοῦ παραδείσου, ἐν τῷ βίῳ τούτῳ, ἐν τοῖς βιωτικοῖς πράγμασι, καὶ ἐν τῇ τοῦ κόσμου ἀγάπῃ, ἤγουν τῶν σαρκικῶν ἡδονῶν, καὶ παθῶν, πλούτου, καὶ δόξης, καὶ κτισμάτων, γυναικὸς, καὶ τέκνων, συγγενείας, πατρίδων, τόπων, ἐνδυμάτων, καὶ ἀπαξαπλῶς πάντων τῶν φαινομένων, ἀφ᾽ ὧν ὁ λόγος τοῦ Θεοῦ κελεύει αὐτὸν λυθῆναι ἰδίᾳ προαιρέσει, ἐπειδὴ εἰς πάντα τὰ φαινόμενα ἑκουσίως ἕκαστος δέδεται, ἵνα, τούτων πάντων ἑαυτὸν λύσας καὶ ἐλευθερώσας, δυνηθῇ τελείως τῆς ἐντολῆς ἐγκρατὴς γενέσθαι. Καὶ ἐν τῷ κρυπτῷ δὲ περιτετρίχωται, καὶ περιπέφρακται, καὶ περιτετείχισται, καὶ δέδεται ἁλύσεσι σκότους ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, μὴ δυναμένη, ὡς θέλει, ἀγαπᾶν τὸν Κύριον, καὶ ὡς θέλει, πιστεύειν, καὶ ὡς θέλει, προσεύξασθαι. Πάντη γὰρ ἡ ἐναντιότης ἐν τοῖς φανεροῖς, καὶ ἐν τοῖς κρυπτοῖς, ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου εἰς ἡμᾶς κατήντησεν.","t":"For when man transgressed the commandment and was banished from paradise, he was bound in two ways and with two kinds of bonds. In this life he was bound in the affairs of life and in the love of the world, that is, of the pleasures and passions of the flesh, of wealth, glory, possessions, wife and children, kindred, homelands, places, clothing, and in a word of all visible things; from these the word of God commands him to be loosed by his own free choice, since each person is bound to all visible things willingly, so that, having loosed and freed himself from all these, he may be able to become perfectly master of the commandment. And in what is hidden the soul is hedged round with snares, fenced about, walled in, and bound with chains of darkness by the spirits of wickedness, so that it cannot love the Lord as it wishes, nor believe as it wishes, nor pray as it wishes. For the opposition has come down to us everywhere, in things visible and in things hidden, from the transgression of the first man.","f":"Ps.-Macarius, <i>Hom.</i> 21.2 (PG 34:656; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/21-2)."},"macarius-homiliae-spirituales/21.3":{"o":"Ἐπάν τις τοίνυν ἀκούσας τὸν λόγον τοῦ Θεοῦ ἀγωνίσηται, καὶ ἀπορρίψῃ τὰ τοῦ βίου πράγματα, καὶ δεσμὰ κόσμου, καὶ πάσας τὰς σαρκικὰς ἡδονὰς ἀρνήσηται, λύσας ἑαυτὸν ἀπὸ τούτων, τότε προσκαρτερῶν τῷ Κυρίῳ καὶ σχολάζων, δύναται γνῶναι, ὅτι ἔστιν ἐν τῇ καρδίᾳ ἄλλη πάλη, ἄλλη ἐναντίωσις κρυπτὴ, καὶ ἄλλος πόλεμος λογισμῶν πνευμάτων πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται. Καὶ οὕτως δύναται παραμένων καὶ ἐπικαλούμενος τὸν Κύριον ἐν πίστει ἀδιστάκτῳ καὶ ὑπομονῇ πολλῇ, καὶ τὴν παρ᾿ αὐτοῦ βοήθειαν ἐκδεχόμενος, τυχεῖν ἐκεῖθεν τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν, καὶ τριχῶν, καὶ φραγμῶν, καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι.","t":"When, therefore, someone hears the word of God and strives, and casts off the affairs of life and the bonds of the world, and renounces all the pleasures of the flesh, loosing himself from these, then, as he waits constantly on the Lord and gives himself to him, he can come to know that there is in the heart another wrestling, another hidden opposition, another war of thoughts from the spirits of wickedness, and another contest set before him. And so, persevering and calling on the Lord with undoubting faith and much patience, and awaiting help from him, he can obtain from there the inward redemption from the bonds, the snares, the fences, and the darkness of the spirits of wickedness, which are the workings of the hidden passions.","f":"Ps.-Macarius, <i>Hom.</i> 21.3 (PG 34:656–657; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/21-3)."},"macarius-homiliae-spirituales/21.4":{"o":"Οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως Θεοῦ καταργεῖσθαι δύναται· δι᾽ ἑαυτοῦ γάρ τις ῥύσασθαι ἑαυτὸν τῆς ἐναντιότητος, καὶ πλάνης τῶν λογισμῶν, καὶ παθῶν ἀοράτων καὶ μηχανῶν τοῦ πονηροῦ, ἀδυνατεῖ. Εἰ δὲ ἐν τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι, καὶ δεσμοῖς ποικίλοις γηΐνοις ἐμπέπλεκται, καὶ τοῖς πάθεσι τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἔστιν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον· γένοιτο γὰρ, ἵνα ὅταν τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος, καὶ λύσῃ ἑαυτὸν ἀπὸ τούτων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων, καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ Κυρίῳ προσκαρτερεῖν, κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, κἄν τότε δυνηθῇ ἐπιγνῶναι τὴν ἔνδον πάλην τῶν παθῶν αὐλιζομένην, καὶ τὸν ἔνδον πόλεμον, καὶ τοὺς πονηροὺς λογισμούς· ἐὰν γὰρ μὴ, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον, καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας, καὶ ὅλος ἐξ ὅλου θέλῃ προσκολλᾶσθαι τῷ Κυρίῳ, οὐκ ἐπιγινώσκει τῶν κρυπτῶν πνευμάτων τῆς πονηρίας τὴν πλάνην, καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ᾽ ἔστιν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα, καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν· ἔτι δὲ εἰς τὰ φαινόμενα δέδεται, καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἐνέχεται ἑκών.","t":"This war can be brought to nothing by the grace and power of God; for no one is able by himself to rescue himself from the opposition, the deception of the thoughts, the invisible passions, and the devices of the evil one. But if someone is held fast in the visible affairs of this world, entangled in many kinds of earthly bonds and carried away with the passions of evil, he does not even recognize that there is another wrestling, a boxing match and a war within. Would that someone, when he has lifted himself up by striving and loosed himself from these visible bonds of worldly and material affairs and of the pleasures of the flesh, and has begun to wait constantly on the Lord, emptying himself of this world, might at least then be able to recognize the wrestling of the passions that lodges within, and the war within, and the evil thoughts. For unless, as we said before, he strives and renounces the world, looses himself from earthly desires with his whole heart, and wishes to cleave wholly to the Lord, he does not recognize the deception of the hidden spirits of wickedness and the hidden passions of evil; but he is a stranger to himself, as one who does not know that he has wounds and hidden passions and is ignorant of them; and he is still bound to visible things and held fast willingly in the affairs of the world.","f":"Ps.-Macarius, <i>Hom.</i> 21.4 (PG 34:657–658; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/21-4)."},"macarius-homiliae-spirituales/21.5":{"o":"Ὁ γὰρ ἀρνησάμενος κατὰ ἀλήθειαν τὸν κόσμον, καὶ ἀγωνισάμενος, καὶ ἀποῤῥίψας ἀφ᾿ ἑαυτοῦ τὸ φορτίον τῆς γῆς, καὶ τῶν ματαίων ἐπιθυμιών, καὶ ἡδονῶν σαρκικῶν, καὶ δόξης, καὶ ἀρχῆς, καὶ τιμῶν ἀνθρωπίνων ἄρας ἑαυτὸν, καὶ ἐξ ὅλης καρδίας τοῦτον ἀπαγαγὼν, ὁπότε καὶ εἰς τοῦτον τὸν φανερόν ἀγῶνα ὁ Κύριος κρυπτῶς βοηθεῖ, κατὰ τὸ μέτρον τῆς ἀρνήσεως τοῦ θελήματος τοῦ κόσμου, καὶ σταθεὶς εἰς τὴν τοῦ Κυρίου λατρείαν, καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου, σώματι καὶ ψυχῇ λέγω, ἐκεῖνος εὑρίσκει ἐναντιότητα, καὶ πάθη κρυπτὰ καὶ δεσμούς ἀοράτους, καὶ πόλεμον ἀφανῆ, καὶ ἀγῶνα, καὶ ἄθλησιν κρυπτήν· καὶ οὕτως δεηθεὶς τοῦ Κυρίου, καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τοῦ Πνεύματος, ὥσπερ κατέλεξεν ὁ μακάριος Απόστολος, Τὸν θώρακα τῆς δικαιοσύνης, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, καὶ διὰ τούτων ὁπλισάμενος, δυνήσεται στῆναι πρὸς τὰς κρυπτὰς μεθοδείας τοῦ διαβόλου ἐν ταῖς ἐνεστώσαις πονηρίαις. \"Απερ ὅπλα διὰ πάσης προσευχῆς, καὶ προσκαρτερήσεως, καὶ δεήσεως, καὶ νηστείας, τὸ δὲ πᾶν διὰ τῆς πίστεως πορισάμενος, τὸν πρὸς τὰς ἀρχὰς, καὶ ἐξουσίας, καὶ κοσμοκράτορας πόλεμον καταγωνίσασθαι δυνήσεται, καὶ οὕτως νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς συνεργείας τοῦ Πνεύματος, καὶ τῆς ἰδίας ἐν πάσαις ἀρεταῖς σπουδῆς, τῆς αἰωνίου ζωῆς ἄξιος γενήσεται, δοξάζων Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Αμήν.","t":"For he who has truly renounced the world and striven, and cast off from himself the burden of the earth and of vain desires, of the pleasures of the flesh, of glory, rule, and human honours, lifting himself up and drawing himself away from these with his whole heart (and in this visible contest too the Lord helps him secretly, according to the measure of his renunciation of the will of the world), and who has taken his stand in the service of the Lord and waited on him constantly, wholly, I mean in body and soul, he finds opposition, hidden passions, invisible bonds, an unseen war, and a hidden contest and struggle. And so, having prayed to the Lord and received from heaven the weapons of the Spirit, which the blessed Apostle listed, \"the breastplate of righteousness, the helmet of salvation, the shield of faith, and the sword of the Spirit,\" and having armed himself with these, he will be able to stand against the hidden schemes of the devil amid the evils that press upon him. Having procured these weapons through all prayer, perseverance, supplication, and fasting, and above all through faith, he will be able to win the war against the principalities, the authorities, and the world-rulers; and so, having conquered the opposing powers through the cooperation of the Spirit and his own diligence in all the virtues, he will become worthy of eternal life, glorifying the Father, the Son, and the Holy Spirit; to whom be the glory and the might for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 21.5 (PG 34:658–659; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/21-5)."},"macarius-homiliae-spirituales/22.1":{"o":"Περὶ δισσῆς στάσεως τῶν ἐκ τοῦ βίου τούτου ἐξερχόντων. Ὅταν ἐξέλθῃ ἐκ τοῦ σώματος ψυχὴ ἀνθρώπου, μυστήριόν τι μέγα ἐκεῖ ἐπιτελεῖται. Ἐὰν γὰρ ᾗ ὑπεύθυνος ἐν ἁμαρτίαις, ἔρχονται χοροὶ δαιμόνων, καὶ ἄγγελοι ἀριστεροὶ, καὶ δυνάμεις σκότους παραλαμβάνουσι τὴν ψυχὴν ἐκείνην, καὶ κρατοῦσιν εἰς τὸ ἴδιον μέρος, καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις ξενίζεσθαι. Εἰ γὰρ ζῶν, καὶ ὧν ἐν τῷ αἰῶνι τούτῳ ὑπετάγη, καὶ ὑπήκουσε, καὶ δοῦλος ἐγένετο αὐτοῖς, πόσῳ μᾶλλον, ὅταν ἐξέρχηται ἐκ τοῦ κόσμου, κατέχεται καὶ κρατεῖται ὑπ' αὐτῶν; Ἀπὸ τοῦ μέρους τοῦ ἀγαθοῦ ὀφείλεις νοῆσαι, ὅτι οὕτως ἔχει τὰ πράγματα καὶ γὰρ τοῖς ἁγίοις δούλοις τοῦ Θεοῦ ἀπὸ τοῦ νῦν εἰσιν ἄγγελοι παραμένοντες, καὶ πνεύματα ἄγια κυκλοῦντα αὐτοὺς καὶ φυλάττοντα. Καὶ ὅταν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος, οἱ χοροὶ τῶν ἀγγέλων παραλαμβάνουσιν αὐτῶν τὰς ψυχὰς εἰς τὸ ἴδιον μέρος, εἰς τὸν καθαρὸν αἰῶνα· καὶ οὕτως αὐτοὺς προσάγουσι τῷ Κυρίῳ,","t":"Homily 22. On the twofold state of those who depart from this life.\n\nWhen a man's soul goes out of the body, a great mystery is accomplished there. For if it is answerable for sins, bands of demons come, and angels of the left hand, and powers of darkness take that soul and hold it fast on their own side; and no one ought to be astonished at this. For if, while he lived and was in this age, he submitted to them, obeyed them, and became their slave, how much more, when he goes out of the world, is he held fast and mastered by them? From the side of the good you ought to understand that this is how things are. For even now angels attend God's holy servants, and holy spirits surround and guard them; and when they go out of the body, the bands of angels take their souls to their own side, to the pure age; and so they bring them to the Lord.","f":"Ps.-Macarius, <i>Hom.</i> 22.1 (PG 34:659; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/22-1)."},"macarius-homiliae-spirituales/23.1":{"o":"Ὁ μαργαρίτης ὁ μέγας, καὶ πολύτιμος, καὶ βασιλικὸς, ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν, βασιλέως μόνου χρήζει. Καὶ βασιλεὺς μόνος τοῦτον τὸν μαργαρίτην δύναται φορεῖν· ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν. Οὕτως ἐὰν μή τις γεννηθῇ ὑπὸ τοῦ βασιλικοῦ καὶ θεῖκοῦ πνεύματος, καὶ γένος ἐπουράνιον καὶ βασιλικὸν γένηται, καὶ τέκνον Θεοῦ, κατὰ τὸ γεγραμμένον, Όσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τὸν ἐπουράνιον καὶ πολυτίμητον μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτὸς τοῦ ἀλαλήτου, ἥτις ἐστὶν ὁ Κύριος, οὐ δύναται φορέσαι, βασιλέως υἱὸς μὴ γενόμενος. Οἱ γὰρ ἔχοντες καὶ φοροῦντες τὸν μαργαρίτην, συζῶσι καὶ συμβασιλεύουσι Χριστῷ εἰς τοὺς αἰῶνας· οὕτως γὰρ εἶπεν ὁ ᾿Απόστολος, Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,","t":"Homily 23. As only those born of the king's seed can wear the royal and costly pearl, so only the children of God may wear the heavenly pearl.\n\nThe great, costly, royal pearl that goes into a royal diadem is for a king alone. Only a king can wear this pearl; no other man is permitted to wear such a pearl. So, unless someone is born of the royal and divine Spirit and becomes of heavenly and royal race, and a child of God, as it is written, \"But as many as received him, to them he gave authority to become children of God,\" he cannot wear the heavenly and most precious pearl, the image of the unspeakable light, which is the Lord, since he has not become a king's son. For those who have and wear the pearl live and reign with Christ for ever. For so the Apostle said, \"As we have borne the image of the earthly, let us also bear the image of the heavenly.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 23.1 (PG 34:660; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/23-1)."},"macarius-homiliae-spirituales/23.2":{"o":"Ωσπερ γὰρ ἵππος, ἕως μὲν ἂν ἐν ταῖς ὕλαις τοῖς ἀγρίοις ζώοις συννέμηται, ἀνυπότακτος ἀνθρώποις ἐστίν· ἐπὰν δὲ πρὸς τὸ ἡμερωθῆναι κρατηθῇ, περιτιθέασιν αὐτῷ βαρὺν χαλινὸν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν· εἶτα γυμνάζεται ὑπὸ ἐμπείρου καθιστοῦ, ἵνα καὶ εἰς πόλεμον εὔχρηστος γένηται· εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα, τὸν θώρακα λέγω, καὶ τὰ κατάφρακτα, καὶ πρῶτον χαλινόν κρεμῶσι, καὶ συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ, πρὸς τὸ συνεθισθῆναι, καὶ μὴ ἀποπτηγῆναι οὕτως διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου, εἰ μὴ μανθάνει, πολεμεῖν οὐ δύναται· ἐπὰν δὲ μάθῃ, καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ καὶ ἀκούσῃ φωνὴν πολέμου, αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθροὺς, ὥστε καὶ ἀπ᾿ αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιεῖν τοῖς πολεμίοις. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος, ἐν ἐρημίᾳ τοῦ κόσμου πελάζεται μετὰ θηρίων, τῶν πνευμάτων τῆς πονηρίας, τὴν διακονίαν ἐν τῇ ἁμαρτίᾳ κατέχουσα· ὅταν δὲ ἀκούσῃ λόγον Θεοῦ, καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ Πνεύματος, ἀποτίθεται τὸ ἄγριον ἦθος, καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ εἶτα εἰς θλίψιν καὶ δαμασμὸν, καὶ στενοχωρίαν ἔρχεται, εἰς τὸ δοκιμασθῆναι αὐτὴν, ἵνα κατ᾿ ὀλίγον ἡμερωθῇ ὑπὸ τοῦ Πνεύματος, ἐκλειπούσης κατ' ὀλίγον καὶ ἀφανιζομένης τῆς ἐν αὐτῇ ἁμαρτίας. Καὶ οὕτως ἡ ψυχὴ ἐνδυομένη τὸν θώρακα τῆς δικαιοσύνης, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτοῖς καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ Κυρίου Πνεύματι, ἀγωνίζεται πρὸς τὰ πνεύματα τῆς πονηρίας, καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ σβέννυσι. Χωρὶς γὰρ τῶν τοῦ Πνεύματος ὅπλων, οὐκ ἀνέρχεται εἰς παράταξιν· ἔχουσα δὲ τὰ ὅπλα τοῦ Κυρίου, ὅταν ἀκούσῃ καὶ αἴσθηται σφοδρῶν πολέμων, ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκπορεύεται, καθὼς ἐν τῷ Ἰὼβ εἴρηται, ὅτι καὶ ἀπ᾿ αὐτῆς τῆς φωνῆς τῆς δεήσεως αὐτῆς προπίπτουσιν οἱ ἐχθροί· καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ Πνεύματος τὸν πόλεμον, νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ παῤῥησίας πολλῆς, καὶ οὕτως συναναπαύεται τῷ ἐπουρανίῳ βασιλεῖ. ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Αμήν.","t":"For as a horse, so long as it feeds in the woods with the wild animals, will not submit to men; but when it is caught to be tamed, they put a heavy bit on it until it learns to walk in good order and straight; then it is exercised by an experienced trainer, so that it may become useful for war too; then they put armour on it, I mean the breastplate and the coverings of mail, and first they hang the bridle and shake it in front of its eyes, so that it grows used to it and is not startled. Taught in this way by its rider, if it does not learn, it cannot fight; but when it has learned and grown used to war, when it smells and hears the sound of battle, it goes out readily against the enemy of its own accord, so that even by its voice it strikes terror into the foe. In the same way the soul too, being wild and unsubmissive since the transgression, keeps company in the wilderness of the world with wild beasts, the spirits of wickedness, holding to its service in sin. But when it hears the word of God and believes, being bridled by the Spirit, it lays aside its wild character and the mind of the flesh, being driven by its rider, Christ. Then it comes into affliction, taming, and distress, to be tested, so that little by little it may be tamed by the Spirit, while the sin in it fails and disappears little by little. And so the soul, putting on the breastplate of righteousness, the helmet of salvation, the shield of faith, and the sword of the Spirit, is taught to fight against its enemies; and so, armed with the Spirit of the Lord, it struggles against the spirits of wickedness and quenches the fiery darts of the evil one. For without the weapons of the Spirit it does not go up to the battle line; but having the weapons of the Lord, when it hears and perceives fierce wars, it goes out with a war-cry and a shout, as is said in Job, so that even at the very sound of its supplication the enemies fall down. And so, having struggled and won the war through the Spirit, it carries off crowns of victory with great boldness, and so it rests together with the heavenly King; to whom be the glory and the might for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 23.2 (PG 34:660–662; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/23-2)."},"macarius-homiliae-spirituales/24.1":{"o":"Ἐοίκασιν οἱ Χριστιανοὶ ἐμπόροις μέγιστα κέρδη ἐμπορευομένοις. Ωσπερ γὰρ ἐκεῖνοι ἐκ τῆς γῆς τὰ γήϊνα κέρδη ἐπισυνάγουσιν, οὕτως οὗτοι τῆς ἑαυτῶν καρδίας ἐσκορπισμένους τοὺς λογισμοὺς ἐν τῷ αἰῶνι τούτῳ διὰ πασῶν ἀρετῶν, καὶ διὰ τῆς τοῦ Πνεύματος δυνάμεως, ἐπισυλλέγουσιν ἐκ πάσης τῆς γῆς, ἥτις ἐστὶ μεγίστη καὶ ἀληθινὴ ἐμπορία. Ὁ κόσμος γὰρ οὗτος τῷ κόσμῳ τῷ ἄνω ἐναντιοῦται• καὶ ὁ αἰὼν οὗτος τῷ ἄνω αἰῶνι ἀντίκειται. Δεῖ τοίνυν τὸν Χριστιανὸν μετὰ τὰς ἁγίας Γραφὰς ἀρνησάμενον τὸν κόσμον, μετατεθῆναι καὶ μεταβῆναι τῷ νῷ, ἐκ τούτου τοῦ αἰῶνος, ἐν ᾧ ἔγκειται καὶ δελεάζεται ὁ νοῦς ἀπὸ τῆς παραβάσεως ᾿Αδάμ, εἰς αἰῶνα ἕτερον, καὶ τῷ φρονήματι εἰς τὸν ἄνω τῆς θεότητος κόσμον εἶναι, καθὼς εἴρηται· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.","t":"Homily 24. The state of Christians is like trading and like leavening. For as merchants gather together earthly gains, so do they gather their thoughts scattered in the world. And as leaven makes the whole lump leaven, so the leaven of sin runs through the whole race of Adam; but Christ puts a heavenly leaven of goodness into faithful souls.\n\nChristians are like merchants trading for the greatest gains. For as those gather earthly gains from the earth, so these, through all the virtues and through the power of the Spirit, gather together from all the earth the thoughts of their own heart that are scattered in this age; and this is the greatest and true trade. For this world is opposed to the world above, and this age stands against the age above. The Christian, then, according to the holy Scriptures, having renounced the world, must be moved and must pass over in mind out of this age, in which the mind has lain and been ensnared since the transgression of Adam, into another age, and be in his way of thinking in the world above, the world of the Godhead, as it is said, \"But our citizenship is in heaven.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 24.1 (PG 34:662–663; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/24-1)."},"macarius-homiliae-spirituales/24.2":{"o":"Τοῦτο δὲ οὐδαμῶς δύναται κατορθωθῆναι, εἰ μὴ ἡ ψυχὴ πιστεύσει ἐξ ὅλης καρδίας τῷ Κυρίῳ, άρνησαμένη τὸν αἰῶνα τοῦτον, καὶ ἡ δύναμις τοῦ θεϊκοῦ Πνεύματος ἐπισυνάξαι δύναται τὴν ἐσκορπισμένην καρδίαν ἐν ὅλῃ τῇ γῇ, εἰς τὴν τοῦ Κυρίου ἀγάπην, καὶ εἰς τὸν αἰώνιον κόσμον τὸ φρόνημα μετατεθῆναι. Ἀπὸ γὰρ τῆς τοῦ ᾿Αδὰμ παραβάσεως ἐσκορπίσθησαν ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ οἱ λογισμοὶ τῆς ψυχῆς, εἰς τὸν αἰῶνα τοῦτον, συμμιγέντες ὑλικοῖς καὶ γηΐνοις λογισμοῖς. ᾿Αλλ' ὥσπερ ὁ 'Ἀδὰμ παραβὰς ζύμην κακίας παθῶν ὑπεδέξατο εἰς ἑαυτὸν, καὶ οὕτως κατὰ μετοχὴν οἱ ἐξ αὐτοῦ γεννηθέντες, καὶ πᾶν τὸ γένος ᾿Ἀδὰμ, ἐκείνης τῆς ζύμης μετέσχε· καὶ λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν εἰς τοσοῦτον ηὔξησεν ἐν τοῖς ἀνθρώποις τὰ πάθη τῆς ἁμαρτίας, ὥστε ἕως πορνειῶν, καὶ ἀσελγειῶν, καὶ εἰδωλολατρειῶν, καὶ φόνων, καὶ ἑτέρων ἀτοπημάτων χωρῆσαι, ἕως οὗ ἐζυμώθη τῇ κακίᾳ ἡ ἀνθρωπότης· καὶ εἰς τοσοῦτον ηὔξησεν ἐν ἀνθρώποις τὸ κακὸν, ὡς νομίζειν μήτε εἶναι Θεὸν, ἀλλὰ λίθοις ἀψύχοις προσκυνῆσαι, μήτε κἂν ἕως ἐννοίας Θεὸν λαμβάνειν δύνασθαι, εἰς τοσοῦτον ἐζύμωσεν ἡ τῆς κακίας τῶν παθῶν ζύμη τὸ γένος τοῦ παλαιοῦ ᾿Αδάμ.","t":"This can in no way be achieved unless the soul believes in the Lord with its whole heart, having renounced this age; and the power of the divine Spirit is able to gather the heart that is scattered over the whole earth into the love of the Lord, and to move its way of thinking into the eternal world. For since the transgression of Adam the thoughts of the soul have been scattered away from the love of God into this age, mixed with material and earthly thoughts. But as Adam, when he transgressed, received into himself a leaven of the evil of the passions, and so by participation those born of him, the whole race of Adam, shared in that leaven; and then, by progress and growth, the passions of sin grew so great among men that they went as far as acts of sexual immorality, licentiousness, idolatry, murder, and other monstrous deeds, until humanity was leavened with evil; and evil grew so great among men that they thought there was no God, but worshipped lifeless stones, and could not grasp God even so far as a thought, so thoroughly had the leaven of the evil of the passions leavened the race of the old Adam.","f":"Ps.-Macarius, <i>Hom.</i> 24.2 (PG 34:663; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/24-2)."},"macarius-homiliae-spirituales/24.3":{"o":"Τὸν αὐτὸν τρόπον εὐδόκησεν ὁ Κυριος ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ παθεῖν ὑπὲρ πάντων, καὶ ἀγοράσαι αὐτοὺς τῷ ἰδίῳ αἵματι, καὶ ζύμην ἐπουράνιον ἀγαθότητος ἐνθεῖναι ταῖς πισταῖς ψυχαῖς ταπεινωθείσαις ὑπὸ τὴν ἁμαρτίαν· καὶ οὕτω λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν, πᾶσαν δικαιοσύνην ἐντολῶν, καὶ πάσας ἀρετὰς ἐν αὐτοῖς ἐπιτελέσαι, ἕως οὗ ζυμωθῶσιν εἰς ἓν ἐν τῷ ἀγαθῷ, καὶ γένωνται μετὰ τοῦ Κυρίου εἰς ἓν Πνεῦμα κατὰ τὸ λόγιον Παύλου, κακίας καὶ πονηρίας μηδὲ μέχρις ἐννοίας ἐλθεῖν δυναμένης ἐν τῇ ζυμωμένῃ ψυχῇ ὅλῃ ἐξ ὅλου τῷ θείῳ Πνεύματι, καθὼς εἴρηται, Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακὸν, καὶ τὰ ἀκόλουθα. \"Ανευ δὲ τοῦ προζυμίου τοῦ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ θείου Πνεύματος δύναμις, ζυμωθῆναι ἐν τῇ χρηστότητι τοῦ Κυρίου, καὶ καταντῆσαι ψυχὴν εἰς ζωὴν, ἀδύνατον. Ωσπερ οὐδὲ τὸ γένος τοῦ Ἀδὰμ εἰς τοσαύτην κακίαν καὶ πονηρίαν ἐκτραπῆναι ἠδύνατο, εἰ μὴ τὸ τῆς κακίας προζύμιον, ὅπερ ἐστὶν ἡ ἁμαρτία, ὑπεισῆλθεν αὐτῷ, λογική τις οὖσα καὶ νοερὰ δύναμις τοῦ Σατᾶν.","t":"In the same way the Lord was pleased, at his coming, to suffer for all, to buy them with his own blood, and to put a heavenly leaven of goodness into faithful souls that had been brought low under sin; and so then, by progress and growth, to bring to completion in them all the righteousness of the commandments and all the virtues, until they are leavened into one in the good and become one Spirit with the Lord, according to Paul's saying, so that evil and wickedness cannot come even so far as a thought in the soul wholly leavened by the divine Spirit, as it is said, \"Love does not reckon evil,\" and what follows. Without the heavenly leaven, which is the power of the divine Spirit, it is impossible for a soul to be leavened in the kindness of the Lord and to attain to life; just as the race of Adam could not have turned aside into such great evil and wickedness unless the leaven of evil, which is sin, had crept into it, being a kind of rational and intelligent power of Satan.","f":"Ps.-Macarius, <i>Hom.</i> 24.3 (PG 34:663–664; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/24-3)."},"macarius-homiliae-spirituales/24.4":{"o":"\"Ωσπερ γὰρ ἐὰν τις ἄλευρα φυράσῃ, μὴ βάλῃ δὲ προζύμιον, ὅσον ἂν δοκῇ ἐπιμελεῖσθαι καὶ μεταβάλλειν, καὶ κατεργάζεσθαι, ἄζυμόν ἐστι τὸ φύραμα, καὶ ἀνεπιτήδειον εἰς βρῶσιν· ἐπὰν δὲ βληθῇ ἡ ζύμη, ἕλκει πρὸς αὐτὴν ὅλον τὸ τοῦ ἀλεύρου φύραμα, καὶ ἀπεργάζεται ὅλον ζύμην, καθάπερ καὶ ὁ Κύριος παρείκασε τὴν βασιλείαν, εἰπὼν, Ὅμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Ἢ ὥσπερ ἐὰν ᾗ κρέα, καὶ πᾶσαν μὲν αὐτῶν ἐπιμέλειαν ποιήσηταί τις, μὴ ἁλίσῃ δὲ ἄλατι τῷ τῶν σκωλήκων ἀναιρετικῷ, καὶ δυσωδίας ἀφανιστικῷ, ὅζει καὶ σέσηπται τὰ κρέα, καὶ ἀχρήσιμα γεγένηται τοῖς ἀνθρώποις· τὸν αὐτὸν τρόπον ὑπόθου μοι πᾶσαν τὴν ἀνθρωπότητα κρέας εἶναι καὶ ἄζυμα· τὸ δὲ ἄλας καὶ τὸ προζύμιον ἐξ ἑτέρου αἰῶνος νόει τὴν θείαν φύσιν τοῦ ἁγίου Πνεύματος. Ἐὰν οὖν μὴ μιγῇ, καὶ βληθῇ εἰς τὴν ταπεινωθεῖσαν φύσιν τῶν ἀνθρώπων, ἐξ ἐκείνου τοῦ αἰῶνος, καὶ ἐξ ἐκείνης τῆς πατρίδος ἡ ἐπουράνιος τοῦ Πνεύματος ζύμη, καὶ τὸ ἀγαθὸν τῆς θεότητος ἅγιον ἅλας, οὐ μὴ μεταλλαγῇ ἡ ψυχὴ ἀπὸ τῆς δυσωδίας τῆς κακίας, οὐδ᾽ οὐ μὴ ζυμωθῇ ἀπὸ τῆς βαρύτητος, καὶ ἀζυμότητος τῆς πονηρίας.","t":"For if someone kneads flour but does not put in leaven, however much he seems to take care of it, turn it over, and work it, the dough is unleavened and unfit to eat; but once the leaven is put in, it draws the whole mass of the flour to itself and makes it all leaven, just as the Lord too compared the kingdom, saying, \"The kingdom of heaven is like leaven, which a woman took and hid in three measures of flour, until the whole was leavened.\" Or as with meat: if someone takes every care of it but does not season it with salt, which kills worms and does away with stench, the meat smells and rots and becomes useless to men. In the same way, suppose that all humanity is meat and unleavened dough, and understand the salt and the leaven from another age to be the divine nature of the Holy Spirit. If, then, the heavenly leaven of the Spirit and the good and holy salt of the Godhead, from that age and from that homeland, is not mixed and put into the lowly nature of men, the soul will never be changed from the stench of evil, nor will it ever be leavened out of the heaviness and unleavened state of wickedness.","f":"Ps.-Macarius, <i>Hom.</i> 24.4 (PG 34:664–665; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/24-4)."},"macarius-homiliae-spirituales/24.5":{"o":"Ὅσα γὰρ ἀφ' ἑαυτῆς ἡ ψυχὴ δοκεῖ ποιεῖν, καὶ ἐπιμελεῖσθαι, καὶ ἐπιτηδεύειν, τῇ ἰδίᾳ δυνάμει μόνον ἐπερειδομένη καὶ οἰομένη δύνασθαι τελείαν τὴν κατόρθωσιν δι' ἑαυτῆς ἄνευ τῆς συνεργείας τοῦ Πνεύματος κατεργάσασθαι, πολὺ πλανᾶται. Οὐ χρησιμεύει γὰρ εἰς τοὺς οὐρανίους τόπους· οὐ χρησιμεύει τῇ βασιλείᾳ ἡ ἀφ᾿ ἑαυτῆς καὶ δι᾿ ἑαυτῆς μόνον, ἄνευ τοῦ Πνεύματος, οἰομένη τὴν τελείαν καθαρότητα κατορθῶσαι. Ἐὰν γὰρ μὴ προσέλθῃ τῷ Θεῷ ὁ ὑπὸ τῶν παθῶν ἐνεργούμενος ἄνθρωπος, άρνησάμενος τὸν κόσμον, καὶ πιστεύσῃ ἐν ἐλπίδι καὶ ὑπομονῇ δέξασθαι ξένον τι τῆς ἰδίας φύσεως ἀγαθὸν, ὅπερ ἐστὶν ἡ δύναμις τοῦ ἁγίου Πνεύματος, ἐνστάξῃ τῇ ψυχῇ ἄνωθεν ὁ Κύριος ζωὴν θεότητος, οὐ μὴ αἴσθηται ζωῆς ἀληθινῆς ὁ τοιοῦτος, οὐδ᾽ οὐ μὴ ἀνανήψῃ ἐκ τῆς μέθης τῆς ὕλης, οὐ μὴ αὐγάσῃ φωτισμὸς τοῦ Πνεύματος ἐν τῇ ἐσκοτισμένῃ ψυχῇ, καὶ λάμψῃ ἐν αὐτῇ ἡμέραν ἁγίαν, καὶ ἐκ τοῦ βαθυτάτου ὕπνου τῆς ἀγνοίας ἐξυπνισθῇ, καὶ οὕτως ἐξ ἀληθείας ἐπιγνῷ Θεὸν διὰ δυνάμεως Θεοῦ, καὶ ἐνεργείας χάριτος.","t":"For whatever the soul seems to do of itself, and to take care of and practise, relying only on its own power and thinking that it can bring about perfect achievement by itself without the cooperation of the Spirit, it is greatly deceived. For a soul that thinks it can achieve perfect purity of itself and through itself alone, without the Spirit, is of no use for the heavenly places; it is of no use for the kingdom. For unless the man who is worked upon by the passions comes to God, renouncing the world, and believes, in hope and patience, that he will receive a good that is foreign to his own nature, which is the power of the Holy Spirit, and unless the Lord distils into the soul from above the life of the Godhead, such a man will never perceive true life, nor will he ever sober up from the drunkenness of matter; the illumination of the Spirit will not shine in the darkened soul, nor will a holy day dawn in it, nor will it be awakened from the deepest sleep of ignorance, and so come to know God in truth through the power of God and the working of grace.","f":"Ps.-Macarius, <i>Hom.</i> 24.5 (PG 34:665–666; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/24-5)."},"macarius-homiliae-spirituales/24.6":{"o":"Ἐὰν γὰρ μὴ οὕτως καταξιωθῇ ὁ ἄνθρωπος διὰ τῆς πίστεως τοῦ λαβεῖν χάριν, καὶ ἀνεπιτήδειος καὶ ἀνεύθετός ἐστι τῇ βασιλείᾳ· καὶ πάλιν δεξάμενος τὴν χάριν τοῦ Πνεύματος ἐν μηδενὶ παρατρεπόμενος, καὶ τὴν χάριν μὴ ἐνυβρίζων δι' ἀμελείας καὶ κακοπραγίας, καὶ οὕτως ἐπὶ χρόνοις ἀγωνισάμενος μὴ λυπήσῃ τὸ Πνεῦμα, δυνήσεται τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν. \"Ωσπερ γάρ τις αἰσθάνεται τῶν ἐνεργειῶν τῆς κακίας ἐκ τῶν παθῶν, λέγω θυμοῦ, καὶ ἐπιθυμίας, καὶ φθόνου, καὶ βάρους, καὶ πονηρῶν λογισμῶν, καὶ τῶν λοιπῶν ἀτοπημάτων οὕτως αἰσθάνεσθαι ὀφείλει τῆς χάριτος καὶ δυνάμεως τοῦ Θεοῦ ἐν ταῖς ἀρεταῖς, ἀγάπῃ λέγω, καὶ χρηστότητι, καὶ χαρᾷ, καὶ ἐλαφρότητι, καὶ ἀγαλλιάσει θείᾳ, ἵνα ἐξομοιωθῆναι δυνηθῇ, καὶ συγκερασθῆναι τῇ ἀγαθῇ καὶ θείᾳ φύσει, καὶ τῇ χρηστῇ καὶ ἁγίᾳ τῆς χάριτος ἐνεργείᾳ· κατὰ προκοπὴν δὲ καὶ αὔξησιν δοκιμαζομένη χρόνοις καὶ καιροῖς ἡ προαίρεσις, εἰ συνενοῦται πάντοτε τῇ χάριτι, καὶ εὐάρεστος εὐρίσκεται, γίνεται ὅλη ἐξ ὅλου κατὰ προκοπὴν ἐν Πνεύματι, καὶ οὕτω λοιπὸν ἁγία καὶ καθαρὰ διὰ τοῦ Πνεύματος ἐξεργασθεῖσα, τῆς βασιλείας ἀξία καθίσταται. Δόξα καὶ προσκύνησις τῷ ἀχράντῳ Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"For unless a man is thus counted worthy, through faith, to receive grace, he is unfit and unsuited for the kingdom. And again, when he has received the grace of the Spirit, if he turns aside in nothing and does not outrage grace by negligence and evil-doing, and so, having striven over long periods, does not grieve the Spirit, he will be able to obtain eternal life. For as a man perceives the workings of evil from the passions, I mean anger, desire, envy, heaviness, evil thoughts, and the other monstrous things, so he ought to perceive the grace and power of God in the virtues, I mean love, kindness, joy, lightness, and divine gladness, so that he may be made like and blended with the good and divine nature and the kind and holy working of grace. And the will, being tested by progress and growth over times and seasons, if it is always united with grace and is found well-pleasing, becomes wholly, by progress, in the Spirit; and so then, having been made holy and pure through the Spirit, it is rendered worthy of the kingdom. Glory and worship to the spotless Father, and Son, and Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 24.6 (PG 34:666; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/24-6)."},"macarius-homiliae-spirituales/25.1":{"o":"Οἷς ἐνυπάρχει ὁ θεῖος νόμος οὐκ ἐν μέλανι καὶ γράμμασιν ἐγγεγραμμένος, ἀλλ' ἐν καρδίαις σαρκίναις ἐμπεφυτευμένος, οὗτοι τοὺς τῆς διανοίας ὀφθαλμοὺς φωτισθέντες, καὶ ἀεὶ ὀρεγόμενοι, οὐ τῆς αἰσθητῆς καὶ βλεπομένης ἐλπίδος, ἀλλὰ τῆς ἀοράτου καὶ νοητῆς, περιγίνεσθαι τῶν τοῦ πονηροῦ σκανδάλων ἰσχύουσιν, ἀλλ' ἐκ τῆς ἀηττήτου δυνάμεως. Οἱ δὲ μὴ λόγῳ Θεοῦ τετιμημένοι, μήτε νόμῳ θείῳ πεπαιδευμένοι, εἰκῆ φυσιούμενοι οἴονται διὰ τοῦ ἰδίου αὐτεξουσίου καταργεῖν τὰς ἀφορμὰς τῆς ἁμαρτίας, τῆς διὰ μόνου τοῦ ἐν τῷ σταυρῷ μυστηρίου κατακρινομένης. Τὸ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου δυνάμει αὐτεξούσιον ἐπὶ τῷ ἀντιστῆναι τῷ διαβόλῳ κεῖται, ἀλλ᾽ οὐκ ἐπὶ τῷ δύνασθαι ἔχειν παντελῶς τὸ κράτος κατὰ τῶν παθῶν. Ἐὰν γὰρ μὴ ὁ Κύριος οἰκοδομήσῃ, φησὶν, οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάττων, καὶ κοπιᾷ ὁ οἰκοδομῶν.","t":"Homily 25. This homily teaches that no man is strong enough to overcome the stumbling blocks of the evil one unless he is empowered by Christ, and what those who long for the divine glory must do. It teaches also that through the disobedience of Adam we went down into slavery to the passions of the flesh, from which we are rescued through the mystery of the cross. Then it instructs us that the power of tears and of the divine fire is great.\n\nThose in whom the divine law dwells, not written in ink and letters but planted in hearts of flesh, have the eyes of their understanding enlightened, and they long always, not for a hope that is perceived by the senses and seen, but for one that is invisible and spiritual; these are strong enough to overcome the stumbling blocks of the evil one, though by the invincible power. But those who are not honoured by the word of God, nor instructed by the divine law, puffed up without cause, think that by their own free will they can abolish the occasions of sin, which is condemned only through the mystery of the cross. For the free will in man's power extends to resisting the devil, but not to being able to have complete mastery over the passions. \"For unless the Lord builds the house,\" it says, \"and guards the city, the watchman has stayed awake in vain, and the builder labours in vain.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 25.1 (PG 34:667; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-1)."},"macarius-homiliae-spirituales/25.10":{"o":"Τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τοὺς σὺν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ Σωτῆρος μετὰ τὴν ἀνάστασιν, ὅθεν καὶ ἄγγελοι καὶ τὰ λειτουργικά πνεύματα τούτου τοῦ πυρὸς τῆς λαμπρότητος μετέχουσι, κατὰ τὸ εἰρημένον, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Τοῦτο τὸ πῦρ τὴν ἐν τῷ ἔνδον ὀφθαλμῷ δοκὸν κατακαῖον, καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν, ἵνα ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικὸν, ὁρᾷ εἰς τὸ διηνεκὲς τὰ τοῦ Θεοῦ θαυμάσια, κατὰ τὸν λέγοντα, Αποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Τοῦτο τοιγαροῦν τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον, καὶ ἁμαρτίας ἀναιρετικὸν, ἀναστάσεως δὲ δύναμις, καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς, καὶ λογικῶν δυνάμεων σύστασις. Τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι, ἵνα πάντοτε ἐν φωτὶ περιπατοῦντες, μηδέποτε κἂν πρὸς βραχὺ προσκόψωμεν πρὸς λίθον τοὺς πόδας ἡμῶν, ἀλλ᾿ ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι λόγον ζωῆς ἐπέχωμεν ἀϊδίου, ἵνα ἀπολαύοντες ἐν τοῖς ἀγαθοῖς τοῦ Θεοῦ, σὺν τῷ Κυρίῳ ἀναπαυσώμεθα ἐν ζωῇ, δοξάζοντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.","t":"This fire warmed the heart of Cleopas and those with him while the Saviour spoke after the resurrection. Hence angels too and the ministering spirits share in the brightness of this fire, according to what is said, \"He who makes his angels spirits, and his ministers a flaming fire.\" This fire, burning up the beam in the inner eye, restores the mind to purity, so that, recovering its natural power of sight, it may see the wonders of God continually, according to him who says, \"Uncover my eyes, and I will perceive wonders out of your law.\" This fire, therefore, puts demons to flight and destroys sin; it is the power of resurrection and the working of immortality, the illumination of holy souls and the stability of rational powers. Let us pray that this fire may come to us too, so that, walking always in the light, we may never, even for a moment, strike our feet against a stone, but, shining as lights in the world, may hold fast the word of everlasting life; so that, enjoying the good things of God, we may rest with the Lord in life, glorifying the Father, and the Son, and the Holy Spirit; to whom be the glory for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 25.10 (PG 34:674; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-10)."},"macarius-homiliae-spirituales/25.2":{"o":"Αμήχανον γὰρ ἐπιβῆναι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατῆσαι λέοντα καὶ δράκοντα, μὴ πρότερον, καθ' ὅσον δυνατὸν ἀνθρώπῳ, ἐκκαθάραντα ἑαυτὸν, καὶ δυναμωθέντα παρὰ τοῦ εἰπόντος τοῖς ἀποστόλοις, Ἰδοὺ δέδωκα ὑμῖν δύναμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἰ γὰρ ἴσχυεν ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ ἁγίου Πνεύματος, στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, οὐκ ἂν εἴρητο ὑπὸ τοῦ ᾿Αποστόλου, Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Καὶ πάλιν, \"Ον ὁ Κύριος, ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Διὸ δὴ καὶ προσετάχθημεν δέεσθαι τοῦ Κυρίου, Μὴ εἰσενέγκῃς εἰς πειρασμὸν ἡμᾶς, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐὰν γὰρ μὴ διὰ τῆς κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ, καταξιωθῶμεν τῆς υἱοθεσίας, εἰς μάτην πολιτευόμεθα, ὡς πόῤῥω τῆς δυνάμεως τοῦ Θεοῦ τυγχάνοντες.","t":"For it is impossible to tread on the asp and the basilisk and to trample the lion and the dragon unless one has first cleansed oneself, as far as is possible for a man, and been empowered by him who said to the apostles, \"Behold, I have given you power to tread upon serpents and scorpions, and over all the power of the enemy.\" For if human nature were able to stand against the schemes of the devil without the full armour of the Holy Spirit, the Apostle would not have said, \"But the God of peace will crush Satan under your feet shortly\"; and again, \"whom the Lord will slay with the spirit of his mouth.\" That is why we have been commanded to pray to the Lord, \"Lead us not into temptation, but deliver us from the evil one.\" For unless, rescued by help that is stronger than we are from the fiery darts of the evil one, we are counted worthy of adoption as sons, we live our life in vain, being far from the power of God.","f":"Ps.-Macarius, <i>Hom.</i> 25.2 (PG 34:667–668; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-2)."},"macarius-homiliae-spirituales/25.3":{"o":"Ὁ τοίνυν βουλόμενος μέτοχος γίνεσθαι τῆς θείας δόξης, καὶ ὥσπερ ἐν κατόπτρῳ, τὴν Χριστοῦ μορφὴν ὁρᾶν ἐν τῷ ἡγεμονικῷ αὐτοῦ, ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλήστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως νύκτωρ καὶ μεθ' ἡμέραν ζητεῖν τὴν ἐκ τοῦ Θεοῦ ἀντίληψιν ἐν δυνάμει, ἧς ἀμήχανον μετασχεῖν, εἰ μὴ, ὡς προεῖπον, ἀπόσχοιτό τις πρότερον τῆς ἡδυπαθείας τοῦ κόσμου, τῶν ἐπιθυμιῶν τῆς ἐναντίας δυνάμεως, ἥτις φωτὸς ἀλλοτρία ἐστὶ, καὶ ἐνέργεια πονηρίας ἀγαθῆς ἐνεργείας ἀνοίκειός ἐστι, καὶ πάντη ἀπεξενωμένη. Τοιγαροῦν εἰ βούλει μαθεῖν τίνος ἕνεκεν κτισθέντες ἐν τιμῇ καὶ κατοικισθέντες ἐν παραδείσῳ, τελευταῖον συμπαρεβλήθημεν τοῖς ἀνοήτοις κτήνεσι, καὶ ὡμοιώθημεν αὐτοῖς, ἀποπεπτωκότες τῆς ἀχράντου δόξης, γίνωσκε, ὅτι διὰ τῆς παρακοῆς δοῦλοι τῆς σαρκὸς παθῶν γενόμενοι ἀπεκλείσαμεν ἑαυτοὺς τῆς μακαρίας χώρας τῶν ζώντων, καὶ ἐν αἰχμαλωσίᾳ γενόμενοι, ἔτι ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος καθεζόμεθα καὶ διὰ τὸ ἔτι ἐν Αἰγύπτῳ ἡμᾶς κατέχεσθαι, οὔπω ἐκληρονομήσαμεν τὴν γῆν ἐπαγγελίας, τὴν ῥέουσαν γάλα καὶ μέλι. Ούπω συνεφυράθῆμεν τῇ ζύμῃ τῆς εἰλικρινείας, ἀλλ᾿ ἔτι ἐσμὲν ἐν τῇ τῆς πονηρίας ζύμῃ. Ούπω ἐῤῥαντίσθη ἡμῶν ἡ καρδία τῷ αἴματι τοῦ Θεοῦ· ἔτι γὰρ τὸ πέταυρον τοῦ ᾅδου, καὶ τὸ ἄγκιστρον τῆς κακίας ἐμπέπηκται αὐτῇ.","t":"Whoever, then, wishes to become a sharer in the divine glory, and to see the form of Christ in his ruling faculty as in a mirror, ought with insatiable affection and unappeasable longing, with his whole heart and strength, night and day, to seek the help that comes from God in power. It is impossible to share in it unless, as I said before, one first abstains from the luxury of the world and from the desires of the opposing power, which is foreign to light; and the working of wickedness is alien to good working and wholly estranged from it. If, therefore, you wish to learn why, though created in honour and settled in paradise, we were at last compared with the senseless cattle and made like them, having fallen from the spotless glory, know that through disobedience we became slaves of the passions of the flesh and shut ourselves out of the blessed land of the living; and having fallen into captivity, we still sit by the rivers of Babylon. And because we are still held fast in Egypt, we have not yet inherited the land of promise, flowing with milk and honey. We have not yet been kneaded together with the leaven of sincerity, but we are still in the leaven of wickedness. Our heart has not yet been sprinkled with the blood of God; for the snare of Hades and the hook of evil are still fixed in it.","f":"Ps.-Macarius, <i>Hom.</i> 25.3 (PG 34:668–669; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-3)."},"macarius-homiliae-spirituales/25.4":{"o":"Οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου τοῦ Χριστοῦ. ἔτι γὰρ τὸ κέντρον τοῦ θανάτου ἐγκατεῤῥίζωται ἡμῖν. Οὔπω ἐνεδυσάμεθα τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὀσιότητι· ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Οὔπω φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, σύμμορφοι τῆς δόξης αὐτοῦ γεγόναμεν. Ούπω προσεκυνήσαμεν ἐν Πνεύματι καὶ ἀληθείᾳ Θεῷ, διὰ τὸ βασιλεύειν τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ ἡμῶν σώματι. Οὔπω ἐθεασάμεθα τὴν δόξαν τοῦ ἀφθάρτου· ἔτι γὰρ ὑπὸ τῆς σκοτομήνης ἐνεργούμεθα. Ούπω ἐνεδυσάμεθα τὰ ὅπλα τοῦ φωτός• ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὰ τοῦ σκότους ὅπλα τε καὶ βέλη, καὶ ἔργα. Ούπω μετεμορφώθημεν τῇ ἀνακαινίσει τοῦ νοός. Ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ ἐν τῇ τοῦ νοὸς ματαιότητι. Ούπω Χριστῷ συνεδοξάσθημεν, διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ. Οὔπω τὰ στίγματα αὐτοῦ ἐν τῷ σώματι ἡμῶν φέρομεν, γενόμενοι ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἔτι γὰρ ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐσμέν. Ούπω Θεοῦ κληρονόμοι καὶ συγκληρονόμοι Χριστοῦ γεγόναμεν· ὅτι γὰρ πνεῦμα δουλείας ἐνυπάρχει, καὶ οὐχ υἱοθεσίας οὔπω γεγόναμεν ναὸς Θεοῦ, καὶ οἰκητήριον Πνεύματος ἁγίου· ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων, καὶ δοχεῖον πνευμάτων πονηρίας, διὰ τὴν ἐπὶ τὰ πάθη ὁρμήν.","t":"We have not yet received the gladness of the salvation of Christ; for the sting of death is still rooted in us. We have not yet put on the new man, created according to God in holiness, since we have not yet put off the old man, who is corrupted according to the desires of deceit. We have not yet borne the image of the heavenly and become conformed to his glory. We have not yet worshipped God in Spirit and truth, because sin reigns in our mortal body. We have not yet beheld the glory of the incorruptible; for we are still worked upon by the moonless darkness. We have not yet put on the armour of light, since we have not yet put off the armour and darts and works of darkness. We have not yet been transformed by the renewal of the mind; for we are still conformed to this age in the futility of the mind. We have not yet been glorified with Christ, because we do not suffer with him. We do not yet bear his marks in our body as those who have come into the mystery of the cross of Christ; for we are still in the sufferings and desires of the flesh. We have not yet become heirs of God and fellow heirs with Christ; for a spirit of slavery dwells in us, and not of adoption. We have not yet become a temple of God and a dwelling place of the Holy Spirit; for we are still a temple of idols and a receptacle of spirits of wickedness, because of our impulse toward the passions.","f":"Ps.-Macarius, <i>Hom.</i> 25.4 (PG 34:669–670; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-4)."},"macarius-homiliae-spirituales/25.5":{"o":"Ὄντως γὰρ οὔπω τοῦ τρόπου τὸ ἀκέραιον, καὶ τὴν τῆς διανοίας λαμπρότητα ἐκτησάμεθα. Ούπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος, καὶ τῆς νοητῆς αὐξήσεως. Οὔπω ἡμῖν ἡμέρα διηύγασεν, οὔτε ἑωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν. Οὔπω συνεκράθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης, οὔπω ταῖς αὐτοῦ συνηστράψαμεν ἀκτῖσιν. Οὔπω ἀπειλήφαμεν τὴν τοῦ Κυρίου ὁμοίωσιν, οὔτε γεγόναμεν τῆς θείας φύσεως κοινωνοί. Ούπω γεγόναμεν ἄδολος πορφύρα βασιλικὴ, οὔτε ἀνόθευτος εἰκὼν θεϊκή. Οὔπω ἐτρώθημεν τῷ θείῳ ἔρωτι, οὔτε ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ Νυμφίου. Ούπω τὴν ἄφραστον κοινωνίαν ἐγνωρίσαμεν, οὔτε τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν. Καὶ ἵνα συνελὼν πάντα εἶπω, οὔπω ἐσμὲν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν· ἐπειδὴ δὲ ἔτι ἐσμὲν ὄφεις, γεννήματα ἐχιδνῶν.","t":"For truly we have not yet acquired integrity of character and brightness of understanding. We have not yet been counted worthy of the pure spiritual milk and of spiritual growth. The day has not yet dawned for us, nor has the morning star risen in our hearts. We have not yet been blended with the Sun of righteousness; we have not yet shone together with his rays. We have not yet received the likeness of the Lord, nor have we become partakers of the divine nature. We have not yet become unadulterated royal purple, nor an untouched divine image. We have not yet been wounded with divine love, nor struck by the spiritual love of the Bridegroom. We have not yet come to know the unspeakable communion, nor have we recognized the power and peace that are in holiness. And, to sum it all up, we are not yet a chosen race, a royal priesthood, a holy nation, a people for God's own possession; since we are still serpents, brood of vipers.","f":"Ps.-Macarius, <i>Hom.</i> 25.5 (PG 34:670–671; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-5)."},"macarius-homiliae-spirituales/25.6":{"o":"Πῶς δὲ οὐκ ὄφεις, οἱ μὴ ἐν τῇ ὑπακοῇ τοῦ Θεοῦ εὑρισκόμενοι, ἀλλ᾽ ἐν τῇ διὰ τοῦ ὄφεως γενομένῃ παρακοῇ; ἐπὶ τούτοις τοίνυν, πῶς μὲν ἀξίως ὀδύρωμαι τὴν συμφοράν, οὐχ εὑρίσκω. Πῶς δὲ ἐκβοήσας δακρύσω πρὸς τὸν δυνάμενον ἐξελάσαι τὴν ἐν ἐμοὶ αὐλιζομένην πλάνην ἀγνοῶ· Πῶς δὲ ἄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Πῶς θρηνήσω τὴν Ἱερουσαλήμ Πῶς ἀποφύγω τὴν μοχθηράν δουλείαν τοῦ Φαραώ; Πῶς καταλίπω τὴν αἰσχρὰν παροικίαν Πῶς ἀρνήσωμαι τὴν πικρὰν τυραννίδα; πῶς ἐξέλθω ἐκ γῆς Αἰγύπτου; Πῶς περάσω τὴν Ἐρυθρὰν θάλασσαν; Πῶς παρέλθω τὴν μεγάλην ἔρημον; Πῶς μὴ ἀπόλωμαι δηχθεὶς ὑπὸ τῶν ὄφεων; Πῶς νικήσω τοὺς ἀλλοφύλους; Πῶς ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη; Πῶς δέξωμαι ἐν ταῖς ἐμαῖς πλαξὶ τὰ λόγια τοῦ θείου νόμου; Πῶς ὄψομαι τὸν ἀληθινὸν στύλον τοῦ φωτὸς, καὶ τῆς ἐκ τοῦ ἁγίου Πνεύματος νεφέλης; Πῶς ἀπολαύσω τοῦ μάννα τῆς ἀἰδίου τρυφῆς; Πῶς πίω τὸ ἐκ τῆς ζωοποιου πέτρας ὕδωρ Πῶς παρέλθω τὸν Ἰορδάνην, εἰσελθὼν εἰς τὴν ἀγαθὴν γῆν τῆς ἐπαγγελίας; Πῶς ἴδω τὸν ἀρχιστράτηγον Κυρίου, ὃν ἰδὼν ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, πεσὼν παραχρῆμα προσεκύνησεν;","t":"And how are they not serpents, who are found not in obedience to God but in the disobedience that came about through the serpent? Over these things, then, I cannot find how to lament the calamity worthily. I do not know how to cry aloud and weep before him who is able to drive out the deception that lodges in me. How shall I sing the Lord's song in a foreign land? How shall I lament Jerusalem? How shall I escape the grievous slavery of Pharaoh? How shall I leave the shameful sojourning? How shall I renounce the bitter tyranny? How shall I go out of the land of Egypt? How shall I cross the Red Sea? How shall I pass through the great wilderness? How shall I not perish, bitten by the serpents? How shall I conquer the foreigners? How shall I destroy utterly the nations that are in me? How shall I receive on my tablets the oracles of the divine law? How shall I see the true pillar of light, and of the cloud that comes from the Holy Spirit? How shall I enjoy the manna of everlasting delight? How shall I drink the water from the life-giving rock? How shall I cross the Jordan and enter the good land of promise? How shall I see the commander of the Lord's army, whom Joshua the son of Nun saw and at once fell down and worshipped?","f":"Ps.-Macarius, <i>Hom.</i> 25.6 (PG 34:671–672; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-6)."},"macarius-homiliae-spirituales/25.7":{"o":"Ἐὰν γὰρ μὴ διὰ τούτων πάντων γενόμενος, ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη, οὐ μὴ εἰσελθὼν καταπαύσω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, οὐδὲ μὴ μέτοχος γένωμαι τῆς βασιλέως δόξης. Τοιγαροῦν σπούδασον ἄμωμον τέκνον Θεοῦ γενέσθαι, καὶ εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. Σπούδασον ἀπογραφῆναι ἐν τῇ ἐν οὐρανοῖς Ἐκκλησίᾳ μετὰ τῶν πρωτοτόκων, ὅπως εὐρεθῆς ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Ὑψίστου. Σπούδασον εἰσελθεῖν εἰς τὴν ἁγίαν πόλιν, τὴν εἰρηνευομένην Ἱερουσαλήμ, καὶ ἀνωτάτην, ἔνθα καὶ ὁ παράδεισος. Τούτων γὰρ τῶν θαυμαστῶν καὶ μακαρίων παραδειγμάτων, οὐχ ἑτέρως πως καταξιωθήσῃ, εἰ μὴ καταφέρεις δάκρυα ἡμέρας καὶ νυκτὸς, κατὰ τὸν λέγοντα· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Οὐ γὰρ ἀγνοεῖς, ὅτι Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Διό φησιν ὁ Προφήτης μετὰ παῤῥησίας· Τῶν δακρύων μου μὴ παρασιωπήσῃς· καὶ πάλιν, ῎Ἔθου τὰ δάκρυά μου ἐν ὄψει σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου; καὶ, Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός· καὶ ἐν ἑτέρῳ ψαλμῷ, Τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.","t":"For unless I pass through all these and destroy utterly the nations that are in me, I shall never enter and rest in the sanctuary of God, nor shall I become a sharer in the King's glory. Therefore make haste to become a blameless child of God and to enter that rest where Christ entered as forerunner on our behalf. Make haste to be enrolled in the church in heaven with the firstborn, so that you may be found at the right hand of the Majesty of the Most High. Make haste to enter the holy city, Jerusalem that is at peace, the city most high, where paradise also is. For you will be counted worthy of these wonderful and blessed patterns in no other way than by shedding tears day and night, as he says who said, \"Every night I will wash my bed; with my tears I will drench my couch.\" For you are not unaware that \"those who sow in tears will reap in gladness.\" That is why the prophet says boldly, \"Do not keep silent at my tears\"; and again, \"You have set my tears before you, as also in your promise\"; and, \"My tears have become bread to me day and night\"; and in another psalm, \"I mingled my drink with weeping.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 25.7 (PG 34:672; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-7)."},"macarius-homiliae-spirituales/25.8":{"o":"Τὸ γὰρ ὄντως ἐκ πολλῆς θλίψεως καὶ συνοχής καρδίας προχεόμενον δάκρυον, ἐν γνώσει ἀληθείας μετὰ καὶ πυρώσεως σπλάγχνων, βρῶσίς ἐστι ψυχῆς χορηγουμένη ἐκ τοῦ ἐπουρανίου ἄρτου, οὗ προηγουμένως μετέσχε Μαρία καθεσθεῖσα πρὸς τοῖς ποσὶ τοῦ Κυρίου, καὶ δακρύουσα μετὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ Σωτῆρος. Φησὶ γὰρ, Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ὦ τῶν πολυτίμων ἐκείνων μαργαριτῶν ἐν τῇ ἐπιῤῥοῇ τῶν μακαρίων δακρύων! Ὢ τῆς εὐθείας ἐκείνης καὶ εὐπειθοῦς ἀκοῆς! Ω τῆς ἀνδρείας καὶ σοφῆς διανοίας Ω ὀξύτης Πνεύματος Κυρίου ἔρωτος, σφοδρῶς πρὸς τὸν ἄχραντον Νυμφίον ἐπαγομένου! \"Ω κέντρον πόθου ψυχῆς πρὸς τὸν Θεὸν Λόγον! Ὣ σύντομος κοινωνία νύμφης πρὸς τὸν οὐράνιον Νυμφίον!","t":"For the tear that is truly poured out from great affliction and distress of heart, in the knowledge of the truth and with burning of the inmost heart, is food for the soul, supplied from the heavenly bread. Of this Mary partook above all, when she sat at the feet of the Lord and wept, after the testimony of the Saviour himself. For he says, \"But Mary has chosen the good portion, which shall not be taken away from her.\" O those most precious pearls in the flow of blessed tears! O that upright and ready hearing! O that courageous and wise understanding! O keenness of the Spirit of the Lord's love, drawn vehemently toward the spotless Bridegroom! O goad of the soul's longing for God the Word! O close communion of the bride with the heavenly Bridegroom!","f":"Ps.-Macarius, <i>Hom.</i> 25.8 (PG 34:672–673; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-8)."},"macarius-homiliae-spirituales/25.9":{"o":"Μίμησαι ταύτην, ὡς τέκνον, μίμησαι πρὸς μηδὲν ἕτερον ἀφορῶσα, εἰ μὴ πρὸς μόνον τὸν εἰπόντα, Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Ἔστι γὰρ πύρωσις τοῦ Πνεύματος ἡ ἀναζωπυροῦσα τὰς καρδίας. Διότι τὸ ἄῦλον καὶ θεῖον πῦρ φωτίζει μὲν ψυχὰς, καὶ δοκιμάζειν εἴωθεν, ὥσπερ ἄδολον χρυσὸν ἐν καμίνῳ κακίαν δὲ ἀναλίσκει, ὥσπερ ἀκάνθας καὶ καλάμην Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶ, διδοὺς ἐκδίκησιν τοῖς μὴ εἰδόσιν αὐτὸν ἐν φλογὶ πυρὸς, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ αὐτοῦ. Τοῦτο τὸ πῦρ ἐνήργησεν ἐν τοῖς ἀποστόλοις, ἡνίκα ἐλάλουν γλώσσαις πυρίναις. Τοῦτο τὸ πῦρ διὰ τῆς φωνῆς Παῦλον περιλάμψαν, τὴν μὲν διάνοιαν αὐτοῦ ἐφώτισε, τὴν δὲ αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἡμαύρωσεν. Οὐ γὰρ χωρὶς σαρκὸς εἶδεν ἐκείνου τοῦ φωτὸς τὴν δύναμιν. Τοῦτο τὸ πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ τοῦτο τὸ πῦρ ἐν εἴδει ὀχήματος Ἠλίαν ἐκ τῆς γῆς ἤρπασε τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ μακάριος Δαβίδ ἔλεγε, Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.","t":"Imitate her, my child, imitate her, looking to nothing else but only to him who said, \"I came to cast fire on the earth, and what will I, if it is already kindled?\" For there is a burning of the Spirit that rekindles hearts. For the immaterial and divine fire enlightens souls and is wont to test them, like unalloyed gold in a furnace, while it consumes evil like thorns and stubble. \"For our God is a consuming fire,\" taking vengeance in flaming fire on those who do not know him and on those who do not obey his Gospel. This fire worked in the apostles when they spoke with tongues of fire. This fire, shining round Paul through the voice, enlightened his understanding but darkened his sense of sight; for not without the flesh did he see the power of that light. This fire was seen by Moses in the bush; this fire, in the form of a chariot, caught Elijah up from the earth. Seeking the working of this fire, blessed David said, \"Test me, O Lord, and try me; burn my reins and my heart.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 25.9 (PG 34:673–674; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/25-9)."},"macarius-homiliae-spirituales/26.1":{"o":"Μὴ ἁπλῶς τῇ νοερᾷ τῆς ψυχῆς οὐσίᾳ πρόσχῃς, ἀγαπητέ. Τίμιόν τι σκεῦός ἐστιν ἡ ἀθάνατος ψυχή. Ἴδε πόσος ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ οὐκ ηὐδόκησεν ἐν αὐτοῖς ὁ Θεὸς, εἰ μὴ μόνον εἰς σέ. Βλέπε σου τὸ ἀξίωμα καὶ τὴν εὐγένειαν, ὅτι μὴ δι' ἀγγέλων, ἀλλὰ δι᾽ ἑαυτοῦ ἦλθεν ὁ Κύριος εἰς σὴν πρεσβείαν, ὥστε σε τὸν ἀπολωλότα ἀνακαλέσασθαι, τὸν τετραυματισμένον, καὶ ἀποδοῦναί σοι τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ. Δεσπότης γὰρ ἦν ὁ ἄνθρωπος, ἀπὸ τοῦ οὐρανοῦ καὶ τῶν κάτω, καὶ διακριτικὸς παθῶν, καὶ δαιμόνων ἀλλότριος, καθαρὸς ἀπὸ ἁμαρτίας ἢ κακῶν, καὶ ὁμοίωμα Θεοῦ· διὰ δὲ τῆς παραβάσεως ἀπολωλώς ἐστι, καὶ τετραυματισμένος. Ἠμαύρωσε γὰρ τὸν νοῦν ὁ Σατανᾶς, ἔν τινι οὕτως ἐστὶ, καὶ ἔν τινι ζῇ καὶ διακρίνει, καὶ ἔχει θέλημα.","t":"Homily 26. On the worth, the preciousness, the power, and the working of the immortal soul; how it is tempted by Satan, and how it obtains freedom from temptations. It contains certain questions full of much teaching.\n\nDo not consider lightly the spiritual substance of the soul, beloved. The immortal soul is a precious vessel. See how great the heaven and the earth are, and God was not well pleased in them, but only in you. Look at your dignity and nobility: not through angels but by himself the Lord came as your ambassador, to call back you who were lost and wounded, and to give back to you the original form of the pure Adam. For man was lord of everything from heaven to the things below, able to discern the passions, a stranger to demons, pure from sin or evil, and a likeness of God. But through the transgression he is lost and wounded. For Satan darkened the mind; in one respect it is in that state, and in another respect it lives and discerns and has a will.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.1 (PG 34:675; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-1)."},"macarius-homiliae-spirituales/26.11":{"o":"Τοῦτο δὲ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, ὅσα ἂν κάμῃ, καὶ ὅσας ἂν ποιήσῃ δικαιοσύνας, ὡς μηδὲν ποιήσας διακεῖσθαι, καὶ νηστεύων λέγειν, Οὐκ ἐνήστευσα· εὐχόμενος, Οὐκ ηὐξάμην· παραμένων τῇ εὐχῇ, Οὐ παρέμεινα· καὶ ἀκμὴν ἀρχὴν ἔχω τοῦ ἀσκεῖν, καὶ κάμνειν· κἂν δίκαιος ᾗ παρὰ Θεῷ, ὀφείλει λέγειν, Ἐγὼ οὐκ εἰμὶ δίκαιος, οὔτε κάμνω, ἀλλὰ καθ' ἡμέραν ἄρχομαι. Οφείλει δὲ ἔχειν καθ' ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν, καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ ἀπολυτρώσεως, καὶ λέγων, Ἐὰν σήμερον οὐκ ἐλυτρώθην, αὔριον λυτροῦμαι· ὡς γὰρ ὁ φυτεύων ἄμπελον πρὶν ἢ ἐξάρξασθαι τοῦ καμάτου, ἔχει τὴν χαρὰν ἐν ἑαυτῷ, καὶ τὴν ἐλπίδα· καὶ προδιαγράφει ἐν τῷ νῷ οἰνεῶνας, καὶ ψηφίζει προσόδους, μήπω γενομένου οἴνου. Καὶ οὕτως ἀναδέχεται τὸν κάματον. Ἡ γὰρ ἐλπὶς καὶ ἡ προσδοκία ποιεῖ αὐτὸν προθύμως κάμνειν, καὶ τέως ἐκ τοῦ οἴκου πολλὰς δαπάνας σκορπίζει· ὁμοίως καὶ ὁ οἰκοδομῶν οἶκον, καὶ ὁ γεωργῶν, πρῶτον ἐκ τῶν ἰδίων πολλὰ σκορπίζει διὰ τὴν ἐλπίδα τῆς μελλούσης προσόδου· οὕτω κἀνταῦθα, ἐὰν μὴ τις ἔχῃ πρὸ ὀφθαλμῶν τὴν χαρὰν καὶ τὴν ἐλπίδα, ὅτι Μέλλω λυτρώσεως τυγχάνειν καὶ ζωῆς, οὐ δύναται ὑπομένειν τὰς θλίψεις, οὔτε τὸ φορτίον, καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι· ἡ γὰρ συνοῦσα ἐλπὶς καὶ χαρὰ ποιεῖ αὐτὸν κάμνειν, καὶ ὑπομένειν τὰς θλίψεις, καὶ τὸ φορτίον, καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι,","t":"This is the sign of Christianity: however much one labours and whatever acts of righteousness one does, to be disposed as one who has done nothing; when fasting, to say, \"I have not fasted\"; when praying, \"I have not prayed\"; when persevering in prayer, \"I have not persevered; I am still only at the beginning of ascetic practice and labour.\" Even if he is righteous before God, he ought to say, \"I am not righteous, nor do I labour, but every day I begin.\" And he ought to have every day the hope and joy and expectation of the coming kingdom and redemption, and to say, \"If I was not redeemed today, tomorrow I shall be redeemed.\" For one who plants a vineyard, before he begins the labour, has joy and hope within himself; he sketches out wine-vats in his mind and reckons up the returns, though there is no wine yet. And so he takes on the labour. For hope and expectation make him labour eagerly, and meanwhile he spends much from his house. Likewise the man who builds a house, and the farmer, first spend much of their own for the hope of the coming return. So here too, unless someone has before his eyes the joy and the hope, \"I shall obtain redemption and life,\" he cannot endure the afflictions nor take up the burden and the narrow way; for the hope and joy that are with him make him labour, endure the afflictions, and take up the burden and the narrow way.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.11 (PG 34:681–682; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-11)."},"macarius-homiliae-spirituales/26.12":{"o":"Ὥσπερ δὲ οὐκ ἔστιν εὔκολον δόλον φυγεῖν ἀπὸ πυρὸς, οὕτως οὐδὲ ψυχὴν ἐκ τοῦ πυρὸς τοῦ θανάτου εἰ μὴ διὰ πολλοῦ καμάτου. Ὡς ἐπὶ τὸ πλεῖστον δὲ ὁ Σατανᾶς, ὡς ἐπὶ προφάσει ἀγαθῶν λογισμῶν, ὅτι ἐκ τούτου δύνασαι εὐαρεστῆσαι τῷ Θεῷ, ὑποβάλλει τῇ ψυχῇ, καὶ ὑποκλέπτει αὐτὴν εἰς λεπτὰ καὶ εὐλογοφανῆ νοήματα, καὶ οὐκ οἶδεν ὑποκλεπτομένη διακρίναι, καὶ οὕτως ἐμπίπτει εἰς παγίδα καὶ ἀπώλειαν τοῦ διαβόλου. Τὸ δὲ καιριώτατον ὅπλον τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ, τοῦτό ἐστιν, ἵνα εἰσελθὼν εἰς τὴν καρδίαν ποιήσῃ πόλεμον πρὸς τὸν Σατανᾶν, καὶ μισήσῃ ἑαυτὸν, καὶ ἀρνήσηται τὴν ψυχὴν αὐτοῦ, ὀργισθῇ τε καὶ ἐπιπλήξῃ, καὶ ταῖς συνούσαις ἐπιθυμίαις ἀντιτάξηται καὶ ἀντιπαλαίσῃ τοῖς λογισμοῖς, καὶ μαχεσθῇ αὐτῷ.","t":"And as it is not easy to escape from fire, so neither can a soul escape from the fire of death except by much labour. For the most part Satan, under pretext of good thoughts (\"by this you can please God\"), suggests things to the soul and steals it away into subtle and plausible notions, and the soul, being stolen away, does not know how to discern, and so it falls into the snare and destruction of the devil. But the most effective weapon of the athlete and contender is this: to enter into the heart and make war on Satan, to hate himself and deny his own soul, to be angry and rebuke, to set himself against the desires that are with him, to wrestle against the thoughts, and to fight with him.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.12 (PG 34:682; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-12)."},"macarius-homiliae-spirituales/26.13":{"o":"Εἰ δὲ εἰς τὸ φαινόμενον φυλάσσεις τὸ σῶμά σου ἀπὸ φθορᾶς καὶ πορνείας· ἔσωθεν δὲ ἐμοίχευσας καὶ ἐπόρνευσας ἐν τοῖς λογισμοῖς σου, μοιχεύεις τῷ Θεῷ, καὶ οὐδὲν ὠφέλησας τὸ σῶμα ἔχων παρθένον. \"Ωσπερ ἐὰν ᾗ νεᾶνις καὶ νεανίσκος, καὶ δόλῳ κολακεύσας αὐτὴν φθείρῃ, λοιπὸν βδελυκτή ἐστι τῷ νυμφίῳ, ὅτι ἐμοιχεύθη· οὕτω καὶ ἡ ἀσώματος ψυχὴ τῷ ἐνδομυχοῦντι ὄφει κοινωνοῦσα τῷ πονηρῷ πνεύματι, πορνεύει ἀπὸ Θεοῦ· καὶ γέγραπται, Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἔστι γὰρ πορνεία διὰ σώματος τελουμένη, καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ Σατανᾷ ἡ αὐτὴ γὰρ ψυχὴ κοινωνική ἐστι καὶ ἀδελφὴ ἢ δαιμόνων, ἢ Θεοῦ καὶ ἀγγέλων καὶ λοιπὸν μοιχεύουσα μετὰ τοῦ διαβόλου, ἄχρηστός ἐστι τῷ ἐπουρανίῳ Νυμφίῳ.","t":"If outwardly you keep your body from corruption and sexual immorality, but inwardly you have committed adultery and sexual immorality in your thoughts, you commit adultery against God, and it has profited you nothing to keep your body virgin. As when there is a girl, and a young man flatters her by deceit and corrupts her, she is then loathsome to the bridegroom, because she has been led into adultery; so too the bodiless soul, having communion with the serpent that lurks within, the evil spirit, commits sexual immorality away from God. And it is written, \"Everyone who looks at a woman to desire her has already committed adultery in his heart.\" For there is sexual immorality committed through the body, and there is sexual immorality of the soul having communion with Satan. For the same soul is a companion and sister either of demons or of God and the angels; and if it commits adultery with the devil, it is useless to the heavenly Bridegroom.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.13 (PG 34:682–683; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-13)."},"macarius-homiliae-spirituales/26.14":{"o":"Ερώτησις. Εἰ ἡσυχάζει ποτὲ ὁ Σατανᾶς, καὶ ἐλευθεροῦται ὁ ἄνθρωπος ἐκ τοῦ πολέμου, ἢ ἕως ὅτε ζῇ, ἔχει πόλεμον; ᾿Απόκρισις. Ὁ Σατανᾶς οὐδέποτε ἡσυχάζει πολεμῶν; ἕως ἂν ζῇ τις τὸν αἰῶνα τοῦτον, καὶ φορεῖ σάρκα, πολεμεῖται. ᾿Αλλ' ὅταν τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ, λοιπὸν ἐκεῖ τί βλάπτει τὸν ἄνθρωπον, εἰ καὶ ἔρχεται ὁ Σατανᾶς πρὸς λόγον; Ἔστι τις φίλος βασιλέως, καὶ ἔχει δίκην πρὸς ἀντίδικον· ὅταν οὖν τὸν βασιλέα ἔχῃ ἐπιῤῥεπῆ καὶ φίλον αὐτοῦ, ὅστις βοηθεῖ αὐτῷ, οὐδὲν βλάπτεται. Ὅταν γάρ τις φθάσῃ ὅλας τὰς τάξεις παρελθεῖν καὶ τοὺς βαθμούς, καὶ γενέσθαι φίλος βασιλέως, οὗτος λοιπὸν τί βλάπτεται ὑπό τινος; εἰς τὸ φαινόμενον εἰσὶ πόλεις λαμβάνουσαι δῶρα καὶ ἀννόνας παρὰ τοῦ βασιλέως. Εἰ οὖν ὀλίγον τι λειτουργοῦσιν, οὐδὲν ζημιοῦνται, ὁπότε τοσαῦτα πορίζονται καὶ δέχονται παρὰ τοῦ βασιλέως. Οὕτως καὶ οἱ Χριστιανοὶ, εἰ καὶ πολεμοῦνται παρὰ τοῦ ἐχθροῦ, ἀλλ᾽ αὐτοὶ κατέλυσαν εἰς τὴν θεότητα, καὶ ἐνεδύσαντο τὴν ἐξ ὕψους δύναμιν καὶ ἀνάπαυσιν, καὶ οὐδὲν φροντίζουσι τοῦ πολέμου.","t":"Question. Is Satan ever quiet, and is a man set free from the war, or does he have war as long as he lives?\n\nAnswer. Satan is never quiet from waging war; as long as someone lives in this age and wears flesh, war is waged on him. But when the fiery darts of the evil one have been quenched, what harm can there be to the man any more, even if Satan comes to parley? Suppose someone is a friend of the king and has a lawsuit with an opponent: when he has the king favourable to him and his friend, helping him, he suffers no harm. For when someone has managed to pass through all the ranks and grades and become a friend of the king, what harm can he suffer from anyone? In visible things there are cities that receive gifts and grain allowances from the king. If, then, they render some small service, they lose nothing, since they obtain and receive so much from the king. So too Christians, even if war is waged on them by the enemy, have themselves taken up their lodging in the Godhead and put on the power and rest from on high, and they take no thought for the war.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.14 (PG 34:683–684; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-14)."},"macarius-homiliae-spirituales/26.15":{"o":"\"Ωσπερ γὰρ ὁ Κύριος ἐνεδύσατο τὸ σῶμα, καταλιπὼν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδύονται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐν ἀναπαύσει εἰσίν. Εἰ δὲ καὶ ἔρχεται πόλεμος ἔξωθεν, κρούει ὁ Σατανᾶς, ἀλλ᾿ αὐτοὶ ἔσωθεν ἠσφαλισμένοι εἰσὶ τῇ τοῦ Κυρίου δυνάμει, καὶ οὐ φροντίζουσι τοῦ Σατανᾶ· καθὼς ἐκεῖνος εἰς τὴν ἔρημον ἐπείρασε τὸν Κύριον ἡμέρας τεσσαράκοντα, τί αὐτὸν ἔβλαψεν, ὅτι ἔξωθεν προσῆλθε τῷ σώματι αὐτοῦ; Ἔσωθεν γὰρ Θεὸς ἦν. Οὕτω καὶ οἱ Χριστιανοὶ, εἰ καὶ ἔξωθεν πειράζονται, ἀλλ᾽ ἔσωθεν πεπληρωμένοι εἰσὶ τῆς θεότητος, καὶ οὐδὲν ἀδικοῦνται. Εἰς ταῦτα δὲ τὰ μέτρα εἴ τις ἔφθασεν, εἰς τὴν τελείαν ἀγάπην τοῦ Χριστοῦ, καὶ εἰς τὸ πλήρωμα τῆς θεότητος κατήντησεν. Ὁ δὲ μὴ τοιοῦτος, ἀκμὴν ἔσωθεν ἔχει πόλεμον· ὥρᾳ ἀναπαύεται εἰς τὴν εὐχὴν, καὶ ἄλλῃ ὥρι ἐν θλίψει καὶ πολέμῳ στήκει. Οὕτω γὰρ θέλει ὁ Κύριος, ἐπειδὴ ἀκμὴν νηπιός ἐστι, γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους καὶ τὰ δύο πρόσωπα ἔσωθεν βρύει, καὶ τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλίψις· εὔχονται ἐν ἀναπαύσει, καὶ ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν. Οὐκ ἀκούεις τί λέγει ὁ Παῦλος Ἐὰν ἔχω πάντα τὰ χαρίσματα· ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι· ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Ἐπειδὴ ταῦτα τὰ χαρίσματα προτρεπτικά εἰσι· καὶ οἱ ἐν τούτοις στήκοντες, εἰ καὶ ἐν φωτὶ, νήπιοί εἰσι· πολλοὶ γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς τὰ τοιαῦτα μέτρα, καὶ ἔσχον χαρίσματα ἱαμάτων, καὶ ἀποκάλυψιν, καὶ προφητείαν καὶ ἐπειδὴ οὐκ ἔφθασαν εἰς τὴν τελείαν ἀγάπην, ὅπου ὁ σύνδεσμος τῆς τελειότητος, ἐπῆλθεν αὐτοῖς πόλεμος, καὶ ἀμελήσαντες ἔπεσον. Εἰ δὲ τις φθάσει εἰς τὴν τελείαν ἀγάπην, οὗτος λοιπὸν δέδεται, καὶ ἔστιν ᾐχμαλωτισμένος εἰς τὴν χάριν. Εἰ δὲ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης, μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι, ἀκμὴν ὁ τοιοῦτος ὑπὸ φόβον ἐστὶ, καὶ πόλεμον καὶ πτῶσιν, καὶ εἰ μὴ ἀσφαλίσεται, ῥίπτει αὐτὸν ὁ Σατανᾶς.","t":"For as the Lord put on the body, having left behind every principality and authority, so too Christians put on the Holy Spirit and are at rest. And even if war comes from outside and Satan knocks, they are made secure within by the power of the Lord and take no thought for Satan. As when he tempted the Lord in the wilderness for forty days, what harm did it do him that he approached his body from outside? For within he was God. So too Christians, even if they are tempted from outside, are filled within with the Godhead and suffer no wrong. If anyone has reached these measures, he has come to the perfect love of Christ and to the fullness of the Godhead. But one who is not such still has war within: at one hour he is at rest in prayer, and at another he stands in affliction and war. For so the Lord wills: since he is still a child, he trains him for the wars; and the two sides well up within, the light and the darkness, the rest and the affliction. They pray in rest, and at another hour they are in turmoil.\n\n[16] Do you not hear what Paul says? \"If I have all the gifts, if I deliver up my body to be burned, if I speak with the tongues of angels, but have not love, I am nothing.\" For these gifts are encouragements to begin with, and those who stand in them, even if they are in light, are children. For many of the brothers came to such measures and had gifts of healing, revelation, and prophecy; and since they did not reach perfect love, where the bond of perfection is, war came upon them, and they became negligent and fell. But if anyone reaches perfect love, he is from then on bound, and is a captive to grace. But if someone comes very close to the measure of love, but has not reached the point of being bound to love itself, such a one is still under fear, war, and falling; and unless he makes himself secure, Satan throws him down.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.15 (PG 34:684–685; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-15)."},"macarius-homiliae-spirituales/26.17":{"o":"Οὕτως γὰρ πολλοὶ ἐπλανήθησαν χάριτος εἰς αὐτοὺς γενομένης. Ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα, καὶ ἔλεγον, Ἀρκεῖ ἡμῖν, οὐ χρήζομεν· ἀλλ᾽ ὁ Κύριος οὔτε τέλος ἔχει, οὔτε κατάληψιν. Καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν, ὅτι Κατελάβομεν, ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς φαινομένοις τὰ γράμματα ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο, εἰ μὴ σχολαστικὸς, ὁ μετρίως μαθὼν γράμματα. Οὕτως καὶ ὧδε, οὐδενί ἐστι καταληπτὸς ὁ Θεὸς καὶ μετρητὸς, εἰ μὴ τοῖς γευσαμένοις ἐξ αὐτοῦ ἐκείνου, οὗ ἐδέξαντο, καὶ γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν εἰς χωρίον ἐάν τις ἀπέλθῃ, ὀλίγα γράμματα εἰδὼς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ᾿ αὐτῶν ὁ σχολαστικός ἐπειδὴ χωρικοί εἰσιν όλοτελῶς, μὴ εἰδότες δοκιμάσαι. Αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδὼς γράμματα, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοὶ, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς, οὔτε λαλῆσαι· ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν.","t":"For in this way many were led astray when grace had come to them. They thought that they had attained perfection, and they said, \"It is enough for us; we have no need.\" But the Lord has neither end nor can he be comprehended. And Christians do not dare to say, \"We have attained,\" but they are humbled night and day. In visible things, learning has no end, and no one knows this except a scholar who has learned letters to some extent. So too here: God cannot be comprehended or measured by anyone, except by those who have tasted of him, of what they have received, and who know their own weakness. If someone who knows a few letters goes to a village where the people are unlearned, the scholar is honoured by them, because they are country folk through and through and do not know how to judge. But this same man who knows a few letters, if he goes to a city where there are orators and scholars, does not dare to appear before them or to speak; for he is judged a countryman by the scholars.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.17 (PG 34:685–686; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-17)."},"macarius-homiliae-spirituales/26.18":{"o":"Ερώτησις. Εἰ ὢν ἐν πολέμῳ ἄνθρωπος, καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς ἁμαρτίας καὶ τῆς χάριτος, μετέστη ἐκ τοῦ κόσμου τούτου, ποῦ προχωρεῖ κατεχόμενος εἰς τὰ δύο μέρη ᾿Απόκρισις. Ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς, καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ προχωρεῖ. Μόνον εἰ ἐπέρχεταί σοι θλίψις καὶ πόλεμος, ἀντιλέγειν ὀφείλεις καὶ μισεῖν. Τὸ γὰρ ἐλθεῖν τὸν πόλεμον, οὐκ ἔστι σόν· τὸ δὲ μισῆσαι, σόν ἐστι· καὶ τότε βλέπων ὁ Κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ, καὶ ἀγαπᾶς αὐτὸν ἐξ ὅλης ψυχῆς, διαχωρίζει τὸν θάνατον ἐκ τῆς ψυχῆς σου μιᾷ ὥρᾳ οὐκ ἔστι γὰρ αὐτῷ δυσχερές καὶ προσλαμβάνεται σε εἰς τοὺς κόλπους αὐτοῦ, καὶ εἰς τὸ φῶς ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόματος τοῦ σκότους, καὶ εὐθέως μετατίθησί σε εἰς τὴν βασιλείαν αὐτοῦ. Τῷ γὰρ Θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα τὴν ἀγάπην ἔχῃς πρὸς αὐτόν. Χρήζει γὰρ ὁ Θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου, ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος.","t":"Question. If a man who is in the war, and has the two sides in his soul, sin and grace, departs from this world, where does he go, being held by the two parts?\n\nAnswer. He goes where his mind has its aim and where it loves. Only, if affliction and war come upon you, you must speak against it and hate it. For that the war comes is not yours to decide; but to hate it is yours. And then the Lord, seeing that your mind is striving and that you love him with your whole soul, separates death from your soul in one hour (for it is not difficult for him), and takes you to his bosom and into the light. For he snatches you in an instant out of the mouth of darkness and at once transfers you into his kingdom. For with God all things are easy to do in an instant, if only you have love toward him. For God needs the working of man, since the soul is capable of communion with the Godhead.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.18 (PG 34:686–687; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-18)."},"macarius-homiliae-spirituales/26.19":{"o":"Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι καμὼν καὶ βαλὼν τὸν σπόρον ἐν τῇ γῇ, ὀφείλει ἐκδέξασθαι καὶ τὸν ἄνωθεν ὑετόν. Ἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειται τοῦτο ἀνέλαβε καὶ εἰς τὸ πνευματικόν· ἐὰν μόνον ἐν τῇ ἰδίᾳ ἐργασίᾳ ἀπομείνῃ ὁ ἄνθρωπος, καὶ μὴ ἐπιδέξηταί τι ξένον τῆς φύσεως αὐτοῦ, οὐ δύναται καρποὺς ἀξίους τῷ Κυρίῳ ἀποδοῦναι. Τί δὲ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; Τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομένειν ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, τὸ ἀγαπᾶν τὸν Θεὸν καὶ τοὺς ἀδελφούς. Τοῦτο ἴδιον ὑπομένειν αὐτοῦ ἐστιν. ᾿Αλλ' ἐὰν ὑπομείνῃ ἐν τῇ ἑαυτοῦ ἐργασίᾳ, καὶ μὴ ἐλπίσῃ ἄλλο τι ἐπιδέξασθαι, καὶ μὴ πνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου Πνεύματος τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη, καὶ κατέλθῃ ἐξ οὐρανοῦ ὑετὸς, καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι τῷ Κυρίῳ.","t":"And as we have often told the parable of the farmer: when he has laboured and cast the seed into the earth, he must also wait for the rain from above. For if clouds do not appear and winds do not blow, the farmer's labour has profited nothing, for the seed lies bare. Take this also in the spiritual sense: if a man stays only in his own working and does not receive something foreign to his nature, he cannot render fruits worthy of the Lord. And what is the working of man? To renounce, to go out of the world, to persevere in prayer, to keep vigil, to love God and the brothers. To persevere in this is his own part. But if he perseveres in his own working and does not hope to receive anything else, and the winds of the Holy Spirit do not blow on the soul, and if heavenly clouds do not appear and rain does not come down from heaven and water the soul, the man cannot render worthy fruits to the Lord.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.19 (PG 34:687; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-19)."},"macarius-homiliae-spirituales/26.2":{"o":"Ἐρώτησις. Οὐχὶ, τοῦ Πνεύματος τοῦ ἁγίου ἐρχομένου, καὶ ἡ φυσικὴ ἐπιθυμία συνεκριζοῦται μετὰ τῆς ἁμαρτίας; ᾿Απόκρισις. Προεῖπον ὅτι καὶ ἡ ἁμαρτία συνεκριζοῦται, καὶ ἀπολαμβάνει ὁ ἄνθρωπος τὴν πρώτην πλάσιν τοῦ καθαροῦ ᾿Αδάμ. Οὗτος μέντοι διὰ τῆς δυνάμεως τοῦ Πνεύματος, καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς, ἔρχεται εἰς τὰ μέτρα τοῦ πρώτου Ἀδὰμ, καὶ μείζων αὐτοῦ γίγνεται. ᾿Αποθεοῦται γὰρ ὁ ἄνθρωπος.","t":"Question. When the Holy Spirit comes, is not the natural desire also uprooted together with sin?\n\nAnswer. I said before that sin too is uprooted, and man receives back the original form of the pure Adam. Through the power of the Spirit and spiritual regeneration, he comes to the measures of the first Adam, and becomes greater than he. For man is deified.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.2 (PG 34:675–676; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-2)."},"macarius-homiliae-spirituales/26.20":{"o":"Γέγραπται δὲ, ὅτι Ὁ γεωργὸς ὅταν ἴδῃ τὸ κλῆμα φέρον καρπὸν, καθαρίζει αὐτὸ, ἵνα πλείονα ἐξενέγκῃ· τὸ δὲ μὴ φέρον καρπὸν ἐκριζοῖ, καὶ εἰς καῦσιν δίδωσι. Πλὴν τοῦ ἀνθρώπου τοῦτό ἐστιν, ἵνα εἴτε νηστεύσει, εἴτε ἀγρυπνεῖ, εἴτε εὔχεται, εἴτε καλόν τι ποιεῖ, ἐπιγράφῃ ἅπαντα τῷ Κυρίῳ, τοῦτο λέγων, ὅτι Εἰ μὴ ὁ Θεὸς ἐνεδυνάμωσέ με, οὐκ ἠδυνάμην νηστεύειν, ἢ εὔχεσθαι, ἢ ἐκ τοῦ κόσμου ἀπελθεῖν. Καὶ οὕτω βλέπων ὁ Θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ, ἅπερ ἀπὸ φύσεως ποιεῖς, τῷ Θεῷ ἐπιγράφεις, πάλιν αὐτὸς τὰ ἴδια αὐτοῦ, τὰ πνευματικὰ, τὰ θεῖα καὶ ἐπουράνια, σοὶ ταῦτα χαρίζεται, τίνα δὲ ἐστιν; οἱ τοῦ Πνεύματος καρποὶ, ἀγαλλίασις, καὶ εὐφροσύνη.","t":"And it is written that the farmer, when he sees the branch bearing fruit, prunes it so that it may bear more; but the one that does not bear fruit he uproots and gives to the burning. Yet this is man's part: whether he fasts, or keeps vigil, or prays, or does anything good, to ascribe it all to the Lord, saying this: \"Unless God had strengthened me, I could not fast or pray or go out of the world.\" And so God, seeing your good will, that you ascribe to God what is yours, what you do from nature, gives you in turn what is his own, the spiritual, divine, and heavenly things. And what are they? The fruits of the Spirit, gladness and joy.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.20 (PG 34:687–688; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-20)."},"macarius-homiliae-spirituales/26.21":{"o":"Ερώτησις. ᾿Αλλ' ἐπειδή εἰσι φυσικοὶ καρποί τούτοις ὅμοιοι, ἀγάπη, πίστις, εὐχὴ, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ πνευματικά; Ἀπόκρισις. Τὰ σὰ ὁ ποιεῖς, καλὰ μὲν ἐστι καὶ τῷ Θεῷ εὐπρόσδεκτα, ἀλλ' οὐκ ἔστι καθαρά οἷον, ἀγαπᾶς τὸν Θεὸν, ἀλλ᾽ οὐ τελείως· ἔρχεται ὁ Κύριος, δίδωσιν ἀγάπην ἄτρεπτον τὴν ἐπουράνιον. Εὔχῃ σὺ φυσικῶς μετὰ τοῦ ῥέμβεσθαι καὶ διαλογίζεσθαι δίδωσί σοι ὁ Θεὸς τὴν καθαρὰν εὐχὴν, ἐν Πνεύματι καὶ ἀληθείᾳ. Ἐν τοῖς φαινομένοις, ἡ γῆ ὡς ἐπὶ τὸ πλεῖστον ἀφ᾿ ἑαυτῆς ἐκφέρει τὰς ἀκάνθας· ὁ δὲ γεωργὸς σκάπτει, ἐργάζεται ἐπιμελῶς, βάλλει σπόρον· ἀλλ᾽ αἱ ἄκανθαι μὴ σπειρόμεναι, ἀναφύουσι, καὶ πληθύνονται μετὰ γὰρ τὴν παράβασιν ἐῤῥέθη τῷ ᾿Ἀδὰμ, Τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ. Πάλιν ὁ γεωργὸς ἐκπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὗται ἔτι πληθύνονται. ᾿Ανάλαβε τοῦτο πνευματικῶς· μετὰ γὰρ τὴν παράβασιν ἡ γῆ ἐκ τῆς καρδίας ἐκφέρει ἀκάνθας καὶ τριβόλους ἐργάζεται ὁ ἄνθρωπος, ἐκπονεῖ, καὶ ἔτι αἱ ἄκανθαι τῶν πονηρῶν πνευμάτων ἀναφύονται. Εἶτα αὐτὸ τὸ ἅγιον Πνεῦμα συναντιλαμβάνεται τῆς ἀσθενείας τῶν ἀνθρώπων, καὶ ὁ Κύριος βάλλει ἐν αὐτῇ τῇ γῇ τῆς καρδίας σπόρον ἐπουράνιον, καὶ ἐργάζεται αὐτήν· καὶ πεσόντος τοῦ σπόρου, ἀκμὴν οἱ τρίβολοι καὶ ἄκανθαι ἀναφύονται. Πάλιν αὐτὸς ὁ Κύριος, καὶ ὁ ἄνθρωπος ἐργάζονται τὴν γῆν τῆς ψυχῆς, καὶ ἑπτὰ πονηρὰ πνεύματα καὶ αἱ ἄκανθαι βρύουσιν ἐκεῖ, καὶ ἀναφύονται, ἕως οὗ γένηται θέρος, καὶ πλεονάσῃ ἡ χάρις, καὶ καταξηρανθῶσιν ἐκ τῆς θέρμης τοῦ ἡλίου αἱ ἄκανθαι.","t":"Question. But since there are natural fruits like these, love, faith, prayer, distinguish for us how the spiritual ones are.\n\nAnswer. What you do yourself is good and acceptable to God, but it is not pure. For example, you love God, but not perfectly; the Lord comes and gives the unchangeable heavenly love. You pray naturally, with wandering and distracting thoughts; God gives you pure prayer, in Spirit and truth. In visible things, the earth for the most part brings forth thorns of itself. The farmer digs, works carefully, casts the seed; but the thorns, though not sown, spring up and multiply. For after the transgression it was said to Adam, \"The earth shall bring forth thistles and thorns for you.\" Again the farmer toils at the earth and digs up the thorns, and still they multiply. Take this spiritually. After the transgression the earth of the heart brings forth thorns and thistles. The man works and toils, and still the thorns of the evil spirits spring up. Then the Holy Spirit himself helps the weakness of men, and the Lord casts heavenly seed into the very earth of the heart and works it; and when the seed has fallen, the thistles and thorns still spring up. Again the Lord himself and the man work the earth of the soul, and seven evil spirits and the thorns swarm there and spring up, until summer comes and grace abounds, and the thorns are dried up by the heat of the sun.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.21 (PG 34:688–689; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-21)."},"macarius-homiliae-spirituales/26.22":{"o":"Εἰ γὰρ καὶ σύνεστι κακία τῇ φύσει, ἀλλ᾽ οὕτω κατακυριεύει ταύτης, ἡ ἔχει νομήν. Τὰς γὰρ τρυφερὰς χλόας τοῦ σίτου δύναται τὰ ζιζάνια συμπνίγειν. Φθάσαντος δὲ θέρους μετὰ τὸ ξηρανθῆναι τοὺς καρποὺς, οὐδὲν βλάπτουσι τὰ ζιζάνια τὸν σἴτον. Καὶ γὰρ ἐὰν συμβῇ τριάκοντα μοδίους εἶναι, καθαροῦ σίτου, ἔστι γὰρ μίξις ἐκεῖ ζιζανίων, ὡς χοινικός τι παραφαίνεσθαι κέχωσται γὰρ διὰ τὸν πλεονασμὸν τοῦ σίτου οὕτω καὶ ἐν τῇ χάριτι, ὅταν πλεονάσῃ ἡ δωρεὰ τοῦ Θεοῦ, καὶ ἡ χάρις εἰς τὸν ἄνθρωπον, καὶ πλουτῇ εἰς τὸν Κύριον, συνῇ δὲ ἡ κακία μερικῶς, οὐ δύναται καταβλάψαι τὸν ἄνθρωπον, οὔτε ἔχει ἰσχύν τινα, ἢ νομὴν κατ᾿ αὐτοῦ. Ἡ γὰρ τοῦ Κυρίου ἔλευσις, καὶ ἡ πρόνοια διὰ τοῦτο γέγονεν, ἵνα τοὺς τῇ κακίᾳ δεδουλωμένους ὄντας, καὶ ἐνόχους, καὶ ὑποτεταγμένους ἐλευθερώσῃ, καὶ ποιήσῃ νικητὰς τοῦ θανάτου καὶ τῆς ἁμαρτίας. Οὐκ ὀφείλουσιν οὖν ἀδελφοὶ ξενίζεσθαι, εἴτε ὑπό τινων θλίβονται πρὸς τὸ κακίας ἀπαλλαγῆναι.","t":"For even if evil is present together with the nature, it does not therefore master it or have pasture in it. For the tares can choke the tender green shoots of the wheat; but when summer has come and the ears have dried, the tares do no harm to the wheat. For if it happens that there are thirty measures of clean wheat, there is a mixture of tares there, so that perhaps a quart shows; but it is buried because of the abundance of the wheat. So too with grace: when the gift of God and grace abound in a man and he is rich toward the Lord, though evil is partly present, it cannot harm the man, nor has it any strength or pasture against him. For the coming of the Lord and his providence took place for this, that he might set free those who were enslaved to evil, liable to it, and subject to it, and make them conquerors of death and sin. Brothers ought not, then, to be surprised if they are afflicted by anyone in order to be rid of evil.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.22 (PG 34:689–690; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-22)."},"macarius-homiliae-spirituales/26.23":{"o":"Καὶ γὰρ εἰς τὸ παλαιὸν Μωσῆς καὶ Ἀαρὼν ἔχοντες τὴν ἱερωσύνην, πολλὰ ἔπαθον Καϊάφας δὲ τὴν ἐκείνων καθέδραν ἔχων, αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν Κύριον· ὅμως δὲ τὴν ἱερωσύνην ὁ Κύριος τιμῶν, ἀφῆκεν αὐτὸ γενέσθαι· ὁμοίως οἱ προφῆται ὑπ᾿ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο. Λοιπὸν Πέτρος Μωσέα διεδέξατο, τὴν καινὴν Ἐκκλησίαν Χριστοῦ, καὶ τὴν ἀληθινὴν ἱερωσύνην ἐγχειρισθείς. Νῦν γάρ ἐστι βάπτισμα πυρὸς καὶ Πνεύματος, καὶ περιτομή τις ἐν καρδίᾳ γινομένη. Τὸ γὰρ θεῖον καὶ ἐπουράνιον Πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ πλὴν οὔτε οὗτοι οἱ τέλειοι, ἕως εἰσὶν εἰς τὴν σάρκα, ἀμεριμνοῦσι διὰ τὸ αὐτεξούσιον, ἀλλ᾽ ἔμφοβοί εἰσι· διὸ καὶ παραχωροῦνται πειράζεσθαι. Εἰ δὲ φθάσει ἡ ψυχὴ πρὸς ἐκείνην τὴν πόλιν τῶν ἁγίων ἀπελθεῖν, τότε δύναται μόνον ἄνευ θλίψεως καὶ πειρατηρίων εἶναι· Ἐκεῖ γὰρ οὐκέτι ἐστὶ μέριμνα, ἢ θλίψις, ἢ πόνος, ἢ γῆρας, ἢ Σατανᾶς, ἢ πόλεμος· ἀλλ᾿ ἀνάπαυσις, χαρὰ, εἰρήνη, καὶ σωτηρία. Ὁ γὰρ Κύριος ἐν μέσῳ αὐτῶν ἐστιν, ὃς ἐπικαλεῖται Σωτήρ διὰ τὸ σώζειν τοὺς αἰχμαλώτους ἰατρὸς ἐπικέκληται, ἐπειδὴ οὐράνιον καὶ θεῖκὸν φάρμακον δίδωσι, καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς· ἔν τισι γὰρ κυριεύουσι τοῦ ἀνθρώπου πρὸς λόγον δὲ εἰπεῖν, ἔστι Βασιλεὺς καὶ Θεὸς, ὁ Ἰησοῦς τύραννος δὲ καὶ ἄρχων κακὸς, ὁ Σατανᾶς.","t":"For in the old covenant too, Moses and Aaron, who had the priesthood, suffered much; and Caiaphas, who had their seat, himself persecuted and condemned the Lord; yet the Lord, honouring the priesthood, allowed it to be so. Likewise the prophets were persecuted by that nation itself. Then Peter succeeded Moses, being entrusted with the new church of Christ and the true priesthood. For now there is a baptism of fire and Spirit, and a circumcision that takes place in the heart. For the divine and heavenly Spirit dwells in the mind. Yet not even these who are perfect are free from care, so long as they are in the flesh, because of free will; they are in fear; and that is why they are allowed to be tempted. But if the soul comes to depart to that city of the saints, then alone can it be without affliction and trials. For there there is no longer care, or affliction, or toil, or old age, or Satan, or war, but rest, joy, peace, and salvation. For the Lord is in their midst, who is called Saviour because he saves the captives. He is called physician, since he gives a heavenly and divine medicine and heals the passions of the soul, which in some ways have mastery over a man. To put it briefly, Jesus is King and God, and Satan is a tyrant and an evil ruler.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.23 (PG 34:690; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-23)."},"macarius-homiliae-spirituales/26.24":{"o":"Λοιπὸν ὁ Θεὸς καὶ οἱ ἄγγελοι αὐτοῦ τὸν ἄνθρωπον τοῦτον βούλονται οἰκειώσασθαι μεθ' ἑαυτῶν εἰς τὴν βασιλείαν· ὁμοίως ὁ διάβολος καὶ οἱ ἄγγελοι αὐτοῦ θέλουσιν οἰκειώσασθαι τοῦτον εἰς ἑαυτούς. Μέση οὖν ἐστιν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων, καὶ λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται καὶ υἱός. Ὥσπερ δὲ ἐὰν ἀποστείλῃ τις πατὴρ εἰς πατρίδα ξένην τὸν ἑαυτοῦ υἱὸν, ὅπου ἀπαντῶσιν αὐτῷ καθ᾿ ὁδὸν θηρία, καὶ δίδωσιν αὐτῷ φάρμακα, καὶ ἀντίδοτα· ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι τὰ θηρία ἢ δράκοντες, ἐπιδῷ τὸ φάρμακον, καὶ ἀποκτείνῃ αὐτὰ· οὕτως καὶ ἡμεῖς σπουδάσατε λαβεῖν ἐπουράνιον φάρμακον, τὸ ἰαματικὸν καὶ ἀντίδοτον τῆς ψυχῆς, ἵνα δι' αὐτοῦ ἀποκτείνητε τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευμάτων. Οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα, καθαρὰν καρδίαν κτήσασθαι· εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου, ἵνα συνείδησιν καὶ καθαρὰν καρδίαν κτήσηται ὁ ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν.","t":"So God and his angels wish to make this man their own, with them in the kingdom; likewise the devil and his angels wish to make him their own. The soul, then, is in the middle between the two sides, and to whichever side the will of the soul inclines, of that one it also becomes a son. As when a father sends his son into a foreign country where wild beasts meet him on the way, he gives him medicines and antidotes, so that if the beasts or serpents attack him, he may give them the medicine and kill them: so you too, make haste to receive the heavenly medicine, the healing remedy and antidote of the soul, so that through it you may kill the venomous beasts of the unclean spirits. For it is not an easy thing to acquire a pure heart, except with much struggle and labour, so that a man may acquire a conscience and a pure heart, and evil be utterly uprooted.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.24 (PG 34:691; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-24)."},"macarius-homiliae-spirituales/26.25":{"o":"Καὶ χάριν γὰρ συμβαίνει εἶναι εἰς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι αὐτοῖς τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν πάντες δὲ οἱ δίκαιοι διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, μέχρι τέλους εὐηρέστησαν τῷ Θεῷ. Ὁ Ἀβραὰμ κατὰ Θεὸν πλούσιος ὢν, καὶ κατὰ κόσμον, γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζεν· καὶ Δαβίδ, Ὄνειδος ἀνθρώπων, φησὶ, καὶ ἐξουδένωμα λαῶν, καὶ σκώληξ, καὶ οὐκ ἄνθρωπος. Ομοίως πάντες οἱ ἀπόστολοι καὶ προφῆται κακουχούμενοι, ὀνειδιζόμενοι ἦσαν αὐτὸς ὁ Κύριος ὅς ἐστιν ὁδὸς καὶ Θεὸς ἐλθὼν οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ σὲ, ἵνα σοι τύπος γένηται παντὸς ἀγαθοῦ, βλέπε εἰς ποίαν ταπείνωσιν ἦλθε, μορφὴν δούλου λαβών, Θεὸς, Υἱὸς Θεοῦ, Βασιλεὺς, Υἱὸς βασιλέως, διδοὺς μὲν αὐτὸς ἰαματικὰ φάρμακα, καὶ θεραπεύων τοὺς τετραυματισμένους ἔξωθεν δὲ ὡς εἷς τῶν τετραυματισμένων φαινόμενος.","t":"For it happens that grace is in someone and the heart is not cleansed; and this is why those who fell fell, because they did not believe that after grace the smoke and the sin were still with them. But all the righteous pleased God to the end by the narrow and afflicted way. Abraham, rich toward God and in the world, called himself earth and ashes. And David says, \"A reproach of men and despised by peoples, and a worm, and no man.\" Likewise all the apostles and prophets were ill-treated and reproached. The Lord himself, who is the way and God, came not for his own sake but for yours, so that he might become for you a pattern of every good. See into what humiliation he came, taking the form of a servant: God, Son of God, King, Son of a King, himself giving healing medicines and curing the wounded, yet outwardly appearing as one of the wounded.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.25 (PG 34:691–692; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-25)."},"macarius-homiliae-spirituales/26.26":{"o":"Ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν ἔξωθεν τεταπεινωμένον ὡς ὅμοιον ἡμῖν· δι' ἡμᾶς οὕτως ἐφάνη, οὐ δι᾽ ἑαυτόν. Ἐννόησον ἐν ᾗ ὥρᾳ ἔκραζον, Σταύρωσον, σταύρωσον αὐτὸν, καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος παρὰ πάντας. \"Ωσπερ ἐν τοῖς φαινομένοις, ἐὰν ᾗ κακοποιὸς, καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ δήμου ὅλου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος. Οὕτως ὁ Κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ· ὡς ἄνθρωπος μέλλων ἀποθνήσκειν κατευτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. Ὅτε δὲ πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐπέθηκαν αὐτῷ ἀκάνθινον στέφανον, καὶ ἐῤῥάπισαν αὐτὸν, ποίαν οὐχ ὑπερέβη ταπείνωσιν! Γέγραπται γὰρ, ὅτι Τὸν νῶτὸν μου δέδωκα εἰς μάστιγας, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπεστράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ τὰς σιαγόνας μου ἀπὸ ῥαπισμάτων. Εἰ δὲ ὁ Θεὸς εἰς τοσαύτας ὕβρεις, καὶ πάθη, καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ φύσει βόρβορος καὶ φύσεως θνητῆς, ὅσα ἂν ταπεινωθῇς, οὐδὲν ὅμοιον τῷ Δεσπότῃ σου ποιήσεις. Ὁ Θεὸς διὰ σὲ ἑαυτὸν ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ᾿ ἐπαίρῃ καὶ τυφοῦσαι· ἦλθε γὰρ τὰς θλίψεις καὶ τὰ βάρη λαβεῖν, καὶ τὴν αὑτοῦ ἀνάπαυσίν σοι δοῦναι καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ παθεῖν, ἵνα οὕτω δυνηθῇ σου τὰ τραύματα ἰάσεως τυχεῖν. Δόξα τῇ ἀνοχῇ καὶ μακροθυμίᾳ αὐτοῦ, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"But do not despise his divine dignity when you see him outwardly humbled, like us; he appeared so for our sake, not for his own. Consider, at the hour when they were crying out, \"Crucify, crucify him,\" and the crowd was gathering, how humbled he was beside all. As in visible things, if there is an evildoer and he receives sentence from the ruler, he is then loathed and despised by the whole people: so was the Lord at the hour of the cross; as a man about to die he was held in contempt by the Pharisees. And again, when they spat in his face and put a crown of thorns on him and struck him, what humiliation did he not go beyond! For it is written, \"I gave my back to the scourges, and my face I did not turn away from the shame of spitting, nor my cheeks from blows.\" If God came down to such great insults, sufferings, and humiliation, you, who are by nature mud and of mortal nature, however much you are humbled, will do nothing like your Master. God humbled himself for your sake, and you do not humble yourself for your own sake, but are lifted up and puffed up. For he came to take the afflictions and burdens and to give you his own rest; and you are not willing to bear toils and to suffer, so that in this way your wounds might obtain healing. Glory to his forbearance and long-suffering for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.26 (PG 34:692–693; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-26)."},"macarius-homiliae-spirituales/26.3":{"o":"Ερώτησις. Εἰ ὁ Σατανᾶς μέτρῳ ἐπαφίεται, ἢ ὡς θέλει πολεμεῖ; Ἀπόκρισις. Αὐτοῦ ἡ ὁρμὴ οὐ μόνον εἰς τοὺς Χριστιανοὺς, ἀλλὰ καὶ εἰς τοὺς εἰδωλολάτρας, καὶ εἰς ὅλον τὸν κόσμον. Εἰ οὖν παρεχωρεῖτο ὡς θέλει πολεμεῖν, πάντας ἂν ἡφάνισε. Διὰ τί; Ὅτι τὸ ἔργον αὐτοῦ καὶ τὸ θέλημα τοῦτό ἐστιν. Ωσπερ δὲ ὁ κεραμεὺς βάλλει τὰ σκεύη, καὶ μέτρῳ ὑποκαίει τὴν κάμινον, οὐ πλέον, ἵνα μὴ ὀπτηθέντα ὑπὲρ τὸ δέον ψοφήσῃ· οὐκ ἔλαττον, ἵνα μὴ ὠμὰ ὄντα ἀπόληται· καὶ εἰ ὁ ἀργυροκόπος καὶ χρυσοχόος μέτρῳ βάλλει τὸ πῦρ· ἐὰν γὰρ πλεονάσῃ τὸ πῦρ, λύεται ὁ χρυσὸς καὶ ὁ ἄργυρος, καὶ ἐξυδαροῦται καὶ ἀπόλλυται. Καὶ εἰ ὁ ἀνθρώπινος νοῦς οἶδεν ἐπιμετρεῖν τὰ βάρη τῷ κτήνει, καὶ τῷ καμήλῳ, ἢ ἄλλῳ τινὶ τῶν ζώων, ὡς δύναται κατὰ ἀναλογίαν τὰ βάρη βαστάσαι· πόσῳ μᾶλλον ὁ Θεὸς, ὃς οἶδε τὰ σκεύη τῶν ἀνθρώπων, οὗτος ἐπαφίησι καὶ τὴν ἐναντίαν δύναμιν διαφόρως!","t":"Question. Is Satan let loose by measure, or does he make war as he wishes?\n\nAnswer. His onslaught is not only against Christians but also against idolaters and against the whole world. If, then, he were allowed to make war as he wishes, he would have destroyed everyone. Why? Because this is his work and his will. But as the potter puts in the vessels and heats the furnace by measure, not more, lest they be baked beyond what is needed and crack, and not less, lest they remain raw and be lost; and as the silversmith and goldsmith apply the fire by measure, since if the fire is too much the gold and silver melt, run like water, and are lost; and if the human mind knows how to measure loads for a beast of burden, a camel, or any other animal, so that it can carry its loads in proportion to its strength: how much more does God, who knows the vessels of men, let loose the opposing power upon them in different measures!","f":"Ps.-Macarius, <i>Hom.</i> 26.3 (PG 34:676; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-3)."},"macarius-homiliae-spirituales/26.4":{"o":"Ὥσπερ δὲ μία οὖσα ἡ γῆ, ἡ μὲν ἐστι τραχώδης, ἡ δὲ λιπόγεως· καὶ ἄλλη μὲν ἐπιτηδεύει εἰς φυτείαν ἀμπελῶνος, ἄλλη δὲ εἰς σπόρον σίτου καὶ κριθῶν· οὕτως εἰσὶ διάφοροι καὶ αὗται τῶν καρδιῶν, καὶ τῶν προαιρέσεων τῶν ἀνθρώπων· οὕτω καὶ τὰ χαρίσματα ἄνωθεν ἐπιδίδονται· ᾧ μὲν δίδοται διακονία λόγου, ᾧ δὲ διάκρισις· ἄλλῳ χαρίσματα ἰαμάτων· οἶδε γὰρ ὁ Θεὸς, πῶς τις δύναται οἰκονομῆσαι, καὶ οὕτως ἐπιδίδωσι τὰ χαρίσματα διάφορα· ὁμοίως καὶ εἰς τοὺς πολέμους, μέτρῳ τινὶ ὡς δύναται ὑποδέξασθαι καὶ ὑπομεῖναι, οὕτως ἐπαφίεται αὐτοῖς ἡ ἐναντία δύναμις.","t":"And as the earth, though one, is in one place rough and in another rich in soil, and one part is suited for planting a vineyard and another for sowing wheat and barley, so the hearts and the wills of men also differ; so too the gifts are given from above: to one is given the ministry of the word, to another discernment, to another gifts of healing. For God knows how each can manage, and so he gives different gifts. Likewise in the wars, the opposing power is let loose upon them in a certain measure, as each can receive and endure it.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.4 (PG 34:676–677; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-4)."},"macarius-homiliae-spirituales/26.5":{"o":"Ερώτησις. Εἰ δεξάμενός τις τὴν θείαν δύναμιν, καὶ μερικῶς ἀλλοιωθεὶς, μένει ἐν τῇ φύσει; ᾿Απόκρισις. Ἴνα τὸ θέλημα καὶ μετὰ τὴν χάριν δοκιμασθῇ, ποῦ ῥέπει καὶ συμφωνεῖ, μένει ἐν τῇ ταυτότητι ἡ φύσις, ὁ σκληρὸς ἐν τῇ σκληρότητι, καὶ ὁ κοῦφος ἐν τῇ κουφότητι. Συμβαίνει δὲ, ὅτι ἰδιώτης ὧν τις ἀναγεννᾶται πνευματικῶς, καὶ μεταβάλλεται εἰς σοφίαν, καὶ γνωρίζεται αὐτῷ ἀπόκρυφα μυστήρια· καὶ ἰδιώτης ἐστὶ τῇ φύσει. ῎Αλλος ἀπὸ φύσεως σκληρὸς ὢν, δίδωσιν ἑαυτοῦ τὸ θέλημα εἰς τὴν θεοσέβειαν, καὶ δέχεται αὐτὸν ὁ Θεὸς, μένει δὲ ἡ φύσις ἐν τῇ σκληρότητι, καὶ εὐδοκεῖ εἰς αὐτὸν ὁ Θεός. ῎Αλλος ἐστὶ χρηστῶν ἠθῶν, ἐπιεικὴς, ἀγαθὸς, δίδωσιν ἑαυτὸν τῷ Θεῷ, καὶ δέχεται μὲν αὐτὸν ὁ Κύριος· μὴ ἐμμένοντα δὲ τοῖς ἀγαθοῖς ἔργοις οὐκ εὐδοκεῖ, ἐπειδὴ ἡ φύσις ὅλη τοῦ ᾿Ἀδὰμ τρεπτή ἐστιν ἐπὶ τὸ καλὸν, καὶ ἐπὶ τὸ κακὸν, δεκτικὴ τοῦ κακοῦ, ἀλλ᾽ εἰ θέλει οὐκ ἀποτελεστική.","t":"Question. If someone has received the divine power and been partly changed, does he remain in his nature?\n\nAnswer. So that the will may be tested even after grace, to see which way it inclines and with what it agrees, the nature remains the same: the hard man in his hardness, the light-minded in his lightness. It happens that someone who is unlearned is reborn spiritually and is changed into wisdom, and hidden mysteries are made known to him, and yet he is unlearned by nature. Another, hard by nature, gives his will to the worship of God, and God accepts him; his nature remains in its hardness, and God is well pleased with him. Another is of kind character, gentle, good; he gives himself to God, and the Lord accepts him; but if he does not persevere in good works, the Lord is not pleased with him, since the whole nature of Adam can turn to good and to evil, being capable of receiving evil, but, if it so wills, not of carrying it out.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.5 (PG 34:677; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-5)."},"macarius-homiliae-spirituales/26.6":{"o":"Ὥσπερ σωμάτιον γραφόμενόν ἐστι, διαφόρως θελήσας ἔγραψας, πάλιν ἀπαλείψας· δέχεται γὰρ τὸ σωμάτιον πᾶσαν γραφήν· οὕτω καὶ ὁ σκληρὸς, ἔδωκεν αὐτοῦ τὸ θέλημα πρὸς τὸν Θεὸν, ἐτράπη εἰς τὸ ἀγαθὸν, ἐδέχθη ὑπὸ τοῦ Θεοῦ. Ὁ γὰρ Θεὸς ἵνα δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα, πάντας δέχεται, πᾶσαν προαίρεσιν. Οἱ ἀπόστολοι, εἰς ἣν ἂν πόλιν εἰσήρχοντο, ἐποίουν τινὰ χρόνον, καὶ ἐκ τῶν κακουμένων τινὰς ἰῶντο, τινὰς δὲ οὔ. Ἤθελον δὲ αὐτοὶ οἱ ἀπόστολοι πάντας τοὺς νεκροὺς αὐτῶν ζωοποιεῖν, καὶ τοὺς κακουμένους εἰς ὑγίειαν φέρειν, καὶ ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα· οὐ γὰρ ἐπετρέπετο αὐτοῖς ὅσα ἤθελον ποιεῖν. Ὁμοίως καὶ ὁ Παῦλος, ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου, εἰ ἤθελεν ἡ σὺν αὐτῷ χάρις, ἐποίει τὸν ἐθνάρχην καὶ τὸ τεῖχος διαῤῥαγῆναι, ἄνθρωπος ἔχων Παράκλητον· ἀλλὰ διὰ σαργάνης χαλᾶται ὁ ᾿Απόστολος. Καὶ ποῦ ἡ συνοῦσα θεία δύναμις; ταῦτα οἰκονομικῶς ἐγίνετο, εἴς τινα πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαυμάσια, καὶ εἰς τινα ἀσθενεῖν αὐτοὺς ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν ἀπίστων καὶ τῶν πιστῶν, καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ, καὶ φανερωθῇ, εἴγε εἰς τὰ ἀσθενέστερα μέρη τινὲς οὐ σκανδαλίζονται. Εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι, ἀναγκαστικῇ δυνάμει ἐφύτευον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν, διὰ τὰ σημεῖα, καὶ τὸ αὐτεξούσιον, καὶ οὐκέτι πίστις καὶ ἀπιστία· ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ προσκόμματος καὶ πέτρα σκανδάλου.","t":"As a writing tablet is written on, and as you wish you write on it in different ways and wipe it out again, for the tablet takes any writing; so too the hard man gave his will to God, was turned to the good, and was accepted by God. For God, to show his compassion, accepts all, every disposition of will. The apostles, in whatever city they entered, spent some time, and of the sick they healed some, but not others. The apostles themselves wanted to bring all their dead to life and to restore the sick to health, and their wish was not entirely fulfilled; for they were not permitted to do all they wished. Likewise Paul, when he was held fast by the ethnarch: if the grace that was with him had wished, it would have made the ethnarch and the wall burst apart, since he was a man who had the Paraclete; but the Apostle is let down in a basket. And where was the divine power that was with him? These things happened by God's ordering, so that in some matters they did signs and wonders, and in others they were weak, in order that by these things the faith of the unbelieving and of the faithful might be distinguished, and free will tested and shown, whether some are not offended at the weaker parts. For if the apostles had done all they wished, they would have planted men in the worship of God by compelling power, because of the signs, and there would be no more free will, nor faith and unbelief. For Christianity is a stone of stumbling and a rock of offence.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.6 (PG 34:677–678; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-6)."},"macarius-homiliae-spirituales/26.7":{"o":"Πλὴν τὸ περὶ τοῦ Ἰὼβ γεγραμμένον, οὐκ ἔστιν ἁπλῶς, πῶς ἐξῃτήσατο αὐτὸν ὁ Σατανᾶς. Οὐ γὰρ ἠδύνατο ἄνευ ἐπιτροπῆς ἀφ' ἑαυτοῦ τι ποιῆσαι. Ἀλλὰ τί λέγει τῷ Κυρίῳ ὁ διάβολος; Δός μοι αὐτὸν εἰς χεῖρας· ἡ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Οὕτως καὶ νῦν ὁ αὐτὸς Ἰώβ ἐστι, καὶ ὁ αὐτὸς Θεὸς, καὶ ὁ αὐτὸς διάβολος. Ἐν ὅσῳ οὖν τυγχάνει τῆς ἀντιλήψεως Θεοῦ, καὶ ἔστι πρόθυμος καὶ ζέων τῇ χάριτι ἐξαιτεῖται αὐτὸν ὁ Σατανᾶς. Καὶ λέγει τῷ Κυρίῳ, Ἐπειδὴ βοηθεῖς αὐτῷ, καὶ ἀντιλαμβάνεις αὐτοῦ, δουλεύει σοι ἄφες αὐτὸν καὶ παράδος μοι, ᾖ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Λοιπὸν, ὡς ὅτι παρακαλεῖται ἡ ψυχή, ἡ χάρις ὑποστέλλει, καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς. Ἔρχεται οὖν ὁ διάβολος, ἐπιφέρων μυρία κακὰ, ἀπελπισμὸν, ἀπόγνωσιν, διαλογισμοὺς πονηροὺς, θλίβων τὴν ψυχὴν, ἵνα χαυνώσῃ καὶ ἀλλοτριώσῃ ταύτην τῆς ἐλπίδος τοῦ Θεοῦ.","t":"But what is written about Job, how Satan asked for him, is not without meaning. For he could do nothing of himself without permission. But what does the devil say to the Lord? \"Give him into my hands; surely he will bless you to your face.\" So now too there is the same Job, the same God, and the same devil. So long, then, as a man receives the help of God and is eager and fervent with grace, Satan asks for him and says to the Lord, \"Because you help him and support him, he serves you; let him go and hand him over to me, and surely he will bless you to your face.\" Then, as the soul is being comforted, grace withdraws, and the soul is handed over to temptations. Then the devil comes, bringing countless evils, hopelessness, despair, evil reasonings, afflicting the soul to make it slacken and to estrange it from hope in God.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.7 (PG 34:678–679; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-7)."},"macarius-homiliae-spirituales/26.8":{"o":"Ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει, οὐκ ἀπελπίζει, ἀλλὰ κρατεῖ ὁ κρατεῖ· καὶ ὅσα ἂν ἐπενέγκῃ αὐτὴ διὰ μυρίων πειρασμῶν ὑπομένουσα, λέγει, ᾿Ἐὰν καὶ ἀποθάνω, ἐγὼ αὐτὸν οὐκ ἀφίω. Καὶ τότε ἐὰν ὑπομείνῃ εἰς τέλος ὁ ἄνθρωπος, ἄρχεται ὁ Κύριος διαλέγεσθαι τῷ Σατανᾷ, \"Ορᾷς, πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκας αὐτῷ, καὶ οὐχ ὑπήκουσέ σοι, ἀλλ' ἐμοὶ δουλεύει, καὶ ἐμὲ φοβεῖται. Τότε καταισχύνεται ὁ διάβολος, καὶ οὐκέτι ἔχει τι εἰπεῖν. Καὶ γὰρ ἐπὶ τοῦ Ἰὼβ, εἰ ᾔδει, ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι, οὐκ ἂν ἐξῃτήσατο αὐτὸν, ἵνα μὴ καταισχυνθῇ. Οὕτως καὶ νῦν εἰς τοὺς ὑπομένοντας θλίψεις καὶ πειρασμούς, καταισχύνεται ὁ Σατανᾶς, καὶ μετανοεῖ, ὅτι μηδὲν ἤνυσεν. Αρχεται γὰρ ὁ Κύριος λόγον αὐτῷ ποιεῖν Ιδε παρεχώρησά σοι, ἴδε ἐπέτρεψά σοι πειράσαι αὐτὸν, μή τι ἠδυνήθης; μή τι ὑπήκουσέ σοι;","t":"But the wise soul, though in evils and in affliction, does not despair, but holds fast what it holds; and whatever it may bring upon it, enduring through countless temptations, it says, \"Even if I die, I will not let him go.\" And then, if the man endures to the end, the Lord begins to speak with Satan: \"Do you see how many evils and afflictions you brought upon him, and he did not obey you, but serves me and fears me?\" Then the devil is put to shame and has nothing more to say. For in the case of Job, if he had known that once he fell into the temptations he would endure and not be defeated, he would not have asked for him, so as not to be put to shame. So now too, in those who endure afflictions and temptations, Satan is put to shame and regrets that he accomplished nothing. For the Lord begins to reason with him: \"See, I gave way to you; see, I allowed you to tempt him. Were you able to do anything? Did he obey you?\"","f":"Ps.-Macarius, <i>Hom.</i> 26.8 (PG 34:679–680; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-8)."},"macarius-homiliae-spirituales/26.9":{"o":"Ἐρώτησις. Εἱ ἄρα ὅλους τοὺς λογισμοὺς τοῦ ἀνθρώπου καὶ τὰ νοήματα οἶδεν ὁ Σατανᾶς ᾿Απόκρισις. Εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι, καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσι ἐτῶν ὑπάρχων οἶδας τὰ τοῦ πλησίον, ἄρα αὐτὸς ὁ Σατανᾶς ἀπὸ γενετῆς συνών σοι οὐκ οἶδε τοὺς λογισμούς σου; ἐξακισχιλίων γὰρ ἤδη ἐστὶν ἐτῶν. Καὶ οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄνθρωπον, εἰδέναι τί μέλλει ποιεῖν. Πειράζει γὰρ ὁ πειράζων, οὐκ οἶδε δὲ, εἰ ὑπακούει αὐτῷ, ἢ μὴ ὑπακούει, ἕως ἂν τὸ θέλημα δοῦλον δῷ ἡ ψυχή. Οὔτε πάλιν λέγομεν, ὅτι ὅλους τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰς ἐνθυμήσεις οἶδεν ὁ διάβολος. Ωσπερ γὰρ ἐὰν ᾗ δένδρον, καὶ ἔχῃ κλάδους πολλοὺς καὶ πολλὰ μέλη· λοιπόν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων, καὶ κατέχει αὐτοὺς ὁ Σατανᾶς. Καὶ εἰσὶν ἄλλοι λογισμοὶ καὶ νοήματα, μὴ κατεχόμενοι ὑπὸ τοῦ Σατανᾶ. Ἔν τινι γὰρ ἰσχυρότερόν ἐστι τὸ μέρος τῆς κακίας ἐν τῷ βρύειν τοὺς λογισμοὺς, ἔν τινι πάλιν ὁ λογισμὸς τοῦ ἀνθρώπου ὑπερνικᾷ, λαμβάνων βοήθειαν καὶ λύτρωσιν παρὰ Θεοῦ, καὶ ἀντιλέγων τῇ κακίᾳ, ἓν τινι κεκράτηται, καὶ ἔν τινι ἔχει θέλημα. Προσέρχεται γὰρ ἔστιν, ὅτε τῷ Θεῷ ζέων, καὶ οἶδεν ὁ Σατανᾶς, καὶ βλέπει ὅτι κατ' αὐτοῦ ποιεῖ, καὶ οὐ δύναται ἐπισχεῖν τὸν ἄνθρωπον. Διὰ τί; ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν Θεὸν, ἔχει φυσικοὺς καρποὺς τοῦ ἀγαπῆσαι Θεὸν, τοῦ πιστεῦσαι, τοῦ ἐπιζητῆσαι καὶ προσελθεῖν. Καὶ γὰρ ἐν τοῖς φαινομένοις, ὁ γεωργὸς ἐργάζεται τὴν γῆν, οὕτως καὶ εἰς τὸ πνευματικὸν, εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα. Χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωργῆσαι τὴν γῆν τῆς καρδίας αὐτοῦ, καὶ πονῆσαι. Ζητεῖ γὰρ ὁ Θεὸς τὸν πόνον, καὶ κάματον, καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου. Ἀλλ᾽ ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνια νέφη, καὶ ὑετοὶ χάριτος, οὐδὲν ὠφέλησεν ὁ γεωργός καμών.","t":"Question. Does Satan, then, know all a man's thoughts and intentions?\n\nAnswer. If a man who keeps company with another man knows his affairs, and you, being twenty years old, know the affairs of your neighbour, does not Satan himself, who has been with you from birth, know your thoughts? For he is already six thousand years old. Yet we do not say that before he tempts a man he knows what the man will do. For the tempter tempts, but does not know whether he will obey him or not, until the soul gives its will as a slave. Nor again do we say that the devil knows all the thoughts and reflections of the heart. For as a tree has many branches and many limbs, so there are certain branches of thoughts and intentions, and Satan holds them; and there are other thoughts and intentions that are not held by Satan.\n\n[10] For in one person the side of evil is stronger in the welling up of thoughts; in another, again, the thinking of the man prevails, receiving help and redemption from God, and speaking against evil; in one respect he is held fast, and in another he has a will. For there are times when he comes to God fervent, and Satan knows it and sees that he is acting against him, and cannot hold the man back. Why? Because he has the will to cry out to God; he has natural fruits, of loving God, of believing, of seeking and drawing near. For as in visible things the farmer works the earth, so also in the spiritual realm things are to be understood as having two sides. A man must therefore by his own choice cultivate the earth of his heart and toil. For God seeks the toil, the labour, and the working of man. But unless heavenly clouds and rains of grace appear from above, the farmer has toiled for nothing.","f":"Ps.-Macarius, <i>Hom.</i> 26.9 (PG 34:680–681; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/26-9)."},"macarius-homiliae-spirituales/27.1":{"o":"Γνῶθί σου τὴν εὐγένειαν, ὦ ἄνθρωπε, καὶ τὸ ἀξίωμα πῶς τίμιος εἶ, ἀδελφὸς Χριστοῦ, φίλος βασιλέως, νύμφη τοῦ ἐπουρανίου Νυμφίου. Ὁ γὰρ δυνηθεὶς ἐπιγνῶναι τὸ ἀξίωμα τῆς ἑαυτοῦ ψυχῆς, οὗτος δύναται ἐπιγνῶναι τὴν δύναμιν, καὶ τὰ μυστήρια τῆς θεότητος, καὶ μᾶλλον ἐντεῦθεν ταπεινωθῆναι· ἐπειδὴ διὰ δυνάμεως Θεοῦ, βλέπει τις τὴν πτῶσιν ἑαυτοῦ. Ἀλλ᾿ ὃν τρόπον αὐτὸς διὰ παθημάτων καὶ σταυροῦ παρῆλθε, καὶ οὕτως ἐδοξάσθη, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός καὶ οὕτω χρὴ καὶ σὲ συμπαθεῖν, καὶ συσταυρωθῆναι, καὶ οὕτως ἀνελθεῖν, καὶ συγκαθίσαι, καὶ συναφθῆναι τῷ σώματι τοῦ Χριστοῦ, καὶ πάντοτε συμβασιλεύειν ἐν ἐκείνῳ τῷ αἰῶνι, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.","t":"Homily 27. This homily continues to set out at length the worth and state of the Christian man, as did the one before. Then it teaches many very profitable things about free will, mixing in certain questions full of divine wisdom.\n\nKnow your nobility, O man, and your dignity, how precious you are: a brother of Christ, a friend of the King, a bride of the heavenly Bridegroom. For whoever has been able to recognize the dignity of his own soul is able to recognize the power and the mysteries of the Godhead, and from this to be humbled all the more; since it is through the power of God that one sees one's own fall. But in the way that he passed through sufferings and the cross, and so was glorified and sat down at the right hand of the Father, so you too must suffer with him and be crucified with him, and so ascend and sit with him, and be joined to the body of Christ, and reign with him always in that age, if indeed we suffer with him, that we may also be glorified with him.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.1 (PG 34:693–694; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-1)."},"macarius-homiliae-spirituales/27.10":{"o":"Ερώτησις. Οὐκ ἠδύναντο ἁμαρτάνειν οἱ ἀπόστολοι, εἰ ἤθελον, ἢ καὶ αὐτοῦ τοῦ θελήματος ἰσχυροτέρα ἦν ἡ χάρις Ἀπόκρισις. ᾿Αμαρτάνειν μὲν οὐκ ἠδύναντο οὔτε γὰρ ἡροῦντο ἐν φωτὶ ὄντες καὶ ἐν χάριτι τοιαύτῃ. Πλὴν οὐ λέγομεν ὅτι ἡ χάρις ἐν αὐτοῖς ἡσθένει, ἀλλὰ λέγομεν, ὅτι παραχωρεῖ ἡ χάρις καὶ τοῖς τελείοις πνευματικοῖς ἔχειν τὰ θελήματα, καὶ τὴν ἐξουσίαν τοῦ ποιεῖν ἃ θέλουσι, καὶ τρέπεσθαι ὅπου βούλονται. Καὶ αὐτὴ δὲ ἡ φύσις ἡ ἀνθρωπίνη ἀσθενὴς οὖσα ἔχει ἐξουσίαν, καὶ συνόντος τοῦ ἀγαθοῦ τρέπεσθαι. \"Ωσπερ ἐὰν ὦσί τινες ἐνδεδυμένοι πανοπλίαν, θώρακα, καὶ ὅπλα, τὸ λοιπὸν ἔσωθέν εἰσιν ἠσφαλισμένοι, καὶ ἐχθροὶ οὐκ ἐπέρχονται αὐτοῖς· ἢ ἐπέρχονται μὲν, λοιπὸν δὲ ἐν τῷ θελήματι αὐτῶν ἐστιν, ἢ χρήσασθαι τοῖς ὅπλοις, καὶ ἀνταγωνίσασθαι, καὶ ἀντιπαλαῖσαι τοῖς ἐχθροῖς, καὶ τὰ νικητήρια ἀπενέγκασθαι, ἢ συνηδυνθῆναι καὶ εἰρηνεῦσαι μετὰ τῶν ἐχθρῶν, καὶ μὴ πολεμῆσαι, καίτοι ἔχοντες ὅπλα· οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδεδυμένοι τὴν τελείαν δύναμιν, καὶ ἔχοντες τὰ ὅπλα τὰ ἐπουράνια, εἰ θέλουσι, συνήδονται τῷ Σατανᾷ, καὶ εἰρηνεύουσι μετ' αὐτοῦ, καὶ οὐ πολεμοῦσι. Τρεπτὴ γάρ ἐστιν ἡ φύσις, καὶ εἰ θέλει τις, γίνεται υἱὸς τοῦ Θεοῦ, εἴτε πάλιν υἱὸς ἀπωλείας, διὰ τὸ παραμένειν τὸ αὐτεξούσιον.","t":"Question. Could the apostles not sin if they wished, or was grace stronger even than their will?\n\nAnswer. They could not sin, for they did not choose to, being in light and in such grace. Yet we do not say that grace was weak in them; but we say that grace allows even the perfect spiritual men to have their wills and the power to do what they wish and to turn where they will. And human nature itself, though weak, has the power to turn, even while the good is present. As when some are clothed in full armour, breastplate and weapons, they are thereafter secure within, and enemies do not attack them; or they do attack, but then it lies in their will either to use their weapons, to fight back, to wrestle against the enemies, and to carry off the prizes of victory, or to take pleasure with the enemies and make peace with them and not fight, although they have weapons: so too Christians, clothed with the perfect power and having the heavenly weapons, may, if they wish, take pleasure with Satan, make peace with him, and not fight. For nature is changeable, and if anyone wishes he becomes a son of God, or again a son of perdition, because free will remains.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.10 (PG 34:700–701; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-10)."},"macarius-homiliae-spirituales/27.12":{"o":"῎Αλλο ἐστὶ τὸ περὶ ἄρτου διηγήσασθαι καὶ τραπέζης, καὶ ἄλλο ἐστὶ φαγεῖν καὶ λαβεῖν τὸν νόστον τοῦ ἄρτου, καὶ ἐνδυναμωθῆναι ὅλα τὰ μέλη. ῎Αλλο ἐστὶν εἰπεῖν περὶ ποτοῦ ἡδυτάτου λόγοις, καὶ ἄλλο ἐστὶν ἀπελθεῖν καὶ δράξασθαι ἐξ αὐτῆς τῆς πηγῆς, καὶ ἐμπλησθῆναι αὐτῆς τῆς γεύσεως τοῦ ἡδυτάτου ποτοῦ. ῎Αλλο ἐστὶ διηγήσασθαι περὶ πολέμου, καὶ γενναίων ἀθλητῶν, καὶ πολεμιστῶν, καὶ ἄλλο ἐστὶ τὸ ἀπελθεῖν τινα εἰς παράταξιν πολέμου, καὶ συμβαλεῖν τοῖς ἐχθροῖς, καὶ εἰσελθεῖν καὶ ἐξελθεῖν, καὶ λαβεῖν, καὶ δοῦναι, καὶ ἀπενέγκασθαι τὰ νικητήρια. Οὕτω κἀν τοῖς πνευματικοῖς. ῎Αλλο ἐστὶ τὸ γνώσει τινὶ καὶ νοῖ διηγῆσαι λόγους, καὶ ἄλλο ἐστὶ τὸ ἐν ὑποστάσει καὶ ἔργῳ, καὶ ἐν πληροφορίᾳ, καὶ ἐν τῷ ἔνδον ἀνθρώπῳ, καὶ τῷ νῷ ἔχειν τὸν θησαυρὸν, καὶ τὴν χάριν, καὶ τὴν γεῦσιν, καὶ τὴν ἐνέργειαν τοῦ ἁγίου Πνεύματος. Οἱ γὰρ ψιλοὺς λόγους λέγοντες, φαντάζονται, καὶ φυσιοῦνται ὑπὸ τοῦ νοὸς αὐτῶν. Ὁ γὰρ λόγος, φησὶν, ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθανοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως· καὶ πάλιν ἀλλαχοῦ λέγει, Τὸ δὲ τέλος τῆς παραγγελίας ἔστιν ἀγάπη ἐκ καρδίας καθαρᾶς, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου. Ὁ τοιοῦτος οὐ πίπτει. Πολλοῖς γὰρ ἐκζητήσασι τὸν Θεὸν ἠνοίγει θύρα, καὶ εἶδον θησαυρὸν, καὶ εἰσῆλθον εἰς αὐτόν. Καὶ ὡς ἦσαν ἐν χαρᾷ λέγοντες, Εύρομεν θησαυρὸν, ἀπέκλεισεν αὐτοῖς τὰς θύρας, ἤρξαντο βιᾶν καὶ πενθεῖν, καὶ ἐπιζητεῖν, Θησαυρὸν εὔρομεν καὶ ἀπωλέσαμεν. Οἰκονομικῶς γὰρ ὑποστέλλει ἡ χάρις, ἵνα μειζόνως ἐπιζητήσωμεν· ὁ γὰρ θησαυρὸς δείκνυται πρὸς τρόπον τῆς ζητήσεως.","t":"It is one thing to talk about bread and a table, and another to eat and receive the savour of the bread and be strengthened in all one's limbs. It is one thing to speak in words of a most sweet drink, and another to go and draw from the spring itself and be filled with the very taste of the sweetest drink. It is one thing to tell of war and of noble champions and warriors, and another for someone to go into the battle line, engage the enemy, go in and out, take and give blows, and carry off the prizes of victory. So too in spiritual things. It is one thing to set out words with some knowledge and understanding, and another to have the treasure, the grace, the taste, and the working of the Holy Spirit in substance and in deed, in full assurance, in the inner man and in the mind. For those who speak bare words imagine things and are puffed up by their own mind. \"For our word and our preaching,\" he says, \"were not in persuasive words of human wisdom, but in demonstration of the Spirit and of power.\" And again he says elsewhere, \"But the end of the commandment is love out of a pure heart and a good conscience and sincere faith.\" Such a one does not fall. For to many who sought God a door was opened, and they saw a treasure and entered into it; and while they were in joy, saying, \"We have found a treasure,\" he shut the doors on them, and they began to cry out, to mourn, and to search, saying, \"We found a treasure and have lost it.\" For grace withdraws by God's ordering, so that we may seek the more. For the treasure is shown in proportion to the seeking.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.12 (PG 34:701–702; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-12)."},"macarius-homiliae-spirituales/27.13":{"o":"Ερώτησις. Ἐπειδή τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν μετέβη τις ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, εἰ δύναταὶ τις ἐν φωτὶ ἂν ἔχειν ῥυπαροὺς λογισμούς; ᾿Απόκρισις. Γέγραπται, ὅτι Πνεύματι ἐναρξάμενοι ἐν σαρκὶ νῦν ἐπιτελεῖσθε. Λέγει δὲ πάλιν Ἑνδύσασθε τὴν πανοπλίαν τοῦ Πνεύματος, πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Πρὸς λόγον εἰσὶ δύο τόποι, ποῦ ὢν ἐνεδύσατο τὰ ὅπλα, καὶ ποῦ ὢν πολεμεῖ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν φωτὶ ὧν, ἢ ἐν σκότει. Καὶ, Πρὸς τὸ δύνασθαι ὑμᾶς πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ πάλιν, Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ· καὶ πάλιν, ᾿Αδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ μετόχους γενομένους Πνεύματος ἁγίου, καὶ παραπεσόντας ἀνακαινίζειν. Ἰδοὺ οἱ φωτισθέντες καὶ γευσάμενοι παραῤῥίπτουσιν. Ὁρᾷς, ὅτι ἔχει θέλημα τοῦ συμφωνῆσαι τῷ Πνεύματι, καὶ ἔχει θέλημα τοῦ λυπῆσαι. Πάντως γὰρ ἀναλαμβάνει ὅπλα τοῦ ἀπελθεῖν εἰς πόλεμον, καὶ ἀγωνίσασθαι κατὰ τῶν ἐχθρῶν· πάντως ἐφωτίσθη, ἵνα στρατεύσηται κατὰ τοῦ σκότους.","t":"Question. Since some say that after grace one has passed from death into life, can one who is in the light have unclean thoughts?\n\nAnswer. It is written, \"Having begun in the Spirit, are you now being made perfect in the flesh?\" And again he says, \"Put on the full armour of the Spirit, so that you may be able to stand against the schemes of the devil.\" To put it plainly, there are two places: where he was when he put on the armour, and where he is when he fights against the principalities and authorities, in light or in darkness. And, \"so that you may be able to quench all the fiery darts of the evil one\"; and again, \"Do not grieve the Holy Spirit of God\"; and again, \"It is impossible for those who were once enlightened, and have tasted the gift of God, and become partakers of the Holy Spirit, and have fallen away, to renew them.\" See, those who have been enlightened and have tasted fall away. You see that one has the will to agree with the Spirit, and has the will to grieve him. For surely he takes up arms in order to go to war and fight against the enemies; surely he was enlightened in order to campaign against the darkness.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.13 (PG 34:702–703; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-13)."},"macarius-homiliae-spirituales/27.14":{"o":"Ερώτησις. Πῶς λέγει ὁ ᾿Απόστολος· «Ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν, καὶ πᾶσαν προφητείαν, καὶ λαλῶ ταῖς γλώσσαις τῶν ἀγγέλων, οὐδέν εἰμι. Ἀπόκρισις. Οὐχ οὕτως ὀφείλομεν νοεῖν, ὅτι οὐδέν ἐστιν ὁ ᾿Απόστολος, ἀλλὰ πρὸς ἐκείνην τὴν ἀγάπην, ἥτις ἐστὶ τελεία, ταῦτα μικρά ἐστι, καὶ ὁ ἐν τούτοις ὢν τοῖς μέτροις, πίπτει· ὁ δὲ ἔχων τὴν ἀγάπην, ἀπτωτός ἐστιν. Ἐγὼ δέ σοι λέγω, ὡς εἶδον ἀνθρώπους εἰς ὅλα τὰ χαρίσματα γενομένους καὶ μετόχους Πνεύματος καὶ οὗτοι μὴ φθάσαντες εἰς τὴν τελείαν ἀγάπην, ἔπεσον. Εἷς γάρ τις τῶν εὐγενῶν ἀποταξάμενος ἐπώλησεν αὐτοῦ τὰ ὑπάρχοντα, ἠλευθέρωσε δούλους, ὧν φρόνιμος καὶ συνετὸς, λοιπὸν περιβόητος ἦν ἐπὶ σεμνῷ βίῳ· καὶ ἐν τῷ μεταξὺ οἰηθεὶς περὶ ἑαυτοῦ, καὶ τυφωθεὶς, τέλος κατέπεσεν εἰς ἀσελγείας, καὶ μυρία κακά.","t":"Question. How does the Apostle say, \"If I have all knowledge and all prophecy, and speak with the tongues of angels, I am nothing\"?\n\nAnswer. We ought not to understand that the Apostle is nothing, but that compared with that love which is perfect these things are small, and one who is at these measures falls; but the one who has love cannot fall. And I tell you that I have seen men who came to all the gifts and became partakers of the Spirit, and these, not having reached perfect love, fell. For one of the nobly born renounced the world, sold his possessions, and freed his slaves; being prudent and intelligent, he was renowned for his holy life. And meanwhile, thinking highly of himself and being puffed up, he at last fell into licentiousness and countless evils.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.14 (PG 34:703–704; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-14)."},"macarius-homiliae-spirituales/27.15":{"o":"῎Αλλος ἐπὶ διωγμοῦ ἔδωκεν ἑαυτοῦ τὸ σῶμα, καὶ ὢν ὁμολογητὴς, μετὰ ταῦτα εἰρήνης γενομένης ἀπελύθη, καὶ ἦν ὀνομαστός. Τὰ γὰρ βλέφαρα αὐτοῦ ἦν βλαβέντα, ἐπειδὴ ὑπεκαπνίσθη. Οὗτος λοιπὸν δοξαζόμενος, καὶ καλούμενος εἰς τὰς εὐχὰς, λαμβάνων σιτίον, ἐδίδου τῷ παιδὶ αὐτοῦ καὶ οὕτως ἦν ὁ νοῦς αὐτοῦ, ὡς μηδέποτε ἀκούσας λόγον Θεοῦ. ῎Ἄλλος ἔδωκε τὸ σῶμα αὐτοῦ ἐπὶ διωγμοῦ, καὶ ἐκρεμάσθη, καὶ ἐξέστη, εἶτα ἐβλήθη εἰς τὴν φυλακήν. Ὑπηρέτει οὖν αὐτῷ κατὰ πίστιν κανονική τις, καὶ ποιήσας συνήθειαν μετ᾿ αὐτῆς, ὧν ἐν τῇ φυλακῇ, ἐξέπεσεν εἰς πορνείαν. Ἴδε ὁ πλούσιος ὁ πωλήσας τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ὁ δοὺς τὸ σῶμα αὐτοῦ εἰς μαρτύριον, πῶς ἔπεσεν.","t":"Another gave up his body in a persecution and, being a confessor, was released afterwards when peace came, and he was renowned. His eyelids had been damaged, since he had been tortured with smoke. This man, then, being honoured and invited to the prayers, used to take food and give it to his servant; and so his mind was as if he had never heard the word of God. Another gave up his body in a persecution, was hung up and racked, and then was thrown into prison. A consecrated woman served him out of faith, and having become familiar with her while he was in prison, he fell into sexual immorality. See how the rich man who sold his possessions and the one who gave his body to martyrdom fell.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.15 (PG 34:704; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-15)."},"macarius-homiliae-spirituales/27.16":{"o":"῎Αλλος δέ τις φρόνιμος ἀσκητὴς συνών μοι ἐν τῇ οἰκίᾳ, καὶ μετ᾿ ἐμοῦ εὐχόμενος, οὕτως ἦν πλούσιος ἐν τῇ χάριτι, ὡς εὐχόμενος ἐγγὺς μου κατανύττεσθαι. Έβρασσε γὰρ ἐν αὐτῷ ἡ χάρις· ἐδόθη δὲ αὐτῷ καὶ τὸ χάρισμα τῶν ἰαμάτων, καὶ οὐ μόνον τοὺς δαίμονας ἀπήλαυνεν, ἀλλὰ καὶ τοὺς δεδεμένους χεῖρας καὶ πόδας, καὶ ἔχοντας πάθη δεινά, διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἐθεράπευσεν. Εἶτα ἀμελήσας καὶ δοξαζόμενος ὑπὸ τοῦ κόσμου, καὶ συνηδόμενος αὐτῷ, ἐτυφώθη, καὶ ἐξέπεσεν εἰς αὐτὰ τὰ βαθύτατα τῆς ἁμαρτίας. Ἴδε καὶ ὁ ἔχων χάρισμα ἰαμάτων ἔπεσεν. Ὁρᾷς, πῶς πρὸ τοῦ ἔρχεσθαι εἰς ἀγάπης μέτρα πίπτουσιν. \"Ος γὰρ φθάσας εἰς τὴν ἀγάπην, δέδεται καὶ μεμέθυσται, οὗτος καταπεπόντισται, καὶ αἰχμάλωτός ἐστιν εἰς ἄλλον κόσμον, ὡς τῆς ἰδίας φύσεως οὐκ αἰσθανόμενος.","t":"Another, a prudent ascetic, who lived with me in the house and prayed with me, was so rich in grace that, praying near me, he was pierced with compunction; for grace was boiling up in him. He was also given the gift of healing, and not only did he drive out demons, but he also healed by the laying on of hands those who were bound hand and foot and had grievous afflictions. Then he became negligent, and being glorified by the world and taking pleasure in it, he was puffed up and fell into the very depths of sin. See, even the one who had the gift of healing fell. You see how they fall before they come to the measures of love. For he who has reached love is bound and made drunk; he is swallowed up and is a captive to another world, as one who no longer perceives his own nature.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.16 (PG 34:704–705; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-16)."},"macarius-homiliae-spirituales/27.17":{"o":"Ερώτησις. Τί ἐστιν· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Ἀπόκρισις. Κατ' ἐκεῖνον τὸν καιρὸν οἱ μεγάλοι, καὶ δίκαιοι, καὶ βασιλεῖς, καὶ προφῆται, ὅτι μὲν ἔρχεται ὁ Λυτρωτὴς, ᾔδεισαν· ὅτι δὲ πάσχει, καὶ σταυροῦται, καὶ αἷμα ἐκχεῖται ἐπὶ τοῦ σταυροῦ, οὔτε ᾔδεισαν, οὔτε ἤκουσαν, οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν, ὅτι ἔσται βάπτισμα πυρὸς καὶ Πνεύματος ἁγίου καὶ ὅτι ἐν τῇ Ἐκκλησίᾳ προσφέρεται ἄρτος καὶ οἶνος, ἀντίτυπον τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος καὶ οἱ μεταλαμβάνοντες ἐκ τοῦ φαινομένου ἄρτου, πνευματικῶς τὴν σάρκα τοῦ Κυρίου ἐσθίουσι· καὶ ὅτι οἱ ἀπόστολοι καὶ οἱ Χριστιανοὶ δέχονται τὸν Παράκλητον, καὶ ἐνδύονται δύναμιν ἐξ ὕψους, καὶ πληροῦνται τῆς θεότητος· καὶ ὅτι συγκιρνῶνται αἱ ψυχαὶ τῷ ἁγίῳ Πνεύματι. Τοῦτο οὐκ ᾔδεισαν οἱ προφῆται καὶ βασιλεῖς, οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν. Νῦν γὰρ οἱ Χριστιανοὶ ἄλλως πλουτοῦσι, καὶ ἐπιποθοῦσιν εἰς τὴν θεότητα· ἀλλὰ καὶ τοιαύτην χαρὰν καὶ παράκλησιν ἔχοντες ὑπὸ φόβον καὶ τρόμον εἰσίν.","t":"Question. What is meant by \"What eye has not seen, and ear has not heard, and has not entered into the heart of man\"?\n\nAnswer. At that time the great and righteous men, kings and prophets, knew that the Redeemer was coming; but that he suffers and is crucified and blood is poured out on the cross, they neither knew nor heard, nor did it enter into their heart; nor that there would be a baptism of fire and the Holy Spirit; and that in the church bread and wine are offered, the antitype of his flesh and blood, and those who partake of the visible bread eat the flesh of the Lord spiritually; and that the apostles and the Christians receive the Paraclete, are clothed with power from on high, and are filled with the Godhead; and that souls are mingled with the Holy Spirit. This the prophets and kings did not know, nor did it enter into their heart. For now Christians are rich in another way, and long for the Godhead; but even having such joy and comfort, they are under fear and trembling.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.17 (PG 34:705–706; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-17)."},"macarius-homiliae-spirituales/27.18":{"o":"Ερώτησις. Ὑπὸ ποῖον φόβον καὶ τρόμον ᾿Απόκρισις. Τοῦ μὴ σφαλῆναι ἕν τινι, ἀλλὰ συμφωνεῖν τῇ χάριτι. Ωσπερ ἐὰν ᾗ τις ἔχων θησαυροὺς, καὶ ὁδεύῃ εἰς τόπους ἔνθα εἰσὶ λῃσταὶ, λοιπὸν χαίρει μὲν διὰ πλοῦτον καὶ τὸν θησαυρὸν, ὑπὸ φόβον δὲ ἐστι, μήπως ἐπελθόντες οἱ λῃσταὶ συλήσωσιν αὐτὸν, καὶ ὡς βαστάζων εἰς τὰς χεῖρας αὐτοῦ τὸ ἴδιον σῶμα οὕτως ἐστίν. Ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις πάντες ἀπεταξάμεθα, καὶ ἐσμὲν ξένοι καὶ ἀκτήμονες, καὶ κοινωνίας σαρκικῆς ἐστερημένοι. Λοιπὸν, ἴδε τὸ σῶμα κεῖται εἰς εὐχήν· ὀφείλουσιν ἰδεῖν οἱ ἀδελφοὶ, εἰ ἄρα σὺν τῷ σώματι καὶ ὁ νοῦς συμφωνεί. Ὥσπερ ἐπὶ τὸ πλεῖστον οἱ τεχνῖται μετὰ κόσμον, καὶ οἱ ἐργαστηριάρχαι ἔχουσι τὸ σῶμα ἀποδεδεμένον εἰς τὴν τέχνην, ὁμοίως καὶ τὸν νοῦν νυκτὸς καὶ ἡμέρας. Λοιπὸν σὺ ἐπίσκεψαι σεαυτὸν, ἔχων τὸ σῶμα ξένον τοῦ κόσμου τούτου, ἆρα ἔχεις καὶ τὸν νοῦν ἀλλότριον τούτου τοῦ αἰῶνος, καὶ οὐ ῥέμβῃ εἰς τὸν κόσμον; Καὶ γὰρ ἕκαστος κοσμικὸς ἢ στρατιώτης, ἢ ἔμπορος, ὅπου ἔχει τὸ σῶμα, ἐκεῖ ἔχει τὸν νοῦν ἀποδεδεμένον, καὶ ἐκεῖ αὐτῷ ἐστιν ὁ θησαυρός. Γέγραπται γάρ, ᾿ ὅπου ὁ θησαυρὸς, ἐκεῖ καὶ ἡ καρδία.","t":"Question. Under what fear and trembling?\n\nAnswer. Lest they stumble in anything, and so that they may agree with grace. As when someone has treasures and travels through places where there are robbers, he rejoices because of the wealth and the treasure, but is in fear lest the robbers come and plunder him, and he is like one carrying his own body in his hands. For see, in visible things we have all renounced, and we are strangers, without possessions, and deprived of fleshly union. So then, see, the body is set to prayer; the brothers ought to see whether the mind agrees with the body. As for the most part craftsmen in the world and the masters of workshops have the body bound to their craft, and likewise the mind, night and day: so you, examine yourself. Having a body that is a stranger to this world, do you also have a mind alien to this age, and does it not wander into the world? For every worldly man, whether soldier or merchant, has his mind bound where he has his body, and there his treasure is. For it is written, \"Where the treasure is, there also is the heart.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 27.18 (PG 34:706; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-18)."},"macarius-homiliae-spirituales/27.19":{"o":"Λοιπὸν ὁ σὸς νοῦς εἰς ποῖόν ἐστι θησαυρὸν, ἆρα ὅλος διόλου πρὸς τὸν Θεὸν ἐστιν, ἢ οὔ; εἰ δὲ οὐκ ἔστιν, ὀφείλετέ μοι εἰπεῖν, τί ἐστι τὸ ἐμποδίζον; Πάντως πνεύματά εἰσι πονηρὰ, ὁ Σατανᾶς καὶ οἱ δαίμονες, κατέχοντες τὸν νοῦν, καὶ περισκελίζοντες τὴν ψυχήν. Ὁ γὰρ πολύπλοκος διάβολος ἔχων μάγανα, καὶ τρίθυρα καὶ ποικιλίαν πολλὴν, κατέχει τὰς νομὰς τῆς ψυχῆς καὶ τοὺς λογισμοὺς, καὶ οὐκ ἐᾷ ὀρθῶς προσεύχεσθαι καὶ προσεγγίζειν Θεῷ, ἐπειδὴ αὐτὴ ἡ φύσις κοινωνική ἐστι τῶν δαιμόνων καὶ τῶν πνευμάτων τῆς πονηρίας, ὁμοίως καὶ ἀγγέλων, καὶ Πνεύματος ἁγίου ναός ἐστι τοῦ Σατανᾶ, καὶ ναὸς τοῦ ἁγίου Πνεύματος. Λοιπὸν ἐπισκέψασθε τὸν νοῦν ὑμῶν, ἀδελφοὶ, τίνος ἐστὲ κοινωνοὶ, ἀγγέλων, ἢ δαιμόνων; τίνος ἐστὲ ναὸς, οἰκητήριον Θεοῦ, ἢ διαβόλου; Ἡ καρδία ποίου θησαυροῦ μεμέστωται, τῆς χάριτος, ἢ τοῦ Σατανᾶ; Ὥσπερ οὖν οἰκίαν μεμεστωμένην δυσωδίας καὶ κοπρίας, χρὴ ταύτην καθαρισθῆναι τὸ ὅλον, καὶ κοσμηθῆναι, καὶ πληρωθῆναι πάσης εὐωδίας καὶ θησαυρῶν, ὥστε Πνεῦμα ἅγιον ἐλθεῖν ἀντὶ τοῦ Σατανᾶ, καὶ ἐπαναπαῆναι εἰς τὰς ψυχὰς τῶν Χριστιανῶν.","t":"So then, in what treasure is your mind? Is it wholly toward God, or not? And if it is not, you ought to tell me what the hindrance is. Surely it is the evil spirits, Satan and the demons, holding the mind and tripping up the soul. For the devil, being full of wiles, has engines and many-doored snares and great variety, holds the pastures of the soul and its thoughts, and does not let it pray rightly and draw near to God; since nature itself is capable of communion with demons and the spirits of wickedness, and likewise with angels and the Holy Spirit; it is a temple of Satan and a temple of the Holy Spirit. Examine your mind, then, brothers: with whom are you in communion, with angels or with demons? Whose temple are you, a dwelling place of God or of the devil? With what treasure is the heart filled, with grace or with Satan? As, then, a house filled with stench and dung must be wholly cleansed and adorned and filled with every fragrance and treasure, so that the Holy Spirit may come instead of Satan and rest upon the souls of Christians.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.19 (PG 34:707; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-19)."},"macarius-homiliae-spirituales/27.2":{"o":"Ὅσοι γὰρ δυνηθῶσι περιγενέσθαι καὶ παρελθεῖν τοὺς θριγκοὺς τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, τὴν εἰρηνευομένην καὶ μεστὴν πολλῶν ἀγαθῶν, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπαύονται. Δεῖ οὖν ὑπὲρ τούτου μεγάλως πονῆσαι καὶ ἀγωνίσασθαι· οὐ γὰρ ἐστι δίκαιον τὸν Νυμφίον διὰ σὲ ἐλθόντα παθεῖν καὶ σταυρωθῆναι, καὶ τὴν νύμφην, δι᾽ ἣν ὁ Νυμφίος παρεγένετο, καὶ καυχουμένην εἶναι καὶ ῥέμβεσθαι· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις, ἐὰν ᾗ τις πόρνη, πᾶσιν ἐπιδίδωσιν ἑαυτὴν ἀτάκτως• οὕτω καὶ ἡ ψυχὴ παντὶ ἐπιδέδωκεν ἑαυτὴν δαίμονι, καὶ φθείρεται ὑπὸ τῶν πνευμάτων. Εἰσὶ γὰρ οἱ ἔχοντες τὴν ἁμαρτίαν, καὶ τὸ κακὸν κατὰ προαίρεσιν τινὲς δὲ παρὰ προαίρεσιν. Καὶ τί ἐστι ταῦτα οἱ μὲν κατὰ προαίρεσιν ἔχοντες τὸ κακὸν, οὗτοί εἰσιν οἱ τὸ ἑαυτῶν θέλημα ἐπιδιδόντες τῇ κακίᾳ, καὶ συνηδόμενοι, καὶ φιλιάζοντες, οὗτοι εἰρήνην ἔχουσι μετὰ τοῦ Σατανᾶ, καὶ οὐ ποιοῦσι πόλεμον ἐν τοῖς λογισμοῖς μετὰ τοῦ διαβόλου. Οἱ δὲ παρὰ προαίρεσιν, οὗτοι ἔχουσι τὴν ἑαυτοῖς ἁμαρτίαν ἀντιστρατευομένην ἐν τοῖς μέλεσιν αὐτῶν, κατὰ τὸν ᾿Απόστολον. Καὶ ἔστιν ἡ ὁμιχλώδης δύναμις, καὶ τὸ κάλυμμα παρά προαίρεσιν, καὶ οὐ συμφωνοῦσιν ἐν τοῖς λογισμοῖς, οὔτε συνήδονται, ἢ ὑπακούουσιν, ἀλλ᾽ ἀντιλέγουσι, καὶ ἀντιπράττουσιν, ὀργίζονται ἑαυτοῖς. Οὗτοι πολύ εἰσι καλλίονες καὶ τιμιώτεροι παρὰ Θεῷ, ὑπὲρ ἐκείνους τοὺς ἰδίᾳ προαιρέσει τὸ θέλημα αὐτῶν ἐπιδιδόντας τῇ κακίᾳ, καὶ συνηδομένους.","t":"For all who are able to overcome and pass beyond the ramparts of evil enter into the heavenly city, which is at peace and full of many good things, where the spirits of the righteous rest. One must therefore toil and struggle greatly for this. For it is not right that the Bridegroom should come for your sake and suffer and be crucified, and that the bride, for whose sake the Bridegroom came, should be boastful and wander about. For as in visible things, if a woman is a harlot, she gives herself to all without restraint; so too the soul has given itself to every demon and is corrupted by the spirits. For there are some who have sin and evil by their own choice, and some against their choice. And what does this mean? Those who have evil by choice are those who give their own will to evil, take pleasure in it, and are friendly with it; these have peace with Satan and make no war in their thoughts against the devil. But those who have it against their choice have sin warring against them in their members, as the Apostle says; and the dark power and the veil are there against their choice, and they do not agree with it in their thoughts, nor take pleasure in it, nor obey it, but speak against it, act against it, and are angry with themselves. These are far better and more precious before God than those who by their own choice give their will to evil and take pleasure in it.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.2 (PG 34:694–695; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-2)."},"macarius-homiliae-spirituales/27.20":{"o":"Πλὴν οὐκ εὐθύς τις ἀκούσας λόγον Θεοῦ, ἤδη γέγονε τοῦ ἀγαθοῦ μέρους. Εἰ γὰρ ἅμα τῷ ἀκοῦσαι, ἐγίγνετο τοῦ ἀγαθοῦ μέρους, οὐκέτι ἂν ἦσαν ἀγῶνες, ἢ καιροὶ πολέμων, ἢ δρόμος· ἀλλ᾿ ἀκαμάτως, εἰ μόνον ἤκουσεν, ἦλθεν ἂν εἰς κατάπαυσιν καὶ τὰ τέλεια μέτρα. Οὐχ οὕτως δὲ ἐστι τὰ πράγματα. Περιαιρεῖς γὰρ τὸ θέλημα τοῦ ἀνθρώπου, τοῦτο λέγων, καὶ τὴν ἀντίπαλον δύναμιν οὐ λέγεις εἶναι παλαίουσαν τῷ νῷ. Ἡμεῖς δὲ τοῦτό φαμεν, ὅτι ὁ ἀκούων λόγον, ἔρχεται εἰς κατάνυξιν, καὶ μετὰ τοῦτο ὑποστελλούσης τῆς χάριτος κατ' οίκονομίαν πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ εἰσέρχεται εἰς γυμνασίαν καὶ παιδείαν πολέμου, καὶ ποιεῖ πάλην καὶ ἀγῶνα πρὸς τὸν Σατανᾶν, καὶ μετὰ πολλοῦ δρόμου καὶ ἀγῶνος ἀποφέρεται τὰ νικητήρια, καὶ γίνεται Χριστιανός. Εἰ γάρ τις ἀκούων μόνον, ἀκαμάτως ἐγίνετο τοῦ ἀγαθοῦ, καὶ οἱ θεατρικοὶ, καὶ οἱ πόρνοι πάντες μέλλουσιν ἀπελθεῖν εἰς βασιλείαν καὶ ζωήν· ἀλλ᾽ οὐδεὶς αὐτοῖς δώσει ταύτην ἄνευ καμάτου καὶ ἀγῶνος, ἐπειδὴ στενή ἐστι καὶ τεθλιμμένη ἡ ὁδός. Δι᾿ αὐτῆς τῆς τραχείας ὁδοῦ καὶ διοδεῦσαι χρὴ, καὶ ὑπομεῖναι, καὶ θλιβῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν ζωήν.","t":"Yet someone who hears the word of God does not at once come to belong to the good side. For if as soon as he heard he came to belong to the good side, there would no longer be struggles, or times of war, or a race; but without labour, simply by hearing, he would have come to rest and to the perfect measures. But things are not so. For you take away the will of man by saying this, and you do not say that the opposing power wrestles with the mind. But we say this: one who hears the word comes to compunction, and after this, grace withdrawing by God's ordering for the man's good, he enters into the exercise and training of war, wrestles and struggles against Satan, and after a long race and struggle he carries off the prizes of victory and becomes a Christian. For if someone, by hearing alone, came to belong to the good without labour, even the actors and all the sexually immoral would go into the kingdom and into life; but no one will give it to them without labour and struggle, since the way is narrow and afflicted. One must travel through that rough way, endure, and be afflicted, and so enter into life.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.20 (PG 34:707–708; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-20)."},"macarius-homiliae-spirituales/27.21":{"o":"Εἰ γὰρ ἄνευ καμάτου ἦν κατορθῶσαι, οὐκέτι λίθος προσκόμματος καὶ πέτρα σκανδάλου ἦν ὁ Χριστιανισμός, οὔτε πίστις καὶ ἀπιστία, ποιεῖς δὲ λοιπὸν καὶ τὸν ἄνθρωπον δετὸν, ἅτρεπτον εἰς τὸ ἀγαθόν τε καὶ κακόν. Τῷ γὰρ δυναμένῳ τραπῆναι εἰς ἀμφότερα τὰ μέρη, νόμος δέδοται, τῷ ἔχοντι τὸ αὐτεξούσιον ποιῆσαι πόλεμον πρὸς τὴν ἐναντίαν δύναμιν. Δετῇ γὰρ φύσει νόμος οὐ κεῖται· οὔτε γὰρ ὁ ἥλιος, οὔτε ὁ οὐρανὸς καὶ ἡ γῆ νενομοθέτηται, ἐπειδὴ τὰ κτίσματα δετῆς εἰσι φύσεως· ὅθεν οὔτε τιμῇ, οὔτε κολάσει ὑπόκεινται. Ἡ γὰρ τιμὴ καὶ ἡ δόξα ἡτοίμασται τῷ τρεπομένῳ εἰς τὸ ἀγαθόν· πάλιν δὲ ἡ γέεννα καὶ ἡ κόλασις ταύτῃ τῇ τρεπτῇ φύσει ἡτοίμασται, τῇ δυναμένῃ ἀποφυγεῖν τὸ κακὸν, καὶ ῥέψαι εἰς τὸ ἀγαθὸν καὶ δεξιὸν μέρος. Ἰδοὺ λέγεις αὐτὸν δετῆς φύσεως. Λοιπὸν, τὸν ἀγαθὸν ἄνθρωπον οὐ ποιεῖς ἄξιον ἐπαίνου. Ὁ γὰρ ἀπὸ φύσεως χρηστὸς καὶ ἀγαθὸς οὐκ ἔστιν ἐπαίνου ἄξιος, εἰ καὶ ἐπιθυμητός ἐστιν. Οὐ γὰρ ἐπαινετὸν, εἰ καὶ ἐπιθυμητὸν, τὸ μὴ προαιρέσει ἀγαθόν. Ἐκεῖνος γάρ ἐστιν ἐπαίνου ἄξιος, ὁ ἰδίᾳ σπουδῇ μετὰ ἀγῶνος καὶ πάλης ἐπανελόμενος τὸ ἀγαθὸν αὐτεξουσίου προαιρέσεως.","t":"For if it were possible to succeed without labour, Christianity would no longer be a stone of stumbling and a rock of offence, nor would there be faith and unbelief; and then you make man bound, unable to turn to good and to evil. For the law is given to the one who can turn to either side, to the one who has free will to make war against the opposing power. For no law is laid down for a bound nature: neither the sun nor the heaven and the earth have been given laws, since these creatures are of a bound nature; hence they are subject neither to honour nor to punishment. For honour and glory are prepared for the one who turns to the good; and again Gehenna and punishment are prepared for this changeable nature, which is able to flee evil and to incline to the good and right-hand side. See, you call him of a bound nature: then you do not make the good man worthy of praise. For one who is kind and good by nature is not worthy of praise, even if he is desirable. For what is good not by choice is not praiseworthy, even if it is desirable. That man is worthy of praise who by his own diligence, with struggle and wrestling, has taken up the good by the choice of free will.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.21 (PG 34:708–709; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-21)."},"macarius-homiliae-spirituales/27.22":{"o":"Ὥσπερ ὅταν ᾗ παρεμβολὴ Περσῶν, καὶ παρεμβολή Ῥωμαίων, καὶ ἐξέλθωσιν ἀπ᾿ αὐτῶν πτερωτοί δύο νεανίσκοι ἰσοδύναμοι, καὶ ποιήσωσι πάλην οὕτως ἡ ἀντίπαλος δύναμις καὶ ὁ νοῦς ἔχουσι τὸ ἰσόῤῥοπον κατ' ἀλλήλων· καὶ τὴν ἰσοδυναμίαν ἔχει ὁ Σατανᾶς τοῦ προτρέπεσθαι καὶ κολακεύειν τὴν ψυχὴν εἰς τὸ ἴδιον θέλημα· καὶ ἡ ψυχὴ πάλην ἔχει τοῦ ἀντιλέγειν, καὶ ἐν μηδενὶ αὐτῷ ὑπακούειν. Προτρεπτικαὶ γάρ εἰσιν αἱ ἀμφότεραι δυνάμεις τοῦ τε κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὐκ ἀναγκαστικαί. Τῇ οὖν τοιαύτῃ προαιρέσει δίδοται θεία ἀντίληψις, καὶ δύναται παλαίουσα λαβεῖν ὅπλα ἐξ οὐρανοῦ, καὶ δι᾿ αὐτῶν ἐκριζῶσαι καὶ νικῆσαι τὴν ἁμαρτίαν. Τὸ μὲν γὰρ ἀντιλέγειν τῇ ἁμαρτίᾳ δύναται ἡ ψυχή, ἄνευ δὲ Θεοῦ νικῆσαι ἢ ἐκριζῶσαι τὸ κακὸν οὐ δύναται. Οἱ δὲ λέγοντες τὴν ἁμαρτίαν εἶναι ὡς γίγαντα γενναῖον, καὶ τὴν ψυχὴν ὡς παιδίον, κακῶς λέγουσιν. Εἰ γὰρ οὕτως ἐστὶ τὰ πράγματα ἀνόμοια, ὡς γίγας ἡ ἁμαρτία, καὶ ὡς παιδίον ἡ ψυχὴ, ἄδικος ὁ νομοθέτης, νόμον δεδωκὼς τῷ ἀνθρώπῳ ποιεῖν πάλην πρὸς τὸν Σατανᾶν.","t":"As when there is a camp of Persians and a camp of Romans, and two winged young men of equal strength come out from them and wrestle: so the opposing power and the mind have equal weight against each other. Satan has equal strength to urge and flatter the soul toward his own will, and the soul has strength to wrestle, to speak against him, and to obey him in nothing. For both powers, of evil and of good, urge; they do not compel. To such a will, then, divine help is given, and in wrestling it can take weapons from heaven and by them uproot and conquer sin. For the soul is able to speak against sin, but without God it cannot conquer or uproot evil. But those who say that sin is like a mighty giant and the soul like a little child speak wrongly. For if things were so unequal, sin like a giant and the soul like a child, the lawgiver would be unjust in giving man a law to wrestle against Satan.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.22 (PG 34:709–710; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-22)."},"macarius-homiliae-spirituales/27.23":{"o":"Οὗτος δὲ ἐστιν ὁ θεμέλιος τῆς πρὸς Θεὸν ὁδοῦ, τὸ ἐν ὑπομονῇ πολλῇ, ἐν ἐλπίδι, ἐν ταπεινοφροσύνῃ, ἐν πτωχείᾳ πνεύματος, ἐν πραότητι διοδεύειν τὴν ὁδὸν τῆς ζωῆς, καὶ διὰ τούτων κτήσασθαι δύναταί τις τὴν δικαιοσύνην ἐν ἑαυτῷ. Λέγομεν δὲ δικαιοσύνην αὐτὸν τὸν Κύριον. Αὗται γὰρ αἱ ἐντολαὶ οὕτως προστάσσουσαι, ὥσπερ μίλιά εἰσι στήκοντα καὶ σημεῖα τῆς βασιλικῆς ὁδοῦ, ἀναγούσης εἰς τὴν ἐπουράνιον πόλιν τοὺς διοδεύοντας. Λέγει γὰρ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πραεῖς, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ εἰρηνοποιοί. Τοῦτον εἶπε Χριστιανισμόν. Εἰ δὲ τις ταύτῃ τῇ ὁδῷ οὐ διοδεύει, ἀνοδίᾳ πεπλάνηται, κακῷ θεμελίῳ κέχρηται. Δόξα τοῖς οἰκτιρμοῖς Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"This is the foundation of the way to God: to travel the way of life in much patience, in hope, in humility, in poverty of spirit, in meekness; and through these one can acquire righteousness within oneself. And by righteousness we mean the Lord himself. For these commandments, which enjoin thus, are like milestones standing along the royal road and signs of it, which leads up those who travel it to the heavenly city. For he says, \"Blessed are the poor in spirit, blessed are the meek, blessed are the merciful, blessed are the peacemakers.\" This he called Christianity. But if anyone does not travel by this way, he has wandered off the road and has used a bad foundation. Glory to the compassion of the Father, and of the Son, and of the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.23 (PG 34:710; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-23)."},"macarius-homiliae-spirituales/27.3":{"o":"Ωσπερ ἐὰν ᾖ βασιλεὺς, καὶ εὔρῃ πενιχράν τινα κόρην ῥάκη ἐνδεδυμένην, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ ἄρῃ αὐτῆς τὰ ῥυπαρὰ ἐνδύματα, καὶ ἀποπλύνῃ τὴν μελανίαν, καὶ κοσμήσῃ αὐτὴν ἐνδύμασι λαμπροῖς, καὶ ποιήσῃ αὐτὴν κοινωνὸν βασιλέως, καὶ τῆς τραπέζης αὐτοῦ, καὶ τῆς εὐωχίας μεταδῷ αὐτῇ οὕτως καὶ ὁ Κύριος εὖρε τὴν ψυχὴν τετραυματισμένην, καὶ πεπληγμένην, καὶ ἔδωκεν αὐτῇ φάρμακον, καὶ ἐξέδυσεν αὐτὴν τὰ μέλανα ἐνδύματα, καὶ τὴν αἰσχρότητα τῆς κακίας, καὶ ἐνέδυσεν αὐτὴν ἐνδύματα βασιλικά, ἐπουράνια, τῆς θεότητος, φωτεινὰ, καὶ ἔνδοξα καὶ ἐπέθηκεν αὐτῇ στέφανον, καὶ ἐποίησεν αὐτὴν κοινωνὸν τραπέζης βασιλικῆς εἰς χαρὰν καὶ ἀγαλλίασιν. Καὶ ὥσπερ ἐὰν ᾖ παράδεισος, καὶ ἔχῃ ἐκεῖ δένδρα καρποφόρα, καὶ ὅλα εὐώδη, καὶ ὦσιν ἐκεῖ τόποι πολλοὶ ἐπιτερπεῖς, ὅλοι ὡραῖοι καὶ πεπληρωμένοι εὐωδίας καὶ ἀναπαύσεως· καὶ ὅστις ἂν ἀπέλθῃ ἐκεῖ, εὐφραίνεται καὶ ἀναπαύεται· οὕτως γίνονται αἱ ψυχαὶ ἐν τῇ βασιλείᾳ, ὅλαι εἰσὶν ἐν χαρᾷ, καὶ εὐφροσύνῃ, καὶ εἰρήνῃ· βασιλεῖς καὶ κύριοί εἰσι καὶ θεοί. Γέγραπται γὰρ, Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων.","t":"As when a king finds a poor girl clothed in rags and is not ashamed, but takes off her filthy garments, washes away the blackness, adorns her with splendid garments, makes her the king's companion, and gives her a share in his table and his feasting: so too the Lord found the soul wounded and stricken, gave it medicine, stripped off its black garments and the shame of evil, and clothed it in royal garments, heavenly, of the Godhead, shining and glorious, and put a crown on it, and made it a companion of the royal table, for joy and gladness. And as when there is a garden of paradise, with fruit-bearing trees, all fragrant, and many delightful places there, all beautiful and full of fragrance and rest, and whoever goes there is glad and at rest: so the souls become in the kingdom; they are all in joy, gladness, and peace; they are kings and lords and gods. For it is written, \"King of those who reign, and Lord of those who rule.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 27.3 (PG 34:695; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-3)."},"macarius-homiliae-spirituales/27.4":{"o":"Οὐκ ἔστιν οὖν τὸ τυχὸν ὁ Χριστιανισμός· τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστίν. Ἐπίγνωθι οὖν σου τὴν εὐγένειαν, ὅτι εἰς βασιλικὸν ἀξίωμα ἐκλήθης, γένος ἐκλεκτὸν, ἱεράτευμα καὶ ἔθνος ἅγιον· τὸ γὰρ μυστήριον τοῦ Χριστιανισμοῦ ξένον ἐστὶ τοῦ κόσμου τούτου. Η μὲν φαινομένη δόξα τοῦ βασιλέως, καὶ ὁ πλοῦτος, ἐπίγειά ἐστι, καὶ φθαρτὰ, καὶ παρερχόμενα· ἐκείνη δὲ ἡ βασιλεία, καὶ ὁ πλοῦτος, πράγματά ἐστι θεῖα, πράγματα ἐπουράνια καὶ ἔνδοξα, μηδέποτε παρερχόμενα ἢ λυόμενα. Συμβασιλεύουσι γὰρ τῷ ἐπουρανίῳ βασιλεῖ, ἐν τῇ ἐπουρανίῳ Ἐκκλησίᾳ· καὶ πρωτότοκος μέν ἐστιν αὐτὸς ἐκ νεκρῶν, πρωτότοκοι δὲ καὶ αὐτοί. ᾿Αλλὰ καίπερ τοιοῦτοι ὄντες ἐκλεκτοὶ καὶ δόκιμοι παρὰ Θεῷ, παρ᾿ ἑαυτοῖς εἰσιν ἐλάχιστοι, καὶ λίαν ἀποδεδοκιμασμένοι· καὶ τοῦτο αὐτοῖς ὡς φυσικὸν καὶ πηκτόν ἐστι ταπεινοὺς ἢ τὸ μηδὲν ἑαυτοὺς ἡγεῖσθαι.","t":"Christianity, then, is no ordinary thing; for this mystery is great. Recognize, then, your nobility, that you have been called to royal dignity, a chosen race, a priesthood and a holy nation. For the mystery of Christianity is foreign to this world. The visible glory of the king and his wealth are earthly, perishable, and passing away; but that kingdom and that wealth are divine things, heavenly and glorious things, never passing away or dissolving. For they reign together with the heavenly King in the heavenly church; and he is the firstborn from the dead, and they too are firstborn. Yet though they are such, chosen and approved before God, in their own eyes they are least of all and utterly rejected; and this is as it were natural and fixed in them, to count themselves lowly and as nothing.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.4 (PG 34:695–696; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-4)."},"macarius-homiliae-spirituales/27.5":{"o":"Ερώτησις. Οὐκ οἶδασιν οὖν, ὅτι προσθήκην ἔλαβον, καὶ ὃ οὐκ εἶχον, ἐκτήσαντο, ξένον τῆς φύσεως αὐτῶν. ᾿Απόκρισις. Ἐγὼ γάρ σοι λέγω, ὅτι οὐκ εἰσὶ δεδοκιμασμένοι, καὶ οὐκ εἰσὶν ἐν προκοπῇ, καὶ ἀγνοοῦσιν, ὡς ὁ οὐκ εἶχον ἐκτήσαντο. Ἀλλὰ τοιούτους ὄντας, αὐτὴ ἡ χάρις ἐλθοῦσα διδάσκει, μὴ ἔχειν τὴν ψυχὴν αὐτῶν τιμίαν, ὄντας ἐν προκοπῇ, ἀλλὰ φυσικῶς ἀτίμους ἑαυτοὺς ἡγεῖσθαι· καὶ παρὰ Θεῷ τίμιοι ὄντες παρ' ἑαυτοῖς οὐκ εἰσί. Καὶ ἐν προκοπῇ καὶ γνώσει Θεοῦ ὄντες, ὡς μηδὲν εἰδότες εἰσί· καὶ παρὰ Θεῷ πλούσιοι ὄντες, παρ' ἑαυτοῖς εἰσι ὥσπερ δὲ ὁ Χριστὸς μορφὴν δούλου λαβών, διὰ τῆς ταπεινοφροσύνης ἐνίκησε τὸν διάβολον· οὕτως ἐξ ἀρχῆς ὁ ὄφις διὰ τῆς ὑψηλοφροσύνης καὶ τυφώσεως κατέστρεψε τὸν ᾿Αδάμ. Καὶ νῦν ὁ αὐτὸς ὄφις ἐνδομυχῶν ταῖς καρδίαις διὰ τυφώσεως καταβάλλει καὶ ἀπολύει τὸ γένος τῶν Χριστιανῶν.","t":"Question. Do they not know, then, that they have received an addition and acquired what they did not have, something foreign to their nature?\n\nAnswer. I tell you that they are not approved and are not in progress if they do not know that they have acquired what they did not have. But when they are such, grace itself comes and teaches them not to hold their own soul precious, though they are in progress, but to count themselves naturally without honour; and though they are precious before God, in their own eyes they are not. And though they are in progress and in the knowledge of God, they are as those who know nothing; and though they are rich before God, in their own eyes they are …. And as Christ, taking the form of a servant, conquered the devil through humility, so from the beginning the serpent overthrew Adam through pride and conceit. And now the same serpent, lurking in hearts, casts down and destroys the race of Christians through conceit.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.5 (PG 34:696–697; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-5)."},"macarius-homiliae-spirituales/27.6":{"o":"Ὥσπερ γὰρ ἐὰν ᾗ τις ἐλεύθερος, καὶ εὐγενὴς κατὰ κόσμον καὶ πλοῦτον ἔχων πολὺν, ἔτι προσοδεύηται, καὶ εἰσάγῃ καρποὺς, οὗτος ἀπονοεῖται καὶ θαῤῥεῖ ἑαυτῷ, καὶ ἀβάστακτος ὧν πάντας λακτίζει, καὶ κολαφίζει οὕτως εἰσί τινες μὴ ἔχοντες διάκρισιν, μικρὰν δὲ ἀνάπαυσιν εὑρόντες καὶ εὐχὴν, ἤρξαντο τυφοῦσθαι καὶ ἀπονοεῖσθαι καὶ κατακρίνειν· καὶ οὕτω κατέπεσον εἰς τὰ κατώτατα τῆς γῆς. Ὁ γὰρ αὐτὸς ὄφις ὁ ἐκβαλὼν τὸν ᾿Ἀδὰμ διὰ τῆς ὑψηλοφροσύνης, εἰπὼν, Ὡς θεοὶ γενήσεσθε· οὗτος καὶ νῦν ἐν ταῖς καρδίαις ὑποβάλλει ὑψηλοφροσύνην, λέγων, Τέλειος εἶ, ἀρκεῖ σοι, ἐπλούτησας, οὐ χρείαν ἔχεις, μακάριος εἶ. Εἰσὶ δὲ ἕτεροι κατὰ κόσμον, οἱ πλοῦτον μὲν ἔχοντες, τὸν δὲ προσοδεύοντες ἐν καρποῖς πολλοῖς, κατέχουσιν ἑαυτοὺς ἐν διακρίσει, καὶ οὔτε καυχῶνται, οὔτε ἐπαίρονται, ἀλλ᾽ εἰσὶν ἴσοι· οἴδασι γὰρ ὅτι μετὰ τὴν πρόσοδον ἔρχεται ἀφορία. Καὶ πάλιν ὅταν ἐμπέσωσιν εἰς ζημίαν καὶ ἀφορίαν, οὐ λυποῦνται, ἀλλ᾽ ἴσοι εἰσίν· οἴδασι γὰρ ὅτι πάλιν διαδέχεται εὐφορία. Καὶ ἐν τούτοις ἐπιπολὺ γυμνασθέντες οὐ ξενίζονται, οὔτε ἐν προσόδοις καὶ εὐφορίαις τυφοῦνται, οὔτε ἐὰν ἐπέλθῃ ζημία, ξενίζονται.","t":"For as when someone is free and noble by worldly standards and has great wealth, and still brings in revenues and gathers crops, he grows arrogant and trusts in himself, and, being unbearable, kicks and strikes everyone: so there are some who, lacking discernment, have found a little rest and prayer and have begun to be puffed up, to grow arrogant, and to condemn others; and so they have fallen to the lowest parts of the earth. For the same serpent who cast out Adam through pride, saying, \"You will be as gods,\" now too suggests pride in hearts, saying, \"You are perfect, it is enough for you, you have become rich, you have no need, you are blessed.\" But there are others in the world who, having wealth and bringing in revenues in many crops, hold themselves in check with discernment, and neither boast nor are lifted up, but are even-tempered; for they know that after the harvest comes a barren year. And again, when they fall into loss and a barren year, they do not grieve, but are even-tempered; for they know that a good year follows again. Being much exercised in these things they are not surprised: neither in revenues and good harvests are they puffed up, nor, if loss comes, are they surprised.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.6 (PG 34:697–698; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-6)."},"macarius-homiliae-spirituales/27.7":{"o":"Τὸ οὖν πρᾶγμα τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι· γεῦσις ἀληθείας, βρῶσις καὶ πόσις ἐξ ἀληθείας, φαγεῖν ἔτι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας. Ωσπερ ἐὰν ᾗ πηγὴ, καὶ ὧν τις ἐκεῖ διψῶν ἄρχηται πίνειν εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις αὐτὸν, καὶ μὴ δῷ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ὕδατος, καὶ ἐπιζητεί σπουδαιότερον· οὕτως καὶ τὸ πνευματικὸν γεύεταί τις καὶ μεταλαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει, καὶ οὐδεὶς αὐτῷ δίδωσιν ἐμπλησθῆναι.","t":"This, then, is the reality of Christianity: a taste of truth, eating and drinking of truth, and to go on eating and drinking through power and working. As when there is a spring, and someone who is thirsty there begins to drink, and then in the middle someone pulls him away and does not let him be filled as much as he wants, he burns all the more, having tasted the water, and seeks it more eagerly: so too in spiritual things, one tastes and partakes of heavenly food, and then in the middle it is withdrawn, and no one lets him be filled.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.7 (PG 34:698; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-7)."},"macarius-homiliae-spirituales/27.8":{"o":"Ἐρώτησις. Διὰ τι οὐ δίδωσιν ἐμπλησθῆναι; Ἀπόκρισις. Ἐπίσταται ὁ Κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι ταχέως ὑπεραίρεται, διὰ τοῦτο ὑποστέλλει, καὶ παραχωρεῖ γυμνασθῆναι καὶ βληθῆναι τὸν ἄνθρωπον. Εἰ γὰρ μικρὸν λαμβάνεις, καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἰ ὑφ᾽ ἓν σοί τις ἐδίδου ἐμπλησθῆναι, οὐκ ἄν σε ἔφερεν; ᾿Αλλ' εἰδὼς ὁ Θεὸς τὴν ἀσθένειαν, οἰκονομεί σε εἰς θλίψεις, ἵνα ταπεινὸς γένῃ, καὶ σπουδαιότερος τοῦ ἐπιζητεῖν τὸν Θεόν. Καὶ γὰρ κατὰ κόσμον πτωχός τις εὑρὼν βαλάντιον χρυσοῦν, ἀπὸ ἐλαφρίας ἤρξατο κηρύσσειν, Εύρον, εύρον βαλάντιον, πλούσιός είμι. Τότε ἐκ τῆς φήμης ἤκουσεν ὁ ἀπολέσας, καὶ ἔλαβεν αὐτό. ῎Αλλος πλούσιος ἀπενοήθη, καὶ ἀπελάκτισε, καὶ ἤρξατο πάντας ὑβρίζειν, καὶ ὑπεραίρεσθαί τινων, ὅθεν ἀκούσας ὁ βασιλεὺς ἐδήμευσεν αὐτοῦ τὰ ὑπάρχοντα· οὕτως καὶ εἰς τὸ πνευματικόν μικρᾶς ἀναπαύσεως ἐὰν γεύσωνταί τινες, οὐκ οἴδασι διοικῆσαι, ἀλλ' ἀπολοῦσι καὶ αὐτὸ, ὁ ἔλαβον. Πειράζει γὰρ αὐτοὺς ἡ ἁμαρτία, καὶ σκοτίζει αὐτῶν τὸν νοῦν.","t":"Question. Why does he not let him be filled?\n\nAnswer. The Lord knows the weakness of man, that he is quickly exalted; that is why he withdraws and allows the man to be exercised and struck. For if you receive a little and no one can bear you, but you are puffed up, how much more, if someone let you be filled all at once, would you be unbearable? But God, knowing your weakness, orders your life into afflictions, so that you may become humble and more eager in seeking God. For in the world too, a poor man who found a purse of gold began out of lightness of mind to proclaim, \"I have found, I have found a purse; I am rich.\" Then the one who had lost it heard of it from the report and took it back. Another rich man grew arrogant, kicked out, and began to insult everyone and to exalt himself above some; whereupon the king, hearing of it, confiscated his property. So too in spiritual things: if some taste a little rest, they do not know how to manage it, but lose even what they received. For sin tempts them and darkens their mind.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.8 (PG 34:698–699; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-8)."},"macarius-homiliae-spirituales/27.9":{"o":"Ερώτησις. Μετὰ τὸ ἐπίσκεψιν τῆς χάριτος γενέσθαι, πῶς πίπτουσί τινες; Οὐχὶ ὁ Σατανᾶς ἀσθενέστερος ἀποδείκνυται πολύ; Ὅπου γὰρ ἡμέρα, πῶς δύναται νὺξ εἶναι; Ἀπόκρισις. Οὐχ ὅτι ἡ χάρις σβέννυται, ἢ ἀσθενεῖ, ἀλλ᾽ ἵνα τὸ αὐτεξούσιόν σου, καὶ ἡ ἐλευθερία δοκιμασθῇ, ποῦ ῥέπει, παραχωρεῖ τῇ κακίᾳ· καὶ πάλιν σὺ τῷ θελήματι προσεγγίζων τῷ Κυρίῳ προτρέπῃ τοῦ ἐπισκέψασθαί σε τὴν χάριν. Ἐπεὶ πῶς γέγραπται, Τὸ Πνεῦμα μὴ σβέννυτε, εἰ ἐκεῖνο ἄσβεστόν ἐστι, καὶ φωτεινόν ᾿Αλλὰ σὺ τῷ σῷ θελήματι ἀμελῶν, καὶ μὴ συμφωνῶν κατασβέννυσαι ἐκ τοῦ Πνεύματος. Ὁμοίως λέγει, Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Ὁρᾷς ὅτι ἐν τῷ θελήματί σου κεῖται, καὶ ἐν τῇ αὐτεξουσιότητί σου, τὸ τιμῆσαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ λυπῆσαι. Ἐγὼ δὲ σοι λέγω, ὅτι καὶ τοῖς τελείοις Χριστιανοῖς τοῖς ἠχμαλωτισμένοις, καὶ μεμεθυσμένοις εἰς τὸ ἀγαθὸν, σύνεστι τὸ αὐτεξούσιον, ὅθεν μυρίοις κακοῖς ἐξετασθέντες τρέπονται ἐπὶ τὸ ἀγαθόν. Ὥσπερ ὅταν ὦσί τινες ἀξιωματικοὶ, καὶ πλούσιοι, καὶ εὐγενεῖς, καὶ οὗτοι ἰδίῳ θελήματι καὶ προαιρέσει καταλίπωσι τὸν πλοῦτον, καὶ τὴν εὐγένειαν αὐτῶν, καὶ τὰ ἀξιώματα, καὶ ἀπέλθωσι καὶ ἐνδύσωνται ῥυπαρὰ καὶ πενιχρὰ ἐνδύματα, καὶ ἀτιμίαν ἀντὶ δόξης, καὶ ὦσι ταλαιπωροῦντες, καὶ ἐξουδενούμενοι, τοῦτο καταλέλειπται τῷ ἰδίῳ αὐτῶν θελήματι. Ἐγὼ δὲ σοι λέγω, ὅτι καὶ τοὺς ἀποστόλους τοὺς τετελειωμένους ἐν τῇ χάριτι, οὐ κεκώλυκεν ἡ χάρις, ἃ ἐβούλοντο πρᾶξαι, εἴγε ἤθελον αὐτοὶ ἐκεῖνοι, μὴ ἀρέσκοντά τινα τῇ χάριτι διαπράττεσθαι. Καὶ γὰρ ἡ φύσις ἡμῶν δεκτικὴ καλοῦ καὶ κακοῦ ἐστι· καὶ ἡ ἐναντία δύναμις προτρεπτική, οὐκ ἀναγκαστική. Λοιπὸν σὺ ἔχεις τὸ αὐτεξούσιον ῥέψαι, ὅπου βούλει. Οὐχ ὁρᾷς, ὅτι Πέτρος κατεγνωσμένος ἦν, καὶ ἀπελθὼν Παῦλος ἤλεγξεν αὐτὸν, καὶ ὁ τοιοῦτος ἀκμὴν κατεγνωσμένος ἦν; καὶ ὁ Παῦλος πνευματικὸς ὢν, ἐκ τοῦ ἰδίου θελήματος διάλεκτον ἐποιήσατο μετὰ Βαρνάβα, καὶ, Παροξυνθέντες ἀνεχώρησαν ἀπ᾿ ἀλλήλων. Καὶ πάλιν ὁ αὐτὸς λέγει, Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἰδοὺ οἱ πνευματικοὶ πειράζονται, διὰ τὸ παραμένειν ἔτι τὸ αὐτεξούσιον· καὶ οἱ ἐχθροὶ ἐπίκεινται, ἕως ὅτου εἰσὶν ἐν τῷ αἰῶνι τούτῳ.","t":"Question. After the visitation of grace has taken place, how do some fall? Is not Satan shown to be much weaker? For where there is day, how can there be night?\n\nAnswer. It is not that grace is quenched or grows weak; but in order that your free will and your freedom may be tested, which way they incline, grace gives way to evil; and again you, drawing near to the Lord with your will, urge grace to visit you. Otherwise how is it written, \"Do not quench the Spirit,\" if it is unquenchable and full of light? But you, being negligent in your will and not agreeing with it, are quenched from the Spirit. Likewise he says, \"Do not grieve the Holy Spirit, in whom you were sealed for the day of redemption.\" You see that it lies in your will and in your free choice to honour the Holy Spirit and not to grieve him. And I tell you that even the perfect Christians, who are taken captive and made drunk in the good, still have free will; whence, being tried by countless evils, they turn toward the good. As when there are men of rank, rich and noble, and they of their own will and choice leave their wealth, nobility, and ranks, go away and put on filthy and poor garments, and dishonour instead of glory, and live in hardship and contempt: this is left to their own will. And I tell you that grace did not prevent even the apostles, who were perfected in grace, from doing what they wished, if they themselves wished to do something not pleasing to grace. For our nature is capable of receiving good and evil, and the opposing power urges but does not compel. So you have the free will to incline where you wish. Do you not see that Peter stood condemned, and Paul came and rebuked him, and such a man still stood condemned? And Paul, though spiritual, of his own will had a dispute with Barnabas, and \"in sharp contention they parted from one another.\" And again the same says, \"You who are spiritual, restore such a one, looking to yourself, lest you too be tempted.\" See, the spiritual are tempted, because free will still remains; and the enemies press upon them as long as they are in this age.","f":"Ps.-Macarius, <i>Hom.</i> 27.9 (PG 34:699–700; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/27-9)."},"macarius-homiliae-spirituales/28.1":{"o":"Ὥσπερ ὀργισθεὶς ὁ Θεός ποτε Ἰουδαίοις, παρέδωκε τὴν Ἱερουσαλήμ εἰς τὸ προφανὲς ἐχθροῖς, καὶ ἐκυρίευον αὐτῶν οἱ μισοῦντες αὐτοὺς, καὶ οὐκ ἦν ἔτι ἐκεῖ ἑορτὴ, οὔτε προσφορά· οὕτω καὶ τῇ ψυχῇ ὀργισθεὶς, διὰ τὴν παράβασιν τῆς ἐντολῆς, παρέδωκεν αὐτὴν τοῖς ἐχθροῖς, δαίμοσί τε καὶ πάθεσι· καὶ οὕτω πλανήσαντες αὐτὴν, τελείως ἠφάνισαν, καὶ οὐκέτι ἦν ἐκεῖ οὔτε ἑορτὴ, οὔτε θυμίαμα, οὔτε προσφορά δι' αὐτῆς τῷ Θεῷ ἀναπεμπομένη, πλησθέντων ἐν ταῖς ὁδοῖς τῶν γνωρισμάτων αὐτῆς θηρίων δεινῶν, καὶ ἐρπετῶν πνευμάτων πονηρίας ἐν αὐτῇ καταλυόντων. Καὶ ὥσπερ οἶκος, ἐὰν μὴ ἔχῃ τὸν δεσπότην κατοικοῦντα, σκότος, καὶ ἀτιμίαν, καὶ ὕβριν ἐνδύεται, καὶ ῥυπαρίας καὶ κοπριῶν ἐμπέπλησται· οὕτω καὶ ψυχὴ ἡ μὴ ἔχουσα τὸν Δεσπότην αὐτῆς μετὰ τῶν ἀγγέλων ἐν ἑαυτῇ χορεύοντα, σκότους ἁμαρτίας, καὶ αἰσχύνης παθῶν, καὶ πάσης ἀτιμίας ἐμπίμπλαται.","t":"Homily 28. This homily describes and laments the calamity of the soul, that because of sin the Lord does not dwell in it; and it speaks of John the Baptist, that among those born of women none is greater than he.\n\nAs God, once angry with the Jews, handed Jerusalem over openly to enemies, and those who hated them ruled over them, and there was no longer any feast there, nor offering: so too, angry with the soul because of the transgression of the commandment, he handed it over to its enemies, demons and passions; and so, having led it astray, they destroyed it completely, and there was no longer there any feast, or incense, or offering sent up to God through it, since the roads of its landmarks were filled with fearsome wild beasts, and creeping things, spirits of wickedness, lodged in it. And as a house, if it does not have its master dwelling in it, is clothed with darkness, dishonour, and outrage, and is filled with filth and dung: so too the soul that does not have its Master dancing within it with the angels is filled with the darkness of sin, the shame of the passions, and every dishonour.","f":"Ps.-Macarius, <i>Hom.</i> 28.1 (PG 34:710–711; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/28-1)."},"macarius-homiliae-spirituales/28.2":{"o":"Οὐαὶ ὁδῷ, ἐὰν μηδεὶς ἐν αὐτῇ περιπατῇ, μήτε ἀκούῃ ἐν αὐτῇ φωνῆς ἀνθρώπου ὅτι καταλυτήριον θηρίων τυγχάνει. Οὐαὶ ψυχῇ, ὁπόταν μὴ ὁδεύῃ ἐν αὐτῇ ὁ Κύριος, καὶ τῇ φωνῇ αὐτοῦ φεύγῃ ἐξ αὐτῆς τὰ πνευματικὰ τῆς πονηρίας θηρία Οὐαὶ οἰκίᾳ, ὁπότε ὁ δεσπότης οὐκ οἰκεῖ ἐν αὐτῇ Οὐαὶ γῆ, ὁπότε μὴ ἔχει τὸν ἐργαζόμενον αὐτὴν γεωργόν Οὐαὶ πλοίῳ, ὁπόταν μὴ ἔχῃ τὸν κυβερνήτην, ὅτι ἀπὸ τῶν κυμάτων καὶ τοῦ σάλου τῆς θαλάσσης φερόμενον ἀπόλλυται. Οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἀληθινὸν κυβερνήτην Χριστὸν ἐν αὐτῇ ὅτι ἐν τῇ θαλάσσῃ τῆς πικρίας τοῦ σκότους τυγχάνουσα, καὶ ὑπὸ τοῦ σάλου τῶν παθῶν κυματουμένη, καὶ ὑπὸ τῶν πονηρῶν πνευμάτων χειμαζομένη, τὸ τέλος ἀπώλειαν κτᾶται. Οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἐργαζόμενον αὐτὴν ἐπιμελῶς Χριστὸν, ἵνα καρποὺς ἀγαθοὺς τοῦ Πνεύματος ἐνεγκεῖν δυνηθῇ! ὅτι ἔρημος οὖσα, καὶ ἀκανθῶν καὶ τριβόλων μεστή, τὸ τέλος καῦσιν πυρὸς καρποῦται. Οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν Δεσπότην αὐτῆς Χριστὸν ἐν ἑαυτῇ κατοικοῦντα ὅτι ἔρημος οὖσα καὶ δυσωδίας παθῶν ἐμπεπλησμένη, καταλυτήριον κακίας τυγχάνει.","t":"Woe to a road if no one walks on it and no human voice is heard on it, for it becomes a lodging place of wild beasts. Woe to the soul when the Lord does not travel in it and by his voice drive out of it the spiritual wild beasts of wickedness. Woe to a house when the master does not dwell in it. Woe to land when it has no farmer to work it. Woe to a ship when it has no helmsman, for, carried along by the waves and the swell of the sea, it is lost. Woe to the soul when it does not have the true helmsman, Christ, in it; for, being in the sea of the bitterness of darkness, tossed by the swell of the passions and storm-beaten by the evil spirits, in the end it gains destruction. Woe to the soul when it does not have Christ working it carefully, so that it may bear the good fruits of the Spirit; for being desert and full of thorns and thistles, in the end it reaps burning by fire. Woe to the soul when it does not have its Master, Christ, dwelling in it; for being desert and filled with the stench of the passions, it becomes a lodging place of evil.","f":"Ps.-Macarius, <i>Hom.</i> 28.2 (PG 34:711–712; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/28-2)."},"macarius-homiliae-spirituales/28.3":{"o":"Ὥσπερ γὰρ ὁ γεωργὸς ἐπὰν πορεύηται ἐργάσασθαι τὴν γῆν, δέον τὰ ἐργαλεῖα και ἄμφια πρὸς τὴν ἐργασίαν λαμβάνειν, οὕτως καὶ ὁ Χριστὸς ὁ βασιλεὺς ὁ ἐπουράνιος καὶ ἀληθινὸς γεωργός, ἐλθὼν πρὸς τὴν ἐρημωθεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα, ἐνδυσάμενος τὸ σῶμα καὶ ὡς ἐργαλεῖον τὸν σταυρὸν βαστάσας, εἰργάσατο τὴν ἔρημον ψυχὴν, καὶ ἔλαβεν ἐξ αὐτῆς τὰς ἀκάνθας καὶ τριβόλους τῶν πονηρῶν πνευμάτων, καὶ τὰ ζιζάνια τῆς ἁμαρτίας ἐξέτιλε, καὶ πάντα χόρτον ἁμαρτημάτων αὐτῆς πυρὶ κατέκαυσε· καὶ οὕτως ἐργασάμενος αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ, ἐφύτευσεν ἐν αὐτῇ τὸν παγκάλλιστον παράδεισον τοῦ Πνεύματος, πάντα καρπὸν ἡδὺν καὶ ἐπιθυμητὸν φέροντα ὡς Δεσπότη Θεῷ.","t":"For as the farmer, when he goes to work the land, must take tools and clothing suited to the work, so too Christ, the heavenly King and true farmer, coming to humanity laid waste by evil, put on the body and, carrying the cross as a tool, worked the desert soul, took out of it the thorns and thistles of the evil spirits, plucked up the tares of sin, and burned with fire all the weeds of its sins; and having thus worked it with the wood of the cross, he planted in it the most beautiful paradise of the Spirit, bearing every fruit sweet and desirable to God its Master.","f":"Ps.-Macarius, <i>Hom.</i> 28.3 (PG 34:712; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/28-3)."},"macarius-homiliae-spirituales/28.4":{"o":"Καὶ ὥσπερ ἐν Αἰγύπτῳ τριημέρου σκότους γενομένου, οὐκ ἔβλεπεν υἱὸς πατέρα, οὔτε ἀδελφὸς ἀδελφὸν, οὔτε φίλος γνήσιον φίλον, τοῦ σκότους καλύψαντος αὐτούς· οὕτω τοῦ ᾿Ἀδὰμ παραβάντος τὴν ἐντολὴν, καὶ πεσόντος ἀπὸ τῆς προτέρας δόξης, καὶ ὑπὸ τὸ πνεῦμα τοῦ κόσμου γεγονότος, καὶ τοῦ καλύμματος τοῦ σκότους ἐλθόντος ἐν τῇ ψυχῇ αὐτοῦ ἀπ᾿ αὐτοῦ, καὶ μέχρι τοῦ ἐσχάτου Ἀδὰμ τοῦ Κυρίου, οὐκ ἔβλεπε τὸν ἀληθινὸν Πατέρα τὸν ἐπουράνιον, καὶ τὴν ἀγαθὴν καὶ χρηστὴν μητέρα τὴν χάριν τοῦ Πνεύματος, καὶ τὸν γλυκὺν καὶ ποθούμενον ἀδελφὸν τὸν Κύριον, καὶ τοὺς φίλους καὶ γνησίους ἀγγέλους ἁγίους, μεθ' ὧν ἔχαιρε χορεύων καὶ ἑορτάζων. Οὐ μόνον δὲ ἕως τοῦ ἐσχάτου ᾿Ἀδὰμ, ἀλλ᾽ ἔτι καὶ νῦν ἐφ' οὓς οὐκ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς, καὶ ὧν οὐκ ἠνοίγησαν οἱ τῆς ψυχῆς ὀφθαλμοὶ, ἀπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτισθέντες, ὑπὸ τὸ αὐτὸ σκότος τῆς ἁμαρτίας ἔτι τυγχάνουσι, τὴν αὐτὴν τῶν ἡδονῶν ἐνέργειαν ἔχοντες, τῇ αὐτῇ τῇ τιμωρίᾳ ὑποκείμενοι, ὀφθαλμοὺς βλέποντας τὸν Πατέρα μηδέπω ἔχοντες.","t":"And as in Egypt, when there was darkness for three days, son did not see father, nor brother brother, nor friend his true friend, because the darkness covered them: so when Adam transgressed the commandment and fell from his former glory and came under the spirit of the world, and the veil of darkness came upon his soul, from him until the last Adam, the Lord, man did not see the true heavenly Father, nor the good and kind mother, the grace of the Spirit, nor the sweet and longed-for brother, the Lord, nor the friends and kinsmen, the holy angels, with whom he used to rejoice, dancing and keeping feast. And not only until the last Adam, but still now, those on whom Christ, the Sun of righteousness, has not risen, and whose soul's eyes have not been opened, enlightened by the true light, are still under the same darkness of sin, having the same working of the pleasures, subject to the same punishment, not yet having eyes that see the Father.","f":"Ps.-Macarius, <i>Hom.</i> 28.4 (PG 34:712–713; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/28-4)."},"macarius-homiliae-spirituales/28.5":{"o":"Τοῦτο γὰρ ὀφείλει γινώσκειν ἕκαστος, ὅτι εἰσὶν ὀφθαλμοὶ ἐνδότεροι ὀφθαλμῶν τούτων, καὶ ἔστιν ἀκοὴ ἐνδοτέρα τῆς ἀκοῆς ταύτης. Καὶ ὥσπερ οὗτοι οἱ ὀφθαλμοὶ αἰσθητῶς βλέπουσι καὶ κατανοοῦσι τὸ πρόσωπον τοῦ φίλου, ἢ τοῦ ἀγαπητοῦ, οὕτως καὶ οἱ τῆς ἀξίας καὶ πιστῆς ψυχῆς ὀφθαλμοὶ πνευματικῶς φωτισθέντες φωτὶ θεϊκῷ, βλέπουσι καὶ κατανοοῦσι τὸν ἀληθινὸν φίλον, καὶ γλυκύτατον, καὶ πολυπόθητον νυμφίον τὸν Κύριον, καταλαμπομένης τῆς ψυχῆς ὑπὸ τοῦ προσκυνητοῦ Πνεύματος· καὶ οὕτω βλέπουσα νοερῶς τὸ ἐπιθυμητὸν καὶ μόνον ἀνεκλάλητον κάλλος εἰς ἔρωτα θεῖον τιτρώσκεται, καὶ εἰς πάσας ἀρετὰς τοῦ Πνεύματος κατευθύνεται, καὶ οὕτως ἀόριστον καὶ ἀνέκλειπτον κέκτηται ἀγάπην, πρὸς τὸν ὑπ᾿ αὐτῆς ποθούμενον Κύριον. Τί τοίνυν μακαριώτερον τῆς ἀἰδίου φωνῆς ἐκείνης Ἰωάννου, δεικνύοντος πρὸ ὀφθαλμῶν τὸν Κύριον, λέγοντος, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου","t":"For each one ought to know this: there are eyes more inward than these eyes, and there is a hearing more inward than this hearing. And as these eyes see with the senses and recognize the face of a friend or a beloved, so too the eyes of the worthy and faithful soul, spiritually enlightened with divine light, see and recognize the true friend, the sweetest and much-longed-for Bridegroom, the Lord, while the soul is shone upon by the adorable Spirit. And so, beholding with the mind the desirable and only unspeakable beauty, it is wounded with divine love and directed toward all the virtues of the Spirit, and so it possesses a boundless and unfailing love for the Lord whom it longs for. What, then, is more blessed than that everlasting voice of John, pointing out the Lord before their eyes and saying, \"Behold the Lamb of God, who takes away the sin of the world\"?","f":"Ps.-Macarius, <i>Hom.</i> 28.5 (PG 34:713; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/28-5)."},"macarius-homiliae-spirituales/28.6":{"o":"᾿Αληθῶς, Ἐν γεννητοῖς γυναικῶν οὐδεὶς μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Πλήρωμα γὰρ πάντων προφητῶν τυγχάνει· καὶ πάντες μὲν προεφήτευσαν περὶ τοῦ Κυρίου, μήκοθεν δεικνύοντες αὐτὸν παραγινόμενον,· αὐτὸς δὲ προφητεύων περὶ τοῦ Σωτῆρος, ἐδείκνυε παρ᾽ ὀφθαλμοῖς πᾶσι, βοῶν καὶ λέγων, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Τί ἡδεῖα καὶ καλὴ ἡ φωνὴ εὐθὺ δεικνύοντος τὸ ὑπ᾿ αὐτοῦ κηρυσσόμενον Μείζων Ἰωάννου ἐν γεννητοῖς γυναικῶν οὐδείς· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν. Οἱ ἄνωθεν ἐκ τοῦ Θεοῦ γεννηθέντες ἀπόστολοι· οἱ τὴν ἀπαρχὴν τοῦ παρακλήτου Πνεύματος λαβόντες οὗτοι γὰρ συνδικασταὶ καὶ σύνθρονοι κατηξιώθησαν γενέσθαι, οὗτοι λυτρωταὶ τῶν ἀνθρώπων γεγόνασιν. Εὑρίσκεις αὐτοὺς σχίζοντας θάλασσαν δυνάμεων πονηρῶν, καὶ διαγαγόντας ψυχὰς πιστευούσας. Εὑρίσκεις αὐτοὺς γεωργοὺς τὴν ἄμπελον τῆς ψυχῆς ἐργαζομένους. Εὑρίσκεις αὐτοὺς παρανύμφους, νυμφεύοντας ψυχὰς Χριστῷ· Ἡρμοσάμην γὰρ, φησὶν, ὑμᾶς ἑνὶ ἀνδρί. Εὑρίσκεις αὐτοὺς διδόντας ζωὴν τοῖς ἀνθρώποις· καὶ ἀπαξαπλῶς εὑρίσκεις αὐτοὺς πολυμερῶς καὶ πολυτρόπως διακονοῦντας τῷ Πνεύματι. Οὗτος οὖν ἐστιν ὁ μικρὸς ὁ μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ.","t":"Truly, \"among those born of women none is greater than John the Baptist.\" For he is the fullness of all the prophets. All prophesied about the Lord, showing him coming from far off; but he, prophesying about the Saviour, pointed him out before everyone's eyes, crying out and saying, \"Behold the Lamb of God.\" How sweet and beautiful is the voice of one who points straight at what he proclaims! \"None among those born of women is greater than John; but the least in the kingdom of heaven is greater than he.\" These are the apostles born from above of God, who received the firstfruits of the Spirit, the Paraclete. For they were counted worthy to become fellow judges and to share the throne; they have become redeemers of men. You find them dividing the sea of evil powers and leading believing souls across. You find them as farmers working the vineyard of the soul. You find them as groomsmen, betrothing souls to Christ; for he says, \"I betrothed you to one husband.\" You find them giving life to men; and in a word you find them serving the Spirit in many parts and many ways. This, then, is the least who is greater than John the Baptist.","f":"Ps.-Macarius, <i>Hom.</i> 28.6 (PG 34:713–714; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/28-6)."},"macarius-homiliae-spirituales/28.7":{"o":"Ὥσπερ γὰρ ὁ γεωργὸς ζεύγος βοῶν κατέχων, ἐργάζεται τὴν γῆν· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος Ἰησοῦς, ὁ καλὸς καὶ ἀληθινὸς γεωργὸς, δύο ἀποστόλους ζεύξας, ἀπέστειλεν αὐτοὺς, μετ᾿ αὐτῶν ἐργαζόμενος τὴν γῆν τῶν ἀκουόντων καὶ ἐν ἀληθείᾳ πιστευόντων. Πλὴν καὶ τοῦτο εἰπεῖν ἄξιον, ὡς οὐκ ἐν λόγῳ μόνῳ ἀκοῆς ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τὸ τῶν ἀποστόλων κήρυγμα, ὡς ἄν τις εἰδὼς λόγους καὶ ἑτέροις ἐκδιηγούμενος, ἀλλ᾽ ἐν δυνάμει καὶ ἐνεργεία Πνεύματος ἡ βασιλεία τυγχάνει. Ταῦτα γὰρ πεπόνθασι καὶ Ἰσραηλιτῶν παῖδες, μελετῶντες τὰς Γραφὰς ἀεὶ, καὶ περὶ τοῦ Κυρίου δῆθεν τὴν μελέτην ἔχοντες, καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ δεξάμενοι, ἑτέροις τὴν αὐτὴν κληρονομίαν ἀπέδοντο· οὕτως καὶ οἱ λόγους τοῦ Πνεύματος διηγούμενοι ἑτέροις, αὐτοὶ τὸν λόγον ἐν δυνάμει μὴ κεκτημένοι, ἄλλοις ἀποδίδονται τὴν κληρονομίαν. Δόξα Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"For as the farmer, holding a yoke of oxen, works the land, in the same way the Lord Jesus, the good and true farmer, yoked two apostles together and sent them out, working with them the land of those who hear and believe in truth. But this too is worth saying: the kingdom of God and the preaching of the apostles are not in a word heard only, as when someone knows words and recounts them to others; but the kingdom is in power and in the working of the Spirit. For this is what happened to the children of the Israelites too: they were always studying the Scriptures and were supposedly occupied with the Lord, but did not receive the truth itself, and they gave up that same inheritance to others. So too those who recount the words of the Spirit to others, without themselves possessing the word in power, give up the inheritance to others. Glory to the Father, and the Son, and the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 28.7 (PG 34:714–715; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/28-7)."},"macarius-homiliae-spirituales/29.1":{"o":"Ἡ τοῦ Θεοῦ σοφία ἄπειρος καὶ ἀκατάληπτος οὖσα, ἀκαταλήπτως καὶ ἀνεξιχνιάστως τὰς οἰκονομίας τῆς χάριτος εἰς τὸ γένος τῆς ἀνθρωπότητος ἐξεργάζεται ποικίλως, πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν, ὥστε φανερωθῆναι τοὺς ἐξ ὅλης καρδίας ἀγαπῶντας αὐτὸν, καὶ πάντα κίνδυνον καὶ πόνον διὰ τὸν Θεὸν ὑπομένοντας. Οἷς μὲν γὰρ προαπαντῶσι τὰ χαρίσματα, καὶ τὰ τοῦ ἁγίου Πνεύματος δωρήματα, εὐθὺς ἅμα τῷ προσελθεῖν μετὰ πίστεως καὶ αἰτήσεως, ἄνευ καμάτων καὶ ἱδρώτων καὶ πόνων, ἔστιν ὅτε ἐν τῷ κόσμῳ τυγχάνουσιν· ἔτι δίδωσι τὴν χάριν ὁ Θεὸς, οὐκ ἀργῶς, οὐδὲ ἀκαίρως, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ τινὶ ἀῤῥήτῳ καὶ ἀκαταλήπτῳ, εἰς τὸ δοκιμασθῆναι τὴν προαίρεσιν, καὶ τὸ αὐτεξούσιον θέλημα τῶν ταχέως ἐπιτυχόντων τῆς θείας χάριτος, εἰ ᾔσθοντο τῆς εὐεργεσίας, καὶ τῆς πρὸς αὐτοὺς γενομένης χρηστότητος καὶ γλυκύτητος τοῦ Θεοῦ, κατὰ ἀναλογίαν τῆς ἄνευ πόνων ἰδίων χάριτος, ἧς καταξιωθέντες ὀφείλουσι σπουδὴν, καὶ δρόμον, καὶ ἀγῶνα, καὶ τὸν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπης καρπὸν ἐπιδείξασθαι, καὶ τὴν ἀμοιβὴν τῶν χαρισμάτων ἀνταποδοῦναι, τουτέστιν ὅλους ἑαυτοὺς διδόντες ἐκδότους εἰς τὴν τοῦ Κυρίου ἀγάπην, καὶ τὸ αὐτοῦ θέλημα μόνον ἐπιτελοῦντες, καὶ πάσης σαρκικῆς ἐπιθυμίας τελείως ἀναχωροῦντες.","t":"Homily 29. God works the dispensations of grace in the human race in two ways, and will require its fruits again in just judgment.\n\nThe wisdom of God, being infinite and incomprehensible, works the dispensations of grace in the human race incomprehensibly, untraceably, and in various ways, for the testing of free will, so that those who love him with their whole heart and endure every danger and toil for God's sake may be made manifest. For to some the gifts and graces of the Holy Spirit come at once, as soon as they draw near with faith and asking, without labours, sweat, and toils, sometimes while they are still in the world. Yet God gives grace not idly, nor out of season, nor at random, but with an unspeakable and incomprehensible wisdom, to test the choice and free will of those who quickly obtain the divine grace: whether they have perceived the benefit and the kindness and sweetness of God shown to them. In proportion to the grace received without their own toil, those counted worthy of it ought to show diligence, running, and struggle, and the fruit of love that comes from will and choice, and to make a return for the gifts: that is, giving themselves wholly over to the love of the Lord, doing his will alone, and withdrawing completely from every fleshly desire.","f":"Ps.-Macarius, <i>Hom.</i> 29.1 (PG 34:715–716; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/29-1)."},"macarius-homiliae-spirituales/29.2":{"o":"Οἷς δὲ καὶ ἀναχωρήσασι τοῦ κόσμου, καὶ ἀρνησαμένοις τὸν αἰῶνα τοῦτον κατὰ τὸ Εὐαγγέλιον, καὶ ἐν πολλῇ προσκαρτερήσει εὐχῆς καὶ νηστείας, καὶ σπουδῆς καὶ τῶν λοιπῶν ἀρετῶν τυγχάνουσιν, οὐκ εὐθὺς ὁ Θεὸς δίδωσι τὴν χάριν καὶ τὴν ἀνάπαυσιν, καὶ ἀγαλλίασιν τοῦ Πνεύματος, μακροθυμῶν ἐπ᾿ αὐτοῖς καὶ τὴν δωρεάν ἐπέχων. Καὶ τοῦτο οὐκ ἀργῶς, οὐδὲ ἀκαίρως, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ τινὶ ἀῤῥήτῳ εἰς δοκιμασίαν τοῦ αὐτεξουσίου θελήματος, τοῦ ἰδεῖν, εἰ πιστὸν καὶ ἀληθῆ ἤγηνται τὸν Θεὸν τὸν ἐπαγγειλάμενον τοῖς αἰτοῦσι διδόναι, καὶ τοῖς κρούουσιν ἀνοίγειν θύραν ζωῆς, τοῦ ἰδεῖν καὶ πιστεύσαντας ἐξ ἀληθείας τῷ λόγῳ αὐτοῦ, εἰ ἕως τέλους παραμένουσιν ἐν πληροφορίᾳ πίστεως καὶ σπουδῆς, αἰτοῦντες καὶ ζητοῦντες, εἰ μὴ περικακήσαντες καὶ ὑποστείλαντες ἀποστραφῶσι, καὶ ἀπιστήσαντες καὶ ἀπελπίσαντες ὀλιγωρήσωσι, μὴ εἰς τέλος ὑπομείναντες διὰ τὴν παραβολὴν τοῦ χρόνου, καὶ τὸ δοκιμάσαι τὸ θέλημα καὶ τὴν προαίρεσιν.","t":"But to others, even when they have withdrawn from the world and renounced this age according to the Gospel, and are in much perseverance of prayer and fasting, of diligence and the other virtues, God does not at once give grace and rest and the gladness of the Spirit, but is patient with them and holds back the gift. And this not idly, nor out of season, nor at random, but with an unspeakable wisdom, to test free will: to see whether they have held God faithful and true, who promised to give to those who ask and to open the door of life to those who knock; to see whether, having believed his word in truth, they remain to the end in full assurance of faith and diligence, asking and seeking; or whether, losing heart and shrinking back, they turn away, and, disbelieving and despairing, grow slack, not enduring to the end, because of the delay of time and the testing of their will and choice.","f":"Ps.-Macarius, <i>Hom.</i> 29.2 (PG 34:716–717; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/29-2)."},"macarius-homiliae-spirituales/29.3":{"o":"Ὁ γὰρ μὴ τάχιον λαμβάνων, διὰ τῆς ἀναβολῆς καὶ μακροθυμίας τοῦ Θεοῦ πλέον ἐκκαίεται, καὶ πλέον ὀρέγεται τῶν οὐρανίων ἀγαθῶν, καὶ πλείονα πόθον καὶ σπουδὴν, καὶ δρόμον καὶ ἀγῶνα, καὶ πᾶσαν ἀρετῆς κατάστασιν, καὶ πεῖναν, καὶ δίψαν, εἰς τὸ ἀγαθὸν ὁσημέραι προστίθησι, μὴ χαυνούμενος ὑπὸ τῶν τῆς κακίας λογισμῶν τῶν συνόντων τῇ ψυχῇ, καὶ εἰς ὀλιγωρίαν, καὶ ἀνυπομονησίαν, καὶ ἀπελπισμὸν ἐκτρεπόμενος, ἢ πάλιν προφάσει μακροθυμίας εἰς χαύνωσιν ἑαυτὸν ἐπιδώσῃ, λογισμῷ τοιούτῳ χρώμενος, ὡς ὅτι Ὅτε δήποτε λαμβάνω τὴν χάριν τοῦ Θεοῦ; κἀντεῦθεν εἰς ἀμέλειαν ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος. ᾿Αλλ᾽ ἐφ᾿ ὅσον αὐτὸς ὁ Κύριος διὰ τῆς ἀναβολῆς μακροθυμεῖ ἐπ᾿ αὐτῷ, δοκιμάζων τὴν πίστιν καὶ τὴν ἀγάπην τοῦ θελήματος αὐτοῦ, αὐτὸς ὀξυτέρως, καὶ ἐκπονεστέρως, καὶ ἀνενδεῶς, καὶ ἀπερικακήτως ὀφείλει ζητεῖν τὴν δωρεάν τοῦ Θεοῦ, ἅπαξ πεπιστευκὼς καὶ πληροφορήσας ἑαυτὸν, ὅτι Θεὸς ἀψευδὴς καὶ ἀληθινός ἐστιν, ἐπαγγειλάμενος διδόναι τοῖς μετὰ πίστεως αἰτοῦσι τὴν χάριν αὐτοῦ ἕως τέλους, ἐν πάσῃ ὑπομονῇ.","t":"For one who does not receive quickly burns all the more because of God's delay and patience, longs all the more for the heavenly goods, and adds day by day more longing and diligence, more running and struggle, every disposition of virtue, and hunger and thirst for the good; he is not slackened by the thoughts of evil that are present with the soul, nor turned aside into negligence, impatience, and despair; nor again, on the pretext of God's patience, does he give himself to slackness, using such a thought as, \"When will I ever receive the grace of God?\" and so being stolen away by evil into carelessness. But the longer the Lord himself is patient with him through the delay, testing the faith and love of his will, the more keenly, the more laboriously, the more unfailingly and untiringly ought he to seek the gift of God, having once believed and fully assured himself that God is without falsehood and true, who has promised to give his grace to those who ask with faith, to the end, in all patience.","f":"Ps.-Macarius, <i>Hom.</i> 29.3 (PG 34:717; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/29-3)."},"macarius-homiliae-spirituales/29.4":{"o":"Ταῖς γὰρ πισταῖς ψυχαῖς πιστὸς καὶ ἀληθὴς ἡγεῖται ὁ Θεὸς, καὶ ἐσφράγισαν ὅτι ἀληθής ἐστι, κατὰ τὸν ἀληθῆ λόγον. Ακολούθως οὖν τῇ προειρημένῃ τῆς πίστεως ἐννοίᾳ ἀνακρίνουσιν ἑαυτὰς, ἐν τίσιν ὑστεροῦσι τὸ ὅσον ἐξ αὐτῶν, ἢ πόνῳ, ἢ ἀγῶνι, ἢ σπουδῇ, ἢ πίστει, ἢ ἀγάπῃ, ἢ τῇ λοιπῇ τῶν ἀρετῶν καταστάσει· καὶ ἀνακρίνουσαι ἐν πάσῃ ἀκριβείᾳ λεπτότητος, βιάζονται, ὅση δύναμις, καὶ ἄγχουσιν εἰς τὴν εὐαρέστησιν τοῦ Κυρίου, ἅπαξ πιστεύσασαι, ὅτι ὁ Θεὸς ἀληθὴς ὢν οὐ στερήσει τῆς τοῦ Πνεύματος δωρεᾶς αὐτὰς, εἰ παραμείνωσιν ἕως τέλους εἰς τὴν πρὸς αὐτὸν διὰ πάσης σπουδῆς λατρείαν καὶ ἀναμονὴν, ἀλλὰ καταξιωθήσονται τῆς οὐρανίου χάριτος, ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσαι, καὶ τῆς αἰωνίου ζωῆς τεύξονται.","t":"For to faithful souls God is accounted faithful and true, and they have set their seal that he is true, according to the true word. In keeping, then, with the aforesaid notion of faith, they examine themselves as to where they fall short, so far as it lies with them, whether in toil, or struggle, or diligence, or faith, or love, or the rest of the virtuous disposition; and examining themselves with all precision and subtlety, they press on as much as they can and strain themselves to please the Lord, having once believed that God, being true, will not deprive them of the gift of the Spirit if they remain to the end in worship of him and waiting on him with all diligence; but that they will be counted worthy of heavenly grace while still in the flesh, and will obtain eternal life.","f":"Ps.-Macarius, <i>Hom.</i> 29.4 (PG 34:717–718; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/29-4)."},"macarius-homiliae-spirituales/29.5":{"o":"Καὶ οὕτως κινοῦσιν ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς τὸν Κύριον, ἀρνησάμεναι πάντα, καὶ αὐτὸν μόνον ἐν πολλῇ ἐπιθυμίᾳ, καὶ πείνῃ καὶ δίψει προσδοκῶσαι, καὶ τὴν ἀνάπαυσιν καὶ παράκλησιν τῆς χάριτος ἐκδεχόμεναι πάντοτε καὶ ἐπὶ μηδενὶ τούτου τοῦ κόσμου παρακαλούμεναι, καὶ ἀναπαυόμεναι, καὶ δεσμούμεναι ἑκουσίως· ἀλλὰ πάντοτε τοῖς ὑλικοῖς λογισμοῖς ἀντιλέγουσαι, τὴν τοῦ Θεοῦ βοήθειαν καὶ ἀντίληψιν μόνον προσδοκῶσιν, ὁπότε ταῖς τοιαύτην σπουδὴν καὶ προαίρεσιν καὶ ὑπομονὴν ἀναδεχομέναις ψυχαῖς αὐτὸς ὁ Κύριος ἤδη κρυπτῶς σύνεστι, καὶ βοηθεῖ, καὶ διαφυλάττει, καὶ ὑποστηρίζει ἕκαστον τῆς ἀρετῆς καρπόν· κἂν ἐν πόνῳ καὶ θλίψει τυγχάνωσι, κἂν ἐν ἐπιγνώσει ἀληθείας, καὶ φανερώσει ψυχῆς, οὐδέπω ἐκομίσαντο τὴν χάριν τοῦ Πνεύματος, καὶ τὴν ἀνάπαυσιν τῆς ἐπουρανίου δωρεᾶς, καὶ ἐν πληροφορίᾳ οὐκ ἤσθοντο ταύτης διὰ τὴν τοῦ Θεοῦ ἄῤῥητον σοφίαν, καὶ τὰ ἀνεκδιήγητα κρίματα, δοκιμάζοντος διαφόρως τὰς πιστευούσας ψυχὰς, καὶ εἰς τὴν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπην ἀποσκοποῦντος. Ὅροι γὰρ καὶ μέτρα καὶ σταθμοὶ τῆς αὐτεξουσίου προαιρέσεώς εἰσι, καὶ τοῦ θελήματος τῆς ἀγάπης, καὶ τῆς εἰς πάσας τὰς ἁγίας αὐτοῦ ἐντολὰς, ὅση δύναμις διαθέσεως. Καὶ οὕτως ἀναπληροῦσαι αἱ ψυχαὶ τὸ τῆς ἀγάπης αὐτῶν καὶ ὀφειλῆς μέτρον, τῆς βασιλείας καὶ τῆς αἰωνίου ζωῆς καταξιοῦνται.","t":"And so they move their whole love toward the Lord, having renounced everything, and waiting for him alone with great desire, hunger, and thirst, always expecting the rest and comfort of grace, and not willingly taking comfort or rest in anything of this world or being bound to it; but always speaking against material thoughts, they wait only for God's help and support. Meanwhile, to souls that take on such diligence, choice, and patience, the Lord himself is already secretly present, helping, guarding, and upholding every fruit of virtue; even if they are in toil and affliction, even if, in the knowledge of truth and the revealing of the soul, they have not yet obtained the grace of the Spirit and the rest of the heavenly gift, and have not perceived it in full assurance, because of God's unspeakable wisdom and his indescribable judgments, as he tests believing souls in different ways and looks to the love that comes from will and choice. For there are bounds, measures, and weights of free choice, of the will to love, and of the disposition, as far as one is able, toward all his holy commandments. And so, when the souls fill up the measure of their love and of what they owe, they are counted worthy of the kingdom and of eternal life.","f":"Ps.-Macarius, <i>Hom.</i> 29.5 (PG 34:718–719; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/29-5)."},"macarius-homiliae-spirituales/29.6":{"o":"Δίκαιος γάρ ἐστιν ὁ Θεὸς, καὶ δίκαια τὰ κρίματα αὐτοῦ, καὶ προσωποληψία παρ᾿ αὐτῷ οὐκ ἔστιν, ἀλλὰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν, ἤτοι σωματικῶν, ἢ πνευματικῶν, ἤτοι γνώσεως, ἤτοι συνέσεως, ἢ διακρίσεως, ἃ καὶ ἐν τῇ φύσει τῶν ἀνθρώπων ὁ Θεὸς διαφόρως ἐνέθηκεν, ἕκαστον κρίνων τοὺς καρποὺς τῆς ἀρετῆς ἐπιζητήσει, καὶ κατ᾿ ἀξίαν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται. Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· καὶ ὁ Κύριος λέγει, Δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητήσεται παρ' αὐτοῦ, καὶ ᾧ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν. Τὴν δὲ γνῶσιν καὶ σύνεσιν διαφόρως νόει, ἤτοι κατὰ χάριν καὶ δόμα ἐπουράνιον τοῦ Πνεύματος, ἤτοι κατὰ φυσικὴν ἀκολουθίαν συνέσεως ἢ διακρίσεως, καὶ διὰ τῶν θείων Γραφῶν παιδεύσεως ἕκαστος γὰρ τοὺς καρποὺς ἀπαιτηθήσεται τῆς ἀρετῆς, κατὰ ἀναλογίαν τῶν παρὰ Θεοῦ γενομένων εἰς αὐτὸν εὐεργεσιῶν, ἤτοι φυσικῶν, ἤτοι ἐκ θείας χάριτος δεδομένων. ᾿Αναπολόγητος τοίνυν ἐστὶ πᾶς ἄνθρωπος παρὰ Θεῷ ἐν ἡμέρᾳ κρίσεως· ἕκαστος γὰρ καθ' ὅ ἔγνω τοὺς καρποὺς τῆς πίστεως, καὶ ἀγάπης, καὶ πάσης ἀρετῆς τῆς πρὸς αὐτὸν, ἐκ προαιρέσεως καὶ θελήματος ἀνταπόδοσιν ἀπαιτηθήσεται, ἤτοι δι' ἀκοῆς, ἤτοι μηδέποτε λόγον ἀκούσας Θεοῦ.","t":"For God is just, and his judgments are just, and there is no partiality with him; but in proportion to the benefits, whether bodily or spiritual, whether of knowledge, understanding, or discernment, which God has also placed variously in the nature of men, he will judge each one, seek the fruits of virtue, and render to each according to his works as he deserves; and \"the mighty will be mightily examined.\" For \"the least is pardonable in mercy.\" And the Lord says, \"The servant who knew his master's will and did not prepare or act according to his will shall be beaten with many blows; but the one who did not know, and did things worthy of blows, shall be beaten with few. To everyone to whom much was given, much will be required of him; and from him to whom they entrusted much, they will demand the more.\" Understand knowledge and understanding in different ways: either by grace and the heavenly gift of the Spirit, or by the natural course of understanding or discernment and through instruction from the divine Scriptures. For each will be required to yield the fruits of virtue in proportion to the benefits that have come to him from God, whether natural or given by divine grace. Every man, then, is without excuse before God on the day of judgment; for each, according to what he knew, will be required to render the fruits of faith and love and of every virtue toward him, from choice and will, whether he heard through hearing or never heard the word of God.","f":"Ps.-Macarius, <i>Hom.</i> 29.6 (PG 34:719–720; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/29-6)."},"macarius-homiliae-spirituales/29.7":{"o":"᾿Αποσκοποῦσα γὰρ ἡ ψυχὴ ἡ πιστὴ καὶ φιλαλήθης εἰς τὰ ἀποκείμενα αἰώνια ἀγαθὰ τοῖς δικαίοις, καὶ εἰς τὴν ἄῤῥητον τῆς μελλούσης ἐπιφοιτᾷν θείας χάριτος εὐεργεσίαν, ἀναξίαν ἑαυτὴν, καὶ τὴν σπουδὴν αὐτῆς, καὶ πόνον, καὶ κάματον ἡγεῖται πρὸς τὰς ἀῤῥήτους ἐπαγγελίας τοῦ Πνεύματος. Οὗτός ἐστιν ὁ πτωχὸς τῷ πνεύματι, ὃν ὁ Κύριος μακαρίζει· οὗτός ἐστιν ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην· οὗτός ἐστιν ὁ συντετριμμένος τὴν καρδίαν. Οἱ τοιαύτην προαίρεσιν ἀναλαμβάνοντες, καὶ σπουδὴν, καὶ πόνον, καὶ πόθον ἀρετῆς, καὶ ἕως τέλους ἐν αὐτῷ διαμένοντες, τῆς ζωῆς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν ἐξ ἀληθείας δυνήσονται. Μὴ τοίνυν τις τῶν ἀδελφῶν κατεπαιρέσθω τοῦ ἀδελφοῦ, καὶ εἰς οἴησιν προκοπτέτω, ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος, ὡς ὅτι Ἰδοὺ ἐγὼ χάρισμα πνευματικὸν κέκτημαι· οὐκ ἔστι γὰρ ἄξιον ταῦτα Χριστιανοὺς ἐνθυμεῖσθαι. Τί γὰρ ποιεῖ ἡ αὔριον εἰς ἐκεῖνον οὐκ οἶδας· καὶ ποῖον τέλος ἐκείνου, καὶ ποῖον τὸ σὸν ἀγνοεῖς. ᾿Αλλ᾽ ἕκαστος ἑαυτῷ προσέχων, ἀνακρινέτω τὴν ἰδίαν συνείδησιν πάντοτε, καὶ δοκιμαζέτω τὸ ἔργον αὐτοῦ τῆς καρδίας, ποίαν σπουδὴν καὶ ἀγῶνα ὁ νοῦς ἔχει πρὸς τὸν Θεόν· καὶ εἰς τὸν τέλειον σκοπὸν τῆς ἐλευθερίας, καὶ ἀπαθείας, καὶ τῆς καταπαύσεως τοῦ πνεύματος ἀποσκοπῶν, ἀπαύστως τρεχέτω καὶ ἀόκνως, ἐν μηδενὶ χαρίσματι, ἢ καὶ δικαιώματι πληροφορούμενος. Δόξα καὶ προσκύνησις Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.","t":"For the faithful and truth-loving soul, looking toward the eternal goods laid up for the righteous and the unspeakable benefit of the divine grace that is to come upon it, counts itself, its diligence, its toil, and its labour unworthy of the unspeakable promises of the Spirit. This is the poor in spirit whom the Lord calls blessed; this is the one who hungers and thirsts for righteousness; this is the one broken in heart. Those who take up such a choice, diligence, toil, and longing for virtue, and remain in it to the end, will truly be able to obtain life and the eternal kingdom. Let no one of the brothers, then, exalt himself over his brother and advance in conceit, being stolen away by evil, as though to say, \"See, I have acquired a spiritual gift\"; for it is not fitting for Christians to think such things. For you do not know what tomorrow will do to that man; and you do not know what his end will be, nor what yours will be. But let each one pay attention to himself, always examine his own conscience, and test the work of his heart, what diligence and struggle his mind has toward God; and looking toward the perfect goal of freedom, of freedom from passion, and of the rest of the spirit, let him run without ceasing and without hesitation, taking full assurance in no gift or righteous deed. Glory and worship to the Father, and the Son, and the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 29.7 (PG 34:720–721; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/29-7)."},"macarius-homiliae-spirituales/3.1":{"o":"Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῆ συνεῖναι ἀλλήλοις, εἴτε εὔχονται, εἴτε ἀναγινώσκουσι τὰς Γραφὰς, εἴτε ἔργον τι ποιοῦσιν, ἵνα ἔχωσι τὸν θεμέλιον τῆς ἀγάπης πρὸς ἀλλήλους· καὶ οὕτως δύναται εὐδοκία γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις, καὶ οἱ εὐχόμενοι, καὶ οἱ ἀναγινώσκοντες, καὶ οἱ ἐργαζόμενοι, πάντες δύνανται ἐν ἀκεραιότητι καὶ ἁπλότητι διάγοντες μετ' ἀλλήλων ὠφεληθῆναι. Τί γὰρ γέγραπται, Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς; ἵνα ὃν τρόπον οἱ ἐν οὐρανοῖς ἄγγελοι σύνεισιν ἀλλήλοις, ἐν ὁμονοίᾳ πολλῇ, ἐν εἰρήνῃ καὶ ἀγάπῃ διάγοντες, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις, ἢ φθόνος· ἀλλ᾽ ἐν ἀγάπῃ καὶ εἰλικρινείᾳ μετ᾿ ἀλλήλων εἰσὶν, οὕτως ἵνα καὶ οἱ ἀδελφοὶ ὦσι μετ᾿ ἀλλήλων. Συμβαίνει τινὰς εἶναι τριάκοντα ὑπὸ τὸ ἓν, ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα οὐ δύνανται προσκαρτερεῖν ἀλλὰ τινὲς μὲν αὐτῶν σχολάζουσι τῇ εὐχῇ ὥρας ἕξ, καὶ βούλονται ἀναγνῶναι ἄλλοι δὲ προθύμως διακονοῦσιν, ἄλλοι δ᾽ ἐξ αὐτῶν ἐργάζονταί τι ἔργον.","t":"Homily 3. That the brothers ought to live together with one another in sincerity, in integrity, in love and peace, and to carry on struggle and war in their inward thoughts.\n\nThe brothers ought to be together with one another in great love, whether they pray, or read the Scriptures, or do some work, so that they may have the foundation of love toward one another. And so God's good pleasure can rest upon those undertakings, and those who pray and those who read and those who work can all be helped, living with one another in integrity and simplicity. For what is written? \"Your will be done, as in heaven, so on earth\" — that is, that just as the angels in heaven are together with one another, living in great concord, in peace and love, and there is no exalting of self there, nor envy, but they are with one another in love and sincerity, so the brothers too may be with one another. It happens that there are thirty under one roof; they cannot persevere the whole day and the whole night, but some of them give themselves to prayer for six hours, and then wish to read; others serve eagerly; and others of them do some work.","f":"Ps.-Macarius, <i>Hom.</i> 3.1 (PG 34:467–468; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/3-1)."},"macarius-homiliae-spirituales/3.2":{"o":"Ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ, εἴ τι ποιοῦσι, ἐν ἀγάπῃ καὶ χαρᾷ εἶναι μετ᾿ ἀλλήλων· καὶ ὁ ἐργαζόμενος περὶ τοῦ εὐχομένου οὕτω λεγέτω, ὅτι \"Ον ὁ ἀδελφός μου κτᾶται θησαυρὸς, ἐπεὶ κοινός ἐστιν, κἀγὼ ἔχω. Καὶ ὁ εὐχόμενος περὶ τοῦ ἀναγινώσκοντος οὕτω λεγέτω, ὅτι \"Ὁ ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνάγνωσιν, εἰς ἐμὸν προσχωρεῖ κέρδος. Καὶ ὁ ἐργαζόμενος αὖθις τοῦτο λεγέτω, ὅτι Τὴν διακονίαν ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια. \"Ωσπερ γὰρ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα, καὶ βοηθοῦσιν ἀλλήλοις, καὶ ἕκαστον ἴδιον ἐκτελεῖ ἔργον· πλὴν ὁ ὀφθαλμὸς ὑπὲρ ὅλου τοῦ σώματος βλέπει, καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐργάζεται, καὶ ὁ ποὺς περιπατεῖ, ὅλα τὰ μέρη ἐπιφερόμενος, καὶ ἄλλο συμπάσχει· οὕτω καὶ οἱ ἀδελφοὶ μετ᾿ ἀλλήλων ἔστωσαν. Καὶ μήτε ὁ εὐχόμενος κρινέτω τὸν ἐργαζόμενον, διότι οὐκ εὔχεται· μήτε ὁ ἐργαζόμενος κρινέτω τὸν εὐχόμενον, ὅτι ἐκεῖνος παραμένει, κἀγὼ ἐργάζομαι· μήτε ὁ διακονῶν κρινέτω τὸν ἕτερον. ᾿Αλλ᾿ ἕκαστος εἴ τι ποιεῖ εἰς δόξαν Θεοῦ ποιείτω. Ὁ ἀναγινώσκων τὸν εὐχόμενον ἔχῃ ἐν ἀγάπῃ καὶ χαρᾷ, τοῦτο λογιζόμενος, ὅτι Ὑπὲρ ἐμοῦ εὔχεται καὶ ὁ εὐχόμενος περὶ τοῦ ἐργαζομένου τοῦτο λογιζέσθω, ὅτι ὁ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ.","t":"The brothers, then, whatever they do, ought to be in love and joy with one another. And let the one who works say this of the one who prays: \"The treasure that my brother gains, since it is common, I have as well.\" And let the one who prays say this of the one who reads: \"What he gains in reading goes to my profit.\" And let the one who works say this in turn: \"The service I render is a common benefit.\" For as the members of the body, being many, are one body, and help one another, and each carries out its own work — yet the eye sees for the whole body, and the hand works for all the members, and the foot walks, carrying all the parts, and one member suffers along with another — so let the brothers be with one another. And let neither the one who prays judge the one who works because he does not pray, nor the one who works judge the one who prays, saying, \"He stays still while I work\"; nor let the one who serves judge the other. But let each do whatever he does to the glory of God. Let the one who reads hold the one who prays in love and joy, reckoning thus: \"He prays for me\"; and let the one who prays reckon this of the one who works: \"What he does, he does for the common benefit.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 3.2 (PG 34:468–469; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/3-2)."},"macarius-homiliae-spirituales/3.3":{"o":"Καὶ οὕτω δύναται ὁμοφωνία πολλὴ, καὶ εἰρήνη καὶ συμφωνία ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης κρατεῖν ἀλλήλους, καὶ συνδιάγειν μετ᾿ ἀλλήλων ἐν ἀκεραιότητι, καὶ ἀφελότητι, καὶ εὐδοκίᾳ Θεοῦ. Τὸ δὲ κεφαλαιωδέστερον πάντων, δηλονότι ἡ πρὸς καιρὸν καρτέρησίς ἐστι τῆς εὐχῆς· πλὴν δὲ ἓν ζητεῖται, ἵνα ἔχῃ τις θησαυρὸν ἐν τῇ ψυχῇ, καὶ τὴν ζωὴν, ἥτις ἐστὶν ὁ Κύριος ἐν τῷ νῷ· εἴτε ἐργάζεται, εἴτε εὔχεται, εἴτε ἀναγινώσκει, ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα τὸ μὴ παρερχόμενον, ὅ ἐστι τὸ ἅγιον Πνεῦμα. Εἰσὶ δὲ τινες τοῦτο λέγοντες, ὅτι ὁ Κύριος μόνους φανεροὺς καρποὺς ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων· τὰ δὲ κρυπτὰ ὁ Θεὸς κατορθοῖ. Οὐχ οὕτως δὲ εἰσι τὰ πράγματα, ἀλλ᾽ ὥσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλίζεται, οὕτως ὀφείλει καὶ ἐν τοῖς λογισμοῖς ποιεῖν ἀγῶνα καὶ πόλεμον· ἀπαιτεῖ σε γὰρ ὁ Κύριος, ἵνα ὀργισθῇς σεαυτῷ, καὶ μάχην ποιήσῃς μετὰ τοῦ νοός σου, μήτε συμφωνήσῃς, μήτε συνηδυνθῇς τοῖς λογισμοῖς τῆς κακίας.","t":"And so great unanimity and peace and harmony can hold them together in the bond of peace, and they can live together with one another in integrity and plainness and the good pleasure of God. But the chief thing of all is plainly perseverance in prayer at its appointed time. Yet one thing is required: that a man have a treasure in his soul, and the life which is the Lord in his mind, whether he works or prays or reads, so that he may have that possession which does not pass away, which is the Holy Spirit. But there are some who say that the Lord requires of men only visible fruits, and that God sets right the hidden things. It is not so with the matter; but as a man guards himself in the outer man, so he ought also to carry on struggle and war in his thoughts. For the Lord requires of you that you be angry with yourself and make battle with your own mind, and neither agree with the thoughts of evil nor take pleasure in them.","f":"Ps.-Macarius, <i>Hom.</i> 3.3 (PG 34:469–470; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/3-3)."},"macarius-homiliae-spirituales/3.4":{"o":"Λοιπὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸ συνὸν κακὸν, τοῦτο τῇ θείᾳ δυνάμει μόνον δυνατόν ἐστι κατορθῶσαι. Οὐκ ἔξεστι γὰρ οὔτε δυνατὸν ἀνθρώπῳ ἐξ ἰδίας δυνάμεως ἐκριζῶσαι τὴν ἁμαρτίαν· τὸ ἀντιπαλαῖσαι, τὸ ἀντιμαχεσθῆναι, δεῖραι, δαρῆναι σόν ἐστιν· ἐκριζῶσαι δὲ, Θεοῦ ἐστιν. Εἰ γὰρ σὺ ἠδύνω τοῦτο ποιῆσαι, τίς χρεία τῆς ἐλεύσεως τοῦ Κυρίου; Ὡς γὰρ οὐκ ἔστι τὸν ὀφθαλμὸν ἄνευ φωτὸς βλέπειν, ἢ λαλεῖν ἄνευ γλώττης, ἢ ἀκούειν ἄνευ ὥτων, ἢ περιπατεῖν ἄνευ ποδῶν, ἢ ἐργάζεσθαι ἄνευ χειρῶν οὕτως οὐ δύνασαι ἄνευ τοῦ Ἰησοῦ σωθῆναι, ἢ εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν. Εἰ δὲ λέγεις, ὅτι Ἐν τοῖς φαινομένοις οὐ πορνεύω, οὐ μοιχεύω, οὐκ εἰμὶ φιλάργυρος, λοιπὸν δίκαιός εἰμι πεπλάνησαι ἐν τούτῳ, νομίσας ὅτι πάντα ἐξετέλεσας. Οὐκ εἰσὶ μόνον τρία μέρη τῆς ἁμαρτίας εἰς ἃ ὀφείλει τις ἀσφαλίσασθαι, ἀλλὰ μυρία· ἡ τύφωσις, ἡ ἀφοβία, ἡ ἀπιστία, τὸ μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις, πόθεν ἐστίν οὐκ ὀφείλεις πρὸς ταῦτα ἔχειν τὴν πάλην καὶ τὸν ἀγῶνα ἐν τοῖς λεληθόσιν ἐν τοῖς λογισμοῖς; ὥσπερ ἐὰν ᾖ λῃστὴς ἐν τῇ οἰκίᾳ, τὸ λοιπὸν ὑποθλίβει σε, καὶ οὐκ ἐᾷ σε ἀμεριμνεῖν, ἄρχῃ δὲ καὶ σὺ ἀντιτύπτειν αὐτὸν, δέρεις καὶ δέρῃ· οὕτως ὀφείλει καὶ ἡ ψυχὴ ἀντιτύπτειν καὶ ἀντιμάχεσθαι, καὶ ἀντικρούειν.","t":"For the rest, to uproot sin and the evil that is bound up with us — this can be accomplished by the divine power alone. For it is neither permitted nor possible for a man to uproot sin by his own power. To wrestle against it, to fight back, to strike and be struck, is yours; but to uproot is God's. For if you were able to do this, what need was there of the Lord's coming? For as the eye cannot see without light, or a man speak without a tongue, or hear without ears, or walk without feet, or work without hands, so you cannot be saved without Jesus, or enter the kingdom of heaven. But if you say, \"In outward things I do not commit sexual immorality, I do not commit adultery, I am not a lover of money; therefore I am righteous\" — in this you are deceived, supposing that you have carried everything through. There are not only three parts of sin against which a man must guard himself, but ten thousand: conceit, fearlessness of God, unbelief, hatred, envy, treachery, hypocrisy — where do these come from? Ought you not to have your wrestling and your struggle against these also, in the thoughts that lie hidden? As when there is a robber in the house, he presses you hard thereafter and does not let you be free from care, and you too begin to strike back at him, and you strike and are struck: so the soul also ought to strike back and fight back and beat him off.","f":"Ps.-Macarius, <i>Hom.</i> 3.4 (PG 34:470; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/3-4)."},"macarius-homiliae-spirituales/3.5":{"o":"Λοιπὸν ἡ προαίρεσις ἀντιμαχομένη, καὶ ἔχουσα πόνον καὶ θλίψιν, ἄρχεται ἀνωτέρα γίνεσθαι· πίπτει, ἐγείρεται· πάλιν ῥίπτει ἡ ἁμαρτία εἰς δέκα ἢ εἰς εἴκοσι ἀγῶνας· νικᾷ τὴν ψυχὴν καὶ ῥίπτει, καὶ ἡ ψυχὴ διὰ χρόνου εἰς μίαν ἀγωγὴν νικᾷ τὴν ἁμαρτίαν· πάλιν ἐὰν ἡ ψυχὴ ὑπομείνῃ καὶ μὴ χαυνωθῆ κατὰ μέρος, ἄρχεται πλεονάζειν καὶ διακρίνειν, καὶ ἀποφέρεσθαι τὰ νικητήρια κατὰ τῆς ἁμαρτίας, ἀλλ᾽ εἰ καὶ ἐν τούτοις ἐξετάζεται, ἀκμὴν ἡ ἁμαρτία καταστρέφει τὸν ἄνθρωπον, ἕως οὗ ἔλθῃ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, καὶ τελείως νικήσῃ τὸν θάνατον γέγραπται γὰρ, Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· καὶ οὕτως ἀνώτεροι γίνονται, καὶ νικηταὶ τοῦ διαβόλου. Εἰ δὲ, καθὼς προείπομεν, λέγει τις, Οὐ πορνεύω, οὐ μοιχεύω, οὐ φιλαργυρῶ, ἀρκεῖ μοι· οὕτως εἰς τρία μέρη ἠγωνίσατο, καὶ εἰς ἄλλα εἴκοσι, ἅπερ ἔχει ἡ ἁμαρτία κατὰ τῆς ψυχῆς, οὐκ ἠγωνίσατο, ἀλλ᾽ ἡττήθη. Ὀφείλει οὖν εἰς πάντα ἀγωνίσασθαι, καὶ ἀθλεῖν· ὁ γὰρ νοῦς, καθὼς πολλάκις εἴπομεν, ἀντίπαλός ἐστι, καὶ ἔχει ἰσόῤῥοπον δύναμιν πρὸς τὴν ἁμαρτίαν τοῦ ἀντιλέγειν καὶ ἐναντιοῦσθαι τοῖς λογισμοῖς.","t":"Then the will, fighting back and having pain and affliction, begins to get the upper hand; it falls, it rises again. Sin throws it in ten or twenty contests; it overcomes the soul and throws her, and the soul in time overcomes sin in a single bout. Again, if the soul endures and is not slackened little by little, she begins to gain ground and to discern, and to carry off the prizes of victory over sin. But even while she is being tested in these things, sin still overthrows the man, until he comes to a perfect man, to the measure of maturity, and perfectly conquers death; for it is written, \"The last enemy to be destroyed is death.\" And so they come out on top and become conquerors of the devil. But if, as we said before, a man says, \"I do not commit sexual immorality, I do not commit adultery, I am not greedy for money; that is enough for me\" — then he has contended in three parts, and in the other twenty that sin has against the soul he has not contended, but has been beaten. He ought, then, to contend and strive in all of them. For the mind, as we have often said, is a match for sin and has power evenly balanced against it, to speak against the thoughts and oppose them.","f":"Ps.-Macarius, <i>Hom.</i> 3.5 (PG 34:471; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/3-5)."},"macarius-homiliae-spirituales/3.6":{"o":"Εἰ δὲ λέγεις ἰσχυροτέραν εἶναι τὴν ἐναντίαν δύναμιν, καὶ βασιλεύειν τὸ ὅλον τὴν κακίαν κατὰ τοῦ ἀνθρώπου, ἄδικον ποιεῖς τὸν Θεὸν, κατακρίνοντα τὴν ἀνθρωπότητα, διότι ὑπήκουσε τῷ Σατανᾷ, ὁπότε ἰσχυρός ἐστι, καὶ ἀναγκαστικῇ τινι δυνάμει ὑποτάσσει· μείζω καὶ ἰσχυρότερον αὐτὸν ἐποίησας τῆς ψυχῆς. Καὶ ἐν τέλει μοι ὑπακούσεις· ὥσπερ ἐὰν ᾗ νεανίσκος, καὶ ἔχῃ πάλην πρὸς παιδίον, καὶ ἐὰν ἡττηθῇ τὸ παιδίον, κατακρίνηται, διότι ἡττήθη, τοῦτο πολλῆς ἀδικίας ἐστίν· ὅθεν ἡμεῖς λέγομεν ἀντίπαλον εἶναι τὸν νοῦν καὶ ἰσόῤῥοπον. Καὶ ἡ τοιαύτη ψυχὴ ἐπιζητοῦσα, τυγχάνει βοηθείας καὶ ἀντιλήψεως, καὶ καταξιοῦται τῆς λυτρώσεως. Ἡ γὰρ πάλη καὶ ὁ ἀγὼν ἐπὶ τῇ ἰσοδυναμίᾳ κεῖται. Δοξάζωμεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας. Αμήν.","t":"But if you say that the opposing power is stronger, and that evil reigns wholly over man, you make God unjust in condemning humanity because it obeyed Satan — if Satan is strong and subjects man by some compelling force. You have made him greater and stronger than the soul. And in the end you will agree with me: as if there were a young man wrestling with a small child, and the child were beaten and then condemned because it was beaten, this would be great injustice. For this reason we say that the mind is a match for sin and evenly balanced against it. And such a soul, when she seeks, obtains help and support, and is counted worthy of redemption. For the wrestling and the contest rest upon an equality of strength. Let us glorify Father and Son and Holy Spirit for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 3.6 (PG 34:471–472; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/3-6)."},"macarius-homiliae-spirituales/30.1":{"o":"Οἱ τὸν λόγον ἀκούοντες, ἔργον τοῦ λόγου ἐν ταῖς ἑαυτῶν ψυχαῖς ὀφείλουσιν ἐπιδείξασθαι. Ὁ λόγος γὰρ τοῦ Θεοῦ οὐκ ἔστι λόγος ἀργὸς, ἀλλ' ἔργον ἔχει εἰς τὴν ψυχὴν γιγνόμενον. Διὰ τοῦτο γὰρ καὶ ἔργον λέγεται, ἵνα καὶ ἔργον εὑρεθῇ ἐν τοῖς ἀκούουσι. Παράσχοι τοίνυν ὁ Κύριος τὸ ἔργον τῆς ἀληθείας ἐν τοῖς ἀκούουσιν, ἵνα ὁ λόγος ἔγκαρπος εὑρεθῇ εἰς ἡμᾶς. Ωσπερ γὰρ σκιὰ προάγει τὸ σῶμα· ἡ σκιὰ δὲ τὸ σῶμα δηλοῖ, καὶ ἡ ἀλήθεια τὸ σῶμά ἐστι· τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος ὥσπερ σκιὰ τυγχάνει τῆς ἀληθείας τοῦ Χριστοῦ. Προάγει δὲ ὁ λόγος τὴν ἀλήθειαν. Οἱ ἐπὶ γῆς πατέρες ἐκ τῆς ἑαυτῶν φύσεως γεννῶσι τέκνα ἐκ τοῦ σώματος αὐτῶν καὶ τῆς ψυχῆς, καὶ γεννηθέντα πάσῃ σπουδῇ ἐπιμελῶς παιδεύουσιν ὡς ἑαυτῶν τέκνα, ἕως τέλειοι ἄνδρες γένωνται, καὶ διάδοχοι καὶ κληρονόμοι. Τοῖς γὰρ πατράσιν ἐξαρχῆς σκοπὸς καὶ σπουδὴ πᾶσα γίγνεται πρὸς τὸ γεννῆσαι τέκνα, καὶ σχεῖν κληρονόμους, καὶ εἰ μὴ ἐγέννησαν, μεγίστην λύπην καὶ ὀδύνην ἂν εἶχον, ὥστε πάλιν γεννήσαντες, χαρὰν ἔσχον. Χαίρουσι δὲ καὶ οἱ συγγενεῖς καὶ οἱ γείτονες.","t":"Homily 30. The soul that is to enter the kingdom of God must be born of the Holy Spirit; and how this comes about.\n\nThose who hear the word ought to show the work of the word in their own souls. For the word of God is not an idle word, but has a work that takes place in the soul. That is why it is also called a work, so that a work may also be found in those who hear. May the Lord, then, grant the work of truth in those who hear, so that the word may be found fruitful in us. For as a shadow goes before the body, and the shadow shows the body, while the truth is the body: in the same way the word is like a shadow of the truth of Christ; the word goes before the truth. Fathers on earth beget children from their own nature, from their own body and soul, and once they are born, they bring them up carefully with all diligence as their own children, until they become grown men, successors and heirs. For from the beginning the aim and all the effort of fathers is to beget children and to have heirs; and if they did not beget, they would have the greatest grief and pain, so that when they do beget, they have joy. And their relatives and neighbours rejoice too.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.1 (PG 34:721–722; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-1)."},"macarius-homiliae-spirituales/30.2":{"o":"Τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ τῆς τοῦ ἀνθρώπου σωτηρίας φροντίσας, πᾶσαν οἰκονομίαν καὶ σπουδὴν ἐπετέλεσεν ἐξαρχῆς διὰ Πατέρων, πατριαρχῶν, διὰ νόμου καὶ προφητῶν· ἔσχατον καὶ αὐτὸς παραγενόμενος, καὶ σταυροῦ αἰσχύνης καταφρονήσας, ὑπέμεινε θάνατον. Καὶ οὗτος ὅλος ὁ κάματος, καὶ ἡ σπουδὴ αὐτοῦ γέγονεν, ὅπως γεννήσῃ ἐξ ἑαυτοῦ ἐκ τῆς ἑαυτοῦ φύσεως τέκνα ἐκ τοῦ Πνεύματος, ἄνωθεν εὐδοκήσας γεννηθῆναι ἐκ τῆς αὐτοῦ θεότητος. Καὶ ὥσπερ οἱ πατέρες οὗτοι, ἐὰν μὴ γεννήσωσι, λυποῦνται οὕτως καὶ ὁ Κύριος ἀγαπήσας τὸ γένος τῶν ἀνθρώπων ὡς ἰδίαν εἰκόνα, ἠθέλησεν αὐτοὺς ἐκ τοῦ αὐτοῦ σπέρματος γεννῆσαι τῆς θεότητος. Εἴ τινες οὖν μὴ θελήσωσιν εἰς τοιαύτην γέννησιν ἐλθεῖν, καὶ ἐκ τῆς γαστρὸς τοῦ Πνεύματος τῆς θεότητος γεννηθῆναι, πολλὴν λύπην ὁ Χριστὸς ἀναδέχεται, παθὼν δι' αὐτοὺς καὶ ὑπομείνας, ἵνα τούτους σώσῃ.","t":"In the same way our Lord Jesus Christ, taking thought for the salvation of man, carried out from the beginning every dispensation and effort through fathers, patriarchs, through the law and the prophets; and at last he came himself and, despising the shame of the cross, endured death. And all his labour and effort was for this, that he might beget from himself, from his own nature, children of the Spirit, having been pleased that they should be born from above of his own Godhead. And as these fathers grieve if they do not beget, so too the Lord, loving the human race as his own image, wished to beget them from the very seed of the Godhead. If, then, some are unwilling to come to such a birth and to be born from the womb of the Spirit of the Godhead, Christ takes on great grief, having suffered and endured for them in order to save them.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.2 (PG 34:722; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-2)."},"macarius-homiliae-spirituales/30.3":{"o":"Πάντας γὰρ ἀνθρώπους θέλει ὁ Κύριος τῆς γεννήσεως καταξιωθῆναι ταύτης. Ὑπὲρ πάντων γὰρ ἀπέθανε, καὶ πάντας εἰς ζωὴν ἐκάλεσε. Ζωὴ δὲ ἐστιν ἡ ἄνωθεν ἐκ τοῦ Θεοῦ γέννησις· ἄνευ γὰρ ταύτης ζῆσαι ψυχὴν ἀδύνατον, ὥς φησιν ὁ Κύριος· Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. Ωστε πάλιν ὅσοι πιστεύουσι τῷ Κυρίῳ, καὶ προσερχόμενοι καταξιοῦνται τῆς γεννήσεως ταύτης, χαρὰν ἐμποιοῦσι καὶ μεγάλην ἀγαλλίασιν ἐν οὐρανοῖς τοῖς γεννήσασι γονεῦσι· πάντες τε ἄγγελοι, καὶ δυνάμεις ἅγιαι χαίρουσι τῇ ψυχῇ τῇ ἐκ Πνεύματος γεννηθείσῃ, καὶ γενομένῃ πνεῦμα. Τοῦτο γὰρ τὸ σῶμα ὁμοίωμα τυγχάνει τῆς ψυχῆς, ἡ δὲ ψυχὴ εἰκὼν τοῦ Πνεύματος ὑπάρχει· καὶ ὥσπερ τὸ σῶμα χωρὶς τῆς ψυχῆς νεκρόν ἐστι, μηδὲν δυνάμενον διαπράξασθαι, οὕτως ἄνευ τῆς ἐπουρανίου ψυχῆς, χωρὶς τοῦ θεϊκοῦ Πνεύματος, νεκρὰ τυγχάνει ἀπὸ τῆς βασιλείας ἡ ψυχή, μηδὲν δυναμένη διαπράξασθαι τῶν τοῦ Θεοῦ, ἄνευ τοῦ Πνεύματος.","t":"For the Lord wishes all men to be counted worthy of this birth; for he died for all and called all to life. And life is the birth from above, from God; for without it the soul cannot live, as the Lord says, \"Unless someone is born from above, he cannot see the kingdom of God.\" So again, all who believe in the Lord and come and are counted worthy of this birth cause joy and great gladness in heaven to the parents who begot them; and all the angels and holy powers rejoice over the soul born of the Spirit and become spirit. For this body is a likeness of the soul, and the soul is an image of the Spirit; and as the body without the soul is dead and can do nothing, so without the heavenly soul, without the divine Spirit, the soul is dead to the kingdom and can do nothing of the things of God without the Spirit.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.3 (PG 34:722–723; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-3)."},"macarius-homiliae-spirituales/30.4":{"o":"Ωσπερ γὰρ ὁ εἰκονογράφος προσέχει τῷ προσώπῳ τοῦ βασιλέως, καὶ γράφει· καὶ ἐπὰν ἐξ ἐναντίας ᾗ τὸ πρόσωπον τοῦ βασιλέως προσέχον αὐτῷ γράφοντι, εὐκόλως καὶ καλῶς ἐκεῖνος ζωγραφεῖ τὴν εἰκόνα· ἐπὰν δὲ ἀποστρέψῃ τὸ πρόσωπον, οὐ δύναται γράψαι, διὰ τὸ μὴ ἀτενίζειν αὐτῷ τῷ γράφοντι· τὸν αὐτὸν τρόπον καὶ ὁ καλὸς ζωγράφος Χριστὸς, τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀτενίζουσιν διὰ παντὸς πρὸς αὐτὸν, εὐθέως ζωγραφεῖ κατὰ τὴν εἰκόνα αὐτοῦ ἐπουράνιον ἄνθρωπον, ἐκ τοῦ αὐτοῦ Πνεύματος, ἐκ τῆς ὑποστάσεως αὐτοῦ τοῦ φωτὸς τοῦ ἀνεκλαλήτου, γράφει εἰκόνα οὐράνιον, καὶ δίδωσιν αὐτῇ τὸν καλὸν καὶ ἀγαθὸν αὐτῆς νυμφίον. Εἴ τις οὖν οὐκ ἀτενίζει διὰ παντὸς πρὸς αὐτὸν τῶν πάντων ὑπεριδῶν, οὐ μὴ γράψῃ ὁ Κύριος αὐτοῦ τὴν εἰκόνα ἐκ τοῦ ἑαυτοῦ φωτός. Χρὴ τοίνυν ἀτενίζειν ἡμᾶς εἰς αὐτὸν πιστεύοντας, καὶ ἀγαπῶντας αὐτὸν, πάντα ῥίψαντας, καὶ αὐτῷ προσέχοντας· ἵνα γράψας τὴν ἑαυτοῦ εἰκόνα τὴν ἐπουράνιον, ἀποστείλῃ ἐν ταῖς ψυχαῖς ἡμῶν· καὶ οὕτως φορέσαντες τὸν Χριστὸν ζωὴν αἰώνιον λάβωμεν, καὶ ἀπεντεῦθεν πληροφορηθέντες ἀναπαῶμεν.","t":"For as a portrait painter looks at the face of the king and paints, and when the king's face is set opposite, attending to him as he paints, he paints the portrait easily and well; but when the king turns his face away, he cannot paint, because the king is not gazing at the painter: in the same way Christ too, the good painter, for those who believe in him and gaze at him continually, at once paints a heavenly man according to his own image, from his own Spirit, from the very substance of his unspeakable light; he paints a heavenly image and gives it its fair and good Bridegroom. If, then, someone does not gaze at him continually, looking past all things, the Lord will not paint his image from his own light. We must, then, gaze at him, believing and loving him, casting everything away and attending to him, so that, having painted his own heavenly image, he may send it into our souls; and so, bearing Christ, we may receive eternal life, and from here on, being fully assured, may be at rest.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.4 (PG 34:723–724; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-4)."},"macarius-homiliae-spirituales/30.5":{"o":"Ὥσπερ τὸ νόμισμα τοῦ χρυσίου, ἐὰν μὴ λάβῃ καὶ ἐντυπωθῇ τὴν βασιλικὴν εἰκόνα, οὔτε εἰς ἐμπορίαν ἀπέρχεται, οὔτε εἰς βασιλέως θησαυροὺς ἀποτίθεται, ἀλλὰ ἀπόβλητον τυγχάνει· οὕτως καὶ ἡ ψυχὴ, ἐὰν μὴ ἔχῃ εἰκόνα τοῦ ἐπουρανίου Πνεύματος ἐν φωτὶ ἀῤῥήτῳ, Χριστὸν ἐντετυπωμένον ἐν αὐτῇ, οὐ χρησιμεύει εἰς τοὺς ἄνω θησαυροὺς, καὶ ὑπὸ τῶν ἐμπόρων τῆς βασιλείας τῶν καλῶν ἀποστόλων ἀπόβλητος γίνεται. Καὶ γὰρ ὁ κληθεὶς, καὶ μὴ φορῶν τὸ ἔνδυμα τοῦ γάμου, ὡς ἀλλότριος ἐξεβλήθη εἰς τὸ ἀλλότριον σκότος, μὴ φορῶν τὴν εἰκόνα τὴν ἐπουράνιον. Τοῦτο γὰρ σημεῖον καὶ σίγνον ὑπάρχει τοῦ Κυρίου ἐντυπούμενον ταῖς ψυχαῖς, πνεῦμα φωτὸς ἀῤῥήτου ὑπάρχον. Καὶ ὥσπερ ὁ νεκρὸς ἀχρεῖος, καὶ ὅλως μὴ χρησιμεύων τοῖς ἐκεῖ ἐστι· διὸ καὶ ἐκκομίζουσιν αὐτὸν ἔξω τῆς πόλεως καὶ κατατίθενται· οὕτως καὶ ἡ ψυχὴ ἡ μὴ φέρουσα τὴν ἐπουράνιον τοῦ θεϊκοῦ φωτὸς εἰκόνα, τὴν ζωὴν τῆς ψυχῆς, ὥσπερ ἀδόκιμος καὶ πάντη ἀπόβλητος τυγχάνει· οὐ χρησιμεύει γὰρ εἰς ἐκείνην τὴν πόλιν τῶν ἁγίων νεκρὰ ψυχή, μὴ φέρουσα φωτεινὸν καὶ θεϊκὸν Πνεῦμα. Ὥσπερ γὰρ ἐν κόσμῳ ζωὴ τοῦ σώματος ἡ ψυχή ἐστιν, οὕτως καὶ ἐν τῷ αἰωνίῳ καὶ ἐπουρανίῳ κόσμῳ τῆς ψυχῆς ἡ ζωὴ, τὸ Πνεῦμα τῆς θεότητος ὑπάρχει.","t":"As a gold coin, if it does not receive the king's image stamped on it, neither goes into trade nor is laid up in the king's treasuries, but is rejected: so too the soul, if it does not have the image of the heavenly Spirit in unspeakable light, Christ stamped upon it, is of no use for the treasuries above, and is rejected by the merchants of the kingdom, the good apostles. For the one who was invited and did not wear the wedding garment was thrown out as a stranger into the outer darkness, because he did not wear the heavenly image. For this is the sign and mark of the Lord stamped on souls, being the Spirit of unspeakable light. And as a dead man is useless and of no use at all to those there, so they carry him out of the city and lay him down: so too the soul that does not bear the heavenly image of the divine light, the life of the soul, is as it were reprobate and wholly rejected; for a dead soul, not bearing the luminous and divine Spirit, is of no use for that city of the saints. For as in the world the soul is the life of the body, so too in the eternal and heavenly world the life of the soul is the Spirit of the Godhead.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.5 (PG 34:724; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-5)."},"macarius-homiliae-spirituales/30.6":{"o":"Χρὴ τοίνυν τὸν ζητοῦντα πιστεῦσαι καὶ προσελθεῖν τῷ Κυρίῳ, παρακαλεῖν ἐντεῦθεν λαβεῖν τὸ θεϊκὸν Πνεῦμα· αὐτὸ γάρ ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καὶ διὰ τοῦτο ἐποιήσατο τὴν ἔλευσιν ὁ Κύριος, ἵνα ζωὴν ἐντεῦθεν δῷ τῇ ψυχῇ, τὸ Πνεῦμα αὐτοῦ· \"Εως γὰρ, φησὶ, ἔχετε τὸ φῶς, πιστεύετε εἰς τὸ φῶς· ἔρχεται νὺξ, ὅτε οὐκέτι δύνασθε ἐργάζεσθαι. Εἴ τις τοίνυν οὐκ ἐζήτησεν ἐντεῦθεν καὶ ἔλαβε ζωὴν τῇ ψυχῇ τὸ θεϊκὸν φῶς τοῦ Πνεύματος, ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος, ἐν τοῖς ἀριστεροῖς τόποις τοῦ σκότους ἤδη ἀφορίζεται, εἰς βασιλείαν οὐρανῶν μὴ εἰσερχόμενος, ἐν γεέννῃ τὸ τέλος ἔχων μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ. Ἢ ὥσπερ χρυσίον ἢ ἀργύριον, ἐπὰν ἐμβληθῇ τῷ πυρὶ, καθαρώτερον καὶ δοκιμώτερον γίνεται, καὶ οὐδὲν δύναται ἀλλοιῶσαι αὐτὸ, οἷον ξύλα, ἢ χόρτος· πάντα γὰρ ἐσθίει τὰ προσερχόμενα αὐτῷ, πῦρ γὰρ γίγνονται· οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ πυρὶ τοῦ Πνεύματος ἀναστρεφομένη καὶ τῷ θεϊκῷ φωτὶ, ὑπ᾿ οὐδενός τι κακὸν πείσεται τῶν πονηρῶν πνευμάτων. Εἰ δὲ καὶ προσεγγίσει τι αὐτῇ, ἀναλίσκεται ὑπὸ τοῦ ἐπουρανίου πυρὸς τοῦ Πνεύματος. Ἢ ὥσπερ πετεινὸν, ἐπὰν ἐν ὕψει πετασθῇ, ἀμέριμνόν ἐστιν, ὡς μηδὲν δεδοικός, θηρευτὰς, ἢ θηρία πονηρά· ἄνω γάρ που ὂν καταγελᾷ πάντων· οὕτω καὶ ψυχὴ λαβοῦσα τὰς πτέρυγας τοῦ Πνεύματος, καὶ εἰς τὰ ὑψηλὰ τοῦ οὐρανοῦ πετομένη, πάντων ἀνωτέρα οὖσα, πάντων καταγελᾷ.","t":"Whoever seeks, then, to believe and draw near to the Lord must ask to receive the divine Spirit here and now; for he is the life of the soul, and the Lord made his coming for this, to give the soul life here and now, his Spirit. For \"while you have the light,\" he says, \"believe in the light; night is coming, when you can no longer work.\" If, then, someone has not sought and received here and now the life of the soul, the divine light of the Spirit, when he goes out of the body he is at once set apart in the left-hand places of darkness, not entering the kingdom of heaven, having his end in Gehenna with the devil and his angels. Or as gold or silver, when it is put into the fire, becomes purer and better tested, and nothing can alter it, such as wood or grass (for the fire devours everything that comes near it, since they become fire): so too the soul that lives in the fire of the Spirit and in the divine light will suffer no evil from any of the evil spirits; and even if anything comes near it, it is consumed by the heavenly fire of the Spirit. Or as a bird, when it has flown up on high, is free from care, fearing nothing, neither hunters nor evil beasts; for being somewhere above, it laughs at them all: so too the soul that has received the wings of the Spirit and flies to the heights of heaven, being above all, laughs at all.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.6 (PG 34:724–725; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-6)."},"macarius-homiliae-spirituales/30.7":{"o":"Καὶ ὁ μὲν κατὰ σάρκα Ἰσραήλ, τότε σχίσαντος Μωσέως τὴν θάλασσαν, διήρχοντο κάτω· οὗτοι δὲ τέκνα Θεοῦ ὄντες ἐπάνω περιπατοῦσιν ἐπὶ τὴν θάλασσαν τῆς πικρίας τῶν πονηρῶν δυνάμεων. Τὸ σῶμα γὰρ καὶ ἡ ψυχὴ αὐτῶν οἶκος Θεοῦ γεγόνασιν· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε ἔπεσεν ὁ ᾿Ἀδὰμ, ἦλθεν ὁ Θεὸς περιπατῶν ἐν τῷ παραδείσῳ, ἔκλαυσεν, ὡς εἰπεῖν, ἰδὼν τὸν ᾿Ἀδὰμ, καὶ εἴρηκεν· Ἐκ ποίων ἀγαθῶν ποῖα ἡρετίσω κακά ἐκ ποίας δόξης ποίαν αἰσχύνην φορεῖς! τί σκοτεινὸς εἶ νῦν! τι δυσειδής! τί σαπρός ἐκ ποίου φωτὸς οἷον σκότος ἐκάλυψέ σε καὶ πεσόντος τοῦ ᾿Ἀδὰμ καὶ ἀποθανόντος ἀπὸ τοῦ Θεοῦ, ἔκλαυσεν αὐτὸν ὁ Ποιητής, ἄγγελοι, πᾶσαι αἱ δυνάμεις, οὐρανοὶ, γῆ, καὶ πάντα τὰ κτίσματα ἐπένθησαν ἐπὶ τῷ θανάτῳ καὶ τῇ πτώσει αὐτοῦ· τὸν γὰρ δοθέντα αὐτοῖς βασιλέα δοῦλον εἶδον γεγονότα ἐναντίας καὶ πονηρᾶς δυνάμεως. Σκότος τοίνυν ἐνεδύσατο ἐν τῇ ἑαυτοῦ ψυχῇ, σκότος πικρὸν, καὶ πονηρόν· ἐβασιλεύθη γὰρ ὑπὸ τοῦ ἄρχοντος τοῦ σκότους. Οὗτος ἦν ὁ τραυματισθεὶς ὑπὸ τῶν λῃστῶν, καὶ ἡμιθανής γεγονώς, κατερχόμενος ἀπὸ Ἱερουσαλήμ εἰς Ἱεριχώ.","t":"And Israel according to the flesh, when Moses divided the sea, passed through below; but these, being children of God, walk above, on the sea of the bitterness of the evil powers. For their body and soul have become a house of God. On that day when Adam fell, God came walking in paradise, and he wept, so to speak, when he saw Adam, and said: \"From what good things what evils you have chosen! From what glory what shame you wear! How dark you are now! How ugly! How rotten! From what light what darkness has covered you!\" And when Adam fell and died to God, his Maker wept over him; angels, all the powers, the heavens, the earth, and all creatures mourned over his death and fall. For they saw the king who had been given to them become the slave of an opposing and evil power. So he put on darkness in his own soul, a bitter and evil darkness; for he was ruled by the prince of darkness. This was the man wounded by robbers and left half dead, going down from Jerusalem to Jericho.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.7 (PG 34:725–726; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-7)."},"macarius-homiliae-spirituales/30.8":{"o":"Καὶ γὰρ καὶ Λάζαρος, ὃν ὁ Κύριος ἀνέστησεν, ὁ πολλῆς δυσωδίας γέμων, ὥστε μηδένα δύνασθαι τῷ μνήματι προσεγγίσαι, σύμβολον ἦν τοῦ ᾿Ἀδὰμ, τοῦ πολλὴν δυσωδίαν ἐν τῇ ψυχῇ προσλαβόντος, καὶ μελανίας καὶ σκότους πληρωθέντος. Ἀλλὰ σὺ, ὅταν ἀκούσῃς περὶ ᾿Αδάμ, καὶ περὶ τοῦ τετραυματισμένου, καὶ τοῦ Λαζάρου, μὴ ἀπολύσῃς σου τὸν νοῦν ὥσπερ εἰς ὅρη, ἀλλ᾽ ἔνδον ἐν τῇ ψυχῇ σου γίγνου, ὅτι καὶ σὺ τὰ αὐτὰ τραύματα, καὶ τὴν αὐτὴν δυσωδίαν, καὶ τὸ αὐτὸ σκότος φορεῖς. Ἐκείνου γὰρ πάντες ἐσμὲν υἱοὶ τοῦ σκοτεινοῦ γένους, καὶ πάντες τῆς αὐτῆς δυσωδίας μετέχομεν. Ὅπερ οὖν πέπονθε πάθος ἐκεῖνος, τοῦτο πάντες ἐκ τοῦ σπέρματος Ἀδὰμ ὄντες πεπόνθαμεν· τοιοῦτον γὰρ πάθος συμβέβηκεν, ὡς φησιν Ἡσαΐας· Οὐκ ἔστι τραῦμα, οὔτε μώλωψ, οὔτε πληγή φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους ποιῆσαι. Οὕτως ἀνίατον τραῦμα ἐτραυματίσθημεν, μόνῳ τῷ Κυρίῳ δυνατὸν θεραπεῦσαι αὐτό. Διὰ τοῦτο γὰρ καὶ δι᾿ ἑαυτοῦ ἦλθεν, ὅτι μηδεὶς τῶν ἀρχαίων, οὔτε ὁ νόμος αὐτὸς, οὔτε οἱ προφῆται τοῦτο ἡδυνήθησαν θεραπεῦσαι. Οὗτος δὲ μόνος ἐλθὼν, ἐθεράπευσε τὴν πληγὴν ἐκείνην τῆς ψυχῆς τὴν ἀνίατον.","t":"For Lazarus too, whom the Lord raised, full of great stench, so that no one could come near the tomb, was a symbol of Adam, who took on great stench in his soul and was filled with blackness and darkness. But you, when you hear about Adam, about the wounded man, and about Lazarus, do not let your mind wander off as if to the mountains, but be inside your own soul, because you too carry the same wounds, the same stench, and the same darkness. For we are all sons of that dark race, and all share in the same stench. What he suffered, then, we all, being of the seed of Adam, have suffered. For such an affliction has befallen us, as Isaiah says: \"There is no wound, nor bruise, nor festering sore; it is not possible to apply a plaster, nor oil, nor to bind it up.\" So incurable is the wound with which we have been wounded; only the Lord can heal it. That is why he came himself, because none of the men of old, neither the law itself nor the prophets, could heal it. But he alone came and healed that incurable wound of the soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.8 (PG 34:726–727; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-8)."},"macarius-homiliae-spirituales/30.9":{"o":"Προσδεχώμεθα τοίνυν τὸν Θεὸν καὶ Κύριον, τὸν ἀληθινὸν θεραπευτὴν, ὃς μόνος δυνατός ἐστιν ἐλθὼν ἰάσασθαι τὰς ψυχὰς ἡμῶν, κεκοπιακὼς πολλὰ δι᾿ ἡμᾶς. Κρούει γὰρ ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα ἀνοίξωμεν αὐτῷ, καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν, καὶ νίψωμεν, καὶ ἀλείψωμεν αὐτοῦ τοὺς πόδας, καὶ μονὴν παρ᾿ ἡμῖν ποιήσει. Καὶ γὰρ ἐκεῖ ὀνειδίζει ὁ Κύριος τὸν μὴ νίψαντα τοὺς πόδας αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ λέγει, Ἰδοὺ ἔστηκα ἐπὶ τὴν θύραν, ἐὰν ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτόν. Διὰ τοῦτο γὰρ πολλὰ παθεῖν ὑπέμεινε, δοὺς τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον, καὶ ἐξαγοράσας ἡμᾶς τῆς δουλείας, ἵνα ἐλθὼν τῇ ψυχῇ ἡμῶν μονὴν ποιήσῃ παρ᾿ αὐτῇ. Διὰ τοῦτο ἐκείνοις τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπ' αὐτοῦ πεμπομένοις εἰς γέενναν μετὰ τοῦ διαβόλου φησὶν ὁ Κύριος, Ξένος ἤμην, καὶ οὐ συνηγάγετε με· ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ οὐκ ἐποτίσατέ με. Ἡ γὰρ τροφὴ αὐτοῦ καὶ ἡ πόσις, καὶ ἄμφιον, καὶ στέγη, καὶ ἀνάπαυσις ἐν ταῖς ψυχαῖς ἡμῶν ἐστιν. ᾿Αεὶ τοίνυν κρούει, βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς. Δεξώμεθα τοίνυν αὐτὸν, καὶ εἰσαγάγωμεν ἔνδον ἡμῶν, ὅτι καὶ ἡμῶν ἡ τροφὴ, καὶ ἡ ζωὴ, καὶ ἡ πόσις, καὶ ἡ ζωὴ ἡ αἰώνιος αὐτός ἐστιν. Καὶ πᾶσα ψυχὴ ἡ μὴ δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀναπαύσασα, μᾶλλον δὲ ἀναπαεῖσα ἐν αὐτῷ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων κληρονομίαν οὐκ ἔχει, οὔτε εἰς τὴν ἐπουράνιον πόλιν εἰσελθεῖν δύναται. Αὐτὸς δὲ, Κύριε Ἰησοῦ Χριστὲ, εἰσάγαγε ἡμᾶς εἰς αὐτὴν, δοξάζοντάς σου τὸ ὄνομα σὺν Πατρὶ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"Let us, then, receive God and the Lord, the true healer, who alone is able to come and heal our souls, having laboured much for us. For he is always knocking at the doors of our hearts, that we may open to him, and that he may come in and rest in our souls, and we may wash and anoint his feet, and he will make his abode with us. For there the Lord reproaches the man who did not wash his feet; and again elsewhere he says, \"Behold, I stand at the door; if anyone hears my voice and opens the door, I will come in to him.\" For this he endured to suffer much, giving his own body to death and redeeming us from slavery, so that he might come to our soul and make his abode with it. That is why the Lord says to those on the left, who in the judgment are sent by him to Gehenna with the devil, \"I was a stranger, and you did not take me in; I was hungry, and you gave me nothing to eat; I was thirsty, and you gave me no drink.\" For his food and drink, his clothing, shelter, and rest are in our souls. He is always knocking, then, wishing to come in to us. Let us receive him, then, and bring him inside us, because he himself is our food, our life, our drink, and eternal life. And every soul that has not now received him within and given him rest, or rather found rest in him, has no inheritance with the saints in the kingdom of heaven, nor can it enter the heavenly city. But you yourself, Lord Jesus Christ, bring us into it, glorifying your name with the Father and the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 30.9 (PG 34:727–728; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/30-9)."},"macarius-homiliae-spirituales/31.1":{"o":"Δεῖ τὸν πιστεύοντα αἰτεῖν τὸν Θεὸν μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ, μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν, πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμοῤῥοοῦσα ὁμοίως ἁψαμένη τοῦ κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη· ὅτι τὸ ἄκρως καλὸν ὁ Θεὸς ἐστι· πρὸς ὃν ὀφείλεις συναγαγεῖν τὸν νοῦν καὶ τοὺς λογισμοὺς, καὶ μηδὲν ἄλλο ἐννοεῖν, ἢ τὴν προσδοκίαν αὐτοῦ καθορᾶν.","t":"Homily 31. The believer must be changed in his mind and gather all his thoughts to God; in these truly is all the service of God.\n\nThe believer must ask God that his will be changed, by a change of heart turning from bitterness to sweetness, and must remember how the blind man was healed; how the woman with a flow of blood likewise touched the fringe and obtained healing; how the nature of lions was tamed and the nature of fire was deadened; because God is the supremely good, toward whom you ought to gather your mind and your thoughts, and think of nothing else but to look for him with expectation.","f":"Ps.-Macarius, <i>Hom.</i> 31.1 (PG 34:728–729; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/31-1)."},"macarius-homiliae-spirituales/31.2":{"o":"Ἤτω οὖν ἡ ψυχὴ ὡς τέκνα ῥεμβόμενα συνάγουσα, καὶ νουθετοῦσα τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐσκορπισμένους λογισμοὺς, εἰσαγέτω εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, ἀεὶ προσδοκῶσα τὸν Κύριον ἐν νηστείᾳ καὶ ἀγάπῃ, πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγοι αὐτήν. ᾿Αδήλου δὲ τοῦ μέλλοντος ὄντος, ἐλπιζέτω πλέον ἔτι τῷ κυβερνήτῃ καλῶς ἐπελπίζουσα, καὶ μνημονευέτω, πῶς καὶ Ῥαὰβ οὖσα μετὰ ἀλλοφύλων ἐπίστευσεν Ἰσραηλίταις, καὶ μετ᾿ αὐτῶν κατηξιώθη· οἱ δὲ Ἰσραηλῖται τῇ ἀγάπῃ εἰς Αἴγυπτον μετεστράφησαν. Ὡς οὖν οὐδὲν ἔβλαψε τὴν Ῥαὰβ ἡ μετὰ τῶν ἀλλοφύλων οἴκησις, ἀλλ᾿ ἡ πίστις ᾠκείωσε τῇ μερίδι τῶν Ἰσραηλιτῶν· οὕτως οὐδὲν βλάψει ἁμαρτία τοὺς ἐν ἐλπίδι καὶ πίστει τὸν Λυτρωτὴν ἐκδεχομένους, ὃς παραγενόμενος μεταβάλλει τοὺς λογισμοὺς τῆς ψυχῆς, καὶ ποιεῖ αὐτοὺς θεϊκοὺς, οὐρανίους, ἀγαθοὺς, καὶ διδάσκει τὴν ψυχὴν εὐχὴν ἀληθινὴν, ἀπερίσπαστον, ἀῤῥέμβαστον. Μὴ φοβοῦ, φησὶν, ἐγὼ ἔμπροσθέν σου πορεύομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλούς σιδηροῦς συνθλάσω. Καὶ πάλιν, Πρόσεχε, φησί, σεαυτῷ μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τοῦτο τὸ ἔθνος πολὺ καὶ ἰσχυρόν.","t":"Let the soul, then, be like one gathering wandering children: let it admonish the thoughts scattered by sin and bring them into the house of its body, always waiting for the Lord in fasting and love, for when he will come and truly gather it. And since the future is uncertain, let it hope all the more, trusting well in the helmsman, and let it remember how Rahab, though living among foreigners, believed the Israelites and was counted worthy with them, while the Israelites in their love turned back to Egypt. As, then, her dwelling among foreigners did Rahab no harm, but her faith made her a member of the portion of the Israelites, so sin will do no harm to those who wait in hope and faith for the Redeemer, who, when he comes, changes the thoughts of the soul and makes them divine, heavenly, and good, and teaches the soul true prayer, undistracted and unwandering. \"Do not fear,\" he says; \"I go before you, and I will level mountains; I will shatter doors of bronze and break bars of iron.\" And again he says, \"Take heed to yourself, lest there be a hidden word in your heart, a lawless thing\"; \"do not say in your heart, 'This nation is great and strong.'\"","f":"Ps.-Macarius, <i>Hom.</i> 31.2 (PG 34:729; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/31-2)."},"macarius-homiliae-spirituales/31.3":{"o":"Ἐὰν μὴ ἡμεῖς χαυνωθῶμεν, καὶ παραδῶμεν τὰς νομὰς τοῖς ἀτάκτοις λογισμοῖς τῆς κακίας, ἀλλὰ τῷ θελήματι ἡμῶν ἕλκωμεν τὸν νοῦν, βιαζόμενοι τοὺς λογισμοὺς πρὸς τὸν Κύριον· πάντως ὁ Κύριος τῷ θελήματι αὐτοῦ ἐλεύσεται πρὸς ἡμᾶς, καὶ ἐξ ἀληθείας συναγάγοι ἡμᾶς πρὸς ἑαυτόν. Πᾶσα γὰρ ἡ εὐαρέστησις καὶ ἡ διακονία ἐν τοῖς διαλογισμοῖς ἐστιν· ὥστε σπούδασον ἀρέσαι τῷ Κυρίῳ, προσδοκῶν αὐτὸν ἀεὶ ἔσωθεν, ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς, καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν, πρὸς αὐτὸν ἀεὶ ἀνατείνεσθαι. Καὶ ὅρα πῶς ἔρχεται πρὸς σὲ, καὶ μονὴν ποιεῖται παρὰ σοί. Ὅσον γὰρ συνάγεις τὸν νοῦν σου εἰς τὴν ζήτησιν αὐτοῦ, πολὺ πλέον αὐτὸς ἀναγκάζεται ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας καὶ χρηστότητος ἐλθεῖν πρὸς σὲ, καὶ ἀναπαῦσαί σε. Ἔστηκε γὰρ θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμοὺς, τὰς ἐνθυμήσεις· ἐπισκοπῶν πῶς ζητεῖς αὐτὸν, καὶ εἰ ἐξ ὅλης τῆς ψυχῆς σου, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελῶς.","t":"If we do not grow slack and hand over the pastures to the disorderly thoughts of evil, but by our will draw the mind, forcing the thoughts toward the Lord, the Lord will surely come to us by his own will and truly gather us to himself. For all pleasing of God and all service lies in the thoughts. So make haste to please the Lord, always waiting for him within, seeking him in your thoughts, and forcing and compelling your own will and choice to stretch out toward him always. And see how he comes to you and makes his abode with you. For the more you gather your mind to seek him, the more he is compelled by his own compassion and kindness to come to you and give you rest. For he stands watching your mind, your thoughts, your reflections, observing how you seek him, whether with your whole soul, whether not sluggishly, whether not carelessly.","f":"Ps.-Macarius, <i>Hom.</i> 31.3 (PG 34:729–730; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/31-3)."},"macarius-homiliae-spirituales/31.4":{"o":"Καὶ ὅταν ἴδῃ τὴν σπουδήν σου πρὸς τὴν αὐτοῦ ζήτησιν, τότε φανεροῦται καὶ ἐπιφαίνεταί σοι, καὶ τῆς αὐτοῦ βοηθείας μεταδίδωσι, καὶ τὴν νίκην σοι ποιεῖ, ῥυόμενός σε ἐκ τῶν ἐχθρῶν σου. Θεωρήσας γὰρ πρότερον τὴν σὴν πρὸς αὐτὸν ζήτησιν, καὶ ὡς ὅλην σου τὴν προσδοκίαν ἀδιαλείπτως πρὸς αὐτὸν ἔχεις οὗτος διδάσκει, καὶ δίδωσί σοι εὐχὴν ἀληθινὴν, ἀγάπην ἀληθινὴν, ἥτις ἐστὶν αὐτὸς ἐν σοὶ πάντα γιγνόμενος, παράδεισος, ξύλον ζωῆς, μαργαρίτης, στέφανος, οἰκοδόμος, γεωργός, παθητὸς, ἀπαθὴς, ἄνθρωπος, Θεὸς, οἶνος, ὕδωρ ζῶν, πρόβατον, νυμφίος, πολεμιστής, ὅπλον, πάντα ἐν πᾶσι Χριστός. Καὶ ὥσπερ τὸ νήπιον οὐκ οἶδεν ἑαυτὸ θεραπεῦσαι, ἢ τημελῆσαι, ἀλλὰ μόνον ἀποβλέπει πρὸς τὴν μητέρα, κλαῖον πότε σπλαγχνισθεῖσα τοῦτο ἀναλάβηται· οὕτως αἱ πισταὶ ψυχαὶ μόνῳ τῷ Κυρίῳ ἐλπίζουσιν ἀεὶ, πᾶσαν δικαιοσύνην αὐτῷ ἀπονέμουσαι. Ὥσπερ γὰρ χωρὶς τῆς ἀμπέλου τὸ κλῆμα ψύχεται, οὕτως καὶ ὁ ἄνευ Χριστοῦ δικαιοῦσθαι θέλων. Ὡς ὁ λῃστὴς καὶ ὁ κλέπτης ἐστὶν, ὁ μὴ διὰ τῆς εἰσόδου εἰσερχόμενος, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων· οὕτως ὁ ἄνευ τοῦ δικαιοῦντος ἑαυτῷ δικαιούμενος.","t":"And when he sees your diligence in seeking him, then he reveals himself and appears to you, gives you a share in his help, and wins the victory for you, rescuing you from your enemies. For having first observed your seeking of him, and how you have your whole expectation unceasingly toward him, he teaches you and gives you true prayer, true love, which is himself becoming all things in you: paradise, tree of life, pearl, crown, builder, farmer, one who suffers, one free from suffering, man, God, wine, living water, sheep, bridegroom, warrior, weapon; Christ all in all. And as a little child does not know how to tend or care for itself, but only looks to its mother, crying until, moved with compassion, she picks it up: so faithful souls always hope in the Lord alone, ascribing all righteousness to him. For as the branch withers without the vine, so does the one who wishes to be justified without Christ. As he who does not enter by the door but climbs up some other way is a robber and a thief, so is the one who justifies himself without him who justifies.","f":"Ps.-Macarius, <i>Hom.</i> 31.4 (PG 34:730–731; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/31-4)."},"macarius-homiliae-spirituales/31.5":{"o":"Αρωμεν οὖν τὸ σῶμα τοῦτο, καὶ ποιήσωμεν θυσιαστήριον, καὶ ἐπιθῶμεν ἐπάνω πᾶσαν ἡμῶν τὴν ἐνθύμησιν, καὶ δεηθῶμεν τοῦ Κυρίου, ἵνα πέμψῃ ἐξ οὐρανοῦ τὸ ἀόρατον καὶ μέγα πῦρ, καὶ καταφάγῃ τὸ θυσιαστήριον, καὶ πάντα τὰ ἐν αὐτῷ. Καὶ πάντες οἱ ἱερεῖς τοῦ Βαάλ πέσωσιν, αἴτινές εἰσιν ἀντικείμεναι ἐνέργειαι· καὶ τότε ὀψόμεθα τὸν πνευματικὸν ὑετὸν, ὡς ἴχνος ἀνθρώπου ἐρχόμενον ἐν ψυχῇ, ὥστε γενέσθαι ἐν ἡμῖν τὴν τοῦ Θεοῦ ἐπαγγελίαν, καθὼς εἴρηται ἐν τῷ προφήτῃ, Ανορθώσω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω· ἵνα τὴν ἐν νυκτὶ καὶ σκότει διαιτωμένην ψυχὴν ἐν μέθῃ ἀγνοίας, τῇ ἰδίᾳ χρηστότητι ὁ Κύριος ἐπιλάμψῃ, καὶ λοιπὸν ἀνανήψασα ἐκείνη ἀπροσκόπως ὁδεύῃ τὰ τῆς ἡμέρας καὶ ζωῆς ἔργα ἐπιτελοῦσα ἐκεῖθεν γὰρ τρέφεται ψυχή, ἔνθα καὶ ἐσθίει, ἤτοι ἐκ τοῦ αἰῶνος τούτου, ἤτοι ἐκ τοῦ Πνεύματος τοῦ Θεοῦ· καὶ ὁ Θεὸς ἐκεῖ τρέφεται, καὶ ζῇ, καὶ ἀναπαύεται, καὶ ἀναστρέφεται.","t":"Let us take up this body, then, and make it an altar, and lay upon it all our thought, and pray the Lord to send from heaven the invisible and great fire to consume the altar and everything on it; and let all the priests of Baal fall, who are the opposing workings. And then we shall see the spiritual rain coming into the soul like a man's footprint, so that God's promise may be fulfilled in us, as it is said in the prophet, \"I will raise up and rebuild the tent of David that has fallen, and its ruins I will rebuild\"; so that the Lord by his own kindness may shine upon the soul that lives in night and darkness, in the drunkenness of ignorance, and so it may sober up and walk without stumbling, doing the works of the day and of life. For the soul is fed from where it eats, either from this age or from the Spirit of God; and there God is fed, lives, rests, and dwells.","f":"Ps.-Macarius, <i>Hom.</i> 31.5 (PG 34:731–732; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/31-5)."},"macarius-homiliae-spirituales/31.6":{"o":"Τὸ λοιπὸν ἕκαστος, εἰ βούλεται, δοκιμάσαι ἑαυτὸν δύναται, πόθεν τρέφεται, καὶ ποῦ ζῇ, καὶ ἐν οἷς ἐστιν ἵν᾿ οὕτως νοήσας, καὶ τὴν ἀκριβῆ διάκρισιν κτησάμενος, τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ τελείως ἑαυτὸν ἐπιδῷ. Λοιπὸν προσευχόμενος ἐν τῇ εὐχῇ πρόσεχε σεαυτῷ, ἐπέχων τοῖς λογισμοῖς καὶ ταῖς ἐνεργείαις πόθεν εἰσὶν, ἐκ τοῦ Θεοῦ, ἢ ἐκ τοῦ ἐναντίου, καὶ τίς προσφέρει τροφὴν τῇ καρδίᾳ, ὁ Κύριος, ἢ οἱ κοσμοκράτορες τοῦ αἰῶνος τούτου. Καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα, ὦ ψυχή, αἰτοῦ τὸν Κύριον ἐν πόνῳ καὶ πόθῳ τροφὴν οὐράνιον, καὶ αὔξησιν, καὶ ἐργασίαν Χριστοῦ, κατὰ τὸ εἰρημένον· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· καὶ οὐκ ἐν σχήματι καὶ τύπῳ, ὡς τινες νομίζουσιν. Ἰδοὺ γὰρ, τῶν μόρφωσιν εὐσεβείας μόνον ἐχόντων ὁ νοῦς καὶ ἡ διάνοια ἔοικε τῷ κόσμῳ. Ἰδοὺ ὁ σεισμὸς καὶ ὁ σάλος τῆς προαιρέσεως αὐτῶν, ἡ ἄστατος γνώμη, ἡ δειλία καὶ ὁ φόβος, κατὰ τὸ εἰρημένον, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀπιστίαν καὶ σύγχυσιν τῶν ἀστάτων λογισμῶν, ὅσας ὥρας σαλευόμενοι, ὡς οἱ λοιποὶ πάντες ἄνθρωποι· σχήματι δὲ μόνῳ οὐ καὶ νοήματι διαφέρουσιν οἱ τοιοῦτοι τοῦ κόσμου, καὶ σωματικοῖς κατορθώμασι τοῦ ἔξω ἀνθρώπου, τῇ δὲ καρδίᾳ καὶ τῷ κόσμῳ σύρονται, καὶ δεσμοῖς γηΐνοις, καὶ μεριμνῶν ἀνωφελῶν ἐμπεριέχονται τὴν ἐξ οὐρανοῦ εἰρήνην ἐν καρδίᾳ μὴ κτησάμενοι, καθώς φησιν ὁ ᾿Απόστολος, ὅτι Ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, ἥτις ἐστὶ βασιλεύουσα καὶ ἀνακαινίζουσα τὰς τῶν πιστῶν διανοίας, ἐν ἀγάπῃ Θεοῦ, καὶ πάσης τῆς ἀδελφότητος. Δόξα καὶ προσκύνησις Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"From now on each one, if he wishes, can test himself: from what he is fed, where he lives, and among what things he is; so that, having understood this and acquired precise discernment, he may give himself completely to the impulse toward the good. So then, when you pray, pay attention to yourself in your prayer, watching the thoughts and the workings, where they come from, from God or from the adversary, and who brings food to the heart, the Lord or the world-rulers of this age. And having tested and recognized this, O soul, ask the Lord with toil and longing for heavenly food, growth, and the working of Christ, according to what is said, \"But our citizenship is in heaven\"; and not in outward form and pattern, as some suppose. For see, the mind and understanding of those who have only the form of godliness are like the world. See the shaking and tossing of their will, their unstable judgment, their cowardice and fear, according to what is said, \"Groaning and trembling you shall be on the earth\"; in their unbelief and the confusion of their unstable thoughts they are tossed about every hour, like all other men. Such people differ from the world in outward form only, not in mind, and in the bodily achievements of the outer man; but in heart they are dragged along with the world, and are held fast in earthly bonds and useless cares, not having acquired the peace from heaven in the heart, as the Apostle says, \"Let the peace of God rule in your hearts,\" which reigns and renews the minds of believers in the love of God and of the whole brotherhood. Glory and worship to the Father, and the Son, and the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 31.6 (PG 34:732–733; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/31-6)."},"macarius-homiliae-spirituales/32.1":{"o":"Αἱ τοῦ κόσμου τούτου γλῶσσαι διάφοροί εἰσι· παντὸς γὰρ ἔθνους ἰδία γλῶσσά ἐστιν· οἱ δὲ Χριστιανοὶ μίαν καὶ νῦν γλῶσσαν μανθάνουσι, καὶ ὅλοι ὑπὸ μίαν σοφίαν παιδεύονται τοῦ Θεοῦ, σοφίαν οὐ τοῦ κόσμου τούτου, οὔτε τοῦ αἰῶνος τοῦ παρερχομένου. Καὶ ὡς περιπατοῦσιν εἰς τὴν κτίσιν ταύτην οἱ Χριστιανοὶ, εἰς καινοτέρας θέας οὐρανίους ἐμπίπτουσι, καὶ εἰς δόξας, καὶ μυστήρια, ἀπὸ τῶν φαινομένων λαμβάνοντες τὰς ἀφορμάς. Ἔστι ζώων ἡμέρων γένη, οἷον ἵππος καὶ βοῦς· ἕκαστον αὐτῶν ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν. Τὸ αὐτὸ καὶ ἐν τοῖς θηρίοις ὁ λέων ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνὴν, ὁ ἔλαφος ὁμοίως· καὶ ἐν τοῖς ἑρπετοῖς διαφορὰ πολλὴ, καὶ ἐν τοῖς πετεινοῖς πολλὰ σώματα ἄλλο σῶμα καὶ φωνὴ ἀετοῦ, καὶ ἄλλο σῶμα καὶ φωνὴ ὀξυπτέρου. Τὰ αὐτὰ καὶ ἐν τῇ θαλάσσῃ ἐστί σώματα πολλὰ μὴ ἐοικότα ἀλλήλοις, καὶ ἐν τῇ γῇ σπέρματά εἰσι πολλά, ἀλλ᾽ ἕκαστον σπέρμα ἴδιον ἔχει καρπόν. Καὶ δένδρα πολλά εἰσιν· ἀλλ᾽ εἰσὶ δένδρα μείζονα, καὶ εἰσὶ δένδρα μικρότερα. Καὶ αὐταὶ αἱ ὁπῶραι διαφορὰν ἔχουσι πολλήν ἕκαστον γὰρ αὐτῶν ἰδίαν γεῦσιν. Καὶ εἰσὶν βοτάναι, καὶ ἐν αὐταῖς διαφοραὶ πολλαὶ, αἱ μὲν εἰς ὑγείαν προχωροῦσαι, αἱ δὲ εἰς εὐωδίαν μόνον. Ἕκαστον δὲ τῶν δένδρων ἔνδοθεν ἐκφέρει τὰ ἐνδύματα φαινόμενα φύλλα, καὶ ἄνθη, καὶ καρπούς. Ὁμοίως καὶ τὰ σπέρματα ἔνδοθεν ἐνδύματα φέρει φαινόμενα καὶ αὐτὰ τὰ κρίνα ἔνδοθεν ἐκφέρει ἐνδύματα, καὶ καλλωπίζει τὴν χλόην.","t":"Homily 32. The glory of Christians abides in their souls from now on, and at the time of the resurrection it is to be revealed and to glorify their bodies in proportion to their godliness.\n\nThe languages of this world are various, for every nation has its own language; but Christians learn one language even now, and all are taught under one wisdom of God, a wisdom not of this world, nor of the passing age. And as Christians walk about in this creation, they come upon newer heavenly sights, and glories, and mysteries, taking their starting points from the things that are seen. There are kinds of tame animals, such as the horse and the ox; each of them has its own body and its own voice. It is the same among the wild beasts: the lion has its own body and its own voice, and the deer likewise; and among the reptiles there is great difference, and among the birds many bodies: one body and voice of the eagle, another body and voice of the hawk. In the same way there are in the sea many bodies not like one another; and in the earth there are many seeds, but each seed has its own fruit. And there are many trees; but there are larger trees, and there are smaller trees. And the fruits themselves have great difference, for each of them has its own taste. And there are herbs, and among them many differences: some serve for health, others only for fragrance. Each of the trees brings forth from within the garments that are seen, leaves and flowers and fruits. Likewise the seeds bring forth visible garments from within, and the lilies themselves bring forth garments from within and adorn the grass.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.1 (PG 34:733–734; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-1)."},"macarius-homiliae-spirituales/32.10":{"o":"᾿Αποκαλύπτεται γὰρ κεκρυμμένη τις καὶ λεπτή δύναμις τοῦ σκότους ἐγκαθεζομένου τῇ καρδίᾳ καὶ ὁ Κύριος ἐγγὺς τῆς ψυχῆς καὶ τοῦ σώματός σού ἐστιν ὁρῶν τὸν πόλεμόν σου, καὶ κρυπτοὺς λογισμούς οὐρανίους ἐντίθησί σοι, καὶ ἄρχεται ἀναπαύειν σε ἐν τῷ κρυπτῷ. Αφίησι δέ σε τέως παιδευθῆναι, καὶ εἰς αὐτὰς τὰς θλίψεις οἰκονομεῖ σε ἡ χάρις· καὶ ὅταν ἔλθῃς εἰς ἀνάπαυσιν, γνωρίζει σοι ἑαυτὴν, καὶ δείκνυσί σοι, ὅτι ὑπὲρ τοῦ συμφέροντός σου παρεχώρησε γυμνασθῆναι σε. Ὥσπερ ὅταν ᾗ πλουσίου τινὸς παιδίον, καὶ ἔχῃ παιδαγωγὸν, τέως μὲν λώροις αὐτὸν βασανίζει, καὶ ἡ παιδεία, καὶ τὰ τραύματα, καὶ αἱ πληγαὶ βαρεῖαι φαίνονται, ἕως ὅτε γένηται ἀνὴρ, τότε δὲ ἄρχεται εὐχαριστεῖν τῷ παιδαγωγῷ· οὕτως καὶ ἡ χάρις οἰκονομικῶς παιδεύει, ἕως ὅτε φθάσῃς εἰς τέλειον ἄνδρα.","t":"For a hidden and subtle power of the darkness that is seated in the heart is uncovered; and the Lord is near your soul and your body, seeing your war, and he puts hidden heavenly thoughts into you and begins to give you rest in secret. But for a time he lets you be trained, and grace guides you through the very afflictions; and when you come to rest, it makes itself known to you and shows you that it allowed you to be exercised for your benefit. As when a rich man has a child, and the child has a tutor: for a time the tutor torments him with straps, and the discipline, the wounds and the blows seem heavy, until he becomes a man, and then he begins to thank the tutor: so also grace trains you according to its plan, until you attain to the perfect man.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.10 (PG 34:740; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-10)."},"macarius-homiliae-spirituales/32.14":{"o":"Ὁ γεωργὸς τὸν σπόρον πανταχοῦ ῥίπτει, καὶ ὁ φυτεύων ἄμπελον, θέλει, ἵνα ὅλη καρποφορήσῃ. Λοιπὸν οὖν ἐπιφέρει τὸ δρέπανον, καὶ εἰ μὴ εὔροι καρπὸν, λυπεῖται οὕτως καὶ ὁ Κύριος τὸν λόγον αὐτοῦ σπαρῆναι θέλει εἰς τὰς καρδίας τῶν ἀνθρώπων. ᾿Αλλ' ὥσπερ ὁ γεωργὸς ἐν τῇ ἀποκένῳ χώρᾳ λυπείται· οὔτως καὶ ὁ Κύριος ἐν τῇ ἀποκένῳ καρδίᾳ καὶ μὴ καρποφορούσῃ λυπείται. Ωσπερ οἱ ἄνεμοι πανταχοῦ πνέουσιν εἰς πᾶσαν τὴν κτίσιν, καὶ ὥσπερ ἥλιος πάσῃ τῇ οἰκουμένῃ ἐπιλάμπει οὕτως ἡ θεότης πανταχοῦ ἐστι, καὶ πανταχοῦ εὑρίσκεται. Εἰ ζητεῖς αὐτὸν ἐν τοῖς οὐρανοῖς, ἐκεῖ εὑρίσκεται ἐν τοῖς λογισμοῖς τῶν ἀγγέλων· εἰ ζητεῖς αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ὧδε εὑρίσκεται ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων. Ἀπὸ πολλῶν δὲ ὀλίγοι εὑρίσκονται οἱ εὐαρεστοῦντες αὐτῷ Χριστιανοί. Δόξα καὶ μεγαλοπρέπεια Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"The farmer throws his seed everywhere, and whoever plants a vineyard wants all of it to bear fruit. Then he brings the sickle, and if he does not find fruit, he is grieved. So also the Lord wants his word to be sown in the hearts of men. But as the farmer grieves over empty ground, so also the Lord grieves over an empty heart that bears no fruit. As the winds blow everywhere into the whole creation, and as the sun shines on the whole inhabited world, so the Godhead is everywhere and is found everywhere. If you seek him in the heavens, he is found there in the thoughts of the angels; if you seek him on earth, here too he is found in the hearts of men. But out of many, few are found, the Christians who are pleasing to him. Glory and majesty to the Father and the Son and the Holy Spirit, forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.14 (PG 34:740–741; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-14)."},"macarius-homiliae-spirituales/32.2":{"o":"Οὕτω καὶ τῶν Χριστιανῶν ὅσοι κατηξιώθησαν ἀπεντεῦθεν κτήσασθαι τὸ ἐπουράνιον ἔνδυμα, αὐτὸ ἐκεῖνο ἔχουσι ταῖς ψυχαῖς αὐτῶν ἐμμένον. Καὶ ἐπειδὴ ἀπὸ Θεοῦ προώρισται διαλυθῆναι τὴν κτίσιν ταύτην, καὶ παρελθεῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ ἐνδύσαν, καὶ δοξάσαν ἀπὸ τοῦ νῦν ἔνδυμα οὐράνιον τὴν ψυχὴν, ὅπερ ἐκτήσαντο ἐν τῇ καρδίᾳ, ἐκεῖνο καὶ τὰ γυμνὰ σώματα, ἅπερ ἀνίστανται ἐκ τῶν τάφων, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὰ ἐγειρόμενα σώματα· ἀλλὰ δῆλον ὅτι περιβαλεῖ ταῦτα δόξαν· ὁ ἀπὸ τοῦ νῦν λαμβάνουσιν οἱ Χριστιανοὶ δόμα καὶ ἕνδυμα ἀόρατον, καὶ οὐράνιον. Ὥσπερ δὲ τὰ πρόβατα, ἢ αἱ κάμηλοι χόρτον εὑρίσκοντα, λάβρως καὶ ὀξέως προσέρχονται τοῖς βρώμασι, καὶ ἐγκλείουσι τροφὴν ἑαυτοῖς· ἐν δὲ καιρῷ πείνης, αὐτὸ ἐκεῖνο ἐκ τῆς κοιλίας ἀναφέρουσι, καὶ ἀναμηρυκῶνται, καὶ ἔχει ὡς τροφὴν, ἅπερ ἐνεθηκίασε πρότερον, οὕτως καὶ ὅσοι νῦν ἤρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἐγεύσαντο τῆς ἐπουρανίου βρώσεως ἐν πνεύματι ζήσαντες, ἐν τῷ καιρῷ τῆς ἀναστάσεως αὐτὸ ἐκεῖνο ἔχουσι σκεπάζον καὶ θάλπον αὐτῶν ὅλα τὰ μέλη.","t":"So too, those Christians who have been counted worthy to acquire the heavenly garment from now on have that very garment abiding in their souls. And since God has foreordained that this creation be dissolved and that heaven and earth pass away, the heavenly garment that has clothed and glorified the soul from now on, which they acquired in the heart, will [clothe] also the naked bodies that rise from the tombs on that day, the bodies that are raised; indeed it is plain that it will cast glory around them, the invisible and heavenly gift and garment that Christians receive from now on. And as sheep or camels, finding pasture, go to the food greedily and quickly and store up nourishment for themselves, and in a time of hunger bring up that very food from the belly and chew the cud, and have as nourishment what they stored up before: so also those who have now seized the kingdom of heaven and tasted the heavenly food, living in the Spirit, will at the time of the resurrection have that very thing covering and warming all their members.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.2 (PG 34:734–735; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-2)."},"macarius-homiliae-spirituales/32.3":{"o":"Καθὼς οὖν εἴπομεν τὴν διαφορὰν τῶν σπερμάτων, ὅτι πολλὰ ἐν μιᾷ γῇ σπείρεται, καὶ διαφόρους καρποὺς δίδωσι, μὴ ἑοικότας ἀλλήλοις· ὁμοίως καὶ περὶ τῶν δένδρων, ὅτι τὰ μὲν αὐτῶν εἰσι μείζω, τὰ δὲ μικρότερα, μία δὲ γῆ τὰς ῥίζας ὅλων κατέχει οὕτως καὶ ἡ ἐπουράνιος Ἐκκλησία μία οὖσα, ἀναρίθμητός ἐστιν, ἕκαστος δὲ ἰδίως κεκόσμηται ὑπὸ τῆς δόξης τοῦ Πνεύματος. Ωσπερ γὰρ τὰ πετεινὰ ἀπὸ τοῦ σώματος τὰ ἐνδύματα τῶν πτερῶν ἐκφέρει, διαφορὰ δὲ ἐστιν ἐν αὐτοῖς πολλή τὰ μὲν γὰρ προσγειότερον πέτανται, τὰ δὲ ἐν ἀέρι ἴπτανται ἢ ὥσπερ ὁ οὐρανὸς εἶς ἐστι, καὶ ἔχει πολλοὺς ἀστέρας ἐν ἑαυτῷ, τοὺς μὲν λαμπροτέρους, τοὺς δὲ μείζονας, τοὺς δὲ μικροτέρους, ὅλοι δὲ ἐν οὐρανῷ πεπηγμένοι εἰσίν οὕτως καὶ οἱ ἅγιοι ἐν ἐνὶ οὐρανῷ τῆς θεότητος, καὶ ἐν τῇ ἀοράτῳ γῇ διαφόρως ἐῤῥιζωμένοι εἰσίν. Ὁμοίως δὲ καὶ οἱ εἰς αὐτὸν τὸν ᾿Ἀδὰμ λογισμοὶ ἐρχόμενοι, διάφοροί εἰσι· τὸ δὲ Πνεῦμα ἐν τῇ καρδίᾳ ἐρχόμενον, ἕνα λογισμὸν ποιεῖ καὶ μίαν καρδίαν· οἱ κάτω γὰρ καὶ οἱ ἄνω ὑπὸ ἑνὸς Πνεύματος κυβερνῶνται.","t":"As we spoke, then, of the difference of the seeds, that many are sown in one earth and give different fruits, not like one another, and likewise of the trees, that some of them are larger and others smaller, yet one earth holds the roots of them all: so also the heavenly church, being one, is countless, and each one is adorned in his own way by the glory of the Spirit. For as the birds bring forth from the body the garments of their feathers, and there is great difference among them, for some fly nearer the ground and others soar in the air; or as heaven is one, and has in itself many stars, some brighter, some larger, some smaller, yet all are fixed in heaven: so also the saints are rooted in different ways in the one heaven of the Godhead and in the invisible earth. And likewise the thoughts that come into Adam himself are various; but the Spirit, coming into the heart, makes one thought and one heart; for those below and those above are steered by one Spirit.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.3 (PG 34:735–736; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-3)."},"macarius-homiliae-spirituales/32.4":{"o":"Τί δὲ ἐστι τὰ διχηλοῦντα ζῶα Ἐπειδὴ τοῖς δυσὶν ὅνυξιν εὐθέως περιπατεῖ τὴν ὁδὸν, εἰς τύπον κεῖται τῶν ἐν τῷ νόμῳ πορευομένων ὀρθῶς. Ὥσπερ δὲ ἡ σκιὰ τοῦ σώματος ἐξ αὐτοῦ τοῦ σώματός ἐστιν, ἀλλὰ διακονίαν σαρκικὴν πληρῶσαι οὐ δύναται σκιὰ γὰρ τραύματα ἐπιδῆσαι οὐ δύναται, τροφὴν δοῦναι, ἢ λαλῆσαι· ἐξ αὐτοῦ δὲ ἐστι τοῦ σώματος, καὶ προλαμβάνουσα δηλοῖ τὴν παρουσίαν τοῦ σώματος οὕτως καὶ ὁ νόμος ὁ παλαιὸς σκιά ἐστι τῆς καινῆς διαθήκης· προδηλοῖ δὲ ἡ σκιὰ τὴν ἀλήθειαν, ἀλλὰ διακονίαν Πνεύματος οὐκ εἶχεν. Οὐ γὰρ ἠδύνατο Μωϋσῆς σάρκα περιβεβλημένος εἰσελθεῖν εἰς τὴν καρδίαν, καὶ ἀφελέσθαι τὰ ῥυπαρὰ ἐνδύματα τοῦ σκότους, εἰ μὴ πνεῦμα ἐκ πνεύματος, καὶ πῦρ ἐκ πυρὸς λύει τὴν δύναμιν τοῦ πονηροῦ σκότους. Περιτομὴ γὰρ ἡ ἐν τῇ σκιᾷ τοῦ νόμου δηλοῖ προσεγγίζουσαν τὴν ἀληθινὴν περιτομὴν τῆς καρδίας, καὶ τὸ βάπτισμα τοῦ νόμου σκιά ἐστι τῶν ἀληθινῶν πραγμάτων. Ἐκεῖ γὰρ σῶμα ἀπέπλυνεν, ὧδε δὲ τὸν ἐῤῥυπωμένον νοῦν βάπτισμα πυρὸς καὶ Πνεύματος καθαρίζει καὶ ἀποπλύνει.","t":"What are the animals that divide the hoof? Since such an animal walks its way straight on two hooves, it is set as a type of those who walk rightly in the law. And as the shadow of a body comes from the body itself, yet cannot perform a bodily service, for a shadow cannot bind up wounds, give food, or speak, yet it comes from the body itself, and by going ahead it shows the presence of the body: so also the old law is a shadow of the new covenant. The shadow foreshows the truth, but it did not have the ministry of the Spirit. For Moses, clothed in flesh, could not enter into the heart and take away the filthy garments of darkness; only spirit from spirit, and fire from fire, undoes the power of the evil darkness. For circumcision in the shadow of the law points to the true circumcision of the heart drawing near, and the baptism of the law is a shadow of the true realities. For there it washed the body; but here the baptism of fire and of the Spirit cleanses and washes the defiled mind.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.4 (PG 34:736; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-4)."},"macarius-homiliae-spirituales/32.5":{"o":"Ἐκεῖ ἱερεὺς ἀσθένειαν περιβεβλημένος εἰσῄει εἰς τὰ ἅγια, ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ προσφέρων θυσίαν ὧδε ἀρχιερεὺς ἀληθινὸς ὁ Χριστὸς, ἅπαξ εἰσῆλθεν εἰς τὴν ἀχειροποίητον σκηνὴν καὶ τὸ ἄνω θυσιαστήριον, τοὺς αἰτοῦντας αὐτὸν ἕτοιμος καθαρίσαι, καὶ τὴν μεμολυσμένην συνείδησιν. Λέγει γὰρ, Μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Εἶχεν ὁ ἀρχιερεὺς ἐπὶ τοῦ στήθους δύο τιμίους λίθους, καὶ εἶχον τὰ ὀνόματα τῶν δώδεκα πατριαρχῶν. Τὸ γενόμενον ἐκεῖ, τύπος ἐστίν οὕτως γὰρ καὶ ὁ Κύριος ἐνδυσάμενος τοὺς δώδεκα ἀποστόλους, ἀπέστειλεν αὐτοὺς εὐαγγελιστὰς, καὶ κήρυκας ὅλου τοῦ κόσμου. Ὁρᾶς πῶς ἡ σκιὰ προσεγγίζουσα τὴν ἀλήθειαν δείκνυσιν. Ὃν δὲ τρόπον ἡ σκιὰ διακονίαν οὐκ ἔχει, οὔτε πόνους ἰᾶται οὕτως οὐδὲ ὁ παλαιὸς νόμος τὰ τραύματα τῆς ψυχῆς καὶ τοὺς πόνους ἰάσασθαι ἠδυνήθη οὐδὲ γὰρ εἶχεν ζωήν.","t":"There a priest clothed in weakness entered the holy place, offering sacrifice both for himself and for the people; here the true high priest, Christ, entered once for all into the tabernacle not made with hands and the altar above, ready to cleanse those who ask him, and the defiled conscience. For he says, \"I will be with you until the end of the age.\" The high priest had on his breast two precious stones, and they bore the names of the twelve patriarchs. What took place there is a type; for so the Lord too, clothing himself with the twelve apostles, sent them out as evangelists and heralds of the whole world. You see how the shadow, drawing near, shows the truth. And just as the shadow has no ministry and does not heal pains, so neither could the old law heal the wounds and pains of the soul; for it did not have life.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.5 (PG 34:736–737; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-5)."},"macarius-homiliae-spirituales/32.6":{"o":"Δύο γὰρ πρόσωπα συναπτόμενα, τέλειόν τι πρᾶγμα ἀπεργάζεται, οἷον δύο διαθῆκαι κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γέγονεν ὁ ἄνθρωπος, δύο ὀφθαλμοὺς ἔχει, δύο ὀφρύας, δύο χεῖρας, δύο πόδας, καὶ ἐὰν συμβῇ μονόφθαλμον εἶναι, ἢ μονόχειρα, ἢ μονόπουν, ὥσπερ ἐπίμωμός ἐστιν· ἡ ὥσπερ πετεινὸν ἐὰν ἔχῃ πτερὸν ἓν, ἐν τῷ ἑνὶ πετασθῆναι οὐ δύναται οὕτω καὶ ἡ φύσις τῆς ἀνθρωπότητος, ἐὰν καθ' ἑαυτὴν γυμνὴ ἀπομείνῃ, καὶ μὴ λάβῃ τὴν μίξιν καὶ τὴν κοινωνίαν τῆς ἐπουρανίου φύσεως, οὐδὲν διωρθώθη ἀλλ᾽ ἔμεινε γυμνή, καὶ ἐπίμωμος εἰς τὴν φύσιν αὐτῆς ἐν ῥυπαρίᾳ πολλῇ. Αὐτὴ γὰρ ἡ ψυχή, ναὸς Θεοῦ καὶ οἰκητήριον ἐπεκλήθη, καὶ νύμφη βασιλέως· λέγει γὰρ, Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Οὕτως εὐδόκησεν ὁ Θεὸς, ὅτι κατελθὼν ἐξ ἁγίων οὐρανῶν, συμπεριέλαβε τὴν φύσιν σου τὴν λογικὴν, τὴν σάρκα τὴν ἐκ τῆς γῆς, καὶ συνεκέρασε τῷ θείῳ αὐτοῦ Πνεύματι, ἵνα καὶ σὺ ὁ χοϊκὸς δέξῃ τὴν ἐπουράνιον ψυχήν. Καὶ ὅταν ἡ ψυχή σου κοινωνήσῃ τῷ Πνεύματι, καὶ εἰσέλθῃ ψυχὴ ἐπουράνιος εἰς τὴν ψυχήν σου, τότε εἱ τέλειος ἄνθρωπος ἐν Θεῷ, καὶ κληρονόμος, καὶ υἱός.","t":"For two parties joined together accomplish something perfect, as do the two covenants. Man was made according to the image and likeness of God: he has two eyes, two eyebrows, two hands, two feet; and if he happens to be one-eyed, or one-handed, or one-footed, he is as it were blemished. Or as a bird, if it has one wing, cannot fly with the one: so also the nature of humanity, if it remains naked by itself and does not receive the mingling and communion of the heavenly nature, has been set right in nothing, but has remained naked and blemished in its nature, in much filth. For the soul itself has been called the temple and dwelling of God, and the bride of the King; for he says, \"I will dwell in them and walk among them.\" So it pleased God that, coming down from the holy heavens, he took up your rational nature, the flesh that is from the earth, and mingled it with his divine Spirit, so that you also, the earthly one, might receive the heavenly soul. And when your soul has communion with the Spirit, and a heavenly soul enters into your soul, then you are a perfect man in God, and an heir, and a son.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.6 (PG 34:737–738; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-6)."},"macarius-homiliae-spirituales/32.7":{"o":"Ὥσπερ δὲ τὸ μέγεθος τοῦ Θεοῦ, καὶ τὸ ἀκατάληπτον αὐτοῦ, οὔτε οἱ ἄνω αἰῶνες χωροῦσιν, οὔτε οἱ κάτω· οὕτως πάλιν τὸ λεπτὸν τοῦ Θεοῦ, καὶ ὅπως συσμικρύνεται λεπτοῖς καὶ μικροῖς, οὔτε οἱ ἄνω κόσμοι, οὔτε οἱ ἐπίγειοι καταλαβεῖν δύνανται. Ὥσπερ γὰρ τὸ μέγεθος αὐτοῦ ἀκατάληπτον, οὕτως καὶ τὸ λεπτὸν αὐτοῦ καὶ συμβαίνει, ὅτι οἰκονομεῖται εἰς θλίψεις εἶναι, καὶ πάθη, καὶ στίγματα, ἃ νομίζεις ἐναντία, ταῦτα ὑπὲρ τῆς ψυχῆς σου γίνεται. Εἰ ἐν τῷ κόσμῳ θέλεις εἶναι καὶ πλουτεῖν, ἀπαντᾷ σοι πᾶσα ἀτυχία· ἄρχῃ καθ' ἑαυτὸν λογίζεσθαι, Παρ' ὃ οὐκ εὐτύχηκα εἰς τὸν κόσμον, ἀπελθὼν ἂν ἀποτάσσομαι, καὶ τῷ Θεῷ δουλεύω. Λοιπὸν ἐρχόμενος ὧδε, ἀκούεις τῆς ἐντολῆς λεγούσης· Πώλησόν σου τὰ ὑπάρχοντα, μίσησον κοινωνίαν σαρκικὴν, δούλευσον τῷ Θεῷ. Τότε ἄρχῃ εὐχαριστεῖν τῇ ἀτυχίᾳ σου τῇ ἐν τῷ κόσμῳ, ὅτι διὰ προφάσεως εὑρίσκομαι ὑπήκοος τῆς ἐντολῆς τοῦ Χριστοῦ. Λοιπὸν εἰ ἐν μέρει ἐν τοῖς φαινομένοις ἥλλαξάς σου τὸν νοῦν, καὶ ἀνεχώρησας κόσμου καὶ κοινωνίας σαρκικῆς οὕτως οὖν χρή σε καὶ εἰς τὸν νοῦν ἀλλαγῆναι ἀπὸ σαρκικοῦ φρονήματος εἰς φρόνημα οὐράνιον. Λοιπὸν εἰς αὐτὴν τὴν ἀκοὴν ἄρχῃ διακρίνειν, καὶ οὐκ ἔτι ἔχεις ἀνάπαυσιν, ἢ μόνον τὴν μέριμναν, καὶ τὸν πόνον, ἵνα κτήσῃ ὁ ἤκουσας.","t":"And just as neither the ages above nor those below can contain the greatness of God and his incomprehensibility, so again neither the worlds above nor those on earth can grasp the fineness of God, and how he makes himself small for the fine and the small. For as his greatness is incomprehensible, so also is his fineness. And it happens that it is so arranged that you are in afflictions, and sufferings, and wounds; the things you think contrary happen for the sake of your soul. If you want to be in the world and to be rich, every misfortune meets you; you begin to reason with yourself, \"Since I have not prospered in the world, I will go off and renounce it and serve God.\" Then, coming here, you hear the commandment saying, \"Sell your possessions, hate fleshly fellowship, serve God.\" Then you begin to give thanks for your misfortune in the world, because by occasion of it you find yourself obedient to the commandment of Christ. Then, if you have changed your mind in part, in visible things, and have withdrawn from the world and from fleshly fellowship, so you must also be changed in your mind, from the fleshly mind to the heavenly mind. Then you begin to discern in the very hearing, and you no longer have rest, but only the care and the toil to acquire what you heard.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.7 (PG 34:738–739; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-7)."},"macarius-homiliae-spirituales/32.8":{"o":"Ὅτι νομίζεις ὅτι ἐποίησας πάντα ἀποταξάμενος, ποιεῖ λόγον μετὰ σοῦ ὁ Κύριος· Τί καυχᾶσαι; οὐχὶ τὸ σῶμά σου καὶ τὴν ψυχὴν ἐγὼ ἔκτισα τί ἐποίησας σύ; ἄρχεται ἡ ψυχὴ ἐξομολογουμένη δέεσθαι τοῦ Κυρίου καὶ λέγειν, ὅτι Πάντα σὰ ἐστιν, ὁ οἶκος εἰς ὅν εἰμι, σός ἐστι· τὰ ἐνδύματά μου, σὰ ἐστιν. Ἐκ σοῦ τρέφομαι, καὶ ἀπὸ σοῦ οἰκονομοῦμαι εἰς πᾶσαν χρείαν. Τότε ἄρχεται ὁ Κύριος πρὸς ταῦτα λέγειν, Χάριν σοι ἔχω, τὰ ὑπάρχοντα σὰ ἐστι· τὸ θέλημα τὸ ἀγαθὸν, σόν ἐστι· καὶ διὰ τὴν πρός μέ σου ἀγάπην, ἐπεὶ προσἐφυγές μοι, δεῦρο λοιπὸν δώσω σοι, ἃ οὔτε σὺ ἕως ἄρτι ἐκτήσω, οὔτε ἐπὶ γῆς ἄνθρωποι ἔχουσιν. Ἐμὲ λαβὲ τὸν Κύριόν σου μετὰ τῆς ψυχῆς σου, ἵνα ἧς πάντοτε μετ' ἐμοῦ εὐφραινομένη καὶ ἀγαλλιῶσα.","t":"When you think you have done everything by renouncing, the Lord reasons with you: \"Why do you boast? Did I not create your body and your soul? What have you done?\" The soul begins, confessing, to entreat the Lord and to say, \"All things are yours: the house I live in is yours; my clothes are yours. From you I am fed, and by you I am provided for in every need.\" Then the Lord begins to say in answer, \"I thank you: the possessions are yours, the good will is yours; and because of your love for me, since you have fled to me, come now, I will give you what you have not acquired until now, and what men on earth do not have. Take me, your Lord, with your soul, so that you may be with me always, rejoicing and exulting.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 32.8 (PG 34:739; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-8)."},"macarius-homiliae-spirituales/32.9":{"o":"Ὥσπερ γὰρ γυνὴ μεμνηστευμένη ἀνδρὶ, πάντα τὰ ὑπάρχοντα αὐτῆς, καὶ ὅλην τὴν προῖκα ἀποφέρει ἐκ πολλῆς ἀγάπης εἰς τὰς χεῖρας ῥίψασα τοῦ ἀνδρὸς, καὶ τοῦτο λέγει, Ἐμὸν οὐδὲν ἔχω, τὰ ἐμοὶ ὑπάρχοντα σὰ ἐστι· καὶ προὶξ σὴ ἐστι, καὶ ἡ ἐμὴ ψυχὴ καὶ τὸ σῶμα τὸ ἐμὸν, σόν ἐστιν· οὕτω καὶ ἡ σώφρων ψυχὴ παρθένος ἐστὶ τῷ Κυρίῳ, κοινωνοῦσα τῷ ἁγίῳ αὐτοῦ Πνεύματι. Χρὴ δὲ σε ὥσπερ αὐτὸς ἐπὶ γῆς ἐλθὼν ἔπαθε, καὶ ἐσταυρώθη, καὶ σὲ συμπαθεῖν. Ὅταν γὰρ ἀναχωρήσῃς τοῦ κόσμου, καὶ ἄρξῃ ζητεῖν τὸν Θεὸν καὶ διακρίνειν, λοιπὸν μάχῃ τῇ φύσει σου ἐν τοῖς παλαιοῖς ἤθεσι καὶ τῇ συνηθείᾳ ἡ συνεγεννήθης. Καὶ ἐν τῷ μάχεσθαι τῇ συνηθείᾳ, εὑρίσκεις λογισμοὺς ἀντικειμένους σοι καὶ μαχομένους τῷ νῷ σου, καὶ ἕλκουσί σε οἱ λογισμοὶ, καὶ ῥεμβάζουσιν, ὅθεν ἐξῆλθες εἰς τὸ φαινόμενον. \"Αρχῃ λοιπὸν ποιεῖν ἀγῶνα καὶ πόλεμον, λογισμοὺς κινῶν πρὸς λογισμοὺς, νοῦν πρὸς νοῦν, ψυχὴν πρὸς ψυχὴν, πνεῦμα πρὸς πνεῦμα καὶ λοιπὸν ἐκεῖ αἰωνία ἡ ψυχή.","t":"For as a woman betrothed to a man brings all her possessions and her whole dowry out of great love, casting them into her husband's hands, and says this: \"I have nothing of my own; what belongs to me is yours, and the dowry is yours, and my soul and my body are yours\": so also the chaste soul is a virgin to the Lord, having communion with his Holy Spirit. And just as he himself, coming upon earth, suffered and was crucified, you too must suffer with him. For when you withdraw from the world and begin to seek God and to discern, then you fight against your nature in its old habits and the custom with which you were born. And in fighting the custom you find thoughts opposing you and fighting your mind; and the thoughts drag you and make you wander back to where you came out from, into the visible world. Then you begin to wage a contest and a war, setting thoughts against thoughts, mind against mind, soul against soul, spirit against spirit; and from then on the soul is in a struggle there.","f":"Ps.-Macarius, <i>Hom.</i> 32.9 (PG 34:739–740; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/32-9)."},"macarius-homiliae-spirituales/33.1":{"o":"Δει ἡμᾶς, μὴ κατὰ ἔθος σωματικὸν, μήτε κραυγῆς ἔθει, μήτε συνηθείᾳ σιωπῆς, μήτε κλίσεως γονάτων προσεύχεσθαι ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾶν τὸν Θεὸν πότε ἐπιστῇ, καὶ ἐπισκέψηται διὰ πασῶν τῶν ἐξόδων τὴν ψυχὴν, καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων. Καὶ οὕτως ἡνίκα χρὴ σιωπᾶν, καὶ ἡνίκα βοᾷν χρὴ, καὶ ἐν κραυγῇ προσεύχεσθαι, μόνον ὁ νοῦς ἐῤῥωμένος ᾗ πρὸς τὸν Θεόν. \"Ωσπερ γὰρ τὸ σῶμα ὅταν ἐργάζηταί τι, ὅλον δι᾽ ὅλου ἀποσχολεῖται ἐγκείμενον τῷ ἔργῳ, καὶ πάντα αὐτοῦ τὰ μέλη ἀλλήλοις βοηθεῖ οὕτω καὶ ἡ ψυχὴ ὅλη δι᾽ ὅλου ἀποδεδύσθω εἰς τὴν πρὸς Κύριον αἴτησιν καὶ ἀγάπην, μὴ ῥεμβομένη καὶ περιφερομένη τοῖς λογισμοῖς, καὶ πάσῃ τῇ προσδοκίᾳ προσανακειμένη Χριστοῦ.","t":"Homily 33. We must pray to God unceasingly and attentively.\n\nWe ought to pray not by bodily habit, nor by a habit of crying aloud, nor by a custom of silence, nor of bending the knees, but soberly, attending with the mind, waiting for God until he comes and visits the soul through all its outlets, its paths, and its senses. And so, whether one ought to be silent, or ought to cry aloud and pray with a shout, only let the mind be firmly fixed on God. For as the body, when it does some work, is wholly occupied and intent on the work, and all its members help one another, so also let the soul be wholly stripped for its asking and its love toward the Lord, not wandering and carried about by its thoughts, but devoted to all expectation of Christ.","f":"Ps.-Macarius, <i>Hom.</i> 33.1 (PG 34:741–742; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/33-1)."},"macarius-homiliae-spirituales/33.2":{"o":"Καὶ οὕτως αὐτὸς ἐπιλάμψει, ἀληθινὴν διδάσκων αἴτησιν, διδοὺς εὐχὴν καθαρὰν, πνευματικὴν, Θεοῦ ἀξίαν, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν. Ωσπερ δὲ ὁ ἐμπορίας τέχνην ἐπανελόμενος, οὐ μονότροπον ἔχει τοῦ κέρδους τὴν ἐπίνοιαν, ἀλλὰ πάντοθεν αὔξειν καὶ πολυπλασιάζειν τὸ κέρδος ἐπείγεται, ἀπὸ ταύτης ἐφ᾽ ἑτέραν μετιὼν ἐπίνοιαν, καὶ ἐντεῦθεν πρὸς ἕτερον τρέχων πόρον, καὶ ἀπὸ τοῦ μηδὲν ὀνήσαντος ἀεὶ ἀποπηδῶν ἐπὶ τὸ κερδαλεώτερον τρέχει οὕτως καὶ ἡμεῖς τὴν ψυχὴν ἡμῶν ποικίλως καὶ ἐντέχνως εὐτρεπίσωμεν, ὅπως κερδάνωμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, τὸν Θεὸν τὸν διδάσκοντα ἡμᾶς ἐξ ἀληθείας προσεύχεσθαι. Οὕτως γὰρ ἐπαναπαύεται ὁ Κύριος τῇ ἀγαθῇ τῆς ψυχῆς προαιρέσει, θρόνον δόξης αὐτὴν ἐργαζόμενος, ἐπικαθήμενός τε καὶ ἐπαναπαυόμενος ἐπ᾿ αὐτήν. Οὕτως γὰρ παρά Ἰεζεκιὴλ τοῦ προφήτου ἠκούσαμεν περὶ τῶν πνευματικῶν ζώων, τῶν ὑπεζευγμένων τῷ Δεσποτικῷ ἅρματι ὁλόφθαλμα γὰρ ἡμῖν παριστᾷ ταῦτα, ὥσπερ ἐστὶν ἡ ψυχὴ ἡ βαστάζουσα τὸν Θεὸν, μᾶλλον δὲ βασταζομένη ὑπὸ τοῦ Θεοῦ γίγνεται γὰρ ὅλη ὀφθαλμός.","t":"And so he will shine upon it, teaching true asking, giving pure prayer, spiritual and worthy of God, and the worship in spirit and truth. And as one who has taken up the merchant's trade does not have a single way of thinking about profit, but hastens to increase and multiply his profit from every side, passing from one scheme to another, and from there running to another source of income, and always leaping away from what brought no gain he runs to what is more profitable: so let us also prepare our soul in varied and skilful ways, so as to gain the true and great gain, God, who teaches us to pray in truth. For so the Lord rests upon the good choice of the soul, making it a throne of glory, sitting and resting upon it. For so we have heard from the prophet Ezekiel about the spiritual living creatures yoked to the Master's chariot; for he presents them to us as all eyes, as the soul is that carries God, or rather is carried by God; for it becomes all eye.","f":"Ps.-Macarius, <i>Hom.</i> 33.2 (PG 34:742; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/33-2)."},"macarius-homiliae-spirituales/33.3":{"o":"Καὶ ὃν τρόπον οἶκος τὸν δεσπότην παρόντα ἔχων, πάσης γέμει εὐκοσμίας καὶ ὡραιότητος καὶ εὐπρεπείας οὕτω καὶ ψυχὴ ἡ ἔχουσα τὸν Δεσπότην αὐτῆς πρὸς ἑαυτὴν καὶ ἐν αὐτῇ καταμένοντα, πάσης ὡραιότητος καὶ εὐπρεπείας γέμει· τὸν γὰρ Κύριον σὺν τοῖς πνευματικοῖς αὐτοῦ θησαυροῖς ἔνοικον ἔχει καὶ ἡνίοχον. Οὐαὶ δὲ οἰκίᾳ, ἧς ὁ δεσπότης ἀποδημεῖ, καὶ ὁ κύριος οὐ πάρεστιν, ὅτι ἡρήμωται κατεσκαμμένη, γέμουσα πάσης ἀκαθαρσίας, καὶ ἀκαταστασίας. Ἐκεῖ Σειρῆνες καὶ δαιμόνια, κατὰ τὸν προφήτην, οἰκοῦσιν. Ἐν γὰρ τῇ ἡρημωμένῃ οἰκίᾳ, αἴλουροι καὶ κύνες, καὶ πᾶσα ἀκαθαρσία ἐστίν· οὐαὶ ψυχῇ τῇ μὴ ἀνισταμένῃ ἐκ τῆς χαλεπῆς πτώσεως αὐτῆς, καὶ ἔνδον αὐτῆς ἐχούσῃ τους πείθοντας αὐτὴν, καὶ ἀναγκάζοντας ἔχθραν ἔχειν πρὸς τὸν ἑαυτῆς Νυμφίον, καὶ βουλομένους φθείρειν τὰ νοήματα αὐτῆς ἀπὸ τοῦ Χριστοῦ.","t":"And as a house that has its master present is full of all order, beauty, and seemliness, so also the soul that has its Master with it and abiding in it is full of all beauty and seemliness; for it has the Lord, with his spiritual treasures, dwelling in it and holding the reins. But woe to the house whose master is abroad and whose lord is not present, for it has become desolate and torn down, full of all uncleanness and disorder. There, as the prophet says, Sirens and demons dwell. For in a desolate house there are cats and dogs and every uncleanness. Woe to the soul that does not rise from its grievous fall, and has within it those who persuade it and compel it to hold enmity toward its own Bridegroom, and who wish to corrupt its thoughts away from Christ.","f":"Ps.-Macarius, <i>Hom.</i> 33.3 (PG 34:742–743; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/33-3)."},"macarius-homiliae-spirituales/33.4":{"o":"Ὅταν δὲ ἴδῃ ὁ Κύριος, ὅτι συνάγει ἑαυτὴν ὅσον τὸ κατὰ δύναμιν, ἀεὶ τὸν Κύριον ζητουσα νυκτὸς καὶ ἡμέρας, καὶ βοῶσα πρὸς αὐτὸν, καθὼς ἐνετείλατο, ἀδιαλείπτως προσεύχεσθαι ἐν παντὶ, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς, ὡς ὑπέσχετο, καθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, καὶ ἄμωμον, καὶ ἄσπιλον νύμφην αὐτὸς ἑαυτῷ παραστήσει αὐτήν. Εἰ δὲ πιστεύεις ταῦτα ἀληθῆ εἶναι, ὥσπερ καὶ εἰσὶ, πρόσεχε σεαυτῷ, εἰ εὖρεν ἡ ψυχή σου τὸ ὁδηγοῦν αὐτὴν φῶς, καὶ τὴν ἀληθινὴν βρῶσιν καὶ πόσιν, ἥτις ἐστὶν ὁ Κύριος. Εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς καὶ ἡμέρας ἵνα λάβῃς. Ὅταν οὖν ἴδῃς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸν ἥλιον· τυφλὸς γὰρ εἴ. Ὅταν θεωρῇς φῶς, ἐπίβλεψον εἰς τὴν ψυχήν σου, εἰ εὗρες τὸ ἀληθινὸν φῶς, καὶ ἀγαθόν. Σκιὰ γάρ ἐστι πάντα τὰ φαινόμενα τῶν ἀληθινῶν τῆς ψυχῆς πραγμάτων. Ἔστι γὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔνδον· καὶ ὀφθαλμοὶ, οὓς ἐτύφλωσεν ὁ Σατανᾶς, καὶ ὦτα ἃ ἐκώφωσεν, καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον τὸν ἔσω ἄνθρωπον ὑγιῆ ποιῆσαι· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"But when the Lord sees that it gathers itself together as far as it can, always seeking the Lord night and day and crying out to him, as he commanded, to pray unceasingly in everything, he will avenge it, as he promised, cleansing it from the evil within it, and he himself will present it to himself as a bride without blemish and without spot. And if you believe that these things are true, as indeed they are, pay attention to yourself, whether your soul has found the light that guides it, and the true food and drink, which is the Lord. And if you do not have it, seek night and day, so that you may receive it. When, then, you see the sun, seek the true sun, for you are blind. When you look at light, look into your soul, whether you have found the true and good light. For all the things that are seen are a shadow of the true realities of the soul. For besides the man who is seen there is another man within; and there are eyes which Satan has blinded, and ears which he has deafened; and Jesus came to make this inner man whole. To him be the glory and the might, with the Father and the Holy Spirit, forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 33.4 (PG 34:743–744; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/33-4)."},"macarius-homiliae-spirituales/34.1":{"o":"Ὥσπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τηλαυγῶς πάντα βλέπουσιν, οὕτω καὶ ταῖς ψυχαῖς τῶν ἁγίων φανερὰ καὶ ὁρατά ἐστι τὰ κάλλη τῆς θεότητος, εἰς ἃ συγκιρνῶνται καὶ φρονοῦσι Χριστιανοί. Αλλὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς κεκάλυπται ἡ δόξα ἐκείνη, τῇ ψυχῇ δὲ τῇ πιστευούσῃ τηλαυγῶς ἀποκαλύπτεται, ἣν ὁ Κύριος νεκρωθεῖσαν ἀνιστᾷ ἐκ τῆς ἁμαρτίας, ὥσπερ ἐγείρει καὶ τὰ νεκρὰ σώματα, ἑτοιμάζων αὐτῇ οὐρανὸν καινὸν, καὶ γῆν καινὴν, καὶ ἥλιον δικαιοσύνης, διδοὺς αὐτῇ πάντα ἐκ τῆς αὐτοῦ θεότητος. Ἔστι κόσμος ἀληθινὸς, καὶ γῆ ζῶσα, καὶ ἄμπελος καρποφόρος, καὶ ἄρτος ζωῆς, καὶ ὕδωρ ζῶν, καθὼς γέγραπται, Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων· καὶ πάλιν, Ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Κύριον\" Ηλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Καὶ ὁ Κύριος εἶπεν, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Καὶ πάλιν, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Καὶ πάλιν, Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον.","t":"Homily 34. On the glory of Christians, of which their bodies will be counted worthy at the resurrection, and with which they will be illumined together with the soul.\n\nAs bodily eyes see everything clearly, so also to the souls of the saints the beauties of the Godhead are plain and visible, with which Christians are mingled and on which they set their minds. But to bodily eyes that glory is veiled, while to the believing soul it is clearly revealed; for the soul that has been put to death the Lord raises from sin, just as he also raises dead bodies, preparing for it a new heaven and a new earth and a sun of righteousness, and giving it all things from his own Godhead. There is a true world, and a living land, and a fruitful vine, and bread of life, and living water, as it is written: \"I believe that I shall see the good things of the Lord in the land of the living\"; and again, \"To those who fear the Lord the sun of righteousness shall rise, and healing in his wings.\" And the Lord said, \"I am the true vine.\" And again, \"I am the bread of life.\" And again, \"Whoever drinks of the water that I shall give him, it will become in him a spring of water welling up to eternal life.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 34.1 (PG 34:744–745; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/34-1)."},"macarius-homiliae-spirituales/34.2":{"o":"Ἡ γὰρ ἔλευσις τοῦ Κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται, τὸν τεθανατωμένον ἐν τάφῳ σκότους, ἁμαρτίας, πνεύματος ἀκαθάρτου, καὶ δυνάμεων πονηρῶν, ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ τὸν ἄνθρωπον, καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας, καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ, καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια. Ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων, ὧν προανέστησαν καὶ προεδοξάσθησαν αἱ ψυχαὶ, τότε καὶ τὰ σώματα συνδοξάζονται, καὶ φωτίζονται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ· ἔστι γὰρ αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ Κύριος. Τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ τὸ ἀχειροποίητον περιβέβληνται δόξαν φωτὸς θεϊκοῦ, ὡς τέκνα φωτὸς γενόμενοι, οὐ προσέξουσιν ἀλλήλοις ὀφθαλμῷ πονηρῷ· πονηρία γὰρ ἐξήρθη. Οὐκ ἔστιν ἐκεῖ ἄρσεν καὶ θῆλυ, δοῦλος καὶ ἐλεύθερος· εἰς θεϊκὴν γὰρ φύσιν ἅπαντες μεταβάλλονται, χρηστοὶ, καὶ θεοὶ, καὶ τέκνα Θεοῦ γενόμενοι. Ἐκεῖ ἀνεπαισχύντως τότε λαλήσει εἰρήνην ἀδελφὸς ἀδελφῇ ἓν γάρ εἰσιν ἐν Χριστῷ πάντες, καὶ πάντες ἐν ἑνὶ φωτὶ ἀναπαυόμενοι. Προσέξει ἔτερος τῷ ἑτέρῳ, καὶ ἐν τῷ προσέχειν, εὐθέως πάλιν εἰς ἀλήθειαν ἐκλάμψουσιν, εἰς ἀληθινὴν θέαν φωτὸς ἀῤῥήτου.","t":"For the whole coming of the Lord took place for the sake of man, who lay dead in a tomb of darkness, of sin, of the unclean spirit, and of evil powers, so that in this age, now, he might raise man and give him life, cleanse him from all blackness, enlighten him with his own light, and clothe him in his own heavenly garments of the Godhead. And at the resurrection of the bodies, whose souls have risen beforehand and been glorified beforehand, then the bodies too are glorified with them and are illumined by the soul that has been illumined and glorified from now on; for the Lord is their house and tent and city. They are clothed with the dwelling from heaven, not made with hands, the glory of divine light, having become children of light; they will not look on one another with an evil eye, for evil has been taken away. There is neither male nor female there, slave nor free; for all are changed into a divine nature, having become good, and gods, and children of God. There a brother will then speak peace to a sister without shame, for all are one in Christ, and all rest in one light. One will look at another, and in looking they will at once shine out again into truth, into the true vision of unspeakable light.","f":"Ps.-Macarius, <i>Hom.</i> 34.2 (PG 34:745–746; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/34-2)."},"macarius-homiliae-spirituales/34.3":{"o":"Οὕτως πολλοῖς σχήμασι, καὶ πολλαῖς καὶ ποικίλαις δόξαις θεῖκαῖς ἀλλήλοις ἐνορῶσι, καὶ ἕκαστος ἐκπλήσσεται καὶ ἀγαλλιᾷ ἀγαλλιάσει ἀνεκλαλήτῳ, προσέχων τῇ τοῦ ἑτέρου δόξῃ. Ὁρᾶς πῶς αἱ τοῦ Θεοῦ δόξαι ἄφραστοί εἰσι καὶ ἀκατάληπτοι, φωτὸς ἀῤῥήτου καὶ ἀϊδίων μυστηρίων, καὶ ἀναριθμήτων ἀγαθῶν ὑπάρχουσι; Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις τὰ τῆς γῆς φυτά, ἢ σπέρματα, ἢ ἄνθη ποικίλα ἀδύνατόν τινι καταλαβεῖν ἀριθμῷ, καὶ τὸν πάντα πλοῦτον τῆς γῆς, ἀμήχανόν τινι μετρῆσαι ἢ ἐπίστασθαι ἢ ὥσπερ ἐν τῇ θαλάσσῃ τὰ ἐν αὐτῇ ζῶα, ἢ τὸν ἀριθμὸν, ἢ τὰ γένη, ἢ τὴν διαφορὰν, ἢ τὸ μέτρον τοῦ ὕδατος αὐτῆς, ἢ τὸ μέτρον τοῦ τόπου αὐτῆς ἀδύνατὸν τινι τῶν ἀνθρώπων καταλαβεῖν· ἡ ὥσπερ ἐν τῷ ἀέρι τὸν ἀριθμὸν τῶν πετεινῶν· ἢ τὰ γένη ἢ τὴν ποικιλίαν ἀδύνατον γνῶναι· ἡ ὥσπερ τὸ τοῦ οὐρανοῦ μέγεθος, ἢ τὰς θέσεις τῶν ἄστρων, ἢ τὸν δρόμον αὐτῶν ὡς ἔστιν ἀδύνατον καταλαβεῖν· οὕτως ἐστὶν ἀδύνατον εἰπεῖν, ἢ διαγορεῦσαι τὸν πλοῦτον τῶν Χριστιανῶν τὸν ἀμέτρητον, ἀπέραντον καὶ ἀκατάληπτον, Εἰ γὰρ τὰ κτίσματα ταῦτα τοσοῦτον ἄπειρα καὶ ἀκατάληπτα τοῖς ἀνθρώποις τυγχάνει, πόσῳ μᾶλλον ὁ κτίσας καὶ κατασκευάσας αὐτά! Ὀφείλει οὖν τις μᾶλλον ἀγαλλιασθῆναι καὶ χαρῆναι, ὅτι τοσοῦτος πλοῦτος καὶ κληρονομία τοῖς Χριστιανοῖς ἡτοίμασται, ὥστε μηδένα δυνηθῆναι εἰπεῖν, ἢ ἐξαγορεῦσαι. Μετὰ πάσης δὲ σπουδῆς καὶ ταπεινοφροσύνης προσελθεῖν δεῖ ἐπὶ τὸν ἀγῶνα τῶν Χριστιανῶν, καὶ λαβεῖν ἐκεῖνον τὸν πλοῦτον. Κληρονομία γὰρ καὶ μερὶς τῶν Χριστιανῶν αὐτός ἐστιν ὁ Θεός· Κύριος γὰρ, φησί, μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Δόξα τῷ ἑαυτὸν διδόντι, καὶ συγκιρνῶντι τὴν ἁγίαν φύσιν αὐτοῦ ταῖς ψυχαῖς τῶν Χριστιανῶν, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"So they behold one another in many forms and in many and various divine glories, and each is amazed and rejoices with inexpressible joy, looking on the other's glory. Do you see how the glories of God are unutterable and incomprehensible, consisting of unspeakable light and eternal mysteries and countless good things? For as among the things that are seen it is impossible for anyone to grasp by number the plants of the earth, or its seeds, or its various flowers, and impossible for anyone to measure or know all the wealth of the earth; or as in the sea it is impossible for any human being to grasp the creatures in it, or their number, or their kinds, or their difference, or the measure of its water, or the measure of its extent; or as in the air it is impossible to know the number of the birds, or their kinds, or their variety; or as it is impossible to grasp the greatness of heaven, or the positions of the stars, or their course: so it is impossible to tell or describe the wealth of Christians, immeasurable, boundless, and incomprehensible. For if these creatures are so boundless and incomprehensible to men, how much more he who created and fashioned them! One ought therefore rather to rejoice and be glad that such wealth and inheritance has been prepared for Christians that no one can tell or declare it. But one must come with all earnestness and humility to the contest of Christians, and take that wealth. For the inheritance and portion of Christians is God himself; for it says, \"The Lord is the portion of my inheritance and of my cup.\" Glory to him who gives himself and mingles his holy nature with the souls of Christians, forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 34.3 (PG 34:746–747; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/34-3)."},"macarius-homiliae-spirituales/35.1":{"o":"Ἐν τῇ σκιᾷ τοῦ νόμου τοῦ διὰ Μωσέως δοθέντος, προσέταξεν ὁ Θεὸς ἐν τῷ Σαββάτῳ ἕκαστον ἀναπαύεσθαι καὶ μηδὲν ποιεῖν. Τοῦτο δὲ τύπος ἦν καὶ σκιὰ τοῦ ἀληθινοῦ Σαββάτου τοῦ διδομένου τῇ ψυχῇ ἀπὸ τοῦ Κυρίου. Ἡ γὰρ καταξιωθεῖσα ψυχὴ [ἐλευθερωθῆναι] ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, καὶ ἀληθινὸν Σάββατον σαββατίζει, καὶ ἀληθινὴν ἀνάπαυσιν ἀναπαύεται, ἀργοῦσα καὶ ἐλευθερουμένη ἀπὸ πάντων τῶν σκοτεινῶν ἔργων. Ἐκεῖ μὲν γὰρ εἰς τὸ τυπικὸν Σάββατον, εἰ καὶ σωματικῶς ἀνεπαύοντο, ἀλλ᾿ αἱ ψυχαὶ εἰς τὰς πονηρίας καὶ κακίας ἦσαν δεδεμέναι. Τοῦτο δὲ τὸ ἀληθινὸν Σάββατον, ἀνάπαυσις ἀληθινή ἐστι, ψυχῆς ἀργούσης καὶ καθαριζομένης ἀπὸ τῶν διαλογισμῶν τοῦ Σατανᾶ, καὶ ἀναπαυομένης εἰς τὴν τοῦ Κυρίου ἀνάπαυσιν αἰωνίαν, καὶ χαράν.","t":"Homily 35. On the old and the new Sabbath.\n\nIn the shadow of the law given through Moses, God commanded that each one rest on the Sabbath and do nothing. But this was a type and shadow of the true Sabbath given to the soul by the Lord. For the soul that has been counted worthy [to be set free] from shameful and filthy thoughts both keeps a true Sabbath and rests a true rest, being idle from all the works of darkness and set free from them. For there, in the typical Sabbath, even if they rested bodily, yet their souls were bound in wickedness and evils. But this true Sabbath is true rest: the soul is idle from the reasonings of Satan and cleansed of them, and rests in the Lord's eternal rest and joy.","f":"Ps.-Macarius, <i>Hom.</i> 35.1 (PG 34:747; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/35-1)."},"macarius-homiliae-spirituales/35.2":{"o":"Ὥσπερ γὰρ τότε προσέταξε καὶ αὐτὰ τὰ ἄλογα ζῶα τῷ Σαββάτῳ ἀναπαύεσθαι, τὸν βοῦν μὴ ὑπὸ ζυγὸν ἀνάγκης ἕλκεσθαι, τὸν ὄνον μὴ ἐπιφορτίζειν (ἀνεπαύοντο γὰρ καὶ αὐτὰ τὰ ζῶα ἀπὸ τῶν βαρέων ἔργων)· οὕτως ἐλθὼν ὁ Κύριος καὶ τὸ ἀληθινὸν καὶ αἰώνιον Σάββατον δοὺς, ἀνέπαυσε τὴν βεβαρημένην καὶ πεφορτισμένην ψυχὴν φορτίοις ἀνομίας, ἀκαθάρτων διαλογισμῶν, καὶ ἐργαζομένην ἀδικίας ἔργα μετὰ ἀνάγκης ὡς ὑπὸ δεσπότας πικροὺς δεδουλωμένην, καὶ ἐκούφισεν αὐτὴν ἀπὸ τῶν δυσβαστάκτων φορτίων, ματαίων καὶ ῥυπαρῶν διαλογισμῶν. Καὶ ἦρε τὸν ζυγὸν τὸν πικρὸν τῶν ἔργων ἀδικίας, καὶ ἀνέπαυσεν αὐτὴν κοπιῶσαν ἐν τοῖς διαλογισμοῖς τῆς ἀκαθαρσίας.","t":"For as he then commanded even the irrational animals to rest on the Sabbath, the ox not to be dragged under the yoke of compulsion, the donkey not to be loaded (for the animals too rested from heavy labours): so the Lord, coming and giving the true and eternal Sabbath, gave rest to the soul that was weighed down and burdened with the burdens of lawlessness and unclean reasonings, and that did the works of unrighteousness under compulsion, enslaved as to bitter masters; and he lightened it of burdens hard to bear, vain and filthy reasonings. And he took away the bitter yoke of the works of unrighteousness, and gave rest to it as it laboured in the reasonings of uncleanness.","f":"Ps.-Macarius, <i>Hom.</i> 35.2 (PG 34:747–748; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/35-2)."},"macarius-homiliae-spirituales/35.3":{"o":"Ὁ γὰρ Κύριος καλεῖ τὸν ἄνθρωπον εἰς τὴν ἀνάπαυσιν λέγων, Δεῦτε πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι· κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ ὅσαι ψυχαὶ πείθονται καὶ προσέρχονται, ἀναπαύει αὐτὰς ἀπὸ τούτων τῶν βαρέων καὶ φορτικῶν καὶ ἀκαθάρτων λογισμῶν, καὶ ἀργοῦσιν ἀπὸ πάσης ἀνομίας, σαββατίζουσαι Σάββατον ἀληθινὸν, τρυφερὸν, ἅγιον· καὶ ἑορτάζουσιν ἑορτὴν Πνεύματος, χαρᾶς, καὶ ἀγαλλιάσεως ἀνεκλαλήτου. Καὶ λατρεύουσι λατρείαν καθαρὰν, καὶ εὐάρεστον τῷ Θεῷ, ἐκ καθαρᾶς καρδίας· τοῦτό ἐστι τὸ ἀληθινὸν καὶ ἅγιον Σάββατον. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ταύτην, τοῦ ἀργεῖν ἡμᾶς ἀπὸ τῶν αἰσχρῶν, καὶ πονηρῶν, καὶ ματαίων διαλογισμῶν, ἵνα οὕτως δυνηθῶμεν λατρεῦσαι τῷ Θεῷ ἐκ καθαρᾶς καρδίας, καὶ ἑορτάσαι ἑορτὴν Πνεύματος ἁγίου. Μακάριος οὖν ὁ εἰσελθὼν εἰς ἐκεινην τὴν κατάπαυσιν· δόξα τῷ οὕτως εὐδοκήσαντι Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"For the Lord calls man to rest, saying, \"Come, all you who labour and are burdened, and I will give you rest.\" And all the souls that obey and come, he gives them rest from these heavy, burdensome, and unclean thoughts, and they are idle from all lawlessness, keeping a true Sabbath, delightful and holy; and they keep a feast of the Spirit, of joy and inexpressible gladness. And they offer a pure worship, well pleasing to God, from a pure heart; this is the true and holy Sabbath. Let us also, then, entreat God that we may enter into this rest, so as to be idle from shameful, evil, and vain reasonings, that in this way we may be able to worship God from a pure heart and keep the feast of the Holy Spirit. Blessed, then, is he who has entered into that rest. Glory to the Father and the Son and the Holy Spirit, who so willed, forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 35.3 (PG 34:748; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/35-3)."},"macarius-homiliae-spirituales/36.1":{"o":"᾿Ανάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται. Ανάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὥσπερ δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες, οὐκ ἴσοι πάντες εἰσὶν, ἀλλ᾿ εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ λαμπρότητι καὶ μεγαλειότητι· οὕτω κὰν τοῖς πνευματικοῖς, κατὰ τὸ μέτρον τῆς πίστεώς εἰσι προκοπαὶ ἐν αὐτῷ τῷ Πνεύματι, εἷς πλουσιώτερος τοῦ ἑτέρου. Καὶ ἡ Γραφὴ λέγει, ὅτι Ὁ λαλῶν ἐν γλώσσῃ, Πνεύματι Θεοῦ λαλεῖ Οὗτος πνευματικός ἐστι Θεῷ λαλῶν· ῾Ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ. Οὗτος περίσσειαν ἔσχε τῆς χάριτος· ὁ μὲν γὰρ ἑαυτὸν μόνον οἰκοδομεῖ, ὁ δὲ ἑαυτὸν καὶ τὸν πλησίον. Τοῦτο δὲ ἐστιν, ὥσπερ κόκκος σίτου σπειρόμενος ἐν τῇ γῇ, καὶ ὁ αὐτὸς ἐκ τῆς μιᾶς καρδίας πολλοὺς καὶ διαφόρους κόκκους ἐκφέρει. Καὶ πάλιν αὐτοὶ οἱ στάχυες, οἱ μὲν εἰσι μειζότεροι, οἱ δὲ μικρότεροι, ὅλοι δὲ εἰς μίαν συνάγονται ἄλωνα, εἰς μίαν ἀποθήκην, διάφοροι ὄντες εἷς ἐξ αὐτῶν γίνεται ἄρτος.","t":"Homily 36. On the twofold resurrection, of souls and of bodies, and on the differing glory of those who rise.\n\nThe resurrection of dead souls takes place from now on; but the resurrection of bodies on that day. And as the stars, fixed in heaven, are not all equal, but one differs from another in brightness and greatness, so also in spiritual things there are degrees of progress in the Spirit himself according to the measure of faith, one richer than another. And Scripture says, \"He who speaks in a tongue speaks by the Spirit of God\": this one is spiritual, speaking to God; \"but he who prophesies builds up the church\": this one has had an abundance of grace; for the one builds up only himself, but the other himself and his neighbour. This is like a grain of wheat sown in the earth: the same grain brings forth from its one heart many and different grains. And again, the ears themselves: some are larger and others smaller, but all are gathered into one threshing floor, into one barn, and different as they are, one bread is made from them.","f":"Ps.-Macarius, <i>Hom.</i> 36.1 (PG 34:749; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/36-1)."},"macarius-homiliae-spirituales/36.2":{"o":"Ἡ ὥσπερ εἰσὶν ἐν πόλει πλήθη ἀνθρώπων, καὶ οἱ μὲν εἰσι παιδία νήπια, οἱ δὲ ἄνδρες, ἢ νεανίσκοι πάντες δὲ ἀπὸ μιᾶς πηγῆς ὕδωρ πίνουσι, καὶ ἀπὸ ἑνὸς ἄρτου ἐσθίουσιν, ἕνα ἀέρα ἔχοντες ἢ ὥσπερ εἰσὶ λύχνοι, καὶ ὁ μὲν ἔχει δύο μυκτῆρας, ὁ δὲ ἑπτὰ· ἀλλ᾽ ὅπου ἐστὶν ἡ περίσσεια τοῦ φωτὸς ἄλλως φωτίζει· οὕτως ὅσοι εἰσὶν ἐν πυρὶ καὶ φωτὶ, οὐ δύνανται εἶναι ἐν σκότει· ἀλλὰ διαφορὰ πολλή ἐστιν. Ωσπερ ἂν εἴ τις πατὴρ ὧν υἱοὺς ἔχει δύο, τὸν μὲν παιδίον, τὸν δὲ νεανίσκον, καὶ τὸν μὲν εἰς πόλεις ἀποστέλλει καὶ πατρίδας, τὸ δὲ νήπιον πάντοτε δορυφορεῖ, ἐπεὶ μηδὲν δύναται ποιεῖν. Δόξα τῷ Θεῷ. ᾿Αμήν.","t":"Or as there are crowds of people in a city, and some are little children, others men or youths, yet all drink water from one spring and eat from one bread, having one air; or as there are lamps, and one has two nozzles and another seven, but where there is more abundant light it gives light differently: so those who are in fire and light cannot be in darkness, yet there is great difference. It is as if a man is a father who has two sons, one a child, the other a youth: the one he sends out to cities and countries, but the little one he always keeps guarded, since it can do nothing. Glory to God. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 36.2 (PG 34:749–750; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/36-2)."},"macarius-homiliae-spirituales/37.1":{"o":"Ἡ φιλία τοῦ κόσμου, κατὰ τὸ γεγραμμένον, ἔχθρα ἐστὶν εἰς Θεόν. Διὸ ἡ Γραφή κελεύει πάσῃ φυλακῇ τηρεῖν ἕκαστον τὴν ἑαυτοῦ καρδίαν, ἵνα τις ὡς παράδεισον φυλάσσων ἐν αὐτῇ τὸν λόγον, ἀπολαύσῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον εἰλισσομένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονὴν, δι' ἧς γεννᾶται θυμὸς ὁ ἀδελφοκτόνος, καὶ θνήσκει ψυχὴ ἡ τίκτουσα· ἀλλ' ἀκούων τοῦ Κυρίου λέγοντος, Ἐπιμελεῖσθε πίστεως καὶ ἐλπίδος, δι᾽ ὧν γεννᾶται ἡ φιλόθεος καὶ φιλάνθρωπος ἀγάπη, ἡ τὴν αἰώνιον ζωὴν παρέχουσα. Εἰς τοῦτον τὸν παράδεισον εἰσῆλθε Νώε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. Τοῦτον φυλάσσων ᾿Ἀβραὰμ φωνὴν Θεοῦ ἤκουσε. Τοῦτον φυλάσσων Μωϋσῆς δόξαν εἰς τὸ πρόσωπον ἐλάμβανεν. Ὁμοίως Δαβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν ἐκυρίευεν· ἀλλὰ καὶ Σαούλ ἕως οὗ ἐφύλασσε τὴν καρδίαν, εὐωδοῦτο. Ὅτε δὲ εἰς τέλος παρέβη, εἰς τέλος ἐγκατελήφθη. Ἐν μέτρῳ γὰρ κατὰ ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ Θεοῦ, ὅσον ἐπικρατεῖ τις, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, τοσοῦτον φυλάσσεται.","t":"Homily 37. On paradise, and the spiritual law.\n\nThe friendship of the world, as it is written, is enmity toward God. Therefore Scripture bids each one keep his own heart with all vigilance, so that, guarding the word in it as a paradise, one may enjoy grace, not listening to the serpent coiling within, which counsels what leads to pleasure, from which is born anger, the murderer of brothers, and the soul that gives birth to it dies; but listening to the Lord, who says, \"Take care of faith and hope,\" from which is born love for God and love for men, which grants eternal life. Into this paradise Noah entered, keeping the commandment and tilling it, and through love he was delivered from the wrath. Keeping it, Abraham heard the voice of God. Keeping it, Moses received glory on his face. Likewise David tilled it, keeping it, and so he was master of his enemies; and Saul too prospered as long as he kept his heart. But when he transgressed utterly, he was utterly abandoned. For the word of God comes to each in measure, in proportion: as far as one holds it fast, so far one is held fast; and as far as one keeps it, so far one is kept.","f":"Ps.-Macarius, <i>Hom.</i> 37.1 (PG 34:750–751; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-1)."},"macarius-homiliae-spirituales/37.10":{"o":"Ερώτησις. Τί οὖν ἡ Γραφή παραγγέλλει τῷ ἀνθρώπῳ ποιεῖν; ᾿Απόκρισις. Προείπομεν, ὅτι τὴν ἐπιτήδευσιν ἔχει ὁ ἄνθρωπος κατὰ φύσιν, καὶ ταύτην ὁ Θεὸς ἐπιζητεῖ. Παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ, καὶ νοήσας ἀγαπήσῃ, καὶ θελήματι ἐπιτηδεύσῃ· τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν, ἢ ὑπομεῖναι τὸν κόπον, ἢ τελέσαι τὸ ἔργον, ἡ χάρις τοῦ Κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι. Τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική μὴ παρόντος δὲ θελήματος, οὐδὲ αὐτὸς ὁ Θεός τι ποιεῖ, καίπερ δυνάμενος, διὰ τὸ αὐτεξούσιον. Ἡ οὖν τελεσιουργία τοῦ Πνεύματος ἐν τῷ θελήματι τοῦ ἀνθρώπου κεῖται. Πάλιν, ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει, θαυμαστὸς ὁ Θεὸς ἐν πᾶσι, καὶ ἀπερινόητος τὸ σύνολον ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ Γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ᾿ αὐτῆς συνεταζόμενοι. Τίς γὰρ, φησὶν, ἔγνω νοῦν Κυρίου; αὐτὸς δὲ φησι, Ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθέλησατε; Ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει. Ἡμῶν δὲ μόνον παραζητεῖ τὸ θέλημα. Τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος, εἰ μὴ πόνος ἑκούσιος;","t":"Question. What, then, does Scripture command man to do? Answer. We said before that man has by nature the effort, and this is what God seeks. He commands, then, that he first understand, and having understood, love, and by his will make the effort; but that the mind be set working, or endure the toil, or complete the work, the grace of the Lord grants to the one who has willed and believed. The will of man, then, is as it were an essential presence; and when the will is not present, not even God himself does anything, though he is able, because of free will. The completion of the Spirit's work, then, lies in the will of man. Again, if we give our whole will, he ascribes the whole work to us. God is wonderful in all things and wholly beyond understanding; but we men attempt to speak of some part of his wonders, leaning on Scripture, or rather being examined by it. For \"Who,\" it says, \"has known the mind of the Lord?\" And he himself says, \"How often I wanted to gather your children together, and you did not want to!\" So from this we are to believe that he himself gathers us together, and seeks of us only the will. And what is the showing of the will, if not voluntary toil?","f":"Ps.-Macarius, <i>Hom.</i> 37.10 (PG 34:756–757; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-10)."},"macarius-homiliae-spirituales/37.11":{"o":"Ὥσπερ γὰρ σίδηρος πρίζων, ἐκκόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν, καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων οὕτως καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθὸν, ἀλλ᾿ ὁ Κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιᾶσαι καὶ συντριβῆναι, τὴν καρδίαν παρακαλεῖ καὶ ἀνακαινίζει, καθὼς καὶ ὁ προφήτης λέγει, Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἔλκοντος; Οὕτως δέ ἐστι καὶ εἰς τὸ κακὸν, ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται· τότε καὶ ὁ Σατανᾶς ἐλαύνει καὶ παροξύνει αὐτὸν ὡς ὁ λῃστὴς τὸ ξίφος. Σιδήρῳ δὲ παρεικάσαμεν τὴν καρδίαν, διὰ τὴν ἀναισθησίαν των πραγμάτων καὶ πολλὴν σκληρότητα. Οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ἀναίσθητος σίδηρος· ἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πονηροῦ λογισμὸν οὐ μετεπίπτομεν· ἀλλὰ μᾶλλον ὡς ὁ βοῦς καὶ ὁ ὄνος εἰδέναι τὸν ἐλαύνοντα καὶ ὁδηγοῦντα κατὰ διάνοιαν φησὶ γὰρ, Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Εὐξώμεθα τοίνυν δέξασθαι γνῶσιν Θεοῦ, καὶ πνευματικῷ παιδευθῆναι νόμῳ εἰς ὑπούργησιν τῶν ἁγίων αὐτοῦ ἐντολῶν, δοξάζοντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"For as iron, in sawing, cutting, tilling, planting, itself gives way under pressure, yet there is another who moves it and drives it, and who, when it is worn, heats it in the fire and renews it: so also a man, even if he is pressed and toils in working the good, yet the Lord works in him unseen, and in his toiling and being worn down comforts and renews his heart, as the prophet also says, \"Shall the axe be glorified without the one who cuts with it? Or shall the saw be exalted without the one who draws it?\" So it is also in evil: when a man obeys and makes himself ready, then Satan too drives him and whets him, as a robber does his sword. We have compared the heart to iron because of its insensibility to things and its great hardness. But we ought not to be ignorant, like insensible iron, of him who holds us; for then we would not quickly fall from the word that tills us to the thought of the evil one; but rather, like the ox and the donkey, we should know in our understanding him who drives and guides us; for it says, \"The ox knows its owner, and the donkey its master's manger; but Israel has not known me.\" Let us pray, then, to receive the knowledge of God and to be trained by the spiritual law for the service of his holy commandments, glorifying the Father and the Son and the Holy Spirit, forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 37.11 (PG 34:757–758; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-11)."},"macarius-homiliae-spirituales/37.2":{"o":"Διὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων, τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τὰ γήϊνα ὑπερορῶντες, καὶ ἐν ἐντολῇ τοῦ ἁγίου Πνεύματος διαμένοντες καὶ τὸ τοῦ Πνεύματος φιλόθεον, καὶ ἀγαθὸν πάντων προκρίνοντες, οὐ λόγῳ μόνῳ ἢ γνώσει ψιλῇ, ἀλλ᾽ ἐν λόγῳ καὶ ἔργῳ δι' αὐτῶν τῶν πραγμάτων· ἀντὶ πλούτου ἐλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἡδονῆς ταλαιπωρίαν, ὅθεν καὶ ἀντὶ τοῦ θυμοῦ ἀγάπην· μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου, τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων, ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπὸν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Οὔτε γὰρ τοὺς ἀγαθοὺς ἠρνοῦντο, οὔτε τοὺς πονηροὺς ἡτιῶντο, πάντας ἀποκρισιαρίους τῆς Δεσποτικῆς οἰκονομίας ἡγούμενοι. Πρὸς πάντας οὖν εἶχον εὐδιάθετον εὔνοιαν. \"Ὅτε γὰρ ἤκουον τοῦ Κυρίου, Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν, τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο εἰς ἄφεσιν ἔχοντες τὰς παρ᾿ αὐτῶν ἀφορμάς· ὅτε δὲ πάλιν ἤκουον, Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς, τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἡγάπων. ᾿Αφέντες γὰρ τὴν δικαιοσύνην ἑαυτῶν, καὶ τὴν τοῦ Θεοῦ δικαιοσύνην ζητήσαντες, εὖρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην.","t":"For this reason the whole choir of the holy prophets, apostles, and martyrs kept the word in their hearts, caring for nothing else, but disregarding earthly things and abiding in the commandment of the Holy Spirit, and preferring before all things the Spirit's love for God and its goodness, not in word only or in bare knowledge, but in word and deed, through the very realities: choosing poverty instead of wealth, dishonour instead of glory, hardship instead of pleasure, and therefore also love instead of anger. For hating the pleasant things of life, they loved all the more those who took them away, as fellow workers toward their goal, abstaining from knowing good and evil. For they did not reject the good, nor blame the evil, considering all as envoys of the Master's dispensation. So they had a well-disposed goodwill toward all. For when they heard the Lord say, \"Forgive, and it will be forgiven you,\" then they reckoned those who wronged them as benefactors, having in them occasions for forgiveness; and when again they heard, \"As you wish that men would do to you, do so to them,\" then they loved the good also, as conscience bade. For having let go of their own righteousness and sought the righteousness of God, they found, as followed, the love hidden in it by nature.","f":"Ps.-Macarius, <i>Hom.</i> 37.2 (PG 34:751–752; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-2)."},"macarius-homiliae-spirituales/37.3":{"o":"Καὶ γὰρ ὁ Κύριος πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, τὴν δικαιοσύνην ἐκέλευσε ζητεῖν τοῦ Θεοῦ· οἶδε γὰρ ταύτην μητέρα τῆς ἀγάπης ὑπάρχειν. Οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον, καθὼς ἐνετείλατο, \"Αφετε, καὶ ἀφεθήσεται ὑμῖν. Οὗτός ἐστιν ὁ πνευματικὸς νόμος, ὁ ἐν καρδίαις πισταῖς γραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Πῶς δὲ πληροῦται, μάθε· ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινε περισσοτέρως τὸν ἀδικηθέντα· Ἐν ᾧ γὰρ, φησὶ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· ἐν ᾧ δὲ ἀφίησιν, ἀφεθήσεται αὐτῷ· οὕτως γὰρ ὁ νόμος λέγει, ᾿Ανὰ μέσον κρίσεως κρίσις, καὶ ἀνὰ μέσον ἀφέσεως ἄφεσις.","t":"For the Lord too, having given many commands about love, bade us seek the righteousness of God; for he knows that it is the mother of love. For there is no other way to be saved except through one's neighbour, as he commanded: \"Forgive, and it will be forgiven you.\" This is the spiritual law, written on faithful hearts, the fulfilment of the first law. For he says, \"I did not come to abolish the law, but to fulfil it.\" Learn how it is fulfilled: the first law, through the reasonable occasion given by the one who sinned, condemned the one who was wronged even more; for he says, \"In judging another you condemn yourself\"; but in what one forgives, it will be forgiven him. For so the law says, \"Judgment for judgment, and forgiveness for forgiveness.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 37.3 (PG 34:752; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-3)."},"macarius-homiliae-spirituales/37.4":{"o":"Πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει. Πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ Θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ᾿ ἕνα πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν, δικαίαν ἐπιφέρων ἑκάστῳ τὴν ἐκδίκησιν, τῷ ἀφιέντι ἀφίησι, καὶ τῷ παραζηλοῦντι παραζηλοῖ. Φησὶ γάρ· Μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέφεις. Διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν ἐκτελοῦντες, καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἡγάπων, τὴν πνευματικὴν ἀγάπην, ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν· ἀγαθῶν δὲ λέγω, οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ᾽ ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν. Οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ Θεῷ, ὡς δι᾿ αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνοντες, καθώς φησι, Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσιν, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.","t":"Forgiveness, then, is the fulfilment of the law. We spoke of a \"first law\", not because God set two laws before men, but one, spiritual by nature, yet in its retribution bringing just retribution on each: to the one who forgives it forgives, and with the one who provokes it is provoked. For it says, \"With the elect you will be elect, and with the crooked you will be perverse.\" Therefore those who fulfilled it spiritually, and shared in grace in proportion, loved not only those who did them good but also those who reviled and persecuted them, with spiritual love, awaiting the recompense of good things. I say \"of good things\", not because they pardoned the wrongs, but because they even did good to the souls of the wrongdoers. For so they commended them to God, as obtaining blessedness through them, as he says, \"Blessed are you when they revile you and persecute you and utter every evil word against you falsely for my sake.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 37.4 (PG 34:752–753; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-4)."},"macarius-homiliae-spirituales/37.5":{"o":"Ὑπὸ δὲ πνευματικοῦ νόμου, οὕτω φρονεῖν ἐδιδάσκοντο· ὑπομενόντων γὰρ αὐτῶν, καὶ τὴν νοερὰν πραότητα τηρούντων, ὁ Κύριος βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης, καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέῤῥηξε τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὴν τελείαν ἔχθραν ἀπεβάλοντο, καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην. Ὁ γὰρ Κύριος λοιπὸν κατείργει τὴν στρεφομένην ῥομφαίαν, τὴν κινοῦσαν τοὺς λογισμοὺς, καὶ εἰσήρχοντο εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Κύριος καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ Πνεύματος, καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι, καὶ κατὰ τὸν ᾿Απόστολον, οὐκέτι ἐν ἐσόπτρῳ, καὶ ἐν αἰνίγματι ἔλεγον, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ᾿Αλλ' ἐγὼ τοῦτο θαυμαστὸν ἐπερωτήσω.","t":"By the spiritual law they were taught to think in this way. For as they endured and kept their inner gentleness, the Lord, seeing the endurance of the heart under attack and its love not giving way, broke down the dividing wall of the partition, and they cast off the enmity completely; and they no longer had love by force, but with help. For from then on the Lord restrains the turning sword that stirs up the thoughts, and they entered within the veil, where the Lord entered as forerunner on our behalf, and they delighted in the fruits of the Spirit; and having seen the things to come with firmness of heart, and, as the Apostle says, no longer in a mirror and in a riddle, they said, \"What eye has not seen, and ear has not heard, and has not arisen in the heart of man, what God has prepared for those who love him.\" But I will ask about this remarkable thing.","f":"Ps.-Macarius, <i>Hom.</i> 37.5 (PG 34:753; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-5)."},"macarius-homiliae-spirituales/37.6":{"o":"Ερώτησις. Εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὑμεῖς αὐτὰ πῶς οἴδατε· μάλιστα όμολογήσαντες ἐν ταῖς Πράξεσιν, ὁμοιοπαθεῖς ὑμεῖς εἶναι ἄνθρωποι; ᾿Απόκρισις. ᾿Αλλ' ἀκούετε, τί πρὸς τοῦτα ἀποκρίνεται Παῦλος· Ἡμῖν δὲ, φησὶν, ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα, πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. ᾿Αλλ' ἵνα μή τις εἴπῃ ὅτι αὐτοῖς ἐδόθη τὸ Πνεῦμα ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον τοῦτο, ἀλλαχοῦ ἐπευχόμενος λέγει, Ἵνα δῴη ὑμῖν ὁ Θεὸς κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δύναμιν κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν. Καὶ πάλιν· Ὁ δὲ Κύριος τὸ Πνεῦμα ἐστιν· ὅπου δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Καὶ πάλιν, Εἰ δὲ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.","t":"Question. If it has not arisen in the heart of man, how do you know these things, especially since you confessed in the Acts that you are men of like passions? Answer. But hear what Paul answers to this: \"But to us,\" he says, \"God has revealed them through his Spirit; for the Spirit searches all things, even the depths of God.\" And lest anyone say that the Spirit was given to them as apostles, but for us it is by nature impossible to receive, elsewhere he prays and says, \"That God may grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, that Christ may dwell in your hearts.\" And again, \"Now the Lord is the Spirit; and where the Spirit of the Lord is, there is freedom.\" And again, \"But if anyone does not have the Spirit of Christ, he is not his.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 37.6 (PG 34:753–754; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-6)."},"macarius-homiliae-spirituales/37.7":{"o":"Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πληροφορίᾳ καὶ αἰσθήσει μεταλαβεῖν τοῦ ἁγίου Πνεύματος, καὶ εἰσελθεῖν ὅθεν ἐξεληλύθαμεν, καὶ τοῦ λοιποῦ ἀποστραφήναι ἀφ᾿ ἡμῶν τὸν θυμοκτόνον ὄφιν, καὶ κενόδοξον σύμβουλον τὸ Πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης• ὅθεν βεβαίως πιστεύσαντες τὰς ἐντολὰς τοῦ Κυρίου φυλάξωμεν, καὶ αὐξηθῶμεν ἐν αὐτῷ εἰς ἄνδρα τέλεον εἰς μέτρον ἡλικίας, τοῦ μηκέτι κατακυριεύεσθαι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ᾽ ἐν πληροφορίᾳ τοῦ Πνεύματος εἶναι, καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετανοοῦντας ἡ χάρις Θεοῦ εὐδοκεῖ. Τὸ γὰρ κατὰ χάριν δωρούμενον, οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται· η ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις, ἀλλὰ τῷ παντοδυνάμῳ Θεῷ πιστεύσαντες, ἁπλῇ, καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τὴν μετουσίαν τοῦ Πνεύματος χαριζομένῳ, καὶ οὐ διὰ παρεικασμοῦ πίστεως ἔργων· φησὶ γὰρ, Οὐκ ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἀλλὰ δι' ἀκοῆς πίστεως.","t":"Let us pray, then, that we too may partake of the Holy Spirit in full assurance and perception, and enter where we came out from, and that from now on the life-destroying serpent and vainglorious counsellor, the spirit of care and drunkenness, may be turned away from us; so that, believing firmly, we may keep the Lord's commandments and grow in him to a perfect man, to the measure of the stature, no longer to be mastered by the deceit of this age, but to be in the full assurance of the Spirit, and not to disbelieve that the grace of God is pleased to come even upon sinners who repent. For what is given by grace is no longer measured by comparison with the weakness that went before; otherwise grace is no longer grace. But believing in the almighty God, let us come with a simple and unpretentious heart to him who grants participation in the Spirit through faith, and not through comparing faith with works. For he says, \"You received the Spirit not by works of law, but by hearing with faith.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 37.7 (PG 34:754–755; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-7)."},"macarius-homiliae-spirituales/37.8":{"o":"Ερώτησις. Εἶπες, πάντα ἐν τῇ ψυχῇ πνευματικῶς ἀποκρύπτεσθαι, τί ἐστι, «Θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι; ᾿Απόκρισις. Ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, τῷ συστήματι τῶν πιστῶν, καὶ τῷ συγκρίματι τῆς ψυχῆς. Ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, Ἐκκλησία ἐστὶν ὅλον αὐτοῦ τὸ σύγκριμα. Πέντε δὲ λόγοι εἰσὶν αἱ περιεκτικαὶ ἀρεταὶ, ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι. Ὥσπερ γὰρ ὁ λαλῶν ἐν Κυρίῳ, διὰ τῶν πέντε λόγων πᾶσαν περιέλαβεν τὴν σοφίαν· οὕτως ὁ ἀκολουθῶν τῷ Κυρίῳ διὰ τῶν πέντε ἀρετῶν πολλὴν οἰκοδομεῖ τὴν εὐσέβειαν. Πέντε γὰρ οὖσαι λοιπὰς πάσας περιέχουσι πρώτῃ εὐχῇ. Λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία, ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα· λόγοι εἰσὶ ψυχῆς ὑπὸ Κυρίου λαλούμενοι, καὶ ὑπὸ καρδίας ἀκουόμενοι. Ὁ γάρ Κύριος ἐνεργεῖ· καὶ τὸ Πνεῦμα τότε νοερῶς λαλεῖ καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ, τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ.","t":"Question. You said that all things are hidden spiritually in the soul; what then is \"I wish to speak five words in church with my mind\"? Answer. \"Church\" is understood in two senses: the assembly of the faithful, and the composite of the soul. When, then, it is taken spiritually of a man, his whole composite is a church. And the five words are the comprehensive virtues, which build up the whole man and branch out in many ways. For as he who speaks in the Lord embraced all wisdom in the five words, so he who follows the Lord builds up much godliness through the five virtues. For though they are five, they contain all the rest: first, prayer; then self-control, almsgiving, poverty, long-suffering. These, carried out with longing and by choice, are words of the soul spoken by the Lord and heard by the heart. For the Lord works; and then the Spirit speaks in the mind, and the heart accomplishes openly as much as it longs for.","f":"Ps.-Macarius, <i>Hom.</i> 37.8 (PG 34:755; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-8)."},"macarius-homiliae-spirituales/37.9":{"o":"Αἱ δὲ ἀρεταὶ ὅσον εἰσὶ περιεκτικαὶ πασῶν, τοσοῦτον ἀλλήλων γεννητικαί. Τῆς πρώτης γὰρ ἀπούσης, ἀναιροῦνται πᾶσαι. Ὁμοίως διὰ τῆς δευτέρας, αἱ ἀκόλουθοι· ὡσαύτως αἱ καθεξῆς. Πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ Πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ μοι ἡ Γραφὴ λέγουσα, Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Πῶς δὲ ὑπομενεῖ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; Ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος, πῶς ἐλεήσει τὸν πεινῶντα ἢ ἀδικοῦντα; Ὁ δὲ οὐκ ἐλεῶν, οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται. Πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα, κἂν μὴ ἔχῃ· ἡ δὲ ἐνάρετος ψυχὴ οὕτως προσοικοδομείται τῇ Ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ᾽ ὅτι ἐπόθησεν. Οὐ γὰρ τὸ ἴδιον ἔργον σώζει τὸν ἄνθρωπον, ἀλλ᾽ ὁ χαρισάμενος τὴν δύναμιν. Εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ Δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν πεποίηκεν, ἀλλ᾽ ἢ μόνον τὸ ἀγαπῆσαι, καὶ ἐπιτηδεῦσαι πρὸς τὰς ἐνεργείας. Μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν Κύριον κατὰ τὸν λέγοντα, ὅτι Οὗτός ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.","t":"The virtues, as much as they comprehend all, so much do they give birth to one another. For if the first is absent, all are destroyed. Likewise through the second, those that follow it; and so with those in order. For how will anyone pray who has not been moved by the Spirit? And Scripture bears me witness, saying, \"No one can say 'Lord Jesus' except in the Holy Spirit.\" And how will one who practises self-control without prayer endure, without help? And one who is not self-controlled in everything, how will he show mercy to the hungry, or to the one who wrongs him? And one who does not show mercy does not consent to be poor willingly either. And again, anger is the companion of the desire for money, whether one has money or not. But the virtuous soul is built in to the church in this way, not because it did something, but because it longed for it. For it is not a man's own work that saves him, but he who granted the power. If, then, anyone endures the marks of the Master, let him not think himself anything, even if he has done something, except only that he loved and applied himself toward the workings. Never think, then, that you have gone ahead of the Lord in virtue, according to him who says, \"It is he who works in you both to will and to work for his good pleasure.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 37.9 (PG 34:755–756; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/37-9)."},"macarius-homiliae-spirituales/38.1":{"o":"Πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοὶ, τεχνιτῶν δὲ ἐστι καὶ πεπειραμένων δοκιμάσαι, εἰ ἀληθῶς οἱ τοιοῦτοι ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως. Μήπως ἄρα παρακεχάρακται τεχνιτῶν ἔργα, καὶ θαυμάζουσι τεχνῖται καὶ ψέγουσιν. Ἐὰν δὲ μὴ ὦσι τεχνῖται, οὐ δύνανται δοκιμάσαι τοὺς δολίους ἐργάτας, ἐπειδὴ καὶ αὐτοὶ ἐπιφέρονται σχῆμα μοναζόντων, ἤτοι Χριστιανῶν. Καὶ γὰρ οἱ ψευδαπόστολοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ, καὶ αὐτοὶ εὐηγγελίζοντο βασιλείαν οὐρανῶν. Διὰ τοῦτο λέγει ὁ ᾿Απόστολος, Ἐν κινδύνοις περισσοτέρως, ἐν θλίψεσιν ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, θέλων δεῖξαι ὅτι πλεῖον αὐτῶν ἔπαθε.","t":"Homily 38. Much exactness and understanding is needed to test who are true Christians, and who they are.\n\nMany who appear righteous are thought to be Christians; but it belongs to skilled and experienced men to test whether such people truly have the seal and the image of the King. Perhaps the work of the craftsmen has been counterfeited, and the craftsmen are both amazed and find fault. But if they are not craftsmen, they cannot test the deceitful workers, since these too put on the outward form of monks, or of Christians. For the false apostles also suffered for Christ, and they too preached the kingdom of heaven. That is why the Apostle says, \"In dangers more abundantly, in afflictions beyond measure, in prisons more abundantly,\" wishing to show that he suffered more than they.","f":"Ps.-Macarius, <i>Hom.</i> 38.1 (PG 34:758–759; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/38-1)."},"macarius-homiliae-spirituales/38.2":{"o":"Χρυσὸς εὐχερῶς εὑρίσκεται· μαργαρίται δὲ καὶ λίθοι τίμιοι προχωροῦντες εἰς διάδημα βασιλέως σπανίως εὑρίσκονται· πολλάκις γὰρ ἐξ αὐτῶν οὐχ εὑρίσκονται προχωροῦντες. Οὕτως καὶ οἱ Χριστιανοὶ ἐποικοδομοῦντες εἰς τὸν στέφανον τοῦ Χριστοῦ, ἵνα κοινωνοὶ γένωνται τῶν ἁγίων αἱ ψυχαὶ ἐκεῖναι. Δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν ταύτην, καὶ ὑπὲρ αὐτῆς παθόντι καὶ ἀναστήσαντι αὐτὴν ἐκ νεκρῶν. Ὥσπερ δὲ τῷ Μωῦσεῖ κάλυμμα ἐπετίθετο εἰς τὸ πρόσωπον, πρὸς τὸ μὴ δύνασθαι προσέχειν τῷ προσώπῳ αὐτοῦ τὸν λαόν· οὕτω καὶ νῦν ἐπὶ τὴν καρδίαν σου κεῖται κάλυμμα πρὸς τὸ μὴ βλέπειν τὴν δόξαν τοῦ Θεοῦ. Ὅταν δὲ περιαιρεθῇ τοῦτο, τότε ἐπιφαίνεται καὶ ἐμφανίζει ἑαυτὸν τοῖς Χριστιανοῖς, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ ἐκζητοῦσιν ἐν ἀληθείᾳ, καθὼς λέγει, ὅτι Ἐμφανίσω αὐτῷ ἐμαυτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσω.","t":"Gold is easily found; but pearls and precious stones fit for a king's diadem are rarely found; for often none of them are found fit. So also Christians, built in to the crown of Christ, so that those souls may become partners with the saints. Glory to him who so loved this soul, and suffered for it, and raised it from the dead! And as a veil was laid on Moses' face, so that the people could not look at his face, so also now a veil lies over your heart, so that you do not see the glory of God. But when it is taken away, then he appears and shows himself to Christians, to those who love him and seek him in truth, as he says, \"I will show myself to him, and make my dwelling with him.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 38.2 (PG 34:759; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/38-2)."},"macarius-homiliae-spirituales/38.3":{"o":"Σπουδάσωμεν οὖν προσελθεῖν τῷ ἀψευδεῖ Χριστῷ, ἵνα τύχωμεν τῆς ἐπαγγελίας, καὶ τῆς καινῆς διαθήκης, ἣν ἀνεκαίνισεν ὁ Κύριος διὰ σταυροῦ καὶ θανάτου διαῤῥήξας πύλας ᾅδου, καὶ ἁμαρτίας· καὶ ἐξαγαγὼν τὰς πιστὰς ψυχὰς, καὶ δοὺς αὐταῖς ἔνδον παράκλητον, καὶ ἀνενέγκας εἰς τὴν βασιλείαν αὐτοῦ. Συμβασιλεύσωμεν οὖν αὐτῷ καὶ ἡμεῖς εἰς τὴν Ἱερουσαλήμ τὴν πόλιν αὐτοῦ, εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν, εἰς τὸν χορὸν τῶν ἁγίων ἀγγέλων. Οἱ δὲ ἐπὶ πολὺν χρόνον γυμνασθέντες ἀδελφοὶ καὶ δοκιμασθέντες, οὗτοι δύνανται τοῖς ἀπείροις βοηθῆσαι, καὶ συμπαθῆσαι.","t":"Let us be eager, then, to come to Christ, who does not lie, so that we may obtain the promise and the new covenant, which the Lord renewed through the cross and death, breaking the gates of Hades and of sin, and leading out the faithful souls, and giving them the Comforter within, and bringing them up into his kingdom. Let us, then, also reign with him in Jerusalem, his city, in the heavenly church, in the choir of the holy angels. And the brothers who have been trained and tested for a long time, these can help and sympathize with the inexperienced.","f":"Ps.-Macarius, <i>Hom.</i> 38.3 (PG 34:759–760; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/38-3)."},"macarius-homiliae-spirituales/38.4":{"o":"Τινὲς γὰρ ἀσφαλισάμενοι ἑαυτοὺς καὶ ὑπὸ χάριτος Θεοῦ ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι αὐτοὺς, ὅτι οὐ συμβαίνει εἰς Χριστιανισμὸν γίνεσθαι ἐπιθυμίαν, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστι λοιπὸν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια, ὥστε πάντως νομίσαι τὸν τοιοῦτον ἤδη ἐφθακέναι εἰς τὰ τέλεια μέτρα. Καὶ ὡς ἐνόμιζε προσηγγικέναι ἤδη τῷ εὐδίῳ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν εὑρεθῆναι εἰς τὸ μέσον τοῦ πελάγους, καὶ εἰσενεχθῆναι ὅπου ἡ θάλασσα, οὐρανὸς, καὶ θάνατός ἐστιν ἕτοιμος. Οὕτως ἡ ἁμαρτία ἐπεισελθοῦσα κατειργάσατο πᾶσαν ἐπιθυμίαν κακήν· αὖθις δὲ οἱ τοιοῦτοι χάριτός τινος ἀξιωθέντες, καὶ, ὥσπερ εἰπεῖν, ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδα τινὰ δεξάμενοι, εὑρίσκουσιν αὐτὸ ἐκεῖνο καθ' ὥραν, καὶ καθ' ἡμέραν τοσαύτην θαυματουργίαν γιγνομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ, καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι πῶς ἐσοφίσθη. Λοιπὸν, φωτίζει ἡ χάρις αὐτὸν, ὁδηγεῖ, εἰρηνεύει, ἀγαθύνει, τὰ πάντα οὖσα θεία καὶ ἐπουράνιος· ὥστε πρὸς σύγκρισιν ἐκείνου βασιλεῖς καὶ δυνάστας, σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους καὶ εὐτελεῖς ἡγεῖσθαι. Μετὰ δὲ καιρὸν καὶ ὥραν μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας τὸν τοιοῦτον ἑαυτὸν ἡγεῖσθαι ἁμαρτωλότερον πάντων ἀνθρώπων· καὶ πάλιν ἄλλῃ ὥρᾳ, ὁρᾷν ἑαυτὸν οἷον βασιλέα μέγιστον ἐξαίσιον, ἢ δυνάστην φίλον βασιλέως πάλιν ἄλλῃ ὥρᾳ ἑαυτὸν ὁρᾷν ἀσθενῆ καὶ πτωχόν. Λοιπὸν εἰς ἀμηχανίαν ἐμπίπτει ὁ νοῦς, διὰ τί οὕτως, καὶ πάλιν οὕτως Ὅτι ὁ Σατανᾶς μισόκαλος ὢν, τὰ πονηρὰ ὑποβάλλει τοῖς τὴν ἀρετὴν κατορθοῦσι, καὶ ἀγωνίζεται αὐτοὺς μεταστρέψαι· ἔργον γὰρ ἔχει τοῦτο.","t":"For some, having made themselves secure and having been worked in greatly by the grace of God, have found their members so sanctified that they suppose that desire does not arise in Christianity, but that they have acquired a sound and pure mind; and the inner man is then so lifted up to divine and heavenly things that such a one supposes he has surely already reached the perfect measures. And just as he supposed he had already come near to the calm harbour, waves rose against him, so that he found himself again in the middle of the open sea, and was carried to where there is only sea and sky, and death is at hand. In this way sin, entering in, worked every evil desire. But again, such people, counted worthy of some grace, and having received, so to speak, one drop out of the whole depth of the sea, find that very thing hour by hour and day by day working such wonders that the one in whom it works is astonished and amazed at the strange, foreign, and divine working, how he has been made wise. Then grace enlightens him, guides him, gives him peace, does him good, being in all things divine and heavenly, so that in comparison with it he counts kings and potentates, the wise and the dignitaries, as the least and of no account. But after a time and an hour, things change, so that such a one truly considers himself more sinful than all men; and again at another hour he sees himself like a very great and extraordinary king, or a potentate, a friend of the king; and again at another hour he sees himself weak and poor. Then the mind falls into perplexity: why thus, and then again thus? Because Satan, who hates the good, suggests evil things to those who succeed in virtue, and strives to turn them back; for this is his work.","f":"Ps.-Macarius, <i>Hom.</i> 38.4 (PG 34:760–761; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/38-4)."},"macarius-homiliae-spirituales/38.5":{"o":"Ἀλλὰ σὺ τούτῳ μὴ ὑποταγῇς τὴν, ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμένην δικαιοσύνην ἐργαζόμενος, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἔστηκεν ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ, ὅπως τὸ μαρτύριον τῆς συνειδήσεώς σου καυχήσεται ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, τοῦ καθαρίσαντός σου τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων, ἵνα τῷ πνεύματί σου Θεῷ λατρεύσῃς, ἵνα γνῶς τί προσκυνεῖς, κατὰ τὸν εἰπόντα, Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. Πείσθητι τῷ ὁδηγοῦντί σε Θεῷ, κοινωνησάτω ἡ ψυχή σου τῷ Θεῷ, ὡς κοινωνεῖ νύμφη νυμφίῳ· Τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστὶ, φησὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἄμωμον ψυχὴν. Ἡ ἡ δόξα εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"But do not submit to him, while you work the righteousness that is accomplished in the inner man, where the judgment seat of Christ stands together with the undefiled sanctuary, so that the testimony of your conscience may boast in the cross of Christ, who cleansed your conscience from dead works, that you may worship God in your spirit, that you may know what you worship, as he said: \"We worship what we know.\" Obey God who guides you; let your soul have communion with God as a bride has communion with her bridegroom. \"For this mystery is great,\" it says, \"but I speak of Christ\" and the blameless soul. To him be the glory forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 38.5 (PG 34:761–762; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/38-5)."},"macarius-homiliae-spirituales/39.1":{"o":"Ωσπερ βασιλεὺς γράψας ἐπιστολὰς, οἷς βούλεται κωδικέλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν, ὅτι Ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικὰς, καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν, ἀναγνόντες τὰς ἐπιστολὰς, μᾶλλον δὲ καὶ θανάτου εἰσὶν ἔνοχοι μὴ θελήσαντες ἀπελθεῖν, καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι· οὕτως καὶ τὰς θείας Γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς Θεὸς τοῖς ἀνθρώποις, δηλώσας δι᾿ αὐτῶν, ἵνα παρακαλέσαντες τὸν Θεὸν, καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος αὐτοῦ. Γέγραπται γὰρ, Ἵνα γενώμεθα θείας κοινωνοί φύσεως. Ἐὰν δὲ μὴ προσέλθῃ, καὶ αἰτήσῃ, καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς Γραφὰς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός. Ἡ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν.","t":"Homily 39. For what purpose was the divine Scripture given to us by God?\n\nAs a king who has written letters to those on whom he wishes to bestow grants and gifts of his own tells them all, \"Hurry and come to me quickly, so that you may receive royal gifts from me\"; and if they do not go and receive them, they have gained nothing by reading the letters, but rather are liable to death for not wishing to go and be honoured from the king's hand: so also God the King has sent the divine Scriptures to men like letters, making known through them that they should call upon God, believe, ask, and receive a heavenly gift from the very being of his Godhead. For it is written, \"That we may become partakers of the divine nature.\" But if a man does not come and ask and receive, he has gained nothing by reading the Scriptures, but rather is liable to death, because he would not receive from the heavenly King the gift of life, without which it is impossible to obtain immortal life, which is Christ. To him be the glory forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 39.1 (PG 34:762; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/39-1)."},"macarius-homiliae-spirituales/4.1":{"o":"Οἱ τὸν βίον τοῦ Χριστιανισμοῦ ἐν πολλῇ ἀκριβείᾳ κατορθῶσαι βουλόμενοι, πρὸ πάντων τοῦ διανοητικοῦ καὶ διακριτικοῦ μέλους τῆς ψυχῆς ἐν πάσῃ δυνάμει ἐπιμελεῖσθαι ὀφείλουσιν, ἵνα τὴν διάκρισιν τοῦ καλοῦ καὶ τοῦ κακοῦ ἐν ἀκριβείᾳ κτησάμενοι, καὶ τὰ παρὰ φύσιν εἰσαχθέντα τῇ καθαρᾷ φύσει πάντοτε διακρίνοντες, εὐθέως καὶ ἀπροσκόπτως πολιτευσώμεθα ἵνα ὡς ὀφθαλμῷ τῷ τῆς διακρίσεως μέλει χρώμενοι, ἀσυνδύαστοι, καὶ ἀσύνθετοι πρὸς τὰς τῆς κακίας ὑποθέσεις εἶναι δυνηθῶμεν, καὶ οὕτως τῆς θείας δωρεᾶς καταξιωθέντες, ἄξιοι τοῦ Κυρίου γενώμεθα. Ἀπὸ δὲ τῶν ὁρωμένων ὑπόδειγμα λάβωμεν· ἔοικε γὰρ τὸ σῶμα τῇ ψυχῇ, καὶ τὰ τοῦ σώματος πράγματα τῇ ψυχῇ, καὶ τὰ φαινόμενα τοῖς κρυφίοις.","t":"Homily 4. Christians must run the course of the stadium of this world attentively and exactly, that they may obtain heavenly praise from God and from the angels.\n\nThose who wish to carry out the Christian life with great exactness ought above all to give every care to the reasoning and discerning part of the soul, so that, having gained an exact discernment of good and evil, and always distinguishing what has been brought into our pure nature against nature, we may conduct ourselves rightly and without stumbling; so that, using the faculty of discernment as an eye, we may be able to have no partnership or composition with the designs of evil, and so, being counted worthy of the divine gift, may become worthy of the Lord. Let us take an illustration from visible things; for the body is like the soul, and the affairs of the body like those of the soul, and things seen like things hidden.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.1 (PG 34:472–473; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-1)."},"macarius-homiliae-spirituales/4.10":{"o":"Τὸν αὐτὸν τρόπον ὁ ἄπειρος καὶ ἀνεννόητος Θεὸς τῇ χρηστότητι αὐτοῦ ἐσμίκρυνεν αὐτὸν, καὶ ἐνεδύσατο τὰ μέλη τοῦ σώματος τούτου, καὶ περιέλαβεν ἑαυτὸν ἀπὸ τῆς ἀπροσίτου δόξης καὶ διὰ ἡμερότητα καὶ φιλανθρωπίαν μεταμορφούμενος σωματοποιεῖ ἑαυτὸν, καὶ ἀναμίγνυται, καὶ παραλαμβάνει τὰς ἁγίας καὶ εὐαρέστους καὶ πιστὰς ψυχὰς, καὶ γίγνεται μετ' αὐτῶν εἰς ἓν Πνεῦμα, κατὰ τὸ λόγιον Παύλου ψυχὴ ὡς εἰπεῖν εἰς ψυχὴν, καὶ ὑπόστασις εἰς ὑπόστασιν, ἵνα ἡ ψυχὴ δυνηθῇ ἐν τῇ νεότητι ζῆσαι, καὶ αἰσθέσθαι ἀθανάτου ζωῆς, καὶ δόξης ἀφθάρτου μέτοχος γένηται, ἡ γε ἀξία αὐτοῦ καὶ εὐάρεστος. Εἰ γὰρ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκε τὴν ὁρωμένην κτίσιν τοιαύτην, ἐν πολλῇ τινι διαφορᾷ καὶ ποικιλίᾳ, καὶ πρὶν γενέσθαι οὐκ ἦν· ἠθέλησε δὲ, καὶ εὐκόλως ἐποίησεν ἐκ τῶν μὴ ὄντων ὑποστάσεις παχείας καὶ σκληρὰς, οἷον γῆν λέγω, ὅρη, δένδρα (ὁρᾷς οἷα σκληρότης φύσεως)· καὶ πάλιν μέσα ὕδατα καὶ ἐξ αὐτῶν γεννᾶσθαι πετεινὰ προσέταξε· καὶ πάλιν λεπτότερα, πῦρ, καὶ ἀνέμους, καὶ διὰ λεπτότητα μὴ ὁρώμενα τῷ τοῦ σώματος ὀφθαλμῷ.","t":"In the same way the infinite and unimaginable God in his kindness made himself small, and clothed himself with the members of this body, and drew himself in from his unapproachable glory; and out of his gentleness and love for mankind he is transfigured and gives himself a body, and mingles with and takes to himself the holy and well-pleasing and faithful souls, and becomes one Spirit with them, according to the saying of Paul — soul, so to speak, into soul, and substance into substance — so that the soul may be able to live in that newness and to perceive immortal life, and may become a partaker of incorruptible glory, if she is worthy of him and well-pleasing. For if out of things that were not he brought into being this visible creation, so great and in such variety and difference, which before it came to be did not exist; and if he willed, and easily made out of things that were not substances thick and hard, such as earth, I mean, and mountains and trees (you see what hardness of nature!); and again, waters in between, and commanded birds to be born from them; and again, subtler things, fire and winds, which because of their subtlety are not seen by the body's eye —","f":"Ps.-Macarius, <i>Hom.</i> 4.10 (PG 34:479–480; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-10)."},"macarius-homiliae-spirituales/4.11":{"o":"Πῶς ἡ ἄπειρος καὶ ἀνεκδιήγητος τῆς πολυποικίλου σοφίας τοῦ Θεοῦ τέχνη ἔκτισεν ἐκ μὴ ὄντων παχύτερα καὶ λεπτότερα καὶ ἁπαλώτερα σώματα ἐνυπόστατα τῷ θελήματι αὐτοῦ; πόσῳ μᾶλλον αὐτὸς ὢν ὡς θέλει, καὶ ὁ θέλει, διὰ χρηστότητα ἄφραστον, καὶ ἀγαθότητα ἀνεννόητον μεταβάλλει καὶ σμικρύνει, καὶ ἐξομοιοῖ ἑαυτὸν, σωματοποιῶν κατὰ χώρησιν, ταῖς ἁγίαις καὶ ἀξίαις πισταῖς ψυχαῖς· ἵνα ὁραθῇ αὐταῖς ὁ ἀόρατος, καὶ ψηλαφηθῇ κατὰ τὴν φύσιν τῆς λεπτότητος τῆς ψυχῆς ὁ ἀψηλάφητος καὶ αἴσθωνται αὐτοῦ τῆς γλυκύτητος, καὶ τῆς χρηστότητος τοῦ φωτὸς τῆς ἀῤῥήτου ἀπολαύσεως αὐτῇ πείρᾳ ἀπολαύσωσιν. Ὅτε βούλεται πῦρ γίνεται, πᾶν φαῦλον καὶ ἐπείσακτον πάθος τῆς ψυχῆς κατακαῖον· καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, φησίν. Ὅτε βούλεται, ἀνάπαυσις ἄῤῥητος καὶ ἄφραστος, ἵνα ἀναπαῇ ἀναπαύσει θεότητος ἡ ψυχή· ὅτε βούλεται, χαρὰ καὶ εἰρήνη, θάλπων καὶ περιέπων αὐτήν.","t":"— how did the infinite and indescribable skill of the manifold wisdom of God create out of things that were not, by his will, bodies thicker and subtler and softer, each with its own substance? How much more does he himself, being as he wills and what he wills, out of unspeakable kindness and unimaginable goodness, change and make himself small and liken himself, giving himself a body according to their capacity, to holy and worthy and faithful souls; so that he who is invisible may be seen by them, and he who cannot be touched may be touched, according to the subtle nature of the soul, and that they may perceive his sweetness and his kindness and may enjoy in their very experience the enjoyment of the unspeakable light. When he wills, he becomes fire, burning up every base and intruding passion of the soul; for \"our God is a consuming fire,\" it says. When he wills, he becomes an unspeakable and indescribable rest, so that the soul may rest with the rest of the Godhead; when he wills, joy and peace, warming and tending her.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.11 (PG 34:480–481; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-11)."},"macarius-homiliae-spirituales/4.12":{"o":"Εἰ δὲ καὶ εἰς ἓν τῶν κτισμάτων ἑαυτὸν ἀφομοιῶσαι βούλεται, δι' ἀγαλλίασιν καὶ εὐφροσύνην τῶν νοερῶν κτισμάτων, οἷον ἢ πόλις φωτὸς Ἱερουσαλήμ, ἢ ὅρος Σιὼν ἐπουράνιον, δύναται ὡς θέλει πάντα καθὼς εἴρηται· Ὑμεῖς δὲ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλήμ ἐπουρανίῳ. Πάντα εὔκολα αὐτῷ καὶ εὐχερῆ, εἰς ἃ θέλει μεταμορφουμένῳ ταῖς ἀξίαις αὐτοῦ καὶ πισταῖς ψυχαῖς μόνον τις ἀγωνιζέσθω φίλος καὶ εὐάρεστος αὐτῷ γίνεσθαι, καὶ αὐτῇ πείρᾳ καὶ αἰσθήσει ὄψεται ἀγαθὰ ἐπουράνια, καὶ τρυφὴν ἀνέκφραστον, καὶ πλοῦτον ἄπειρον θεότητος ἀληθῶς, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τὸ Πνεῦμα τοῦ Κυρίου γιγνόμενον εἰς ἀνάπαυσιν τῶν ἀξίων ψυχῶν, καὶ ἀγαλλίασιν, καὶ τρυφὴν, καὶ ζωὴν αἰώνιον. Σωματοποιεῖ γὰρ ἑαυτὸν καὶ εἰς βρῶσιν καὶ πόσιν ὁ Κύριος, καθὼς γέγραπται ἐν τῷ Εὐαγγελίῳ· ῾Ο τρώγων τὸν ἄρτον τοῦτον, ζήσεται εἰς τὸν αἰῶνα, ἵνα ἀναπαύσῃ ἀνεκλαλήτως, καὶ ἐμπλήσῃ εὐφροσύνης πνευματικῆς τὴν ψυχήν· καὶ γάρ φησιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ὁμοίως καὶ εἰς πόσιν νάματος ἐπουρανίου, καθώς φησιν, Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον· καὶ πάντες, φησὶ, τὸ αὐτὸ πόμα ἐποτίσθημεν.","t":"And if he also wishes to liken himself to one of the created things, for the gladness and joy of the spiritual creatures — such as a city of light, Jerusalem, or a heavenly Mount Zion — he can do all things as he wills, as it is said: \"But you have come to Mount Zion, and to the city of the living God, the heavenly Jerusalem.\" All things are easy and simple for him, who transforms himself into whatever he wills for his worthy and faithful souls. Only let a man strive to become his friend and well-pleasing to him, and in his very experience and perception he will see heavenly good things and unspeakable delight and the truly infinite riches of the Godhead, \"which eye has not seen, and ear has not heard, and has not come up into the heart of man\" — the Spirit of the Lord becoming rest and gladness and delight and eternal life to worthy souls. For the Lord gives himself a body even as food and drink, as it is written in the Gospel: \"He who eats this bread will live for ever,\" so that he may give the soul unspeakable rest and fill her with spiritual gladness; for he says, \"I am the bread of life.\" Likewise also as a drink of heavenly water, as he says, \"He who drinks of the water that I shall give him, there will be in him a spring of water leaping up to eternal life\"; and, \"We were all,\" he says, \"made to drink the same drink.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 4.12 (PG 34:481–482; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-12)."},"macarius-homiliae-spirituales/4.13":{"o":"Οὕτως ἑκάστῳ τῶν ἁγίων Πατέρων ὤφθη, ὡς ἠθέλησε, καὶ ὡς συνέφερεν· ἄλλως τῷ Ἀβραάμ, ἄλλως τῷ Ἰσαὰκ, ἄλλως τῷ Ἰακώβ, ἄλλως τῷ Νῶε, τῷ Δανιὴλ, τῷ Δαβίδ, τῷ Σολομῶντι, τῷ Ἡσαΐᾳ, καὶ ἑκάστῳ τῶν ἁγίων προφητῶν. Ἄλλως τῷ Ἠλίᾳ, ἄλλως τῷ Μωϋσῇ· καὶ ἐγὼ νομίζω, ὅτι Μωϋσῆς κατὰ πᾶσαν ὥραν ἐν τῷ ὄρει, ἐν τῇ τῶν τεσσαράκοντα ἡμερῶν νηστείᾳ εἰς ἐκείνην τὴν πνευματικὴν τράπεζαν εἰσερχόμενος ἐνετρύφα καὶ ἀπέλαυεν. Ἑκάστῳ οὖν τῶν ἁγίων ὡς ἠθέλησεν ὤφθη, εἰς τὸ ἀναπαῦσαι καὶ σῶσαι, καὶ εἰς ἐπίγνωσιν Θεοῦ ἀγαγεῖν. Πάντα γὰρ αὐτῷ εὐχερῆ ἐστιν ἃ βούλεται, καὶ ὡς θέλει μικρύνων ἑαυτὸν σωματοποιεῖ, καὶ μεταμορφοῦται ὀπτανόμενος τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν ἀπροσίτῳ δόξῃ φωτός, κατὰ πολλὴν καὶ ἄφραστον ἀγάπην φανερούμενος τοῖς ἀξίοις κατὰ τὴν αὐτοῦ δύναμιν. Ψυχὴ γὰρ ἡ καταξιωθεῖσα ἐν πολλῇ ἐπιθυμίᾳ, καὶ προσδοκίᾳ, καὶ πίστει, καὶ ἀγάπῃ δέξασθαι ἐκείνην τὴν ἐξ ὕψους δύναμιν, τὴν ἐπουράνιον τοῦ Πνεύματος ἀγάπην, καὶ τὸ ἐπουράνιον πῦρ τῆς ἀθανάτου ζωῆς λαβοῦσα, πάσης ἀγάπης κοσμικῆς ἐξ ἀληθείας λύεται, καὶ παντὸς δεσμοῦ κακίας ἐλευθεροῦται.","t":"So he appeared to each of the holy fathers as he willed and as was profitable: in one way to Abraham, in another to Isaac, in another to Jacob, in another to Noah, to Daniel, to David, to Solomon, to Isaiah, and to each of the holy prophets. In one way to Elijah, in another to Moses. And I think that Moses, every hour on the mountain, during the fast of forty days, entered into that spiritual table and feasted and had his enjoyment. To each of the saints, then, he appeared as he willed, to give rest and to save and to bring him to the knowledge of God. For all that he wills is easy for him, and as he wills he makes himself small and gives himself a body, and is transfigured and appears to those who love him in the unapproachable glory of light, showing himself to the worthy according to his own power, out of his great and unspeakable love. For the soul that has been counted worthy, with much longing and expectation and faith and love, to receive that power from on high, the heavenly love of the Spirit, and has received the heavenly fire of immortal life, is truly loosed from every worldly love and is set free from every bond of evil.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.13 (PG 34:482; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-13)."},"macarius-homiliae-spirituales/4.14":{"o":"Ὥσπερ γὰρ σίδηρος, ἢ μόλιβδος, ἢ χρυσὸς, ἢ ἄργυρος ἐπὶ πῦρ βληθεὶς λύεται, ἐκ τῆς φύσεως τῆς σκληρᾶς εἰς ἁπαλότητα μεταβαλλόμενος, καὶ ἐφ᾿ ὅσον ἐν τῷ πυρὶ τυγχάνει, λύεται καὶ ἠλλοίωται τῆς φυσικῆς σκληρότητος, διὰ τὴν τοῦ πυρὸς θερμὴν δύναμιν· τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἀρνησαμένη τὸν κόσμον, καὶ τὸν Κύριον μόνον ποθήσασα, ἐν πολλῇ ψυχῆς ζητήσει, καὶ πόνῳ καὶ ἀγῶνι, καὶ τὴν προσδοκίαν ἀδιάλειπτον ἔχουσα πρὸς αὐτὸν ἐλπίδι καὶ πίστει· καὶ δεξαμένη ἐκεῖνο τὸ ἐπουράνιον πῦρ τῆς θεότητος καὶ ἀγάπης τοῦ Πνεύματος τότε ἐξ ἀληθείας πάσης ἀγάπης κόσμου λύεται, καὶ πάσης κακίας παθῶν ἐλευθεροῦται, καὶ πάντα ἐκτὸς ποιεῖται αὐτῆς, καὶ ἐξ αὐτῆς τῆς φυσικῆς ἕξεως καὶ σκληρότητος τῆς ἁμαρτίας μεταβάλλεται, καὶ πάντα περισσὰ ἡγεῖται, πρὸς μόνον τὸν ἐπουράνιον Νυμφίον ὃν ἐδέξατο, ἀναπαυομένη ἐν τῇ ζεούσῃ καὶ ἀῤῥήτῳ αὐτοῦ ἀγάπῃ.","t":"For as iron, or lead, or gold, or silver, when thrown into the fire is loosed, being changed from its hard nature into softness, and so long as it is in the fire is loosed and altered from its natural hardness by the hot power of the fire: in the same way the soul that has denied the world and desired the Lord alone, with much searching of soul and pain and struggle, and that keeps her expectation toward him unceasingly in hope and faith, and has received that heavenly fire of the Godhead and of the love of the Spirit — then she is truly loosed from every love of the world, and is set free from every evil of the passions, and puts everything outside herself, and is changed from her very natural condition and the hardness of sin, and counts all things superfluous beside the heavenly Bridegroom alone whom she has received, resting in his burning and unspeakable love.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.14 (PG 34:482–483; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-14)."},"macarius-homiliae-spirituales/4.15":{"o":"Λέγω σοι δὲ, ὅτι αὐτοὺς τοὺς περιποθήτους ἀδελφοὺς, οὓς ἔχει πρὸ ὀφθαλμῶν, ἐὰν ἐμποδίζωσιν ἀπ' ἐκείνης τῆς ἀγάπης, ὥσπερ εἰπεῖν, ἀποστρέφεται· Ἐκεῖνο γάρ ἐστιν αὐτῆς ζωὴ καὶ ἀνάπαυσις, ἡ τοῦ ἐπουρανίου βασιλέως μυστικὴ καὶ ἄῤῥητος κοινωνία. Εἰ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη χωρίζει πατρὸς, μητρὸς, ἀδελφῶν, καὶ πάντα ἐξώτερα αὐτῶν γίγνεται ἐν τῷ νῷ· καὶ εἰ ἀγαπᾷ, ἐξωτέρως ἀγαπᾶ· τὴν δὲ διάθεσιν αὐτοῦ πᾶσαν εἰς τὴν σύνοικον αὐτοῦ κέκτηται· ᾿Αντὶ τούτου γὰρ, φησὶ, καταλείψει ἄνθρωπος τὸν πατέρα, καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Εἰ οὖν ἡ τῆς σαρκὸς ἀγάπη οὕτω λύει πάσης ἀγάπης, πόσῳ μᾶλλον ὅσοι κατηξιώθησαν ἐκείνου τοῦ ἁγίου Πνεύματος τοῦ ἐπουρανίου καὶ ἀγαπητοῦ ἐξ ἀληθείας κοινωνῆσαι, πάσης ἀγάπης κόσμου λυθήσονται, καὶ πάντα περισσὰ αὐτοῖς καταφανήσεται, τῷ νενικῆσθαι αὐτοὺς τῷ οὐρανίῳ πόθῳ, καὶ τῇ πτώσει αὐτοῦ ἡνῶσθαι! Ἐκεῖ γὰρ ἐπιποθοῦσιν, ἐκεῖ λογίζονται, ἐκεῖ ζῶσιν, ἐκεῖ οἱ λογισμοὶ αὐτῶν περιπατοῦσιν, ἐκεῖ ὁ νοῦς πάντοτε τὴν διατριβὴν ἔχει, νενικημένος τῷ θείῳ καὶ οὐρανίῳ ἔρωτι, καὶ πόθῳ πνευματικῷ.","t":"And I tell you that even the beloved brothers whom she has before her eyes, if they hinder her from that love, she turns away from them, so to speak. For that is her life and her rest, the mystical and unspeakable fellowship of the heavenly King. For if the love of fleshly union separates a man from father and mother and brothers, and all of them become outsiders in his mind — and if he loves them, he loves them as outsiders, while he has given his whole affection to the wife who lives with him; for it says, \"For this reason a man will leave his father and his mother and will be joined to his wife, and the two shall be one flesh\" — if, then, the love of the flesh so looses a man from every other love, how much more will those who have been counted worthy truly to share in that Holy Spirit, the heavenly and beloved one, be loosed from every love of the world, and all things appear superfluous to them, since they have been overcome by heavenly longing and united to him! For there they long, there they think, there they live, there their thoughts walk about, there the mind always has its dwelling, overcome by divine and heavenly love and by spiritual longing.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.15 (PG 34:483–484; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-15)."},"macarius-homiliae-spirituales/4.16":{"o":"Τὸ λοιπὸν, ὦ ἀγαπητοὶ ἀδελφοὶ, τοιούτων ἀγαθῶν προκειμένων, καὶ τοσούτων ἐπαγγελιῶν ἡμῖν ὑπὸ τοῦ Κυρίου ἐπηγγελμένων, πάντα τὰ ἐμπόδια ἀφ' ἑαυτῶν ἀπορρίψωμεν, καὶ πᾶσαν ἀγάπην τοῦ κόσμου ἀποστραφῶμεν, καὶ πρὸς ἐκεῖνο μόνον τὸ ἀγαθὸν τῇ ζητήσει, καὶ τῷ πόθῳ ἑαυτοὺς ἐκδῶμεν, ἵνα δυνηθῶμεν τυχεῖν ἐκείνης τῆς ἀῤῥήτου ἀγάπης τοῦ Πνεύματος, περὶ ἧς ὁ μακάριος Παῦλος παρήνεσε σπεύδειν ἡμᾶς πρὸς αὐτὴν, λέγων· Διώκετε τὴν ἀγάπην· ἵνα δυνηθῶμεν ἐκ τῆς σκληρότητος ἡμῶν τῆς ἀλλοιώσεως τῆς δεξιᾶς τοῦ Ὑψίστου καταξιωθῆναι, καὶ εἰς ἡμερότητα καὶ ἀνάπαυσιν πνευματικὴν ἐλθεῖν, ἔρωτι θείου Πνεύματος τρωθέντες. Ὁ γὰρ Κύριος πολὺ φιλανθρωπεύεται σπλαγχνιζόμενος, πότε ἐπιστρέψωμεν ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν, πάντων τῶν ἐναντίων ἑαυτοὺς ἐξαίροντες. Εἰ γὰρ καὶ ἡμεῖς διὰ πολλὴν ἀγνωσίαν καὶ νηπιότητα καὶ πρόληψιν κακίας ἀποστρεφόμεθα τὴν ζωὴν, καὶ ἐμπόδια πολλὰ τίθεμεν ἑαυτοῖς, μὴ βουλόμενοι ἐξ ἀληθείας μετανοεῖν· ἀλλ' αὐτὸς πολὺ σπλαγχνίζεται ἐφ᾿ ἡμᾶς μακροθυμῶν, πότε ἐπιστρέψαντες προσέλθωμεν πρὸς αὐτὸν, καὶ τὸν ἔσω ἡμῶν ἄνθρωπον φωτισθῶμεν, ἵνα μὴ καταισχυνθῶσι τὰ πρόσωπα ἡμῶν ἐν ἡμέρᾳ κρίσεως.","t":"For the rest, beloved brothers, since such good things lie before us and so many promises have been promised us by the Lord, let us cast off from ourselves every hindrance and turn away from every love of the world, and give ourselves over to that one good alone in our seeking and longing, that we may be able to obtain that unspeakable love of the Spirit, toward which the blessed Paul urged us to hasten when he said, \"Pursue love\"; so that out of our hardness we may be counted worthy of the change wrought by the right hand of the Most High, and may come into gentleness and spiritual rest, wounded with love for the divine Spirit. For the Lord shows great love for mankind and has compassion, waiting for when we shall turn wholly and altogether to him, lifting ourselves out of all that is against him. For even if we, through much ignorance and childishness and prepossession by evil, turn away from life and put many hindrances in our own path, not willing truly to repent, yet he has great compassion on us and is long-suffering, waiting for when we shall turn and come to him, and the inner man in us be enlightened, so that our faces may not be put to shame on the day of judgment.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.16 (PG 34:484–485; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-16)."},"macarius-homiliae-spirituales/4.17":{"o":"Εἰ δὲ καὶ δύσκολον ἡμῖν καταφαίνεται διὰ τὴν σκληρὰν τῆς ἀρετῆς ἄσκησιν, μᾶλλον δὲ διὰ τὴν ὑπόθεσιν καὶ συμβουλίαν τοῦ ἀντικειμένου, ἰδοὺ αὐτὸς σπλαγχνίζεται καὶ μακροθυμεῖ ἐκδεχόμενος τὴν ἡμετέραν ἐπιστροφὴν, καὶ ἁμαρτανόντων ἡμῶν ἀνέχεται, ἀναμένων τὴν μετάνοιαν ἡμῶν, καὶ πίπτοντας ἡμᾶς οὐκ ἐπαισχύνεται πάλιν δέχεσθαι, καθὼς εἶπεν ὁ Προφήτης Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ἀποστρέφων οὐκ ἐπιστρέφει; Μόνον ἡμεῖς διανήψωμεν ἔννοιαν ἀγαθὴν κτησάμενοι, καὶ ἐπιστρέψωμεν εὐθέως καὶ ὀρθῶς, βοήθειαν παρ' αὐτοῦ ἐπιζητοῦντες· καὶ αὐτὸς ἐστι σῶσαι ἡμᾶς ἕτοιμος ἐκδέχεται γὰρ τοῦ θελήματος ἡμῶν τὴν πρὸς αὐτὸν ζέουσαν ὁρμὴν, ὅσον ἔχομεν δυνάμεως· καὶ τὴν ἐκ προαιρέσεως ἀγαθὴν πίστιν καὶ προθυμίαν, τὴν δὲ κατόρθωσιν πᾶσαν αὐτὸς ἐν ἡμῖν ἐργάζεται. Σπουδάσωμεν τοίνυν, ἀγαπητοὶ, ὡς τέκνα Θεοῦ, ἀποδυσάμενοι πᾶσαν πρόληψιν καὶ ἀμέλειαν καὶ χαύνωσιν, γενναῖοι καὶ ἕτοιμοι γενέσθαι ἀκολουθεῖν ὀπίσω αὐτοῦ, μὴ ἀναβάλωμεν ἡμέραν ἐξ ἡμέρας ὑπὸ τῆς κακίας ὑποκλεπτόμενοι οὐ γὰρ οἴδαμεν, πότε ἡ ἀπὸ τῆς σαρκὸς ἡμῶν ἔξοδος γίνεται. Μεγάλαι γὰρ καὶ ἄῤῥητοί εἰσιν αἱ τῶν Χριστιανῶν ἐπαγγελίαι, τοσοῦτον, ὅτι μιᾶς ψυχῆς πίστιν καὶ πλοῦτον οὐκ ἀναλογεῖ πᾶσα ἡ δόξα καὶ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ ἡ λοιπὴ διακόσμησίς τε καὶ ποικιλία, καὶ πλοῦτος καὶ ὡραιότης, καὶ τρυφὴ τῶν ὀρωμένων.","t":"And if it appears difficult to us because of the hard discipline of virtue, or rather because of the suggestion and counsel of the adversary, behold, he himself has compassion and is long-suffering, waiting for our turning; and while we sin he bears with us, awaiting our repentance, and is not ashamed to receive us again when we fall, as the prophet said: \"Does he who falls not rise again, or he who turns away not turn back?\" Only let us become sober, gaining a good intention, and let us turn at once and rightly, seeking help from him; and he is ready to save us. For he waits for the eager impulse of our will toward him, as much strength as we have, and for the good faith and readiness that comes of our choice; but the whole accomplishment he himself works in us. Let us then be diligent, beloved, as children of God, stripping off all prepossession and negligence and slackness, to become noble and ready to follow after him. Let us not put it off from day to day, being robbed by evil; for we do not know when our departure from the flesh takes place. For the promises of Christians are great and unspeakable, so great that all the glory and beauty of heaven and earth, and all the rest of its order and variety and riches and loveliness and the delight of things seen, do not match the faith and riches of a single soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.17 (PG 34:485–486; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-17)."},"macarius-homiliae-spirituales/4.18":{"o":"Πῶς τοίνυν οὐ θελήσομεν τοσαύταις προτροπαῖς καὶ ἐπαγγελίαις τοῦ Κυρίου, ὅλοι ἐξ ὅλου προσελθεῖν, καὶ ἐκδότους ἑαυτοὺς αὐτῷ καταστῆσαι, ἀρνησάμενοι, κατὰ τὸ Εὐαγγέλιον, μετὰ πάντων καὶ τὴν ἑαυτῶν ψυχὴν, καὶ μόνον αὐτὸν ἀγαπῆσαι, καὶ σὺν αὐτῷ ἄλλο οὐδέν; ᾿Αλλ᾿ ἰδοὺ καὶ ταῦτα πάντα, καὶ πόση δόξα ἐδόθη; πόσαι οἰκονομίαι τοῦ Κυρίου ἀπὸ τῶν Πατέρων καὶ προφητῶν γεγόνασι; πόσαι ἐπαγγελίαι ἐπηγγέλθησαν; καὶ πόσαι προτροπαί; πόση εὐσπλαγχνία τοῦ Δεσπότου ἐξ ἀρχῆς ἐφ' ἡμᾶς γέγονεν; ἔσχατον δὲ, καὶ διὰ τῆς ἰδίας ἐπιδημίας τὴν ἄῤῥητον χρηστότητα ἐφ᾿ ἡμᾶς διὰ τῆς σταυρώσεως ἐπεδείξατο, ἵνα ἡμᾶς εἰς ζωὴν ἐπιστρέψαντας μετενέγκῃ· καὶ ἡμεῖς τῶν θελημάτων ἡμῶν καὶ τῆς ἀγάπης τοῦ κόσμου, καὶ τῶν προλήψεων καὶ συνηθειῶν κακῶν, οὐκ ἀναχωροῦμεν. Διὸ, ὀλιγόπιστοι, ἢ καὶ ἄπιστοι δεικνύμεθα· καὶ ἐπὶ τούτοις πᾶσιν, ἰδοὺ αὐτὸς χρηστεύεται, ἀοράτως φρουρῶν καὶ περιθάλπων, μὴ κατὰ τὰ ἁμαρτήματα παραδιδοὺς ἡμᾶς εἰς τέλος τῇ κακίᾳ, καὶ τῇ τοῦ κόσμου ἀπάτῃ ἀφιὼν ἡμᾶς ἀπολέσθαι, διὰ πολλὴν χρηστότητα καὶ μακροθυμίαν ἀποσκοπῶν, πότε πρὸς αὐτὸν ἐπιστρέψωμεν.","t":"How then shall we not be willing, with such urgings and promises of the Lord, to come to him wholly and altogether and give ourselves over to him, denying, according to the Gospel, along with everything else our own soul also, and loving him alone and nothing else beside him? But behold all these things: how much glory has been given! How many dispensations of the Lord have taken place through the fathers and the prophets! How many promises have been promised! And how many urgings! How great has been the tender mercy of the Master toward us from the beginning! And last of all he showed his unspeakable kindness toward us by his own coming, through the crucifixion, that he might turn us to life and carry us over. And we do not withdraw from our own wills and from the love of the world and from prepossessions and evil habits. Therefore we are shown to be of little faith, or even unbelieving. And for all this, behold, he deals kindly with them, invisibly guarding and cherishing them, not giving us over finally to evil according to our sins, nor leaving us to perish in the deceit of the world, but out of great kindness and long-suffering looking for when we shall turn to him.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.18 (PG 34:486; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-18)."},"macarius-homiliae-spirituales/4.19":{"o":"᾿Αλλὰ δέδοικα μή ποτε τὸ τοῦ Ἀποστόλου ῥητὸν πληρωθῇ εἰς ἡμᾶς τῇ καταφρονητικῇ ἐννοίᾳ συζῶντας, καὶ ταῖς προλήψεσι συναπαγομένους, τὸ λέγον· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Εἰ δὲ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι καὶ τῇ ἀνοχῇ αὐτοῦ πλείονα προστίθεμεν ἁμαρτήματα, καὶ κατακρίσεις μείζους διὰ τῆς ἀμελείας καὶ καταφρονήσεως ἡμῶν ἑαυτοῖς πορισόμεθα, πληρωθήσεται τὸ λόγιον· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως τῆς δικαιοκρισίας τοῦ Θεοῦ. Πολλῇ γὰρ ἀγαθότητι ἀνεκδιηγήτῳ, καὶ μακροθυμίᾳ ἀνεκφράστῳ κέχρηται ὁ Θεὸς περὶ τὸ γένος τῶν ἀνθρώπων, μόνον εἰ ἡμεῖς ἀνανῆψαι θελήσομεν, καὶ ἐξ ὅλου ἐπιστραφῆναι πρὸς αὐτὸν σπουδάσομεν, ἵνα σωτηρίας τυχεῖν δυνηθῶμεν.","t":"But I fear that the saying of the Apostle may be fulfilled in us, living as we do with a contemptuous mind and carried along by our prepossessions — the saying that goes: \"Or do you despise the riches of his kindness and forbearance and long-suffering, not knowing that the kindness of God leads you to repentance?\" And if to his long-suffering and kindness and forbearance we add more sins, and procure for ourselves greater condemnations by our negligence and contempt, the word will be fulfilled: \"But according to your hardness and impenitent heart you are storing up for yourself wrath in the day of wrath and revelation of the righteous judgment of God.\" For God has used great and indescribable goodness and unspeakable long-suffering toward the race of men — if only we are willing to become sober again, and are diligent to turn to him altogether, so that we may be able to obtain salvation.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.19 (PG 34:486–487; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-19)."},"macarius-homiliae-spirituales/4.2":{"o":"Ὥσπερ γὰρ τὸ σῶμα ἔχει ὁδηγὸν τὸν ὀφθαλμὸν, καὶ αὐτὸς ὁρῶν ὅλον ὁδηγεῖ τὸ σῶμα εἰς εὐθύτητα ὑπόθου δέ μοι διέρχεσθαί τινα διὰ τόπων ὑλωδῶν, καὶ ἀκανθῶν πεπληρωμένων καὶ βορβόρων, ἔνθα καὶ πῦρ ἀναβάλλει, καὶ ξίφη παραπεπήγασι, κρημνοί τε καὶ ὑδάτων πλήθη ἐκεῖ τυγχάνει τὸ λοιπὸν ὁ γοργὸς καὶ σπουδαῖος καὶ ἀκίνητος, ἔχων τὸν ὀφθαλμὸν ὁδηγὸν, πάνυ προσεχόντως παρέρχεται τοὺς χαλεποὺς ἐκείνους τόπους, συνέχων πανταχόθεν χερσὶ καὶ ποσὶ τὸν χιτῶνα ἑαυτοῦ, ἵνα μὴ ἐν ταῖς ὕλαις καὶ ἀκάνθαις περισχισθῇ, ἢ ἀπὸ τοῦ βορβόρου ἀφανισθῇ, ἢ ὑπὸ ξίφους διακοπῇ. Καὶ ὁ ὀφθαλμὸς ὅλον ὁδηγεῖ τὸ σῶμα, φῶς ὢν αὐτοῦ, ἵνα μὴ κρημνοῖς καταῤῥαγῇ, ἢ ὕδασι καταποντισθῇ, ἤ τινι χαλεπῷ καταβλαβῇ. Ὁ οὕτω γοργὸς καὶ συνετὸς, καὶ μετὰ πάσης νήψεως παρερχόμενος συσφίγγων τὸν χιτῶνα αὐτοῦ, ὑπὸ τοῦ ὀφθαλμοῦ εὐθέως ὁδηγούμενος, φυλάσσει καὶ ἑαυτὸν ἀβλαβῆ, καὶ τὸν χιτῶνα τοῦ ἐνδύματος αὐτοῦ ἄκαυστον καὶ ἄσχιστον διατηρεῖ. Ἐὰν δὲ τις ᾗ ἀργὸς καὶ ὀκνηρὸς, καὶ ῥᾴθυμος, καὶ βαρὺς, καὶ χαῦνος, διὰ τῶν τοιούτων παρερχόμενος τόπων, περιῤῥέων ὁ χιτὼν αὐτοῦ ἔνθεν καὶ ἔνθεν, εἰς τὰς ὕλας καὶ ἀκάνθας περισχίζεται, ἢ ὑπὸ τοῦ πυρὸς κατακαίεται, διὰ τὸ μὴ συνέχειν πάντοθεν ἀνδρείως τὸ ἔνδυμα ἢ ὑπὸ τῶν παραπεπηγμένων ξιφῶν παρακόπτεται, ἢ ὑπὸ τοῦ βορβόρου σπιλοῦται, καὶ ἀπαξαπλῶς τάχιον καταφθείρει τὸν καλὸν καὶ καινὸν τοῦ ἐνδύματος χιτῶνα, διὰ τὴν ἀπροσεξίαν, καὶ χαυνότητα, καὶ ὀκνηρίαν αὐτοῦ εἰ δὲ μὴ καλῶς καὶ εὐθέως τῷ ὀφθαλμῷ προσέχει, καὶ αὐτὸς εἰς φάραγγα πεσεῖται, ἢ ἐν τοῖς ὕδασι καταποντισθήσεται.","t":"For as the body has the eye as its guide, and the eye, seeing, guides the whole body straight: suppose that someone passes through places thick with brushwood and full of thorns and mire, where fire also breaks out and swords are set fast, and where there are cliffs and great waters. Then the man who is alert and diligent and unshaken, having the eye as his guide, passes very carefully through those difficult places, holding his tunic together on every side with hands and feet, so that it may not be torn through in the brushwood and thorns, or be ruined by the mire, or be cut through by a sword. And the eye guides the whole body, being its light, that he may not be dashed down the cliffs, or drowned in the waters, or injured by any hard thing. The man who passes through thus alertly and sensibly and with all sobriety, drawing his tunic tight, guided straight by the eye, keeps himself unharmed and preserves the tunic of his clothing unburned and untorn. But if a man is idle and sluggish and careless, heavy and slack, as he passes through such places his tunic trails this way and that, and is torn through in the brushwood and thorns, or is burned up by the fire because he does not hold his garment together manfully on every side; or it is cut by the swords that are set fast, or is stained by the mire; and in short, by his inattention and slackness and sloth he quickly ruins the fine new tunic of his clothing. And if he does not attend well and straightly to the eye, he himself will fall into a ravine or be drowned in the waters.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.2 (PG 34:473–474; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-2)."},"macarius-homiliae-spirituales/4.20":{"o":"Εἰ δὲ βούλει ἐπιγνῶναι τὴν τοῦ Θεοῦ μακροθυμίαν, καὶ τὴν πολλὴν χρηστότητα, ἀπὸ τῶν θεοπνεύστων Γραφῶν καταμάθωμεν. ᾿Απόβλεψον εἰς τὸν Ἰσραὴλ, ἐξ ὧν οἱ Πατέρες, οἷς αἱ ἐπαγγελίαι ὡρίσθησαν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, οἷς αἱ λατρεῖαι καὶ ἡ διαθήκη, πόσα ἥμαρτον; ποσάκις ἐξετράπησαν; καὶ αὐτὸς οὐκ εἴασεν αὐτοὺς εἰς τέλος, ἀλλὰ πρόσκαιρον χρόνον πρὸς τὸ συμφέρον αὐτοῖς παιδείαις παρεδίδου, τὸ σκληρὸν τῆς καρδίας αὐτῶν διὰ τῆς θλίψεως μαλάξαι βουλόμενος, ἐπέστρεφε, παρεκάλει, προφήτας ἀπέστελλε. Καὶ πόσοις χρόνοις ἐμακροθύμει ἁμαρτανόντων καὶ προσκοπτόντων αὐτῶν; καὶ ἐπιστρέφοντας μετὰ χαρᾶς προσεδέχετο, καὶ πάλιν ἐκτρεπομένων αὐτῶν αὐτὸς οὐκ ἀφίστατο, ἀλλὰ διὰ τῶν προφητῶν εἰς ἐπιστροφὴν αὐτοὺς μετεκαλεῖτο· καὶ πλεονάκις ἐκτραπέντων καὶ ἐπιστρεφομένων ἡδέως ἀντείχετο, καὶ φιλανθρώπως προσεδέχετο, ἕως οὗ ὕστερον ἐν τῷ μεγάλῳ παραπτώματι εὑρέθησαν, χεῖρας ἐπιβαλόντες ἐπὶ τὸν ἴδιον Δεσπότην, ὃν προσεδόκων διὰ παραδόσεων Πατέρων καὶ προφητῶν ἁγίων λυτρωτὴν καὶ Σωτῆρα, καὶ βασιλέα, καὶ προφήτην. Ἐλθόντα γὰρ οὐ παρεδέξαντο, ἀλλὰ τοὐναντίον πολλὰ αὐτῷ ἐνδειξάμενοι ἀτιμίας ἄξια, ὕστερον σταυρῷ θανάτου ἐτιμωρήσαντο, καὶ ἐν τούτῳ τῷ μεγάλῳ προσκόμματι, καὶ ὑπερβάλλοντι παραπτώματι, αἱ ἁμαρτίαι αὐτῶν ὑπερπληθύνασαι ἀνεπληρώθησαν, καὶ οὕτω λοιπὸν εἰς τέλος ἀφείθησαν, τοῦ ἁγίου Πνεύματος ἐκεῖθεν ἀναχωρήσαντος, ὅτε τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη. Καὶ οὕτως αὐτῶν ὁ ναὸς ἔθνεσι παραδοθεὶς κατεσκάφη, καὶ ἡρημώθη κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὧδε, ὃς οὐ καταλυθήσεται. Καὶ οὕτως εἰς τέλος παρεδόθησαν τοῖς ἔθνεσι, καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ ὑπὸ τῶν αἰχμαλωτισάντων αὐτοὺς τότε βασιλέων, μηκέτι εἰς τοὺς ἰδίους ἀνακάμψαι τόπους κελευσθέντες.","t":"And if you wish to recognize the long-suffering of God and his great kindness, let us learn it from the God-inspired Scriptures. Look at Israel, from whom are the fathers, to whom the promises were appointed, from whom is Christ according to the flesh, to whom belong the services of worship and the covenant: how much did they sin? How often did they turn aside? And he did not give them up finally, but for a short time handed them over to chastisements for their own profit, wishing to soften the hardness of their heart through affliction; he turned them back, he exhorted them, he sent prophets. And for how many years was he long-suffering while they sinned and stumbled? And when they turned back he received them with joy; and when they turned aside again he did not stand off from them, but through the prophets called them back to return. And when they had turned aside and returned many times, he gladly held to them and received them with love for mankind, until at last they were found in the great transgression, laying hands on their own Master, whom they had been expecting, through the traditions of the fathers and the holy prophets, as redeemer and Saviour and king and prophet. For when he came they did not receive him, but on the contrary, after showing him many things deserving of dishonour, at last they punished him with the cross of death. And in this great stumbling and surpassing transgression their sins overflowed and were filled full; and so at last they were given up, when the Holy Spirit withdrew from there, at the moment when the veil of the temple was torn. And so their temple was handed over to the nations and was razed and made desolate, according to the Lord's sentence: \"There shall not be left here one stone upon another that will not be thrown down.\" And so they were given over finally to the nations and were scattered over all the earth by the kings who then took them captive, being ordered never to return to their own places.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.20 (PG 34:487–488; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-20)."},"macarius-homiliae-spirituales/4.21":{"o":"Οὕτως οὖν καὶ νῦν ἐφ᾽ ἑκάστῳ ἡμῶν χρηστὸς ὧν καὶ ἀγαθὸς, μακροθυμεῖ, ὁρῶν πόσα ἕκαστος προσκόπτει, καὶ ἡσυχάζει ἐκδεχόμενος, πότε διανήψει, καὶ ἀποστραφήσεται τοῦ μηκέτι προσκόπτειν, ἐν πολλῇ ἀγάπῃ καὶ χαρᾷ τὸν ἐπιστρέφοντα ἀπὸ τῆς ἁμαρτίας δεχόμενος. Οὕτω γάρ φησι· Χαρὰ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· καὶ πάλιν Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται εἰς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων. Εἰ δὲ τις τῆς χρηστότητος καὶ μακροθυμίας τοῦ Θεοῦ πολλῆς ἐπικειμένης ἐπ᾿ αὐτῷ, μὴ ἐπεξερχομένου εἰς ἄμυναν τοῖς κατὰ μέρος τῶν ἁμαρτημάτων προσκόμμασιν, εἴτε κρυπτοῖς, εἴτε φανεροῖς, ὁρῶντος καὶ ἡσυχάζοντος ὡς εἰς μετάνοιαν ἐκδεχομένου τοῦ Θεοῦ, αὐτὸς εἰς καταφρόνησιν πολλὴν ἐλθὼν, ἁμαρτήματα προστίθησιν ἐπὶ ἁμαρτήματα, καὶ ῥαθυμίαν ἐπὶ ῥᾳθυμίαν συνάπτει, καὶ πρόσκομμα ἐπὶ πρόσκομμα οἰκοδομεῖ, πληροῖ τοὺς ὅρους τῶν ἁμαρτιῶν, καὶ εἰς τοσοῦτον λοιπὸν πρόσκομμα ἔρχεται, ἐξ οὗ οὐκέτι δύναται ἀνανεῦσαι, ἀλλὰ συντρίβεται καὶ εἰς τέλος τῷ πονηρῷ παραδοθεὶς ἀπόλλυται.","t":"So now also, being kind and good toward each one of us, he is long-suffering, seeing how much each stumbles, and he keeps silence and waits for when a man will become sober and turn away so as to stumble no more, receiving with great love and joy the one who turns from sin. For so he says: \"There is joy over one sinner who repents\"; and again, \"It is not the will of my Father that one of these little ones, the least of them, should perish.\" But if a man, while the great kindness and long-suffering of God lies upon him — God not proceeding to punish the particular stumblings of his sins, whether hidden or open, but seeing and keeping silence, as one waiting for repentance — if such a man comes to great contempt and adds sins to sins, and joins sloth to sloth, and builds stumbling upon stumbling, he fills up the measure of his sins, and comes at last to such a stumbling that he can no longer lift his head; but he is crushed and, being given over finally to the evil one, perishes.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.21 (PG 34:488–489; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-21)."},"macarius-homiliae-spirituales/4.22":{"o":"Οὕτως ἐπὶ Σοδόμων γέγονε. Πολλὰ γὰρ ἁμαρτάνοντες καὶ οὐκ ἐπιστρέφοντες, ὕστερον οὕτω προσέκοψαν ἐπὶ τῇ τῶν ἀγγέλων κακῇ βουλῇ, ἀῤῥενοκοιτίαν εἰς αὐτοὺς ἐργάσασθαι θελήσαντες, ὥστε μηκέτι αὐτοὺς ἔχειν μετάνοιαν, ἀλλ᾽ εἰς τέλος ἀπεδοκιμάσθησαν. ᾿Ανεπλήρωσαν γὰρ τὸν ὅρον τῶν ἁμαρτιῶν, καὶ ὑπερέβησαν· διὸ καὶ πυρίκαυστοι ὑπὸ τῆς θείας δίκης γεγόνασιν· οὕτως καὶ ἐπὶ Νῶε γέγονε, προσκόπτοντες πολλὰ καὶ μετανοοῦντες, εἰς τηλικαῦτα ἁμαρτήματα ἔφθασαν, ὥστε εἰς τέλος πᾶσαν τὴν γῆν καταφθαρῆναι. Οὕτως καὶ ἐπὶ τῶν Αἰγυπτίων πολλὰ προσκοψάντων, καὶ εἰς τὸν λαὸν τοῦ Θεοῦ ἁμαρτησάντων, ἐχρηστεύετο ὁ Θεὸς μὴ τοιαύτας αὐτοῖς μάστιγας ἐπιφέρειν, ὥστε εἰς τέλος αὐτοὺς διαφθεῖραι· ἀλλ᾽ εἰς παιδείαν, καὶ ἐπιστροφὴν, καὶ μετάνοιαν ἔφερεν αὐτοῖς ἐκείνας τὰς μικρὰς πληγὰς τῶν μαστίγων, μακροθυμῶν, καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος. Οἱ δὲ, πολλὰ ἁμαρτήσαντες εἰς τὸν λαὸν τοῦ Θεοῦ, καὶ ἐπιστρέφοντες, καὶ πάλιν μεταμελόμενοι, καὶ εἰς τὴν ἀρχαίαν ἀπιστίαν τῆς κακῆς προαιρέσεως καθιστάμενοι, καὶ τὸν λαὸν τοῦ Θεοῦ καταπονήσαντες, ὕστερον, ὅτε διὰ θαυμασίων πολλῶν ὁ Θεὸς τὸν λαὸν ἐξ Αἰγύπτου διὰ Μωσέως ἐξέβαλε, μέγα προσέκοψαν, καταδιώξαντες ὀπίσω τοῦ λαοῦ τοῦ Θεοῦ. Διὸ καὶ εἰς τέλος ἡ θεία δίκη τούτους ἀνήλωσε καὶ διέφθειρε, καὶ ἐν τοῖς ὕδασι κατεπόντισε, μηδὲ τῆς ὁρωμένης ζωῆς ἀξίους κρίνασα.","t":"So it was with Sodom. For sinning much and not turning back, at the last they stumbled so far in their evil design against the angels, wishing to practise sodomy upon them, that they had repentance no longer, but were finally rejected. For they filled up the measure of their sins and went beyond it; and therefore they were burned up with fire by the divine judgment. So also it was in the days of Noah: stumbling much and repenting, they came at last to such sins that the whole earth was utterly destroyed. So also with the Egyptians: when they had stumbled much and sinned against the people of God, God dealt kindly with them, not bringing such scourges upon them as would destroy them utterly, but brought upon them those light blows of the scourges for their instruction and turning and repentance, being long-suffering and waiting for their repentance. But they, having sinned much against the people of God, and turning back, and then changing their minds again, and settling back into their old unbelief and evil purpose, and wearing down the people of God — at the last, when through many wonders God brought the people out of Egypt by Moses, they stumbled greatly, pursuing after the people of God. Therefore the divine judgment consumed and destroyed them utterly and drowned them in the waters, judging them unworthy even of the life that is seen.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.22 (PG 34:489–490; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-22)."},"macarius-homiliae-spirituales/4.23":{"o":"Ομοίως ὁ Ἰσραὴλ, ὡς προείρηται, πολλὰ προσκόπτων καὶ ἁμαρτάνων, τοὺς προφήτας τοῦ Θεοῦ ἀποκτείνων, καὶ ἄλλα πολλὰ κακὰ ποιῶν, ἐπεὶ ὁ Θεὸς ἐμακροθύμει ἡσυχάζων, καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος, ἔσχατον οὕτω προσέκοψαν, ὅθεν συντριβέντες οὐκέτι ἠγέρθησαν. Εἰς τὸ Δεσποτικὸν γὰρ ἀξίωμα τὰς ἑαυτῶν χεῖρας ἐπέβαλον. Διὸ καὶ εἰς τέλος καταλειφθέντες ἀπεβλήθησαν, καὶ ἤρθη ἀπ᾿ αὐτῶν ἡ προφητεία, καὶ ἡ ἱερατεία, καὶ ἡ λατρεία, καὶ ἐδόθη τοῖς πιστεύσασιν ἔθνεσιν, ὥς φησιν ὁ Κύριος· Ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Μέχρι γὰρ τότε ἡνείχετο αὐτῶν, καὶ ὁ Θεὸς ἐμακροθύμει, καὶ οὐκ ἀφίστατο σπλαγχνιζόμενος ἐπ᾿ αὐτοὺς· ὅτι δὲ ἀνεπλήρωσαν τὸν ὅρον τῶν ἁμαρτιῶν, καὶ ὑπερεπλεόνασαν, εἰς τὸ Δεσποτικὸν ἀξίωμα τὰς χεῖρας αὐτῶν ἐπιβαλόντες, εἰς τέλος ὑπὸ τοῦ Θεοῦ κατελείφθησαν.","t":"Likewise Israel, as has been said, stumbling much and sinning, killing the prophets of God and doing many other evils — since God was long-suffering and kept silence and waited for their repentance — stumbled at the last in such a way that, being crushed, they rose no more. For they laid their own hands upon the Master's dignity. Therefore they were finally left and cast out, and prophecy and priesthood and the service of worship were taken from them and given to the nations that believed, as the Lord says: \"The kingdom will be taken from you and will be given to a nation that produces its fruits.\" For until that time he bore with them, and God was long-suffering and did not stand off, having compassion on them; but when they had filled up the measure of their sins and gone beyond it, laying their hands upon the Master's dignity, they were finally left by God.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.23 (PG 34:490–491; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-23)."},"macarius-homiliae-spirituales/4.24":{"o":"Ταῦτα δὲ διὰ πλειόνων διεξήλθομεν, ἀγαπητοὶ, ἀπὸ Γραφικῶν ἐννοιῶν συνιστῶντες, τὸ δεῖν ἡμᾶς ἐπιστρέφειν τάχιον, καὶ σπεύδειν πρὸς τὸν Κύριον χρηστευόμενον καὶ ἐκδεχόμενον ἡμᾶς ἀπὸ πάσης πονηρίας καὶ προλήψεως κακῆς τελείως ἀναχωροῦντας, καὶ ἐπιστρέφοντας μετὰ πολλῆς χαρᾶς προσδεχόμενον, ἵνα μὴ ἐπαυξήσῃ ἡ καταφρόνησις ἡμῶν ἡμέραν ἐξ ἡμέρας, καὶ τὰ προσκόμματα τιθέμενα πλεονάσῃ εἰς ἡμᾶς, καὶ διὰ τοῦτο τὴν ὀργὴν τοῦ Θεοῦ ἐπενέγκωμεν ἑαυτοῖς. Σπουδάσωμεν τοίνυν ἐπιστραφέντες ἐν ἀληθινῇ καρδίᾳ προσελθεῖν αὐτῷ, μὴ ἀπελπίζοντες τὴν σωτηρίαν, ὅπερ καὶ αὐτὸ τῆς κακίας καὶ πανουργίας τυγχάνει, ὑπομνήσει προλαβουσῶν ἁμαρτιῶν, εἰς ἀπελπισμὸν φερουσῶν τὸν ἄνθρωπον, καὶ εἰς χαύνωσιν καὶ ὀλιγωρίαν, καὶ ῥαθυμίαν· ἵνα μὴ ἐπιστρέψας καὶ προσελθὼν τῷ Κυρίῳ, σωτηρίας τύχῃ, πολλῆς χρηστότητος τοῦ Κυρίου ἐπικειμένης τῷ ἀνθρωπίνῳ γένει.","t":"These things we have set out at some length, beloved, establishing them from the thoughts of Scripture: that we must turn quickly and hasten to the Lord, who deals kindly with us and waits for us to withdraw completely from all wickedness and evil prepossession, and who receives with great joy those who turn — so that our contempt may not grow greater from day to day, and the stumblings we set in our own path multiply against us, and we thereby bring the wrath of God upon ourselves. Let us then be diligent to turn and come to him with a true heart, not despairing of salvation. For this too belongs to evil and its cunning: by the memory of former sins it brings a man to despair, and to slackness and faintheartedness and sloth, so that he may not turn and come to the Lord and obtain salvation, though the great kindness of the Lord lies upon the human race.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.24 (PG 34:491; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-24)."},"macarius-homiliae-spirituales/4.25":{"o":"Εἰ δὲ ὥσπερ δύσκολον ἡμῖν καταφαίνεται, καὶ ἀδύνατον ἐκ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαι, ὡς προειλημμένους, ὅπερ, ὡς προειρήκαμεν, ὑπόθεσις τυγχάνει τῆς κακίας, καὶ τῆς σωτηρίας ἡμῶν ἐμπόδιον· μνημονεύσωμεν καὶ ἀπίδωμεν, πῶς ὁ Κύριος ἐπιδημήσας τῇ ἀγαθότητι αὐτοῦ τυφλοὺς ἀναβλέψαι ἐποίησε, παραλυτικοὺς ἐθεράπευσε, πᾶσαν νόσον ἰάσατο, νεκροὺς τοὺς εἰς διαφθορὰν καὶ ἀφανισμὸν ἤδη τυγχάνοντας ἀνέστησε, κωφοὺς ἀκοῦσαι πεποίηκε, λεγεῶνα δαιμόνων ἀπὸ ἑνὸς ἀνθρώπου ἐξέβαλε, καὶ εἰς σωφροσύνην κατέστησε τὸν εἰς τοσαύτην μανίαν κεχωρηκότα. Πόσῳ οὖν μᾶλλον ψυχὴν ἐπιστρέφουσαν πρὸς αὐτὸν, καὶ παρ᾿ αὐτοῦ τὸ ἔλεος ἐπιζητοῦσαν, καὶ δεομένην τῆς αὐτοῦ βοηθείας, οὐκ ἐπιστρέψει, καὶ εἰς εὐφροσύνην ἀπαθείας, καὶ κατάστασιν πάσης ἀρετῆς, καὶ νοὸς ἀνακαινισμὸν ἐνεγκεῖ, καὶ μεταβαλεῖ εἰς ὑγιότητα, καὶ ἀνάβλεψιν διανοίας, καὶ λογισμῶν εἰρήνην, ἀπὸ τῆς τυφλώσεως, καὶ κωφώσεως τῆς ἀπιστίας καὶ ἀγνωσίας, καὶ ἀφοβίας, εἰς σωφρονισμὸν ἀρετῆς καὶ καθαρότητα καρδίας ἐνεγκών! ὁ γὰρ κτίσας τὸ σῶμα, καὶ τὴν ψυχὴν αὐτὸς πεποίηκε. Καὶ ὥσπερ ἐπιδημήσας ἐν τῇ γῇ, τοῖς προσερχομένοις καὶ ζητοῦσι τὴν παρ᾿ αὐτοῦ βοήθειαν καὶ ἴασιν, ἀφθόνως τῇ χρηστότητι αὐτοῦ παρείχετο, καθὼς ἔχρῃζον, ὡς ἀγαθὸς καὶ μόνος ἰατρός· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν.","t":"And if it appears to us difficult, and even impossible, to turn from many sins, since we are already in their grip — which, as we have said, is a device of evil and a hindrance to our salvation — let us remember and consider how the Lord, when he came in his goodness, made the blind see again, healed the paralysed, cured every disease, raised the dead who were already in corruption and decay, made the deaf hear, cast a legion of demons out of one man, and brought back to soundness of mind one who had gone into such madness. How much more, then, will he turn a soul that turns to him and seeks mercy from him and asks for his help; and will bring her into the gladness of freedom from passion, and into the settled state of every virtue, and into the renewal of the mind; and will change her into health and into the recovery of her understanding's sight and the peace of her thoughts, bringing her from the blindness and deafness of unbelief and ignorance and fearlessness of God into the sober-mindedness of virtue and purity of heart! For he who created the body made the soul also. And as when he came in the earth he supplied ungrudgingly out of his kindness, to those who came and sought help and healing from him, whatever they needed, being the good and only physician, so also in spiritual things.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.25 (PG 34:491–492; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-25)."},"macarius-homiliae-spirituales/4.26":{"o":"Εἰ γὰρ ἐπὶ τὰ λυόμενα καὶ ἀποθνήσκοντα πάλιν σώματα, οὕτως εὐσπλαγχνίσθη, καὶ ἑκάστῳ ὁ ἐπεζήτει πεποίηκε προθύμως, καὶ χρηστῶς, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτω τυγχανούσῃ ἐν νόσῳ ἀγνοίας, τῆς κακίας, ἀπιστίας τε καὶ ἀφοβίας, καὶ τῶν λοιπῶν τῆς ἁμαρτίας παθῶν· προσερχομένῃ δὲ τῷ Κυρίῳ, καὶ τὴν παρ᾿ αὐτοῦ βοήθειαν ἐπιζητούσῃ, καὶ εἰς τὸ αὐτοῦ ἔλεος ἐπισκοπούσῃ, καὶ τὴν χάριν τοῦ Πνεύματος παρ᾿ αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν αὐτῆς, καὶ πάσης κακίας καὶ παντὸς πάθους ἀπαλλαγὴν, οὐ δωρήσεται τάχιον καὶ ἑτοιμοτέρως τὴν ἀπολύτρωσιν τῆς ἰάσεως, κατὰ τὸν αὐτὸν λόγον. Πόσῳ μᾶλλον ὁ οὐράνιος Πατήρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας τε καὶ νυκτός καὶ ἐπάγει λέγων, Καὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει· καὶ πάλιν ἐν ἑτέρῳ παραινεῖ Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται· καὶ διεξελθὼν ἐπιφέρει, Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν Αμὴν λέγω ὑμῖν, εἰ καὶ διὰ τὸ εἶναι φίλον αὐτοῦ μὴ δώσει αὐτῷ, διὰ γε τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ἀναστὰς, ὅσον χρήζει.","t":"For if he had such compassion on bodies that are dissolved and die again, and did readily and kindly for each one what he asked, how much more for the soul, which is immortal and indissoluble and incorruptible, and is in the sickness of ignorance and of evil and unbelief and fearlessness of God and the other passions of sin — when she comes to the Lord and seeks help from him, and looks to his mercy, and desires to receive from him the grace of the Spirit for her redemption and salvation and for release from every evil and every passion — will he not grant the redemption of healing more quickly and more readily, according to that same word: \"How much more will the heavenly Father avenge those who cry out to him day and night?\" And he adds, saying, \"And I tell you, he will avenge them speedily.\" And again in another place he exhorts: \"Ask, and it will be given you; for everyone who asks receives, and he who seeks finds, and to him who knocks it will be opened.\" And having gone through this he adds, \"How much more will your heavenly Father give the Holy Spirit to those who ask him? I tell you, even if he will not give it to him because he is his friend, yet because of his shamelessness he will rise and give him as much as he needs.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 4.26 (PG 34:492–493; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-26)."},"macarius-homiliae-spirituales/4.27":{"o":"Ἀναιδῶς οὖν καὶ ἀδιαλείπτως, καὶ ἀπερικακήτως αἰτεῖν ἡμᾶς τὴν παρ' αὐτοῦ τῆς χάριτος ἀντίληψιν, διὰ τούτων πάντων προετρέψατο. Διὰ γὰρ τοὺς ἁμαρτωλοὺς ἦλθεν, ἵνα ἐπιστρέψωσι πρὸς αὐτὸν, καὶ ἰάσηται τοὺς πιστεύοντας αὐτῷ· μόνον ἡμεῖς τῶν κακῶν προλήψεων ἀποστήσωμεν ἑαυτοὺς, ὅσον τὸ ἐν ἡμῖν δυνατὸν, καὶ μισήσωμεν τὰ φαῦλα ἐπιτηδεύματα, καὶ τὰς τοῦ κόσμου ἀπάτας, καὶ τοὺς πονηροὺς καὶ ματαίους λογισμοὺς ἀποστραφῶμεν, καὶ πάντοτε πρὸς αὐτὸν ὅση δύναμις προσκολληθῶμεν· καὶ αὐτὸς ἕτοιμος ποιεῖν ἡμῖν τὴν παρ᾿ αὐτοῦ βοήθειαν. Εἰς τοῦτο γάρ ἐστιν ἐλεῶν, καὶ ζωοποιῶν, καὶ ἰώμενος τὰ ἀνίατα πάθη, καὶ λύτρωσιν ποιῶν τοῖς ἐπικαλουμένοις αὐτὸν καὶ πρὸς αὐτὸν ἐπιστρέφουσι, πάσης κοσμικῆς ἀγάπης ὅση δύναμις ἐκ θελήματος καὶ προαιρέσεως ἀναχωροῦσι, καὶ τὴν διάνοιαν ἀπὸ γῆς ἕλκουσι, καὶ πρὸς αὐτὸν τῇ ἐπιζητήσει καὶ ἐπιποθήσει ἀποκρεμαμένοις· ἡ τοιαύτη ψυχὴ τῆς παρ᾿ αὐτοῦ βοηθείας ἀξιοῦται, ἡ πάντα περισσὰ ἡγουμένη, καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου ἀναπαυομένη· ἀλλ᾽ εἰς τὴν αὐτοῦ ἀνάπαυσιν τῆς χρηστότητος ἀναπαῆναι καὶ εὐφρανθῆναι ἐκδεχομένη· καὶ οὕτως διὰ τῆς τοιαύτης πίστεως ἐπιτυχοῦσα τῆς ἐπουρανίου δωρεᾶς, καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐν πληροφορίᾳ διὰ τῆς χάριτος ἀναπαύσασα, καὶ λοιπὸν συμφώνως καὶ ἀκολούθως τῷ Πνεύματι τῷ ἁγίῳ διακονήσασα, καὶ ὁσημέραι εἰς τὸ ἀγαθὸν προκόπτουσα, καὶ εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης ἐμμένουσα, καὶ εἰς τὸ τέλος ἄκαμπτος καὶ ἀσυνδύαστος εἰς τὸ κακίας μέρος διαμείνασα, καὶ τὴν χάριν ἐν μηδενὶ λυπήσασα τῆς αἰωνίου σωτηρίας σὺν πᾶσι τοῖς ἁγίοις καταξιοῦται ἅτε δὴ κοινωνὸς καὶ σύνδρομος κατὰ μίμησιν αὐτῶν ἐν κόσμῳ ἀναστραφεῖσα. ᾿Αμήν.","t":"By all these words, then, he urged us to ask shamelessly and unceasingly and without growing weary for the support of his grace. For he came for sinners, that they might turn to him and that he might heal those who believe in him. Only let us withdraw ourselves from evil prepossessions, as far as it lies in us, and hate base pursuits and the deceits of the world, and turn away from wicked and vain thoughts, and always cleave to him with all our strength; and he is ready to give us his help. For this is why he shows mercy and gives life and heals incurable passions and works redemption for those who call upon him and turn to him, withdrawing as far as they can, by will and choice, from every worldly love, and drawing their understanding away from the earth, and hanging upon him in their seeking and longing. Such a soul is counted worthy of his help — the soul that counts all things superfluous and rests on nothing in the world, but waits to rest and rejoice in the rest of his kindness. And so, having obtained the heavenly gift through such faith, and having set her desire at rest in full assurance through grace, and having thereafter served in harmony with and in obedience to the Holy Spirit, and advancing day by day in what is good, and abiding in the way of righteousness, and remaining to the end unbending and without partnership with the party of evil, and in nothing grieving the grace — such a soul is counted worthy of eternal salvation with all the saints, as one who has been their companion and fellow runner, having lived in the world in imitation of them. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.27 (PG 34:493–494; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-27)."},"macarius-homiliae-spirituales/4.3":{"o":"Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ φοροῦσα ὥσπερ χιτῶνα καλὸν τὸ ἔνδυμα τοῦ σώματος, ἔχουσα διακριτικὸν μέλος εὐθύνον ὅλην τὴν ψυχὴν μετὰ τοῦ σώματος, παρερχομένην διὰ τῶν ὑλῶν καὶ ἀκανθῶν τοῦ βίου, καὶ βορβόρου, καὶ πυρὸς, καὶ κρημνῶν, τοῦτ' ἔστιν ἐπιθυμιῶν, καὶ ἡδονῶν, καὶ τῶν λοιπῶν ἀτόπων τοῦ αἰῶνος τούτου, πάντοθεν ὀφείλει μετὰ νήψεως, καὶ ἀνδρίας, καὶ σπουδῆς, καὶ προσοχῆς συσφίγγειν καὶ φυλάσσειν ἑαυτὴν, καὶ τὸν χιτῶνα τοῦ σώματος, μή που περισχισθῇ ἐν ταῖς τοῦ κόσμου ὕλαις καὶ ἀκάνθαις, μεριμνῶν, καὶ ἀσχολιῶν, καὶ περισπασμῶν γηΐνων· καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας κατακαυθῇ οἷον ἐνδεδυμένη τὸν ὀφθαλμὸν ἀποστρέφει, τοῦ μὴ ἰδεῖν πονηρά τὸ οὖς ὁμοίως ἀποστρέφει, τοῦ μὴ ἀκούειν καταλαλιάν. Τὴν γλῶσσαν τοῦ μὴ λαλεῖν μάταια χεῖρας καὶ πόδας ἀπὸ ἐπιτηδευμάτων κακῶν. Ἔχει γὰρ θέλημα ἡ ψυχή τοῦ ἀποστρέψαι καὶ κωλῦσαι τὰ μέλη τοῦ σώματος ἀπὸ κακίστων θεαμάτων καὶ ἀκοῆς πονηρᾶς, καὶ αἰσχρᾶς, καὶ λόγων ἀπρεπῶν, καὶ ἐπιτηδευμάτων κοσμικῶν καὶ πονηρῶν.","t":"In the same way the soul also, wearing the garment of the body as a fine tunic, and having the faculty of discernment to direct the whole soul together with the body as it passes through the brushwood and thorns of this life, and the mire and the fire and the cliffs — that is, through desires and pleasures and the other unseemly things of this age — ought on every side, with sobriety and courage and diligence and attention, to draw herself together and guard both herself and the tunic of the body, lest it be torn through anywhere in the brushwood and thorns of the world, in cares and occupations and earthly distractions, or be burned up by the fire of desire. So clothed, she turns the eye away from seeing evil things; likewise she turns the ear away from hearing slander, and the tongue from speaking vain things, and hands and feet from wicked pursuits. For the soul has a will to turn away and restrain the members of the body from the worst sights and from wicked and shameful hearing, and from unfitting words, and from worldly and wicked pursuits.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.3 (PG 34:474; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-3)."},"macarius-homiliae-spirituales/4.4":{"o":"᾿Αποστρέφει δὲ καὶ ἑαυτὴν ἡ ψυχὴ ὑπὸ ῥεμβασμῶν πονηρῶν, φυλάττουσα τὴν καρδίαν, τοῦ μὴ ῥέμβεσθαι ἐν τῷ κόσμῳ τὰ μέλη τῶν λογισμῶν αὐτῆς· καὶ οὕτως ἀγωνιζομένη, καὶ σπουδάζουσα, καὶ συνέχουσα πάντοθεν ἐν πολλῇ προσοχῆ τὰ μέλη τοῦ σώματος ἀπὸ κακῶν, ἄσχιστον, καὶ ἄκαυστον, καὶ ἄσπιλον τὸν καλὸν χιτῶνα τοῦ σώματος διαφυλάσσει· καὶ αὐτὴ διὰ τοῦ γνωστικοῦ καὶ διανοητικοῦ, καὶ διακριτικοῦ θελήματος αὐτῆς, τὸ δὲ πᾶν διὰ τῆς τοῦ Κυρίου δυνάμεως, φυλαχθήσεται, αὐτὴ ἑαυτὴν ὅση δύναμις συσφίγγουσα, καὶ πάσης ἐπιθυμίας κοσμικῆς ἀποστρέφουσα· καὶ οὕτως ὑπὸ τοῦ Κυρίου βοηθουμένη εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι αὐτὴν ἀπὸ τῶν προειρημένων κακῶν. Ἐπὰν γὰρ ἴδῃ ὁ Κύριός τινα γενναίως ἀποστρεφόμενον τὰς τοῦ βίου ἡδονὰς, καὶ περισπασμοὺς καὶ μερίμνας ὑλικὰς καὶ δεσμοὺς γηΐνους, καὶ ῥεμβασμοὺς λογισμῶν ματαίων, δίδωσι τὴν ἰδίαν τῆς χάριτος βοήθειαν, ἄπτωτον διατηρῶν τὴν ψυχὴν ἐκείνην διεξερχομένην καλῶς τὸν ἐνεστῶτα πονηρὸν αἰῶνα. Καὶ οὕτως ἡ ψυχὴ ἐπαίνων οὐρανίων παρὰ Θεοῦ καὶ ἀγγέλων τεύξεται, ὅτι τὸν χιτῶνα τοῦ σώματος αὐτῆς καλῶς διεφύλαξε καὶ ἑαυτὴν, ὅσον τὸ ἐν αὐτῇ δυνατὸν, πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου ἀποστραφεῖσα, καὶ ὑπ᾿ αὐτοῦ βοηθηθεῖσα, τὸν δρόμον τοῦ σταδίου τοῦ κόσμου τούτου καλῶς διεξελήλυθεν","t":"The soul also turns herself away from wicked wanderings of mind, guarding the heart, so that the members of her thoughts may not wander in the world. And so, striving and taking pains and holding together the members of the body on every side with much attention, away from evils, she preserves the fine tunic of the body untorn and unburned and unstained. And she herself will be guarded by her knowing and reasoning and discerning will — but the whole of it by the Lord's power — as she draws herself together as far as she is able and turns away from every worldly desire; and thus, being helped by the Lord, she is truly guarded from the evils spoken of. For when the Lord sees someone nobly turning away from the pleasures of life, and from distractions and material cares and earthly bonds and the wandering of vain thoughts, he gives the help of his own grace, keeping that soul from falling as she passes well through the present evil age. And so the soul will obtain heavenly praise from God and from the angels, because she guarded well the tunic of her body and herself, so far as it lay in her power, turning away from every desire of the world; and being helped by him, she has run well the course of the stadium of this world.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.4 (PG 34:474–475; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-4)."},"macarius-homiliae-spirituales/4.5":{"o":"Εἰ δέ τις ἐν χαυνότητι καὶ ῥαθυμίᾳ μὴ προσεχόντως ἐν τῷ βίῳ τούτῳ πορεύεται, καὶ ἐκ θελήματος ἰδίου οὐκ ἀποστρέφεται πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου, καὶ τὸν Κύριον μόνον ἐν πάσῃ ἐπιθυμίᾳ ἐπιζητεῖ, εἰς τὰς ἀκάνθας καὶ ὕλας τούτου τοῦ κόσμου περιπείρεται, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας ὁ χιτών τοῦ σώματος παρακαίεται, καὶ ὑπὸ τοῦ βορβόρου τῶν ἡδονῶν σπιλοῦται, καὶ οὕτως ἀπαῤῥησίαστος ἡ ψυχὴ ἐν ἡμέρᾳ κρίσεως εὑρίσκεται, τὸ ἔνδυμα αὐτῆς ἄσπιλον μὴ δυνηθεῖσα τηρῆσαι, ἀλλὰ καταφθείρασα αὐτὸ ταῖς ἀπάταις τοῦ αἰῶνος τούτου καὶ διὰ τοῦτο ἀπόβλητος τῆς βασιλείας γίγνεται τί γὰρ ποιήσει ὁ Θεὸς τῷ θελήματι τῷ ἰδίῳ παραδιδόντι ἑαυτὸν τῷ κόσμῳ, καὶ ἀπατωμένῳ ταῖς ἡδοναῖς αὐτοῦ, ἢ ῥεμβασμοῖς ὑλικοῖς ἐκπλανωμένῳ; ἐκείνῳ γὰρ βοήθειαν δίδωσι, τῷ ἀποστρεφομένῳ τὰς ὑλικὰς ἡδονὰς, καὶ προτέρας συνηθείας καὶ βίᾳ τὴν διάνοιαν πάντοτε πρὸς Κύριον ἔλκοντι, ἀρνουμένῳ τε ἑαυτὸν, καὶ τὸν Κύριον μόνον ἐπιζητοῦντι τοῦτον διατηρεῖ, τὸν φυλασσόμενον πανταχόθεν ἐκ τῶν παγίδων καὶ βρόχων τῆς ὕλης τοῦ κόσμου, τὸν μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενον, καὶ μετὰ πάσης προσεχείας διὰ τῶν παγίδων καὶ βρόχων καὶ ἐπιθυμιῶν τοῦ αἰῶνος τούτου παρερχόμενον, καὶ τὴν τοῦ Κυρίου βοήθειαν ἐπιζητοῦντα, καὶ τῷ ἐλέει αὐτὸν διὰ τῆς χάριτος σώζεσθαι ἐλπίζοντα.","t":"But if a man goes through this life slackly and carelessly, without attention, and does not of his own will turn away from every desire of the world and seek the Lord alone with all his longing, he is pierced through by the thorns and brushwood of this world, and the tunic of his body is burned by the fire of desire and stained by the mire of pleasures; and so the soul is found without confidence on the day of judgment, not having been able to keep her garment unstained, but having ruined it by the deceits of this age. And for this reason she is cast out of the kingdom. For what will God do with the man who by his own will gives himself over to the world and is deceived by its pleasures, or is led astray by wandering after material things? For he gives his help to the man who turns away from material pleasures and from his former habits, and always drags his mind by force toward the Lord, denying himself and seeking the Lord alone. Such a man he preserves — the man who guards himself on every side from the snares and nooses of the world's matter, who works out his own salvation with fear and trembling, and passes with all attention through the snares and nooses and desires of this age, and seeks the Lord's help, and hopes to be saved by his mercy through grace.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.5 (PG 34:475–476; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-5)."},"macarius-homiliae-spirituales/4.6":{"o":"Ἰδοὺ γὰρ αἱ πέντε παρθένοι αἱ φρόνιμοι, νήψασαι καὶ γοργευσάμεναι τὸ ξένον τῆς ἑαυτῶν φύσεως, λαβοῦσαι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις τῆς καρδίας αὐτῶν, τουτέστι τὴν ἄνωθεν χάριν τοῦ Πνεύματος, ἠδυνήθησαν συνεισελθεῖν τῷ Νυμφίῳ εἰς τὸν ἐπουράνιον νυμφῶνα. Αἱ δὲ ἄλλαι αἱ μωραὶ, αἱ ἐν τῇ ἰδίᾳ φύσει ἀπομείνασαι, οὐκ ἔνηψαν καὶ ἐσπούδασαν δέχεσθαι τὸ ἔλαιον τῆς ἀγαλλιάσεως ἐν τοῖς ἀγγείοις αὐτῶν, ὡς ἔτι ἐν σαρκὶ ἦσαν, ἀλλ᾽ ὥσπερ ἀπεκοιμήθησαν δι' ἀμέλειαν, καὶ χαυνότητα, καὶ ῥαθυμίαν, καὶ ἀγνωσίαν, ἢ καὶ οἴησιν δικαιοσύνης διὸ καὶ τοῦ νυμφῶνος τῆς βασιλείας ἀπεκλείσθησαν, μὴ δυνηθεῖσαι εὐαρεστῆσαι τῷ ἐπουρανίῳ Νυμφίῳ. Δεσμῷ γὰρ κόσμου, καὶ ἀγάπῃ τινὶ γηΐνῃ κατασχεθεῖσαι, τὴν ἀγάπην αὐτῶν ὅλην, καὶ τὸν ἔρωτα πρὸς τὸν οὐράνιον Νυμφίον οὐκ ἔδωκαν, οὔτε τὸ ἔλαιον ἐκομίσαντο. Καὶ γὰρ αἱ τὸ ξένον τῆς φύσεως τὸν ἁγιασμὸν τοῦ Πνεύματος ζητοῦσαι ψυχαὶ, ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς Κύριον ἀποδεσμοῦσι, κακεῖ περιπατοῦσι, κἀκεῖ εὔχονται, κακεῖ λογίζονται πάντα ἀποστρεφόμεναι· διὸ καὶ καταξιοῦνται λαβεῖν τὸ ἔλαιον τῆς ἐπουρανίου χάριτος καὶ οὕτως ἄπτωτοι διεξελθεῖν δύνανται, τελείως τῷ πνευματικῷ Νυμφίῳ εὐαρεστοῦσαι. Αἱ γὰρ εἰς τὴν φύσιν αὐτῶν ἀπομένουσαι ψυχαὶ τῷ λογισμῷ ἐπὶ τῆς γῆς ἕρπουσιν, ἐπὶ γῆς λογίζονται, ἐπὶ γῆς τὴν δίαιταν ὁ νοῦς αὐτῶν ἔχει καὶ τῷ μὲν δοκεῖν νομίζουσι τοῦ Νυμφίου εἶναι, καὶ δικαιώμασι κεκοσμῆσθαι σαρκός ἄνωθεν δὲ ἐκ τοῦ Πνεύματος οὐκ ἐγεννήθησαν, τὸ ἔλαιον τῆς ἀγαλλιάσεως μὴ δεξάμεναι.","t":"Behold, the five wise virgins, being sober and quick to gain what is foreign to their own nature, took the oil in the vessels of their hearts — that is, the grace of the Spirit from above — and were able to enter in with the Bridegroom into the heavenly bridal chamber. But the others, the foolish ones, who remained in their own nature, were not sober and did not take pains to receive the oil of gladness in their vessels while they were still in the flesh; but they fell asleep, as it were, through negligence and slackness and sloth and ignorance, or even through a conceit of righteousness. And therefore they were shut out of the bridal chamber of the kingdom, not having been able to please the heavenly Bridegroom. For being held by a bond of the world and by some earthly love, they did not give their whole love and longing to the heavenly Bridegroom, nor did they obtain the oil. For the souls that seek what is foreign to nature, the sanctification of the Spirit, bind all their love to the Lord; there they walk, there they pray, there they think, turning away from all else. Therefore they are counted worthy to receive the oil of heavenly grace, and so are able to pass through without falling, pleasing the spiritual Bridegroom perfectly. But the souls that remain in their own nature creep upon the earth with their reasoning, they think upon earth, their mind has its dwelling upon earth; and in appearance they suppose that they belong to the Bridegroom and are adorned with the righteous requirements of the flesh, but they were not born from above of the Spirit, since they did not receive the oil of gladness.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.6 (PG 34:476–477; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-6)."},"macarius-homiliae-spirituales/4.7":{"o":"Αἱ γὰρ πέντε λογικαὶ αἰσθήσεις τῆς ψυχῆς, ἐὰν δέξωνται τὴν ἄνωθεν χάριν, καὶ τὸν ἁγιασμὸν τοῦ Πνεύματος, ἀληθῶς παρθένοι φρόνιμοι τυγχάνουσι, τὴν ἄνωθεν τῆς χάριτος δεξάμεναι φρόνησιν. Εἰ δὲ εἰς τὴν φύσιν αὐτῶν μόνην ἀπομείνωσι, μωραὶ εὑρίσκονται, καὶ τέκνα τοῦ κόσμου ἀποδείκνυνται· οὐκ ἀπεδύσαντο γὰρ τὸ πνεῦμα τοῦ κόσμου, κἂν τῷ δοκεῖν νομίζουσι, δι' εὐλογοφανίας τινὰς καὶ σχῆμα, τοῦ Νυμφίου εἶναι νύμφαι. Ὥσπερ γὰρ αἱ ὅλαι ἐξ ὅλου τῷ Κυρίῳ προσκολλώμεναι ψυχαὶ, ἐκεῖ εἰσι τῷ λογισμῷ, κἀκεῖ εὔχονται, κἀκεῖ περιπατοῦσι, κἀκεῖ ἐπιποθοῦσιν εἰς τὴν τοῦ Κυρίου ἀγάπην· οὕτω πάλιν ψυχαὶ, αἱ ἐν τῇ ἀγάπῃ τοῦ κόσμου δοθεῖσαι, καὶ ἐν τῇ γῇ τὴν δίαιταν ἔχειν βουλόμεναι, ἐκεῖ περιπατοῦσι, καὶ ἐκεῖ λογίζονται, ἐκεῖ ὁ νοῦς ἐνδιαιτᾶται. Διὸ καὶ ἀμετάτρεπτοι πρὸς τὸ ἀγαθὸν φρόνημα τοῦ πνεύματος τυγχάνουσι, ξένον ὄν τι τῆς φύσεως ἡμῶν, λέγω δὲ τὴν ἐπουράνιον χάριν, χρεών συστῆναι καὶ συμπλακῆναι τῇ φύσει ἡμῶν, ἵνα δυνηθῶμεν εἰς τὸν ἐπουράνιον νυμφῶνα τῆς βασιλείας τῷ Κυρίῳ συνεισελθεῖν, καὶ τῆς αἰωνίου σωτηρίας τυχεῖν.","t":"For the five rational senses of the soul, if they receive the grace from above and the sanctification of the Spirit, are truly wise virgins, having received the wisdom that comes from grace above. But if they remain in their own nature only, they are found foolish and are shown to be children of the world; for they did not put off the spirit of the world, even if in appearance they suppose, through some plausible pretexts and outward form, that they are brides of the Bridegroom. For as the souls that cleave wholly and altogether to the Lord are there in their reasoning, and there they pray, and there they walk, and there they long after the love of the Lord: so again the souls that have given themselves to the love of the world and wish to have their dwelling on the earth walk there and think there, and there the mind makes its home. Therefore they are unable to turn to the good mind of the spirit. Since grace is something foreign to our nature — I mean heavenly grace — it must be joined and interwoven with our nature, that we may be able to enter in with the Lord into the heavenly bridal chamber of the kingdom and obtain eternal salvation.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.7 (PG 34:477–478; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-7)."},"macarius-homiliae-spirituales/4.8":{"o":"Ξένον γὰρ τῆς φύσεως ἡμῶν, τὴν κακίαν τῶν παθῶν διὰ τῆς παρακοῆς τοῦ πρώτου ἀνθρώπου ἐν ἑαυτοῖς ἐδεξάμεθα, ἣν καὶ ὥσπερ φύσιν ἡμῶν καταστᾶσαν συνηθείᾳ καὶ προλήψει πολλῇ, διὰ τοῦ ξένου τῆς φύσεως ἡμῶν, τῆς ἐπουρανίου δωρεᾶς τοῦ Πνεύματος ἐξωσθῆναι πάλιν χρὴ, καὶ εἰς ἀρχαίαν καθαρότητα ἀποκαταστῆναι. Καὶ ἐὰν μὴ ἐκείνην τὴν ἐξ οὐρανοῦ ἀγάπην τοῦ Πνεύματος δεξώμεθα νῦν ἐν πολλῇ αἰτήσει, καὶ δεήσει, καὶ πίστει, καὶ προσευχῇ, καὶ ἀποστροφῇ τοῦ κόσμου· καὶ προσκολληθῇ τῇ ἀγάπῃ, ἥτις ἐστὶν ὁ Κύριος, καὶ ἁγιασθῇ ἡ μιανθεῖσα ὑπὸ τῆς κακίας φύσις ἡμῶν, ὑπὸ τῆς ἀγάπης ἐκείνης τοῦ Πνεύματος· καὶ ἕως τέλους διαμείνωμεν ἅπτωτοι, ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀκριβῶς ἀναστρεφόμενοι, τῆς ἐπουρανίου βασιλείας τυχεῖν οὐ δυνησόμεθα.","t":"For we received into ourselves, as something foreign to our nature, the evil of the passions, through the disobedience of the first man; and this evil, which has settled in us as though it were our nature through long habit and prepossession, must be thrust out again by that which is foreign to our nature — the heavenly gift of the Spirit — and we must be restored to our ancient purity. And unless we now receive that love of the Spirit from heaven, with much asking and entreaty and faith and prayer and turning away from the world; and unless we are joined to that love which is the Lord, and our nature, defiled by evil, is sanctified by that love of the Spirit; and unless we remain to the end without falling, conducting ourselves exactly in all his commandments, we shall not be able to obtain the heavenly kingdom.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.8 (PG 34:478; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-8)."},"macarius-homiliae-spirituales/4.9":{"o":"Λεπτὸν δὲ τινα λόγον καὶ βαθὺν κατὰ τὴν προσοῦσάν μοι δύναμιν εἰπεῖν βούλομαι· διὸ συνετῶς ἀκούσατε Ἐσωματοποίησεν ἑαυτὸν ὁ ἄπειρος καὶ ἀπρόσιτος, καὶ ἀποίητος Θεὸς, διὰ ἄπειρον καὶ ἀνεννόητον χρηστότητα, καὶ ὡς εἰπεῖν ὡς ἐσμίκρυνεν αὐτὸν ἐκ τῆς ἀπροσίτου δόξης, ἵνα συνενωθῆναι δυνηθῇ τοῖς ὁρατοῖς αὐτοῦ κτίσμασιν, οἷον ψυχαῖς ἁγίων καὶ ἀγγέλων λέγω, ἵνα δυνηθῶσι ζωῆς θεότητος μετασχεῖν. Ἕκαστον γὰρ κατὰ τὴν ἰδίαν φύσιν σῶμά ἐστιν, ὁ ἄγγελος, ἡ ψυχὴ, ὁ δαίμων· ὅτι κἂν λεπτὰ ὦσιν, ὅμως ἐν ὑποστάσει καὶ χαρακτῆρι, καὶ εἰκόνι κατὰ τὴν λεπτότητα τῆς φύσεως αὐτῶν, σώματα τυγχάνει λεπτά, ὥσπερ ἐν ὑποστάσει τοῦτο τὸ σῶμα παχύ ἐστιν. Οὕτω καὶ ἡ ψυχὴ λεπτὴ οὖσα περιέλαβε τὸν ὀφθαλμὸν δι' οὗ ὁρᾷ, τὸ οὖς δι᾽ οὗ ἀκούει. Ὁμοίως τὴν γλῶσσαν δι' ἧς λαλεῖ, τὴν χεῖρα, καὶ ἀπαξαπλῶς, πᾶν σῶμα, καὶ τὰ μέλη αὐτοῦ περιλαβοῦσα ἡ ψυχή, συγκέκραται, δι' οὗ ἀπεργάζεται πάντα τὰ τοῦ βίου ἐπιτηδεύματα.","t":"I wish to say something subtle and deep, so far as the power is in me; so listen with understanding. The infinite and unapproachable and uncreated God, out of his infinite and unimaginable kindness, gave himself a body, and, so to speak, made himself small from his unapproachable glory, so that he might be able to be united with his visible creatures — I mean the souls of the saints and the angels — that they might be able to share in the life of the Godhead. For each according to its own nature is a body: the angel, the soul, the demon; for though they are subtle, yet in substance and character and image, according to the subtlety of their nature, they are subtle bodies, just as in substance this body of ours is thick. So the soul too, being subtle, has taken into herself the eye by which she sees, the ear by which she hears; likewise the tongue by which she speaks, and the hand; and in short, having taken into herself the whole body and its members, the soul is mingled with it, and through it carries out all the activities of life.","f":"Ps.-Macarius, <i>Hom.</i> 4.9 (PG 34:479; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/4-9)."},"macarius-homiliae-spirituales/40.1":{"o":"Περὶ τῆς φαινομένης ἀσκήσεως, καὶ ποῖον ἐπιτηδευμα μείζον, καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοὶ, ὅτι ἀλλήλων ἐκδέδενται πᾶσαι αἱ ἀρεταί. Ὡσπερεὶ γάρ τις πνευματικὴ ἄλυσις, μία τῆς μιᾶς ἤρτηνται ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. Ωσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ᾿ ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μίσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας· καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα· οὕτως κὰν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν ἐκκρεμάμεναι αἱ ἀρεταὶ καὶ ἀπηρτημέναι.","t":"Homily 40. That all the virtues and all evils are bound to one another, and hang one from another like a single chain.\n\nOn visible ascetic practice, and which practice is greater and comes first: know this, beloved, that all the virtues are bound to one another. For like a spiritual chain they hang one from another: prayer from love, love from joy, joy from gentleness, gentleness from humility, humility from service, service from hope, hope from faith, faith from obedience, obedience from simplicity. Just as on the opposite side the evils are bound one to another: hatred to anger, anger to pride, pride to vainglory, vainglory to unbelief, unbelief to hardness of heart, hardness of heart to negligence, negligence to slackness, slackness to listlessness, listlessness to impatience, impatience to love of pleasure; and the other members of evil hang from one another: so also on the good side the virtues hang from one another and depend on one another.","f":"Ps.-Macarius, <i>Hom.</i> 40.1 (PG 34:762–763; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/40-1)."},"macarius-homiliae-spirituales/40.2":{"o":"Κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς, καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶ τὸ προσκαρτερεῖν τῇ εὐχῇ, ἀφ᾿ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα. Ἐντεῦθεν γὰρ ἐγγίνεται τοῖς καταξιουμένοις ἡ κοινωνία τῆς τοῦ Θεοῦ ἁγιότητος, καὶ τῆς πνευματικῆς ἐνεργείας, καὶ ἡ συνάφεια τῆς τοῦ νοῦ διαθέσεως. ὡς πρὸς τὸν Κύριον, ἐν ἀγάπῃ ἀῤῥήτῳ. Ὁ γὰρ ἑαυτὸν ὁσημέραι τῇ προσευχῇ προσκαρτερεῖν ἀναγκάζων, εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης ἐκκαίεται πρὸς Θεὸν, καὶ τὴν χάριν τῆς τοῦ Πνεύματος ἁγιαστικῆς τελειότητος ὑποδέχεται.","t":"But the chief of all good endeavour and the summit of right actions is to persevere in prayer, through which we can also acquire the other virtues day by day by asking them of God. For from this there comes to those who are counted worthy communion in God's holiness and in the spiritual working, and the joining of the mind's disposition to the Lord in unspeakable love. For he who compels himself daily to persevere in prayer is set on fire by spiritual love with divine longing and burning desire toward God, and receives the grace of the Spirit's sanctifying perfection.","f":"Ps.-Macarius, <i>Hom.</i> 40.2 (PG 34:763–764; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/40-2)."},"macarius-homiliae-spirituales/40.3":{"o":"Ερώτησις. Επειδή τινες πωλοῦσι μὲν τὰ ὑπάρχοντα, καὶ δούλους ἐλευθεροῦσι, καὶ ποιοῦσιν ἐντολὰς, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ Πνεῦμα, ἄρα ζῶντες οὕτως οὐκ ἀπέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Ἀπόκρισις. Ὁ λόγος οὗτος λεπτός ἐστι. Τινὲς γὰρ λέγουσι μίαν βασιλείαν, καὶ γέενναν· ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ διαφορὰς, καὶ μέτρα· καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ, καὶ ἐν αὐτῇ τῇ γεέννῃ. Ωσπερ δὲ ἐστι ψυχὴ ἐν ὅλοις τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ ἐνεργεῖ, καὶ κάτω τοὺς πόδας αὐτὴ κινεῖ· οὕτως καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια, καὶ τὰ ὑποκάτω τῆς ἀβύσσου περιέχει, καὶ πανταχοῦ πεπλήρωται ἐν τῇ κτίσει, εἰ καὶ ἐξωτέρα τῶν κτισμάτων ἐστὶ, διὰ τὸ ἀμέτρητον καὶ ἀπερίληπτον. Προσέχει οὖν αὐτὴ ἡ θεότης τοῖς ἀνθρώποις, καὶ οἰκονομεῖ πάντα κατὰ λόγον· καὶ ἐπειδὴ τινὲς μὲν εὔχονται μὴ εἰδότες τί ζητοῦσι τινὲς δὲ νηστεύουσιν, ἄλλοι στήκουσιν εἰς διακονίαν, ἑκάστῳ κατὰ τὸ μέτρον τῆς πίστεως, ὁ Θεὸς δικαιοκρίτης ὢν ἀποδίδωσι τὸν μισθόν. \"Α γὰρ ποιοῦσι, διὰ φόβον Θεοῦ ποιοῦσιν· ἀλλ' οὐκ εἰσὶν οὗτοι πάντες υἱοὶ, οὔτε βασιλεῖς οὔτε κληρονόμοι.","t":"Question. Since some sell their possessions, and free slaves, and do the commandments, but do not seek to receive the Spirit in this world, do they not, living so, enter into the kingdom of heaven? Answer. This matter is a subtle one. For some say there is one kingdom and one Gehenna; but we say there are many degrees and differences and measures, both in the kingdom itself and in Gehenna itself. And as the soul is in all the members, and works above in the brain and itself moves the feet below, so also the Godhead embraces all the heavenly creatures and those beneath the abyss, and fills all things everywhere in creation, although it is outside the creatures, because it is immeasurable and uncontainable. The Godhead, then, attends to men and orders all things by reason; and since some pray not knowing what they are asking, and others fast, and others stand in service, God, being a righteous judge, gives the reward to each according to the measure of his faith. For what they do, they do out of fear of God; but these are not all sons, nor kings, nor heirs.","f":"Ps.-Macarius, <i>Hom.</i> 40.3 (PG 34:764; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/40-3)."},"macarius-homiliae-spirituales/40.4":{"o":"Εἰσὶ δὲ ἐν τῷ κόσμῳ οἱ μὲν φονεῖς, ἄλλοι πόρνοι, καὶ ἄλλοι ἅρπαγες· οἱ δὲ πάλιν τὰ ἴδια πτωχοῖς διαδιδόντες, προσέχει καὶ τούτοις κἀκείνοις ὁ Κύριος, καὶ τοῖς μὲν ἀγαθοποιοῦσιν ἀνάπαυσιν καὶ μισθὸν δίδωσιν. Εἰσὶ γὰρ μέτρα ὑπερέχοντα, καὶ μέτρα μικρά· καὶ ἐν αὐτῷ τῷ φωτὶ καὶ τῇ δόξῃ διαφορά ἐστι· καὶ ἐν αὐτῇ τῇ γεέννῃ, καὶ τῇ κολάσει φαίνονται οἱ φαρμακοὶ, καὶ οἱ λῃσταὶ, καὶ ἄλλοι οἱ μικρὰ πλημμελήσαντες. Οἱ δὲ λέγοντες, Μία ἐστὶ βασιλεία, καὶ μία γέεννα, καὶ οὐκ εἰσὶ βαθμοὶ, κακῶς λέγουσι. Πόσοι γάρ εἰσι κοσμικοὶ νῦν εἰς θέατρα στήκοντες, καὶ λοιπὰς ἀταξίας καὶ πόσοι εἰσὶν ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν Θεόν! τούτοις οὖν κἀκείνοις ὁ Θεὸς προσέχει· καὶ ὡς δικαιοκρίτης, τοῖς μὲν ἀνάπαυσιν ἑτοιμάζει, τοῖς δὲ κόλασιν.","t":"There are in the world some who are murderers, others who are sexually immoral, and others robbers; and others again who distribute their own goods to the poor. The Lord attends to both the one and the other, and to those who do good he gives rest and reward. For there are surpassing measures and small measures; and in the light and glory itself there is difference; and in Gehenna itself and in the punishment there appear the sorcerers, and the robbers, and others who have committed small offences. Those who say, \"There is one kingdom and one Gehenna, and there are no degrees,\" speak wrongly. For how many worldly people are now standing in theatres and other disorders! And how many are at this moment praying and fearing God! To both the one and the other, then, God attends; and as a righteous judge he prepares rest for the one and punishment for the other.","f":"Ps.-Macarius, <i>Hom.</i> 40.4 (PG 34:764–765; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/40-4)."},"macarius-homiliae-spirituales/40.5":{"o":"Ὥσπερ δὲ ζευγνύοντες ἄνθρωποι ἵππους, καὶ ἅρματα ἡνιοχοῦσι, καὶ κατ᾿ ἀλλήλων ἐλαύνουσιν ἕκαστος γὰρ ἀγωνίζεται, πῶς ῥίψει καὶ κινήσει τὸν ἐξ ἐναντίας· οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ τῶν ἀγωνιζομένων, θέατρον τῶν πονηρῶν πνευμάτων παλαιόντων τῇ ψυχῇ, καὶ Θεοῦ καὶ ἀγγέλων θεωρούντων τὸν ἀγῶνα· λοιπὸν καθ' ἑκάστην ὥραν κτίζονται ὑπὸ τῆς ψυχῆς πολλοὶ λογισμοὶ νεαροί· ὁμοίως καὶ ὑπὸ τῆς κακίας ἔνδον. Καὶ γὰρ ἡ ψυχὴ πολλοὺς ἀποκρύφους ἔχει λογισμοὺς, καὶ ἐν αὐτῇ τῇ ὥρᾳ προφέρει καὶ γεννᾷ· καὶ αὐτὴ ἡ κακία λογισμοὺς ἔχει πολλοὺς, καὶ ἐπιτηδεύματα, καὶ καθ' ὥραν γεννᾷ λογισμοὺς νεαροὺς κατὰ τῆς ψυχῆς. Καὶ γὰρ ὁ νοῦς ἡνίοχός ἐστι καὶ ζεύγνυσι τὸ ἅρμα τῆς ψυχῆς κατέχων ἡνίας τῶν λογισμῶν· καὶ ὧδε τρέχει κατὰ τοῦ ἅρματος τοῦ Σατανᾶ, ὅπου καὶ αὐτὸς ἔζευξὲ κατὰ τῆς ψυχῆς.","t":"And as men yoke horses and drive chariots and race against one another, for each strives to overturn and dislodge his opponent: so in the heart of those who strive there is a theatre, with evil spirits wrestling with the soul, and God and the angels watching the contest. Then every hour many new thoughts are fashioned by the soul, and likewise by the evil within. For the soul has many hidden thoughts, and in the very hour it brings them forth and gives birth to them; and evil itself has many thoughts and devices, and every hour gives birth to new thoughts against the soul. For the mind is the charioteer, and yokes the chariot of the soul, holding the reins of the thoughts; and so it races against the chariot of Satan, which he too has yoked against the soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 40.5 (PG 34:765–766; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/40-5)."},"macarius-homiliae-spirituales/40.6":{"o":"Ερώτησις. Εἰ ἀνάπαυσίς ἐστιν ἡ ψυχὴ, πῶς λέγουσί τινες, ὅτι Οὐ δυνάμεθα εὔξασθαι, οὐδὲ ὑπομένουσιν ἐν τῇ εὐχῆ; ᾿Απόκρισις. Αὐτὴ ἡ ἀνάπαυσις πλεονάζουσα δίδωσι σπλάγχνα καὶ διακονίας ἑτέρας, οἷον τοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς, τοῦ εἰς τὸν λόγον διακονῆσαι. Καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν καὶ ἰδεῖν τοὺς ἀδελφοὺς λαλῆσαι λόγον. Οὐδὲν γὰρ ἐν πυρὶ βαλλόμενον δύναται μένειν ἐν τῇ ἰδίᾳ φύσει, ἀλλ᾽ ἀνάγκη καὶ αὐτὸ γίνεσθαι πῦρ. Ὃν τρόπον ἐὰν βάλῃς κάχληκας εἰς πῦρ, ὀλίγος γίνεται ἄσβεστος· καὶ εἰ εἰς θάλασσαν, ἐπιπολὺ καταδῦναι καὶ ἀπελθεῖν εἰς μέσον πέλαγος, καταποντίζεται καὶ ἀφανὴς γίνεται· ὁ δὲ, κατὰ βαθμὸν εἰσερχόμενος, πάλιν ἀναβῆναι θέλει, καὶ ἐπιπλεῦσαι καὶ ἐξελθεῖν εἰς λιμένα, καὶ ἰδεῖν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰσέρχεταί τις εἰς βάθος χάριτος, καὶ πάλιν μνημονεύει τῶν ἑταίρων αὐτοῦ, καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν εἰς ἀδελφοὺς, ἀποπληρῶσαι τὴν ἀγάπην, πληροφορῆσαι λόγον.","t":"Question. If prayer is rest, how is it that some say, \"We cannot pray,\" and do not persevere in prayer? Answer. Rest itself, overflowing, gives compassion and other services, such as visiting the brothers or serving in the word. And nature itself wants to go out and see the brothers and speak a word. For nothing cast into fire can remain in its own nature, but it must itself become fire. As, if you cast pebbles into fire, the whole becomes lime; and if one [ventures] to plunge far into the sea and go out into the open deep, he is drowned and disappears; but one who goes in by degrees wants to come up again and swim and come out to harbour and see the people on land: so also in spiritual things one goes into the depth of grace, and again remembers his companions, and nature itself wants to go out to the brothers, to fulfil love, to speak a word that gives full assurance.","f":"Ps.-Macarius, <i>Hom.</i> 40.6 (PG 34:766; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/40-6)."},"macarius-homiliae-spirituales/40.7":{"o":"Ερώτησις. Πῶς δύναται τὰ δύο πρόσωπα εἶναι ἐν τῇ καρδίᾳ, καὶ ἡ χάρις καὶ ἡ ἁμαρτία; ᾿Απόκρισις. Ωσπερ ὅταν ᾗ πῦρ ἔξωθεν χαλκίου, λοιπὸν ἐὰν ὑποβάλῃς ξύλα, ἰδοὺ ἔκπυρον γίνεται, καὶ τὸ ἔσωθεν τοῦ σκεύους ἔψεται, καὶ βράσσει, τοῦ πυρὸς ἔξωθεν ὑποκαιομένου εἰ δὲ τις ἀμελήσῃ καὶ μὴ ὑποβάλῃ ξύλα, ἄρχεται χλιαρώτερον γίγνεσθαι τὸ πῦρ, καὶ ὥσπερ κατασβέννυσθαι· οὕτως καὶ ἡ χάρις τὸ πῦρ τὸ οὐράνιον καὶ ἔσωθέν σού ἐστι. Λοιπὸν ἐὰν εὔξῃ, καὶ δώσῃς τοὺς λογισμούς σου εἰς ἀγάπην τοῦ Χριστοῦ, ἴδε πῶς ὑπέβαλες τὰ ξύλα, καὶ γίνονται οἱ λογισμοί σου πῦρ, καὶ βάπτονται εἰς τὸν πόθον τοῦ Θεοῦ. Εἰ δὲ καὶ ὑποχωρεῖ τὸ Πνεῦμα ὡς ἐξώτερόν σου γινόμενον, ἀλλὰ καὶ ἔσωθέν σου ἐστι, καὶ ἔξωθέν σου παραφαίνεται. Ἐὰν δὲ ἀμελήσῃ τις, ὀλίγον ἐκδοὺς ἑαυτὸν, ἢ εἰς κοσμικά πράγματα, ἢ εἰς ῥεμβασμὸν, πάλιν ἔρχεται ἡ κακία, καὶ ἐνδύεται τὴν ψυχὴν, καὶ ὅλον τὸν ἄνθρωπον ἄρχεται θλίβειν. Μνημονεύει οὖν ἡ ψυχὴ τῆς προτέρας ἀναπαύσεως καὶ ἄρχεται θλίβεσθαι, καὶ συνεχέστερον ταλαιπωρεῖν.","t":"Question. How can the two parties be in the heart, both grace and sin? Answer. As when there is fire outside a bronze pot: if you put wood under it, see, it burns fiercely, and what is inside the vessel cooks and boils, as the fire is kindled beneath from outside; but if someone is negligent and does not put wood under, the fire begins to grow more lukewarm and as it were to go out: so also grace, the heavenly fire, is within you too. Then, if you pray and give your thoughts to the love of Christ, see how you have put the wood under, and your thoughts become fire and are dipped into the longing for God. And even if the Spirit withdraws, as though it came to be outside you, yet it is within you and appears beside you from outside. But if someone is negligent, giving himself over a little either to worldly affairs or to wandering, evil comes again and clothes the soul, and begins to afflict the whole man. The soul then remembers its former rest, and begins to be afflicted and to suffer more continually.","f":"Ps.-Macarius, <i>Hom.</i> 40.7 (PG 34:766–767; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/40-7)."},"macarius-homiliae-spirituales/40.8":{"o":"Πάλιν προσέσχεν ὁ νοῦς πρὸς τὸν Θεὸν, ἤρξατο προσεγγίζειν αὐτῷ ἡ προτέρα ἀνάπαυσις, ἄρχεται σφοδροτέρως ἐπιζητεῖν· Δέομαί σου, φησὶ, Κύριε· κατὰ μικρὸν προστίθεται αὐτῷ τὸ πῦρ ἐξάπτον καὶ ἀναπαῦον τὴν ψυχήν· ὥσπερ τὸ ἄγκιστρον αἴρει ἐκ τοῦ βυθοῦ τὸν ἰχθὺν κατὰ μικρόν. Εἰ γὰρ μὴ τοῦτο ἦν, καὶ ἐγεύετο τοῦ πικροῦ καὶ τοῦ θανάτου, πῶς ἠδύνατο διακρίναι τὸ πικρὸν ἀπὸ τοῦ γλυκέως, καὶ τὸν θάνατον ἀπὸ τῆς ζωῆς, καὶ εὐχαριστῆσαι τῷ ζωοποιῷ Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας; Αμήν.","t":"Again the mind has turned its attention to God; the former rest has begun to draw near to it; it begins to seek more intensely: \"I beg you, Lord,\" it says. Little by little the fire is added to it, kindling and refreshing the soul, as the hook draws the fish up from the deep little by little. For were it not so, that it had tasted the bitter and death, how could it distinguish the bitter from the sweet, and death from life, and give thanks to the life-giving Father, and Son, and Holy Spirit, forever? Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 40.8 (PG 34:767; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/40-8)."},"macarius-homiliae-spirituales/41.1":{"o":"Τὸ τίμιον σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φησιν, \"Αβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ· ἐκτραπέντος γὰρ τοῦ ἀνθρώπου τῆς ἐντολῆς, καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς ψυχῆς κατέσχεν, ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων. Τοιούτῳ δὲ τρόπῳ παρεικάσομεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν, μιγεῖσαν, ὥσπερ ὅταν ᾗ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας· ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς· οὕτως τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμείων ἡ παρελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη, καὶ τὰ κακὰ ἐκδιδάσκουσα.","t":"Homily 41. Very deep are the inner chambers of the soul, which grows in part with grace and with evils together.\n\nThe precious vessel of the soul lies at a great depth, as it says somewhere, \"He searches the abyss and the heart.\" For when man turned aside from the commandment and came under the sentence of wrath, sin took him into its power; and being itself like an abyss of bitterness, in subtlety and depth, it entered within and seized the pastures of the soul, down to its deepest chambers. In this way we shall compare the soul and sin mingled with it: as when there is a very great tree with many branches, which also has its roots in the depths of the earth; so sin, having entered and seized the pastures of the soul's deepest chambers, has become custom and preconception, growing up with each one from infancy and teaching him evils.","f":"Ps.-Macarius, <i>Hom.</i> 41.1 (PG 34:768; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/41-1)."},"macarius-homiliae-spirituales/41.2":{"o":"Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις. Μὴ νομίσῃ οὖν τις, ὅλην τὴν ψυχὴν πεφώτισται· ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστὶ, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾶν τῇ ψυχῇ, δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι. ᾿Αλλ' ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς Θεὸν ὁλόκληρον ἀποσώζει, μὴ συνδυάζων τῷ πονηρῷ ἐν μηδενὶ, ἀλλ᾽ ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς, καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα, μήτε ἐνυβρίζουσα, ἐκ τοῦ κατ᾿ ὀλίγον βοηθεῖται. Καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ, καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ῥιζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι· ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει.","t":"When, then, the working of divine grace overshadows the soul according to the measure of each one's faith, and it receives help from above, grace has as yet overshadowed it only in some part. Let no one think, then, that the whole soul has been enlightened; there is still much pasture of evil within, and the man needs much toil and labour, agreeing with the grace given to him. For this is why divine grace began to visit the soul in part, though it could cleanse a man and perfect him in the turn of an hour: so as to test the man's choice, whether he keeps his love toward God entire, in nothing joining with the evil one, but giving himself wholly to grace. And so the soul, proving itself over times and seasons, and in nothing grieving grace or insulting it, is helped little by little. And grace itself takes pasture in the soul, and roots itself down to its deepest parts and thoughts, as the soul over many seasons proves itself and agrees with grace, until the whole soul is embraced by heavenly grace, which then reigns in the vessel itself.","f":"Ps.-Macarius, <i>Hom.</i> 41.2 (PG 34:768–769; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/41-2)."},"macarius-homiliae-spirituales/41.3":{"o":"Ἐὰν δὲ τις μὴ ἡ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ Σατανᾷ, καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος, καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. Ὀφείλει οὖν ὁ πλουτῶν τῇ χάριτι τοῦ Θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι· ἀλλότριον αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό. Ὁ οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων, δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθώς φησιν, ῾Ο ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καίπερ ὧν ἐκλεκτὸς Θεοῦ, παρ' ἑαυτῷ ἀποδεδοκιμασμένος ἤτω· καὶ ὢν πιστὸς, ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω. Τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι Θεῷ, καὶ ζωοποιοῦνται ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"But if anyone is not in great humility, he is handed over to Satan and stripped of the divine grace given to him, and is tested in many afflictions; and then his conceit is shown up, that he is naked and wretched. He who is rich in the grace of God, then, ought to be in great humility and contrition of heart, and to consider himself poor and as having nothing: it is not his own; another gave it to him, and takes it away when he wishes. He who humbles himself thus before God and men can guard the grace given to him, as it says, \"He who humbles himself will be exalted.\" Though he is chosen of God, let him be rejected in his own eyes; and though he is faithful, let him consider himself unworthy. For such souls please God and are made alive in Christ, to whom be the glory and the might forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 41.3 (PG 34:769; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/41-3)."},"macarius-homiliae-spirituales/42.1":{"o":"Ὥσπερ ἐὰν ἡ πόλις μεγάλη, ἔρημος δὲ ᾗ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος ζητητέον οὖν καὶ κατὰ τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς εἰσιέναι οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει, καὶ νῷ ὀξυτάτῳ, ὡς πόλεις εἰσὶ μεγάλαι. ᾿Αλλὰ ζητητέον, εἰ ὠχύρωνται τῇ δυνάμει τοῦ Πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν αὐτάς. Οἱ γὰρ σοφοὶ τοῦ κόσμου, Αριστοτέλης, ἢ Πλάτων, ἢ Σωκράτης, φρόνιμοι ὄντες ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἐτύγχανον, ἀλλ᾽ ἔρημοι ἦσαν ὑπὸ ἐχθρῶν, διὰ τὸ μὴ εἶναι Πνεῦμα Θεοῦ ἐν αὐτοῖς.","t":"Homily 42. It is not outward things but inward ones that advance or harm a man, namely the Spirit of grace or the spirit of wickedness.\n\nIf a city is great, but deserted, with its walls broken down, and it is taken by enemies, its greatness is of no use; one must look, then, beyond its size, for it also to have strong walls, so that the enemies do not enter. So also souls adorned with knowledge and understanding and a very sharp mind are like great cities. But one must ask whether they have been fortified by the power of the Spirit, lest the enemies enter and lay them waste. For the wise of the world, Aristotle or Plato or Socrates, being intelligent in knowledge, were like great cities, but they were laid waste by enemies, because the Spirit of God was not in them.","f":"Ps.-Macarius, <i>Hom.</i> 42.1 (PG 34:770; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/42-1)."},"macarius-homiliae-spirituales/42.2":{"o":"Ὅσοι δὲ εἰσιν ἰδιῶται μέτοχοι τῆς χάριτος, ὥσπερ πόλεις μικραί εἰσιν ὠχυρωμέναι τῇ δυνάμει τοῦ σταυροῦ. Ἐκπίπτουσι δὲ τῆς χάριτος ἀπὸ δύο πραγμάτων, καὶ ἀπόλλυνται· ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν· ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἐνηδυνθεῖσαι ἀπέμειναν· οὐ δύνανται γὰρ οἱ διοδεύοντες ἄνευ πειρασμῶν διελθεῖν. Ὥσπερ δὲ ἐν τῷ τοκετῷ ἡ προσαῖτις καὶ ἡ βασιλὶς τὰς αὐτὰς ὠδῖνας ἔχουσιν, ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, εἰ μὴ τὴν δέουσαν λάβῃ [ἀρδείαν], οὐ δύναται καρποὺς ἀξίους ἐνεγκεῖν· οὕτω καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς, οὐ σοφὸς, οὐ πλούσιος ἐν τῇ χάριτι βασιλεύει, εἰ μὴ δι' ὑπομονῆς, καὶ θλίψεων, καὶ καμάτων πολλῶν· ὁ γὰρ Χριστιανῶν βίος ὀφείλει τοιοῦτος εἶναι. Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνον, οὐδὲν ἐπιδέχεται τῶν πικρῶν, ἢ τῶν ἰοβόλων μεταλαβεῖν οὕτως αὐτοὶ πᾶσι τοῖς ἐπερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ Κύριος, Γίνεσθε χρηστοὶ, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον, ἔνδοθέν ἐστιν· ἐκ γὰρ τῆς καρδίας ἐκπορεύονται διαλογισμοί πονηροί, καθὼς ὁ Κύριος λέγει, ὅτι τὰ κοινοῦντα τὸν ἄνθρωπον ἔνδοθέν ἐστιν.","t":"But all the simple who share in grace are like small cities fortified by the power of the cross. Yet they fall from grace through two things and perish: either because they do not endure the afflictions that come upon them, or because, having taken delight in the pleasures of sin, they remained in them; for those who travel through cannot pass without temptations. And as in childbirth the beggar woman and the queen have the same pangs, and likewise the land of the rich man and of the poor man cannot bear worthy fruit unless it receives the needed [watering]: so also in the work of the soul, neither the wise man nor the rich man reigns in grace except through endurance and afflictions and many labours; for the life of Christians ought to be such. And as honey, being sweet, admits no share of anything bitter or poisonous, so they are kind to all who come to them, whether good or evil, as the Lord says, \"Be kind, as your heavenly Father is.\" For what harms and defiles a man is within; for out of the heart come evil thoughts, as the Lord says that the things that defile a man are from within.","f":"Ps.-Macarius, <i>Hom.</i> 42.2 (PG 34:770–771; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/42-2)."},"macarius-homiliae-spirituales/42.3":{"o":"Ἔνδοθεν οὖν ἐστιν ἐν τῇ ψυχῇ ἔρπον καὶ προῖὸν πνεῦμα πονηρίας, λογιστικὸν κινητικὸν, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς τῷ Θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὃς ἐστι Χριστός. Οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικὸν τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα σκότους ὥστε οὖν τὸν ἀγῶνα ἕκαστος ἐν τοῖς λογισμοῖς ὀφείλει κεκτῆσθαι, ἵνα ἐπιλάμψῃ τῇ καρδίᾳ αὐτοῦ ὁ Χριστός. Ὦ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν.","t":"Within the soul, then, there is a spirit of wickedness that creeps and goes about, setting the reasonings in motion; this is the veil of darkness, the old man, which those who flee to God must put off, and put on the heavenly and new man, who is Christ. Nothing outward, then, can harm a man except the living and active spirit of darkness that dwells in the heart. So each one ought to take up the contest in his thoughts, so that Christ may shine on his heart. To him be the glory forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 42.3 (PG 34:771; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/42-3)."},"macarius-homiliae-spirituales/43.1":{"o":"Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοί καὶ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν· οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται, καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν, καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός. Λέγει γὰρ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως. Διὰ τοῦτο Χριστὸς ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ, ᾧ αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοὶ, τῆς αὐτῆς, ὡς εἰπεῖν, οὐσίας καὶ ἑνὸς σώματος. Λέγει πάλιν, \"Ο τε ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.","t":"Homily 43. On the progress of the Christian man, all of whose power depends on the heart, as is described here in various ways.\n\nAs from fire many lamps and burning torches are lit, and all the torches and lamps are lit and shine from one nature, so also Christians are lit and shine from one nature, the divine fire, the Son of God, and they have their torches burning in their hearts, and they shine before him while they are on earth, as he himself does. For it says, \"Therefore your God has anointed you with the oil of gladness.\" For this reason he was called Christ, so that we too, anointed with the same oil with which he was anointed, might become christs, of the same substance, so to speak, and of one body. Again it says, \"He who sanctifies and those who are sanctified are all of one.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 43.1 (PG 34:771–772; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-1)."},"macarius-homiliae-spirituales/43.2":{"o":"Ἐοίκασιν οὖν οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν αὐταῖς, τούτεστι τοὺς καρποὺς τῆς δικαιοσύνης. Ἐὰν δὲ μὴ ἀφθῇ λύχνος ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδὲν εἰσιν ὁ Κύριος ἦν ὁ λύχνος ὁ καιόμενος, διὰ τὸ Πνεῦμα τῆς θεότητος τὸ μένον οὐσιωδῶς ἐν αὐτῷ, καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν κατὰ τὸ ἀνθρώπινον. Ωσπερ γὰρ ἐὰν ᾗ βαλάντιον σαπρὸν πεπληρωμένον μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ τῷ ἔξωθεν ἀνθρώπῳ ταπεινοί ὀφείλοντες εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχουσι τὸν πολύτιμον μαργαρίτην. Ἕτεροι δέ εἰσι τάφοις κεκονιαμένοις ἐοικότες, ἔξωθεν μὲν ἐζωγραφημένοι καὶ περικαλλεῖς, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, καὶ δυσωδίας πολλῆς, καὶ πνευμάτων ἀκαθάρτων. Νεκροί εἰσιν ἀπὸ Θεοῦ, καὶ πᾶσαν αἰσχύνην καὶ ῥυπαρίαν, καὶ τὸ σκότος τοῦ ἀντικειμένου ἐνδεδυμένοι.","t":"Christians, then, are in one respect like lampstands that have the oil in them, that is, the fruits of righteousness. But if a lamp is not lit in them from the lamp of the Godhead, they are nothing. The Lord was the burning lamp, because of the Spirit of the Godhead abiding in him essentially and setting his heart aflame according to his humanity. For as there might be a rotten purse filled with pearls, so Christians, who ought to be lowly and easily despised in the outer man, have within, in the inner man, the very precious pearl. But others are like whitewashed tombs, painted and very beautiful outside, but inside full of dead men's bones and much stench and unclean spirits. They are dead to God, and clothed with all shame and filth and the darkness of the adversary.","f":"Ps.-Macarius, <i>Hom.</i> 43.2 (PG 34:772; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-2)."},"macarius-homiliae-spirituales/43.3":{"o":"Ὁ ᾿Απόστολος λέγει, ὅτι Ὁ νήπιος, ἕως ὅτε μικρός ἐστιν, ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους τῶν πονηρῶν πνευμάτων ἐστὶν, ἅτινα πνεύματα οὐ θέλουσι τὸν νήπιον αὐξῆσαι ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος, ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν οἶκον, καὶ ἐκδικεῖν τὴν κυριότητα. Ὁ Χριστιανὸς πάντοτε, ὀφείλει τὴν μνήμην τοῦ Θεοῦ ἔχειν· γέγραπται γάρ, ᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, ἵνα μὴ μόνον, ὅτε εἰσέρχεται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν Κύριον, ἀλλὰ καὶ περιπατῶν, καὶ ὁμιλῶν, καὶ ἐσθίων ἔχῃ τὴν μνήμην τοῦ Θεοῦ, καὶ τὴν ἀγάπην, καὶ τὴν στοργήν. Λέγει γὰρ, Οπου ὁ νοῦς σου, ἐκεῖ καὶ ὁ θησαυρός σου. Εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται, καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτὸν, ἐκεῖνό ἐστιν αὐτοῦ ὁ θεός. Ἐὰν ἐπιθυμῇ ἡ καρδία πάντοτε τοῦ Θεοῦ, αὐτός ἐστι Κύριος τῆς καρδίας αὐτοῦ ὁ δὲ ἀποταξάμενός τις, γενόμενος ἀκτήμων, καὶ ἄπολις, καὶ νηστεύων, οὗτος εἰς τὸν ἑαυτοῦ ἄνθρωπον ἀκμὴν δέδεται, ἢ εἰς τὰ κοσμικά πράγματα, ἢ εἰς οἰκίαν, ἢ εἰς φίλτρον γονέων, ὅπου ἐδέθη αὐτοῦ ἡ καρδία, καὶ ὁ νοῦς ἠχμαλωτίσθη, ἐκεῖνο αὐτοῦ ἐστι θεός καὶ εὑρίσκεται, διὰ μὲν τῆς πλατείας θύρας ἐξελθὼν τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσελθὼν καὶ ἐμπεσὼν εἰς τὸν κόσμον. Ὥσπερ τὰ φρύγανα ἐπιῤῥιπτόμενα εἰς τὸ πῦρ, οὐ δύνανται ἀντιστῆναι τῇ δυνάμει τοῦ πυρὸς, ἀλλ' εὐθέως κατακαίονται οὕτως καὶ οἱ δαίμονες θέλοντες πολεμεῖν ἀνθρώπῳ Πνεύματος ἠξιωμένῳ, καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως τοῦ πυρὸς, μόνον ἕνα ὁ ἄνθρωπος πάντοτε προσκολλώμενος ᾗ τῷ Κυρίῳ, καὶ τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα πρὸς αὐτὸν ἔχων. Καὶ ἐὰν ὦσιν οἱ δαίμονες ἰσχυροὶ ὡς ὄρη ἰσχυρὰ, ὑπὸ τῆς εὐχῆς καίονται, καθάπερ ὁ κηρὸς ὑπὸ πυρός. Μέγας δὲ ἐν τῷ μεταξύ κεῖται ἀγὼν καὶ πόλεμος τῇ ψυχῇ πρὸς αὐτούς. Ποταμοί εἰσι δρακόντων ἐκεῖ, καὶ στόματα λεόντων πῦρ ἐστι φλεγόμενον εἰς τὴν ψυχήν. Ὥσπερ ὁ τέλειος κακοποιὸς μεθύων εἰς τὸ πνεῦμα τῆς πλάνης ἢ φονεύων, ἢ μοιχεύων, ἀκόρεστός ἐστιν εἰς τὸ κακόν· οὕτως καὶ οἱ Χριστιανοὶ βεβαπτισμένοι εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἄπειροι γίνονται τοῦ κακοῦ. Οἱ δὲ ἔχοντες χάριν, καὶ ἔτι μεμιγμένοι τῇ ἁμαρτίᾳ, οὗτοι ὑπὸ φόβον εἰσὶ, καὶ διὰ φοβερὸν τόπον ὁδεύουσι.","t":"The Apostle says that the child, as long as he is small, is under guardians and stewards, that is, of the evil spirits; and these spirits do not want the child to grow, lest, having become a perfect man, he begin to claim what belongs to the house and to assert his lordship. The Christian ought always to have the remembrance of God; for it is written, \"You shall love the Lord your God with all your heart,\" so that he loves the Lord not only when he goes into the house of prayer, but also when walking, talking, and eating he has the remembrance of God, and love, and affection. For it says, \"Where your mind is, there also is your treasure.\" For whatever thing a man's heart is bound to, and wherever desire drags him, that is his god. If the heart always desires God, he is the Lord of his heart. But if someone has renounced the world and become without possessions and without a home, and fasts, yet is still bound to his own self, or to worldly affairs, or to a house, or to love of parents, then where his heart was bound and his mind taken captive, that is his god; and he is found to have gone out of the world through the wide door, but to have come in through the window and fallen into the world. As brushwood thrown into fire cannot withstand the power of the fire, but is at once burned up, so also the demons, when they wish to fight a man counted worthy of the Spirit, are burned and consumed by the divine power of the fire, if only the man always cleaves to the Lord and has his confidence and hope in him. And even if the demons are strong as strong mountains, they are burned by prayer as wax by fire. But in the meantime a great contest and war lies before the soul against them. There are rivers of dragons there, and lions' mouths; there is fire blazing against the soul. As the complete evildoer, drunk with the spirit of error, whether murdering or committing adultery, is insatiable in evil, so also Christians baptized into the Holy Spirit become inexperienced in evil. But those who have grace and are still mingled with sin are under fear, and travel through a fearful place.","f":"Ps.-Macarius, <i>Hom.</i> 43.3 (PG 34:773–774; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-3)."},"macarius-homiliae-spirituales/43.4":{"o":"Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες κἂν εὕρωσιν ἴδιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ἀεὶ ὑπὸ φόβον εἰσὶ, μήπως ἄφνω ἐναντίου κινηθέντος ἀνέμου κλυδωνισθῇ ἡ θάλασσα, καὶ κινδυνεύσῃ τὸ πλοῖον οὕτω καὶ οἱ Χριστιανοὶ, εἰ καὶ ἔχουσιν ἐν αὐτοῖς αἴσιον ἄνεμον τοῦ ἁγίου Πνεύματος πνέοντα, ἀλλ᾽ ἔτι ὑπὸ φόβον εἰσὶ, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως πνεύσῃ ἐπελθὼν, καὶ ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν. Σπουδῆς οὖν πολλῆς χρεία, φθάσωμεν εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰωνίαν ζωὴν καὶ τρυφὴν, εἰς τὴν πόλιν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν Ἐκκλησίαν τῶν πρωτοτόκων. Ἐὰν δὲ μὴ διέλθῃ τις τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολὺν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα ἡ πονηρά δύναμις ἐργάσηται.","t":"For as merchants at sea, even if they find a favourable wind and a calm sea, as long as they have not yet reached harbour are always in fear lest suddenly a contrary wind arise, the sea be stirred into waves, and the ship be endangered: so also Christians, even if they have within them the favourable wind of the Holy Spirit blowing, are still in fear lest the wind of the opposing power come and blow, and stir up some turmoil and waves in their souls. There is need, then, of much earnestness, that we may reach the harbour of rest, the perfect world, eternal life and delight, the city of the saints, the heavenly Jerusalem, the church of the firstborn. But if someone has not passed through those measures, he is in great fear, lest in the meantime the evil power bring about some fall.","f":"Ps.-Macarius, <i>Hom.</i> 43.4 (PG 34:774–775; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-4)."},"macarius-homiliae-spirituales/43.5":{"o":"Ὥσπερ δὲ γυνὴ συλλαβοῦσα ἐντὸς ἔχει τὸ βρέφος αὐτῆς ἐν σκότει, ὡς εἰπεῖν, καὶ ὑλώδει τόπῳ ἐὰν δὲ συμβῇ λοιπὸν ἐξελθεῖν τὸ παιδίον ἐν δέοντι καιρῷ, βλέπει κτίσιν καινοτέραν, ἣν οὐδέποτε εἶδεν, οὐρανοῦ, καὶ γῆς, καὶ ἡλίου καὶ εὐθὺς οἱ φίλοι καὶ συγγενεῖς ἱλαρῷ τῷ προσώπῳ δέχονται αὐτὸ εἰς τὰς ἀγκάλας ἐὰν δὲ συμβῇ ὑπὸ ἀταξίας τινὸς σπασθῆναι ἔνδον τὸ παιδίον, ἀνάγκη λοιπὸν τοὺς εἰς τοῦτο τεταγμένους ἰατροὺς ξίφει χρήσασθαι καὶ λοιπὸν εὑρίσκεται τὸ παιδίον ἀπὸ θανάτου εἰς θάνατον χωροῦν, καὶ ἀπὸ σκότους εἰς σκότος οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. Ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτὸν, καὶ διὰ τὴν σύνοικον ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις κρύπτουσιν. Ἐὰν οὖν ἀσφαλίσωνται ἑαυτοὺς, καὶ τηρήσωσι τὸ σπέρμα, οὗτοι τῷ δέοντι καιρῷ ἀναγεννῶντες εἰς τὸ φανερὸν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ πάντες οἱ ἄνω χοροί ἱλαροῖς προσώποις προσδέχονται αὐτούς. Ἐὰν δὲ ὑποδεξάμενος τὰ ὅπλα τοῦ Χριστοῦ εἰς τὸ πολεμῆσαι ἀνδρείως χαυνωθῇ, εὐθέως ὁ τοιοῦτος παραδίδοται τοῖς ἐχθροῖς, καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος χωρεῖ καὶ ἀπώλειαν.","t":"And as a woman who has conceived has her infant within her in darkness, so to speak, and in a place of matter; and if the child then comes out at the proper time, it sees a newer creation that it has never seen, of heaven and earth and sun, and at once friends and relatives receive it into their arms with cheerful faces; but if through some disorder the child happens to be convulsed inside, the physicians appointed for this must use the knife, and then the child is found passing from death to death and from darkness to darkness: so understand it also in spiritual things. Those who have received the seed of the Godhead have it invisibly, and because of the sin that dwells with them they hide it in dark and fearful places. If, then, they make themselves secure and keep the seed, they bring it to birth at the proper time into the open, and then, at the dissolution of the body, the angels and all the choirs above receive them with cheerful faces. But if one who has received the weapons of Christ to fight bravely grows slack, at once such a one is handed over to the enemies, and at the dissolution of the body he passes from the darkness that now surrounds him into another, harsher darkness, and to destruction.","f":"Ps.-Macarius, <i>Hom.</i> 43.5 (PG 34:775; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-5)."},"macarius-homiliae-spirituales/43.6":{"o":"Ὥσπερ δὲ ἐὰν ἡ παράδεισος ἔχων δένδρα καρποφόρα, καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλως ᾗ καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, ἔχῃ δὲ καὶ μικρὸν τεῖχος ἀντὶ θριγγίου φυλάσσον αὐτόν· συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι, εἰ καὶ μικρὸν τοῦ ὕδατος προσκρούσει τῷ τοίχῳ, ὑποφθείρει τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν, καὶ κατὰ μικρὸν λύει τὸν θεμέλιον, καὶ εἰσελθὼν διαῤῥήσσει καὶ ἐκριζοῖ πάντα τὰ φυτά, καὶ ὅλην τὴν ἐργασίαν ἀφανίζει, καὶ ἄκαρπον ποιεῖ οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου. Ἔχει τοὺς λογισμοὺς τοὺς καλοὺς, πλησιάζουσι δὲ πάντοτε καὶ οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος, λοιπὸν ἐὰν ᾗ μικρὸν κοῦφος ὁ νοῦς, καὶ ἥξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, ἰδοὺ ἔλαβον νομὴν τὰ πνεύματα τῆς πλάνης, καὶ εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη, ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς, καὶ ἠρήμωσαν τὴν ψυχήν.","t":"And as, if there is a garden with fruit-bearing trees and other fragrant plants, all well tended and cared for, and it has a small wall instead of a fence to guard it, and a rushing river happens to pass by there: if the water strikes the wall even a little, it undermines the foundation, makes itself a channel, and little by little loosens the foundation, and getting in it breaks through and uproots all the plants, destroys all the work, and makes it fruitless: so it is also with the heart of man. It has its good thoughts, but the rivers of evil also always approach the heart, wishing to overthrow it and drag it to their own side. Then, if the mind is a little light and yields to the unclean thoughts, see, the spirits of error have gained a footing, and have come in and overturned the beauties there, destroyed the good thoughts, and laid the soul waste.","f":"Ps.-Macarius, <i>Hom.</i> 43.6 (PG 34:775–776; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-6)."},"macarius-homiliae-spirituales/43.7":{"o":"Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρ᾿ ὅλα τὰ μέλη, καὶ αὐτὴ ἡ κόρη μικρὰ οὖσα, μέγα ἐστὶ σκεῦος βλέπει γὰρ ὑφ᾽ ἓν, οὐρανὸν, ἀστέρα, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα· ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἓν, τῇ μικρᾷ κόρῃ τοῦ ὀφθαλμοῦ ἐμμορφοῦται καὶ ἐνεικονίζεται· οὕτως ἐστὶ καὶ ὁ νοῦς εἰς τὴν καρδίαν. Καὶ αὐτὴ ἡ καρδία, μικρόν τι σκεῦός ἐστι, καὶ ἐκεῖ οἱ δράκοντες, καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ τὰ ἰοβόλα θηρία, καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας· καὶ ἐκεῖ αἱ τραχεῖαι καὶ ἀνώμαλοι ὁδοὶ, ἐκεῖ αἱ φάραγγες· ὁμοίως πάλιν ἐκεῖ ὁ Θεὸς, ἐκεῖ καὶ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωὴ καὶ ἡ βασιλεία, ἐκεῖ τὸ φῶς καὶ οἱ ἀπόστολοι, ἐκεῖ οἱ θησαυροὶ τῆς χάριτος, ἐκεῖ τὰ πάντα ἐστίν. Ωσπερ γάρ ἐστιν ὁμίχλη εἰς ὅλην τὴν οἰκουμένην ἐπικειμένη, καὶ ἄνθρωπος ἄνθρωπον οὐχ ὁρᾷ οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦ αἰῶνος τούτου ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ φύσει ἀνθρώπου ἀπὸ τῆς παραβάσεως ὅθεν ἐπισκιαζόμενοι ἐκ τοῦ σκότου ἐν νυκτί εἰσι, καὶ ἐν φοβεροῖς τόποις ἔχουσι τὴν διαγωγήν· καὶ ὥσπερ καπνοῦ πλῆθός ἐστιν ἐν οἴκῳ ἑνὶ, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία μετὰ τῶν ῥυπαρῶν λογισμῶν αὐτῆς, ἐγκαθεζομένη καὶ ἐφέρπουσα εἰς τοὺς λογισμοὺς τῆς καρδίας, καὶ ἄπειρον πλῆθος δαιμόνων.","t":"As the eye is small compared with all the members, and the pupil itself, though small, is a great vessel, for it sees at once heaven, stars, sun, moon, cities, and other creatures, and likewise the things seen are all at once formed and imaged in the small pupil of the eye: so is the mind in the heart. And the heart itself is a small vessel, and there are dragons, and there are lions, there are venomous beasts, and all the treasures of evil; and there are the rough and uneven roads, there the chasms. And likewise again, there is God, there are the angels, there life and the kingdom, there the light and the apostles, there the treasures of grace; all things are there. For as there is a mist lying over the whole inhabited world, and man does not see man, so the darkness of this age lies over all creation and all human nature since the transgression; therefore, overshadowed by the darkness, they are in night and spend their life in fearful places. And as there is a mass of smoke in a house, so is sin with its filthy thoughts, seated in and creeping over the thoughts of the heart, and a countless multitude of demons.","f":"Ps.-Macarius, <i>Hom.</i> 43.7 (PG 34:776–777; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-7)."},"macarius-homiliae-spirituales/43.8":{"o":"Ὥσπερ δὲ ἐν τοῖς φαινομένοις, πολεμου συγκροτουμένου, οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ μεγιστᾶνες ἐκεῖ, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσι λοιπὸν προβάλλονται οἱ τίρωνες, καὶ οἱ πένητες, καὶ οἱ ἰδιῶται, καὶ συμβαίνει ὅτι· νίκην ἐργάζονται κατὰ τῶν πολεμίων, καὶ διώκουσιν αὐτοὺς ἐκ τῶν ὁρίων, καὶ τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσιν ἀπὸ τοῦ βασιλέως, καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα, κἀκεῖνοι οἱ μεγάλοι ὀπίσω τούτων εὑρίσκονται· οὕτως ἐστὶ καὶ τὸ μέρος τὸ πνευματικόν. Οἱ ἰδιῶται ἀκούοντες ἐξ ἀρχῆς τὸν λόγον, φιλαλήθει λογισμῷ τὸ ἔργον αὐτοῦ ποιοῦσι, καὶ λαμβάνουσι παρὰ Θεοῦ τὴν χάριν τοῦ Πνεύματος οἱ δὲ σοφοί καὶ λεπτῶς ζητοῦντες τὸν λόγον, οὗτοι φεύγουσι τὸν πόλεμον, καὶ οὐ προκόπτουσι, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων.","t":"And as in visible things, when a war is joined, the wise and the great do not go there, but stay behind for fear of death; then the recruits are put forward, and the poor, and the common people; and it happens that they win the victory over the enemy and drive them from the borders, and receive the prizes of victory and the crowns from the king, and come to promotions and honours, while those great men are found behind them: so it is also in spiritual things. The simple, hearing the word from the beginning, do its work with a truth-loving mind and receive from God the grace of the Spirit; but the wise, who examine the word subtly, flee the war and do not advance, and are found behind those who fought and conquered.","f":"Ps.-Macarius, <i>Hom.</i> 43.8 (PG 34:777; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-8)."},"macarius-homiliae-spirituales/43.9":{"o":"Ὥσπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντα τὰ κτίσματα τὰ ὑπὸ τῶν οὐρανῶν κινοῦσι, καὶ ἦχον πολὺν ἀποτελοῦσιν· οὕτως ἡ δύναμις τοῦ ἐχθροῦ κρούει καὶ φέρει τοὺς λογισμοὺς, καὶ σαλεύει τὰ βάθη τῆς καρδίας πρὸς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς. Ωσπερ εἰσὶν οἱ τελῶναι καθεζόμενοι εἰς τὰς στενός ὁδοὺς, καὶ κατέχοντες τοὺς παριόντας καὶ διασείοντες, οὕτως καὶ οἱ δαίμονες ἐπιτηροῦσι καὶ κατέχουσι τὰς ψυχὰς, καὶ ἐν τῷ ἐξέρχεσθαι αὐτὰς ἐκ τοῦ σώματος, ἐὰν μὴ τελείως καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς τοῦ οὐρανοῦ, καὶ ἀπαντῆσαι τῷ Δεσπότῃ αὐτῶν· καταφέρονται γὰρ ὑπὸ τῶν ἀερίων δαιμόνων. Οἱ δὲ ὑπάρχοντες ἐν σαρκὶ, ἔτι διὰ πόνου καὶ ἀγῶνος πολλοῦ τὴν ἐξ ὕψους παρὰ Κυρίου κτήσονται χάριν δηλαδὴ οὗτοι μετὰ τῶν δι᾽ ἐναρέτου ἀναπαυσαμένων πολιτείας, πρὸς τὸν Κύριον ἀπελεύσονται, καθὼς ἐπηγγείλατο, Ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύσουσι τῷ Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.","t":"And as the winds, blowing violently, move all the creatures under heaven and make a great noise, so the power of the enemy strikes and carries away the thoughts, and shakes the depths of the heart toward its own will, and scatters the thoughts into its service. As there are tax-collectors sitting at the narrow roads, seizing those who pass and extorting from them, so also the demons watch for souls and seize them; and when they go out of the body, unless they have been perfectly cleansed, they are not permitted to go up to the dwellings of heaven and meet their Master; for they are carried down by the demons of the air. But those who, while still in the flesh, acquire through toil and much struggle the grace from on high from the Lord, these plainly will go to the Lord with those who have gone to rest through a virtuous life, as he promised: \"Where I am, there my servant will be also\"; and they will reign through the boundless ages with the Father and the Son and the Holy Spirit, now and always and to the ages of ages. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 43.9 (PG 34:777–778; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/43-9)."},"macarius-homiliae-spirituales/44.1":{"o":"Ὁ προσερχόμενος τῷ Θεῷ, καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλει εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν, καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι, μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον. Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ, καινή κτίσις. Καὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ τοῦτο παραγέγονεν, ὥστε τὴν φύσιν ἀλλάξαι καὶ μεταβαλεῖν καὶ ἀνακαινίσαι, καὶ ἀνακτίσαι, τὴν ψυχὴν ταύτην τὴν κατεστραμμένην τοῖς πάθεσι διὰ τὴν παράβασιν, κεράσας τῷ ἰδίῳ αὐτοῦ Πνεύματι τῆς θεότητος. Καινὸν νοῦν, καὶ καινὴν ψυχὴν, καὶ καινοὺς ὀφθαλμοὺς, καινὰ ὦτα, καινὴν γλῶτταν πνευματικὴν, καὶ ἀπαξαπλῶς καινοὺς ἀνθρώπους τοὺς πιστεύοντας αὐτῷ ἦλθεν ἀπεργάσασθαι, ἤτοι καινοὺς ἀσκοὺς, χρίσας αὐτοὺς τῷ ἑαυτοῦ φωτὶ τῆς γνώσεως, ἵνα μεταβάλῃ νέον οἶνον, ὅ ἐστι τὸ Πνεῦμα αὐτοῦ. Οἶνον γὰρ, φησὶ, νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.","t":"Homily 44. What change and renewal Christ, who heals the passions and diseases of the soul, works in a Christian man.\n\nWhoever comes to God and truly wishes to sit beside Christ ought to come with this aim: to be changed and transformed from his former state and way of life, and to be shown a good and new man, bearing nothing of the old man. For it says, \"If anyone is in Christ, he is a new creation.\" For our Lord Jesus Christ came for this reason: to change, transform, and renew the nature, and to create anew this soul that had been overthrown by the passions through the transgression, mingling it with his own Spirit of the Godhead. He came to make a new mind, and a new soul, and new eyes, new ears, a new spiritual tongue, and in a word to make new men of those who believe in him, that is, new wineskins, anointing them with his own light of knowledge, so as to pour into them new wine, which is his Spirit. For it says, \"New wine must be put into new wineskins.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 44.1 (PG 34:778–779; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/44-1)."},"macarius-homiliae-spirituales/44.2":{"o":"Ωσπερ γὰρ ὁ ἐχθρὸς λαβὼν τὸν ἄνθρωπον ὑποχείριον, καινὸν αὐτὸν͵ εἰς ἑαυτὸν εἰργάσατο, πάθεσι κακίας περιβαλὼν, καὶ χρίσας τῷ πνεύματι τῆς ἁμαρτίας, τὸν οἶνον τῆς ἀνομίας πάσης καὶ κακίας διδασκαλίας ἐνέβαλεν εἰς αὐτόν οὕτως καὶ ὁ Κύριος λυτρωσάμενος αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ, καινὸν ἀπειργάσατο· χρίσας τῷ ἑαυτοῦ Πνεύματι, καὶ τὸν τῆς ζωῆς οἶνον, τὴν καινὴν τοῦ Πνεύματος διδασκαλίαν εἰς αὐτὸν ἐνέχεεν. Ὁ γὰρ μεταβαλών τὴν φύσιν τῶν πέντε ἄρτων εἰς φύσιν πλήθους, καὶ φύσει ὄνου ἀλόγῳ δοὺς φωνὴν, καὶ τὴν πόρνην εἰς σωφροσύνην μεταστρέψας, καὶ πυρὸς φύσιν καυστικοῦ δροσίζειν τοὺς ἐν τῇ καμίνῳ παρασκευάσας, καὶ φύσιν λεόντων ἀγρίων θηρίων τῷ Δανιήλ ἡμερώσας, οὗτος δύναται καὶ τὴν ψυχὴν τὴν ἔρημου καὶ ἀγριωθεῖσαν ἀπὸ τῆς ἁμαρτίας μεταβαλεῖν εἰς τὴν ἑαυτοῦ ἀγαθότητα, καὶ χρηστότητα, καὶ εἰρήνην τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ καὶ ἀγαθῷ.","t":"For as the enemy, having taken man into his power, made him new for himself, clothing him with the passions of evil and anointing him with the spirit of sin, and poured into him the wine of all lawlessness and evil teaching, so also the Lord, having redeemed him from the enemy, made him new, anointing him with his own Spirit, and poured into him the wine of life, the new teaching of the Spirit. For he who changed the nature of five loaves into the nature of a multitude, and gave a voice to the irrational nature of a donkey, and turned the harlot to chastity, and made the nature of burning fire refresh with dew those in the furnace, and tamed for Daniel the nature of lions, wild beasts: he can also change the soul that has become desolate and wild through sin into his own goodness and kindness and peace, by the holy and good Spirit of promise.","f":"Ps.-Macarius, <i>Hom.</i> 44.2 (PG 34:779–780; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/44-2)."},"macarius-homiliae-spirituales/44.3":{"o":"Ὃν γὰρ τρόπον ποιμὴν τὸ ψωριῶν πρόβατον δύναται θεραπεῦσαι, καὶ ἀπὸ λύκων φυλάξαι ὡσαύτως ὁ ἀληθινὸς ποιμὴν Χριστὸς ἐλθὼν, μόνος ἠδυνήθη θεραπεῦσαι, καὶ ἐπιστρέψαι τὸ ἀπολωλὸς καὶ ψωριῶν πρόβατον, τὸν ἄνθρωπον, ἀπὸ τῆς ψώρας· καὶ λέπρας τῆς ἁμαρτίας. Οἱ γὰρ πρὶν ἱερεῖς καὶ Λευῖται καὶ διδάσκαλοι οὐκ ἠδυνήθησαν θεραπεῦσαι τὴν ψυχὴν ταῖς προσφοραῖς τῶν δώρων καὶ θυσιῶν, καὶ ῥαντισμοῖς αἵματος, ὅπουγε οὐδὲ αὐτοὺς ἡδυνήθησαν θεραπεῦσαι καὶ γὰρ αὐτοὶ ἀσθένειαν περιέκειντο. Αδύνατον γὰρ, φησὶν, αἰμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίαν. Ὁ δὲ Κύριος ἔλεγε, δεικνὺς τὴν ἀσθένειαν τῶν τότε ἰατρῶν, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρὲ, θεράπευσον σεαυτόν· ἀντὶ τοῦ, Οὐκ εἰμὶ ἐγὼ ὡς ἐκεῖνοι, οἱ μήτε ἑαυτοὺς δυνάμενοι θεραπεῦσαι. Ἐγώ εἰμι ὁ ἀληθινὸς ἰατρὸς, καὶ καλὸς ποιμὴν, ὁ θεὶς τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, ὁ δυνάμενος θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ψυχῆς· ἐγώ εἰμι τὸ ἄμωμον πρόβατον, τὸ ἅπαξ προσενεχθέν, καὶ τοὺς ἐμοὶ προσερχομένους δυνάμενος θεραπεῦσαι. Ἡ γὰρ ἀληθινὴ ἴασις τῆς ψυχῆς ἀπὸ Κυρίου μόνου γίνεται Ἰδοὺ γὰρ, φησὶν, ὁ ᾿Αμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τῆς ψυχῆς δηλονότι πιστευσάσης αὐτῷ, καὶ ἀγαπώσης αὐτὸν ἐξ ὅλης καρδίας.","t":"For just as a shepherd can heal a mangy sheep and guard it from wolves, so Christ, the true shepherd, came and alone was able to heal and bring back the lost and mangy sheep, man, from the mange and leprosy of sin. For the priests and Levites and teachers of former times could not heal the soul by offerings of gifts and sacrifices and sprinklings of blood, seeing that they could not even heal themselves; for they too were beset with weakness. For it says, \"It is impossible for the blood of bulls and goats to take away sin.\" And the Lord said, showing the weakness of the physicians of that time, \"No doubt you will quote to me this proverb, 'Physician, heal yourself'\"; as if to say, \"I am not like them, who cannot even heal themselves. I am the true physician and the good shepherd, who laid down my life for the sheep, who can heal every disease and every infirmity of the soul; I am the spotless lamb, offered once for all, and able to heal those who come to me.\" For the true healing of the soul comes from the Lord alone. For it says, \"Behold the Lamb of God, who takes away the sin of the world\", that is, of the soul that has believed in him and loves him with all its heart.","f":"Ps.-Macarius, <i>Hom.</i> 44.3 (PG 34:780; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/44-3)."},"macarius-homiliae-spirituales/44.4":{"o":"Ὁ ποιμὴν τοίνυν ὁ καλὸς τὸ ψωριῶν πρόβατον θεραπεύει. Πρόβατον δὲ πρόβατον θεραπεῦσαι οὐ δύναται. Καὶ εἰ μὴ θεραπευθῇ τὸ λογικὸν πρόβατον, ὁ ἄνθρωπος, εἰς Ἐκκλησίαν Κυρίου τὴν ἐπουράνιον οὐκ εἰσέρχεται. Οὕτως γὰρ καὶ ἐν τῷ νόμῳ εἴρηται διὰ σκιᾶς καὶ εἰκόνος περὶ γὰρ τοῦ λεπροῦ, καὶ μῶμον ἔχοντος, ταῦτα αἰνίσσεται μηνύον τὸ Πνεῦμα Λεπρὸς, φησὶν, ἢ μῶμον ἔχων, οὐκ εἰσελεύσεται εἰς ᾿Εκκλησίαν Κυρίου. ᾿Αλλὰ προσέταξε τῷ λεπρῷ ἀπέρχεσθαι πρὸς τὸν ἱερέα, καὶ παρακλήσει πολλῇ ἄγειν αὐτὸν εἰς τὸν οἶκον τῆς σκηνῆς αὐτοῦ, καὶ ἐπιτιθέναι τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν λέπραν, σημειούμενον τὸν τόπον τῆς ἀφῆς τῆς λέπρας, καὶ θεραπεύειν. Τὸν αὐτὸν τρόπον καὶ Χριστὸς ὁ ἀληθὴς ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν ταῖς λεπρώσαις ψυχαῖς λέπραν ἁμαρτίας ἐπικαμπτόμενος, εἰσέρχεται εἰς τὴν σκηνὴν τοῦ σώματος αὐτῶν, καὶ θεραπεύει καὶ ἱᾶται τὰ πάθη. Καὶ οὕτως δυνήσεται ἡ ψυχὴ εἰσελθεῖν εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν τῶν ἁγίων τοῦ ἀληθινοῦ Ἰσραήλ· πᾶσα γὰρ ψυχὴ φοροῦσα λέπραν ἁμαρτίας παθῶν, καὶ μὴ προσελθοῦσα τῷ ἀληθινῷ ἀρχιερεῖ, καὶ θεραπευθεῖσα νῦν, εἰς τὴν παρεμβολὴν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν οὐκ εἰσέρχεται. \"Αμωμος γὰρ οὖσα καὶ καθαρὰ, ἀμώμους καὶ καθαρὰς ψυχὰς ζητεῖ. Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.","t":"The good shepherd, then, heals the mangy sheep. But a sheep cannot heal a sheep. And unless the rational sheep, man, is healed, he does not enter the heavenly church of the Lord. For so it was said in the law too, through shadow and image; for concerning the leper and one who has a blemish the Spirit hints at these things, indicating: \"A leper,\" it says, \"or one who has a blemish shall not enter the assembly of the Lord.\" But it commanded the leper to go to the priest, and with much entreaty to bring him into the house of his tent, and to lay his hands on the leprosy, marking the place where the leprosy touched, and to heal it. In the same way Christ too, the true high priest of the good things to come, bending down to souls leprous with the leprosy of sin, enters into the tent of their body and heals and cures their passions. And so the soul will be able to enter the heavenly church of the saints of the true Israel; for every soul that bears the leprosy of sin, of the passions, and has not come to the true high priest and been healed now, does not enter the camp of the saints, the heavenly church. For being blameless and pure, it seeks blameless and pure souls. For it says, \"Blessed are the pure in heart, for they shall see God.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 44.4 (PG 34:781; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/44-4)."},"macarius-homiliae-spirituales/44.5":{"o":"Δεῖ γὰρ τὴν ψυχὴν τὴν ἐν ἀληθείᾳ πιστεύουσαν Χριστῷ, μετατεθῆναι καὶ ἀλλαγῆναι ἀπὸ τῆς νῦν πονηρᾶς καταστάσεως, εἰς ἑτέραν κατάστασιν ἀγαθὴν, καὶ ἀπὸ τῆς νῦν φύσεως ταπεινῆς, εἰς ἑτέραν θείαν φύσιν, καὶ καινὴν αὐτὴν ἀπεργασθῆναι διὰ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος. Καὶ οὕτως δύναται χρησιμεῦσαι εἰς τὴν ἐπουράνιον βασιλείαν. Τυχεῖν δὲ τούτων ἡμῖν ἔσται πιστεύουσι, καὶ ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ, καὶ ἐν πάσαις ταῖς ἁγίαις αὐτοῦ ἐντολαῖς ἀναστρεφομένοις. Εἰ γὰρ ἐπὶ τοῦ Ἑλισσαίου τὸ φύσει κοῦφον ξύλον ἐν τοῖς ὕδασι βληθὲν ἀνήνεγκε τὸ φύσει βαρὺ σιδήριον, πόσῳ μᾶλλον ἐνταῦθα ἀποστελεῖ ὁ Κύριος τὸ κοῦφον, καὶ ἐλαφρὸν, καὶ ἀγαθὸν, καὶ ἐπουράνιον αὐτοῦ Πνεῦμα, καὶ δι᾿ αὐτοῦ τὴν βεβυθισμένην τοῖς ὕδασι τῆς πονηρίας ψυχὴν ἀνενεγκεῖ, καὶ κουφίσει, καὶ πτερώσει πρὸς τὰ ὕψη τῶν οὐρανῶν, καὶ μεταβαλεῖ καὶ ἀλλάξει αὐτὴν ἐκ τῆς ἰδίας φύσεως","t":"For the soul that truly believes in Christ must be transferred and changed from its present evil state into another, good state, and from its present lowly nature into another, divine nature, and be made new through the power of the Holy Spirit. And so it can be made fit for the heavenly kingdom. And it will be ours to obtain these things if we believe in him and love him in truth, and walk in all his holy commandments. For if in the days of Elisha the wood, by nature light, thrown into the waters, brought up the iron, by nature heavy, how much more will the Lord here send his light, nimble, good, and heavenly Spirit, and through it bring up the soul sunk in the waters of wickedness, and lighten it, and give it wings toward the heights of heaven, and transform and change it from its own nature …","f":"Ps.-Macarius, <i>Hom.</i> 44.5 (PG 34:781–782; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/44-5)."},"macarius-homiliae-spirituales/44.6":{"o":"Καὶ ὥσπερ ἐν τοῖς φαινομένοις οὐδεὶς δύναται δι' ἑαυτοῦ περάσαι καὶ διελθεῖν τὴν θάλασσαν, εἰ μὴ ἔχει τὸ κοῦφον καὶ ἐλαφρὸν πλοῖον, τὸ ἐκ ξύλου κατασκευασθὲν, τὸ μόνον ἐπάνω τῶν ὑδάτων περιπατεῖν δυνάμενον· καταποντίζεται γὰρ καὶ ἀπόλλυται, ἂν ἐπιβαίνῃ τις ἐν τῇ θαλάσσῃ· τὸν αὐτὸν τρόπον ἀδύνατον ψυχὴν δι᾽ ἑαυτῆς διελθεῖν καὶ ὑπερβῆναι, καὶ διαπεράσαι τὴν πικρὰν θάλασσαν τῆς ἁμαρτίας, καὶ τὴν χαλεπὴν ἄβυσσον τῶν πονηρῶν δυνάμεων τοῦ σκότους τῶν παθῶν, εἰ μὴ τὸ ἐλαφρὸν καὶ ἐπουράνιον καὶ εὔπτερον τοῦ Χριστοῦ Πνεῦμα δέξεται, ἐπάνω τῆς πονηρίας ὅλης περιπατοῦν καὶ διοδεῦον, δι' οὗ εὐθυδρόμως καὶ ὀρθῶς εἰς τὸν ἐπουράνιον λιμένα τῆς ἀναπαύσεως, εἰς τὴν πόλιν τῆς βασιλείας δυνήσεται καταντῆσαι. \"Ωσπερ δὲ οἱ ἐν τῷ πλοίῳ ἐκ τῆς θαλάσσης οὐκ ἀρύονται καὶ πίνουσιν, οὔτε ἐξ αὐτῆς τὰ ἐνδύματα καὶ τὰς τροφὰς ἔχουσιν, ἀλλ' ἔξωθεν ἐν τῷ πλοίῳ ἐπικομίζονται οὕτως αἱ ψυχαὶ τῶν Χριστιανῶν, οὐκ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλ᾿ ἄνωθεν ἐξ οὐρανοῦ τροφὴν οὐράνιον καὶ ἐνδύματα πνευματικὰ λαμβάνουσι, κἀκεῖθεν ζῶσαι ἐν τῇ νηῖ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ Πνεύματος ἐμβᾶσαι, παρέρχονται τὰς ἐναντίας τῶν ἀρχῶν καὶ ἐξουσιῶν πονηρὰς δυνάμεις. Καὶ ὥσπερ ἐκ μιᾶς φύσεως ξύλου πάντα τὰ πλοῖα κατασκευάζονται, δι' ὧν παρελθεῖν οἱ ἄνθρωποι τὴν πικρὰν δυνήσονται θάλασσαν οὕτως ἐκ μιᾶς θεότητος φωτὸς οὐρανίου τῶν διαφόρων χαρισμάτων τοῦ ἑνὸς Πνεύματος, πᾶσαι τῶν Χριστιανῶν αἱ ψυχαὶ δυναμούμεναι τὴν ὅλην περιἱπτανται πονηρίαν.","t":"And as in visible things no one can by himself cross over and pass through the sea unless he has the light and nimble ship, built of wood, which alone can walk upon the waters (for anyone who sets foot on the sea is drowned and perishes): in the same way it is impossible for the soul by itself to pass through, get over, and cross the bitter sea of sin and the grievous abyss of the evil powers of darkness, of the passions, unless it receives the light, heavenly, swift-winged Spirit of Christ, which walks over all wickedness and passes through it, and through which it will be able to arrive straight and rightly at the heavenly harbour of rest, at the city of the kingdom. And as those in the ship do not draw water from the sea and drink it, nor have their clothing and food from it, but these are brought from outside in the ship: so the souls of Christians receive heavenly food and spiritual clothing not from this age but from above, from heaven, and living from there, having embarked on the ship of the good and life-giving Spirit, they pass by the opposing evil powers of the principalities and authorities. And as all ships are built from one nature, wood, by which men will be able to cross the bitter sea, so from one Godhead of heavenly light, from the different gifts of the one Spirit, all the souls of Christians are empowered and fly above all wickedness.","f":"Ps.-Macarius, <i>Hom.</i> 44.6 (PG 34:782–783; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/44-6)."},"macarius-homiliae-spirituales/44.7":{"o":"Ἐπεὶ δὲ τὸ πλοῖον καὶ κυβερνήτου χρήζει, καὶ εὐκράτου καὶ ἡδέος ἀνέμου πρὸς τὸ διαπλεῦσαι καλῶς, ταῦτα πάντα αὐτός ἐστιν ὁ Κύριος ἐν τῇ πιστῇ ψυχῇ γινόμενος, καὶ διαπερῶν αὐτὴν τοὺς δεινοὺς χειμῶνας, καὶ τὰ ἄγρια τῆς πονηρίας κύματα, καὶ τὰς καταιγίδας τῶν βιαίων τῆς ἁμαρτίας ἀνέμων, δυνατῶς καὶ ἐμπύρως καὶ ἐπιστημόνως, ὡς αὐτὸς ἐπίσταται, διαλύων τὸν κλύδωνα αὐτῶν. ῎Ανευ γὰρ τοῦ ἐπουρανίου κυβερνήτου Χριστοῦ, ἀδύνατόν τινι παρελθεῖν τὴν πονηρὰν θάλασσαν τῶν δυνάμεων τοῦ σκότους, καὶ τῶν πικρῶν πειρασμῶν τὰ καταφυσήματα· Ἀναβαίνουσι γὰρ, φησὶν, ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων. Πᾶσαν δὲ κυβερνητικὴν ἐπιστήμην καὶ πολέμων καὶ πειρασμῶν ἐπίσταται, ὑπεράνω τῶν ἀγρίων κυμάτων ἐπιβαίνων Αὐτὸς γὰρ, φησὶ, πειρασθεὶς δύναται πειραζομένοις βοηθῆσαι.","t":"And since a ship also needs a helmsman, and a mild and pleasant wind, to sail through well, the Lord himself becomes all these in the faithful soul, and carries it across the dread storms, the wild waves of wickedness, and the squalls of the violent winds of sin, powerfully, fervently, and skilfully, as he alone knows how, dispersing their surge. For without the heavenly helmsman, Christ, it is impossible for anyone to get past the evil sea of the powers of darkness and the blasts of bitter temptations; for it says, \"They mount up to the heavens, and go down to the depths.\" But he knows all the art of steering, both through wars and through temptations, walking upon the wild waves. For it says, \"He himself, having been tempted, is able to help those who are tempted.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 44.7 (PG 34:783–784; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/44-7)."},"macarius-homiliae-spirituales/44.8":{"o":"Δεῖ τοίνυν ἀλλαγῆναι καὶ μεταβληθῆναι τὰς ψυχὰς ἡμῶν ἀπὸ τῆς νῦν καταστάσεως εἰς ἑτέραν κατάστασιν, καὶ φύσιν θείαν, καὶ γενέσθαι καινοὺς ἐκ παλαιῶν, τουτέστιν ἀγαθοὺς καὶ χρηστοὺς καὶ πιστοὺς, ἐκ πικρῶν καὶ ἀπίστων· καὶ οὕτω χρησίμους γενομένους εἰς τὴν ἐπουράνιον βασιλείαν ἀποκαταστῆναι. Καὶ γὰρ ὁ μακάριος Παῦλος περὶ τῆς μεταβολῆς αὐτοῦ καὶ καταλήψεως, ἧς κατελήφθη ὑπὸ Κυρίου, γράφει ταῦτα Διώκω δὲ, εἰ καταλάβω, ἐφ᾽ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ. Πῶς τί ἄρα καταλαμβάνεται ὑπὸ τοῦ Θεοῦ; Ὥσπερ γὰρ ἐὰν αἰχμαλωσίαν τινὰ τύραννος ἁρπάσας ἀπάγῃ, εἶτα καταληφθῇ ὑπὸ τοῦ ἀληθινοῦ βασιλέως· οὕτω καὶ Παῦλος, ὅτε ὑπὸ τοῦ τυραννικοῦ πνεύματος τῆς ἁμαρτίας ἐνηργεῖτο, τὴν Ἐκκλησίαν ἐδίωκε καὶ ἐσκύλευεν. ᾿Αλλ' ἐπεὶ μὴ ζήλῳ Θεοῦ κατὰ ἄγνοιαν ἐποίει, ὡς ὑπὲρ ἀληθείας ἀγωνιζόμενος, οὐ παρωράθη, ἀλλὰ κατέλαβεν αὐτὸν ὁ Κύριος, περιλάμψας ἀῤῥήτως ὁ ἐπουράνιος καὶ ἀληθινὸς βασιλεὺς, φωνῆς τῆς αὐτοῦ τοῦτον ἀξιώσας, καὶ ῥαπίσας ὡς δοῦλον ἠλευθέρωσεν, Ἴδε Δεσπότου ἀγαθότητα καὶ μεταβολὴν, πῶς δύναται μεταβαλεῖν ψυχὰς τὰς τῇ κακίᾳ συμπλακείσας, καὶ ἀγρίας ἀποκαταστάσας, καὶ ῥοπῇ ὥρας εἰς τὴν ἑαυτοῦ ἀγαθότητα, καὶ εἰρήνην μετενεγκεῖν. Πάντα γὰρ δυνατὰ παρὰ θεῷ, ὥσπερ ἐπὶ τοῦ λῃστοῦ γέγονε, ῥοπῇ ὥρας διὰ τῆς πίστεως μετεβλήθη, καὶ εἰς παράδεισον ἀποκατέστη. Διὰ τοῦτο ἦλθεν ὁ Κύριος, ἵνα τὰς ψυχὰς ἡμῶν ἀλλάξῃ καὶ ἀνακτίσῃ, καὶ ποιήσῃ αὐτὰς, καθὼς γέγραπται, θείας κοινωνοὺς φύσεως, καὶ δοῦναι εἰς τὴν ψυχὴν ἡμῶν ἐπουράνιον ψυχήν, τουτέστι Πνεῦμα θεότητος ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν ἀρετὴν, ὅπως ζωὴν αἰώνιον ζῆσαι δυνηθῶμεν. Εἴη τοίνυν ἐξ ὅλης καρδίας πιστεῦσαι ἡμᾶς ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις, ὅτι ἀληθῆς ἐστιν ὁ ἐπαγγειλάμενος. Χρὴ οὖν ἀγαπῆσαι τὸν Κύριον, καὶ σπουδάσαι παντοίως ἐν πάσαις ἀρεταῖς, καὶ αἰτῆσαι ἐπιμόνως καὶ ἐνδελεχῶς, ὥστε δέξασθαι τὴν ἐπαγγελίαν τοῦ Πνεύματος αὐτοῦ ὁλοκλήρως καὶ τελείως, ἵνα ζωοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν, ὡς ἔτι ἐν σαρκί ἐσμεν. Ἐὰν μὴ γὰρ ἐν τῷ κόσμῳ τούτῳ δέξηται ἡ ψυχὴ τὸν ἁγιασμὸν τοῦ Πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως, καὶ κοινωνὸς θείας φύσεως γένηται, ἀνακραθεῖσα τῇ χάριτι, δι᾿ ἧς πᾶσαν ἐντολὴν ἀμώμως καὶ καθαρῶς ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅπερ γάρ τις ἐντεῦθεν ἀγαθὸν ἐκτήσατο, τοῦτο αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτοῦ ζωὴ διὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας. ᾿Αμήν.","t":"Our souls, then, must be changed and transformed from their present state into another state, and a divine nature, and become new instead of old, that is, good and kind and faithful instead of bitter and unbelieving; and so, having become fit, be restored into the heavenly kingdom. For the blessed Paul too writes this about his own transformation, and the laying hold by which he was laid hold of by the Lord: \"But I press on, if I may lay hold of that for which I was also laid hold of by Christ.\" How, then, is he laid hold of by God? As when a tyrant has seized and carried off some captives, and is then overtaken by the true king: so too Paul, when he was worked upon by the tyrannical spirit of sin, persecuted and plundered the church. But since he did it in zeal for God, in ignorance, as one contending for the truth, he was not overlooked; but the Lord laid hold of him, the heavenly and true King shining around him unspeakably, counting him worthy of his voice, and striking him as a servant he set him free. See the goodness of the Master and the change he works: how he can change souls entangled in evil and made wild, and in the turn of an hour bring them over into his own goodness and peace. For all things are possible with God, as happened with the thief: in the turn of an hour he was changed through faith and restored to paradise. For this the Lord came, to change our souls and create them anew, and to make them, as it is written, partakers of the divine nature, and to give our soul a heavenly soul, that is, the Spirit of the Godhead, who guides us into all virtue, so that we may be able to live eternal life. May we, then, believe his indescribable promises with our whole heart, for he who promised is true. We must, then, love the Lord, and strive in every way in all virtues, and ask persistently and continually, so as to receive the promise of his Spirit wholly and perfectly, that our souls may be made alive while we are still in the flesh. For unless the soul receives in this world the sanctification of the Spirit through much faith and prayer, and becomes a partaker of the divine nature, mingled with grace, through which it will be able to fulfil every commandment blamelessly and purely, it is unfit for the kingdom of heaven. For whatever good one has acquired here, that very thing will be his life on that day, through the Father and the Son and the Holy Spirit, forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 44.8 (PG 34:784–785; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/44-8)."},"macarius-homiliae-spirituales/45.1":{"o":"Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος, πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει. Ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ, πάντα ἀρνησάμενος, ἔτι δὲ τὴν ἑαυτοῦ ψυχὴν, προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει· προτιμῶν δηλαδὴ τὸν Κύριον γονέων, ἀδελφῶν, γυναικὸς, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων. Τοῦτο γὰρ ὁ Κύριος ἀπεφήνατο εἰπὼν, Πᾶς ὅστις οὐκ ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀδελφοὺς, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος. Ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἡκούσαμεν. Πόσοι γὰρ βασιλεῖς ἀνεφάνησαν ἐκ τοῦ γένους Ἀδὰμ, κρατοῦντες πάσης τῆς γῆς, μέγα φρονοῦντες ἐπὶ τῇ βασιλικῇ δυναστεία! καὶ τούτων οὐδεὶς διὰ τῆς τοιαύτης ἱκανότητος ἴσχυσε γνωρίσαι τὴν ἐκ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου ἐπεισελθοῦσαν τῇ ψυχῇ κακίαν, καὶ σκοτίσασαν αὐτὴν, πρὸς τὸ μὴ ἐπιγνῶναι τὴν μεταβολὴν, ὅτι πρῶτον καθαρεύων ὁ νοῦς ἑώρα τὸν Δεσπότην αὐτοῦ ἐν ἀξιώματι ὢν, καὶ νῦν ἐνδέδυται διὰ τὴν ἔκπτωσιν αἰσχύνην, τυφλωθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας τοῦ μὴ βλέπειν ἐκείνην τὴν δόξαν, ἣν ἔβλεπε πρὸ τῆς παρακοῆς ὁ πατὴρ ἡμῶν ᾿Αδάμ.","t":"Homily 45. No craft and no wealth of this world, but only the appearing of Christ, can heal man; this homily shows man's very great kinship with God.\n\nWhoever has chosen the solitary life ought to regard all the affairs that revolve in this world as alien and foreign to himself. For whoever truly follows after the cross of Christ, having denied all things, and even his own soul, ought to keep his mind nailed to the love of Christ, that is, preferring the Lord to parents, brothers, wife, children, kin, friends, and possessions. For the Lord declared this when he said, \"Everyone who has not left father or mother or brothers or wife or children or fields, and does not follow me, is not worthy of me.\" For in nothing else is salvation and rest found for men, as we have heard. For how many kings have appeared from the race of Adam, ruling the whole earth and proud of their royal power! And not one of them, for all such capability, was able to recognize the evil that came into the soul from the transgression of the first man and darkened it, so that it does not recognize the change: that at first the mind, being pure, saw its Master while it stood in honor, and now, because of the fall, it is clothed with shame, the eyes of the heart having been blinded so as not to see that glory which our father Adam saw before the disobedience.","f":"Ps.-Macarius, <i>Hom.</i> 45.1 (PG 34:786; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/45-1)."},"macarius-homiliae-spirituales/45.2":{"o":"Ἐγένοντο δὲ καὶ διάφοροι σοφοὶ κατὰ κόσμον· ὧν οἱ μὲν διὰ φιλοσοφίας ἀρετὴν ἐπεδείξαντο οἱ δὲ τὴν σοφιστικὴν ἐξασκήσαντες ἐθαυμαστώθησαν· ἄλλοι τὴν ῥητορικὴν ἐπεδείξαντο δεινότητα· ἄλλοι γραμματικοὶ καὶ ποιηταὶ γενόμενοι, τὰς κατὰ συνθήκην ἱστορίας ἐγράψαντο. ᾿Αλλὰ καὶ τεχνῖται διάφοροι γεγόνασι τὰς κατὰ τὸν κόσμον ἐξασκήσαντες τέχνας· ὧν οἱ μὲν ἐν τοῖς ξύλοις τορνεύσαντες γένη ὀρνέων, καὶ ἰχθύων, καὶ εἰκόνας ἀνθρώπων, ἐν ἐκείνοις τὴν ἑαυτῶν ἀρετὴν ἐπιδεῖξαι ἐσπούδασαν· ἄλλοι δὲ διὰ χαλκοῦ ὁμοιώματα ἀνδριάντων καὶ ἄλλων τινῶν ἐπεχείρησαν κατασκευάσαι· ἄλλοι οἰκοδομὰς μεγίστας καὶ περικαλλεῖς ἔκτισαν· ἕτεροι δὲ τὴν γῆν ὀρύσσοντες, ἀναφέρουσι τὸν φθειρόμενον ἄργυρον καὶ χρυσόν· ἄλλοι δὲ λίθους τιμίους άλλοι δὲ κάλλη σωμάτων ἔχοντες, ἐπὶ τῇ ὡραιότητι τῶν προσώπων έπαιρόμενοι, μᾶλλον ἐδελεάσθησαν ὑπὸ τοῦ Σατανᾶ, καὶ εἰς ἁμαρτίαν ἔπεσον. Καὶ οὗτοι πάντες οἱ προῤῥηθέντες τεχνῖται, κατεχόμενοι ὑπὸ τοῦ ἔνδον οἰκοῦντος ὄφεως, καὶ μὴ γνόντες τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν, αἰχμάλωτοι καὶ δοῦλοι τῆς πονηρᾶς δυνάμεως γεγόνασι, μηδὲν ὠφεληθέντες ἀπὸ τῆς ἐπιστήμης καὶ τέχνης αὐτῶν.","t":"There have also been various wise men in the world. Some of them displayed virtue through philosophy; others won admiration by practising sophistry; others displayed skill in rhetoric; others, becoming grammarians and poets, wrote stories of their own composing. And there have also been various craftsmen who practised the arts of the world. Some of them carved kinds of birds and fishes and images of men in wood, and were eager to display their skill in these; others undertook to make likenesses of statues and of other things in bronze; others built very great and beautiful buildings; others dig the earth and bring up perishable silver and gold; others precious stones; and others, having beauty of body and being lifted up by the comeliness of their faces, were all the more ensnared by Satan and fell into sin. And all these craftsmen mentioned above, held fast by the serpent that dwells within and not knowing the sin that dwells with them, became captives and slaves of the evil power, gaining nothing from their knowledge and their craft.","f":"Ps.-Macarius, <i>Hom.</i> 45.2 (PG 34:786–787; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/45-2)."},"macarius-homiliae-spirituales/45.3":{"o":"Ἔοικεν οὖν ὁ κόσμος, ὁ πάσης ποικιλίας πεπληρωμένος, ἀνθρώπῳ πλουσίῳ κεκτημένῳ οἴκους λαμπροὺς καὶ μεγάλους, χρυσόν τε καὶ ἄργυρον, καὶ κτήσεις διαφόρους, καὶ πᾶσαν ὑπηρεσίαν ἄφθονον· ἀθρόως δὲ συσχεθέντι νόσοις καὶ πάθεσι πᾶσα παρέστηκεν ἡ συγγένεια, μετὰ παντὸς τοῦ πλούτου, μὴ δυναμένη αὐτὸν ἐξελέσθαι τῆς ἀσθενείας. Οὐδεμία τοίνυν σπουδὴ τῶν κατὰ τὸν βίον, οὐκ ἀδελφοὶ, οὐ πλοῦτος, οὐκ ἀνδρία, οὔτ᾽ ἄλλα, ὅσα προείρηται, τὴν βεβαπτισμένην ὑπὸ τῆς ἁμαρτίας ψυχὴν, καὶ καθαρῶς διαβλέψαι μὴ δυναμένην, ἐξαιρεῖται τῆς ἁμαρτίας, εἰ μὴ μόνη ἡ τοῦ Χριστοῦ ἐπιφάνεια καθαρίσαι δύναται ψυχὴν καὶ σῶμα. Πάσης οὖν ἀπαλλαγέντες τῆς κατὰ τὸν βίον μερίμνης, σχολάσωμεν τῷ Κυρίῳ, βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. Ὁ γὰρ φαινόμενος οὗτος κόσμος καὶ ἡ ἐν αὐτῷ ἀνάπαυσις, ὅσῳ τὸ σῶμα δοκοῦσι θάλπειν, τοσοῦτον τῆς ψυχῆς τὰ πάθη παροξύνουσι, καὶ αὔξουσιν αὐτῆς τὴν κάκωσιν.","t":"The world, then, filled with every variety, is like a rich man who owns splendid and great houses, gold and silver, various properties, and every kind of service in abundance; but when he is suddenly seized by diseases and sufferings, all his kin stand by him with all his wealth, unable to deliver him from his sickness. So no pursuit of the things of this life, not brothers, not wealth, not courage, nor any of the other things mentioned before, delivers from sin the soul that has been plunged under by sin and cannot see clearly; only the appearing of Christ can cleanse soul and body. Let us, then, free ourselves from every care of this life and give our time to the Lord, crying to him night and day. For this visible world and the rest found in it, the more they seem to warm the body, the more they stir up the passions of the soul and increase its affliction.","f":"Ps.-Macarius, <i>Hom.</i> 45.3 (PG 34:787–788; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/45-3)."},"macarius-homiliae-spirituales/45.4":{"o":"᾿Ανὴρ δέ τις φρόνιμος ἐπιθυμήσας ἐπιμέλειαν ποιήσασθαι τῆς σπουδῆς, ἐσπούδασεν ἀποπειρασθῆναι πάντων τῶν κυλιομένων ἐν τῷ αἰῶνι τούτῳ, εἴπως εὑρεῖν ὠφέλειαν δυνηθῇ. Προσῆλθε βασιλεῦσι, δυνάσταις, ἄρχουσι, καὶ οὐχ εὗρεν ἴαμα σωτηριῶδες ἐκεῖθεν τῇ ψυχῇ προσενέγκαι· καὶ τούτοις ἐπιπολὺ συνδιατρίψας, οὐδὲν ὤνησεν. ᾿Απῆλθεν αὖθις πρὸς τοὺς σοφοὺς τοῦ κόσμου καὶ ῥήτορας· τῷ αὐτῷ τρόπῳ κατέλιπε κάκείνους, μηδὲν κέρδος ἀπενεγκάμενος. Διῆλθε διὰ τῶν ζωγράφων, καὶ τῶν τὸν χρυσόν καὶ ἄργυρον ἀπὸ γῆς ἀναφερόντων, διὰ πάντων τε τῶν τεχνιτῶν, καὶ οὐδεμίαν θεραπείαν ἴσχυσε τοῖς ἰδίοις ἐφευρεῖν τραύμασι. Τέλος ἀναχωρήσας τούτων, ἐπεζήτει ἑαυτῷ Θεὸν ἱώμενον τὰ πάθη καὶ τὰς νόσους τῆς ψυχῆς, ὡς δὲ ἐπεσκέπτετο ἑαυτὸν, καὶ ταῦτα διελογίζετο, εὑρέθη ὁ νοῦς αὐτοῦ ἐν ἐκείνοις ῥεμβόμενος τοῖς πράγμασιν, ὧν φανερῶς ἀνεχώρησε, μισήσας αὐτά.","t":"A certain prudent man, wishing to give his care to this pursuit, set out to make trial of all the things that go round in this age, to see whether he could somehow find profit. He went to kings, rulers, and governors, and found there no saving remedy to bring to his soul; and though he spent a long time with them, he gained nothing. He went off again to the wise men and orators of the world; in the same way he left them too, carrying away no gain. He went through the painters, and those who bring up gold and silver from the earth, and through all the craftsmen, and could find no cure for his own wounds. At last, withdrawing from them, he sought for himself God, who heals the passions and diseases of the soul. But as he examined himself and pondered these things, his mind was found wandering among the very things from which he had openly withdrawn, having come to hate them.","f":"Ps.-Macarius, <i>Hom.</i> 45.4 (PG 34:788; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/45-4)."},"macarius-homiliae-spirituales/45.5":{"o":"Ὥσπερ δὲ γυνή τις ἐν κόσμῳ πλουσία, καὶ χρήματα πολλὰ καὶ οἶκον λαμπρὸν ἔχουσα, λείπεται προστασίας· καὶ οἱ ἐπερχόμενοι ἐπὶ τὸ βλάψαι αὐτὴν, καὶ τὰς οἰκήσεις ἐρημῶσαι, πολλοί κἀκείνη μὴ φέρουσα τὴν ὕβριν, περιέρχεται ζητοῦσα ἄνδρα δυνάστην, ἱκανόν τε καὶ πεπαιδευμένον ἐν πᾶσι· καὶ ὅταν πολλὰ ἀγωνισαμένη λάβῃ τοιοῦτον ἄνδρα, ἀγαλλιᾶται ἐπ᾿ αὐτῷ, καὶ ἔχει αὐτὸν ἀντὶ τείχους ἰσχυροῦ· τὸν αὐτὸν τρόπον ἡ ψυχὴ μετὰ τὴν παράβασιν, ἐπιπολὺ θλιβεῖσα ὑπὸ τῆς ἑναντίας δυνάμεως, καὶ εἰς μεγάλην ἐρημίαν ἐμπεσοῦσα, καὶ χήρα, καὶ μεμονωμένη ἀπὸ τοῦ ἐπουρανίου ἀνδρὸς διὰ τὴν παράβασιν τῆς ἐντολῆς καταλειφθεῖσα καὶ παίγνιον πάσαις ταῖς ἀντικειμέναις δυνάμεσι γενομένη· ἐξἑστησαν γὰρ αὐτὴν τῶν ἰδίων φρενῶν, θαμβήσαντες ἀπὸ τῆς οὐρανίου διανοίας, ὥστε μὴ ὁρᾷν τὰ ὑπ᾿ αὐτῶν εἰς αὐτὴν γινόμενα, ἀλλὰ νομίζειν, ὅτι οὕτως ἐξ ἀρχῆς γεγένηται. Εἶτα δι' ἀκοῆς μαθοῦσα τὴν μόνωσιν αὐτῆς καὶ ἐρημίαν, στενάξασα ἐνώπιον τῆς φιλανθρωπίας τοῦ Θεοῦ, εὖρε ζωὴν καὶ σωτηρίαν. Διὰ τί; Ἐπειδὴ ἀνῆλθεν εἰς τὴν συγγένειαν αὐτῆς. Οὐδεμία γὰρ ἄλλη τις οἰκείωσίς ἐστι καὶ ὠφέλεια τοιαύτη, εἰ μὴ ψυχῆς πρὸς Θεὸν, καὶ Θεοῦ πρὸς αὐτήν. Ἐποίησε γὰρ ὁ Θεὸς ὀρνέων γένη διάφορα τὰ μὲν ὥστε φωλεύειν ἐν τῇ γῇ, κἀκεῖθεν ἔχειν τὴν διατροφὴν καὶ τὴν ἀνάπαυσιν· τὰ δὲ ᾠκονόμησεν ὑπὸ τὰ ὕδατα φωλεύειν, κἀκεῖθεν ἔχειν τὴν ζωήν ἐδημιούργησε καὶ δύο κόσμους, τὸν μὲν ἄνω τοῖς λειτουργικοῖς πνεύμασι, καὶ τὴν πολιτείαν ἔχειν ἐκεῖ διετάξατο· τὸν δὲ κάτω τοῖς ἀνθρώποις, ὑπὸ τὸν ἀἱρα τοῦτον ἔκτισε δὲ καὶ οὐρανὸν καὶ γῆν, ἥλιον καὶ σελήνην, ὕδατα, δένδρα καρποφόρα, γένη ζώων παντοίων· ἀλλ᾽ ἐν οὐδενὶ αὐτῶν ὁ Θεὸς ἐπαναπαύεται. Πᾶσα ἡ κτίσις ὑπ' αὐτοῦ κεκράτηται, καὶ ὅμως οὐκ ἔπηξεν ἐν αὐτοῖς θρόνον, οὔτε κοινωνίας ἡρμόσατο, εἰ μὴ ἐν ἀνθρώπῳ μόνον εὐδόκησε, κοινωνήσας αὐτῷ, καὶ ἐπαναπαυσάμενος. Ὁρᾷς ὧδε συγγένειαν Θεοῦ πρὸς ἄνθρωπον, καὶ ἀνθρώπου πρὸς Θεόν; Ἡ οὖν συνετὴ καὶ φρονίμη ψυχὴ περιελθοῦσα πάντα τὰ δημιουργήματα, οὐχ εὗρεν ἀνάπαυσιν ἑαυτῇ, εἰ μὴ μόνον ἐν Κυρίῳ· καὶ ὁ Κύριος ἐν οὐδενὶ εὐδόκησεν, εἰ μὴ μόνον ἐν ἀνθρώπῳ.","t":"Just as a rich woman in the world, who has much money and a splendid house, lacks protection, and many come to harm her and lay waste her dwellings, and she, unable to bear the outrage, goes about seeking a man of power, capable and educated in all things; and when after much struggle she obtains such a husband, she rejoices in him and has him as a strong wall: in the same way the soul, after the transgression, long afflicted by the opposing power and fallen into great desolation, widowed and left alone, abandoned by the heavenly husband because of the transgression of the commandment, and made the plaything of all the hostile powers (for they drove her out of her own wits, stunning her away from the heavenly understanding, so that she does not see what they do to her, but thinks it has been so from the beginning); then, learning by hearing of her loneliness and desolation, she groaned before the loving-kindness of God and found life and salvation. Why? Because she went up to her own kin. For there is no other closeness and benefit like this, except that of the soul toward God and of God toward it. For God made various kinds of birds: some to nest on the earth and have their food and rest from there; others he arranged to nest under the waters and have their life from there. He also fashioned two worlds, the one above for the ministering spirits, where he ordained that they should have their way of life, and the one below for men, under this air. He also created heaven and earth, sun and moon, waters, fruit-bearing trees, and kinds of animals of every sort; but in none of them does God rest. All creation is held in his power, and yet he did not set up his throne in them, nor join them to himself in fellowship; he was pleased with man alone, having fellowship with him and resting in him. Do you see here the kinship of God with man and of man with God? So the wise and prudent soul, having gone round all created things, found no rest for itself except in the Lord alone; and the Lord was pleased with nothing except man alone.","f":"Ps.-Macarius, <i>Hom.</i> 45.5 (PG 34:788–790; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/45-5)."},"macarius-homiliae-spirituales/45.6":{"o":"Αν ἐκπετάσῃς τοὺς ὀφθαλμοὺς πρὸς τὸν ἥλιον, εὑρίσκεις ἐν οὐρανῷ τὸν κύκλον αὐτοῦ· τὸ δὲ φῶς καὶ τὰς ἀκτῖνας ἐπὶ γῆν ῥεπούσας καὶ πᾶσαν τὴν δύναμιν τοῦ φωτὸς, καὶ τὴν λαμπηδόνα πρὸς γῆν φερομένην· οὕτως καὶ ὁ Κύριος ἐκ δεξιῶν τοῦ Πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας κάθηται· τὸν δὲ ὀφθαλμὸν αὐτοῦ εἰς τὰς καρδίας τῶν ἐπὶ γῆς ἀνθρώπων ἔχει τεταμένον, ὅπως τοὺς ἀπεκδεχομένους τὴν παρ' αὐτοῦ βοήθειαν, ἀνενέγκῃ, ἔνθα αὐτὸς ὑπάρχει, ἐπειδὴ λέγει, \"Ὅπου ἐγώ εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καὶ πάλιν ὁ Παῦλος· Ὅτι συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις. Πολὺ δὲ ἄλογα ζῶα συνετώτερά εἰσιν ἡμῶν. Καὶ γὰρ ἕκαστον αὐτῶν συνήνωνται τῇ ἰδίᾳ φύσει, τὰ ἄγρια πρὸς τὰ ἄγρια, καὶ τὰ πρόβατα πρὸς τὸ ἴδιον γένος· καὶ σὺ οὐκ ἐπανέρχῃ πρὸς τὴν οὐράνιόν σου συγγένειαν, ἥτις ἐστὶν ὁ Κύριος· ἀλλὰ συνεπιδιδοῖς καὶ συννεύεις τοῖς λογισμοῖς σου εἰς τοὺς λογισμοὺς τῆς κακίας, βοηθὸς τῆς ἁμαρτίας γενόμενος, καὶ σὺν αὐτῇ ἑαυτῷ πολεμῶν, καὶ οὕτω κατάβρωμα τοῦ ἐχθροῦ ποιῶν ἑαυτόν· ὥσπερ ἂν ὄρνεον ὑπὸ ἀετοῦ συλληφθὲν καταναλωθῇ, ἢ πρόβατον ὑπὸ λύκου, ἢ παιδίον ἀγνοοῦν ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ πρὸς ὄφιν, καὶ βρωθὲν ὑπ᾿ αὐτοῦ ἀποκαυθῇ αἱ γὰρ παραβολαὶ ὥσπερ πρόσωπα ἔχουσιν εἰς τὸ πνευματικὸν ἔργον.","t":"If you lift your eyes to the sun, you find its disc in heaven, but its light and rays bending down to the earth, and all the power of its light and brilliance carried toward the earth. So too the Lord sits at the right hand of the Father, above every rule and authority, but he keeps his eye stretched out toward the hearts of men on earth, so that he may bring up those who wait for help from him to where he himself is, since he says, \"Where I am, there my servant will be also\"; and again Paul says, \"He raised us up together and seated us together at his right hand in the heavenly places.\" But the irrational animals are much more sensible than we are. For each of them is united with its own nature, wild animals with wild ones and sheep with their own kind; and you do not return to your heavenly kin, which is the Lord, but you give in and incline with your thoughts toward the thoughts of wickedness, becoming a helper of sin, and with it making war on yourself, and so making yourself food for the enemy: as a bird seized by an eagle is devoured, or a sheep by a wolf, or as a child in its ignorance stretches out its hand to a snake and, bitten by it, is burned up. For the parables have faces, as it were, turned toward the spiritual work.","f":"Ps.-Macarius, <i>Hom.</i> 45.6 (PG 34:790–791; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/45-6)."},"macarius-homiliae-spirituales/45.7":{"o":"\"Ωσπερ δὲ παρθένος πλουσία μεμνηστευμένη ἀνδρὶ, ὅσα ἂν δέξηται δῶρα πρὸ τῆς κοινωνίας, εἴτε κόσμια, εἴτε ἱματισμὸν, εἴτε σκεύη πολύτιμα, οὐκ ἐπαναπαύεται τούτοις, ἕως οὗ ὁ καιρὸς ἔλθῃ τοῦ γάμου, καὶ τύχῃ τῆς κοινωνίας· οὕτως ἁρμοσθεῖσα εἰς νύμφην ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ, λαμβάνει ἀῤῥαβῶνα ἐκ τοῦ Πνεύματος, εἴτε χαρίσματα ἰαμάτων, εἴτε γνώσεως, εἴτε ἀποκαλύψεως· ἀλλ᾽ οὐκ ἐπαναπαύεται ἐκείνοις, ἕως ἂν τύχῃ τῆς τελείας κοινωνίας, τουτέστι τῆς ἀγάπης, ἥτις ἄτρεπτος οὖσα καὶ ἄπτωτος, ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθήσαντας. Ἢ ὥσπερ βρέφος περιβεβλημένον μαργαρίτας καὶ ἐνδύματα τίμια, ὅταν πεινάσῃ, ὡς οὐδὲν λογίζεται ἃ φορεῖ, ἀλλὰ καταφρονεῖ αὐτῶν, ὅλην δὲ τὴν μέριμναν ἔχει εἰς τὸν μαστὸν τῆς τροφῆς, πῶς τὸ γάλα λάβῃ· τὸ αὐτό μοι λογίζου κὰν τοῖς πνευματικοῖς χαρίσμασι τοῦ Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν.","t":"Just as a rich virgin betrothed to a husband, whatever gifts she receives before the union, whether ornaments or clothing or costly vessels, does not rest content in these until the time of the wedding comes and she attains the union: so the soul, betrothed as a bride to the heavenly Bridegroom, receives a pledge from the Spirit, whether gifts of healings, or of knowledge, or of revelation; but she does not rest content in those until she attains the perfect union, that is, love, which, being unchangeable and unfailing, makes those who have longed for it free from passion and unshaken. Or as a baby dressed in pearls and precious garments, when it is hungry, counts what it wears as nothing and despises it, and has all its care on the breast that feeds it, how it may get the milk: think the same, I pray you, of the spiritual gifts of God. To him be the glory forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 45.7 (PG 34:791–792; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/45-7)."},"macarius-homiliae-spirituales/46.1":{"o":"Ὁ τοῦ Θεοῦ Λόγος, Θεός ἐστι. Καὶ ὁ λόγος τοῦ κόσμου, κόσμος ἐστί. Πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει, τοῦ τε λόγου τοῦ Θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ Θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου. Εκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν. Εἰ οὖν θελήσει τὸ τοῦ Πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸν εἰς τὸν λόγον τοῦ κόσμου, καὶ τὰ πράγματα τῆς γῆς, καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται, ἀνάπαυσιν ἀληθινὴν ζωῆς εὑρεῖν μὴ δυνάμενον. Ἡ γὰρ ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν, ὅθεν καὶ ἐγεννήθη. Συμπνίγεται γὰρ, ὥς φησιν ὁ Κύριος, καὶ ἄκαρπος γίνεται ἀπὸ τοῦ Λόγου τοῦ Θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος, καὶ γηΐνοις δεσμοῖς δεσμούμενος. Ωσαύτως ὁ σαρκικῇ προαιρέσει κατεχόμενος, τουτἐστιν ἄνθρωπος ὢν κόσμου, ἐὰν θελήσῃ τοῦ Λόγου ἀκοῦσαι τοῦ Θεοῦ, συμπνίγεται, καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται· ἐθισθέντες γὰρ ταῖς τῆς κακίας ἀπάταις, ὁπόταν περὶ Θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ περιοχλούμενοι, τὸν νοῦν ἀηδίζονται.","t":"Homily 46. On the difference between the Word of God and the word of the world, and between the children of God and the children of this world.\n\nThe Word of God is God, and the word of the world is world. There is a great difference and distance between the word of God and the word of the world, and between the children of God and the children of the world. For every offspring resembles its own parents. If, then, the offspring of the Spirit chooses to give itself over to the word of the world, and the affairs of the earth, and the glory of this age, it is put to death and perishes, unable to find the true rest of life. For its rest is there, where it was also born. For, as the Lord says, whoever is held fast by the cares of life and bound with earthly bonds is choked and becomes unfruitful of the Word of God. In the same way whoever is held by a fleshly will, that is, whoever is a man of the world, if he chooses to hear the Word of God, is choked and becomes like someone senseless; for, being accustomed to the deceits of wickedness, whenever such people hear about God, they grow sick of it in their minds, as if pestered by a disagreeable conversation.","f":"Ps.-Macarius, <i>Hom.</i> 46.1 (PG 34:792; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/46-1)."},"macarius-homiliae-spirituales/46.2":{"o":"Φησὶ δὲ καὶ ὁ Παῦλος, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι· καὶ ὁ προφήτης λέγει, Εγένετο αὐτοῖς ὁ λόγος τοῦ Θεοῦ ὡς ἔμετος. ᾿Ορᾷς, ὅτι ζῇν ἀλλαχοῦ οὐκ ἐνδέχεται, εἰ μὴ καθ' ὃν ἔκαστος γεγέννηται λόγον. Καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τούτου. Ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς ἄνθρωπος, ἀποθνήσκει πρότερον ἐκεῖθεν, καὶ ἄκαρπος γίνεται ἀπὸ τῆς προτέρας ἐκείνης ἐν τῇ πονηρίᾳ ζωῆς. Ωσπερ δὲ εἴ τις νόσῳ ἢ πυρετῷ κατέχεται, εἰ καὶ τὸ σῶμα ἐπὶ τῆς κλίνης ἔῤῥιπται, μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων, καὶ ὁ νοῦς οὐχ ἡσυχάζει, περισπώμενος καὶ μεριμνῶν περὶ ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ, ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ· τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς, ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα, καὶ ἄτονος καταστᾶσα, προσερχομένη τῷ Κυρίῳ, καὶ πιστεύουσα, τῆς ἀντιλήψεως αὐτοῦ τυγχάνει, καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωὴν, εἰ καὶ ἐν τῇ παλαιᾷ ἀσθενείᾳ κατάκειται, μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ᾿ ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ Κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται.","t":"And Paul says, \"The natural man does not receive the things of the Spirit, for they are foolishness to him\"; and the prophet says, \"The word of God became to them like vomit.\" You see that it is not possible to live anywhere except according to the word by which each has been begotten. But this must also be understood in another way. If the fleshly man gives himself to come to a change, he first dies to his former state and becomes unfruitful of that former life in wickedness. And just as when someone is held by sickness or fever, even if his body is thrown on the bed, unable to do any of the work of the earth, still his mind is not at rest, but is distracted and anxious about his work, and he seeks the physician, sending his friends to him: in the same way the soul, having fallen since the transgression of the commandment into the weakness of the passions and having become feeble, when it comes to the Lord and believes, obtains his help; and having renounced its former, most evil life, even if it still lies in its old weakness, unable to do the works of life in truth, yet it has the power and is able to be earnestly anxious about its life, to beseech the Lord, and to seek the true physician.","f":"Ps.-Macarius, <i>Hom.</i> 46.2 (PG 34:792–793; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/46-2)."},"macarius-homiliae-spirituales/46.3":{"o":"Καὶ οὐχ ὡς τινές φασι κακοδιδασκαλίαις ὑπαγόμενοι, ὅτι καθάπαξ ἀπέθανεν ὁ ἄνθρωπος, καὶ ὅλως οὐ δύναταί τι ἀγαθὸν διαπράξασθαι. Καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἰσχύῃ διαπράττεσθαι, ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται, καὶ βοᾷ, καὶ κλαίει ἐπιζητοῦν τὴν μητέρα. Καὶ ἐν τούτῳ σπλαγχνίζεται ἡ μήτηρ, καὶ χαίρει ἔπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἐλθεῖν πρὸς αὐτὴν, ὅμως διὰ τὴν πολλὴν τοῦ παιδίου ζήτησιν, αὐτὴ ἡ μήτηρ ἀπέρχεται πρὸς αὐτὸ, ὑπὸ τῆς περὶ τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη, καὶ ἀναλαμβάνει καὶ περιθάλπει, καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ. Τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς ποιεῖ ἐπὶ τῇ προσερχομένῃ καὶ αὐτὸν ἐπιποθούσῃ ψυχῇ. Πολλῇ δὲ μᾶλλον αὐτὸς ἀγάπῃ φερόμενος ἐνδιαθέτῳ καὶ ἰδίᾳ χρηστότητι κολλᾶται τῇ διανοίᾳ αὐτῆς, καὶ γίγνεται μετ᾿ αὐτῆς εἰς ἓν πνεῦμα, κατὰ τὸν ἀποστολικὸν λόγον. Τῆς γὰρ ψυχῆς κολλωμένης τῷ Κυρίῳ, καὶ τοῦ Κυρίου ἐλεοῦντος, καὶ ἀγαπῶντος, ἐρχομένου τε πρὸς αὐτὴν, καὶ κολλωμένου αὐτῇ, καὶ τῆς διανοίας λοιπὸν παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ Κυρίου, εἰς ἓν πνεῦμα, καὶ εἰς μίαν κρᾶσιν, καὶ εἰς μίαν διάνοιαν γίγνονται ἡ ψυχὴ καὶ ὁ Κύριος· καὶ τὸ σῶμα αὐτῆς ἐῤῥίπτεται ἐν τῇ γῇ, καὶ ἡ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου τῇ ἐπουρανίῳ Ἱερουσαλήμ πολιτεύεται, ἕως τρίτου οὐρανοῦ ἀνερχομένη, καὶ κολλωμένη τῷ Κυρίῳ, κἀκεῖ διακονοῦσα αὐτῷ.","t":"And it is not as some say, led astray by false teachings, that man has died once and for all and can do nothing good at all. For even an infant, though it can do nothing and is unable to come to its mother on its own feet, still rolls about, and cries out, and weeps, seeking its mother. And at this the mother is moved with compassion and rejoices that the little one seeks her with toil and crying; and though the infant cannot come to her, yet because of the child's great seeking the mother herself goes to it, captivated by her love for the infant, and takes it up, and cherishes it, and feeds it with great tenderness. This is what the loving God also does for the soul that comes to him and longs for him. But much more than that: moved by his own inward love and goodness, he himself cleaves to its mind and becomes one spirit with it, according to the apostle's word. For when the soul cleaves to the Lord, and the Lord has mercy on it and loves it, and comes to it and cleaves to it, and the mind from then on abides unceasingly in the grace of the Lord, the soul and the Lord become one spirit, one blending, and one mind; and its body lies thrown on the earth, but its mind lives wholly and entirely as a citizen of the heavenly Jerusalem, going up as far as the third heaven, cleaving to the Lord and serving him there.","f":"Ps.-Macarius, <i>Hom.</i> 46.3 (PG 34:793–794; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/46-3)."},"macarius-homiliae-spirituales/46.4":{"o":"Καὶ αὐτὸς ἐν τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς καθεζόμενος, ἐν τῇ ἐπουρανίῳ πόλει, ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστι. Τὴν μὲν γὰρ αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων Ἱερουσαλήμ· τὴν δὲ ἰδίαν εἰκόνα τοῦ ἀῤῥήτου φωτὸς τῆς θεότητος αὐτοῦ τέθεικεν ἐν τῷ σώματι αὐτῆς. Αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει· κἀκείνη αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει. Αὐτὴ αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς, καὶ αὐτὸς ἐκληρονόμησεν αὐτὴν ἐπὶ γῆς. Ὁ Κύριος γὰρ κληρονομία γίγνεται τῆς ψυχῆς, καὶ ἡ ψυχὴ κληρονομία γίγνεται τοῦ Κυρίου. Εἰ γὰρ τῶν ἐν σκότει ἁμαρτωλῶν ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόῤῥω τοῦ σώματος εἶναι δύναται, καὶ μακρὰν ἀποδημεῖν, καὶ εἰς μακροτέρας πατρίδας ἀπελθεῖν ῥοπῇ ὥρας ἰσχύει, καὶ πολλάκις ἐῤῥιμμένου ἐν τῇ γῇ τοῦ σώματος, ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν, ἢ τὴν ἀγαπητὴν αὐτοῦ τυγχάνει, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷ· εἰ οὖν ἡ τοῦ ἁμαρτωλοῦ ψυχὴ οὕτω ἐλαφρά τε καὶ εὐπτερος, ὥστε τὸν νοῦν αὐτοῦ μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πόρρωθεν τόπων, πολλῷ μᾶλλον ἡ ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ Πνεύματος τοῦ ἁγίου, καὶ ἐφωτίσθησαν οἱ νεκροὶ ὀφθαλμοὶ αὐτῆς διὰ τοῦ ἐπουρανίου φωτὸς, καὶ ἐλυτρώθη τελείως ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας, καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ Κυρίῳ, καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ· καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι· καὶ ὅπου βούλεται, καὶ ἔνθα βούλεται διακονεῖν τῷ Χριστῷ.","t":"And he, seated on the throne of majesty on high, in the heavenly city, is wholly with it in its body. For he has set its image above, in the heavenly city of the saints, Jerusalem; and his own image, the image of the unspeakable light of his Godhead, he has set in its body. He serves it in the city of the body, and it serves him in the heavenly city. It has inherited him in the heavens, and he has inherited it on earth. For the Lord becomes the inheritance of the soul, and the soul becomes the inheritance of the Lord. For if even the understanding and mind of sinners in darkness can be so far from the body, and travel a long way, and is able to go off to more distant countries in the turn of an hour; and often, while the body lies thrown on the ground, the understanding is in another country with the man or the woman it loves, and sees itself as living there: if, then, the soul of the sinner is so light and swift-winged that its mind is not hindered by places far away, how much more the soul from which the veil of darkness has been lifted by the power of the Holy Spirit, whose dead eyes have been enlightened by the heavenly light, which has been completely redeemed from the passions of dishonor and made pure by grace: it serves the Lord wholly in heaven in spirit, and serves him wholly in the body; and it is so enlarged in its thought that it is everywhere, and serves Christ where it wishes and wherever it wishes.","f":"Ps.-Macarius, <i>Hom.</i> 46.4 (PG 34:794–795; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/46-4)."},"macarius-homiliae-spirituales/46.5":{"o":"Τοῦτό φησιν ὁ ᾿Απόστολος Ινα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μήκος, καὶ ὕψος, καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Θεώρησον ἄῤῥητα μυστήρια ψυχῆς, ἧς περιαίρει Κύριος τὸ ἐπικείμενον σκότος, καὶ ἀποκαλύπτει αὐτὴν, καὶ ἀποκαλύπτεται αὐτῇ πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα τοῦ νοὸς αὐτῆς, εἰς τὰ πλάτη, καὶ μήκη, καὶ βάθη, καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως. Μέγα τοίνυν καὶ θεῖον ἔργον καὶ θαυμαστὸν ὄντως ἐστὶν ἡ ψυχή. Ἐν γὰρ τῷ δημιουργῆσαι αὐτὴν, τοιαύτην ἐποίησεν ὁ Θεὸς αὐτὴν, ὡς ἐν τῇ φύσει αὐτῆς μὴ ἐνθεῖναι κακίαν, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ Πνεύματος ἐποίησεν αὐτήν. Ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην, καὶ τὰς λοιπὰς ἀρετὰς κατὰ τὴν εἰκόνα τοῦ Πνεύματος. ἀγάπῃ, καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ","t":"This is what the Apostle says: \"That you may be strong to comprehend with all the saints what is the breadth and length and height and depth, and to know the love of Christ that surpasses knowledge, that you may be filled to all the fullness of God.\" Consider the unspeakable mysteries of the soul from which the Lord removes the darkness that lies on it, and reveals it, and is revealed to it: how he enlarges and stretches out the thoughts of its mind to the breadths and lengths and depths and heights of all creation, visible and invisible. The soul, then, is a great and divine and truly wonderful work. For in creating it God made it such that he put no evil in its nature, but made it after the image of the virtues of the Spirit. He placed in it laws of the virtues: discernment, knowledge, understanding, faith, love, and the other virtues, after the image of the Spirit. In love and faith he is found by it and revealed to it","f":"Ps.-Macarius, <i>Hom.</i> 46.5 (PG 34:795–796; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/46-5)."},"macarius-homiliae-spirituales/46.6":{"o":"Ἔτι γὰρ καὶ νῦν ἐν τῇ γνώσει, καὶ φρονήσει, καὶ ὁ Κύριος· ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμοὺς, θέλημα, νοῦν ἡγεμόνα· ἐνεθρόνισεν ἐν αὐτῇ καὶ ἄλλην πολλὴν λεπτότητα. Ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον· ἐχαρίσατο αὐτῇ τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ ἀπέρχεσθαι, καὶ τοῖς φρονήμασι διακονεῖν αὐτῷ, ἔνθα τὸ Πνεῦμα βούλεται, καὶ ἀπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην, ὥστε γενέσθαι εἰς νύμφην καὶ κοινωνικὴν αὐτοῦ, τοῦ αὐτὸν μετ᾿ αὐτῆς κεκρᾶσθαι, καὶ ἓν Πνεῦμα μετ᾿ αὐτοῦ εἶναι, καθώς φησιν, Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμα ἐστιν. ᾯ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.","t":"... for even now, in knowledge and understanding too, the Lord. He placed in it understanding, thoughts, will, and the mind as ruler; he enthroned in it much other subtlety besides. He made it quick to move, swift-winged, tireless; he granted it to come and go in a moment and to serve him with its thoughts wherever the Spirit wills; and, in a word, he created it such that it should become his bride and partner, so that he might be blended with it and it might be one spirit with him, as it says, \"He who cleaves to the Lord is one spirit.\" To him be the glory forever and ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 46.6 (PG 34:796; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/46-6)."},"macarius-homiliae-spirituales/47.1":{"o":"Ἡ δόξα Μωσέως ἣν εἶχεν ἐν τῷ προσώπῳ, τύπος ἦν τῆς ἀληθινῆς δόξης. Ὃν γὰρ τρόπον ἐκεῖ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωσέως οὐκ ἴσχυον οἱ Ἰουδαῖοι, οὕτω νῦν ἐκείνην τὴν δόξαν τοῦ φωτὸς ἐν ταῖς ψυχαῖς δέχονται οἱ Χριστιανοὶ, καὶ τὸ σκότος μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται. Ἐκεῖνοι δὲ, ὅτι λαὸς Θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο· ἐνταῦθα δὲ ὁ λαὸς τοῦ Θεοῦ ὁ περιούσιος, τὸ σημεῖον τῆς περιτομῆς ἔνδοθεν τῇ καρδίᾳ αὐτοῦ ὑποδέχεται. Μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας. Παρ' ἐκείνοις βάπτισμα τὴν σάρκα ἀγιάζον· παρ᾿ ἡμῖν δὲ ἐστι βάπτισμα ἁγίου Πνεύματος καὶ πυρός· τοῦτο γὰρ ἐκήρυξεν Ἰωάννης, Αὐτὸς ὑμᾶς βαπτίσει ἐν ἁγίῳ Πνεύματι καὶ πυρί.","t":"Homily 47. An allegorical paraphrase of the things that took place under the law.\n\nThe glory that Moses had on his face was a type of the true glory. For just as there the Jews could not gaze at the face of Moses, so now Christians receive that glory of light in their souls, and the darkness, unable to bear the radiance of the light, is blinded and put to flight. Those people were shown to be the people of God by circumcision; but here the special people of God receive the sign of circumcision within, in their heart. For a heavenly knife cuts away the excess of the mind, that is, the unclean foreskin of sin. Among them there was a baptism that sanctified the flesh; but among us there is a baptism of the Holy Spirit and fire. For this is what John preached: \"He will baptize you with the Holy Spirit and fire.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 47.1 (PG 34:796–797; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-1)."},"macarius-homiliae-spirituales/47.10":{"o":"Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν πρωτοτόκων αὐτῆς ἀναιρουμένων ἐν τῇ ἐξόδῳ. Ἤδη γὰρ μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει. Πένθος ἔχει τοὺς Αἰγυπτίους. Στενάζουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου. Κελεύει χρήσασθαι παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ λαβόντας ἐξελθεῖν. ᾿Απολαμβάνει γὰρ ἐξιοῦσα τοῦ σκότους ἡ ψυχὴ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη, ἤγουν τοὺς ἰδίους ἀγαθοὺς λογισμοὺς πεπυρωμένους ἐπταπλασίως, ἐν οἷς διακονεῖται καὶ ἐπαναπαύεται ὁ Θεός. Ἐσκόρπισαν γὰρ οἱ γειτονεύσαντες αὐτῇ δαίμονες, καὶ κατἐσχον καὶ διεσκέδασαν τοὺς λογισμοὺς αὐτῆς. Μακαρία ἡ ψυχὴ ἡ λυτρωθεῖσα ἐκ τοῦ σκότους· καὶ οὐαὶ ψυχῇ τῇ μὴ βοώσῃ, καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πικρῶν ἐργοδιωκτῶν.","t":"He leads the soul, then, out of Egypt and the slavery there, Egypt's firstborn being slain at the exodus. For already some part of the power of the true Pharaoh is falling. Mourning seizes the Egyptians; for they groan, grieved at the salvation of their captive. He commands them to borrow vessels of gold and silver from the Egyptians, and to take them and go out. For the soul, as it comes out of the darkness, takes back the vessels of silver and gold, that is, its own good thoughts, refined seven times in the fire, in which God is served and in which he rests. For the demons who were its neighbors had scattered, held captive, and dispersed its thoughts. Blessed is the soul that has been redeemed from the darkness; and woe to the soul that does not cry and groan to him who is able to rescue it from those cruel and bitter taskmasters.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.10 (PG 34:802–803; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-10)."},"macarius-homiliae-spirituales/47.11":{"o":"᾿Απαίρουσιν υἱοὶ Ἰσραὴλ τὸ Πάσχα ποιήσαντες. Προκόπτει ἡ ψυχή, λαβοῦσα ζωὴν Πνεύματος ἁγίου, καὶ ἀπογευσαμένη τοῦ ἀρνίου, καὶ χρισθεῖσα τῷ αἵματι αὐτοῦ, καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον, τὸν ζῶντα Λόγον. Στύλος πυρὸς καὶ στύλος νεφέλης ἐκείνων προηγεῖται φυλάττων τὸ Πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδηγοῦν ἐν αἰσθήσει τὴν ψυχήν. Γνοὺς Φαραὼ καὶ οἱ Αἰγύπτιοι τὴν τοῦ λαοῦ φυγὴν, καὶ τὴν ἐκ τῆς δουλείας αὐτῶν στέρησιν, καὶ μετὰ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, διώκειν ἐθάρσησε. Σπουδῇ γὰρ ζεύξας τὰ ἄρματα αὐτοῦ, καὶ μετὰ παντὸς τοῦ λαοῦ ἐπ' αὐτοὺς ἀνελεῖν ἠπείγετο· ἤδη μέλλοντος ἀναμίγνυσθαι αὐτοῖς, ἵστατο νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμποδίζουσα καὶ ἐπισκοτίζουσα, τοὺς δὲ φωταγωγοῦσά τε καὶ φυλάττουσα. Καὶ ἵνα μὴ τὴν ἱστορίαν ἅπασαν ἀνελίττων, μηκύνω τὸν λόγον, λάβε μοι ἐν πᾶσι τὴν παραβολὴν πρὸς τὰ πνευματικά.","t":"The sons of Israel set out, having kept the Passover. The soul advances, having received the life of the Holy Spirit, and tasted the lamb, and been anointed with its blood, and eaten the true bread, the living Word. A pillar of fire and a pillar of cloud went before those people, guarding them; the Holy Spirit upholds these, the Christians, warming and guiding the soul in a way it can perceive. Pharaoh and the Egyptians, learning of the people's flight and of the loss of their slaves, dared to pursue even after the slaying of the firstborn. For he harnessed his chariots in haste and hurried with all his people to destroy them; and just when he was about to close with them, the cloud stood between, hindering and darkening the one side, and giving light to and guarding the other. And so as not to lengthen my discourse by unrolling the whole story, take, I pray you, the parable in every point as applying to spiritual things.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.11 (PG 34:803; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-11)."},"macarius-homiliae-spirituales/47.12":{"o":"Ὅταν γὰρ πρῶτον ἡ ψυχὴ τοὺς Αἰγυπτίους ἀποφύγῃ, προσελθοῦσα ἡ τοῦ Θεοῦ δύναμις βοηθεῖ ὁδηγοῦσα αὐτὴν ἐπὶ τὴν ἀλήθειαν. Γνοὺς δὲ ὁ πνευματικὸς Φαραὼ, ὁ βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφίσταται αὐτοῦ ἡ ψυχὴ, καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ τοὺς λογισμοὺς πάλαι κατεχομένους· ταῦτα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα· ὑπέλαβε καὶ ἤλπισεν ὁ δεινὸς, πάλιν αὐτὴν ἐπανιέναι πρὸς αὐτόν. Μαθὼν δὲ, ὅτι παντάπασι φεύγει τὴν καταδυναστείαν αὐτοῦ ἡ ψυχὴ, τῆς σφαγῆς τῶν πρωτοτάκων καὶ κλοπῆς τῶν λογισμῶν ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς, οὐδεὶς εὑρεθῇ, ὁ τὸ θέλημα αὐτοῦ καὶ τὸ ἔργον ἐκπληρῶν. Καταδιώκει αὐτὴν διὰ θλίψεων καὶ πειρασμῶν, καὶ πολέμων ἀοράτων. Ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειράζεται, ἐνταῦθα φαίνεται ἡ πρὸς τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη παραδίδοται γὰρ δοκιμασθῆναι καὶ πειρασθῆναι παντοδαπῶς.","t":"For when the soul first escapes the Egyptians, the power of God comes and helps it, guiding it toward the truth. But the spiritual Pharaoh, the king of the darkness of sin, knowing that the soul is departing from him and escaping from his kingdom with the thoughts he had long held fast (for these are his possessions), supposed and hoped, the cruel one, that it would come back to him again. But learning that the soul is fleeing his tyranny altogether, he ran after it all the more shamelessly after the slaughter of the firstborn and the theft of the thoughts, afraid that if the soul escaped completely, no one would be found to carry out his will and his work. He pursues it with afflictions, temptations, and invisible wars. Here it is tested, here it is tried, here its love for him who leads it out of Egypt is shown; for it is handed over to be tested and tried in every way.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.12 (PG 34:803–804; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-12)."},"macarius-homiliae-spirituales/47.13":{"o":"Θεωρεῖ γὰρ τὴν δύναμιν τοῦ ἐχθροῦ βουλομένην ἐπελθεῖν, καὶ θανατῶσαι καὶ μὴ ἐξισχύουσαν· μέσος γὰρ αὐτῆς καὶ τῶν Αἰγυπτίων πνεύματα ἕστηκεν Κύριος. Θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ θλίψεως, ἢ ἀπογνώσεως, καὶ οὔτε εἰς τὰ ὀπίσω ἀνύσαι ἰσχύει, ὁρῶσα ἑτοίμους τοὺς ἐχθροὺς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι· δειλία γὰρ θανάτου καὶ θλίψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι, θάνατον ὁρᾶν ποιοῦσιν. ᾿Απευδοκεῖ οὖν ἑαυτὴν τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτῇ ἔχουσα ἡ ψυχή, διὰ τὸν περικυκλώσαντα αὐτὴν τῶν πονηρῶν ἐσμόν. Καὶ ἐπειδὰν ἴδῃ ὁ Θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχήν· καὶ τὸν ἐχθρὸν καταπιεῖν αὐτὴν ἑτοίμως ἔχοντα, πότε δὲ δίδωσι μικρὰν βοήθειαν, μακροθυμῶν ἐπὶ τὴν ψυχὴν, καὶ δοκιμάζων αὐτὸν, εἰ τῇ πίστει ἕστηκεν, εἰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἔχει. Τοιαύτην γὰρ ὁ Θεὸς ἔθετο τὴν ὁδὸν, τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν μετὰ θλίψεως εἶναι καὶ στενοχωρίας, καὶ δοκιμασίας πολλῆς, καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ λοιπὸν ἡ ψυχὴ διὰ τὴν ὑπερβάλλουσαν θλίψιν καὶ τὸν παρ᾿ ὀφθαλμοῖς θάνατον. Τοτηνικαῦτα χειρὶ κραταιᾷ καὶ ὑψηλῷ βραχίονι διὰ τοῦ ἁγίου Πνεύματος τῆς ἐπιλάμψεως ῥήσσει τὴν δύναμιν τοῦ σκότους, καὶ διέρχεται ἡ ψυχὴ τοὺς φοβεροὺς τόπους ἐκφυγοῦσα, καὶ διαπεράσασα τὴν θάλασσαν τοῦ σκότους, καὶ τοῦ παμφάγου πυρός.","t":"For it sees the power of the enemy wishing to come upon it and kill it, but not prevailing; for the Lord stands between it and the Egyptian spirits. And it sees before it a sea of bitterness and affliction, or of despair; and it can neither go back, seeing the enemies ready, nor go forward; for fear of death and terrible afflictions of every kind surround it and make it see death. So the soul gives itself up, having the sentence of death in itself, because of the swarm of evil ones that has surrounded it. And when God sees the soul fallen into fear of death, and the enemy ready to swallow it, at times he gives a little help, being patient with the soul and testing it, whether it stands firm in faith, whether it has love toward him. For God has made the way that leads to life such that it goes with affliction and distress, and much testing, and most bitter temptations, so that the soul may at last come to the end through the surpassing affliction and the death before its eyes. Then, with a strong hand and a high arm, through the Holy Spirit of illumination, he breaks the power of darkness, and the soul passes through, escaping the fearful places, and crosses the sea of darkness and of the all-devouring fire.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.13 (PG 34:804–805; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-13)."},"macarius-homiliae-spirituales/47.14":{"o":"Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γιγνόμενα ἐν ἀνθρώπῳ σπουδάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς, καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου, καὶ λαμβάνοντι ἀῤῥαβῶνα παρὰ Θεοῦ, καὶ μετέχοντι Πνεύματος ἁγίου. Εἶτα ῥυσθεῖσα ἡ ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς, καὶ τὴν πικρὰν θάλασσαν τῇ δύναμει τοῦ Θεοῦ διελθοῦσα, καὶ ὁρῶσα τοὺς πολεμίους ἀπολλυμένους πρὸ ὀφθαλμῶν, οἷς τὸ πρὶν ἐδούλευεν, ἀγαλλιᾶται χαρᾷ ἀνεκλαλήτῳ, καὶ δεδοξασμένη, παρακαλουμένη ὑπὸ τοῦ Θεοῦ, καὶ ἀναπαυομένη ἐν Κυρίῳ. Τότε τὸ πνεῦμα ὅπερ ἔλαβε, καινὸν ἆσμα τῷ Θεῷ ἄδει, διὰ τοῦ τυμπάνου, ἤγουν τοῦ σώματος, καὶ τῶν τῆς κιθάρας, ἤτοι ψυχῆς, λογικῶν χορδῶν καὶ λεπτοτάτων λογισμῶν, καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, καὶ ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ. Ὡς γὰρ διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνθρώπων τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὑμνοῦν, καὶ ψάλλον, καὶ προσευχόμενον τῷ Θεῷ ἐν καθαρᾷ καρδίᾳ. Δόξα τῷ ῥυσαμένῳ τὴν ψυχὴν ἐκ τῆς δουλείας Φαραὼ, καὶ θρόνον ἴδιον καταστήσαντι, καὶ οἶκον, καὶ ναὸν, καὶ νύμφην καθαρὰν, καὶ εἰσαγαγόντι αὐτὴν εἰς βασιλείαν ζωῆς αἰωνίου, ἔτι οὖσαν ἐν τῷ κόσμῳ τούτῳ.","t":"These are mysteries of the soul that truly take place in a man who is eager to come to the promise of life, and is being redeemed from the kingdom of death, and receives a pledge from God, and shares in the Holy Spirit. Then the soul, rescued from its enemies, having crossed the bitter sea by the power of God, and seeing the enemies it once served perishing before its eyes, rejoices with joy unspeakable, glorified, comforted by God, and resting in the Lord. Then the spirit it has received sings a new song to God, with the timbrel, that is, the body, and the strings of the harp, that is, the soul, its rational strings and most delicate thoughts, and the plectrum of divine grace, and sends up praises to Christ the giver of life. For as breath passing through the flute speaks, so through holy and Spirit-bearing men the Holy Spirit hymns and sings psalms and prays to God with a pure heart. Glory to him who rescued the soul from the slavery of Pharaoh, and made it his own throne and house and temple and pure bride, and brought it into the kingdom of eternal life while it is still in this world.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.14 (PG 34:805–806; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-14)."},"macarius-homiliae-spirituales/47.15":{"o":"Ἐν τῷ νόμῳ ζῶα ἄλογα προσεφέροντο εἰς θυσίαν, καὶ εἰ μὴ ἐσφάζοντο, οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί καὶ νῦν ἐὰν μὴ σφαγῇ ἡ ἁμαρτία, οὐκ ἔστι δεκτὴ ἡ προσφορὰ τῷ Θεῷ καὶ ἀληθινή. Ἦλθεν ὁ λαὸς εἰς Μερὰν, ὅπου ἦν πηγὴ πικρὸν ὕδωρ βρύουσα, καὶ ἄχρηστον πρὸς πόσιν. Κελεύει οὖν ὁ Θεὸς Μωσέα ἀποκνήσαντα ξύλον ῥίψαι εἰς τὸ πικρὸν ὕδωρ, καὶ ἐμβληθέντος οὕτως τοῦ ξύλου, ἐγλυκάνθη τὸ ὕδωρ· καὶ μεταβληθὲν ἐκ τῆς πικρότητος, χρήσιμον καὶ πότιμον ἐγένετο τῷ λαῷ τοῦ Θεοῦ. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πεπίκραται ἐκπιοῦσα τὸν οἶνον τοῦ ὄφεως, καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει, καὶ ἁμαρτωλὸς γενομένη. Διὸ ἐμβάλλει ὁ Θεὸς τὸ ξύλον τῆς ζωῆς εἰς αὐτὴν τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη, καὶ συγκιρνωμένη τῷ Πνεύματι τοῦ Χριστοῦ· καὶ οὕτως εὔχρηστος γενομένη, εἰς διακονίαν τοῦ Δεσπότου αὐτῆς προχωρεῖ· γίνεται γὰρ πνεῦμα σαρκοφόρον. Δόξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν ἡδύτητα καὶ χρηστότητα τοῦ Πνεύματος. Οὐαὶ ἐκείνῳ, ἐν ᾧ οὐκ ἐβλήθη τὸ ξύλον τῆς ζωῆς· οὐ δύναται μεταβολήν τινα κτήσασθαι ἀγαθήν. Ἡ ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας. Τοῖς μὲν γὰρ ἐχθροῖς ὡς ὄφις ἀπήντα, δάκνων καὶ ἀναιρῶν· τοῖς Ἰσραηλίταις δὲ βακτηρία, ἐφ᾿ ἣν ἐπεστηρίζοντο. Οὕτω καὶ τὸ ἀληθινὸν ξύλον τοῦ σταυροῦ, ὅ ἐστι Χριστὸς, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας· τῶν δὲ ψυχῶν ἡμῶν βακτηρία καὶ ἔδρασμα ἀσφαλὲς καὶ ζωὴ, ἐφ᾽ ἣν ἐπαναπαύονται. Τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίγνοντο τῶν ἀληθινῶν τούτων πραγμάτων· σκιὰ γάρ ἐστι, καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας. Καὶ ἡ περιτομή, καὶ ἡ σκηνὴ, καὶ ἡ κιβωτὸς, καὶ ἡ στάμνος, καὶ τὸ μάννα, καὶ ἱερατεία, καὶ τὸ θυμίαμα, καὶ τὰ βαπτίσματα, καὶ ἀπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ, καὶ ἐν τῷ νόμῳ Μωσέως, ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην γέγονε, τὴν κατ' εἰκόνα Θεοῦ γεγενημένην, καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας, καὶ ὑπὸ βασιλείαν σκότους πικρίας.","t":"Under the law irrational animals were offered in sacrifice, and unless they were slaughtered the offerings were not acceptable; and now too, unless sin is slaughtered, the offering is not acceptable to God or true. The people came to Marah, where there was a spring gushing bitter water, useless for drinking. So God commanded Moses to cut off a piece of wood and throw it into the bitter water; and when the wood had been thrown in, the water was made sweet, and, changed from its bitterness, it became useful and drinkable for the people of God. In the same way the soul too has been made bitter by drinking the serpent's wine; it has become like his bitter nature and has become sinful. That is why God throws the tree of life into the bitter spring of the heart itself, and it is sweetened, changed from its bitterness and blended with the Spirit of Christ; and so, having become useful, it goes forward into the service of its Master; for it becomes spirit bearing flesh. Glory to him who changes our bitterness into the sweetness and goodness of the Spirit. Woe to the one into whom the tree of life has not been thrown: he cannot obtain any good change. The rod of Moses bore two images. To the enemies it appeared as a serpent, biting and killing; but to the Israelites it was a staff on which they leaned. So too the true wood of the cross, which is Christ, is death to the enemies, the spirits of wickedness, but to our souls a staff, a sure foundation, and life, on which they rest. For the earlier things were types and shadows of these true realities; for the old worship is a shadow and image of the present worship. And circumcision, the tent, the ark, the jar, the manna, the priesthood, the incense, the washings, and, in a word, everything that took place in Israel and in the law of Moses or in the prophets, took place for the sake of this soul, which was made after the image of God and has fallen under the yoke of slavery and under the kingdom of the darkness of bitterness.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.15 (PG 34:806–807; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-15)."},"macarius-homiliae-spirituales/47.17":{"o":"Ταύτῃ γὰρ ἠθέλησεν ὁ Θεὸς κοινωνῆσαι, καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως, καὶ ταύτην καθαρίζει ἀπὸ τοῦ ῥύπου καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς, καὶ ζωοποιεῖ ἐκ τῆς νεκρώσεως, καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτῆς τὴν ἔχθραν καταλλάσσων. Κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ υἱῷ τοῦ βασιλέως ἡρμόσθη, καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ Θεὸς παραδέχεται αὐτὴν κατὰ μικρὸν συμμεταβαλλόμενος αὐτὴν, ἕως αὐξήσῃ αὐτὴν τῇ ἰδίᾳ αὐξήσει. Τείνει γὰρ αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἂν ἄμωμος καὶ ἀξία αὐτοῦ νύμφη γένηται. Πρῶτον γὰρ γεννᾷ αὐτὴν ἐν ἑαυτῷ, καὶ αὐξάνει δι᾿ ἑαυτοῦ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ. Αὐτὸς γὰρ ἂν τέλειος νυμφίος, λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν, καὶ ἄχραντον κοινωνίαν τοῦ γάμου, καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας. Αμήν.","t":"For it is with this soul that God willed to have fellowship, and this soul that he betrothed to himself as a bride for the King; and this soul he cleanses from its filth, and, washing it, makes it bright after its blackness and its shamefulness, and gives it life out of its deadness, and heals it of its brokenness, and makes peace with it, reconciling its enmity. For though it is a creature, it was betrothed as a bride to the King's Son; and God receives it by his own power, changing it little by little together with himself, until he makes it grow with his own growth. For he stretches it and extends it into a growth without limit and without measure, until it becomes a bride without blemish and worthy of him. For first he begets it in himself, and makes it grow through himself, until it receives the perfect measure of his love. For he, being the perfect Bridegroom, takes it as a perfect bride into the holy, mystical, and undefiled fellowship of marriage; and then it reigns with him to the boundless ages. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.17 (PG 34:807–808; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-17)."},"macarius-homiliae-spirituales/47.2":{"o":"Ἐκεῖ σκηνὴ ἐσωτέρα καὶ ἐξωτέρα, καὶ εἰς μὲν τὴν πρώτην, διὰ παντὸς εἰσῄεσαν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς σὺν αἵματι, τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. Ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν ἀχειροποίητον σκηνὴν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός: Γέγραπται ἐν τῷ νόμῳ, τὸν ἱερέα λαβεῖν δύο περιστεράς, καὶ θῦσαι μὲν τὴν μίαν, ῥαντίσαι δὲ τὴν ζῶσαν ἀπὸ τοῦ αἵματος ἐκείνης, καὶ ἀπολῦσαι, καὶ ἵπτασθαι ἐλευθέραν. Τὸ δὲ γενόμενον τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας καὶ γὰρ ὁ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα αὐτοῦ ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν. Ἔδωκε γὰρ ἡμῖν πτέρυγας ἁγίου Πνεύματος, πρὸς τὸ ἴπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος.","t":"There, there was an inner and an outer tent; into the first the priests went continually, performing their services, but into the second only the high priest went, once a year, with blood, the Holy Spirit showing by this that the way into the holy places had not yet been revealed. But here those who are counted worthy enter the tent not made with hands, where Christ entered as forerunner on our behalf. It is written in the law that the priest is to take two doves, sacrifice one, sprinkle the living one with the blood of the other, and release it to fly away free. What took place was a type and shadow of the truth; for Christ was sacrificed, and his blood, sprinkling us, made us grow wings. For he gave us the wings of the Holy Spirit, to fly unhindered into the air of the Godhead.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.2 (PG 34:797–798; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-2)."},"macarius-homiliae-spirituales/47.3":{"o":"Ἐκείνοις νόμος ἐδόθη ἐν πλαξὶ γεγραμμένος λιθίναις, ἡμῖν δὲ νόμοι πνευματικοὶ πλαξὶν ἐγγραφόμενοι καρδίας σαρκίναις· λέγει γὰρ, Διδοὺς νόμους μου ἐν καρδίαις αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς. Κἀκεῖνα μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν ἔσω ἄνθρωπον ἐπιτελούμενα· διαθήκη τε γὰρ ἔσωθεν, καὶ ἀπαξαπλῶς, ὅσα ἐκείνοις συνέβη, τυπικῶς ἐγίγνετο· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν. Τῷ γὰρ ᾿Ἀβραὰμ προείπεν ὁ Θεὸς τὸ ἐσόμενον, ὅτι Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσι, καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια. Τοῦτο ἐπλήρου τὴν τῆς σκιᾶς εἰκόνα. Πάροικος γὰρ ἐγένετο ὁ λαὸς, καὶ κατεδουλώθη ὑπὸ τῶν Αἰγυπτίων, καὶ ἐκακώθη ἐν πηλῷ καὶ πλινθείᾳ. Ἔστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιήσωσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης, καὶ ὅτε ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων πρὸς τὸν Θεὸν, τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωσέως· καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους, ἐν τῷ μηνὶ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἥδιστον ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος παρερχομένης, ἐξάγει αὐτοὺς ἐξ Αἰγύπτου.","t":"To them a law was given written on tablets of stone, but to us spiritual laws written on the fleshly tablets of the heart; for it says, \"Putting my laws into their hearts, I will also write them on their minds.\" And all those things were being done away with and were temporary, but now all things are accomplished in truth in the inner man; for the covenant too is within, and, in a word, whatever befell them happened as a type, and was written for our admonition. For God foretold to Abraham what would be: \"Your seed will be a sojourner in a land not its own, and they will afflict it and enslave it four hundred years.\" This fulfilled the image of the shadow. For the people became sojourners, and were enslaved by the Egyptians and afflicted with clay and brickmaking. For Pharaoh set over them taskmasters and overseers, to make them do his work under compulsion. And when the sons of Israel groaned to God because of their labors, then he visited them through Moses; and having struck the Egyptians with many plagues, in the month of flowers, when the sweetest spring first appears and the gloom of winter passes, he leads them out of Egypt.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.3 (PG 34:798; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-3)."},"macarius-homiliae-spirituales/47.4":{"o":"Εἶπε δὲ ὁ Θεὸς τῷ Μωϋσεῖ, ἄρνα λαβεῖν ἄμωμον, καὶ σφάξαι, καὶ τὸ αἷμα αὐτοῦ χρίσαι ἐπὶ τῶν φλιῶν, καὶ τῶν θυρῶν, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν. Εώρα γὰρ ὁ ἀποσταλεὶς ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόῤῥωθεν, καὶ ἀφίστατο. Επεισῄει δὲ ταῖς μὴ σεσημειωμέναις οἰκίαις, καὶ πᾶν πρωτότοκον ἀνῄρει. Ἔτι δὲ καὶ ζύμην ἐκ παντὸς οἶκου ἐκέλευσεν άφανισθῆναι, καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν ἐσθίειν δὲ αὐτοὺς περιζωμένους τὰς ὀσφύας, καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα, καὶ τὰς βακτηρίας ἔχοντας ἐν ταῖς χερσί· καὶ οὕτω μετὰ πάσης σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα Κυρίου, καὶ μήτε ὀστοῦν ἀπὸ τοῦ Κυρίου συντρίψαι.","t":"And God told Moses to take a lamb without blemish, slaughter it, and smear its blood on the doorposts and the doors, so that the destroyer of the firstborn of the Egyptians should not touch them. For the angel who was sent saw the sign of the blood from afar and stood off, but he went into the houses that were not marked and killed every firstborn. He also commanded that leaven be removed from every house, and ordered them to eat the slaughtered lamb with unleavened bread and bitter herbs, and to eat it with their loins girded, and sandals on their feet, and staffs in their hands; and so, with all haste, he commands them to eat the Passover of the Lord toward evening, and not to break a bone of the Lord.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.4 (PG 34:798–799; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-4)."},"macarius-homiliae-spirituales/47.5":{"o":"Ἐξήγαγε δὲ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγύπτου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Ἑξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα. Καὶ τοῖς μὲν ἦν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας· τοῖς δὲ πένθος καὶ κοπετὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ. Διό φησιν ὁ Μωῦσῆς, Αὐτὴ ἡ νὺξ ἐν ᾗ ἐπηγγείλατο ὁ Θεὸς λυτρώσασθαι ἡμᾶς. Ταῦτα δὲ πάντα μυστήριόν ἐστι ψυχῆς, τῆς ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ λυτρωθείσης· Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν τὸν Θεόν. Ἐλευθεροῦται οὖν ἀπὸ τῆς δουλείας τοῦ σκότους, ἀπὸ τῶν Αἰγυπτίων πνευμάτων.","t":"And he led them out with silver and gold, commanding each to borrow vessels of gold and silver from his Egyptian neighbor. And they went out of Egypt while the Egyptians were burying their firstborn; and for the one there was joy at their release from squalid slavery, for the other mourning and lamentation at the loss of their children. That is why Moses says, \"This is the night in which God promised to redeem us.\" All these things are a mystery of the soul that is redeemed at the coming of Christ; for Israel is interpreted \"a mind that sees God.\" It is set free, then, from the slavery of darkness, from the Egyptian spirits.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.5 (PG 34:799; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-5)."},"macarius-homiliae-spirituales/47.6":{"o":"Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ ἀπέθανεν ὁ ἄνθρωπος θανάτῳ δεινῷ τῆς ψυχῆς, καὶ κατάραν ἐπὶ κατάρᾳ ἐδέξατο· Τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ· καὶ αὖθις, Ἐργάσῃ τὴν γῆν, καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆς ἀνεφύησαν καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι. \"Ηραν αὐτοῦ τὴν δόξαν οι ἐχθροὶ διὰ τῆς ἀπάτης, καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην. \"Ήρθη τὸ φῶς αὐτοῦ, καὶ ἐνεδύθη τὸ σκότος· ἐφόνευσαν τὴν ψυχὴν αὐτοῦ, καὶ διεσκέδασαν, καὶ διεῖλον τοὺς λογισμοὺς αὐτοῦ, καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο ὁ Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ. Καὶ ἐπέστησεν αὐτῷ τοὺς ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματὰ τῆς πονηρίας ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα, καὶ τὴν σύνταξιν ἐκπληροῦν τοῦ πηλοῦ καὶ τῆς πλινθείας. Οι καὶ χωρήσαντες αὐτὸν τοῦ οὐρανίου φρονήματος, κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γῆῖνα καὶ πηλώδη ἔργα πονηρά, καὶ λόγους, καὶ ἐνθυμήματα, καὶ διαλογισμοὺς ματαίους. Ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ἡ ψυχή εὗρε βασιλείαν μισάνθρωπον, καὶ ἄρχοντας πικροὺς, τοὺς καταναγκάζοντας αὐτὴν οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις ἁμαρτιῶν.","t":"For since in the disobedience man died a terrible death of the soul and received curse upon curse (\"The earth will bring forth thorns and thistles for you,\" and again, \"You will till the earth, and it will no longer yield its fruits to you\"), thorns and thistles sprang up and grew in the land of his heart. The enemies took away his glory by deceit and clothed him with shame. His light was taken away, and he was clothed with darkness; they murdered his soul, and scattered and divided his thoughts, and dragged his mind down from its height, and the man Israel became the slave of the true Pharaoh. And he set over him the taskmasters and overseers, the spirits of wickedness, who compel him, willing or unwilling, to do his evil works and to fill the quota of clay and brickmaking. They separated him from heavenly thinking and brought him down to material, earthly, and clayey evil works, and to vain words and notions and reasonings. For the soul, having fallen from its own height, found a kingdom that hates mankind and bitter rulers, who force it to build for them the cities of wickedness, the cities of sins.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.6 (PG 34:799–800; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-6)."},"macarius-homiliae-spirituales/47.7":{"o":"Ἐὰν δὲ στενάξῃ ἡ ψυχή, καὶ βοήσῃ πρὸς τὸν Θεὸν, ἐξαποστέλλει αὐτῇ τὸν πνευματικὸν Μωσέα, τὸν λυτρούμενον αὐτὴν ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων· ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμβάνει. Καὶ αὐτὴ ἐν τῷ μηνὶ τῶν νέων ἀνθῶν λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα ἡ γῆ τῆς ψυχῆς ἐξανθεῖν δύναται τοὺς καλοὺς καὶ ἀνθηροὺς κλάδους τῆς δικαιοσύνης, τῶν πικρῶν χειμώνων διελθόντων τῆς ἀγνοίας τοῦ σκότους, καὶ τῆς πολλῆς πωρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν. Κελεύει δὲ τότε ἀφανισθῆναι ἐξ ἑκάστης οἰκίας πᾶσαν ζύμην παλαιάν, τὰς πράξεις, καὶ τὰ φρονήματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου, διαλογισμοὺς πονηροὺς, καὶ ἐνθυμήσεις ῥυπαρὰς, ὅσον δυνατὸν, ἀποῤῥίψασθαι.","t":"But if the soul groans and cries out to God, he sends it the spiritual Moses, who redeems it from the slavery of the Egyptians; but first it cries and groans, and then it receives the beginning of its redemption. And it too is redeemed in the month of new flowers, at the season of spring, when the land of the soul can put forth the fair and blooming branches of righteousness, now that the bitter winters of the ignorance of darkness have passed, and the great hardening that comes from shameful deeds and sins. Then he commands that all the old leaven be removed from every house: the deeds and thoughts of the old man that is being corrupted, evil reasonings and filthy notions, are to be cast out as far as possible.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.7 (PG 34:800–801; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-7)."},"macarius-homiliae-spirituales/47.8":{"o":"Σφαγῆναι δεῖ τὸ ἀρνίον, καὶ τυθῆναι, καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν. Χριστὸς γὰρ τὸ ἀληθινὸν καὶ ἀγαθὸν καὶ ἄμωμον ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ, τῇ μὲν ψυχῇ εἰς ζωὴν καὶ ἀπολύτρωσιν· τοῖς δὲ Αἰγυπτίοις δαίμοσιν εἰς πένθος καὶ θάνατον· ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τῇ ψυχῇ τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα. Εἶτα μετὰ τὸ χρίσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον, καὶ τὰ ἄζυμα μετὰ πικρίδων, περιεζωσμένους τὰς ζώνας, καὶ ὑποδήματα, καὶ ἔχοντας τὰς βακτηρίας ἐν ταῖς χερσίν. Ἐὰν γὰρ μὴ πρότερον γένηται ἡ ψυχὴ παρεσκευασμένη πανταχόθεν δι' ἔργων ἀγαθῶν, ὅσον ἐστὶν ἐν αὐτῇ, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου. Εἰ δὲ καὶ τὸ ἀρνίον ἡδὺ, καὶ τὰ ἄζυμα καλὰ, ἀλλ᾽ αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι. Μετὰ θλίψεως γὰρ πολλῆς, καὶ πικρίας ἐσθίει ἡ ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν χρηστῶν ἀζύμων, θλιβούσης αὐτὴν τῆς συνούσης αὐτῇ ἁμαρτίας.","t":"The lamb must be slaughtered and sacrificed, and its blood smeared on the doors. For Christ, the true and good and spotless lamb, was slaughtered, and his blood was smeared on the doorposts of the heart, so that the blood of Christ poured out on the cross might be life and redemption for the soul, but mourning and death for the Egyptian demons; for truly the blood of the spotless lamb is mourning to them, but joy and gladness to the soul. Then, after the anointing, he commands them to eat the lamb toward evening, and the unleavened bread with bitter herbs, with their belts girded, and with sandals, and holding their staffs in their hands. For unless the soul has first been made ready on every side through good works, as far as is in its power, it is not given to eat of the lamb. And though the lamb is sweet and the unleavened bread good, yet the bitter herbs are bitter and harsh. For with much affliction and bitterness the soul eats of the lamb and of the good unleavened bread, as the sin that is present with it afflicts it.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.8 (PG 34:801–802; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-8)."},"macarius-homiliae-spirituales/47.9":{"o":"Καὶ πρὸς ἑσπέραν φησὶν ἔδεσθαι αὐτό· ἡ δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν. Οὕτω καὶ ἡ ψυχὴ πρὸς ταύτῃ οὖσα τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ Θεοῦ, καὶ μὴ ἑώσης τὸ σκότος ἐπελθεῖν τῇ ψυχῇ, καὶ καταπιεῖν αὐτήν· καὶ ὃν τρόπον εἶπε Μωϋσῆς, Αὕτη ἡ νὺξ τῆς ἐπαγγελίας ἐστὶ τοῦ Θεοῦ· οὕτως καὶ ὁ Χριστὸς, δοθέντος αὐτῷ βιβλίου ἐν τῇ συναγωγῇ, ὡς γέγραπται, ἐκάλεσεν ἐνιαυτόν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεως. Ἐκεῖ νὺξ ἀνταποδόσεως, ἐνταῦθα ἡμέρα ἀπολυτρώσεως· εἰκότως πάντα γὰρ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας, καὶ μυστικῶς προτυπούμενα τὴν ἀληθινὴν σωτηρίαν ὑπέγραφον τῆς ψυχῆς τῆς ἐγκεκλεισμένης τῷ σκότει, καὶ πεπεδημένης κρυπτῶς ἐν λάκκῳ κατωτάτῳ, καὶ ἐναποκεκλεισμένης πύλαις χαλκαῖς, καὶ μὴ δυναμένης ἄνευ τῆς τοῦ Χριστοῦ ἀπολυτρώσεως ἐλευθερωθῆναι.","t":"And it says to eat it toward evening; and the hour toward evening is midway between light and darkness. So too the soul, standing at the point of this redemption, comes to be midway between light and darkness, while the power of God stands by and does not let the darkness come upon the soul and swallow it up. And just as Moses said, \"This is the night of God's promise,\" so also Christ, when the book was given him in the synagogue, as it is written, proclaimed the acceptable year of the Lord and a day of redemption. There it was a night of recompense, here a day of redemption; and rightly, for all those things were a type and shadow of the truth, and, prefigured in a mystery, they sketched in outline the true salvation of the soul that is shut up in darkness, secretly fettered in the lowest pit, and shut in behind gates of bronze, and unable to be set free without the redemption of Christ.","f":"Ps.-Macarius, <i>Hom.</i> 47.9 (PG 34:802; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/47-9)."},"macarius-homiliae-spirituales/48.1":{"o":"Ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος, ἔλεγεν· Ὁ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστός ἐστι· καὶ ὁ ἐν ὀλίγῳ πιστὸς, καὶ ἐν πολλῷ πιστός ἐστι. Τί ἐστι τὸ ὀλίγον, καὶ τί ἐστι τὸ πολύ; τὸ ὀλίγον τὰ ἐπαγγέλματά ἐστι τοῦ αἰῶνος τούτου, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφὰς, ἐνδύματα, καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγίειαν, καὶ τοιαῦτα. Προστάξας μὴ μεριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ εἰς αὐτὸν πεποιθήσει ἐλπίζειν, ὅτι Κύριος προνοητὴς τῶν εἰς αὐτὸν καταφευγόντων κατὰ πάντα γίνεται. Τὸ δὲ πολὺ τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρήματά ἐστιν, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, καὶ ἀδιαλείπτως περὶ ἐκείνων μεριμνῶσι, καὶ αἰτοῦσιν αὐτὸν, ὅτι οὕτως ἐνετείλατο· Ὑμεῖς δὲ, φησὶ, πρῶτον ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· ὅπως ἐκ τῶν ὀλίγων τούτων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει τῷ Θεῷ, ὅτι ἐπηγγείλατο παρασχεῖν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦτα ὄντων, καὶ μόνον περὶ τῶν μελλόντων αίωνίων τὴν φροντίδα ἐχόντων.","t":"Homily 48. On perfect faith in God.\n\nThe Lord in the Gospel, wishing to lead his disciples to perfect faith, said, \"He who is unfaithful in little is unfaithful also in much; and he who is faithful in little is faithful also in much.\" What is the little, and what is the much? The little is the promises of this age, which he undertook to provide to those who believe in him, such as food, clothing, the rest of the body's comfort, or health, and such things. He commanded us not to be anxious about these at all, but to hope with confidence in him, because the Lord provides in everything for those who take refuge in him. But the much is the gifts of the eternal and incorruptible age, which he undertook to provide to those who believe in him and who are unceasingly concerned about them and ask him for them; for so he commanded: \"But you,\" he says, \"seek first the kingdom of God and his righteousness, and all these things will be added to you\"; so that by these few and temporary things each may be tested, whether he believes God, who promised to provide them, while we are free of care about such things and have our concern only for the eternal things to come.","f":"Ps.-Macarius, <i>Hom.</i> 48.1 (PG 34:808–809; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/48-1)."},"macarius-homiliae-spirituales/48.2":{"o":"Καὶ τότε φανερόν ἐστιν, ὅτι πιστεύει περὶ τῶν ἀφθάρτων, καὶ ὄντως ζητεῖ τὰ αἰώνια ἀγαθὰ, εἱ περὶ τῶν εἰρημένων ὑγιῆ τὴν πίστιν ἀποσώζει. Ὀφείλει γὰρ ἕκαστος τῶν ὑπακουόντων τῷ τῆς ἀληθείας λόγῳ, δοκιμάζειν ἑαυτὸν, καὶ ἀνακρίνειν, ἤτοι ὑπὸ πνευματικῶν ἀνδρῶν ἀνακρίνεσθαι καὶ δοκιμάζεσθαι, πῶς ἐπίστευσε, καὶ ἔδωκεν ἑαυτὸν τῷ Θεῷ· εἰ ὄντως ἐν ἀληθείᾳ κατὰ τὸν λόγον αὐτοῦ, ἢ οἰήσει δικαιώσεως καὶ πίστεως, ἐν ἑαυτῷ πιστεύειν νομίζων· ἕκαστος γὰρ εἰ ἐν τῷ ὀλίγῳ πιστός ἐστι, περὶ τῶν προσκαίρων λέγω, δοκιμάζεται, καὶ ἐλέγχεται. Το δὲ πῶς, ἄκουε· Πιστεύειν λέγεις βασιλείας ούρανῶν καταξιοῦσθαι, καὶ υἱὸς Θεοῦ γεννηθεὶς ἄνωθεν γενέσθαι, καὶ συγκληρονόμος τοῦ Χριστοῦ, καὶ εἰς αἰῶνας ὅλους συμβασιλεύειν αὐτῷ, καὶ τρυφᾶν ἐν φωτὶ ἀῤῥήτῳ, ἐν ἀπεράντοις καὶ ἀναριθμήτοις αἰῶσιν, ὡς ὁ Θεός; Πάντως ἐρεῖς Ναί. Διὰ ταύτην γὰρ τὴν αἰτίαν ἀναχωρήσας τοῦ κόσμου, ἐμαυτὸν τῷ Κυρίῳ δέδωκα.","t":"And then it is plain that he believes concerning the incorruptible things and truly seeks the eternal goods, if he keeps his faith sound concerning the things mentioned. For each of those who obey the word of truth ought to test and examine himself, or else be examined and tested by spiritual men, as to how he has believed and given himself to God: whether truly, in truth, according to his word, or by a mere supposition of righteousness and faith, thinking in himself that he believes. For each one is tested and proved as to whether he is faithful in the little (I mean in the temporary things). How, listen. You say that you believe you will be counted worthy of the kingdom of heaven, and, born from above, become a son of God and a fellow heir with Christ, and reign with him for whole ages, and delight in unspeakable light in boundless and countless ages, like God? You will certainly say, \"Yes; for this very reason I withdrew from the world and gave myself to the Lord.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 48.2 (PG 34:809; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/48-2)."},"macarius-homiliae-spirituales/48.3":{"o":"Δοκίμασον τοίνυν σεαυτὸν, μή ποτέ σε μέριμναι γήϊναι κατέχουσιν ἔτι, καὶ φροντὶς πολλὴ περὶ τῆς τοῦ σώματος τροφῆς καὶ ἐνδύσεως, καὶ τῆς λοιπῆς ἐπιμελείας καὶ ἀναπαύσεως, ὡς τῇ σῇ δυνάμει περιγιγνόμενος, καὶ προνοούμενος ἑαυτοῦ, ἀπροσετάχθης μὴ μεριμνᾶν ὅλως περὶ σεαυτοῦ. Εἰ γὰρ πιστεύεις τὰ ἀθάνατα, καὶ αἰώνια, καὶ παράμονα καὶ ἄφθονα λήψεσθαι, πόσῳ μᾶλλον ταῦτα τὰ παρερχόμενα καὶ γήϊνα, ἅπερ ὁ Θεὸς δέδωκε καὶ ἀσεβέσιν ἀνθρώποις, καὶ θηρίοις, καὶ πετεινοῖς, οὐ πιστεύεις παρασχέσθαι σοι τὸν Κύριον, ὥσπερ καὶ ἐνετείλατο, μὴ μεριμνᾶν ὅλως περὶ τούτων εἰπὼν, Μὴ μεριμνήσητε τί φάγητε, ἢ τί πίητε, ἢ τί περιβάλλησθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ; εἰ δὲ περὶ ταῦτα ἔτι μέριμναν ἔχεις, καὶ οὐκ ἐνεπίστευσας ὅλον σεαυτὸν τῷ λόγῳ αὐτοῦ, γνῶθι, ὅτι τὰ αἰώνια ἀγαθὰ, ἅπερ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀκμὴν οὐκ ἐπίστευσας λαβεῖν, καὶ νομίζεις πιστεύειν, ἔτι ἐν τοῖς μικροῖς καὶ φθαρτοῖς ἄπιστος εὑρισκόμενος· καὶ πάλιν, \"Ωσπερ τὸ σῶμα τιμιώτερόν ἐστι τοῦ ἐνδύματος, οὕτω καὶ ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος. Πιστεύεις τοίνυν, ὅτι ἡ ψυχή σου ὑπὸ Χριστοῦ ἴασιν δέχεται, ἀπὸ τῶν αἰωνίων καὶ ἀθεραπεύτων παρὰ ἀνθρώποις τραυμάτων, τῶν παθῶν τῆς ἀτιμίας, δι' ἣν καὶ ἦλθεν ἐνταῦθα ὁ Κύριος ἵνα νῦν τὰς ψυχὰς τῶν πιστῶν θεραπεύσῃ ἐκ τῶν ἀνιάτων παθῶν, καὶ καθαρίσῃ ἐκ τοῦ ῥύπου τῆς λέπρας τῆς κακίας, ὁ μόνος ἀληθινὸς ἰατρὸς καὶ θεραπευτής;","t":"Test yourself, then, whether earthly cares still hold you, and much anxiety about the food and clothing of the body and the rest of its care and comfort, as if you could get by through your own power and provide for yourself, when you were commanded not to be anxious about yourself at all. For if you believe you will receive the immortal and eternal things, lasting and abundant, how much more these passing and earthly things, which God has given even to ungodly men, and to beasts and birds: do you not believe that the Lord will provide them to you, as he also commanded, telling us not to be anxious about them at all: \"Do not be anxious about what you will eat, or what you will drink, or what you will put on; for the nations seek all these things\"? But if you are still anxious about these things and have not entrusted your whole self to his word, know that you have not yet believed that you will receive the eternal goods, which are the kingdom of heaven, and that you think you believe while you are still found unfaithful in the small and perishable things. And again: as the body is more precious than clothing, so also the soul is more precious than the body. Do you believe, then, that your soul receives healing from Christ from the eternal wounds that men cannot heal, the passions of dishonor, for the sake of which the Lord also came here, that he might now heal the souls of the faithful from incurable passions and cleanse them from the filth of the leprosy of wickedness, he who is the only true physician and healer?","f":"Ps.-Macarius, <i>Hom.</i> 48.3 (PG 34:809–810; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/48-3)."},"macarius-homiliae-spirituales/48.4":{"o":"Ἐρεῖς, Πάντως πιστεύω. Εἰς τοῦτο γὰρ ἔστηκα, καὶ ταύτην ἔχω τὴν προσδοκίαν. Γνῶθι τοίνυν, ἐρευνήσας σεαυτὸν, μή ποτέ σε τὰ σαρκικά πάθη πρὸς ἰατροὺς γηΐνους ἀποφέρει, ὡς Χριστοῦ, ᾧ ἐπίστευσας, μὴ δυναμένου σε θεραπεῦσαι. Ἴδε πῶς σεαυτὸν ἀπατᾷς, ὅτι νομίζεις πιστεύειν, μηδέπω πιστεύων, ὡς δεῖ ἐξ ἀληθείας. Εἰ γὰρ τὰ αἰώνια καὶ ἀθεράπευτα τῆς ἀθανάτου ψυχῆς τραύματα, καὶ πάθη κακίας ἐπίστευσας ὑπὸ Χριστοῦ θεραπευθήναι, ἐπίστευες ἂν αὐτῷ δυνατῷ ὄντι θεραπεύειν, καὶ τὰ πρόςκαιρα τοῦ σώματος πάθη καὶ νοσήματα, καὶ πρὸς αὐτὸν ἂν μόνον κατέφευγες ὑπερορῶν ἰατρικῶν ἐπιτηδευμάτων, καὶ θεραπειῶν, Ὁ γὰρ τὴν ψυχὴν κτίσας, αὐτὸς καὶ τὸ σῶμα πεποίηκε καὶ ὁ ἐκείνην τὴν ἀθάνατον ἰώμενος, αὐτὸς τὸ σῶμα δύναται ἀπὸ τῶν προσκαίρων παθῶν καὶ νοσημάτων θεραπεῦσαι.","t":"You will say, \"I certainly believe; for on this I have taken my stand, and this is my expectation.\" Know, then, by searching yourself, whether the passions of the flesh are carrying you off to earthly physicians, as if Christ, in whom you have believed, were not able to heal you. See how you deceive yourself, thinking that you believe when you do not yet believe as one ought, in truth. For if you had believed that the eternal and incurable wounds of the immortal soul and the passions of wickedness are healed by Christ, you would believe that he is able to heal also the temporary passions and diseases of the body, and you would take refuge in him alone, disregarding the practices and treatments of medicine. For he who created the soul also made the body; and he who heals the immortal soul is able to heal the body too from its temporary passions and diseases.","f":"Ps.-Macarius, <i>Hom.</i> 48.4 (PG 34:810–811; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/48-4)."},"macarius-homiliae-spirituales/48.5":{"o":"Ἀλλὰ πάντως ἐρεῖς μοι ταῦτα· Τῷ σώματι ἔδωκεν ὁ Θεὸς εἰς θεραπείαν, τάς τε βοτάνας τῆς γῆς, καὶ τὰ φάρμακα, καὶ ἱατρῶν ἐπιτηδεύματα, πρὸς τὰ τοῦ σώματος πάθη προευτρέπισε, τὸ ἀπὸ γῆς ὃν σῶμα θεραπεύεσθαι οἰκονομήσας, ἐκ τῶν τῆς γῆς διαφόρων εἰδῶν. Σύμφημι κἀγὼ ταῦτα οὕτως ἔχειν· ἀλλὰ πρόσεχε, καὶ γνώσῃ τὸν τρόπον, τίσι ταῦτα δέδοται, καὶ τίσιν ᾠκονόμησεν ὁ Θεὸς, κατὰ πολλὴν καὶ ἄπειρον φιλανθρωπίαν καὶ χρηστότητα. Ἐκπεσὼν ὁ ἄνθρωπος ἀπὸ τῆς ἐντολῆς ἧς εἰλήφει, καὶ ὑπὸ τὴν ἀπόφασιν ὀργῆς γεγονώς, καὶ ὥσπερ εἰς αἰχμαλωσίαν καὶ ἀτιμίαν, ἢ μετάλλου τινὸς ἐργασίαν, ἐκ τῆς τρυφῆς τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον ἐξορισθεὶς, καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους γεγονὼς, καὶ ἄπιστος τῶν παθῶν καταστὰς, ὑπὸ τὰ πάθη λοιπὸν, καὶ τὰ νοσήματα τῆς σαρκὸς πέπτωκεν, ὁ πρὶν ἀπαθὴς, καὶ ἄνοσος. Δῆλον δὲ ὅτι καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς αὐτοῖς πάθεσιν ὑποπεπτώκασιν.","t":"But you will certainly say this to me: \"God gave the body the plants of the earth and medicines for its healing, and prepared the practices of physicians for the body's passions, arranging that the body, which is from the earth, should be healed by the various kinds of things from the earth.\" I too agree that this is so; but pay attention, and you will learn how, and to whom, these things have been given, and for whom God arranged them in his great and boundless loving-kindness and goodness. Man, having fallen away from the commandment he had received, and having come under the sentence of wrath, and having been banished from the delight of paradise into this world as into captivity and dishonor, or labor in some mine, and having come under the power of darkness, and become faithless and subject to the passions, has thereafter fallen under the passions and diseases of the flesh, he who before was free from passion and from disease. And plainly all who were born from him have fallen under the same passions.","f":"Ps.-Macarius, <i>Hom.</i> 48.5 (PG 34:811; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/48-5)."},"macarius-homiliae-spirituales/48.6":{"o":"Ὠκονόμησε τοίνυν ταῦτα τοῖς ἀσθενέσι καὶ ἀπίστοις ὁ Θεὸς, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος διὰ πολλὴν χρηστότητα. ᾿Αλλ' ἔδωκεν εἰς ψυχαγωγίαν καὶ θεραπείαν καὶ ἐπιμέλειαν τοῦ σώματος τὰ φάρμακα τοῖς τοῦ κόσμου ἀνθρώποις, καὶ τοῖς ἔξω πᾶσι· κἀκείνοις συνεχώρησε τούτους χρᾶσθαι τοὺς τῷ Θεῷ μηδέπω δυναμένους ἐξ ὅλου ἑαυτοὺς ἐμπιστεύειν. Σὺ δὲ ὁ μονάζων, ὁ προσεληλυθὼς τῷ Χριστῷ, καὶ υἱὸς Θεοῦ βουλόμενος εἶναι, καὶ ἄνωθεν ἐκ Πνεύματος γεννηθῆναι, καὶ ἀνωτέρας καὶ μείζους τοῦ πρώτου καὶ ἀπαθοῦς ἀνθρώπου ἐπαγγελίας ἐκδεχόμενος, τὴν εὐδοκίαν τῆς τοῦ Κυρίου ἐπιδημίας, καὶ ξένος τοῦ κόσμου γεγονὼς, καινοτέραν τινὰ καὶ ξένην πίστιν, καὶ ἔννοιαν, καὶ πολιτείαν παρὰ πάντας τοὺς τοῦ κόσμου ἀνθρώπους κεκτῆσθαι ὀφείλεις. Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"So God arranged these things for the weak and the unbelieving, not wishing, in his great goodness, to destroy the sinful race of men completely. But he gave medicines to the people of the world and to all those outside, for the comfort, healing, and care of the body; and he permitted those to use them who are not yet able to entrust themselves wholly to God. But you, the monk, who have come to Christ, and wish to be a son of God and to be born from above of the Spirit, and await promises higher and greater than those of the first man, who was free from passion, namely the good pleasure of the Lord's coming among us, and have become a stranger to the world, ought to possess a newer and stranger faith and thought and way of life than all the people of the world. Glory to the Father and the Son and the Holy Spirit forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 48.6 (PG 34:811–812; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/48-6)."},"macarius-homiliae-spirituales/49.1":{"o":"Ἐάν τις ἐξελθὼν τῶν ἰδίων, καὶ ἀποταξάμενος τῷ κόσμῳ τούτῳ, καὶ τῆς τρυφῆς τοῦ κόσμου ἀπαλλαγεὶς, καὶ κτημάτων, καὶ πατρὸς, καὶ μητρὸς, ἕνεκεν τοῦ Κυρίου, καὶ ἑαυτὸν σταυρώσας, ξένος καὶ πένης, καὶ ἐνδεὴς γένηται, ἀντὶ δὲ τῆς ἀναπαύσεως τοῦ κόσμου ἀνάπαυσιν θεϊκὴν, ἐν ἑαυτῷ μὴ εὕρῃ, καὶ ἀντὶ τῆς προσκαίρου τρυφῆς, τρυφὴν Πνεύματος εἰς τὴν ἑαυτοῦ ψυχὴν μὴ αἴσθηται, καὶ ἀντὶ τῶν φθαρτῶν ἐνδυμάτων, ἐνδύματα φωτὸς θεότητος μὴ ἀμφιάσηται, εἰς τὸν ἔσω ἄνθρωπον, καὶ ἀντὶ τῆς προτέρου καὶ σαρκικῆς κοινωνίας ταύτης, κοινωνίαν τοῦ ἐπουρανίου ἐν τῇ ἑαυτοῦ ψυχῇ ἐν πληροφορίᾳ μὴ γνῷ, καὶ ἀντὶ τῆς φαινομένης τοῦ κόσμου τούτου χαρᾶς, χαρὰν Πνεύματος ἔνδον μὴ σχῇ, καὶ παράκλησιν οὐρανίου χάριτος, καὶ χορτασίαν θείαν ἐν τῇ ψυχῇ μὴ λάβῃ ἐν τῷ ἐποφθῆναι αὐτῷ τὴν δόξαν τοῦ Κυρίου, κατὰ τὸ γεγραμμένον· καὶ ἀπαξαπλῶς ἀντὶ ταύτης τῆς προσκαίρου ἀπολαύσεως, ἀπόλαυσιν ἄφθαρτον ἐπιθυμητήν, ἐν τῇ ἑαυτοῦ ψυχῇ μὴ κτήσηται νῦν· οὗτος γέγονεν ἄλας μωρόν· οὗτος ἐλεεινός ἐστι παρὰ πάντας ἀνθρώπους· οὗτος καὶ τῶν ἐντεῦθεν ἐστερήθη, καὶ τῶν θεῖκῶν οὐκ ἀπέλαυσε· μυστήρια θεῖα δι' ἐνεργείας τοῦ Πνεύματος οὐκ ἔγνω ἐν τῷ ἔσω αὐτοῦ ἀνθρώπῳ.","t":"Homily 49. It is not enough to be freed from the delight of this world unless one receives the blessedness of another world.\n\nSuppose someone goes out from his own, renounces this world, and is freed from the delight of the world, from possessions, and from father and mother, for the Lord's sake, and crucifies himself, and becomes a stranger, poor and needy; but does not find in himself divine rest instead of the rest of the world; and does not perceive in his own soul the delight of the Spirit instead of temporary delight; and is not clothed in the inner man with garments of the light of the Godhead instead of perishable garments; and does not know with full assurance in his own soul the fellowship of the heavenly one instead of this former, fleshly fellowship; and does not have the joy of the Spirit within instead of the visible joy of this world; and does not receive in the soul the comfort of heavenly grace and divine satisfaction when the glory of the Lord appears to him, as it is written; and, in a word, does not now acquire in his own soul an incorruptible and desirable enjoyment instead of this temporary enjoyment: such a man has become salt that has lost its taste; he is more pitiable than all men; he has been deprived of the things here and has not enjoyed the divine things; he has not known divine mysteries through the working of the Spirit in his inner man.","f":"Ps.-Macarius, <i>Hom.</i> 49.1 (PG 34:812–813; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/49-1)."},"macarius-homiliae-spirituales/49.2":{"o":"Διὰ τοῦτο γὰρ ξένος τοῦ κόσμου γεγένηταί τις, ἵνα εἰς ἕτερον κόσμον, καὶ αἰῶνα τῷ φρονήματι μετἔλθῃ ἡ ψυχὴ αὐτοῦ, κατὰ τὸν Ἀπόστολον· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Καὶ πάλιν, Ἐπὶ γῆς περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Δεῖ τοίνυν τὸν ἀποταξάμενον τῷ κόσμῳ τούτῳ, βεβαίως πιστεῦσαι, ὅτι χρὴ εἰς ἕτερον αἰῶνα τῷ φρονήματι ἀπὸ τοῦ νῦν διὰ τοῦ πνεύματος μεταβῆναι, κἀκεῖ πολιτεύεσθαι καὶ τρυφᾶν, καὶ ἀπολαύειν πνευματικῶν ἀγαθῶν, καὶ τὸν ἔσω ἄνθρωπον ἐκ πνεύματος γεννηθῆναι, καθὼς ὁ Κύριος εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ, μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· ἐπειδή ἐστιν ἄλλος θάνατος παρὰ τὸν φαινόμενον, καὶ ἄλλη ζωὴ παρὰ τὴν φαινομένην· λέγει γὰρ ἡ Γραφὴ ὅτι Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Καὶ, ῎Αφετε τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς· ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, ἀλλ᾽ ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε.","t":"For this is why someone has become a stranger to the world: so that his soul may pass over in its thinking into another world and age, as the Apostle says: \"For our citizenship is in heaven.\" And again, \"Though we walk on earth, we do not wage war according to the flesh.\" Whoever has renounced this world must, then, firmly believe that from now on he must pass over in his thinking, through the Spirit, into another age, and live there as a citizen, and delight, and enjoy spiritual goods, and that the inner man must be born of the Spirit, as the Lord said: \"He who believes in me has passed from death into life\"; since there is another death besides the visible one, and another life besides the visible one. For Scripture says, \"She who lives in luxury is dead while she lives.\" And, \"Leave the dead to bury their own dead\"; for \"the dead will not praise you, Lord, but we the living will bless you.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 49.2 (PG 34:813–814; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/49-2)."},"macarius-homiliae-spirituales/49.3":{"o":"Ὥσπερ γὰρ ὁ ἥλιος ἀνατείλας ἐπὶ τὴν γῆν, ὅλος ἐν τῇ γῇ ἐστιν· ἐπὰν δὲ πρὸς δυσμὰς γένηται, πάσας αὐτοῦ τὰς ἀκτῖνας συνάγει, πορευόμενος ἐν τῷ ἑαυτοῦ οἴκῳ· οὕτως καὶ ψυχή, ἡ μὴ ἄνωθεν ἐκ τοῦ Πνεύματος ἀναγεννηθεῖσα, ὅλη ἐν τῇ γῇ ἐστι τοῖς λογισμοῖς αὐτῆς καὶ τῷ φρονήματι ἐπὶ γῆς ἐκτεινομένη, ἕως τῶν περάτων αὐτῆς· ἐπὰν δὲ καταξιωθῇ τὴν ἐπουράνιον λαβεῖν τοῦ Πνεύματος γέννησιν καὶ κοινωνίαν, πάντας αὐτῆς τοὺς λογισμοὺς συνάγουσα, καὶ μεθ᾽ ἑαυτῆς ἔχουσα, εἰσέρχεται πρὸς τὸν Κύριον εἰς τὸ ἐξ οὐρανοῦ ἀχειροποίητον κατοικητήριον, καὶ πάντες οἱ λογισμοὶ αὐτῆς οὐράνιοι, καὶ καθαροὶ, καὶ ἅγιοι γίγνονται, χωροῦντες εἰς ἀέρα θεϊκόν. Ῥυσθεῖσα γὰρ ἡ ψυχὴ ἐκ τῆς φυλακῆς τοῦ σκότους τοῦ πονηροῦ ἄρχοντος τοῦ πνεύματος τοῦ κόσμου, εὑρίσκει λογισμοὺς καθαροὺς καὶ θείους, ὅτι εὐδόκησεν ὁ Θεὸς τὸν ἄνθρωπον ποιῆσαι θείας φύσεως κοινωνόν.","t":"For just as the sun, when it has risen on the earth, is wholly on the earth, but when it comes to its setting gathers in all its rays and goes into its own house: so too the soul that has not been born again from above of the Spirit is wholly on the earth with its thoughts, stretched out over the earth in its thinking to its very ends; but when it is counted worthy to receive the heavenly birth and fellowship of the Spirit, it gathers in all its thoughts and, having them with it, goes in to the Lord into the dwelling not made with hands that is from heaven, and all its thoughts become heavenly and pure and holy, passing into the divine air. For the soul, rescued from the prison of the darkness of the evil ruler, the spirit of the world, finds pure and divine thoughts, because God was pleased to make man a partaker of the divine nature.","f":"Ps.-Macarius, <i>Hom.</i> 49.3 (PG 34:814; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/49-3)."},"macarius-homiliae-spirituales/49.4":{"o":"Εἰ οὖν ἀναχωρήσεις πάντων τῶν ἐν τῷ βίω πραγμάτων, καὶ προσκαρτερεῖς τῇ εὐχῇ σου, μᾶλλον τὸν κάματον τοῦτον ἀναπαύσεως μεστὸν ἡγήσῃ· καὶ τὴν ὀλίγην θλίψιν, καὶ τὸν πόνον χαρᾶς καὶ ἀνέσεως ἀνάπλεων νομίσεις μεγίστης. Εἰ γὰρ καὶ τὸ σῶμά σου καὶ ἡ ψυχή σου καταδεδαπάνητο κατὰ πᾶσαν ὥραν ἐν ὅλῳ τῷ βίῳ διὰ τηλικαῦτα ἀγαθὰ, τί τοῦτο ἦν; ὦ τῆς ἀῤῥήτου εὐσπλαγχνίας τοῦ Θεοῦ, ὅτι δωρεάν ἑαυτὸν χαρίζεται τοῖς πιστεύουσιν, ἐν ὀλίγῳ καιρῷ Θεὸν κληρονομῆσαι, καὶ Θεὸν οἰκῆσαι ἐν σώματι ἀνθρώπου, καὶ ἔχειν τὸν Κύριον οἰκίαν καλὴν τὸν ἄνθρωπον. Ὥσπερ γὰρ ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν εἰς τὸ κατοικῆσαι τὸν ἄνθρωπον, οὕτως καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου ἔκτισεν εἰς ἰδίαν οἰκίαν, εἰς τὸ ἐνοικῆσαι καὶ ἀναπαῆναι, ὡς ἐν ἰδίῳ οἴκῳ, τῷ σώματι, ἔχων νύμφην καλὴν τὴν ἐράσμιον ψυχὴν, τὴν κατ' εἰκόνα αὐτοῦ πεποιημένην· Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν ὁ ᾿Απόστολος, ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ πάλιν, Οὗ οἶκός ἐσμεν ἡμεῖς. Ὥσπερ γὰρ ὁ ἀνὴρ ἐν τῷ οἴκῳ αὐτοῦ μετὰ σπουδῆς πάντα τὰ ἀγαθὰ ἀποθησαυρίζει· οὕτω καὶ ὁ Κύριος ἐν τῷ οἴκῳ αὐτοῦ τῇ ψυχῇ καὶ τῷ σώματι, ἀποτίθεται καὶ θησαυρίζει τὸν πλοῦτον τοῦ Πνεύματος τὸν οὐράνιον. Οὔτε δὲ σοφοὶ διὰ τῆς σοφίας, οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα, ἢ εἰπεῖν περὶ αὐτῆς ὡς ἔστιν, εἰ μὴ μόνον οἷς διὰ τοῦ ἁγίου Πνεύματος ἀποκαλύπτεται ἡ κατάληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς γνωρίζεται. ᾿Αλλ' ἐνταῦθα θεώρει, καὶ διάκρινον, καὶ σύνες, πῶς, ἄκουσον· οὗτος Θεὸς, αὕτη οὐ Θεός οὗτος Κύριος, αὕτη δούλη· οὗτος κτίστης, αὕτη κτίσμα· οὗτος ποιητὴς, αὕτη ποίημα. Οὐδὲν κοινὸν τῆς αὐτοῦ φύσεως, καὶ αὐτῆς τυγχάνει· ἀλλὰ διὰ τὴν ἄπειρον, καὶ ἄῤῥητον, καὶ ἀνεννόητον ἀγάπην, καὶ εὐσπλαγχνίαν αὐτοῦ, εὐδόκησεν εἰς τοῦτο τὸ ποίημα καὶ κτίσμα νοερὸν, καὶ τίμιον καὶ ἐξαίρετον ἔργον ἐνοικῆσαι, ὥς φησιν ἡ Γραφή, Εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων, εἰς τὴν αὐτοῦ σοφίαν καὶ κοινωνίαν, εἰς ἴδιον κατοικητήριον, εἰς ἰδίαν καὶ καθαρὰν νύμφην.","t":"If, then, you withdraw from all the affairs of this life and persevere in your prayer, you will rather consider this toil full of rest, and you will think the little affliction and labor filled with joy and the greatest relief. For even if your body and your soul had been spent every hour of your whole life for goods so great, what would that be? O the unspeakable compassion of God, that he freely gives himself to those who believe, so that in a short time they inherit God, and God dwells in the body of a man, and the Lord has man as a fair house! For as God created heaven and earth for man to dwell in, so too he created man's body and soul as his own house, to dwell and rest in the body as in his own house, having as a fair bride the lovely soul made after his image. \"For I betrothed you,\" says the Apostle, \"to one husband, to present you as a pure virgin to Christ.\" And again, \"Whose house we are.\" For as a man diligently stores up all good things in his house, so too the Lord lays up and treasures the heavenly wealth of the Spirit in his house, the soul and the body. But neither the wise through their wisdom nor the prudent through their prudence have been able to grasp the subtlety of the soul or to say what it is, except only those to whom, through the Holy Spirit, the comprehension and exact knowledge of the soul is revealed. But consider here, and discern, and understand. How? Listen: he is God, it is not God; he is Lord, it is servant; he is Creator, it is creature; he is Maker, it is made. There is nothing in common between his nature and its nature; but through his boundless, unspeakable, and inconceivable love and compassion he was pleased to dwell in this made and created thing, endowed with mind, a precious and excellent work, as Scripture says, \"That we should be a kind of firstfruits of his creatures,\" for his wisdom and fellowship, for his own dwelling, for his own pure bride.","f":"Ps.-Macarius, <i>Hom.</i> 49.4 (PG 34:814–816; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/49-4)."},"macarius-homiliae-spirituales/49.5":{"o":"Τοιούτων οὖν ἀγαθῶν προκειμένων, καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν, καὶ τοιαύτης εὐδοκίας ὑπὸ Κυρίου εἰς ἡμᾶς γεγενημένης, μὴ ἀμελήσωμεν, ὦ τέκνα, μήτε ὀκνήσωμεν ἐπαχθῆναι πρὸς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ἑαυτοὺς ὁλοτελῶς τῇ τοῦ Κυρίου εὐαρεστήσει ἐπιδοῦναι· παρακαλέσωμεν τοίνυν τὸν Κύριον, ἵνα τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει λυτρώσηται ἡμᾶς ἐκ τῆς φυλακῆς τοῦ σκότους τῶν παθῶν τῆς ἀτιμίας, καὶ τὴν ἰδίαν εἰκόνα, καὶ τὸ πλάσμα ἐκδικήσας ἀναλάμψαι ποιήσῃ, σώαν καὶ καθαρὰν τὴν ψυχὴν ἀπεργασάμενος, καὶ οὕτως ἀξιωθῶμεν τῆς κοινωνίας τοῦ Πνεύματος, δοξάζοντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. Ἀμήν.","t":"Since, then, such goods lie before us, and such promises have been promised, and such good pleasure of the Lord has come to us, let us not be negligent, children, nor shrink from being drawn to eternal life and giving ourselves wholly to pleasing the Lord. Let us beseech the Lord, then, that by the power of his own Godhead he may redeem us from the prison of the darkness of the passions of dishonor, and, vindicating his own image and handiwork, make it shine again, having made the soul sound and pure; and so may we be counted worthy of the fellowship of the Spirit, glorifying the Father and the Son and the Holy Spirit forever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 49.5 (PG 34:816; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/49-5)."},"macarius-homiliae-spirituales/5.1":{"o":"Ὁ τῶν Χριστιανῶν κόσμος ἕτερός ἐστι, καὶ διαγωγή, καὶ νοῦς, καὶ λόγος, καὶ πρᾶξις ἑτέρα τυγχάνει, καὶ ἡ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου διαγωγή, καὶ νοῦς, καὶ λόγος, καὶ πρᾶξις ἑτέρα. Ἄλλο τί εἰσιν ἐκεῖνοι καὶ ἄλλο τί εἰσιν οὗτοι, καὶ πολλὴ διάστασις μεταξὺ τούτων κἀκείνων. Οἱ γὰρ τῆς γῆς οἰκήτορες, καὶ τὰ τέκνα τοῦ αἰῶνος τούτου, ἐοίκασι σίτῳ βεβλημένῳ ἐν σινίῳ τῆς γῆς ταύτης, σινιαζόμενοι ἐν ἀστάτοις λογισμοῖς τοῦ κόσμου τούτου, καὶ σάλῳ ἀπαύστῳ τῶν γηΐνων πραγμάτων, ἐπιθυμιῶν, καὶ πολυπλόκων ἐννοιῶν ὑλικῶν, τὰς ψυχάς κλυδωνίζοντος καὶ σινιάζοντος Σατανᾶ διὰ τοῦ σινίου, τουτέστι τῶν γηΐνων πραγμάτων, πᾶν τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων, ἀπὸ τῆς τοῦ ᾿Ἀδὰμ ἐκπτώσεως παραβάντος τὴν ἐντολήν· καὶ ὑπὸ τὸν ἄρχοντα τῆς πονηρίας γεγονότος, λαβόντος αὐτοῦ τὴν ἐξουσίαν, καὶ λοιπὸν ἀπαύστοις λογισμοῖς ἀπάτης καὶ κλόνου σινιάζοντος καὶ προσκρούοντος τῷ σινίῳ τῆς γῆς πάντας τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου.","t":"Homily 5. There is a great difference between Christians and the men of this world. For those who have the spirit of the world are bound in heart and mind by earthly bonds; but the others long for the love of the heavenly Father, having him alone before their eyes with great desire.\n\nThe world of Christians is another world, and their way of life and mind and speech and action are other; and the way of life and mind and speech and action of the men of this world are other. Those are one thing and these are another, and there is a great distance between the one and the other. For the inhabitants of the earth and the children of this age are like wheat thrown into the sieve of this earth, sifted by the unsettled thoughts of this world, and by the unceasing tossing of earthly affairs and desires and intricate material notions, while Satan tosses and sifts the souls through the sieve — that is, through earthly affairs — sifting the whole sinful race of men ever since the fall of Adam, who transgressed the commandment and came under the ruler of wickedness, who received authority over him and ever since sifts and batters all the sons of this age with unceasing thoughts of deceit and agitation in the sieve of the earth.","f":"Ps.-Macarius, <i>Hom.</i> 5.1 (PG 34:494–495; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-1)."},"macarius-homiliae-spirituales/5.11":{"o":"Κατὰ δύο οὖν τύπους ὁ μακάριος Μωϋσῆς ὑπέδειξεν, ἥνπερ ἐν τῇ ἀναστάσει ἕξουσι δόξαν φωτὸς καὶ τρυφὴν νοερὰν τοῦ Πνεύματος οἱ ἀληθινοὶ Χριστιανοὶ, ἧς καὶ κρυπτῶς ἀπὸ τοῦ νῦν καταξιοῦνται. Διὸ καὶ τότε ἐπὶ τοῦ σώματος αὐτῶν φανερωθήσονται. Ἥν γὰρ ἀπὸ τοῦ νῦν ἔχουσιν ἐν ταῖς ψυχαῖς οἱ ἅγιοι δόξαν, ὡς προείρηται, ἐκείνη καλύψει καὶ ἀμφιάσει, καὶ τὰ γυμνὰ σώματα καὶ εἰς οὐρανοὺς ἁρπάσει, καὶ τὸ λοιπὸν σώματι καὶ ψυχῇ ἐν τῇ βασιλείᾳ εἰς αἰῶνας σὺν τῷ Κυρίῳ ἀναπαυσόμεθα. Τὸν γὰρ ᾿Αδάμ κτίσας ὁ Θεὸς, οὐ κατεσκεύασεν αὐτῷ σωματικὰς πτέρυγας ὡς τοῖς πετεινοῖς, τὰς τοῦ Πνεύματος τοῦ ἁγίου πτέρυγας προευτρεπίσας αὐτῷ, τουτέστιν ἃς μέλλει διδόναι αὐτῷ ἐν τῇ ἀναστάσει, ἵνα αὐτὸν κουφίσωσι καὶ ἁρπάσωσιν ἔνθα τὸ Πνεῦμα βούλεται· ἃς πτέρυγας ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ τῶν ἁγίων καταξιοῦνται ἔχειν εἰς τὸ οὐράνιον φρόνημα τῷ νῷ ἀνιπτάμεναι· Χριστιανῶν γὰρ κόσμος ἕτερός ἐστι καὶ ἄλλη τράπεζα, καὶ ἄλλα ἐνδύματα, καὶ ἄλλη ἀπόλαυσις, καὶ ἄλλη κοινωνία, καὶ ἄλλο φρόνημα. Διὸ καὶ κρείττους πάντων ἀνθρώπων τυγχάνουσι. Τούτων δὲ τὴν δύναμιν νῦν ἔνδον ἐν ταῖς ψυχαῖς καταξιοῦνται λαβεῖν διὰ τοῦ ἁγίου Πνεύματος διὸ καὶ ἐν τῇ ἀναστάσει τὰ σώματα καταξιωθήσονται τῶν αἰωνίων ἐκείνων τοῦ Πνεύματος ἀγαθῶν, καὶ τῇ δόξῃ ἐκείνῃ ἀνακραθήσονται, ἧς ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ αὐτῶν τὴν πεῖραν ἐδέξαντο.","t":"By two types, then, the blessed Moses showed what glory of light and what spiritual delight of the Spirit true Christians will have at the resurrection, of which even now they are secretly counted worthy. And therefore it will then be made manifest upon their bodies. For the glory which the saints have in their souls from now on, as has been said, will cover and clothe their naked bodies and will snatch them up into the heavens; and thereafter, in body and soul, we shall rest with the Lord in the kingdom for ever. For when God created Adam he did not make him bodily wings as he did for the birds, since he had prepared beforehand for him the wings of the Holy Spirit — those, that is, which he is to give him at the resurrection, to lift him up and snatch him away wherever the Spirit wills. These wings the souls of the saints are counted worthy to have from now on, flying up in mind to the heavenly way of thinking. For the world of Christians is another, and their table is other, and their garments other, and their enjoyment other, and their fellowship other, and their way of thinking other. Therefore they are better than all men. And the power of these things they are counted worthy to receive now within, in their souls, through the Holy Spirit; and therefore at the resurrection their bodies also will be counted worthy of those eternal good things of the Spirit, and will be mingled with that glory of which their souls have received the experience from now on.","f":"Ps.-Macarius, <i>Hom.</i> 5.11 (PG 34:515–516; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-11)."},"macarius-homiliae-spirituales/5.12":{"o":"Οφείλει τοίνυν ἕκαστος ἡμῶν ἀγωνίσασθαι, καὶ πονῆσαι, καὶ σπουδάσαι ἐν πάσαις ἀρεταῖς, καὶ πιστεῦσαι καὶ ζητῆσαι παρὰ Κυρίου, ἐξ ἐκείνης τῆς δόξης ἀπὸ τοῦ νῦν μέτοχον γενέσθαι τὸν ἔσω ἄνθρωπον, καὶ ἐν ἐκείνῃ τῇ ἁγιότητι τοῦ Πνεύματος τὴν ψυχὴν κοινωνῆσαι, ἵνα καθαρισθέντες τὸν ῥύπον τῆς κακίας ἔχωμεν κἀν τῇ ἀναστάσει ὃ ἀμφιάσει γυμνὰ τὰ σώματα ἡμῶν ἀνιστάμενα, καὶ τὴν ἀσχημοσύνην ἐνδύσει καὶ ζωοποιήσει, καὶ εἰς αἰῶνας ἐν τῇ βασιλείᾳ ἀναπαύσει τῶν οὐρανῶν. Μέλλει γὰρ ὁ Χριστὸς ἐκ τῶν οὐρανῶν κατέρχεσθαι, καὶ πάντα τὰ φῦλα τοῦ ᾿Ἀδὰμ ἀναστήσει, τοὺς ἀπ' αἰῶνος κοιμηθέντας, κατὰ τὰς ἁγίας Γραφάς. Καὶ εἰς δύο μέρη στήσει πάντας, καὶ τοὺς ἔχοντας τὸ ἴδιον σημεῖον, τουτέστι τὴν σφραγίδα τοῦ Πνεύματος, τούτους ὡς ἰδίους προσφωνήσας ἐκ δεξιῶν στήσει. Τὰ ἐμὰ γὰρ, φησὶ, πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι· καί· Γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καὶ τότε δόξῃ θείᾳ τὰ σώματα τούτων περιβληθήσονται ἐκ τῶν ἀγαθῶν ἔργων, καὶ δόξης Πνεύματος ἔσονται πλήρεις, ἧς ἀπὸ τοῦ νῦν εἶχον ἐν ταῖς ψυχαῖς. Καὶ οὕτω δοξασθέντες ἐν τῷ θείῳ φωτὶ, καὶ εἰς οὐρανοὺς ἁρπαχθέντες εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸ γεγραμμένον, πάντοτε σὺν τῷ Κυρίῳ ἐσόμεθα, σὺν αὐτῷ βασιλεύοντες εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Αμήν.","t":"Each of us, then, ought to strive and labour and take pains in all the virtues, and to believe and to seek from the Lord that the inner man may from now on become a partaker of that glory, and that the soul may share in that holiness of the Spirit; so that, being cleansed from the filth of evil, we may have at the resurrection that which will clothe our naked bodies as they rise, and will cover their shame and give them life, and give them rest for ever in the kingdom of heaven. For Christ is to come down from the heavens and will raise all the tribes of Adam, those who have fallen asleep from the beginning of the age, according to the holy Scriptures. And he will set them all in two parts; and those who have his own sign, that is, the seal of the Spirit, these he will call his own and set at the right hand. \"For my sheep,\" he says, \"hear my voice\"; and, \"I know my own, and I am known by my own.\" And then their bodies will be clothed with divine glory from their good works, and they will be full of the glory of the Spirit, which they had in their souls from now on. And so, glorified in the divine light and snatched up into the heavens to meet the Lord in the air, as it is written, we shall always be with the Lord, reigning with him for endless ages of ages. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 5.12 (PG 34:516–517; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-12)."},"macarius-homiliae-spirituales/5.2":{"o":"Ὥσπερ γὰρ ἐν τῷ σινίῳ ὁ σῖτος ὑπὸ τοῦ σινιάζοντος προσκόπτει, καὶ ἐν αὐτῷ ἀστάτως σαλευόμενος στρέφεται· οὕτω διὰ τῶν γηΐνων πραγμάτων πάντας τοὺς ἀνθρώπους κατέχει ὁ τῆς πονηρίας ἄρχων, καὶ δι᾿ αὐτῶν σαλεύει, καὶ κλονεῖ, καὶ προσκόπτειν ποιεῖ διαλογισμοῖς ματαίοις, καὶ αἰσχραῖς ἐπιθυμίαις καὶ δεσμοῖς γηΐνοις καὶ κοσμικοῖς, ἀστάτως αἰχμαλωτίζων καὶ κλονῶν, καὶ δελεάζων πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδάμ, ὡς ὁ Κύριος τοῖς ἀποστόλοις τὴν τοῦ πονηροῦ κατ᾿ αὐτῶν ἐπανάστασιν μέλλουσαν ἔσεσθαι προέλεγεν· Ἐξητήσατο ὑμᾶς ὁ Σατανᾶς σινιάσαι ὡς τὸν σῖτον· ἀλλ᾽ ἐγὼ ἐδεήθην τοῦ Πατρός μου, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις ὑμῶν. Ὁ γὰρ τῷ Κάϊν ὑπὸ τοῦ Δημιουργοῦ ῥηθεὶς λόγος, καὶ ἡ ἀπόφασις εἰς τὸ προφανές, τὸ, Στένων, καὶ τρέμων, καὶ σειόμενος ἔσῃ ἐπὶ τῆς γῆς, τύπος καὶ εἰκὼν πάντων τῶν ἁμαρτωλῶν τυγχάνει κατὰ τὸ κρυπτόν. Οὕτω γὰρ ἐκπεσὸν τῆς ἐντολῆς τὸ γένος ᾿Αδάμ, καὶ ἁμαρτωλὸν καταστὰν, ἐκείνην τὴν εἰκόνα κατὰ τὸ κρυπτὸν κέκτηται, σαλευόμενον ἀστάτοις λογισμοῖς δειλίας τε καὶ φόβου, καὶ πάσης ταραχῆς, ἐπιθυμίαις καὶ ἡδοναῖς παντοδαπαῖς καὶ ποικίλαις τοῦ ἄρχοντος τοῦ κόσμου τούτου πᾶσαν ψυχὴν κλυδωνίζοντος, τὴν μὴ γεγεννημένην ἐκ τοῦ Θεοῦ, καὶ ὡς σῖτον ἐν σινίῳ στρεφόμενον ἀστάτως τοὺς τῶν ἀνθρώπων λογισμούς ποικίλως κλυδωνίζοντος, ἐν ἀπάταις κοσμικαῖς σαρκὸς, καὶ φόβοις, καὶ ταραχαῖς πάντας σαλεύοντος, καὶ δελεάζοντος.","t":"For as the wheat in the sieve is battered by the one who sifts it, and is turned about in it, tossed unsteadily, so through earthly affairs the ruler of wickedness holds all men fast, and through them tosses and shakes them and makes them stumble with vain reasonings and shameful desires and earthly, worldly bonds, taking the whole sinful race of Adam captive unsteadily and shaking and baiting it — as the Lord foretold to the apostles the rising of the evil one against them that was to come: \"Satan has demanded to sift you like wheat; but I have prayed to my Father that your faith may not fail.\" For the word spoken by the Creator to Cain, and the sentence passed openly, \"Groaning and trembling and shaken you shall be upon the earth,\" is a type and image, in the hidden realm, of all sinners. For when the race of Adam had fallen from the commandment and become sinful, it took on that image in the hidden realm, shaken by unsteady thoughts of cowardice and fear and every disturbance, while the ruler of this world tosses every soul that is not born of God with desires and pleasures of every kind and sort; and turning the thoughts of men about unsteadily, like wheat in a sieve, he tosses them in many ways, shaking and baiting them all with worldly deceits of the flesh and with fears and disturbances.","f":"Ps.-Macarius, <i>Hom.</i> 5.2 (PG 34:495–496; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-2)."},"macarius-homiliae-spirituales/5.3":{"o":"Καὶ γὰρ ὁ Κύριος τοὺς ταῖς ἀπάταις καὶ τοῖς θελήμασι τοῦ πονηροῦ ἐξακολουθοῦντας δεικνύων ὅτι τὴν εἰκόνα τοῦ Κάϊν τῆς πονηρίας φέρουσιν, ἐλέγχων αὐτοὺς ἔλεγεν· Ὑμεῖς, φησὶ, τὰς ἐπιθυμίας τοῦ Πατρὸς ὑμῶν θέλετε ποιεῖν· Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπαρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν. Ὥστε πᾶν ἁμαρτωλὸν γένος τοῦ Ἀδὰμ τὴν καταδίκην ἐκείνην κατὰ τὸ κρυπτὸν κέκτηται, τὸ, Στένοντες καὶ τρέμοντες ἔσεσθε σειόμενοι ἐν τῷ σινίῳ τῆς γῆς, ὑπὸ τοῦ σινιάζοντος Σατανᾶ. Ὥσπερ γὰρ ἐξ ἑνὸς τοῦ ᾿Αδάμ πᾶν τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἐφηπλώθη· οὕτω μία τις κακία τῶν παθῶν εἰς τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων ἐγκατέδυσε, καὶ πάντας ὁ τῆς κακίας ἄρχων ἐν ἀστάτοις, καὶ ὑλικοῖς, καὶ ματαίοις, καὶ ταραχώδεσι λογισμοῖς σινιάζειν ἐπαρκεῖ. Ὥσπερ γὰρ εἷς ἄνεμος πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα ἐπαρκεῖ κλονεῖν καὶ σείειν· ἢ ὥσπερ ἓν σκότος τῆς νυκτὸς ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἐφαπλοῦται, οὕτως ὁ τῆς πονηρίας ἄρχων, σκότος τι λογικὸν κακίας καὶ θανάτου ὑπάρχων, καὶ ἄνεμός τις κρυπτὸς καὶ ἄγριος τυγχάνων, πᾶν τὸ ἐπὶ τῆς γῆς γένος τῶν ἀνθρώπων κλυδωνίζει, καὶ περιφέρει ἀστάτοις λογισμοῖς, καὶ ἐπιθυμίαις κόσμου δελεάζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ σκότους ἀγνωσίας, πηρώσεως καὶ λήθης ἐμπίμπλησι πᾶσαν ψυχὴν, τὴν μὴ ἄνωθεν γεγεννημένην, καὶ τῷ φρονήματι καὶ τῷ νῷ ἐν ἄλλῳ αἰῶνι.","t":"For the Lord also, showing that those who follow the deceits and the wills of the evil one bear the image of Cain's wickedness, said in rebuking them: \"You,\" he says, \"wish to do the desires of your father. He was a murderer from the beginning, and has not stood in the truth.\" So the whole sinful race of Adam has that condemnation in the hidden realm: \"Groaning and trembling you shall be, shaken in the sieve of the earth\" by Satan who sifts. For as from the one Adam the whole race of men was spread over the earth, so one evil of the passions entered into the sinful race of men, and the ruler of evil is able to sift them all with unsteady and material and vain and troubling thoughts. For as one wind is able to shake and toss all plants and seeds; or as the one darkness of night spreads over the whole inhabited world: so the ruler of wickedness, being a kind of rational darkness of evil and death, and a kind of hidden and wild wind, tosses the whole race of men upon the earth and carries them about with unsteady thoughts, baiting the hearts of men with the desires of the world, and filling with the darkness of ignorance and blindness and forgetfulness every soul that is not born from above and does not dwell, in its mind and thought, in another age.","f":"Ps.-Macarius, <i>Hom.</i> 5.3 (PG 34:496–497; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-3)."},"macarius-homiliae-spirituales/5.4":{"o":"Ἐν τούτῳ γὰρ διαφέρουσιν οἱ ἀληθεῖς Χριστιανοὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων, καὶ πολλὴ διάστασις μεταξὺ ἀμφοτέρων τυγχάνει, ὡς προελέγομεν, ἐν τῷ τὸν νοῦν καὶ τὴν διάνοιαν πάντοτε ἐν τῷ οὐρανίῳ φρονήματι τυγχάνειν, καὶ τὰ αἰώνια ἀγαθὰ ἐνοπτρίζεσθαι διὰ τὴν μετουσίαν καὶ μετοχὴν τοῦ Πνεύματος τοῦ ἁγίου, τῷ ἄνωθεν αὐτοὺς ἐκ Θεοῦ γεγεννῆσθαι, καὶ τέκνα Θεοῦ ἐν ἀληθείᾳ καὶ δυνάμει γενέσθαι κατηξιῶσθαι, καὶ εἰς στάσιν καὶ ἐδραιότητα, καὶ ἀταραξίαν καὶ κατάπαυσιν αὐτοὺς διὰ πολλῶν ἀγώνων καὶ κόπων, καὶ χρόνων κατηντηκέναι, μηκέτι σινιαζομένους καὶ κυμαινομένους ἐν ἀστάτοις, καὶ ματαίοις λογισμοῖς· ἐν τούτῳ εἰσὶ μείζους καὶ κρείττονες τοῦ κόσμου, διὰ τὸ τὸν νοῦν αὐτῶν καὶ τὸ φρόνημα τῆς ψυχῆς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ, καὶ ἐν τῇ τοῦ Πνεύματος ἀγάπῃ τυγχάνειν· ὥσπερ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων διεξερχόμενος ἔλεγε μεταβεβηκέναι ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, καθὼς εἴρηται· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Τοιγαροῦν οὐκ ἐν σχήμασι καὶ τύποις ἐξωτέροις ἡ ἀλλοίωσις τῶν Χριστιανῶν ὑπάρχει, ὡς οἱ πολλοὶ ἐν τούτῳ οἴονται εἶναι τὴν διαφορὰν καὶ διάκρισιν μεταξὺ καὶ αὐτῶν ἐν σχήμασι καὶ τύποις· καὶ ἰδοὺ τῷ νῷ καὶ τῇ διανοίᾳ ὅμοιοι τῷ κόσμῳ τυγχάνουσι, τὸν σεισμὸν καὶ ἀκαταστασίαν τῶν λογισμῶν, καὶ ἀπιστίαν, καὶ σύγχυσιν, καὶ ταραχὴν, καὶ δειλίαν ὡς πάντες οἱ ἄνθρωποι ἔχοντες. Καὶ τῷ μὲν σχήματι, καὶ τῷ δοκεῖν τοῦ κόσμου διαφέρουσι, καί τισιν ἐξωτέροις κατορθώμασι· τῇ δὲ καρδίᾳ, καὶ τῷ νῷ, ἐν τοῖς γηΐνοις δεσμοῖς δέδενται, ἀνάπαυσιν ἐκ τοῦ Θεοῦ καὶ εἰρήνην τὴν τοῦ Πνεύματος οὐράνιον ἐν τῇ καρδίᾳ μὴ κεκτημένοι· ἐπεὶ οὖν οὐκ ἐζήτησαν παρὰ Θεοῦ, καὶ οὐκ ἐπίστευσαν τούτων καταξιωθῆναι.","t":"For in this true Christians differ from the whole race of men, and there is a great distance between the two, as we said before: in that their mind and understanding are always in the heavenly way of thinking, and they behold the eternal good things as in a mirror, through their sharing and partaking of the Holy Spirit, because they have been born from above of God and have been counted worthy to become children of God in truth and in power; and because through many struggles and labours and lengths of time they have come to a settled and steady state, to freedom from disturbance and to rest, being no longer sifted and tossed about with unsteady and vain thoughts. In this they are greater and better than the world, because their mind and the thought of their soul are in the peace of Christ and in the love of the Spirit — just as the Lord, speaking about such men, said that they had passed over from death into life, as it is said: \"But our citizenship is in heaven.\" Therefore the change in Christians does not consist in outward shapes and forms, as most people suppose that the difference and distinction between themselves and others lies in shapes and forms; and behold, in mind and understanding they are like the world, having the shaking and unsettledness of thoughts and unbelief and confusion and disturbance and cowardice like all other men. In outward shape and appearance they differ from the world, and in certain outward achievements; but in heart and mind they are bound with earthly bonds, not possessing in the heart the rest that comes from God and the heavenly peace of the Spirit — since they did not seek it from God and did not believe that they would be counted worthy of it.","f":"Ps.-Macarius, <i>Hom.</i> 5.4 (PG 34:497–498; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-4)."},"macarius-homiliae-spirituales/5.5":{"o":"Ἐν γὰρ τῇ τοῦ νοὸς ἀνακαινίσει καὶ τῇ τῶν λογισμῶν εἰρήνῃ, καὶ τῇ τοῦ Κυρίου ἀγάπη καὶ οὐρανίῳ ἔρωτι, ἡ καινή κτίσις τῶν Χριστιανῶν πάντων ἀνθρώπων τοῦ κόσμου διαφέρει. Διὸ καὶ ἡ ἔλευσις τοῦ Κυρίου γέγονε, τούτων τῶν πνευματικῶν ἀγαθῶν καταξιῶσαι τοὺς ἀληθῶς πιστεύοντας εἰς αὐτόν. Χριστιανῶν γὰρ ἡ δόξα, καὶ τὸ κάλλος, καὶ ὁ πλοῦτος ὁ οὐράνιος ἀλάλητός ἐστι, καὶ μετὰ πόνου, καὶ ἱδρώτων, καὶ δοκιμασιῶν, καὶ ἀγώνων πολλῶν ποριζόμενος· τὸ δὲ ὅλον, χάριτι Θεοῦ. Εἰ γὰρ ἡ τοῦ ἐπιγείου βασιλέως θέα ἐπιθυμητὴ παρὰ πᾶσιν ἀνθρώποις τυγχάνει, καὶ πᾶς τις ἐπιδημῶν ἐν πόλει βασιλέως, ἐπιθυμεῖ κᾶν μόνον θεάσασθαι τὸ κάλλος αὐτοῦ, ἢ τὴν ὡραιότητα τῶν ἐνδυμάτων, ἢ τῆς πορφύρας τὴν δόξαν, τῶν ποικίλων μαργαριτῶν τὸ κάλλος, τοῦ διαδήματος τὴν εὐπρέπειαν, τῶν σὺν αὐτῷ ἀξιωμάτων τὴν τιμιότητα· ἐκτὸς εἰ μὴ οἱ πνευματικοὶ ἐξουδενοῦσιν αὐτὰ, διὰ τὸ ἄλλης δόξης ἐπουρανίου καὶ ἀσωμάτου πεπειρᾶσθαι, καὶ ἄλλῳ κάλλει ἀῤῥήτῳ τετρῶσθαι, καὶ ἄλλου πλούτου κεκοινωνηκέναι, καὶ τῷ ἔσω ἀνθρώπῳ ἔσεσθαι, καὶ ἄλλου πνεύματος μετέχειν. Ἐπεὶ οὖν τοῦ κόσμου τούτου ἄνθρωποι, οἱ τὸ πνεῦμα τοῦ κόσμου ἔχοντες, ἐν πολλῇ ἐπιθυμίᾳ εἰσὶ τοῦ τὸν ἐπίγειον βασιλέα θεάσασθαι, μόνον σὺν πάσῃ τῇ εὐπρεπείᾳ καὶ δόξῃ αὐτοῦ· ὅσον γὰρ ἐν τοῖς φαινομένοις πολλῷ μείζων ἡ μερὶς αὐτοῦ ἐστι παρὰ πάντας τοὺς ἀνθρώπους, οὕτως ἔνδοξον, οὕτως ἐπιθυμητὸν ὑπὸ πάντων, κἂν τῷ θεαθῆναι μόνον· καὶ ἕκαστος ἐν ἑαυτῷ λέγει· Εἴθε τις ἔδωκέ μοι ἐκείνην τὴν δόξαν, καὶ τὴν εὐπρέπειαν, καὶ τὴν ὡραιότητα, μακαρίζων ἐκεῖνον τὸν ὅμοιον αὐτοῦ γήϊνον, καὶ ὁμοιοπαθῆ καὶ θνητὸν ὄντα, διὰ δὲ τὴν πρόσκαιρον εὐπρέπειαν, καὶ δόξαν, ἐπιθυμητόν.","t":"For in the renewal of the mind and the peace of the thoughts, and in love for the Lord and heavenly longing, the new creation of Christians differs from all the men of the world. And for this the coming of the Lord took place, to count worthy of these spiritual goods those who truly believe in him. For the glory and beauty and heavenly wealth of Christians is unspeakable, and is procured with pain and sweat and testings and many struggles; but the whole of it is by the grace of God. For if the sight of an earthly king is desired by all men, and everyone who comes to a king's city desires if only to behold his beauty, or the splendour of his robes, or the glory of the purple, the beauty of the various pearls, the comeliness of the diadem, the honour of the dignitaries about him — except that spiritual men count these things as nothing, because they have had experience of another glory, heavenly and bodiless, and have been wounded by another unspeakable beauty, and have shared in another wealth, and live in the inner man, and partake of another spirit — since, then, the men of this world, who have the spirit of the world, are in great desire only to behold the earthly king with all his comeliness and glory (for in so far as his portion among visible things is much greater than that of all other men, so far is he glorious and so far desired by all, if only to be seen), and each says in himself, \"If only someone would give me that glory and comeliness and loveliness,\" counting blessed a man like himself, earthly and of like passions and mortal, yet desirable because of a passing comeliness and glory —","f":"Ps.-Macarius, <i>Hom.</i> 5.5 (PG 34:498–499; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-5)."},"macarius-homiliae-spirituales/5.6":{"o":"Εἰ οὖν οὕτως οἱ σαρκικοὶ ἄνθρωποι ἐπιθυμοῦσι τῆς δόξης τοῦ γηΐνου βασιλέως, πόσῳ μᾶλλον οἷς ἐνέσταξεν ἐκείνη ἡ ῥανὶς τοῦ Πνεύματος τῆς ζωῆς τῆς θεότητος, καὶ ἔτρωσε τὴν καρδίαν αὐτῶν ἔρωτι θείῳ, πρὸς τὸν ἐπουράνιον βασιλέα Χριστὸν, εἰς ἐκεῖνο τὸ κάλλος δέδενται καὶ τὴν ἀνεκλάλητον δόξαν καὶ ἄφθαρτον εὐπρέπειαν, καὶ τὸν ἀνεννόητον πλοῦτον τοῦ ἀληθινοῦ καὶ αἰωνίου βασιλέως Χριστοῦ, οὗ τῇ ἐπιθυμίᾳ, καὶ τῷ πόθῳ αἰχμαλωτίζονται, ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τυγχάνοντες, καὶ ἐπιθυμοῦσι τυχεῖν ἐκείνων ὧν ἐνοπτρίζονται διὰ τοῦ Πνεύματος ἀλαλήτων ἀγαθῶν, οὗ ἕνεκεν πάντα τὰ ἐπὶ γῆς κάλλη καὶ εὐπρεπείας, καὶ δόξας, καὶ τιμὰς, καὶ πλοῦτον βασιλέων καὶ ἀρχόντων ἐξουδενοῦσι· θείῳ γὰρ κάλλει ἐτρώθησαν, καὶ ζωὴ ἀθανασίας οὐρανίου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐνέσταξε. Διὸ καὶ εἰς ἐκείνην τὴν ἀγάπην τοῦ ἐπουρανίου βασιλέως ἐπιποθοῦσι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ ἐπιθυμίᾳ ἔχοντες δι' αὐτοῦ πάσης ἀγάπης κόσμου λύουσιν ἑαυτοὺς, καὶ ἀναχωροῦσι παντὸς γηΐνου δεσμοῦ, ἵνα δυνηθῶσιν ἐκεῖνον μόνον τὸν πόθον ἐν ταῖς ἑαυτῶν καρδίαις ἔχειν πάντοτε καὶ μηδὲν ἕτερον σὺν ἐκείνῳ μιγνύειν ὀλίγοι δὲ εἰσι πάνυ οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι, καὶ διεξερχόμενοι, ἕως τέλους ἅπτωτοι, τὴν μίαν ἀγάπην πρὸς μόνον τὸν Θεὸν ἔχοντες, καὶ πάντων ἑαυτοὺς λελυκότες. Πολλοὶ γὰρ κατανύσσονται, καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται, καὶ ἔρωτι οὐρανίῳ τιτρώσκονται, ἀλλὰ διὰ τοὺς ἐν μέσῳ ἀγῶνας καὶ ἀθλήσεις καὶ πόνους καὶ πειρασμοὺς διαφόρους τοῦ πονηροῦ μὴ ὑπομένοντες, ἐν ποικίλαις καὶ διαφόροις ἐπιθυμίαις κοσμικαῖς τρεπόμενοι, διὰ τὸ θέλημα ἔχειν ἕκαστον τοῦ ἀγαπῆσαί τι τοῦ κόσμου τούτου, καὶ μὴ λελυκέναι πάντοθεν τὴν ἀγάπην αὐτοῦ, ἀπέμειναν καὶ ἐβυθίσθησαν ἐν τῷ τοῦ κόσμου βυθῷ, διὰ τοῦ ἰδίου θελήματος ἀνανδρίαν, καὶ χαύνωσιν, ἢ δειλίαν, ἢ δι' ἀγάπην τινὰ γήϊνον. Οἱ γὰρ ἐξ ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην σὺν ἐκείνῃ τῇ ἐπουρανίῳ παραδέξασθαι ἑκουσίως καὶ μίξαι οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσι τῶν πνευματικῶν, καὶ στραφῶσιν εἰς τὰ ὀπίσω, καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς. Ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα ἐπηγγελμένα παρὰ Θεῷ τυγχάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων χρεία καὶ πολλῆς δοκιμασίας. Οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ λαβεῖν ὁ ἄνθρωπος βασιλείας οὐρανῶν ἐπιθυμῶν· συμβασιλεῦσαι Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς τοῦ ὀλίγου χρόνου τῆς ζωῆς ταύτης καταδέξασθαι προθύμως έως θανάτου οὐ καταδέχῃ; τοῦ Κυρίου βοῶντος· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν χαίρων, καὶ ἀκολουθείτω μοι. Καὶ πάλιν· Ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφοὺς, ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής· οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων βασιλείας μὲν ἐπιτυχεῖν βούλονται, καὶ τὴν αἰώνιον ζωὴν κληρονομῆσαι θέλουσι, ζῇν δὲ ἐν τοῖς ἰδίοις αὐτῶν θελήμασι, καὶ αὐτοῖς ἐξακολουθεῖν οὐκ ἀπαναίνονται, μᾶλλον δὲ τῷ σπείροντι τὰ μάταια καὶ μὴ ἀπαρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον κληρονομῆσαι ζωὴν, ὅπερ ἐστὶν ἀδύνατον. Ὁ γὰρ λόγος τοῦ Κυρίου ἀληθὴς τυγχάνει. Οὗτοι γὰρ ἄπτωτοι διεξέρχονται, οἱ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἀρνησάμενοι ὅλοι ἐξ ὅλου ἑαυτοὺς, καὶ πάσας τὰς τοῦ κόσμου ἐπιθυμίας καὶ δεσμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας βδελυξάμενοι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος, τῆς βασιλείας τὸ ἐξ ἀληθείας μὴ θελῆσαι λαβεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν, καὶ ἀγαπᾶν τι σὺν ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου ἡδοναῖς ἢ ἐπιθυμίαις, καὶ τῷ μὴ ὅλην τὴν ἀγάπην, ὅσον ἐν προαιρέσει καὶ θελήματι δυνατὸν, πρὸς Κύριον ἔχειν. Ἐξ ἑνὸς δὲ ὑποδείγματος συννόησόν μοι πάντα. Διακρίνων μὲν ἐνίοτε διακρίνει ἕκαστος καὶ οἶδεν, ὅτι ἄτοπόν ἐστιν, θέλει ποιῆσαι, ἀλλ᾽ ἐπειδὴ ἀγαπᾷ καὶ οὐκ ἀρνεῖται, ἥττηται αὐτῷ. Πρότερον γὰρ ἔσω ἐν τῇ καρδίᾳ ὁ πόλεμος γίνεται, καὶ ὁ ἀγὼν, καὶ τὸ στάθμιον, καὶ ἡ ῥοπὴ, καὶ τὸ ζύγιον τῆς ἀγάπης τοῦ Θεοῦ, καὶ τῆς ἀγάπης τοῦ κόσμου, καὶ τότε προέρχεται, καὶ διακρίνει ἕκαστος, εἰ τύχῃ εἰς μάχην καὶ διαπληκτισμὸν πρὸς τὸν ἀδελφὸν, λέγων ἐν ἑαυτῷ· Εἴπω λαλήσω; ἀλλὰ μὴ λαλήσω; μνημονεύων μὲν καὶ τοῦ Θεοῦ, ἀλλὰ τὴν ἰδίαν δόξαν περιποιούμενος, και μὴ ἑαυτὸν ἀρνούμενος. ᾿Αλλ' ἐὰν ὀλίγον καταβαρήσῃ ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ῥοπὴ ἐν τῷ τῆς καρδίας ζυγίῳ, εὐθὺς προέρχεται ὁ πονηρὸς λόγος μέχρι τῶν χειλέων. Εἶτα ὥσπερ βέλη ἐντείνων ὁ νοῦς ἔνδοθεν τοξεύει τὸν πλησίον διὰ γλώττης, πέμπων βέλη λόγων ἀπρεπῶν ἐν θελήματι ἑκουσίῳ, τὴν ἑαυτοῦ δόξαν περιποιούμενος. Εἶτα τοξεύων ἐπὶ πολὺ τὸν πλησίον διὰ λόγων ἀπρεπῶν, ἕως οὗ καὶ ἐν τοῖς μέλεσι διαχυθῇ τὸ ἁμάρτημα εἰς συμπληγάδας ἐνίοτε καὶ τραύματα, διὰ τοῦ σώματος ἄλληλα τὰ μέλη πολεμοῦντα ἀπεργάζεται, ἐνίοτε καὶ ἕως φόνου, θανάτου ἀπαρτίζεται τὸ τοῦ πονηροῦ ἐπιθύμημα. Ἴδε, πόθεν ἤρξατο, καὶ ποῖον ἔσχε τὸ τέλος ἀγάπη δόξης κοσμικῆς βαρυθεῖσα τῇ ῥοπῇ τοῦ τῆς καρδίας ζυγοῦ ἐξ ἰδίου θελήματος. Διὰ γὰρ τὸ μὴ ἀρνήσασθαι ἑαυτὸν, καὶ ἀγαπᾶν τι τοῦ κόσμου, ἐκεῖνα ὅλα τὰ ἀτοπήματα γίγνεται. Οὕτως νόει μοι καὶ εἰς ἕκαστον ἁμάρτημα καὶ ἐπιτήδευμα φαῦλον τῆς κακίας κολακευούσης, καὶ προτρεπομένης τὸ θέλημα τοῦ νοὸς καὶ ἐπιθυμίαις κοσμικαῖς καὶ ἀπάτῃ καὶ ἡδονῇ σαρκός. Οὕτω πᾶν πρᾶγμα κακίας ἀπαρτίζεται οὕτω μοιχεία καὶ κλοπή, οὕτω πλεονεξία καὶ μέθη οὕτω φιλαργυρία καὶ κενοδοξία, οὕτω ζῆλος καὶ φιλαρχία καὶ πᾶν ὁτιοῦν ἐστι τῆς κακίας ἐπιτήδευμα. Ἐνίοτε καλὰ δοκοῦντα ἐπιτηδεύματα διὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιτελεῖται, ἅπερ ἐστὶ παρὰ Θεῷ ἴσα ἀδικίας καὶ κλοπῆς καὶ τῶν ἄλλων ἁμαρτημάτων. Ὁ Θεὸς γάρ φησιν· Ἐσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· ὥστε διὰ τῶν δοκούντων καλῶν ὁ πονηρὸς ὑπηρετεῖσθαι βούλεται. Πολυποίκιλος γάρ ἐστι καὶ ἀπατηλὸς ἐν ἐπιθυμίαις κόσμου. Διὰ γὰρ ἀγάπην τινὰ γηΐνην καὶ σαρκικὴν, εἰς ἣν δεσμεῖται ἄνθρωπος θελήματι ἰδίῳ, δελεάζεται ὑπὸ τῆς κακίας, ὅπως γίνεται αὐτῷ ἄλυσις καὶ δεσμὸς καὶ φορτίον βαρύ, καταβυθίζον καὶ πνίγον ἐν τῷ αἰῶνι τῆς πονηρίας, μὴ συγχωροῦν ἀνακύψαι, καὶ πρὸς τὸν Θεὸν ἀπελθεῖν. Ἐπειδὴ ὅπερ τις ἠγάπησε τοῦ κόσμου, καταβαρεῖ τὸν νοῦν αὐτοῦ καὶ κατακρατεῖ καὶ οὐκ ἐᾳ ἀνακύψαι. Εἰς τοῦτο γὰρ τὸ στάθμιον καὶ τὴν ῥοπὴν καὶ τὸ τῆς κακίας ζύγιον κρέμαται, καὶ δοκιμάζεται πᾶν τὸ γένος τῶν ἀνθρώπων, ἤτοι Χριστιανῶν τῶν ἐν πόλεσιν οἰκούντων, ἢ ἐν ὄρεσιν, ἢ ἐν μοναῖς, ἢ ἐν ἀγροῖς, ἢ ἐν ἐρήμοις τόποις, ὅτι θελήματι ἰδίῳ δελεαζόμενος ὁ ἄνθρωπος ἀγαπᾷ τι καὶ ὁπουδήποτε δέδεται αὐτοῦ ἡ ἀγάπη, καὶ οὐκ ἔστιν ὅλη πρὸς τὸν Θεόν· ἡγάπησε γάρ τις, εἰ τύχοι κτήματα, ἄλλος χρυσὸν καὶ ἄργυρον, ἄλλος σοφίαν λογίαν κόσμου διὰ δόξαν ἀνθρώπων, ἄλλος ἠγάπησεν ἀρχὴν, ἄλλος δόξαν καὶ τιμὰς ἀνθρώπων, ἄλλος ὀργὴν καὶ μῆνιν· διὰ γὰρ τὸ ταχέως ἑαυτὸν ἐπιδιδόναι τῷ πάθει ἀγαπᾷ αὐτὸ· ἄλλος ἀκαίρους συντυχίας, ἄλλος ζῆλον, ἄλλος πᾶσαν ἡμέραν μετεωρίζεται καὶ ἥδεται, ἄλλος ἀργοῖς λογισμοῖς ἀπατᾶται, ἄλλος ὡς νομοδιδάσκαλος εἶναι ἀγαπᾷ διὰ δόξαν ἀνθρώπων, ἄλλος χαυνώσει καὶ ἀμελείᾳ ἥδεται, ἄλλος ἱματίοις καὶ ῥάκεσι δέδεται, ἄλλος μερίμναις γηΐναις ἑαυτὸν δίδωσιν, ἄλλος ὕπνον καὶ εὐτραπελίαν ἢ αἰσχρολογίαν ἀγαπᾶ· καὶ μικρῷ γάρ τις καὶ μεγάλῳ δεσμούμενος τοῦ κόσμου, ἐκείνῳ κατέχεται καὶ οὐκ ἐᾶται ἀνακύψαι. Πρὸς ὁ γὰρ τις πάθος οὐ πολεμεῖ γενναίως, ἐκεῖνο ἀγαπᾷ, κἀκεῖνο κρατεῖ αὐτὸν, καὶ βαρύνει, καὶ γίνεται αὐτῷ ἐμπόδιον καὶ ἄλυσις, τοῦ μὴ τὸν νοῦν αὐτοῦ ἀπιέναι πρὸς τὸν Θεὸν, καὶ εὐαρεστῆσαι αὐτῷ, καὶ αὐτῷ μόνῳ λατρεύσαντα χρησιμεῦσαι τῇ βασιλείᾳ, καὶ ζωῆς αἰωνίου τυχεῖν ψυχὴ γὰρ ἡ ἀληθῶς πρὸς Κύριον τὴν ὁρμὴν ἔχουσα ὅλη ἐξ ὅλου τὴν ἀγάπην αὐτῆς πρὸς αὐτὸν ἕλκει καὶ πρὸς αὐτὸν μόνον ἐκ προαιρέσεως, ὅση δύναμις, δεσμεῖται, κἀκεῖθεν τὴν βοήθειαν τῆς χάριτος προσκτᾶται, καὶ ἑαυτὴν ἀρνεῖται, καὶ τοῖς θελήμασι τοῦ νοὸς αὐτῆς οὐκ ἀκολουθεῖ, ὅτι δολίως πορεύεται μεθ' ἡμῶν διὰ τὸ συνὸν καὶ δελεάζον κακὸν, ἀλλὰ τῷ τοῦ Κυρίου λόγῳ ὁλοτελῶς ἑαυτὴν ἐκδίδωσι, καὶ παντὸς φαινομένου δεσμοῦ λύει ἑαυτὴν, ὅσον ἐκ θελήματος δυνατὸν, καὶ τῷ Κυρίῳ ἐξ ὅλου ἑαυτὴν δίδωσι, καὶ οὕτω διεξελθεῖν εὐχερῶς δυνήσεται τοὺς ἀγῶνας καὶ πόνους καὶ θλίψεις. Ὅπου γὰρ ἀγαπᾶται, ἐκεῖθεν βοηθεῖται, κἀκεῖθεν βαρεῖται· ἐὰν τι τοῦ κόσμου ἀγαπᾷ, αὐτὸ ἐκεῖνο γίνεται αὐτῷ φορτίον καὶ δεσμοὶ καθέλκοντες κάτω, καὶ μὴ συγχωροῦντες ἄνω πρὸς Θεὸν ἀνελθεῖν. Ἐὰν δὲ τὸν Κύριον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀγαπᾷ, ἐκεῖθεν βοηθεῖται κἀκεῖθεν κουφίζεται, καὶ εὔκολα αὐτῷ πάντα γίνεται τὰ τοῦ Κυρίου παραγγέλματα τῷ τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἀποσώζειν ὁλοκλήρως, καὶ βαρεῖ εἰς τὸ ἀγαθὸν, μᾶλλον δὲ καὶ κουφίζει καὶ ἐλαφρύνει πάντα πόλεμον καὶ πᾶσαν θλίψιν, καὶ διὰ τῆς θείας δυνάμεως τὸν κόσμον διακόπτει, καὶ τὰς δυνάμεις τῆς κακίας, τὰς ἐν αὐτῷ παγιδευούσας τὴν ψυχὴν, καὶ βρόχοις ἐπιθυμιῶν παντοδαπῶν ἐν τῷ τοῦ κόσμου βυθῷ καταδεσμούσας, καὶ οὕτως ἐξειλῆσαι ἐξ αὐτῶν διὰ τῆς ἰδίας πίστεως καὶ σπουδῆς πολλῆς, καὶ διὰ τῆς ἄνωθεν βοηθείας, ἔνθα ἠγάπησε, τῆς αἰωνίου βασιλείας ἀξιοῦται, ἣν ἰδίῳ θελήματι ἀγαπήσας ἐξ ἀληθείας, καὶ ὑπὸ τοῦ Κυρίου βοηθηθεὶς, τῆς αἰωνίου ζωῆς οὐκ ἐκπίπτει. Ἵνα δὲ ἀπὸ πραγμάτων φανερῶν ἀποδείξωμεν, πῶς θελήματι ἰδίῳ πολλοὶ ἀπόλλυνται, καὶ ἐν θαλάσσῃ βυθίζονται, καὶ ἐν αἰχμαλωσίᾳ ἁρπάζονται, ὑπόθου μοί τινα οἶκον ἐμπίπρασθαι πυρὶ, καὶ ὃς μὲν σῶσαι ἑαυτὸν βουλόμενος, αἰσθηθεὶς τοῦ ἐμπρησμοῦ, γυμνὸς ἔφυγε, καταλιπὼν πάντα, καὶ ἑαυτοῦ τὴν ψυχὴν μόνον περιποιήσασθαι βουληθεὶς διεσώθη. Ἄλλος δὲ βουλόμενος λαβεῖν τινα τοῦ οἴκου σκεύη ἢ ἄλλα τινὰ εἰσῆλθεν ἆραι, καὶ ὡς ἔλαβε, κατεκυρίευσε τὸ πῦρ τοῦ οἴκου, καὶ συνέλαβεν αὐτὸν ἔνδον και κατέκαυσεν. Ὁρᾷς, ὅτι ἰδίῳ θελήματι δι' ἀγάπην, τινὰ πρὸς καιρὸν παρ' ἑαυτὸν ἀγαπήσας, ἐν τῷ πυρὶ ἀπώλετο· ὁμοίως πάλιν ἐν τῇ θαλάσσῃ· εἰς στάσιν τινὲς κλύδωνος περιπεσόντες ἐναυάγησαν. καὶ ὃς μὲν γυμνὸς ἀποδυσάμενος εἰσῆλθεν ἐν τοῖς ὕδασιν, ἑαυτὸν μόνον βουλόμενος σῶσαι, καὶ οὕτως ὑπὸ τῶν κυμάτων τυπτόμενος, καὶ ἄνωθεν αὐτῶν ἐπικολυμβῶν, διὰ τὸ ἄλυτον αὐτὸν εἶναι, ἡδυνήθη διεξελθεῖν τὴν πικρὰν θάλασσαν, καὶ οὕτως τὴν ψυχὴν αὐτοῦ περιεποιήσατο. ῎Αλλος δὲ, βουλόμενος σῶσαί τι τῶν ἐνδυμάτων αὐτοῦ ἐνόμισε δύνασθαι κολυμβῆσαι καὶ διεξελθεῖν σὺν ἐκείνοις, οἷς ἦρε σὺν ἑαυτῷ, καὶ αὐτὰ ἐκεῖνα ἅπερ ἔλαβε, κατεβάρησαν αὐτὸν, καὶ κατεβάπτισαν ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ ἀπώλετο δι᾽ ὀλίγον κέρδος, μὴ τὴν ἑαυτοῦ ψυχὴν περιποιησάμενος. Ὁρᾶς, ὅτι ἰδίῳ θελήματι αὐτοῦ ἐθανατώθη; πάλιν ὑπόθου μοι ἀκοὴν ἀλλοφύλων ἔρχεσθαι. Καὶ ὃς μὲν ἅμα τῷ ἀκοῦσαι ἔφυγεν εὐθέως, μὴ ἀναβαλλόμενος αὐτὸς γυμνὸς ἐξελθών. \"Αλλος δὲ δυσπιστῶν, ὅτι ἔρχονται οἱ ἐχθροὶ, ἢ θέλων τινὰ τῶν ἰδίων πραγμάτων, καὶ βουλόμενος ἆραι μεθ' ἑαυτοῦ, ἐβράδυνε φυγεῖν. Καὶ ἐπελθόντες οἱ πολέμιοι κατέλαβον αὐτὸν, καὶ ἠχμαλωτεύσαντο εἰς τὴν τῶν ἀλλοφύλων πατρίδα, κἀκεῖ δουλεύειν κατηνάγκασαν. Ὁρᾷς, ὅτι τῷ ἰδίῳ θελήματι αὐτοῦ διὰ χαύνωσιν καὶ ἀνανδρίαν καὶ ἀγάπην τινὰ πραγμάτων εἰς τὴν αἰχμαλωσίαν ἀπηνέχθη; ὁμοίως καὶ οἱ μὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐξακολουθοῦντες καὶ ἑαυτοὺς ἀρνούμενοι καὶ μόνον τὸν Κύριον ἀγαπῶντες, ἀλλὰ δεσμοῖς γηΐνοις ἑκουσίως δεσμούμενοι, ἐπελθόντος τοῦ πυρὸς τοῦ αἰωνίου, ὡς εὑρισκόμενοι αἰχμάλωτοι ἀρετῶν, συνδεδεμένοι δὲ μᾶλλον ἐν τῇ ἀγάπῃ τοῦ κόσμου καταβυθισθήσονται, καὶ ὑπὸ τῆς πικρᾶς θαλάσσης τῆς πονηρίας καταβυθίζονται, καὶ ὑπὸ τῆς αἰχμαλωσίας τῶν ἀλλοφύλων, τοῦτ᾽ ἔστι τῶν πνευμάτων τῆς πονηρίας αἰχμαλωτιζόμενοι ἀπόλλυνται. Εἰ δὲ βούλῃ ἀγάπης ἀπηρτισμένης εὐθύτητα πρὸς Κύριον ἐκ τῶν ἁγίων θεοπνεύστων Γραφῶν καταμαθεῖν, ἴδε τὸν Ἰὼβ, πῶς ἀπεδύσατο πάντα, ὥσπερ εἰπεῖν, ἅπερ ἦν κεκτημένος, τέκνα, κτήματα, ζῶα, παῖδας καὶ τὰ λοιπὰ ὑπάρχοντα, πῶς ἀπεκδυσάμενος ἔφυγε, καὶ διέσωσεν ἑαυτὸν, καὶ αὐτὸν τὸν χιτῶνα ἀφεὶς καὶ ῥίψας τῷ Σατανᾷ, καὶ μήτε ἐν λόγῳ βλασφημήσας μήτε τῇ καρδίᾳ, μήτε τοῖς χείλεσι φθεγξάμενος ἐνώπιον τοῦ Κυρίου, ἀλλὰ τουναντίον εὐλόγησε τὸν Κύριον, εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Κἂν ἐνομίζετο γὰρ κεκτῆσθαι πολλά, δοκιμασθεὶς ὑπὸ τοῦ Κυρίου, ἐφανερώθη μηδὲν κεκτημένος ἢ μόνον τὸν Θεόν. Ὁμοίως ὁ ᾿Ἀβραὰμ κελευσθεὶς ὑπὸ τοῦ Κυρίου ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, εὐθέως, ὥσπερ εἰπεῖν, ἀπεδύσατο πάντα, πατρίδα, γῆν, συγγενεῖς, γονεῖς καὶ ἐξηκολούθησε τῷ λόγῳ τοῦ Κυρίου εἶτα μεταξὺ πολλῶν δοκιμασιῶν καὶ πειρασμῶν αὐτῷ γινομένων, τοῦτο μὲν τῆς γυναικὸς αὐτοῦ λαμβανομένης, τοῦτο δὲ ἐπὶ ξένης διάγων, καὶ ἀδικούμενος, καὶ διὰ πάντων ἀποδειχθεὶς, ὅτι Θεὸν μόνον ἀγαπᾷ ὑπὲρ πάντα· ὕστερον ἐπεὶ δι' ἐπαγγελίας καὶ δι' ἐτῶν πολλῶν μονογενῆ υἱὸν κατὰ πολλὴν ἐπιθυμίαν ἐκτήσατο, αἰτηθεὶς τοῦτον εἰς θυσίαν προθύμως δι' ἑαυτοῦ ἀναφέρειν, ἀποδυσάμενος ἑαυτὸν καὶ ἀληθῶς ἀρνησάμενος· ἀπέδειξε γὰρ, ὅτι παρέκ Θεοῦ ἄλλο τι οὐκ ἠγάπησε διὰ τῆς τοῦ μονογενοῦς προσκομιδῆς. Εἰ γὰρ ἐκεῖνον προθύμως ἀπεδύσατο, πόσῳ μᾶλλον, εἰ τὰ λοιπὰ αὐτοῦ ὑπάρχοντα ἐκελεύσθη ἐᾶσαι ἢ πένησιν ὑφ᾽ ἂν διανεῖμαι, ἑτοίμως καὶ προθύμως ἂν ἐποίησεν. Ὁρᾷς ἀγάπης ἀπηρτισμένης ἐκ θελήματος πρὸς Κύριον εὐθύτητα; οὕτως καὶ οἱ τούτων συγκληρονόμοι γενέσθαι βουλόμενοι παρέκ Θεοῦ οὐδὲν ὀφείλουσιν ἀγαπῆσαι, ἵνα, ὅταν δοκιμασθῶσι, χρήσιμοι καὶ δόκιμοι εὑρεθῶσι, τελείαν τὴν ἀγάπην αὐτῶν πρὸς Κύριον ἀποσώζοντες. Οἱ τοιοῦτοι ἕως τέλους διεξελθεῖν τὸν ἀγῶνα δυνήσονται, οἱ ἐκ θελήματος Θεὸν μόνον ἀγαπήσαντες πάντοτε, καὶ πάσης ἀγάπης κόσμου ἑαυτοὺς λελυκότες. Ὀλίγοι δὲ σφόδρα εὑρίσκονται οἱ τοιαύτην ἀγάπην ἀναλαβόντες, καὶ πάσας τὰς τοῦ κόσμου ἡδονὰς καὶ ἐπιθυμίας ἀποστρεφόμενοι, καὶ μακροθύμως τὰς ἐπαναστάσεις καὶ πειρασμοὺς τοῦ πονηροῦ ὑπομένοντες· μὴ γὰρ, ἐπειδὴ πολλοὶ ποταμοὺς παρερχόμενοι παρασύρονται ὑπὸ τῶν ὑδάτων, οὐκ εἰσὶν οἱ διαπερῶντες τοὺς λεροὺς ποταμοὺς τῶν τοῦ κόσμου ἐπιθυμιῶν παντοδαπῶν, καὶ ποικίλων πειρασμῶν τῶν πνευμάτων τῆς πονηρίας; καὶ ἐπειδὴ πολλὰ πλοῖα ἐν τῇ θαλάσσῃ καλυπτόμενα ὑπὸ τῶν κυμάτων βυθίζεται, οὐκ εἰσὶ διαπερῶντα, καὶ ἐπάνω τῶν κυμάτων διοδεύοντα, καὶ εἰς λιμένα εἰρήνης καταντήσαντα; διὰ τοῦτο πίστεως πολλῆς καὶ μακροθυμίας καὶ ἀγῶνος καὶ ὑπομονῆς καὶ πόνων καὶ πείνης καὶ δίψης εἰς τὸ ἀγαθὸν καὶ ὀξύτητος καὶ ἀναιδείας καὶ διακρίσεως καὶ συνέσεως πάντοτε χρεία· οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων ἄνευ καμάτων καὶ ἀγώνων καὶ ἰδρώτων ἐπιτυχεῖν βασιλείας βούλονται ὅπερ ἀδύνατόν ἐστι. Ωσπερ οὖν ἐν κόσμῳ ἀπέρχονταί τινες ἄνδρες πρός τινα πλούσιον ἐργάσασθαι εἰς θέρος ἢ εἰς ἕτερον ἔργον, ὅπως πορίσωνται, ἃ χρήζουσιν ἔχειν εἰς τὴν διατροφὴν αὐτῶν· εἰσὶ δὲ τινες ἐν αὐτοῖς ὀκνηροί καὶ ἀργοὶ, μὴ κάμνοντες δὲ οὕτως, μήτε ἁρμοζόντως ἐργαζόμενοι οὗτοι μηδὲν κοπιάσαντες, μήτε καμόντες εἰς τὸν οἶκον τοῦ πλουσίου, βούλονται τὸν μισθὸν ἐξ ἴσου λαβεῖν τοῖς ἀνδρείως καὶ ὀξέως καὶ ὅλῃ αὐτῶν καμοῦσιν ἰσχύϊ, ὡς ἤδη τὸ αὐτῶν ἔργον πεποιηκότες τὸν αὐτὸν τρόπον ἐπὰν ἀναγινώσκομεν τὰς Γραφὰς, πῶς ὁ δεῖνα δίκαιος εὐηρέστησε τῷ Θεῷ, πῶς φίλος καὶ συνόμιλος Θεοῦ γέγονε, καὶ πάντες δὲ οἱ πατέρες πῶς φίλοι καὶ κληρονόμοι Θεοῦ γεγόνασι, πόσας θλίψεις ὑπέμειναν, πόσα διὰ τὸν Θεὸν ἔπαθον, πόσα ἠνδραγάθησαν καὶ ἡγωνίσαντο, μακαρίζομεν αὐτοὺς, καὶ τῶν ἴσων αὐτοῖς δωρεῶν καὶ ἀξιωμάτων τυχεῖν βουλόμεθα, καὶ ἐπιθυμοῦμεν προθύμως λαβεῖν τὰ ἔνδοξα ἐκεῖνα χαρίσματα, ὑπερβαίνοντες αὐτῶν τοὺς πόνους, καὶ ἀγῶνας, καὶ τὰς θλίψεις, καὶ τὰ παθήματα, καὶ τὰς μὲν τιμὰς αὐτῶν, καὶ τὰ ἀξιώματα, οἷα ἀπὸ Θεοῦ κέκτηνται, προθύμως λαβεῖν θέλομεν, τοὺς δὲ καμάτους καὶ πόνους καὶ ἀγῶνας αὐτῶν οὐ καταδεχόμεθα. Λέγω δέ σοι, ὅτι τοῦτο πᾶς τις ἄνθρωπος ἐπιθυμεῖ καὶ θέλει, καὶ πόρναι καὶ τελῶναι καὶ ἄδικοι ἄνθρωποι, εὐκόλως ἄνευ κόπων καὶ ἀγώνων τυχεῖν βασιλείας ἀλλὰ διὰ τοῦτο ἐν μέσῳ πειρασμοὶ, καὶ δοκιμασίαι πολλαὶ, καὶ θλίψεις, καὶ ἀγῶνες, καὶ ἱδρῶτες πρόκεινται, ἵνα φανεροὶ γένωνται, τίνες ἐξ ἀληθείας ἕως θανάτου ἐλθόντες ἐξ ὅλης προαιρέσεως καὶ δυνάμεως τὸν Κύριον μόνον ἠγάπησαν, καὶ οὐδὲν ἕτερον σὺν τῇ πρὸς αὐτὸν ἀγάπη περιπόθητον ἔσχον. Διὸ καὶ δικαίως εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσέρχονται, ἀρνησάμενοι ἑαυτοὺς κατὰ τὸν τοῦ Κυρίου λόγον, καὶ παρὰ τὴν ἰδίαν πνοὴν τὸν Κύριον μόνον ἡγαπηκότες· διὸ καὶ ἄκροις δώροις οὐρανίοις τὴν ἄκραν ἀγάπην αὐτῶν ἀμειφθήσονται. Εἰς γὰρ τὰς θλίψεις, καὶ τὰ παθήματα, καὶ ὑπομονὴν, καὶ πίστιν ἐγκεκρυμμέναι εἰσὶν αἱ ἐπαγγελίαι, καὶ ἡ δόξα, καὶ ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ σίτῳ εἰς τὴν γῆν ὁ καρπὸς ἢ δένδρῳ ἐπικεντριζομένῳ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ. Καὶ τότε τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυπλασιάζοντα καρπὸν ἀπεδείχθησαν ἔχειν, ὡς καὶ ὁ Ἀπόστολος Διὰ πολλῶν θλίψεων, φησὶ, δυνάμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ὁ Κύριος· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ πάλιν· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Πόνου γὰρ, καὶ σπουδῆς, καὶ νήψεως, καὶ πολλῆς προσοχῆς χρεία, καὶ ὀξύτητος, καὶ ἀναιδείας ἐν τῇ πρὸς Κύριον αἰτήσει, εἰς τὸ δυνηθῆναι διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμίας, παγίδας, καὶ βρόχους τῶν ἡδονῶν, καὶ καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις διαφυγεῖν, καὶ γνῶναι καλῶς, ἐν ποίᾳ νήψει καὶ γοργότητι πίστεως καὶ ἀγάπης οἱ ἅγιοι τὸν ἐπουράνιον θησαυρὸν, τοῦτ᾽ ἔστι τὴν τοῦ Πνεύματος δύναμιν ἐν ταῖς ψυχαῖς ἑαυτῶν ἐντεῦθεν ἐκτήσαντο. Ὅπερ ἐστὶν ἀῤῥαβὼν τῆς βασιλείας. Ὁ γὰρ μακάριος ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπουρανίου θησαυροῦ τοῦτ᾽ ἔστιν τῆς χάριτος τοῦ Πνεύματος διηγούμενος, καὶ τὴν ὑπερβολὴν τῶν θλίψεων ἐξαγορεύων, ἅμα δὲ καὶ ὑποδεικνύων, τί ὀφείλει ἕκαστος ζητεῖν ἐντεῦθεν, Καὶ τί ὀφείλει κτήσασθαι, λέγει Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν οὐρανοῖς.","t":"— if, then, fleshly men so desire the glory of the earthly king, how much more those into whom that drop of the Spirit of the life of the Godhead has been instilled, and which has wounded their heart with divine love for the heavenly King, Christ! They are bound to that beauty and to the unspeakable glory and incorruptible comeliness and unimaginable riches of the true and eternal King, Christ; by desire and longing for him they are taken captive, being wholly and altogether turned toward him; and they desire to obtain those unspeakable good things which they behold as in a mirror through the Spirit; and for his sake they count as nothing all the beauties and comelinesses and glories and honours and wealth of kings and rulers upon earth. For they have been wounded by a divine beauty, and the life of heavenly immortality has been instilled into their souls. Therefore they long for that love of the heavenly King, and having him alone before their eyes with great desire, through him they loose themselves from every love of the world and withdraw from every earthly bond, that they may be able to have that one longing always in their hearts and to mix nothing else with it.\n\nBut very few are those who procure a good end for a good beginning, and who go through to the end without falling, having the one love toward God alone and having loosed themselves from everything. For many are pricked in heart, and many become partakers of heavenly grace and are wounded with heavenly love; but because they do not endure the struggles and contests and labours and the various temptations of the evil one that come between, they are turned aside into manifold and various worldly desires, since each has a will to love something of this world and has not loosed his love from everything on every side; and so they remain behind and are sunk in the deep of the world, through the cowardice and slackness of their own will, or through fear, or through some earthly love. For those who truly wish to go through to the end in a good way of life ought not willingly to admit and mix any other longing or love with that heavenly one, lest they be hindered in spiritual things and be turned back and at the end fall away from life.\n\nFor as the things promised by God are great and unspeakable and indescribable, so there is need of faith and hope and labours and great struggles and much testing. For it is no small thing that a man hopes to receive, who desires the kingdom of heaven. You wish to reign together with Christ for endless ages: and do you not readily accept the struggles and labours and temptations of the short time of this life, even to death? — when the Lord cries out, \"If anyone wishes to come after me, let him deny himself and take up his cross daily with joy and follow me.\" And again, \"Unless a man hates father, mother, wife, children, brothers, sisters, and even his own soul, he cannot be my disciple.\" But most men wish to obtain the kingdom and want to inherit eternal life, yet do not refuse to live in their own wills and to follow them; rather, sowing what is vain and not denying themselves, they want to inherit eternal life — which is impossible. For the word of the Lord is true. Those go through without falling who, according to the commandment of the Lord, have denied themselves wholly and altogether, and have turned from all the desires and bonds and distractions and pleasures and occupations of the world, and have him alone before their eyes and desire to do his commandments. So that each man turns away by his own will, in not truly wishing to receive the kingdom and to deny himself, and in loving something alongside that love — taking pleasure in some pleasures or desires of this age, and not having his whole love toward the Lord, so far as choice and will can reach.\n\nUnderstand the whole matter for me from one example. Each man discerns at times, and knows that a thing is wrong, and yet wishes to do it; but because he loves it and does not deny it, he is beaten. For first the war takes place within, in the heart, and the contest, and the weight and the tipping of the balance, the scale between the love of God and the love of the world; and then it comes out. Each one discerns — if, say, it comes to a quarrel and an exchange of blows with his brother — saying within himself, \"Shall I speak? Shall I not speak?\" He remembers God, yet is protecting his own glory and not denying himself. But if the love of the world and the tipping weigh down a little in the balance of the heart, at once the wicked word comes forward as far as the lips. Then the mind, as though drawing a bow, shoots the neighbour from within by the tongue, sending arrows of unfitting words with willing intent, protecting his own glory. Then, shooting at the neighbour long with unfitting words, until the sin is poured out even into the limbs, it comes sometimes to blows and wounds, and makes the members of the body war against one another; and sometimes the evil one's desire is accomplished as far as murder and death. See where it began and what end it had: a love of worldly glory weighed down by the tipping of the heart's balance, out of a man's own will. For because he did not deny himself and loved something of the world, all those monstrous things come about.\n\nUnderstand it for me in the same way in every sin and base pursuit, when evil flatters and urges on the will of the mind with worldly desires and deceit and pleasure of the flesh. So every work of evil is accomplished; so adultery and theft; so greed and drunkenness; so love of money and vainglory; so jealousy and love of rule, and whatever else is a pursuit of evil. And sometimes pursuits that seem good are carried out for the glory and praise of men, and these are in God's sight equal to injustice and theft and the other sins. For God says, \"He has scattered the bones of those who please men.\" So the evil one wishes to be served even through things that seem good; for he is manifold and deceitful in the desires of the world. For through some earthly and fleshly love, to which a man binds himself by his own will, he is baited by evil, so that it becomes for him a chain and a bond and a heavy burden, sinking him down and choking him in the age of wickedness, not allowing him to lift his head and go away to God. For whatever a man has loved of the world weighs his mind down and holds it fast and does not let him lift his head.\n\nFor upon this weight and this tipping and this balance of evil the whole race of men hangs and is tested — whether Christians living in cities, or in mountains, or in monasteries, or in fields, or in desert places — because, baited by his own will, a man loves something, and wherever his love is bound, it is not wholly toward God. For one has loved, say, possessions; another gold and silver; another the learned wisdom of the world, for the glory of men; another has loved rule; another the glory and honours of men; another anger and resentment — for by quickly giving himself over to the passion he loves it; another untimely meetings; another jealousy; another is distracted and takes pleasure all day long; another is deceived by idle thoughts; another loves to be a teacher of the law for the glory of men; another takes pleasure in slackness and negligence; another is bound to clothes and rags; another gives himself to earthly cares; another loves sleep and jesting or filthy talk. For a man bound by something small or great of the world is held by it and is not allowed to lift his head. For the passion against which a man does not fight nobly is the one he loves; and that masters him and weighs him down and becomes for him a hindrance and a chain, so that his mind cannot go away to God and please him, and serve him alone and be of use to the kingdom and obtain eternal life.\n\nFor the soul that truly has its impulse toward the Lord draws its whole love wholly toward him, and binds itself to him alone out of choice, as far as it is able, and from him gains the help of grace; and it denies itself and does not follow the wills of its own mind, because the mind walks treacherously with us on account of the evil that is bound up with us and baits us. Rather it gives itself wholly to the word of the Lord, and looses itself from every visible bond so far as will can reach, and gives itself altogether to the Lord; and so it will be able to pass easily through the struggles and labours and afflictions. For where a man loves, from there he is helped and from there he is weighed down. If he loves something of the world, that very thing becomes for him a burden and bonds dragging him down, not allowing him to go up to God. But if he loves the Lord and his commandments, from there he is helped and from there he is lightened, and all the Lord's charges become easy for him, since he keeps his love toward him whole. And that love weighs him toward the good; rather it lifts and lightens every war and every affliction, and by the divine power it cuts through the world and the powers of evil in it, which snare the soul and bind it down with the nooses of desires of every kind in the deep of the world. And so, escaping from them by his own faith and much diligence and by the help from above, he is counted worthy, where he has set his love, of the eternal kingdom; and having truly loved it by his own will and been helped by the Lord, he does not fall away from eternal life.\n\nAnd to show from plain matters how many perish by their own will, and are sunk in the sea, and are carried off into captivity: suppose a house is on fire. One man, wishing to save himself, perceived the fire and fled naked, leaving everything behind, and wishing to secure only his own life, was saved. Another, wishing to take some vessels of the house or other things, went in to carry them out; and as he took them the fire mastered the house and caught him inside and burned him up. Do you see that by his own will, through loving something for a time more than himself, he perished in the fire? Likewise again at sea: some fell into the tossing of a storm and were shipwrecked. One stripped himself naked and went into the water, wishing to save only himself; and so, beaten by the waves and swimming above them, because he was unencumbered he was able to get through the bitter sea and so secured his life. But another, wishing to save some of his clothes, thought he could swim and get through with what he had taken with him; and the very things he took weighed him down and sank him into the depth of the sea, and he perished for a little gain, not having secured his own life. Do you see that he was put to death by his own will? Again, suppose the report comes that foreigners are coming. One, as soon as he heard, fled at once without delay, going out naked. Another, not believing that the enemy were coming, or wanting something of his own property and wishing to take it with him, was slow to flee. And the enemy came and seized him and carried him captive into the land of the foreigners, and there forced him to be a slave. Do you see that by his own will, through slackness and cowardice and some love of things, he was carried off into captivity? So too those who do not follow the commandments of the Lord and deny themselves and love the Lord alone, but bind themselves willingly with earthly bonds, when the eternal fire comes upon them will be found captives, devoid of virtues and rather bound together in the love of the world; and they will be sunk down, and are sunk by the bitter sea of wickedness, and being taken captive by the captivity of the foreigners — that is, of the spirits of wickedness — they perish.\n\nBut if you wish to learn from the holy God-inspired Scriptures what the straightness of a perfected love toward the Lord is, look at Job: how he stripped off, so to speak, everything he possessed — children, possessions, animals, servants and the rest of his goods — how he stripped himself and fled and saved himself, letting go even his very tunic and throwing it to Satan; and he neither blasphemed in word nor in heart, nor uttered anything with his lips before the Lord, but on the contrary blessed the Lord, saying, \"The Lord gave, the Lord has taken away; as it seemed good to the Lord, so has it come to pass; may the name of the Lord be blessed.\" For though he was thought to possess much, when he was tested by the Lord it was made plain that he possessed nothing but God alone. Likewise Abraham, when he was commanded by the Lord to go out from his land and from his kindred and from his father's house, at once, so to speak, stripped off everything — homeland, land, kinsmen, parents — and followed the word of the Lord. Then, among the many testings and temptations that came upon him — now his wife being taken, now living as a stranger and being wronged — he was shown through everything to love God alone above all. And afterwards, when through a promise and after many years he had obtained with much longing an only son, and was asked to offer this son readily with his own hand as a sacrifice, he stripped himself and truly denied himself; for by the offering of his only son he showed that he loved nothing besides God. For if he readily stripped off that son, how much more, if he had been commanded to leave the rest of his goods or to distribute them to the poor, would he have done it readily and eagerly. Do you see the straightness of a perfected love toward the Lord, out of the will?\n\nSo too those who wish to become fellow heirs with these men ought to love nothing besides God, so that when they are tested they may be found useful and approved, keeping their love toward the Lord perfect. Such men will be able to go through the contest to the end — those who by their will have loved God alone always, and have loosed themselves from every love of the world. But very few are found who take up such a love and turn away from all the pleasures and desires of the world and patiently endure the risings and temptations of the evil one. For because many who cross rivers are swept away by the waters, are there none who pass through the rivers of the world's desires of every kind and the various temptations of the spirits of wickedness? And because many ships at sea are covered by the waves and sink, are there none that cross over and travel above the waves and reach the harbour of peace? Therefore there is always need of much faith and long-suffering and struggle and endurance and labours and hunger and thirst for the good, and of keenness and shamelessness and discernment and understanding. For most men wish to obtain the kingdom without toils and struggles and sweat — which is impossible.\n\nAs, then, in the world some men go to a rich man to work at the harvest or at some other task, so as to earn what they need for their keep, and there are some among them who are sluggish and idle, not toiling in that way nor working as they ought, and these, having taken no pains and not having laboured in the rich man's house, want to receive the same wage as those who worked manfully and keenly and with all their strength, as though they had already done their work: in the same way, when we read the Scriptures and see how such and such a righteous man pleased God, how he became a friend and companion of God, and how all the fathers became friends and heirs of God — how many afflictions they endured, how much they suffered for God, how many brave deeds they did and contests they contended — we count them blessed and want to obtain gifts and dignities equal to theirs, and we eagerly desire to receive those glorious gifts of grace while passing over their labours and struggles and afflictions and sufferings. Their honours and dignities, such as they received from God, we eagerly wish to receive; but their toils and labours and struggles we do not accept. And I tell you that every man desires and wants this — prostitutes and tax collectors and unjust men too — to obtain the kingdom easily without toils and struggles. But for this reason there lie between many temptations and testings and afflictions and struggles and sweats, so that it may be made plain who have truly, even to death, loved the Lord alone with all their choice and strength, and have held nothing else dear alongside their love for him. Therefore they rightly enter the kingdom of heaven, having denied themselves according to the word of the Lord, and having loved the Lord alone more than their own breath; and therefore their supreme love will be rewarded with supreme heavenly gifts.\n\nFor in the afflictions and the sufferings and the endurance and the faith the promises and the glory and the restoration of the heavenly good things are hidden, as the fruit is hidden in the wheat thrown into the ground, or in a tree that is grafted and passes through a kind of rotting and dishonour. And then they were shown to have the comeliness and glory of the garment and the fruit that multiplies many times, as the Apostle says: \"Through many afflictions we must enter the kingdom of heaven\"; and the Lord says, \"In your endurance gain your souls\"; and again, \"In the world you will have affliction.\" For there is need of labour and diligence and sobriety and much attention, and of keenness and shamelessness in asking the Lord, to be able to pass through the desires of earthly things and the snares and nooses of pleasures and the storms of the world, and to escape the risings of the wicked spirits, and to know well in what sobriety and alertness of faith and love the saints gained for themselves, from this life, the heavenly treasure — that is, the power of the Spirit in their own souls — which is the pledge of the kingdom. For the blessed apostle Paul, speaking about this heavenly treasure, that is, the grace of the Spirit, and declaring the excess of his afflictions, and at the same time showing what each man ought to seek from this life and what he ought to gain, says: \"For we know that if our earthly house of the tent is dissolved, we have a building from God, a house not made with hands, eternal in the heavens.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 5.6 (PG 34:499–512; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-6)."},"macarius-homiliae-spirituales/5.7":{"o":"Ὀφείλει οὖν ἕκαστος ἀγωνίσασθαι, και σπουδάσαι διὰ πασῶν ἀρετῶν, καὶ πιστεῦσαι, ἐντεῦθεν κτήσασθαι τὸν οἶκον ἐκεῖνον. Ἐὰν γὰρ καταλυθῇ ἡμῶν ὁ οἶκος τοῦ σώματος, οὐκ ἔχομεν ἄλλον οἶκον, εἰς ὃν καταλύσει ἡμῶν ἡ ψυχή. Εἴγε, φησί, καὶ ἐνδυσάμενοι οὐ γυμνοί εὑρεθησόμεθα, τουτέστιν ἀπὸ τῆς κοινωνίας καὶ ἀνακράσεως τοῦ ἁγίου Πνεύματος, εἰς ἣν μόνον ἡ πιστὴ ψυχὴ ἀναπαύεσθαι δύναται. Διὰ τοῦτο γὰρ οἱ ὄντες ἐν ἀληθείᾳ καὶ δυνάμει Χριστιανοὶ θαῤῥοῦσι καὶ χαίρουσιν ἐξερχόμενοι τῆς σαρκὸς, ὅτι ἔχουσιν ἐκεῖνον τὸν οἶκον τὸν ἀχειροποίητον, ὅς ἐστιν οἶκος, ἡ οἰκοῦσα ἐν αὐτοῖς τοῦ Πνεύματος δύναμις. Κἂν καταλυθῇ οὖν ἡ τοῦ σώματος οἰκία, οὐ φοβοῦνται ἔχουσι γὰρ τὴν ἐπουράνιον τοῦ Πνεύματος οἰκίαν, καὶ τὴν δόξαν ἐκείνην τὴν ἄφθαρτον, ἥτις δόξα ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως οἰκοδομήσει καὶ δοξάσει καὶ τὸν οἶκον τοῦ σώματος, ὥς φησιν ὁ Ἀπόστολος· ῾Ο ἐγείρας Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν. Καὶ πάλιν· ῞ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν· καὶ ἵνα, φησὶ, καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.","t":"Each one, then, ought to strive and take pains through all the virtues, and to believe, and to gain that house from this life. For if our house of the body is dissolved, we have no other house in which our soul may lodge. \"If indeed,\" he says, \"being clothed we shall not be found naked\" — that is, by the fellowship and mingling of the Holy Spirit, in which alone the believing soul can rest. For this reason those who are Christians in truth and in power are confident and rejoice when they go out of the flesh, because they have that house not made with hands, which is a house — the power of the Spirit that dwells in them. And so, even if the house of the body is dissolved, they are not afraid; for they have the heavenly house of the Spirit, and that incorruptible glory which on the day of the resurrection will build up and glorify the house of the body also, as the Apostle says: \"He who raised Christ from the dead will also give life to our mortal bodies through his Spirit that dwells in us.\" And again, \"That the life of Jesus also may be made manifest in our mortal flesh\"; and, he says, \"that what is mortal may be swallowed up by life.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 5.7 (PG 34:512–513; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-7)."},"macarius-homiliae-spirituales/5.8":{"o":"᾿Αγωνισώμεθα οὖν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου πολιτείας ἐντεῦθεν κτήσασθαι τὸ ἔνδυμα ἐκεῖνο, ἵνα μὴ ἐνδυσάμενοι τὸ σῶμα γυμνοὶ εὑρεθῶμεν, καὶ οὐκ ἔστιν ὃ δοξάσει ἡμῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὴν σάρκα. Ἕκαστος γὰρ ὅσον κατηξιώθη διὰ τῆς πίστεως καὶ σπουδῆς μέτοχος ἁγίου Πνεύματος γενέσθαι, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα. Ὁ γὰρ νῦν ἐναπεθησαύρισεν ἔνδον ἡ ψυχή, τότε ἀποκαλυφθήσεται καὶ φανήσεται ἔξωθεν τοῦ σώματος. Ὥσπερ τὰ δένδρα παρεληλυθότα τὸν χειμῶνα ἐπιθαλψάσης δυνάμεως ἀοράτου, ἔκ τε τοῦ ἡλίου καὶ τῶν ἀνέμων ἔσωθεν, ἐκφύει καὶ ἐκβάλλει ὥσπερ ἐνδύματα φύλλα, καὶ ἄνθη, καὶ καρπούς· ὁμοίως τὰ τοῦ χόρτου ἄνθη ἐν ἐκείνῳ τῷ καιρῷ, ἔνδοθεν ἐκ τῶν κόλπων τῆς γῆς προέρχονται, καὶ σκέπεται καὶ ἀμφιέννυται ἡ γῆ, καὶ ὁ χόρτος ὡς τὰ κρίνα, περὶ ὧν ὁ Κύριος εἶπεν· Ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Ταῦτα γὰρ πάντα ὑποδείγματα, καὶ τύποι, καὶ εἰκόνες εἰσὶ τῶν Χριστιανῶν ἐν τῇ ἀναστάσει,","t":"Let us strive, then, through faith and a virtuous life, to gain that garment from this life, so that when we have been clothed with the body we may not be found naked, and there be nothing to glorify our flesh on that day. For each one, in the measure that he has been counted worthy through faith and diligence to become a partaker of the Holy Spirit, in that measure will his body also be glorified on that day. For what the soul has stored up within now will then be revealed and will appear outwardly on the body. As the trees, when winter is past and an invisible power has warmed them from within by the sun and the winds, put forth and bring out leaves and blossoms and fruits as garments; and likewise the flowers of the grass at that season come out from within, from the bosom of the earth, and the earth is covered and clothed, and the grass is like the lilies, of which the Lord said, \"Not even Solomon in all his glory was clothed like one of these\" — for all these things are illustrations and types and images of Christians at the resurrection.","f":"Ps.-Macarius, <i>Hom.</i> 5.8 (PG 34:513–514; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-8)."},"macarius-homiliae-spirituales/5.9":{"o":"Οὕτω πάσαις ταῖς φιλοθέοις ψυχαῖς, τουτέστι τοῖς ἀληθινοῖς Χριστιανοῖς, ἔστι μὴν πρῶτος Ξανθικὸς, ὁ καλούμενος ᾿Απρίλλιος, ὅπερ ἐστὶν ἡ ἡμέρα τῆς ἀναστάσεως, καὶ διὰ τῆς δυνάμεως τοῦ ἡλίου τῆς δικαιοσύνης ἔνδοθεν ἐξέρχεται δόξα τοῦ ἁγίου Πνεύματος, καλύπτουσα καὶ σκεπάζουσα τὰ σώματα τῶν ἁγίων· ἥνπερ δόξαν εἶχον ἔνδον ἐγκεκρυμμένην ἐν ταῖς ψυχαῖς. Ὅπερ γὰρ ἔχει νῦν, αὐτὸ προέρχεται ἔξωθεν τοῦ σώματος τότε. Οὗτος, φημί, ὁ μὴν πρῶτός ἐστι τοῖς μησὶ τοῦ ἐνιαυτοῦ οὗτος χαρὰν προσφέρει πάσῃ τῇ κτίσει· οὗτος ἀμφιέννυσι τὰ γυμνὰ δένδρα, τὴν γῆν διανοίγων· οὗτος πᾶσι τοῖς ζώοις χαρὰν προσφέρει, οὗτος τὴν ἱλαρότητα πᾶσι δεικνύει, οὗτός ἐστι τῶν Χριστιανῶν πρῶτος μὲν Ξανθικὸς, ὅς ἐστι τῆς ἀναστάσεως καιρὸς, ἐν ᾧ δοξασθήσονται τὰ σώματα αὐτῶν, διὰ τοῦ ἀπὸ τοῦ νῦν ὄντος ἐν αὐτοῖς φωτὸς ἀῤῥήτου, τουτέστι τῆς δυνάμεως τοῦ Πνεύματος, ὅπερ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλίασις, χαρὰ, εἰρήνη, ἄμφιον, ζωὴ αἰώνιος· πᾶσα γὰρ καλλονή λαμπρότητος, καὶ ὡραιότητος οὐρανίου, εἰς αὐτοὺς τὸ Πνεῦμα τῆς θεότητος γίνεται τότε, ὅπερ ἀπὸ τοῦ νῦν δέξασθαι κατηξιώθησαν. Πῶς τοίνυν ἕκαστος ἡμῶν ὀφείλει πιστεῦσαι, καὶ ἀγωνίσασθαι, καὶ σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ, καὶ προσδοκῆσαι ἐν ἐλπίδι καὶ ὑπομονῇ πολλῇ, νῦν καταξιωθῆναι τὴν ἐξ οὐρανοῦ δύναμιν λαβεῖν καὶ δόξαν τοῦ ἁγίου Πνεύματος ἐντὸς ἐν τῇ ψυχῇ, ἵνα τότε λυομένων τῶν σωμάτων, ἔχωμεν ὁ ἀμφιάσει, καὶ ζωοποιήσει ἡμᾶς; Εἴγε, φησὶν, ἐνδυσόμεθα, οὐ γυμνοὶ εὑρεθησόμεθα καὶ Ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν. Μωϋσῆς γὰρ ὁ μακάριος ὑπέδειξε τὸν τύπον διὰ τῆς τοῦ προσώπου αὐτοῦ ἐπικειμένης τοῦ Πνεύματος δόξης, εἰς ἣν οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ ἀναστάσει τῶν δικαίων δοξασθήσεται τὰ σώματα τῶν ἁγίων, ἥνπερ δόξαν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐπὶ τῷ ἔσω ἀνθρώπῳ ψυχαὶ ἁγίων καὶ πιστῶν καταξιοῦνται ἔχειν. Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, τουτέστι τῷ ἔσω ἀνθρώπῳ, τὴν δόξαν τοῦ Κυρίου κατοπτριζόμεθα, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Ομοίως πάλιν· Τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγεν, ὡς γέγραπται, καὶ ὕδωρ οὐκ ἔπιεν. ᾿Αδύνατον δὲ τὴν τοῦ σώματος φύσιν ἄνευ ἄρτου τοσοῦτον ζῆσαι, εἰ μὴ τροφῆς ἑτέρας πνευματικῆς μετελάμβανεν· ἦσπερ τροφῆς ἀπὸ τοῦ νῦν τῶν ἁγίων ψυχαὶ ἀοράτως ἐκ τοῦ Πνεύματος μεταλαμβάνουσι.","t":"So for all God-loving souls, that is, for true Christians, there is a first month Xanthicus, which is called April — that is, the day of the resurrection — and by the power of the Sun of righteousness the glory of the Holy Spirit comes out from within, covering and sheltering the bodies of the saints, that glory which they had hidden within in their souls. For what a man has now, that very thing comes out upon the body then. This month, I say, is the first of the months of the year; this brings joy to all creation; this clothes the bare trees and opens the earth; this brings joy to all living things; this shows gladness to all. This is for Christians the first Xanthicus, which is the time of the resurrection, in which their bodies will be glorified by the unspeakable light that is in them from now on — that is, by the power of the Spirit, which will then be for them garment, food, drink, exultation, joy, peace, clothing, eternal life. For all the beauty of heavenly brightness and loveliness becomes for them then the Spirit of the Godhead, which from now on they have been counted worthy to receive.\n\nHow, then, ought each of us to believe and strive and take pains in every virtuous way of life, and to look forward in hope and much endurance, to be counted worthy now to receive the power from heaven and the glory of the Holy Spirit within, in the soul, so that then, when our bodies are dissolved, we may have what will clothe and give life to us! \"If indeed,\" he says, \"we shall be clothed, we shall not be found naked\"; and, \"He will give life to our mortal bodies through his Spirit that dwells in us.\" For the blessed Moses showed the type, by the glory of the Spirit that lay upon his face, at which no man could gaze, of how at the resurrection of the righteous the bodies of the saints will be glorified — a glory which from now on the souls of the saints and the faithful are counted worthy to have within, in the inner man. \"But we all with unveiled face\" — that is, in the inner man — \"behold the glory of the Lord as in a mirror, and are transformed into the same image from glory to glory.\" Likewise again: \"Forty days and forty nights he ate no bread,\" as it is written, \"and drank no water.\" But it is impossible for the nature of the body to live so long without bread, unless he was partaking of some other spiritual food; and of that food the souls of the saints partake invisibly from the Spirit even now.","f":"Ps.-Macarius, <i>Hom.</i> 5.9 (PG 34:514–515; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-9)."},"macarius-homiliae-spirituales/50.1":{"o":"Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας, ἢ ὁ Θεὸς ἦν ἐν αὐτῷ, ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω, ὅτι ὁ ἐξουσιαστὴς τῷ οὐρανῷ, αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὺς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. Καὶ πάλιν εἶπε, καὶ ἡνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν, καὶ κατῆλθεν ὁ ὑετός· ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις· καὶ πάλιν εἶπε, καὶ ἐγένετο ῥάβδος. Καὶ ἔλαβεν ἀπὸ καμίνου τέφραν, καὶ ἐσκόρπισε, καὶ ἐγένετο ἕλκη καὶ πάλιν ἐπέταξε, καὶ ἐγένετο σκνίπες, καὶ βάτραχοι. Ἆρα ταῦτα φύσις ἀνθρώπων ποιεῖν ἠδύνατο; Εἶπε τῇ θαλάσσῃ, καὶ ἐμερίσθη· τῷ ποταμῷ, καὶ μετεβλήθη εἰς αἷμα. Ἀλλὰ δῆλον, ὅτι οὐρανία δύναμις ᾤκει ἐν τῷ νῷ αὐτοῦ, καὶ διὰ Μωσέως ἐποίει τὰ σημεῖα ταῦτα.","t":"Homily 50. It is God who works wonders through his saints.\n\nWho was it that shut the doors of heaven? Elijah, or God who was in him, who also gave command to the rain? I think that he who has authority over heaven himself took his seat within his mind, and through his tongue the Word of God prevented the rain from coming down on the earth. And again he spoke, and the gates of heaven were opened, and the rain came down. Likewise Moses put down his rod, and it became a serpent; and again he spoke, and it became a rod. And he took ashes from a furnace and scattered them, and there were boils; and again he gave command, and there were gnats and frogs. Could human nature do these things? He spoke to the sea, and it was divided; to the river, and it was changed into blood. But plainly a heavenly power dwelt in his mind and worked these signs through Moses.","f":"Ps.-Macarius, <i>Hom.</i> 50.1 (PG 34:816–817; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/50-1)."},"macarius-homiliae-spirituales/50.2":{"o":"Ὁ Δαβὶδ πῶς ἄνευ ὅπλου ἠδύνατο μετὰ τοιούτου γίγαντος συμβαλεῖν εἰς πόλεμον; Καὶ ὅτε ἔρριψε τὸν λίθον κατὰ τοῦ ἀλλοφύλου, διὰ τῆς χειρὸς Δαβίδ, χεὶρ Θεοῦ ὡδήγει τὸν λίθον, καὶ αὐτὴ ἡ θεία δύναμις ἀπέκτεινεν αὐτὸν ποιήσασα τὴν νίκην. Οὐ γὰρ Δαβὶδ ἠδύνατο ἀσθενὴς ὢν τῷ σώματι. Ἰησοῦς ὁ τοῦ Ναυῆ ὅτε ἀπῆλθεν εἰς Ἱεριχὼ περιεκαθέσθη ἑπτὰ ἡμέρας μηδὲν δυνάμενος ποιῆσαι τῇ ἰδίᾳ φύσει, ἀλλ᾽ ὅτε ὁ Θεὸς ἐκέλευσε, τὰ τείχη ἀφ᾿ ἑαυτῶν κατέπεσε. Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, λέγει αὐτῷ ὁ Κύριος, Ἄπελθε εἰς πόλεμον· ἀπεκρίθη Ἰησοῦς, Ζῇ Κύριος, οὐ μὴ ἀπέλθω ἄνευ σοῦ. Καὶ τίς ἐστιν ὁ ἐπιτάξας τῷ ἡλίῳ στῆναι ἄλλας δύο ὥρας ἐν τῇ συμβολῇ τοῦ πολέμου, ἡ φύσις αὐτοῦ μόνη, ἢ ἡ συνοῦσα αὐτῷ δύναμις; καὶ Μωϋσῆς ὅτε συνέβαλε τῷ Ἀμαλὴκ, εἰ μὲν ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν, πρὸς τὸν Θεὸν, ἐπάτει τὸν ᾿Αμαλήκ· εἰ δὲ ἔκλινε τὰς χεῖρας, ὁ ᾿Αμαλήκ περιεγίνετο.","t":"How could David, without armor, engage such a giant in war? And when he threw the stone at the foreigner, through David's hand the hand of God guided the stone, and the divine power itself killed him and won the victory. For David could not have done it, being weak in body. Joshua son of Nun, when he went to Jericho, besieged it for seven days, unable to do anything by his own nature; but when God commanded, the walls fell down of themselves. And when he entered the land of promise, the Lord said to him, \"Go out to war\"; Joshua answered, \"As the Lord lives, I will not go without you.\" And who was it that commanded the sun to stand still another two hours in the clash of battle: his nature alone, or the power that was with him? And Moses, when he engaged Amalek: if he stretched out his hands to heaven, to God, he trampled Amalek underfoot; but if he lowered his hands, Amalek prevailed.","f":"Ps.-Macarius, <i>Hom.</i> 50.2 (PG 34:817–818; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/50-2)."},"macarius-homiliae-spirituales/50.3":{"o":"Σὺ δὲ ἀκούων ταῦτα γινόμενα, μὴ μακράν σου ἀπέλθῃ ὁ νοῦς· ἀλλ᾽ ἐπειδὴ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῶν ἀληθινῶν πραγμάτων, ἀνάλαβε εἰς ἑαυτὸν ταῦτα. Ὅτε γὰρ ἐκτενεῖς τὰς χεῖρας τοῦ νοός σου, καὶ τοὺς λογισμοὺς εἰς τὸν οὐρανὸν, καὶ θελήσεις προσκολληθῆναι τῷ Κυρίῳ, κατώτερος τῶν λογισμῶν σου γίνεται ὁ Σατανᾶς. Καὶ ὥσπερ εἰς Ἱεριχὼ τὰ τείχη ἔπεσον διὰ δυνάμεως Θεοῦ, οὕτω καὶ νῦν τὰ τείχη τῆς κακίας τὰ κωλύοντά σου τὸν νοῦν, καὶ αἱ πόλεις τοῦ Σατανᾶ, καὶ οἱ ἐχθροί σου ἐξολοθρεύονται διὰ δυνάμεως Θεοῦ οὕτως ἐν τῇ σκιᾷ Θεοῦ δύναμις ἀδιαλείπτως συνῆν τοῖς δικαίοις, ποιοῦσα θαυμάσια φανερά· καὶ ἔσωθεν δὲ ἐν αὐτοῖς ᾤκει ἡ θεία χάρις. Ὁμοίως καὶ εἰς τοὺς προφήτας ἐνήργει, καὶ διηκόνει τὸ Πνεῦμα ἐν ταῖς ψυχαῖς αὐτῶν τοῦ προφητεύειν, καὶ λαλεῖν, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ. Οὐ γὰρ πάντοτε ἐλάλουν, ἀλλ᾿ ὅτι ἤθελε τὸ ἐν αὐτοῖς Πνεῦμα· πλὴν ἡ δύναμις πάντοτε συνῆν.","t":"But you, when you hear of these things happening, do not let your mind go far from you; but since those things were a type and shadow of the true realities, take them up into yourself. For when you stretch out the hands of your mind and your thoughts to heaven and wish to cleave to the Lord, Satan comes to be beneath your thoughts. And as the walls at Jericho fell by the power of God, so too now the walls of wickedness that hinder your mind, and the cities of Satan, and your enemies, are destroyed by the power of God. So in the shadow the power of God was unceasingly with the righteous, working manifest wonders; and divine grace also dwelt within them. Likewise it worked in the prophets too, and the Spirit ministered in their souls, so that they prophesied and spoke when there was need to tell great things to the world. For they did not speak at all times, but when the Spirit in them willed; yet the power was always with them.","f":"Ps.-Macarius, <i>Hom.</i> 50.3 (PG 34:818; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/50-3)."},"macarius-homiliae-spirituales/50.4":{"o":"Εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ Πνεῦμα τὸ ἅγιον, πόσῳ μᾶλλον εἰς τὴν Καινὴν Διαθήκην, εἰς τὸν σταυρὸν, εἰς τὴν ἔλευσιν τοῦ Χριστοῦ, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ Πνεύματος; Ἐκχεῶ γὰρ, φησὶ, ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Τοῦτό ἐστιν ὁ εἶπεν αὐτὸς ὁ Κύριος, ὅτι Μεθ᾽ ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος· πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει. Εἰ γὰρ, φησὶν, ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν, δυνάμει καὶ πληροφορίᾳ πολλῇ κατὰ τὸν ᾿Απόστολον; Τὰ οὖν τοιαῦτα καὶ μέτρῳ, καὶ πόνῳ, καὶ κόπῳ πολλῷ, καὶ ὑπομονῇ, καὶ φιλίᾳ τῇ πρὸς αὐτὸν εὑρίσκεται, γυμναζομένων τῶν αἰσθητηρίων τῆς ψυχῆς, κατὰ τὸ εἰρημένον, διὰ καλοῦ τε καὶ κακοῦ, δηλαδὴ διά τε τῶν μηχανῶν καὶ ἐπιβουλῶν, καὶ πολυτρόπων περιστάσεων, καὶ ἐνεδρῶν τῆς κακίας· ὁμοίως δὲ καὶ διὰ τῶν διαφόρων χαρισμάτων καὶ ποικίλων ἀντιλήψεων τῆς ἐνεργείας καὶ δυνάμεως τοῦ Πνεύματος. Ὁ γὰρ γνωρίζων τὴν ἐπουλὴν τῆς κακίας διὰ τῶν παθῶν μιαίνουσαν τὸν ἔσω ἄνθρωπον, καὶ μὴ ἐπιγινώσκων ἐν αὐτῷ τὴν ἀντίληψιν τοῦ ἁγίου Πνεύματος τῆς ἀληθείας ἐνδυναμοῦσαν αὐτοῦ τὴν ἀσθένειαν καὶ ἀνανεοῦσαν τὴν ψυχὴν ἐν ἀγαλλιάσει καρδίας, ὁ τοιοῦτος ἐν ἀδιακρισίᾳ πορεύεται, μὴ γνωρίζων γε μὴν τὴν πολύτροπον οίκονομίαν τῆς τοῦ Θεοῦ χάριτος καὶ εἰρήνης. Καὶ πάλιν δὲ ὁ βοηθούμενος ὑπὸ τοῦ Κυρίου, καὶ εὑρισκόμενος ἐν εὐφροσύνῃ πνευματικῇ καὶ χαρίσμασι ἐπουρανίοις, ἐὰν νομίσῃ μηκέτι ἀνακεῖσθαι ὑπὸ τῆς ἁμαρτίας, ἀπατᾶται κλεπτόμενος, μὴ διακρίνων λεπτότητα τῆς κακίας· καὶ μὴ συνιὼν τὴν κατὰ μέρος γενομένην τῆς νηπιότητος αὔξησιν καὶ τελειότητα ἐν Χριστῷ. Διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου καὶ θεῖκοῦ Πνεύματος [ὁμοῦ τε καὶ ἡ πίστις αὐξανομένη εἰς προκοπὴν ἔρχεται, καὶ πᾶν ὀχύρωμα πονηρῶν λογισμῶν κατὰ μέρος χωρεῖ εἰς καθαίρεσιν παντελῆ. Ἐρευνᾷν οὖν ὀφείλει ἕκαστος ἡμῶν, εἰ εὖρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρὸν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα, καὶ ἀνεπαύθη ἐγγύτατος αὐτοῦ γενόμενος, εἴτε ἀκμὴν εἰς τοὺς ἐξωτάτους οίκους διακινεῖ· ἡ γὰρ ψυχὴ ἔχει μέλη πολλὰ, καὶ βάθος πολὺ, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας. Εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν, καὶ κατέχει δύο μέλη τῆς ψυχῆς ἴσως. Ὁ οὖν ἄπειρος, παρακαλούμενος ὑπὸ τῆς χάριτος, νομίζει, ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε, καὶ ἐξεῤῥιζώθη ἡ ἁμαρτία. Τὸ πλεῖστον δὲ μέρος τῆς ἁμαρτίας κρατεῖται, καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος· καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδε. Διὰ πλειόνων δὲ ἔτι περὶ τούτων ἔχοντες ἐπιστεῖλαι τῇ διαθέσει τῆς ὑμετέρας εἰλικρινείας, δι' ὀλίγων ἐδώκαμεν ὑμῖν ἀφορμὴν ὡς συνετοῖς ἀνδράσιν, ἵνα ἐργασάμενοι καὶ ἐξερευνήσαντες τὴν τῶν λόγων δύναμιν, συνετώτεροι γένησθε ἐν Κυρίῳ, καὶ τὴν ἁπλότητα τῆς καρδίας ὑμῶν αὐξάνητε ἐν τῇ αὐτοῦ χάριτι, καὶ δυνάμει τῆς ἀληθείας, ἵνα μετὰ πάσης ἀσφαλείας ἀντεχόμενοι τῆς ἑαυτῶν σωτηρίας, καὶ ῥυσθέντες ἀπὸ πάσης περιεργείας καὶ δολιότητος τοῦ ἀντικειμένου καταξιωθῆτε ἄπτωτοι καὶ ἀκαταγώνιστοι, εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι αὐτοῦ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Αμήν.]","t":"If, then, the Holy Spirit was poured out so abundantly on the shadow, how much more on the New Covenant, on the cross, on the coming of Christ, where the outpouring and intoxication of the Spirit took place! For it says, \"I will pour out of my Spirit on all flesh.\" This is what the Lord himself said: \"I will be with you until the end of the age\"; for everyone who seeks finds. \"For if you,\" he says, \"being evil, know how to give good gifts to your children, how much more will your heavenly Father give the Holy Spirit to those who ask him,\" with power and much full assurance, as the Apostle says? Such things, then, are found in measure, and with labor and much toil, and patience, and love toward him, as the senses of the soul are trained, as it is said, through good and evil, that is, through the devices and plots, the manifold circumstances and ambushes of wickedness, and likewise through the various gifts and manifold helps of the working and power of the Spirit. For whoever knows the hidden sore of wickedness that defiles the inner man through the passions, but does not recognize in himself the help of the Holy Spirit of truth, strengthening his weakness and renewing the soul in gladness of heart, such a man walks without discernment, not knowing the manifold dispensation of the grace and peace of God. And again, whoever is helped by the Lord and finds himself in spiritual gladness and heavenly gifts, if he thinks that he is no longer held by sin, is deceived and robbed, not discerning the subtlety of wickedness, and not understanding the growth out of infancy, which comes about part by part, and the perfection in Christ. For through the supply of the holy and divine Spirit faith too, as it grows, comes to advancement, and every stronghold of evil thoughts, part by part, comes to complete demolition. Each of us, then, ought to search whether he has found the treasure in this earthen vessel, whether he has put on the purple of the Spirit, whether he has seen the King and rested, having come very near him, or whether he still moves about in the outermost rooms. For the soul has many members and great depth; and sin, having entered in, took hold of all its members and the pastures of the heart. Then, as the man seeks, grace comes to him and takes hold of perhaps two members of the soul. So the inexperienced man, comforted by grace, thinks that grace has come and taken hold of all the members of the soul, and that sin has been rooted out. But the greatest part is held by sin, and one part by grace; and he is robbed and does not know it. Since we have still more to write about these things to your sincere disposition, we have given you a starting point in a few words, as to men of understanding, so that, working at the force of these words and searching it out, you may become more understanding in the Lord, and increase the simplicity of your heart in his grace and in the power of the truth; so that, holding fast to your salvation with all security, and rescued from all the meddling and deceit of the adversary, you may be counted worthy to be found unfalling and unconquered on the day of the judgment of our Lord Jesus Christ; to whom be the glory and the power, with the Father and his life-giving Spirit, now and always, and to the endless ages of ages. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 50.4 (PG 34:818–822; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/50-4)."},"macarius-homiliae-spirituales/6.1":{"o":"Οἱ προσερχόμενοι τῷ Κυρίῳ, ὀφείλουσι τὰς εὐχὰς ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ καὶ καταστάσει πολλῇ ποιεῖσθαι, καὶ οὐχὶ ἀπρεπέσι κραυγαῖς καὶ συγκεχυμέναις, ἀλλὰ πόνῳ καρδίας καὶ λογισμοῖς νήφουσι προσέχειν τῷ Κυρίῳ. Καὶ ὥσπερ ἐὰν εἴ τις ἔχων πάθη καὶ καυτηριάζηται, καὶ χειρουργῆται, οὕτως ἀνδρείως καὶ ὑπομονητικῶς φέρει τὸν προσφερόμενον πόνον, ἄνευ θορύβου καὶ ταραχῆς κρατῶν ἑαυτοῦ· εἰσὶ δὲ ἄλλοι τὸν αὐτὸν πόνον ἔχοντες, καὶ ἐν τῷ καυτηριάζεσθαι ἢ χειρουργεῖσθαι κραυγαῖς ἀπρεπέσι κέχρηνται· καὶ αὐτός ἐστι πόνος τοῦ βοῶντος καὶ τοῦ μὴ βοῶντος, τοῦ ταρασσομένου καὶ τοῦ μὴ ταρασσομένου. Εἰσί τινες οὕτως ἔχοντες θλίψιν καὶ πόνον, καὶ εὐκαταστάτως φερόμενοι ἄνευ ταραχῆς, κρατοῦντες ἑαυτῶν τὸν νοῦν ἐν τοῖς λογισμοῖς. Εἰσὶ δὲ ἄλλοι τὴν αὐτὴν θλίψιν ἔχοντες, καὶ ἀνυπομονήτως φερόμενοι, μετὰ θορύβου καὶ ταραχῆς τὰς προσευχὰς ποιοῦντες εἰς τὸ καὶ τοὺς ἀκούοντας σκανδαλίζεσθαι. Εἰσὶ δὲ ἄλλοι μὴ ἔχοντες πόνον, εἰς δὲ ἐπίδειξιν, ἢ ἰδιωτείαν φερόμενοι, κραυγαῖς ἀτάκτοις κέχρηνται, ὡς διὰ τούτων δυνάμενοι εὐαρεστῆσαι τῷ Θεῷ.","t":"Homily 6. Those who wish to please God ought to make their prayers in peace and quietness and gentleness and wisdom, so that they may not give offence to everyone by using shouts. The homily also contains two questions: whether the thrones and the crowns are created things, and on the twelve thrones of Israel.\n\nThose who come to the Lord ought to make their prayers in quietness and peace and great composure, and not with unseemly and confused shouting, but to attend to the Lord with pain of heart and sober thoughts. And as when a man has an infection and is cauterized and operated on, and bears the pain that is laid on him manfully and patiently, without noise and disturbance, keeping hold of himself; while there are others who have the same pain and, when they are cauterized or operated on, use unseemly shouts — and the pain of the one who cries out and of the one who does not cry out is the same, of the one who is disturbed and of the one who is not disturbed: so there are some who have affliction and pain in this way and bear it with composure, without disturbance, keeping hold of their mind in their thoughts. And there are others who have the same affliction and bear it impatiently, making their prayers with noise and disturbance, so that even those who hear them are offended. And there are others who have no pain, but are carried along by display or by ignorance and use disorderly shouts, as if by these they could please God.","f":"Ps.-Macarius, <i>Hom.</i> 6.1 (PG 34:518; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/6-1)."},"macarius-homiliae-spirituales/6.2":{"o":"Οὐ χρὴ δὲ τὸν τοῦ Θεοῦ δοῦλον ἐν τοιαύτῃ ἀκαταστασίᾳ εἶναι, ἀλλ᾽ ἐν πάσῃ ἡμερότητι καὶ σοφίᾳ, καθὼς εἶπεν ὁ προφήτης· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ ἐπὶ τοῦ Μωσέως καὶ τοῦ Ἠλία εὑρίσκομεν, ὅτι ἐν τῇ γιγνομένῃ αὐτοῖς ἐπιφανείᾳ πολλῆς διακονίας γιγνομένης σαλπίγγων καὶ δυνάμεων ἔμπροσθεν τῆς Δεσποτικῆς ἀξίας, ἐν ἐκείνοις πᾶσι διεκρίθη καὶ ἐφανερώθη ἡ τοῦ Κυρίου παρουσία, ἐν εἰρήνῃ, καὶ ἡσυχίᾳ, καὶ ἀναπαύσει. Ἰδοὺ γὰρ, φησὶ, φωνὴ αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ ὁ Κύριος. Δείκνυται τοίνυν, ὅτι ἡ τοῦ Κυρίου ἀνάπαυσις ἐν εἰρήνῃ καὶ καταστάσει ἐστί· θεμέλιον γὰρ ὃν τίθησιν ἄνθρωπος, καὶ ἀρχὴν ἣν ἄρχεται, ἐν αὐτῇ μέχρι τέλους διαμένει· ἐὰν ἐν φωνῇ, καὶ ταραχῇ ἄρξηται τὴν προσευχὴν ποιεῖσθαι, μέχρι τέλους τὴν αὐτὴν συνήθειαν κρατεῖ. Ἐπειδὴ δὲ ὁ Κύριος φιλάνθρωπός ἐστι, συμβαίνει, ὅτι καὶ τούτῳ δίδωσι βοήθειαν. Οὗτοι οὖν διὰ τὴν προτροπὴν τῆς χάριτος, ἕως τέλους τῇ αὐτῇ συνηθείᾳ ἀποκέχρηνται, ἀλλ᾽ ὁρῶμεν ὅτι τὸ μέρος τοῦτο ἰδιωτῶν ἐστι, διὰ τὸ καὶ ἄλλους σκανδαλίζειν, καὶ αὐτοὺς τεταραγμένους ποιεῖσθαι τὴν προσευχήν.","t":"The servant of God ought not to be in such disorder, but in all gentleness and wisdom, as the prophet said: \"Upon whom shall I look, but upon the meek and quiet man who trembles at my words?\" And in the case of Moses and Elijah we find that, when the appearing came to them and there was much ministry of trumpets and powers before the Master's majesty, in all of these the coming of the Lord was distinguished and made manifest in peace and quietness and rest. For it says, \"Behold, the sound of a light breeze, and in it the Lord.\" It is shown, then, that the rest of the Lord is in peace and composure. For the foundation a man lays and the beginning he makes, in that he remains to the end. If he begins to make his prayer with noise and disturbance, he keeps the same habit to the end. But since the Lord loves mankind, it happens that he gives help even to such a man. These men, then, because of the encouragement of grace, have gone on using the same habit to the end; yet we see that this way belongs to the unskilled, because it both offends others and makes their own prayer a disturbed one.","f":"Ps.-Macarius, <i>Hom.</i> 6.2 (PG 34:518–519; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/6-2)."},"macarius-homiliae-spirituales/6.3":{"o":"Ὁ δὲ ἀληθινὸς θεμέλιος τῆς προσευχῆς οὗτός ἐστι, τὸ προσέχειν τοῖς λογισμοῖς, καὶ ἐν πολλῇ ἡσυχίᾳ καὶ εἰρήνῃ ποιεῖσθαι τὴν προσευχὴν, ὡς μήτε τοὺς ἔξωθεν σκανδαλίζεσθαι. Οὗτος γὰρ ἐὰν ἐπιδέξηται τὴν χάριν τοῦ Θεοῦ, καὶ τελείωσιν ἄχρι τέλους ἐν ἡσυχίᾳ ποιήσει, πλέον τοὺς πολλοὺς οἰκοδομήσει. Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ᾽ εἰρήνης. Οἱ γὰρ ταῖς κραυγαῖς κεχρημένοι, κελευσταῖς ἐοίκασι, μὴ δυνάμενοι πανταχοῦ εὔξασθαι, μήτε ἐν ἐκκλησίαις, μήτε ἐν κώμαις, εἰ μὴ τάχα ἐν ἐρημίαις, κατὰ τὸ θέλημα αὐτῶν. Οἱ δ' ἐν ἡσυχίᾳ προσευχόμενοι, πάντας οἰκοδομοῦσιν ἐν παντὶ τόπῳ. Χρὴ γὰρ ὅλον τὸν ἀγῶνα τοῦ ἀνθρώπου ἐκτελεῖν ἐν τοῖς λογισμοῖς, καὶ τὴν περικειμένην ὕλην τῶν πονηρῶν λογισμῶν ἀποκόπτειν, καὶ ἐπείγειν ἑαυτὸν πρὸς τὸν Θεὸν, καὶ μὴ ποιεῖν τὰ θελήματα τῶν λογισμῶν, ἀλλὰ πανταχόθεν ῥεμβομένους αὐτοὺς συνάγειν, διακρίνοντα τοὺς φυσικοὺς ἀπὸ τῶν πονηρῶν. Πελάζεται γὰρ ἡ ψυχὴ οὖσα ὑπὸ ἁμαρτίαν, ὥσπερ ἐὰν ᾖ ἐν ὄρει ὕλη μεγάλη, ἢ ἐν ποταμῷ καλαμῶνες, ἢ δάση τινὰ ἀκανθῶν, καὶ ὑλῶν. Οἱ οὖν βουλόμενοι δι' ἐκείνου τοῦ τόπου παρελθεῖν, ὀφείλουσιν ἐκτείνειν τὰς χεῖρας, καὶ μετὰ βίας καὶ καμάτου ἀπωθεῖσθαι τὴν περικειμένην ὕλην. Οὕτω καὶ ἡ τῶν λογισμῶν τῆς ἐναντίας δυνάμεως ὕλη περίκειται τῇ ψυχῇ. Πολλῆς οὖν σπουδῆς καὶ προσοχῆς νοὸς χρεία, ἵνα τις διακρίνῃ τοὺς ἀλλοτρίους λογισμοὺς τῆς ἐναντίας δυνάμεως.","t":"The true foundation of prayer is this: to attend to the thoughts, and to make the prayer in great quietness and peace, so that those outside are not offended. For such a man, if he receives the grace of God and carries it through to perfection in quietness to the end, will build up the many more. For God is not a God of disorder but of peace. Those who use shouting are like boatswains, unable to pray anywhere — neither in churches nor in villages, but only perhaps in deserted places, as they please. But those who pray in quietness build up everyone in every place. For a man must carry out his whole struggle in his thoughts, and cut off the undergrowth of wicked thoughts that surrounds him, and press himself toward God, and not do the wills of the thoughts, but gather them in from their wandering on every side, distinguishing the natural ones from the wicked. For the soul, being under sin, is hemmed in as if by a great thicket on a mountain, or reeds by a river, or certain thickets of thorns and brushwood. Those, then, who wish to pass through that place must stretch out their hands and push aside the surrounding growth with force and toil. So also the undergrowth of the thoughts of the opposing power surrounds the soul. There is need, therefore, of much diligence and attention of mind, so that a man may distinguish the alien thoughts of the opposing power.","f":"Ps.-Macarius, <i>Hom.</i> 6.3 (PG 34:519–520; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/6-3)."},"macarius-homiliae-spirituales/6.4":{"o":"Ἔστι γάρ τις θαῤῥῶν τῇ ἑαυτοῦ δυνάμει, νομίζων ἀφ' ἑαυτοῦ ἐκκόπτειν τὰ περικείμενα ὄρη. Ἔστι δὲ ἄλλος ἀπὸ καταστάσεως καὶ διακρίσεως διοικῶν τῷ νοῖ αὐτοῦ, καὶ ἀκαμάτως πλέον ἐκείνου τὸ ἔργον αὐτοῦ διανύων. Οὕτω καὶ ἐν ταῖς προσευχαῖς εἰσί τινες κραυγαῖς κεχρημένοι ἀπρεπέσιν, ὡς δὴ τῇ σωματικῇ ἰσχύϊ πεποιθότες, μὴ εἰδότες τὰς κλοπὰς τῶν λογισμῶν, ἀλλὰ νομίζοντες τῇ ἰδίᾳ δυνάμει τὸ τέλειον κατόρθωμα ποιεῖσθαι. Εἰσὶ δὲ ἄλλοι, οἱ τοῖς λογισμοῖς προσέχοντες, καὶ ὅλον τὸν ἀγῶνα ποιούμενοι ἔσωθεν. Οὗτοι διὰ τῆς συνέσεως αὐτῶν καὶ διακρίσεως δύνανται κατορθῶσαι, καὶ ἀποσείσασθαι τοὺς ἐπανισταμένους λογισμούς, καὶ μετὰ τὸ θέλημα τοῦ Κυρίου πορεύεσθαι. Εὑρίσκομεν δὲ ἐν τῷ ᾿Αποστόλῳ, ὅτι τὸν οἰκοδομοῦντα τὸν ἄλλον μείζονα λέγει. Φησὶ γάρ· Ὁ λαλῶν γλώσσαις, ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων, ἐκκλησίαν οἰκοδομεῖ· ὁ δὲ προφητεύων, μείζων ἢ ὁ λαλῶν γλώσσαις. Ἕκαστος οὖν ἐπιλέξεται τὸ ἄλλους οἰκοδομῆσαι, καὶ καταξιοῦται τῆς βασιλείας τῶν οὐρανῶν.","t":"For there is a man who trusts in his own strength and thinks to cut down the surrounding mountains by himself. And there is another who manages the work with his mind, out of composure and discernment, and accomplishes his task more than the first, and without wearing himself out. So too in prayers: there are some who use unseemly shouting, as though trusting in bodily strength, not knowing the thefts of the thoughts, but supposing that they are achieving perfection by their own power. And there are others who attend to the thoughts and make the whole struggle within. These, by their understanding and discernment, are able to succeed and to shake off the thoughts that rise against them, and to walk according to the will of the Lord. And we find in the Apostle that he calls the man who builds up another the greater. For he says, \"He who speaks in tongues builds up himself; but he who prophesies builds up the church; and he who prophesies is greater than he who speaks in tongues.\" Let each man, then, choose to build others up, and he is counted worthy of the kingdom of heaven.","f":"Ps.-Macarius, <i>Hom.</i> 6.4 (PG 34:520–521; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/6-4)."},"macarius-homiliae-spirituales/6.5":{"o":"Ἐρώτησις. Ἐπειδή τινες λέγουσιν, ὅτι οἱ θρόνοι καὶ οἱ στέφανοι κτίσματά εἰσι, καὶ οὐχὶ πνεύματα, πῶς ὀφείλομεν ἀκοῦσαι. Απόκρισις. ῾Ο θρόνος τῆς θεότητος ὁ νοῦς ἡμῶν ἐστι· καὶ πάλιν ὁ θρόνος τοῦ νοῦ, ἡ θεότης ἐστὶ, καὶ τὸ πνεῦμα. Ὁμοίως δὲ καὶ ὁ Σατανᾶς, καὶ αἱ δυνάμεις, καὶ οἱ ἄρχοντες τοῦ σκότους, ἀπὸ τῆς παραβάσεως, τῆς ἐντολῆς ἐνεκάθισαν εἰς τὴν καρδίαν καὶ εἰς τὸν νοῦν, καὶ εἰς τὸ σῶμα τοῦ ᾿Αδάμ, ὡς εἰς θρόνον ἴδιον. Λοιπὸν οὖν διὰ τοῦτο ἦλθεν ὁ Κύριος, καὶ ἔλαβεν ἐκ τῆς Παρθένου τὸ σῶμα. Εἰ γὰρ ἠθέλησε γυμνῇ τῇ θεότητι κατελθεῖν, τίς ἠδύνατο ὑπενεγκεῖν; ᾿Αλλὰ διὰ τοῦ ὀργάνου τοῦ σώματος ἐλάλει τοῖς ἀνθρώποις. Λοιπὸν οὖν τὰ πνεύματα τῆς πονηρίας, ἃ ἐνεκαθέζοντο εἰς τὸ σῶμα, καθεῖλεν ἀπὸ τῶν θρόνων, τῶν νοημάτων καὶ τῶν λογισμῶν, οἷς ἐνεπολιτεύοντο. Καὶ ἐκαθάρισε τὴν συνείδησιν ὁ Κύριος, καὶ ἑαυτῷ θρόνον ἐποίησε τὸν νοῦν καὶ τοὺς λογισμοὺς, καὶ τὸ σῶμα.","t":"Question. Since some say that the thrones and the crowns are created things and not spirits, how ought we to understand this? Answer. The throne of the Godhead is our mind; and again, the throne of the mind is the Godhead and the Spirit. Likewise Satan too, and the powers and the rulers of darkness, ever since the transgression of the commandment, have taken their seat in the heart and the mind and the body of Adam, as on a throne of their own. For this reason, then, the Lord came and took a body from the Virgin. For if he had willed to come down in his naked Godhead, who could have borne it? But through the instrument of the body he spoke to men. So then the spirits of wickedness that had been seated in the body he cast down from their thrones, that is, from the ideas and the thoughts in which they had their citizenship. And the Lord cleansed the conscience and made the mind and the thoughts and the body a throne for himself.","f":"Ps.-Macarius, <i>Hom.</i> 6.5 (PG 34:521–522; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/6-5)."},"macarius-homiliae-spirituales/6.6":{"o":"Ἐρώτησις. Τί οὖν ἐστιν ὁ εἶπε· Καθήσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ; ᾿Απόκρισις. Τοῦτο εὑρίσκομεν ὅτι ἐπὶ τῆς γῆς ἐγένετο, ὅτε ὁ Κύριος ἀνελήφθη εἰς τοὺς οὐρανούς· ἔπεμψε γὰρ τὸ Πνεῦμα τὸ παράκλητον εἰς τοὺς δώδεκα ἀποστόλους, καὶ τὴν ἁγίαν δύναμιν, ἥτις ἐλθοῦσα κατεσκήνωσε, καὶ ἐνεκάθισεν εἰς τοὺς θρόνους τῶν νοημάτων αὐτῶν. Ἐπεὶ δὲ οἱ παρεστηκότες εἶπον, ὅτι οὗτοι γλεύκους εἰσὶ μεμεστωμένοι, λοιπὸν ἤρξατο Πέτρος κρίνειν αὐτοὺς, λέγων περὶ τοῦ Ἰησοῦ, ὅτι Ἄνδρα δυνατὸν ἐν λόγοις καὶ σημείοις ὑμεῖς ἐσταυρώσατε, κρεμάσαντες ἐπὶ ξύλου. Καὶ ἴδε, ἐκεῖ ποιεῖ θαυμάσια, διαῤῥήσσει τοὺς λίθους τῶν μνημείων, καὶ ἐγείρει τοὺς νεκρούς. Γέγραπται γάρ· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Εἰς μετάνοιαν οὖν ἦλθον κατηχηθέντες ὑπὸ ἐκλεκτὸν Θεοῦ.","t":"Question. What, then, is the meaning of what he said: \"You shall sit on twelve thrones, judging the twelve tribes of Israel\"? Answer. We find that this took place on earth when the Lord was taken up into the heavens. For he sent the Spirit, the Paraclete, to the twelve apostles, and the holy power, which came and took up its dwelling and sat on the thrones of their ideas. And when the bystanders said that these men were full of new wine, then Peter began to judge them, saying about Jesus: \"A man mighty in words and signs you crucified, hanging him on a tree.\" And see, there he works wonders: he splits the stones of the tombs and raises the dead. For it is written: \"In the last days I will pour out of my Spirit on all flesh, and your sons and your daughters shall prophesy.\" So they came to repentance, having been taught by God's chosen one.","f":"Ps.-Macarius, <i>Hom.</i> 6.6 (PG 34:522; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/6-6)."},"macarius-homiliae-spirituales/6.7":{"o":"Ὁρᾶς πῶς ἐφάνη ἀρχὴ κρίσεως; Ἐκεῖ γὰρ ἐφάνη κόσμος καινός. Ὧδε γὰρ ἐδόθη αὐτοῖς ἐξουσία καθεσθῆναι ἐν τῷ κόσμῳ τούτῳ, καὶ κρῖναι. Καίτοι μελλόντων αὐτῶν καθέζεσθαι καὶ ποιεῖν κρίσιν ἐπὶ τοῦ Πέτρου πολλοὶ, ὥστε γενέσθαι κόσμον καινὸν τῆς παρουσίας τοῦ Κυρίου ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, καὶ ὧδε γίγνεται, τοῦ ἁγίου Πνεύματος καθεσθέντος ἐν τοῖς θρόνοις τῶν νοημάτων αὐτῶν. Ἀλλὰ καὶ τὰ διαδήματα, ἅπερ λαμβάνουσιν οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι, οὐκ εἰσὶ κτίσματα. Καὶ οἱ λέγοντες, κακῶς λέγουσιν. Ἀλλὰ ταῦτα τὸ πνεῦμα μεταμορφούμενον ὑποδεικνύει. Τί λέγει ὁ ἀπόστολος Παῦλος περὶ τῆς Ἱερουσαλήμ τῆς ἐπουρανίου; ὅτι Αὐτή ἐστι μήτηρ πάντων ἡμῶν, ᾗ συνομολογοῦμεν. Περὶ δὲ τοῦ ἐνδύματος, ὃ φοροῦσιν οἱ Χριστιανοὶ, δηλονότι αὐτὸ τὸ Πνεῦμα ἀμφιάζει αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας. Ἀμήν.","t":"Do you see how the beginning of judgment appeared? For there a new world appeared. Here authority was given them to sit in this world and to judge. And although they are to sit and hold judgment — as many did in Peter's case — so that there may be a new world at the Lord's coming in the resurrection of the dead, yet it comes about here too, when the Holy Spirit is seated on the thrones of their ideas. Moreover, the diadems which Christians receive in that age are not created things; and those who say so, say wrongly. Rather, the Spirit, being transfigured, displays them. What does the apostle Paul say about the heavenly Jerusalem? That \"she is the mother of us all,\" as we confess together. And as for the garment which Christians wear, plainly the Spirit itself clothes them, in the name of the Father and of the Son and of the Holy Spirit, for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 6.7 (PG 34:522–523; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/6-7)."},"macarius-homiliae-spirituales/7.1":{"o":"Ὥσπερ ἐάν τις εἰσέλθῃ εἰς οἴκους βασιλικοὺς, καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀλλαχοῦ ἀλλὰ, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως, καὶ παρατεθῇ αὐτῷ ἐδέσματα καὶ πόματα ἡδύτατα, καὶ ἀναπαῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη· μετὰ ταῦτα δὲ ἀποσπασθῇ ἐκεῖθεν, καὶ εὐρεθῇ εἰς δυσώδεις τόπους ἀπαχθείς· ἢ ὥσπερ ἐάν τις ὡραιοτέρα κόρη, καὶ σοφωτέρα, καὶ πλουσιωτέρα ὑπὲρ πάσας, λάβῃ δὲ ἄνδρα πενιχρὸν, ταπεινὸν, καὶ δυσειδῆ, ἐνδεδυμένον ῥακώδη, καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα, καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα, καὶ ἐπιθῇ αὐτῷ διάδημα, καὶ γένηται αὐτῷ κοινωνική· λοιπὸν ἄρχεται ὁ πτωχὸς ἐκεῖνος πτοεῖσθαι καὶ λέγειν· Ἐμοὶ τῷ ταλαιπώρῳ, καὶ πτωχῷ, καὶ μετρίῳ, καὶ ταπεινῷ τοιαύτη κοινωνικὴ ἐδόθη; οὕτω καὶ ὁ Θεὸς τῷ ταλαιπώρῳ καὶ ταπεινῷ ἀνθρώπῳ ἐποίησεν. Ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τροφῆς ἡδυτάτης ἔδειξεν αὐτῷ δόξας, καὶ κάλλη βασιλικὰ ἄῤῥητα, ἐπουράνια· καὶ λοιπὸν συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου, πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει, εἴτε δυνάστας, εἴτε σοφοὺς, θησαυρὸν τὸν οὐράνιον ἀποβλέπων. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἀγάπη ἐστὶν, ἐδέξατο τὸ οὐράνιον καὶ θεῖον πῦρ τοῦ Χριστοῦ, καὶ ἀνεπάη, καὶ ἐχάρη, καὶ ἐκεῖ ἔστιν ἀποδεδεμένος.","t":"Homily 7. On the kindness of Christ toward man. The homily also contains some questions and answers.\n\nIt is as if a man were to enter a royal house and see the pictures and the beauties there, and in one place treasures laid up and in another other things, and were to recline at table with the king, and sweetest foods and drinks were set before him, and he found every kind of rest in the sights and the beauties; and afterwards he were dragged away from there and found himself carried off to foul places. Or as if some girl, more beautiful and wiser and richer than all others, were to take a poor husband, lowly and ill-favoured and clothed in rags, and were to strip off his filthy clothes and put a royal robe on him and set a diadem upon him, and become his partner: then that poor man begins to be astonished and to say, \"To me, wretched and poor and of no account and lowly, has such a partner been given?\" So God has done for the wretched and lowly man. He gave him a taste of another age, of another sweetest food; he showed him glories and royal beauties, unspeakable and heavenly. And thereafter, comparing those spiritual things with the things of this age, he throws them all away, whether he looks at a king or at rulers or at wise men, since he is looking at the heavenly treasure. For since God is love, he received the heavenly and divine fire of Christ and found rest and rejoiced, and there he is bound fast.","f":"Ps.-Macarius, <i>Hom.</i> 7.1 (PG 34:523–524; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/7-1)."},"macarius-homiliae-spirituales/7.2":{"o":"Ερώτησις. Εἰ σύνεστιν ὁ Σατανᾶς τῷ Θεῷ, εἴτε ἐν τῷ ἀέρι, εἴτε ἐν τοῖς ἀνθρώποις; Ἀπόκρισις. Εἰ ὁ ἥλιος οὗτος κτίσμα ὤν, καταλάμπων εἰς τόπους βορβορώδεις, οὐ βλάπτεται, πόσῳ μᾶλλον τὸ θεῖον, συνὸν τῷ Σατανᾷ, οὔτε ῥυποῦται, οὔτε μιαίνεται; ἐπέτρεψε δὲ εἶναι τὸ κακὸν εἰς γυμνασίαν τῶν ἀνθρώπων πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται, καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ Θεοῦ. Εἰ δὲ λέγει τις, ἴδιον τόπον ἔχειν τὸν Σατανᾶν, καὶ ἴδιον τὸν Θεὸν, ποιεῖ αὐτὸν καὶ περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον ἔνθα κατοικεῖ ὁ Πονηρός. Πῶς δὲ λέγομεν τὸ ἀγαθὸν ἀπερίγραπτον εἶναι, καὶ ἀκατάληπτον, καὶ τὰ πάντα ἐν αὐτῷ εἶναι, καὶ μὴ μιαίνεσθαι τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοῦ; Μὴ γὰρ, ἐπειδὴ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ τὰ ὄρη ἐν αὐτῷ εἰσι τῷ Θεῷ, καὶ δι᾿ αὐτοῦ συνέστηκε, μὴ καὶ αὐτὰ Θεὸς ἐγένετο; Τὰ δημιουργήματα εἰς τὴν ἰδίαν τάξιν πέπηγται, καὶ ὁ δημιουργὸς ὁ συνὼν τοῖς κτίσμασι, Θεός ἐστιν.","t":"Question. Is Satan present with God, whether in the air or in men? Answer. If this sun, being a created thing, shining into miry places, is not harmed, how much more is the divine, though present with Satan, neither soiled nor defiled? He has allowed evil to exist for the training of men; but evil has been darkened and blinded, and cannot see the pure and subtle nature of God. And if anyone says that Satan has his own place and God has his own, he makes God also circumscribed within that place where the evil one dwells. But how do we say that the Good is uncircumscribed and incomprehensible, and that all things are in him, and that the Good is not defiled by evil? For since the heaven and the sun and the mountains are in God himself and hold together through him, have they therefore become God? Created things are fixed in their own rank, and the Creator who is present with the creatures is God.","f":"Ps.-Macarius, <i>Hom.</i> 7.2 (PG 34:524–525; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/7-2)."},"macarius-homiliae-spirituales/7.3":{"o":"Ερώτησις. Ἐπειδὴ ἡ ἁμαρτία μεταμορφοῦται εἰς ἄγγελον φωτὸς, καὶ παρομοία τῆς χάριτός ἐστι, πῶς ἂν νοήσῃ ὁ ἄνθρωπος τὰς μεθοδείας τοῦ διαβόλου; καὶ πῶς δέξεται καὶ διακρινεῖ τὰς τῆς χάριτος; Ἀπόκρισις. Τὰ τῆς χάριτος χαρὰν ἔχει, εἰρήνην ἔχει, ἀγάπην ἔχει, ἀλήθειαν ἔχει. Αὕτη ἡ ἀλήθεια ἀναγκάζει τὸν ἄνθρωπον ἀλήθειαν ἐπιζητεῖν· τὰ δὲ τῆς ἁμαρτίας εἴδη ἐστὶ τεταραγμένα, καὶ οὐκ ἔχει ἀγάπην καὶ χαρὰν πρὸς τὸν Θεόν. Ὥσπερ γάρ ἐστιν ἡ πικρὶς ὁμοία τῆς θρίδακος, τὸ μὲν ἓν γλυκὺ, τὸ δὲ ἓν πικρόν· καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί ἐστιν ὅμοια ἀληθείας, καὶ ἔστιν αὐτὴ ἡ ὑπόστασις τῆς ἀληθείας. Οἷόν ἐστιν ἡ αὐγὴ τοῦ ἡλίου, καὶ αὐτὸς ὁ κύκλος, καὶ ἄλλως ἡ αὐγὴ φαίνει, καὶ ἄλλως τὸ φῶς, τὸ ἀποκείμενον ἐν τῷ κύκλῳ. Ἔστι λύχνος ἅπτων εἰς οἶκον· ἄλλη ἐστὶν ἡ αὐγὴ ἡ πανταχοῦ λάμπουσα, καὶ ἄλλο ἐστὶ τὸ φῶς, τὸ ἐν αὐτῷ τῷ λύχνῳ, λαμπρότερον καὶ φαιδρότερον. Οὕτως ἐστί τινα τῆς χάριτος, ὅτε μακρόθεν αὐτοῦ ὡς ὁράσεις τινὰς βλέπει ὁ ἄνθρωπος, καὶ χαίρει εἰς αὐτὰς τὰς ὀράσεις, καὶ ἔστιν ἄλλος, ὅτε εἰσέρχεται εἰς αὐτὸν ἡ δύναμις τοῦ Θεοῦ, καὶ κατέχει αὐτοῦ τὰ μέλη καὶ τὴν καρδίαν, καὶ αἰχμαλωτίζει τὸν νοῦν εἰς ἀγάπην Θεοῦ. Ὅτε τὸν Πέτρον ἐκράτησαν, καὶ ἔβαλον εἰς φυλακήν, ὡς δ᾽ ἦν ἐγκεκλεισμένος, ἦλθεν ἄγγελος, καὶ ἔῤῥηξε τὰ δεσμὰ αὐτοῦ, καὶ ἐξέβαλεν αὐτὸν, καὶ αὐτὸς ὥσπερ ἐν ἐκστάσει ὢν, ἐνόμιζεν ὅραμα εἶναι.","t":"Question. Since sin transforms itself into an angel of light and is like grace, how is a man to understand the devices of the devil? And how is he to receive and discern the things of grace? Answer. The things of grace have joy, have peace, have love, have truth. This truth compels a man to seek truth; but the forms of sin are disturbed and have no love and joy toward God. For as the wild lettuce is like the garden lettuce, the one sweet and the other bitter, so in grace itself there are things that resemble truth, and there is the substance of truth itself. It is like the brightness of the sun and the disc itself: the brightness shines in one way, and in another the light that is stored in the disc. There is a lamp burning in a house: the brightness that shines everywhere is one thing, and the light in the lamp itself, brighter and clearer, is another. So there are certain things of grace which a man sees from afar, as it were, as visions, and he rejoices in those visions; and there is another state, when the power of God enters into him and takes hold of his members and his heart, and takes the mind captive into the love of God. When they seized Peter and put him in prison, and while he was shut in, an angel came and broke his chains and brought him out; and he, as though in a trance, thought it was a vision.","f":"Ps.-Macarius, <i>Hom.</i> 7.3 (PG 34:525–526; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/7-3)."},"macarius-homiliae-spirituales/7.4":{"o":"Ἐρώτησις. Καὶ πῶς πίπτουσιν οἱ ἐνεργούμενοι ὑπὸ χάριτος Θεοῦ; Ἀπόκρισις. Αὐτοὶ οἱ λογισμοὶ οἱ καθαροὶ ἐν τῇ ἰδίᾳ φύσει ὀλισθαίνουσι καὶ πίπτουσιν. Ἄρχεται γὰρ ἐπαίρεσθαι, κατακρίνειν, καὶ λέγειν· Σὺ ἁμαρτωλὸς εἶ, ἔχειν δ᾽ ἑαυτὸν δίκαιον. Οὐκ οἶδας τί λέγει ὁ Παῦλος; Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατὰν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ἔχει γὰρ ἡ καθαρὰ φύσις τὸ ὑπεραίρεσθαι.","t":"Question. And how do those who are worked upon by the grace of God fall? Answer. The pure thoughts themselves, in their own nature, slip and fall. For a man begins to be exalted, to condemn and to say, \"You are a sinner,\" and to hold himself righteous. Do you not know what Paul says? \"There was given me a thorn in the flesh, an angel of Satan, to buffet me, so that I might not be exalted.\" For the pure nature has in it the capacity to be exalted.","f":"Ps.-Macarius, <i>Hom.</i> 7.4 (PG 34:526; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/7-4)."},"macarius-homiliae-spirituales/7.5":{"o":"Ερώτησις. Εἰ δύναταί τις διὰ τοῦ φωτὸς ἰδεῖν τὴν ἑαυτοῦ ψυχὴν, ἐπειδή τινες τὴν ἀποκάλυψιν ἀναιροῦσι, καὶ λέγουσι, διὰ γνώσεως καὶ αἰσθήσεως εἶναι τὴν ὅρασιν Απόκρισις. Ἔστιν αἴσθησις, καὶ ἔστιν ὄρασις, καὶ ἔστι φωτισμός. Καὶ οὗτος ὁ ἔχων τὸν φωτισμὸν, μείζων ἐστὶ τοῦ ἔχοντος τὴν αἴσθησιν. Ἐφωτίσθη γὰρ ὁ νοῦς αὐτοῦ, ὡς ὅτι μερίδα τινὰ μείζονα ἔλαβε παρὰ τὸν τὴν αἴσθησιν ἔχοντα, ἐπειδὴ εἶδεν ἐν ἑαυτῷ τινα πληροφορίαν ὁράσεων. Πλὴν ἄλλο ἐστὶν ἀποκάλυψις, ὅτε πράγματα μεγάλα καὶ μυστήρια Θεοῦ ἀποκαλύπτεται τῇ ψυχῇ.","t":"Question. Can a man see his own soul by means of the light, since some do away with revelation and say that the seeing is by knowledge and perception? Answer. There is perception, and there is seeing, and there is illumination. And the man who has the illumination is greater than the man who has the perception. For his mind has been enlightened, in that he has received a greater portion than the man who has perception, since he has seen in himself a certain full assurance of visions. But revelation is something else again, when great matters and the mysteries of God are revealed to the soul.","f":"Ps.-Macarius, <i>Hom.</i> 7.5 (PG 34:526; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/7-5)."},"macarius-homiliae-spirituales/7.6":{"o":"Ερώτησις. Εἰ βλέπει τις δι' ἀποκαλύψεως καὶ φωτὸς θεϊκοῦ τὴν ψυχήν; ᾿Απόκρισις. Ὥσπερ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταύτην ὀλίγοι ὁρῶσι Χριστιανοί.","t":"Question. Does a man see the soul by revelation and divine light? Answer. As these eyes see the sun, so those who have been enlightened see the image of the soul; but few Christians see it.","f":"Ps.-Macarius, <i>Hom.</i> 7.6 (PG 34:527; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/7-6)."},"macarius-homiliae-spirituales/7.7":{"o":"Ερώτησις. Εἰ ἔχει μορφὴν ἡ ψυχή; ᾿Απόκρισις. Ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ. Ὥσπερ γὰρ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφὴν, καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἔχει εἰκόνα, οὕτω καὶ ὁ ἔσω εἰκόνα ἔχει ὁμοίαν τῷ ἀγγέλῳ καὶ τῷ ἔξω ἀνθρώπῳ μορφήν.","t":"Question. Has the soul a form? Answer. It has an image and a form resembling the angel. For as the angels have an image and a form, and as the outer man has an image, so the inner man also has an image resembling the angel, and a form like that of the outer man.","f":"Ps.-Macarius, <i>Hom.</i> 7.7 (PG 34:527; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/7-7)."},"macarius-homiliae-spirituales/7.8":{"o":"Ερώτησις. Εἰ ἄλλο ἐστὶν ὁ νοῦς, καὶ ἄλλο ἡ ψυχή; ᾿Απόκρισις. Ὥσπερ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα εἷς ἄνθρωπος λέγεται, οὕτω καὶ μέλη ψυχῆς εἰσι πολλὰ, νοῦς, συνείδησις, θέλημα, λογισμοὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι, ἀλλὰ ταῦτα πάντα εἰς ἕνα λογισμόν εἰσιν ἀποδεδεμένα, καὶ μέλη ἐστὶ ψυχὴ, ὁ ἔσω ἄνθρωπος. Ὥσπερ δὲ οἱ ἔξωθεν ὀφθαλμοὶ προβλέπουσι μακρόθεν τὰς ἀκάνθας, καὶ τοὺς κρημνοὺς, καὶ τοὺς βόθρους· οὕτω καὶ ὁ νοῦς προβλέπει, γρήγορος ὤν, τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας, καὶ τὰς ἐπισκευὰς, καὶ προασφαλίζεται τὴν ψυχὴν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς. Δόξαν οὖν ἀναπέμψωμεν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.","t":"Question. Is the mind one thing and the soul another? Answer. As the members of the body, being many, are called one man, so the members of the soul also are many — mind, conscience, will, thoughts accusing and defending — but all these are bound together into one reasoning faculty; and they are members, and the soul is the inner man. And as the outer eyes see the thorns and the cliffs and the pits from afar, so the mind, being wakeful, sees beforehand the devices and the contrivances of the opposing power and guards the soul beforehand, being the eye of the soul. Let us then send up glory to the Father and the Son and the Holy Spirit, for ever and ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 7.8 (PG 34:527; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/7-8)."},"macarius-homiliae-spirituales/8.1":{"o":"Εἰσέρχεταί τις κλίναι γόνυ, καὶ ἡ καρδία αὐτοῦ πληροῦται τῆς θείας ἐνεργείας, καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ Κυρίου, ὡς νυμφίου, κατὰ τὸν λόγον Ἡσαΐου τοῦ προφήτου λέγοντος Ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπί σοι· καὶ συμβαίνει, ὅτι ἀσχολούμενος πᾶσαν ἡμέραν, οὗτος ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν, καὶ ἁρπάζεται εἰς προσευχὴν ὁ ἔσω ἄνθρωπος, εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος, ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον, καὶ ἡρπασμένον ἐκεῖ· ὥστε κατ' ἐκεῖνον τὸν καιρὸν λήθην ἐγγενέσθαι τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς, καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα, ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατα, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν, Ὡς εἴθε συναπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ.","t":"Homily 8. On the things that happen to Christians while they pray, and on the measures of perfection: whether Christians can come to the perfect measure.\n\nA man goes in to bend the knee, and his heart is filled with the divine working, and his soul rejoices with the Lord as with a bridegroom, according to the word of the prophet Isaiah, who says, \"As a bridegroom rejoices over a bride, so will the Lord rejoice over you.\" And it happens that a man who is occupied all day gives himself in one hour to prayer, and the inner man is snatched up in prayer into the boundless depth of that other age, in great sweetness, so that the mind is amazed, being wholly lifted up and snatched away there. So that at that time forgetfulness comes upon the thoughts of the earthly mind, because the thoughts have been filled and taken captive into divine and heavenly things, into endless and incomprehensible matters, into certain wonders impossible to express with a human mouth; so that at that hour he prays and says, \"Would that my soul had departed along with my prayer.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 8.1 (PG 34:528; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/8-1)."},"macarius-homiliae-spirituales/8.2":{"o":"Ερώτησις. Εἰ πάντοτε εἰσέρχεταί τις εἰς ἐκεῖνα τὰ πράγματα Ἀπόκρισις. Ἡ μὲν χάρις ἀδιαλείπτως σύνεστι καὶ ἐῤῥίζωται, καὶ ἐζύμωται ἐκ νέας ἡλικίας, καὶ ὡς φυσικὸν καὶ πηκτὸν ἐγένετο, αὐτὸ τὸ συνὸν τῷ ἀνθρώπῳ ὡς μία οὐσία· πολυτρόπως δὲ, ὡς θέλει πρὸς τὸ συμφέρον, οἰκονομεῖ τὸν ἄνθρωπον, ποτὲ μὲν πλέον ἐκκαίεται καὶ ἅπτεται τὸ πῦρ· ποτὲ δὲ ὡς μαλθακώτερον καὶ πραότερον, καὶ αὐτὸ τὸ φῶς κατὰ καιρούς τινας πλέον ἐξάπτεται καὶ λάμπει, ποτὲ δὲ ὑποστέλλεται, καὶ στυγνάζει, καὶ αὐτὴ ἡ λαμπάς πάντοτε καιομένη καὶ λάμπουσα, ὅταν φαιδρυνθῇ πλέον ἐν μέθῃ ἐξάπτεται τῆς ἀγάπης τοῦ Θεοῦ αὖθις δὲ κατ' οἰκονομίαν ἐκδίδωσι, καίτοι συνὸν τὸ φῶς ἀμβλύτερόν ἐστι.","t":"Question. Does a man always enter into those things? Answer. Grace is present unceasingly and is rooted and has leavened a man from his youth, and has become as something natural and fixed, the very thing that is present with the man, as one substance. But it manages the man in many ways, as it wills, for his profit: sometimes the fire burns and kindles more; sometimes it is as if softer and gentler. And the light itself at certain times blazes up more and shines, and at other times it draws back and grows dim. And the lamp itself, always burning and shining, when it is made brighter blazes up in a drunkenness of the love of God; and again, by dispensation it gives way, and though the light is present, it is dimmer.","f":"Ps.-Macarius, <i>Hom.</i> 8.2 (PG 34:528–529; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/8-2)."},"macarius-homiliae-spirituales/8.3":{"o":"Πλὴν ἐπεφάνη τισὶ τὸ σημεῖον τοῦ σταυροῦ διὰ φωτὸς, καὶ προσεπάγη τῷ ἔσω ἀνθρώπῳ, ἄλλοτε πάλιν ἐν τῇ εὐχῇ, ὡς ἐν ἐκστάσει γέγονεν ὁ ἄνθρωπος, καὶ εὑρέθη εἰς θυσιαστήριον ἑστὼς ἐν ἐκκλησίᾳ, καὶ προσηνέχθησαν τῷ τοιούτῳ ἄρτοι τρεῖς ὡς δι' ἐλαίου ἐζυμωμένοι, καὶ ὅσον ἤσθιεν, ἐκεῖνο πλέον ηὔξανε καὶ ἐμηκύνετο, ἄλλοτε πάλιν ὥσπερ ἔνδυμά τι φωτεινὸν, οἷον οὐκ ἔστιν ἐπὶ τῆς γῆς εἰς τὸν αἰῶνα τοῦτον, οὔτε ὑπὸ ἀνθρωπίνων χειρῶν δυνατὸν κατασκευασθῆναι. Ὃν γὰρ τρόπον εἰς τὸ ὄρος ἀνελθὼν ὁ Κύριος μετὰ Ἰωάννου καὶ Πέτρου, μετήμειψεν αὐτοῦ τὰ ἱμάτια καὶ ἐξαστράψαι πεποίηκεν· οὕτως ἦν τὸ ἔνδυμα ἐκεῖνο, καὶ ἐθαύμασε, καὶ ἐθαμβεῖτο ὁ ἐκδεδυμένος ἄνθρωπος· ἐν ἄλλῳ δὲ καιρῷ αὐτὸ τὸ φῶς ἐν τῇ καρδίᾳ φαῖνον, ἤνοιγε τὸ ἐνδότερον καὶ βαθύτερον, καὶ ἀπόκρυφον φῶς, ὥστε ὅλον τὸν ἄνθρωπον καταποθέντα εἰς ἐκείνην τὴν γλυκύτητα καὶ θεωρίαν, μηκέτι ἔχειν ἑαυτὸν, ἀλλ' εἶναι ὡς μωρὸν καὶ βάρβαρον τῷ κόσμῳ τούτῳ, διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην καὶ γλυκύτητα, διὰ τὰ ἀπόκρυφα μυστήρια· ὥστε τὸν ἄνθρωπον κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐλευθερωθέντα φθάσαι εἰς τὰ τέλεια μέτρα, καὶ εἶναι καθαρὸν καὶ ἐλεύθερον ἐκ τῆς ἁμαρτίας· ἀλλὰ μετὰ ταῦτα ὑπέστειλεν ἡ χάρις, καὶ ἦλθε τὸ κάλυμμα τῆς ἐναντίας δυνάμεως· φαίνεται δέ πως μερικῶς, καὶ ἔστη εἰς ἕνα βαθμὸν τὸν κατώτερον τῆς τελειότητος.","t":"Moreover, the sign of the cross has appeared to some by means of light and has been fixed upon the inner man. At another time again, in prayer, a man has been as it were in a trance and has found himself standing at an altar in a church, and three loaves were set before him, leavened as it were with oil; and the more he ate, the more they grew and increased. At another time again, there was as it were a garment of light, such as does not exist on the earth in this age, nor can be made by human hands. For in the way that the Lord, when he went up the mountain with John and Peter, changed his garments and made them flash like lightning, so was that garment; and the man who was clothed in it marvelled and was amazed. At another time the light itself, shining in the heart, opened the inner and deeper and hidden light, so that the whole man was swallowed up in that sweetness and contemplation and no longer had command of himself, but was as a fool and a foreigner to this world, because of the surpassing love and sweetness, because of the hidden mysteries; so that the man at that time, being set free, reached the perfect measures and was pure and free from sin. But after this grace drew back, and the veil of the opposing power came; and it appears in some partial way, and he stood at a degree one step below perfection.","f":"Ps.-Macarius, <i>Hom.</i> 8.3 (PG 34:529–530; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/8-3)."},"macarius-homiliae-spirituales/8.4":{"o":"Ὡς, ἵνα εἴπωμεν, χρὴ δώδεκα βαθμοὺς παρελθεῖν τινα, καὶ φθάσαι εἰς τὴν τελειότητα. Ἐν καιρῷ τις ἔφθασε καταλαβεῖν ἐκεῖνο τὸ μέτρον, καὶ εἰσῆλθεν εἰς τὴν τελειότητα· πάλιν ἐνδίδωσιν ἡ χάρις, καὶ κατέρχεται παρ᾽ ἕνα βαθμὸν, καὶ ἑστήκει εἰς τοὺς ἕνδεκα. Εἷς δέ τις πλούσιος ἐν τῇ χάριτι, πάντοτε νυκτὸς καὶ ἡμέρας, εἰς τὰ τέλεια μέτρα ἕστηκεν, ὢν ἐλεύθερος καὶ καθαρὸς, πάντοτε αἰχμάλωτος καὶ μετέωρος. Καὶ νῦν ᾧ ἐδείχθη ἐκεῖνα τὰ θαυμάσια, καὶ ὧν πεῖραν ἔλαβεν ὁ ἄνθρωπος, εἰ συνῆν αὐτῷ πάντοτε, οὐκ ἐδύνατο τὴν οἰκονομίαν τοῦ λόγου ἢ τὸ βάρος ὑποδέξασθαι, οὔτε ἠνείχετο ἀκούειν ἢ μεριμνᾶν εἰς τὸ τυχὸν, περὶ ἑαυτοῦ, οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον καθῆσθαι ἐν μιᾷ γωνίᾳ μετέωρον, καὶ μεμεθυσμένον. Ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδόθη, ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν, καὶ εἰς τὴν διακονίαν τοῦ λόγου, πλὴν τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, καὶ νενίκηται ὁ θάνατος. Τὰ δὲ πράγματα οὕτως ἐστίν. Ὡς γνοφώδης τις δύναμις ἐπίκειται καὶ σκεπάζει ἑλαφρῶς ὡς ἀὴρ παχὺς, καίτοι πάντοτε τῆς λαμπάδος καιομένης καὶ φαινούσης· οὕτως ἐπίκειται ἐκείνῳ τῷ φωτὶ κάλυμμα. Ὅθεν ὁμολογεῖ οὗτος, ὅτι οὐκ ἔστι τέλειος, οὐδὲ ἐλεύθερος τὸ ὅλον ἐκ τῆς ἁμαρτίας. Ὥστε εἰπεῖν, ὅτι διαλέλυται καὶ τέθραυσται τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ πάλιν ἔν τινι οὐ διαλέλυται τὸ ὅλον, οὔτε πάντοτε. Ἔστι γὰρ καιρὸς ὅτε πλέον ἐξάπτει, καὶ παρακαλεῖ, καὶ ἀναπαύει· ἔστι καιρὸς, ὅτε ὑποστέλλεται καὶ στυγνάζει, ὡς αὐτὴ ἡ χάρις οἰκονομεῖ πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ. Τίς δὲ ὁ ἐλθὼν εἰς τὸ μέτρον τὸ τέλειον ἐν καιροῖς, καὶ γευσάμενος, καὶ πεῖραν ἔχων ἐκείνου τοῦ αἰῶνος; ᾿Ακμὴν γὰρ οὐδένα εἶδον τέλειον ἄνθρωπον Χριστιανὸν, ἢ ἐλεύθερον· ἀλλ᾽ εἰ καὶ ἀναπαύεταί τις ἐν τῇ χάριτι, καὶ εἰσέρχεται εἰς μυστήρια καὶ ἀποκαλύψεις, καὶ εἰς ἡδύτητα πολλὴν τὴν χάριτος, ὅμως καὶ ἡ ἁμαρτία σύνεστιν ἀκμὴν ἔσω· αὐτοὶ δὲ, διὰ τὴν ὑπερβάλλουσαν χάριν καὶ τὸ ἐν αὐτοῖς φῶς, νομίζουσιν ἐλεύθεροι εἶναι καὶ τέλειοι, παρὰ ἀπειρίαν σφαλλόμενοι, ἐπειδὴ ἔχουσιν ἐνέργειαν τῆς χάριτος, ἀκμὴν δὲ οὐδένα εἶδον ἐλεύθερον. Ἐπειδὴ κἀγὼ μερικῶς ἐν καιροῖς τισιν, εἰσῆλθον εἰς ἐκεῖνο τὸ μέτρον, καὶ οἶδα καταμαθὼν, πῶς οὐκ ἔστι τέλειος ὁ ἄνθρωπος.","t":"Suppose, so to speak, that a man must pass twelve degrees and so reach perfection. At one time a man reached and grasped that measure and entered into perfection; then grace gives way, and he comes down one degree and stands at the eleventh. But a man rich in grace stands always, night and day, at the perfect measures, being free and pure, always a captive and lifted up. And now, as for those wonders which were shown him and of which the man had experience: if they had been with him always, he could not have taken up the stewardship of the word or borne the weight of it, nor could he have endured to listen or to take thought for anything whatever, either about himself or about the morrow, but only to sit in one corner, lifted up and drunk. So the perfect measure was not given, in order that he might be free to take thought for the brothers and for the ministry of the word. Yet the middle wall of the partition has been broken down, and death has been conquered.\n\nBut the matter stands thus. A kind of murky power lies upon him and covers him lightly, like a thick air, even though the lamp is always burning and shining; so a veil lies upon that light. Therefore such a man confesses that he is not perfect, nor wholly free from sin. So that one may say that the middle wall of the partition has been broken down and shattered, and again, in some respect, it has not been wholly broken down, nor always. For there is a time when it blazes up more and comforts and gives rest, and a time when it draws back and grows dim, as grace itself manages for the man's profit. And who is the man who has come at times to the perfect measure and has tasted and has experience of that age? For I have not yet seen any perfect Christian man, or free. But even if a man rests in grace and enters into mysteries and revelations and into great sweetness of grace, still sin is present within even then. And such men, because of the surpassing grace and the light in them, suppose that they are free and perfect, being deceived through inexperience, since they have the working of grace; yet I have not yet seen anyone free. Since I too, in part, at certain times entered into that measure, and I know, having learned it, how a man is not perfect.","f":"Ps.-Macarius, <i>Hom.</i> 8.4 (PG 34:530–531; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/8-4)."},"macarius-homiliae-spirituales/8.6":{"o":"Ἐρώτησις. Εἰπὲ ἡμῖν σὺ, ἐν ποίοις εἶ μέτροις; Ἀπόκρισις. Μετὰ τὸ σημεῖον τοῦ σταυροῦ, νῦν ἡ χάρις οὕτως ἐνεργεῖ καὶ εἰρηνεύει ὅλα τὰ μέλη καὶ τὴν καρδίαν, ὥστε τὴν ψυχὴν ἐκ τῆς πολλῆς χαρᾶς ὡς παιδίον ἄκακον φαίνεσθαι, καὶ οὐκέτι κατακρίνει ὁ ἄνθρωπος Ἕλληνα ἢ Ἰουδαῖον, ἢ ἁμαρτωλὸν, ἢ κοσμικόν ἀλλ᾽ ὁ ἔσω ἄνθρωπος καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾷ, καὶ χαίρει ὁ ἄνθρωπος ἐπὶ ὅλῳ τῷ κόσμῳ, καὶ πάντως θέλει προσκυνεῖν καὶ ἀγαπᾶν Ἕλληνας καὶ Ἰουδαίους. Ἄλλῃ ὥρᾳ υἱὸς βασιλέως οὕτω θαῤῥεῖ τῷ Υἱῷ τοῦ Θεοῦ ὡς πατρὶ, καὶ ἀνοίγονται αὐτῷ θύραι, καὶ εἰσέρχεται ἔνδον εἰς πολλὰς μονάς, καὶ ὅσον εἰσέρχεται, πάλιν ἀνοίγονται αὐτῷ πρὸς λόγον, ἀπὸ ἑκατὸν μονῶν εἰς ἄλλας ἑκατὸν μονὰς, καὶ πλουτεῖ καὶ ὅσῳ πλουτεῖ, πάλιν ἄλλα καινότερα θαυμάσια δείκνυται αὐτῷ. Καὶ ἐμπιστεύεται ὡς υἱῷ, καὶ κληρονόμῳ πράγματα μὴ δυνάμενα ῥηθῆναι ἢ διαρθρωθῆναι ὑπὸ φύσεως ἀνθρωπίνης, ἢ στόματι καὶ γλώσσῃ. Δόξα τῷ Θεῷ. ᾿Αμήν.","t":"Question. Tell us yourself, in what measures are you? Answer. After the sign of the cross, grace now works in such a way and brings peace to all the members and to the heart, so that the soul, out of great joy, appears like an innocent child; and the man no longer condemns a Greek or a Jew or a sinner or a worldly man, but the inner man sees all with a pure eye, and the man rejoices over the whole world, and altogether wishes to reverence and to love Greeks and Jews. At another hour, like a king's son, he has such confidence toward the Son of God as toward a father; and doors are opened to him, and he enters within into many dwellings, and the further he enters, the more are opened to him in proportion — from a hundred dwellings into another hundred dwellings; and he grows rich, and the richer he grows, the more new wonders are shown him. And there are entrusted to him, as to a son and an heir, things that cannot be spoken or articulated by human nature, or by mouth and tongue. Glory be to God. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 8.6 (PG 34:531–532; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/8-6)."},"macarius-homiliae-spirituales/9.1":{"o":"Ἡ τοῦ Θεοῦ πνευματικὴ τῆς χάριτος ἐνέργεια ἐν ψυχῇ γιγνομένη, μετὰ πολλῆς μακροθυμίας, καὶ σοφίας, καὶ οἰκονομίας νοὸς μυστικῆς κατεργάζεται, καὶ μετὰ πολλῆς ὑπομονῆς χρόνοις καὶ καιροῖς τοῦ ἀνθρώπου ἀγωνιζομένου· καὶ τότε τὸ ἔργον τῆς χάριτος τέλειον εἰς αὐτὸν ἀποδείκνυται, τῆς αὐτεξουσίου προαιρέσεως μετὰ πολλῆς δοκιμασίας εὐαρέστου τῷ Πνεύματι ἀποδειχθείσης, καὶ διὰ χρόνων τὴν δοκιμὴν καὶ τὴν ὑπομονὴν ἐπιδειξαμένου. Ταύτην δὲ τὴν ἀκολουθίαν ἀπὸ τῶν θεοπνεύστων Γραφῶν διὰ τῶν ἐν φανερῷ γεγενημένων τύπων παραστήσωμεν.","t":"Homily 9. That the promises and prophecies of God are fulfilled through testing and trial of every kind, and that we are redeemed from the temptations of the evil one by persevering with God alone.\n\nThe spiritual working of the grace of God, when it comes to be in a soul, is brought about with much long-suffering and wisdom and a mystical ordering of the mind, and with much endurance, while the man strives through times and seasons. And then the work of grace is shown to be perfect in him, when his free choice has been shown by much testing to be well pleasing to the Spirit, and when through long times he has displayed his proven character and his endurance. Let us set out this order from the God-inspired Scriptures, by means of the types that took place openly.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.1 (PG 34:532–533; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-1)."},"macarius-homiliae-spirituales/9.10":{"o":"Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς, καὶ τῆς ἐπουρανίου τοῦ Πνεύματος ἀγάπης, οὐκ ἐνδέχεται τινα εὑρεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας, πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἐπιδῷ, καὶ πασῶν ὑλικῶν καὶ περισπασμῶν γηΐνων ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ὅλος ἀσχοληθῆναι δυνηθῇ, διὰ πασῶν ἐντολῶν ταῦτα κατευθύνων, ἵνα ὅλη ἡ μέριμνα, καὶ ἡ ζήτησις, καὶ ὁ περισπασμὸς, καὶ ἡ ἀσχολία τῆς ψυχῆς περὶ τὴν ἔρευναν τῆς νοερᾶς οὐσίας ᾖ, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἀρετῶν ἐντολαῖς, καὶ τῷ ἐπουρανίῳ τοῦ Πνεύματος κόσμῳ, καὶ τῇ κοινωνίᾳ τῆς τοῦ Χριστοῦ καθαρότητος καὶ ἁγιασμοῦ, ἵνα τις πᾶσιν ἀποταξάμενος, καὶ πάντα ἑαυτοῦ περικόψας τὰ τῆς ὕλης καὶ γῆς ἐμπόδια, καὶ σαρκικῆς ἀγάπης, ἢ προσπαθείας γονέων, ἢ συγγενῶν ἐκτὸς γενόμενος, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι, ἢ περισπασθῆναι, οἷον ἢ ἀρχῇ, ἢ δόξῃ, ἢ τιμαῖς, ἢ φιλίαις σαρκικαῖς κόσμου, ἢ ἑτέραις τισὶ φροντίσι γηΐναις, ἀλλ᾿ ὅλος ἐξ ὅλου περὶ τὴν ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλίψιν ὁ νοῦς ἀναλάβῃ, καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ὑπομένῃ, καθώς φησιν ὁ Κύριος· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ πάλιν· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.","t":"But a man cannot find the gaining of his own soul and of the heavenly love of the Spirit unless he makes himself a stranger to all the things of this age and gives himself to the search for the love of Christ, and his mind comes to be outside all material things and earthly distractions, so that he may be able to be wholly occupied with the one aim, directing all this through all the commandments; so that the soul's whole care and search and concern and occupation may be about the examination of her own spiritual substance — how she must be adorned with the commandments of the virtues and with the heavenly adornment of the Spirit and with fellowship in the purity and sanctification of Christ. So that a man, having renounced everything and cut away from himself all the hindrances of matter and earth, and having come to be outside fleshly love or attachment to parents or kinsmen, may not allow his mind to be occupied or distracted with anything else — with rule, say, or glory or honours or fleshly friendships of the world or any other earthly concerns — but may take up wholly and altogether the care and the pain of the mind about the search for the spiritual substance of the soul, and may endure wholly and altogether in the expectation and awaiting of the Spirit's visitation, as the Lord says: \"In your endurance gain your souls\"; and again, \"Seek the kingdom of God, and all these things will be added to you.\"","f":"Ps.-Macarius, <i>Hom.</i> 9.10 (PG 34:537–538; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-10)."},"macarius-homiliae-spirituales/9.11":{"o":"Γένοιτο δὲ, ἵνα οὕτω τις ἀγωνιζόμενος καὶ πάντοτε προσέχων ἑαυτῷ, εἴτε ἐν ὑπακοῇ, εἴτε ἐν ἔργῳ οἰῳδήποτε κατὰ Θεὸν γινομένῳ, τὸ σκότος τῶν πονηρῶν δαιμόνων ἀποφυγεῖν δυνηθῇ. Ὁ γὰρ νοῦς τῆς ἑαυτοῦ ἐρεύνης, καὶ τῆς πρὸς Κύριον ζητήσεως ἐκτὸς μὴ γινόμενος, τὴν ἑαυτοῦ ψυχὴν κτήσασθαι δύναται οὖσαν ἐν ἀπωλείᾳ παθῶν, τῷ πρὸς Κύριον ἀεὶ βίᾳ καὶ προθυμίᾳ αἰχμαλωτίζειν ἑαυτὸν, καὶ αὐτῷ μόνῳ προσκολλᾶσθαι, καθὼς εἴρηται· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος, καὶ πόθου, καὶ ζητήσεως ὁ νοῦς καταξιωθῇ γενέσθαι μετὰ τοῦ Κυρίου εἰς ἓν πνεῦμα τῆς δωρεᾶς καὶ χάριτος τοῦ Χριστοῦ, ἀναπαυσάμενος ἐν τῷ ἀγγείῳ τῆς ψυχῆς, εἰς πᾶν ἔργον ἀγαθὸν προευτρεπισαμένης αὐτῆς, καὶ οὐκ ἐνυβριζούσης τὸ τοῦ Κυρίου Πνεῦμα ἐν τοῖς ἰδίοις θελήμασι, καὶ τοῖς τοῦ αἰῶνος τούτου ῥεμβασμοῖς, ἢ δόξαις, ἢ ἀρχαῖς ἢ ἰδιογνωμοσύναις, ἢ ἡδοναῖς σαρκικαῖς, καὶ τῶν πονηρῶν ἀνθρώπων συνδυασμοῖς, καὶ κοινωνίαις.","t":"May it be granted that a man striving in this way, and always attending to himself, whether in obedience or in any work whatever done according to God, may be able to escape the darkness of the wicked demons. For the mind that does not come to be outside its own examination and its search for the Lord is able to gain its own soul, which lies in the ruin of the passions, by always taking itself captive toward the Lord with force and eagerness and cleaving to him alone, as it is said: \"Taking every thought captive into the obedience of Christ\"; so that through such a struggle and longing and seeking the mind may be counted worthy to become one spirit with the Lord, in the gift and grace of Christ, which rests in the vessel of the soul when she has prepared herself beforehand for every good work, and does not insult the Spirit of the Lord by her own wills and by the wanderings of this age, or by glories or offices or self-willed opinions or fleshly pleasures or by partnerships and fellowships with wicked men.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.11 (PG 34:538–539; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-11)."},"macarius-homiliae-spirituales/9.12":{"o":"᾿Αγαπητὸν γὰρ ἐὰν ὅλη ἐξ ὅλου ἑαυτὴν τῷ Κυρίῳ ἀναθεῖσα, καὶ αὐτῷ μόνῳ προσκολλωμένη, καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἀνεπιλήστως ἐνδιατρίβουσα, καὶ τὸ ἐπιφοιτῆσαν καὶ ἐπισκιάσαν τοῦ Χριστοῦ Πνεῦμα ἀξίως τιμήσασα, καταξιωθῇ μετ᾿ αὐτοῦ εἰς ἓν πνεῦμα καὶ μίαν κρᾶσιν γενέσθαι, καθώς φησιν ὁ ᾿Απόστολος· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ἐὰν δέ τις ἐκδῷ ἑαυτὸν εἰς μέριμναν, ἢ δόξαν, ἢ ἀρχὴν, ἢ τιμῶν ἀνθρωπίνων ἐπιμελήσηται, καὶ ταῦτα ἐπιζητῇ, καὶ ἐν γηΐνοις λογισμοῖς ἡ ψυχὴ ἀναφύρηται καὶ συγχέηται, ἢ ἔν τινι τοῦ αἰῶνος τούτου δέδηται καὶ κεκράτηται, καὶ ποθῇ ἡ τοιαύτη ψυχὴ διαπερᾶσαι καὶ φυγεῖν, καὶ ἐξελάσαι τὸ σκότος τῶν παθῶν, εἰς ὃ κατέχεται ὑπὸ τῶν πονηρῶν δυνάμεων, οὐ δύναται, διὰ τὸ ἀγαπᾶν, καὶ ποιεῖν τὸ θέλημα τοῦ σκότους, καὶ τελείως μὴ μισεῖν τὰ ἐπιτηδεύματα τῆς κακίας.","t":"For it is a thing to be desired if the soul, having devoted herself wholly and altogether to the Lord and cleaving to him alone, and spending herself unforgettingly on his commandments, and having honoured worthily the Spirit of Christ that has come upon her and overshadowed her, may be counted worthy to become with him one spirit and one mingling, as the Apostle says: \"He who is joined to the Lord is one spirit.\" But if a man gives himself over to care, or glory, or office, or busies himself with human honours and seeks after these, and the soul is mixed up and confounded with earthly thoughts, or is bound and held fast by something of this age — then, even if such a soul longs to pass through and to flee and to drive out the darkness of the passions in which she is held by the wicked powers, she cannot, because she loves and does the will of the darkness, and does not perfectly hate the pursuits of evil.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.12 (PG 34:539–540; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-12)."},"macarius-homiliae-spirituales/9.13":{"o":"Ἑτοιμάσωμεν οὖν ἑαυτοὺς ὅλῃ προαιρέσει, καὶ ὅλῳ θελήματι πρὸς Κύριον πορεύεσθαι, καὶ Χριστοῦ ἀκόλουθοι γίνεσθαι, εἰς τὸ τὰ θελήματα αὐτοῦ ἐπιτελεῖν, καὶ μεμνῆσθαι πασῶν τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς, καὶ ὅλους ἑαυτοὺς ἀπὸ τῆς ἀγάπης τοῦ κόσμου χωρίσαντες, αὐτῷ μόνῳ τὰς ἑαυτῶν ψυχὰς ἀναρτήσωμεν, καὶ τὴν ἀσχολίαν καὶ μέριμναν καὶ ζήτησιν αὐτοῦ μόνου ἐν νῷ ἔχωμεν. Εἰ δὲ καὶ διὰ τοῦ σώματος, εἰς ἀσχολίαν ἐντολῶν, καὶ διὰ Θεὸν ὑπακοὴν, ὀλίγον ἀσχοληθῶμεν, ὁ νοῦς τῆς πρὸς Κύριον ἀγάπης καὶ ζητήσεως καὶ πόθου μὴ χωριζέσθω· ὅπως τοιούτῳ νοὶ ἀγωνιζόμενοι, καὶ ὀρθῷ φρονήματι τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύοντες, καὶ πάντοτε ἑαυτοῖς προσέχοντες, ἐπιτύχωμεν τῆς ἐπαγγελίας τοῦ Πνεύματος αὐτοῦ, καὶ λυτρωθῶμεν διὰ τῆς χάριτος ἐκ τῆς ἀπωλείας τοῦ σκότους τῶν παθῶν, ὑφ᾽ ὧν ἡ ψυχὴ ἐνεργεῖται, ἵνα τῆς αἰωνίου βασιλείας ἄξιοι γενώμεθα, καὶ συναπολαῦσαι Χριστῷ ὅλους αἰῶνας καταξιωθῶμεν, δοξάζοντες Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. Αμήν.","t":"Let us then prepare ourselves with our whole choice and our whole will to walk toward the Lord and to become followers of Christ, to fulfil his wills and to remember all his commandments so as to do them; and having separated ourselves wholly from the love of the world, let us hang our souls upon him alone, and let us have in mind the occupation and care and seeking of him alone. And even if we are a little occupied through the body, in the business of the commandments and in obedience for God's sake, let the mind not be separated from love and seeking and longing for the Lord; so that, striving with such a mind and travelling the way of righteousness with an upright purpose and always attending to ourselves, we may obtain the promise of his Spirit and be redeemed by grace from the ruin of the darkness of the passions, by which the soul is worked upon, that we may become worthy of the eternal kingdom and be counted worthy to enjoy Christ together for all ages, glorifying Father and Son and Holy Spirit for ever. Amen.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.13 (PG 34:540; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-13)."},"macarius-homiliae-spirituales/9.2":{"o":"Ὁ δὲ λέγω τοιοῦτόν ἐστιν, οἷον ὡς ἐπὶ τοῦ Ἰωσήφ. Ἐν πόσοις καιροῖς καὶ χρόνοις τὸ βούλημα τοῦ Θεοῦ τὸ περὶ αὐτοῦ ὡρισμένον ἐτελέσθη, καὶ τὰ ὀράματα ἐπληρώθη; καὶ ἐν πόσοις πρότερον πόνοις καὶ θλίψεσι, καὶ στενοχωρίαις δοκιμασθεὶς ὑπέμεινε πάντα γενναίως, καὶ εἰς πάντα δόκιμος καὶ πιστὸς τῷ Θεῷ εὑρεθεὶς δοῦλος, τότε βασιλεὺς Αἰγύπτου γέγονε, καὶ τὸ γένος αὐτοῦ διέθρεψε, καὶ προφητεία τῶν ἀοράτων ἀπετελέσθη, καὶ τὸ βούλημα τοῦ Θεοῦ διὰ χρόνων καὶ οἰκονομίας πολλῆς τὴν πρόῤῥησιν εἰληφός.","t":"What I mean is something like the case of Joseph. In how many seasons and years was the purpose of God appointed concerning him fulfilled, and his dreams accomplished? And through how many labours and afflictions and distresses was he first tested, enduring everything nobly! And when in everything he had been found a proven and faithful servant of God, then he became king of Egypt and fed his own family; and the prophecy of things unseen was accomplished, and the purpose of God, which had received its prediction, was brought about through long time and much dispensation.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.2 (PG 34:533; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-2)."},"macarius-homiliae-spirituales/9.3":{"o":"Ὁμοίως περὶ τοῦ Δαβίδ. Ὁ Θεὸς ἔχρισεν αὐτὸν εἰς βασιλέα διὰ Σαμουὴλ τοῦ προφήτου καὶ ὅτε ἐχρίσθη, τότε ἔφυγε διωκόμενος ὑπὸ τοῦ Σαούλ ἀναιρεθῆναι. Καὶ ποῦ ἡ χρίσις τοῦ Θεοῦ, καὶ ποῦ ἡ ἐπαγγελία, ὡς πρὸς τὸ τάχος; Μετὰ γὰρ τὸ χρισθῆναι, τότε δεινῶς ἐθλίβετο, ἐν ἐρημίαις πελαζόμενος, καὶ ὑστερούμενος ἕως ἄρτου, καὶ εἰς ἔθνη καταφεύγων διὰ τὴν τοῦ Σαούλ πρὸς αὐτὸν ἐπιβουλὴν γιγνομένην ὃν ὁ Θεὸς ἔχρισεν εἰς βασιλέα, τοιαύταις περιείχετο θλίψεσιν. Εἶτα χρόνοις δοκιμασθεὶς, καὶ θλιβεὶς, καὶ πειρασθεὶς, καὶ μακροθυμήσας, ἅπαξ πεπιστευκὼς τῷ Θεῷ, καὶ ἑαυτὸν πληροφορήσας, ὅτι ὁ ἐποίησε διὰ τῆς τοῦ προφήτου χρίσεως εἰς ἐμὲ, καὶ ὁ εἶπεν ὁ Θεὸς γενέσθαι περὶ ἐμοῦ, ἀναμφιβόλως γενέσθαι δεῖ. Καὶ διὰ πολλῆς μακροθυμίας, ὕστερον γέγονε τὸ τοῦ Θεοῦ βούλημα, καὶ ἐβασίλευσεν ὁ Δαβίδ μετὰ πολλὰς πείρας. Καὶ τότε ἐφανερώθη ὁ λόγος τοῦ Θεοῦ, καὶ ἡ χρίσις ἡ διὰ τοῦ προφήτου γεγενημένη, βεβαία καὶ ἀληθὴς ἀπεδείχθη.","t":"Likewise with David. God anointed him king through Samuel the prophet; and when he had been anointed, then he fled, pursued by Saul to be killed. And where was God's anointing, and where was the promise, as far as speed goes? For after he was anointed, then he was terribly afflicted, driven about in the deserts, lacking even bread, and taking refuge among the nations because of Saul's plotting against him. The man whom God anointed king was held fast by such afflictions. Then, after being tested through long times and afflicted and tempted, and having been long-suffering, having once believed God and given himself full assurance — \"What he did toward me by the prophet's anointing, and what God said would happen concerning me, must without doubt happen\" — through much long-suffering the purpose of God came about at last, and David reigned after many trials. And then the word of God was made manifest, and the anointing that had been done by the prophet was shown to be sure and true.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.3 (PG 34:533–534; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-3)."},"macarius-homiliae-spirituales/9.4":{"o":"Ὁμοίως καὶ περὶ Μωϋσέως. Ὁ Θεὸς τοῦτον προγνοὺς καὶ προορίσας εἰς ἡγούμενον καὶ λυτρωτὴν τοῦ λαοῦ, υἱὸν ἐποίησε γενέσθαι θυγατρὸς Φαραὼ, καὶ εἰς πλοῦτον βασιλικὸν, καὶ εἰς δόξαν καὶ τρυφὴν ηὐξήθη, πάσῃ σοφίᾳ παιδευθεὶς Αἰγυπτίων, καὶ ἀνδρωθεὶς, καὶ πίστει γενόμενος μέγας, ἠρνήσατο πάντα ἐκεῖνα, τὴν κακουχίαν καὶ τοὺς ὀνειδισμοὺς τοῦ Χριστοῦ μᾶλλον ἑλόμενος κατὰ τὸν ἀποστολικὸν λόγον, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν. Καὶ φυγὰς Αἰγύπτου γεγονώς, πόσον χρόνον ἐν ποιμαντικῇ διῆγεν ἐργασίᾳ ὁ βασιλέως υἱὸς, καὶ εἰς τοσαύτην ἀπόλαυσιν, καὶ τρυφὴν βασιλικὴν ἀνατραφείς; καὶ οὕτως ὕστερον δόκιμος τῷ Θεῷ, καὶ πιστὸς διὰ τῆς πολλῆς μακροθυμίας εὑρεθεὶς, πολλοὺς πειρασμοὺς ὑπομείνας, ἐγένετο λυτρωτὴς καὶ ἡγούμενος καὶ βασιλεὺς τοῦ Ἰσραὴλ, καὶ Θεὸς τοῦ Φαραὼ ὑπὸ τοῦ Θεοῦ προσηγορεύθη δι᾿ αὐτοῦ γὰρ Αἴγυπτον ἐμάστιξε, καὶ τὰ μεγάλα καὶ θαυμάσια ὁ Θεὸς δι' αὐτοῦ τῷ Φαραὼ ἐνεδείξατο, καὶ τέλος ἐν θαλάσσῃ τοὺς Αἰγυπτίους κατεπόντισεν. Ἰδοὺ τὸ τοῦ Θεοῦ βούλημα καὶ ἡ πρόθεσις μετὰ πόσους χρόνους ἀπεδείχθη, καὶ μετὰ πόσας δοκιμασίας καὶ θλίψεις ἐτελέσθη","t":"Likewise with Moses. God, foreknowing him and appointing him beforehand to be leader and redeemer of the people, made him become the son of Pharaoh's daughter, and he grew up in royal wealth and glory and luxury, instructed in all the wisdom of the Egyptians. And when he had come to manhood and had become great in faith, he denied all those things, choosing rather the ill-treatment and the reproaches of Christ, according to the apostolic word, than to have the passing enjoyment of sin. And having become a fugitive from Egypt, for how long a time did the king's son, brought up in such enjoyment and royal luxury, live at the work of shepherding! And so at last, being found proven before God and faithful through much long-suffering, having endured many temptations, he became redeemer and leader and king of Israel; and he was called by God a god to Pharaoh. For through him he scourged Egypt, and through him God displayed the great and wonderful things to Pharaoh, and at the end drowned the Egyptians in the sea. See after how many years the purpose and plan of God was shown, and after how many testings and afflictions it was accomplished.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.4 (PG 34:534–535; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-4)."},"macarius-homiliae-spirituales/9.5":{"o":"Ὁμοίως καὶ ἐπὶ τοῦ ᾿Αβραάμ. Πρὸ πόσων χρόνων ἐπηγγείλατο ὁ Θεὸς χαρίσασθαι υἱὸν, καὶ οὐ παρ' αὐτὰ δέδωκεν, ἀλλὰ μεταξὺ πόσοις ἔτεσι δοκιμασίαι καὶ πειρασμοὶ πρὸς αὐτὸν γεγόνασιν. Αὐτὸς δὲ μακροθύμως πάντα τὰ ἐπερχόμενα ὑπομείνας, καὶ ἑαυτὸν τῇ πίστει πληροφορήσας, ὅτι ὁ ἐπαγγειλάμενος, ἀψευδὴς τυγχάνων, πληρώσει τὸν ἑαυτοῦ λόγον. Καὶ οὕτως πιστὸς εὑρεθεὶς, ἐπέτυχε τῆς ἐπαγγελίας.","t":"Likewise with Abraham. How many years before did God promise to grant him a son, and did not give him at once, but in between how many years did testings and temptations come upon him! And he, enduring long-sufferingly everything that came, and giving himself full assurance by faith that he who had promised, being incapable of lying, would fulfil his own word — and so, being found faithful, he obtained the promise.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.5 (PG 34:535; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-5)."},"macarius-homiliae-spirituales/9.6":{"o":"Ὡσαύτως καὶ Νῶε πεντακοσιοστῷ ἔτει κελευσθεὶς ὑπὸ τοῦ Θεοῦ τὴν κιβωτὸν κατασκευάζειν ἐπαγγειλαμένου κατακλυσμὸν ἐπαγαγεῖν τῇ οἰκουμένῃ, καὶ ἐξακοσιοστῷ ἔτει ἐπαγαγόντος, ἑκατὸν ἔτη ἐμακροθύμησεν ἐν μηδενὶ διστάσας, ἄρα ποιεῖ ἅπερ εἶπεν ὁ Θεὸς, ἢ μὴ ποιεῖ· ἀλλ᾽ ἅπαξ τῇ πίστει πληροφορηθείς, ὅτι ἅπερ ἐλάλησεν ὁ Θεὸς, ἀναμφιβόλως γενέσθαι δεῖ. Καὶ οὕτω δόκιμος τῇ προαιρέσει ἐν πίστει, καὶ ὑπομονῇ, καὶ μακροθυμίᾳ πολλῇ εὑρεθεὶς, διεσώθη μόνος μετὰ τοῦ οἴκου αὐτοῦ τὴν ἐντολὴν καθαρῶς φυλάξας.","t":"In the same way Noah also, having been commanded by God in his five hundredth year to build the ark, when God had promised to bring a flood upon the inhabited world, and having brought it in his six hundredth year, was long-suffering for a hundred years, never doubting whether God would do what he had said or not do it; but having once given himself full assurance by faith that what God had spoken must without doubt happen. And so, being found proven in his choice, in faith and endurance and much long-suffering, he alone was saved with his household, having kept the commandment purely.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.6 (PG 34:535; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-6)."},"macarius-homiliae-spirituales/9.7":{"o":"Ταύτας δὲ τὰς ἀφορμὰς ἐκ τῶν Γραφῶν ἡνέγκαμεν, πρὸς τὸ ἀποδείξαι, ὅτι ἡ τοῦ Θεοῦ τῆς χάριτος ἐν ἀνθρώπῳ γιγνομένη ἐνέργεια, καὶ τὸ χάρισμα τοῦ Πνεύματος τοῦ ἁγίου, ὅπερ ἡ πιστὴ ψυχὴ λαμβάνειν καταξιοῦται, μετὰ πολλοῦ ἀγῶνος, καὶ ὑπομονῆς πολλῆς, καὶ μακροθυμίας, καὶ πειρασμῶν, καὶ δοκιμασιῶν γίγνεται, τῆς αὐτεξουσίου προαιρέσεως διὰ πασῶν θλίψεων δοκιμαζομένης. Καὶ ἐπὰν ἐν μηδενὶ τὸ Πνεῦμα λυπήσῃ, ἀλλὰ τῇ χάριτι διὰ πασῶν ἐντολῶν γένηται σύμφωνος, τότε τῆς ἐκ τῶν παθῶν ἐλευθερίας τυχεῖν καταξιοῦται, καὶ τῆς υἱοθεσίας τοῦ Πνεύματος πλήρωσιν λαμβάνει, καὶ τῆς ἐν μυστηρίῳ λαλουμένης, καὶ τοῦ πνευματικοῦ πλούτου, καὶ τῆς συνέσεως τῆς μὴ οὔσης τοῦ κόσμου τούτου, ἧς οἱ ὄντως ὄντες Χριστιανοὶ μέτοχοι γίνονται. Διὸ καὶ πάντων ἀνθρώπων τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα, φρονίμων, συνετῶν, σοφῶν, οὗτοι εἰς πάντα διαφέρουσιν.","t":"We have brought these starting points from the Scriptures to show that the working of the grace of God that comes to be in a man, and the gift of the Holy Spirit which the faithful soul is counted worthy to receive, comes about with much struggle and much endurance and long-suffering and temptations and testings, while the free choice is tested through all afflictions. And when a man in nothing grieves the Spirit, but becomes in harmony with grace through all the commandments, then he is counted worthy to obtain freedom from the passions, and receives the fullness of the adoption of the Spirit, and of the wisdom spoken in a mystery, and of the spiritual riches and the understanding that is not of this world, of which those who are really Christians become partakers. Therefore they differ in everything from all men who have the spirit of the world — the prudent, the intelligent, the wise.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.7 (PG 34:535–536; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-7)."},"macarius-homiliae-spirituales/9.8":{"o":"Ὁ τοιοῦτος γὰρ πάντας ἀνθρώπους ἀνακρίνει, κατὰ τὸ γεγραμμένον· γινώσκει ἕκαστον πόθεν λαλεῖ καὶ ποῦ ἕστηκε, καὶ ἐν ποίοις μέτροις ἐστίν· αὐτὸν δὲ οὐδεὶς ἀνθρώπων τῶν ἐχόντων τὸ πνεῦμα τοῦ κόσμου, γινώσκειν καὶ ἀνακρίνειν δύναται, εἰ μὴ μόνον ὁ τὸ ὅμοιον ἔχων ἐπουράνιον τῆς θεότητος Πνεῦμα γινώσκει τὸν ὅμοιον, ὡς φησὶν ὁ ᾿Απόστολος· Πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν. ῾Ο δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται. Ὁ τοιοῦτος πάντα τὰ τοῦ κόσμου πράγματα ἔνδοξα, πλοῦτον, καὶ τρυφὴν, καὶ πᾶσαν ἀπόλαυσιν, αὐτὴν τε τὴν γνῶσιν, καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου βδελυκτὰ ἡγεῖται, καὶ μισητά.","t":"For such a man judges all men, according to what is written. He knows each one, from what source he speaks and where he stands and in what measures he is; but no man who has the spirit of the world can know or judge him. Only the man who has the same heavenly Spirit of the Godhead knows his like, as the Apostle says: \"Comparing spiritual things with spiritual. But the natural man does not receive the things of the Spirit of God, for they are folly to him. But the spiritual man judges all things, while he himself is judged by no one.\" Such a man counts all the glorious things of the world — wealth and luxury and every enjoyment, and knowledge itself, and everything of this age — as abominable and hateful.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.8 (PG 34:536–537; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-8)."},"macarius-homiliae-spirituales/9.9":{"o":"Ὥσπερ γὰρ ὁ φλεγόμενος καὶ κατεχόμενος πυρετῷ, ὅπερ ἂν προσενέγκῃς αὐτῷ βρῶμα ἢ πόμα ἥδιστον βδελύσσεται καὶ ἀποβάλλει, διὰ τὸ πυρετῷ φλέγεσθαι αὐτὸν, καὶ ὑπ' αὐτοῦ σφοδρῶς ἐνεργεῖσθαι· τὸν αὐτὸν τρόπον καὶ οἱ φλεγόμενοι τῷ ἐπουρανίῳ τοῦ Πνεύματος ἱερῷ καὶ σεμνῷ πόθῳ, καὶ τῷ ἔρωτι τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ψυχὴν τρωθέντες, καὶ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρὶ, ὃ ὁ Κύριος ἐν τῇ γῇ ἦλθε βαλεῖν, καὶ θέλει ἐν τάχει ἀναφθῆναι, σφοδρῶς ἐνεργούμενοι, καὶ ἐκκαιόμενοι εἰς τὸν οὐράνιον τοῦ Χριστοῦ πόθον, ὡς προείρηται, πάντα τὰ τοῦ αἰῶνος ἔνδοξα τούτου, καὶ τίμια, ἀπόβλητα καὶ μισητὰ λογίζονται, διὰ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ πῦρ, τὸ συνέχον καὶ ἐκκαῖον, καὶ φλέγον αὐτοὺς τῇ πρὸς τὸν Θεὸν διαθέσει, καὶ τοῖς ἐπουρανίοις ἀγαθοῖς τῆς ἀγάπης ἐξ ἧς ἀγάπης οὐδὲν τῶν ἐπουρανίων, ἢ ἐπιγείων, ἢ καταχθονίων χωρίσαι δυνήσεται τούτους καθὼς ὁ ἀπόστολος ἐμαρτύρησε Παῦλος, ὅτι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ ἑξῆς.","t":"For as a man burning and held by a fever abhors and throws away whatever food or sweetest drink you bring him, because he is burning with fever and is violently worked upon by it: in the same way those who burn with the heavenly, holy and reverent longing of the Spirit, and are wounded in soul with love for God, and with that divine and heavenly fire which the Lord came to cast upon the earth and wishes to be quickly kindled — being violently worked upon and set aflame with the heavenly longing for Christ, as has been said, count all the glorious and honoured things of this age to be refuse and hateful, because of the fire of the love of Christ that holds and kindles and burns them in their disposition toward God and toward the heavenly good things of that love. From that love nothing in the heavens or on earth or under the earth will be able to separate them, as the apostle Paul testified: \"Who shall separate us from the love of Christ?\" and what follows.","f":"Ps.-Macarius, <i>Hom.</i> 9.9 (PG 34:537; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/9-9)."}}