{"mart-pol/0":{"o":"Ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Σμύρναν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ ἐν Φιλομηλίῳ καὶ πάσαις ταῖς κατὰ πάντα τόπον τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας παροικίαις· ἔλεος, εἰρήνη καὶ ἀγάπη θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληθυνθείη.","t":"The church of God that sojourns at Smyrna, to the church of God that sojourns in Philomelium and to all the congregations of the holy and catholic church sojourning in every place: may mercy, peace, and love from God the Father and our Lord Jesus Christ be multiplied."},"mart-pol/1.1":{"o":"Ἐγράψαμεν ὑμῖν, ἀδελφοί, τὰ κατὰ τοὺς μαρτυρήσαντας καὶ τὸν μακάριον Πολύκαρπον, ὅστις ὥσπερ ἐπισφραγίσας διὰ τῆς μαρτυρίας αὐτοῦ κατέπαυσεν τὸν διωγμόν. σχεδὸν γὰρ πάντα τὰ προάγοντα ἐγένετο, ἵνα ἡμῖν ὁ κύριος ἄνωθεν ἐπιδείξῃ τὸ κατὰ τὸ εὐαγγέλιον μαρτύριον.","t":"We are writing to you, brothers, about those who were martyred and about the blessed Polycarp, who put an end to the persecution, setting a seal on it, as it were, by his martyrdom. For nearly everything that led up to it happened so that the Lord might show us from above a martyrdom in accordance with the gospel."},"mart-pol/1.2":{"o":"περιέμενεν γάρ, ἵνα παραδοθῇ, ὡς καὶ ὁ κύριος, ἵνα μιμηταὶ καὶ ἡμεῖς αὐτοῦ γενώμεθα, μὴ μόνον σκοποῦντες τὸ καθʼ ἑαυτούς, ἀλλὰ καὶ τὸ κατὰ τοὺς πέλας. ἀγάπης γὰρ ἀληθοῦς καὶ βεβαίας ἐστίν, μὴ μόνον ἑαυτὸν θέλειν σώζεσθαι, ἀλλὰ καὶ πάντας τοὺς ἀδελφούς.","t":"For he waited to be handed over, just as the Lord did, so that we too might become imitators of him, “looking not only to what concerns ourselves, but also to what concerns our neighbors.” For it belongs to true and steadfast love to want not only oneself to be saved, but all the brothers as well."},"mart-pol/10.1":{"o":"Ἐπιμένοντος δὲ πάλιν αὐτοῦ καὶ λέγοντος· Ὄμοσον τὴν Καίσαρος τύχην, ἀπεκρίνατο· Εἰ κενοδοξεῖς, ἵνα ὀμόσω τὴν Καίσαρος τύχην, ὡς σὺ λέγεις, προσποιεῖ δὲ ἀγνοεῖν με, τίς εἰμι, μετὰ παρρησίας ἄκουε· Χριστιανός εἰμι. εἰ δὲ θέλεις τὸν τοῦ Χριστιανισμοῦ μαθεῖν λόγον, δὸς ἡμέραν καὶ ἄκουσον.","t":"When he persisted again and said, “Swear by the fortune of Caesar,” Polycarp answered, “If you vainly suppose that I will swear by the fortune of Caesar, as you put it, and you pretend not to know who I am, hear it plainly: I am a Christian. And if you want to learn the teaching of Christianity, give me a day and listen.”"},"mart-pol/10.2":{"o":"ἔφη ὁ ἀνθύπατος· Πεῖσον τὸν δῆμον. ὁ δὲ Πολύκαρπος εἶπεν· Σὲ μὲν κἂν λόγου ἠξίωσα· δεδιδάγμεθα γὰρ ἀρχαῖς καὶ ἐξουσίαις ὑπὸ τοῦ θεοῦ τεταγμέναις τιμὴν κατὰ τὸ προσῆκον, τὴν μὴ βλάπτουσαν ἡμᾶς, ἀπονέμειν· ἐκείνους δὲ οὐχ ἡγοῦμαι ἀξίους τοῦ ἀπολογεῖσθαι αὐτοῖς.","t":"The proconsul said, “Persuade the people.” Polycarp said, “You I would have thought worthy of an explanation, for we have been taught to render honor, as is fitting, to rulers and authorities appointed by God, so long as it does us no harm. But as for them, I do not consider them worthy that I should make a defense to them.”"},"mart-pol/11.1":{"o":"Ὁ δὲ ἀνθύπατος εἶπεν· Θηρία ἔχω, τούτοις σε παραβαλῶ, ἐὰν μὴ μετανοήσῃς. ὁ δὲ εἶπεν· Κάλει, ἀμετάθετος γὰρ ἡμῖν ἡ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μετάνοια· καλὸν δὲ μετατίθεσθαι ἀπὸ τῶν χαλεπῶν ἐπὶ τὰ δίκαια.","t":"The proconsul said, “I have wild beasts; I will throw you to them unless you change your mind.” He said, “Call them. For a change of mind from better to worse is impossible for us; but it is good to change from what is cruel to what is just.”"},"mart-pol/11.2":{"o":"ὁ δὲ πάλιν πρὸς αὐτόν· Πυρί σε ποιήσω δαπανηθῆναι, εἰ τῶν θηρίων καταφρονεῖς, ἐὰν μὴ μετανοήσῃς. ὁ δὲ Πολύκαρπος εἶπεν· Πῦρ ἀπειλεῖς τὸ πρὸς ὥραν καιόμενον καὶ μετʼ ὀλίγον σβεννύμενον· ἀγνοεῖς γὰρ τὸ τῆς μελλούσης κρίσεως καὶ αἰωνίου κολάσεως τοῖς ἀσεβέσι τηρούμενον πῦρ. ἀλλὰ τί βραδύνεις; φέρε, ὃ βούλει.","t":"He said to him again, “I will have you consumed by fire, since you despise the wild beasts, unless you change your mind.” But Polycarp said, “You threaten a fire that burns for an hour and after a little while is put out; for you do not know the fire of the coming judgment and eternal punishment that is reserved for the ungodly. But why do you delay? Bring what you wish.”"},"mart-pol/12.1":{"o":"Ταῦτα δὲ καὶ ἕτερα πλείονα λέγων θάρσους καὶ χαρᾶς ἐνεπίμπλατο, καὶ τὸ πρόσωπον αὐτοῦ χάριτος ἐπληροῦτο, ὥστε οὐ μόνον μὴ συμπεσεῖν ταραχθέντα ὑπὸ τῶν λεγομένων πρὸς αὐτόν, ἀλλὰ τοὐναντίον τὸν ἀνθύπατον ἐκστῆναι, πέμψαι τε τὸν ἑαυτοῦ κήρυκα ἐν μέσῳ τοῦ σταδίου κηρῦξαι τρίς· Πολύκαρπος ὡμολόγησεν ἑαυτὸν Χριστιανὸν εἶναι.","t":"As he said these and many other things, he was filled with courage and joy, and his face was full of grace, so that not only did he not collapse, troubled by what was said to him, but on the contrary the proconsul was astonished and sent his own herald into the middle of the stadium to proclaim three times, “Polycarp has confessed that he is a Christian.”"},"mart-pol/12.2":{"o":"τούτου λεχθέντος ὑπὸ τοῦ κήρυκος, ἅπαν τὸ πλῆθος ἐθνῶν τε καὶ Ἰουδαίων τῶν τὴν Σμύρναν κατοικούντων ἀκατασχέτῳ θυμῷ καὶ μεγάλῃ φωνῇ ἐπεβόα· Οὗτός ἐστιν ὁ τῆς Ἀσίας διδάσκαλος, ὁ πατὴρ τῶν Χριστιανῶν, ὁ τῶν ἡμετέρων θεῶν καθαιρέτης, ὁ πολλοὺς διδάσκων μὴ θύειν μηδὲ προσκυνεῖν. ταῦτα λέγοντες ἐπεβόων καὶ ἠρώτων τὸν Ἀσιάρχην Φίλιππον, ἵνα ἐπαφῇ τῷ Πολυκάρπῳ λέοντα. ὁ δὲ ἔφη, μὴ εἶναι ἐξὸν αὐτῷ, ἐπειδὴ πεπληρώκει τὰ κυνηγέσια.","t":"When this had been said by the herald, the whole multitude of Gentiles and Jews living in Smyrna cried out with uncontrollable rage and in a loud voice, “This is the teacher of Asia, the father of the Christians, the destroyer of our gods, who teaches many not to sacrifice or to worship.” Saying this, they shouted and asked the Asiarch Philip to let a lion loose on Polycarp. But he said that he was not permitted to do so, since he had closed the animal hunts."},"mart-pol/12.3":{"o":"τότε ἔδοξεν αὐτοῖς ὁμοθυμαδὸν ἐπιβοῆσαι, ὥστε τὸν Πολύκαρπον ζῶντα κατακαῦσαι. ἔδει γὰρ τὸ τῆς φανερωθείσης αὐτῷ ἐπὶ τοῦ προσκεφαλαίου ὀπτασίας πληρωθῆναι, ὅτε ἰδὼν αὐτὸ καιόμενον προσευχόμενος εἶπεν ἐπιστραφεὶς τοῖς σὺν αὐτῷ πιστοῖς προφητικῶς· Δεῖ με ζῶντα καῆναι.","t":"Then they decided to shout with one accord that Polycarp should be burned alive. For the vision that had been shown to him about the pillow had to be fulfilled, when he saw it burning while he was praying, and turned and said prophetically to the faithful who were with him, “I must be burned alive.”"},"mart-pol/13.1":{"o":"Ταῦτα οὖν μετὰ τοσούτου τάχους ἐγένετο, θάττον ἢ ἐλέγετο, τῶν ὄχλων παραχρῆμα συναγόντων ἔκ τε τῶν ἐργαστηρίων καὶ βαλανείων ξύλα καὶ φρύγανα, μάλιστα Ἰουδαίων προθύμως, ὡς ἔθος αὐτοῖς, εἰς ταῦτα ὑπουργούντων.","t":"These things happened with such speed, faster than it can be told, as the crowds at once gathered wood and brushwood from the workshops and baths, the Jews especially helping eagerly with this, as is their custom."},"mart-pol/13.2":{"o":"ὅτε δὲ ἡ πυρκαϊὰ ἡτοιμάσθη, ἀποθέμενος ἑαυτῷ πάντα τὰ ἱμάτια καὶ λύσας τὴν ζώνην ἐπειρᾶτο καὶ ὑπολύειν ἑαυτόν, μὴ πρότερον τοῦτο ποιῶν διὰ τὸ ἀεὶ ἕκαστον τῶν πιστῶν σπουδάζειν, ὅστις τάχιον τοῦ χρωτὸς αὐτοῦ ἅψηται· παντὶ γὰρ καλῷ ἀγαθῆς ἕνεκεν πολιτείας καὶ πρὸ τῆς μαρτυρίας ἐκεκόσμητο.","t":"When the pyre was ready, he took off all his outer garments himself, loosened his belt, and tried also to take off his shoes, though he had not done this before, because each of the faithful was always eager to be the first to touch his skin; for he had been adorned with every good thing because of his good way of life, even before his martyrdom."},"mart-pol/13.3":{"o":"εὐθέως οὖν αὐτῷ περιετίθετο τὰ πρὸς τὴν πυρὰν ἡρμοσμένα ὄργανα. μελλόντων δὲ αὐτῶν καὶ προσηλοῦν, εἶπεν· Ἄφετέ με οὕτως· ὁ γὰρ δοὺς ὑπομεῖναι τὸ πῦρ δώσει χωρὶς τῆς ὑμετέρας ἐκ τῶν ἥλων ἀσφαλείας ἄσκυλτον ἐπιμεῖναι τῇ πυρᾷ.","t":"At once the fittings prepared for the pyre were placed around him. When they were about to nail him as well, he said, “Leave me as I am. For he who grants me to endure the fire will grant me to remain on the pyre without flinching, even without the security you seek from the nails.”"},"mart-pol/14.1":{"o":"Οἱ δὲ οὐ καθήλωσαν μέν, προσέδησαν δὲ αὐτόν. ὁ δὲ ὀπίσω τὰς χεῖρας ποιήσας καὶ προσδεθείς, ὥσπερ κριὸς ἐπίσημος ἐκ μεγάλου ποιμνίου εἰς προσφοράν, ὁλοκαύτωμα δεκτὸν τῷ θεῷ ἡτοιμασμένον, ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν· Κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογητοῦ παιδός σου Ἰησοῦ Χριστοῦ πατήρ, διʼ οὗ τὴν περὶ σοῦ ἐπίγνωσιν εἰλήφαμεν, ὁ θεὸς ἀγγέλων καὶ δυνάμεων καὶ πάσης τῆς κτίσεως παντός τε τοῦ γένους τῶν δικαίων, οἳ ζῶσιν ἐνώπιόν σου·","t":"So they did not nail him, but they tied him. And he, with his hands put behind him and bound, like a choice ram taken from a great flock for an offering, a whole burnt offering prepared and acceptable to God, looked up to heaven and said: “Lord God Almighty, Father of your beloved and blessed Servant Jesus Christ, through whom we have received the knowledge of you, the God of angels and powers and of all creation, and of the whole race of the righteous who live in your presence:"},"mart-pol/14.2":{"o":"εὐλογῶ σε, ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης, τοῦ λαβεῖν με μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ σου εἰς ἀνάστασιν ζωῆς αἰωνίου ψυχῆς τε καὶ σώματος ἐν ἀφθαρσίᾳ πνεύματος ἁγίου· ἐν οἷς προσδεχθείην ἐνώπιόν σου σήμερον ἐν θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς προητοίμασας καὶ προεφανέρωσας καὶ ἐπλήρωσας, ὁ ἀψευδὴς καὶ ἀληθινὸς θεός.","t":"I bless you because you have counted me worthy of this day and hour, to receive a share among the number of the martyrs in the cup of your Christ, for resurrection to eternal life of both soul and body in the incorruptibility of the Holy Spirit. Among them may I be received before you today as a rich and acceptable sacrifice, just as you prepared beforehand, revealed beforehand, and have fulfilled, you the God who does not lie and is true."},"mart-pol/14.3":{"o":"διὰ τοῦτο καὶ περὶ πάντων σὲ αἰνῶ, σὲ εὐλογῶ, σὲ δοξάζω διὰ τοῦ αἰωνίου καὶ ἐπουρανίου ἀρχιερέως Ἰησοῦ Χριστοῦ, ἀγαπητοῦ σου παιδός, διʼ οὗ σοὶ σὺν αὐτῷ καὶ πνεύματι ἁγίῳ δόξα καὶ νῦν καὶ εἰς τοὺς μέλλοντας αἰῶνας. ἀμήν.","t":"For this reason, and for all things, I praise you, I bless you, I glorify you, through the eternal and heavenly High Priest Jesus Christ, your beloved Servant, through whom be glory to you, with him and the Holy Spirit, both now and for the ages to come. Amen.”"},"mart-pol/15.1":{"o":"Ἀναπέμψαντος δὲ αὐτοῦ τὸ ἀμὴν καὶ πληρώσαντος τὴν εὐχήν, οἱ τοῦ πυρὸς ἄνθρωποι ἐξῆψαν τὸ πῦρ. μεγάλης δὲ ἐκλαμψάσης φλογός, θαῦμα εἴδομεν, οἷς ἰδεῖν ἐδόθη· οἳ καὶ ἐτηρήθημεν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς τὰ γενόμενα.","t":"When he had offered up the Amen and finished the prayer, the men in charge of the fire lit it. And as a great flame blazed up, we saw a marvel, we to whom it was given to see; and we were preserved in order to report to the rest what happened."},"mart-pol/15.2":{"o":"τὸ γὰρ πῦρ καμάρας εἶδος ποιῆσαν, ὥσπερ ὀθόνη πλοίου ὑπὸ πνεύματος πληρουμένη, κύκλῳ περιετείχισεν τὸ σῶμα τοῦ μάρτυρος· καὶ ἦν μέσον οὐχ ὡς σὰρξ καιομένη, ἀλλʼ ὡς ἄρτος ὀπτώμενος ἢ ὡς χρυσὸς καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος. καὶ γὰρ εὐωδίας τοσαύτης ἀντελαβόμεθα, ὡς λιβανωτοῦ πνέοντος ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων.","t":"For the fire, taking the shape of a vaulted room, like a ship's sail filled by the wind, made a wall around the body of the martyr; and he was in the middle, not like flesh burning, but like bread baking, or like gold and silver being refined in a furnace. And we caught such a fragrance as of incense rising, or some other precious spice."},"mart-pol/16.1":{"o":"Πέρας γοῦν ἰδόντες οἱ ἄνομοι μὴ δυνάμενον αὐτοῦ τὸ σῶμα ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι, ἐκέλευσαν προσελθόντα αὐτῷ κομφέκτορα παραβῦσαι ξιφίδιον. καὶ τοῦτο ποιήσαντος, ἐξῆλθεν περιστερὰ καὶ πλῆθος αἵματος, ὥστε κατασβέσαι τὸ πῦρ καὶ θαυμάσαι πάντα τὸν ὄχλον, εἰ τοσαύτη τις διαφορὰ μεταξὺ τῶν τε ἀπίστων καὶ τῶν ἐκλεκτῶν·","t":"At length, when the lawless saw that his body could not be consumed by the fire, they ordered an executioner to go up to him and plunge a dagger into him. When he had done this, there came out a dove and a great quantity of blood, so that it put out the fire, and the whole crowd marveled that there should be so great a difference between the unbelievers and the elect."},"mart-pol/16.2":{"o":"ὧν εἷς καὶ οὗτος γεγόνει ὁ θαυμασιώτατος μάρτυς Πολύκαρπος, ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις διδάσκαλος ἀποστολικὸς καὶ προφητικὸς γενόμενος, ἐπίσκοπος τῆς ἐν Σμύρνῃ καθολικῆς ἐκκλησίας. πᾶν γὰρ ῥῆμα, ὃ ἀφῆκεν ἐκ τοῦ στόματος αὐτοῦ. καὶ ἐτελειώθη καὶ τελειωθήσεται.","t":"Among these elect was this man, the most wonderful martyr Polycarp, who in our own times was an apostolic and prophetic teacher, bishop of the catholic church in Smyrna. For every word that he uttered from his mouth was fulfilled and will be fulfilled."},"mart-pol/17.1":{"o":"Ὁ δὲ ἀντίζηλος καὶ βάσκανος καὶ πονηρός, ὁ ἀντικείμενος τῷ γένει τῶν δικαίων, ἰδὼν τό τε μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπʼ ἀρχῆς ἀνεπίληπτον πολιτείαν, ἐστεφανωμένον τε τὸν τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρητον ἀπενηνεγμένον, ἐπετήδευσεν, ὡς μηδὲ τὸ σωμάτιον αὐτοῦ ὑφʼ ἡμῶν ληφθῆναι, καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι καὶ κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ.","t":"But the jealous and envious evil one, the adversary of the race of the righteous, seeing the greatness of his martyrdom and his blameless way of life from the beginning, and that he had been crowned with the crown of incorruptibility and had carried off a prize no one could dispute, saw to it that not even his poor body should be taken away by us, although many desired to do this and to have a share in his holy flesh."},"mart-pol/17.2":{"o":"ὑπέβαλεν γοῦν Νικήτην τὸν τοῦ Ἡρώδου πατέρα, ἀδελφὸν δὲ Ἄλκης, ἐντυχεῖν τῷ ἄρχοντι, ὥστε μὴ δοῦναι αὐτοῦ τὸ σῶμα· μή, φησίν, ἀφέντες τὸν ἐσταυρωμένον τοῦτον ἄρξωνται σέβεσθαι. καὶ ταῦτα εἶπον ὑποβαλλόντων καὶ ἐνισχυόντων τῶν Ἰουδαίων, οἳ καὶ ἐτήρησαν, μελλόντων ἡμῶν ἐκ τοῦ πυρὸς αὐτὸν λαμβάνειν· ἀγνοοῦντες, ὅτι οὔτε τὸν Χριστόν ποτε καταλιπεῖν δυνησόμεθα, τὸν ὑπὲρ τῆς τοῦ παντὸς κόσμου τῶν σωζομένων σωτηρίας παθόντα ἄμωμον ὑπὲρ ἁμαρτωλῶν, οὔτε ἕτερόν τινα σέβεσθαι.","t":"So he prompted Nicetes, the father of Herod and brother of Alce, to petition the governor not to give up his body, “lest,” he said, “they abandon the crucified one and begin to worship this man.” And they said this at the prompting and urging of the Jews, who also kept watch when we were about to take him from the fire. They did not know that we will never be able either to abandon Christ, who suffered for the salvation of the whole world of those who are being saved, the blameless one for sinners, or to worship any other."},"mart-pol/17.3":{"o":"τοῦτον μὲν γὰρ υἱὸν ὄντα τοῦ θεοῦ προσκυνοῦμεν, τοὺς δὲ μάρτυρας ὡς μαθητὰς καὶ μιμητὰς τοῦ κυρίου ἀγαπῶμεν ἀξίως ἕνεκα εὐνοίας ἀνυπερβλήτου τῆς εἰς τὸν ἴδιον βασιλέα καὶ διδάσκαλον· ὧν γένοιτο καὶ ἡμᾶς κοινωνούς τε καὶ συμμαθητὰς γενέσθαι.","t":"For him, being the Son of God, we worship; but the martyrs, as disciples and imitators of the Lord, we love as they deserve, because of their unsurpassed devotion to their own King and Teacher. May it be granted to us also to become their companions and fellow disciples."},"mart-pol/18.1":{"o":"Ἰδὼν οὖν ὁ κεντυρίων τὴν τῶν Ἰουδαίων γενομένην φιλονεικίαν, θεὶς αὐτὸν ἐν μέσῳ, ὡς ἔθος αὐτοῖς, ἔκαυσεν.","t":"So the centurion, seeing the contentiousness of the Jews, placed the body in the middle, as is their custom, and burned it."},"mart-pol/18.2":{"o":"οὕτως τε ἡμεῖς ὕστερον ἀνελόμενοι τὰ τιμιώτερα λίθων πολυτελῶν καὶ δοκιμώτερα ὑπὲρ χρυσίον ὀστᾶ αὐτοῦ ἀπεθέμεθα, ὅπου καὶ ἀκόλουθον ἦν.","t":"And so we afterward took up his bones, more precious than costly stones and more refined than gold, and laid them where it was fitting."},"mart-pol/18.3":{"o":"ἔνθα ὡς δυνατὸν ἡμῖν συναγομένοις ἐν ἀγαλλιάσει καὶ χαρᾷ παρέξει ὁ κύριος ἐπιτελεῖν τὴν τοῦ μαρτυρίου αὐτοῦ ἡμέραν γενέθλιον, εἴς τε τὴν τῶν προηθληκότων μνήμην καὶ τῶν μελλόντων ἄσκησίν τε καὶ ἑτοιμασίαν.","t":"There, as far as possible, when we gather in gladness and joy, the Lord will grant us to celebrate the birthday of his martyrdom, both in memory of those who have already contended and for the training and preparation of those who are yet to do so."},"mart-pol/19.1":{"o":"Τοιαῦτα τὰ κατὰ τὸν μακάριον Πολύκαρπον, ὃς σὺν τοῖς ἀπὸ Φιλαδελφίας δωδέκατος ἐν Σμύρνῃ μαρτυρήσας, μόνος ὑπὸ πάντων μᾶλλον μνημονεύεται, ὥστε καὶ ὑπὸ τῶν ἐθνῶν ἐν παντὶ τόπῳ λαλεῖσθαι· οὐ μόνον διδάσκαλος γενόμενος ἐπίσημος, ἀλλὰ καὶ μάρτυς ἔξοχος, οὗ τὸ μαρτύριον πάντες ἐπιθυμοῦσιν μιμεῖσθαι κατὰ τὸ εὐαγγέλιον Χριστοῦ γενόμενον.","t":"Such is the account of the blessed Polycarp, who, though he was the twelfth to be martyred in Smyrna, counting those from Philadelphia, is alone especially remembered by everyone, so that he is spoken of in every place even by the Gentiles. He was not only a notable teacher but also an outstanding martyr, whose martyrdom all desire to imitate, since it took place in accordance with the gospel of Christ."},"mart-pol/19.2":{"o":"διὰ τῆς ὑπομονῆς καταγωνισάμενος τὸν ἄδικον ἄρχοντα καὶ οὕτως τὸν τῆς ἀφθαρσίας στέφανον ἀπολαβών, σὺν τοῖς ἀποστόλοις καὶ πᾶσιν δικαίοις ἀγαλλιώμενος δοξάζει τὸν θεὸν καὶ πατέρα παντοκράτορα καὶ εὐλογεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν σωτῆρα τῶν ψυχῶν ἡμῶν καὶ κυβερνήτην τῶν σωμάτων ἡμῶν καὶ ποιμένα τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας.","t":"Having overcome the unjust ruler by his endurance, and so received the crown of incorruptibility, he rejoices with the apostles and all the righteous, and glorifies God the Father Almighty, and blesses our Lord Jesus Christ, the Savior of our souls, the Pilot of our bodies, and the Shepherd of the catholic church throughout the world."},"mart-pol/2.1":{"o":"Μακάρια μὲν οὖν καὶ γενναῖα τὰ μαρτύρια πάντα τὰ κατὰ τὸ θέλημα τοῦ θεοῦ γεγονότα. δεῖ γὰρ εὐλαβεστέρους ἡμᾶς ὑπάρχοντας τῷ θεῷ τὴν κατὰ πάντων ἐξουσίαν ἀνατιθέναι.","t":"Blessed and noble, then, are all the martyrdoms that have taken place in accordance with the will of God. For we must be very reverent and ascribe to God the authority over all things."},"mart-pol/2.2":{"o":"τὸ γὰρ γενναῖον αὐτῶν καὶ ὑπομονητικὸν καὶ φιλοδέσποτον τίς οὐκ ἂν θαυμάσειεν; οἳ μάστιξιν μὲν καταξανθέντες, ὥστε μέχρι τῶν ἔσω φλεβῶν καὶ ἀρτηριῶν τὴν τῆς σαρκὸς οἰκονομίαν θεωρεῖσθαι, ὑπέμειναν, ὡς καὶ τοὺς περιεστῶτας ἐλεεῖν καὶ ὀδύρεσθαι· τοὺς δὲ καὶ εἰς τοσοῦτον γενναιότητος ἐλθεῖν, ὥστε μήτε γρύξαι μήτε στενάξαι τινὰ αὐτῶν, ἐπιδεικνυμένους ἅπασιν ἡμῖν, ὅτι ἐκείνῃ τῇ ὥρᾳ βασανιζόμενοι τῆς σαρκὸς ἀπεδήμουν οἱ γενναιότατοι μάρτυρες τοῦ Χριστοῦ, μᾶλλον δέ, ὅτι παρεστὼς ὁ κύριος ὡμίλει αὐτοῖς.","t":"For who would not marvel at their nobility, their endurance, and their love for their Master? Some were so torn by whips that the structure of their flesh could be seen down to the veins and arteries within, and yet they endured, so that even the bystanders pitied them and wept. Others reached such a height of nobility that not one of them uttered a murmur or a groan, showing all of us that in that hour, while they were tortured, the most noble martyrs of Christ were absent from the flesh, or rather, that the Lord stood by them and spoke with them."},"mart-pol/2.3":{"o":"καὶ προσέχοντες τῇ τοῦ Χριστοῦ χάριτι τῶν κοσμικῶν κατεφρόνουν βασάνων, διὰ μιᾶς ὥρας τὴν αἰώνιον ζωὴν ἐξαγοραζόμενοι. καὶ τὸ πῦρ ἦν αὐτοῖς ψυχρὸν τὸ τῶν ἀπηνῶν βασανιστῶν. πρὸ ὀφθαλμῶν γὰρ εἶχον φυγεῖν τὸ αἰώνιον καὶ μηδέποτε σβεννύμενον, καὶ τοῖς τῆς καρδίας ὀφθαλμοῖς ἀνέβλεπον τὰ τηρούμενα τοῖς ὑπομείνασιν ἀγαθά, ἃ οὔτε οὖς ἤκουσεν οὔτε ὀφθαλμὸς εἶδεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἐκείνοις δὲ ὑπεδείκνυτο ὑπὸ τοῦ κυρίου, οἵπερ μηκέτι ἄνθρωποι, ἀλλʼ ἤδη ἄγγελοι ἦσαν.","t":"And giving heed to the grace of Christ, they despised the tortures of the world, purchasing eternal life at the cost of a single hour. The fire of their savage torturers was cold to them, for they kept before their eyes escape from the fire that is eternal and never quenched; and with the eyes of the heart they looked up to the good things kept for those who endure, “which neither ear has heard nor eye has seen, nor has it entered into the human heart,” but which were shown by the Lord to them, since they were no longer human beings but already angels."},"mart-pol/2.4":{"o":"ὁμοίως δὲ καὶ οἱ εἰς τὰ θηρία κατακριθέντες ὑπέμειναν δεινὰς κολάσεις, κήρυκας ὑποστρωννύμενοι καὶ ἄλλαις ποικίλων βασάνων ἰδέαις κολαζόμενοι, ἵνα, εἰ δυνηθείη, ὁ τύραννος διὰ τῆς ἐπιμόνου κολάσεως εἰς ἄρνησιν αὐτοὺς τρέψῃ. πολλὰ γὰρ ἐμηχανᾶτο κατʼ αὐτῶν ὁ διάβολος.","t":"Likewise those condemned to the wild beasts endured terrible punishments: they were stretched out on sharp shells and tormented with various other kinds of torture, so that, if he could, the tyrant might turn them to denial through the unrelenting punishment. For the devil devised many things against them."},"mart-pol/20.1":{"o":"Ὑμεῖς μὲν οὖν ἠξιώσατε διὰ πλειόνων δηλωθῆναι ὑμῖν τὰ γενόμενα, ἡμεῖς δὲ κατὰ τὸ παρὸν ἐπὶ κεφαλαίῳ μεμηνύκαμεν διὰ τοῦ ἀδελφοῦ ἡμῶν Μαρκίωνος. μαθόντες οὖν ταῦτα καὶ τοῖς ἐπέκεινα ἀδελφοῖς τὴν ἐπιστολὴν διαπέμψασθε, ἵνα καὶ ἐκεῖνοι δοξάζωσιν τὸν κύριον τὸν ἐκλογὰς ποιοῦντα ἀπὸ τῶν ἰδίων δούλων.","t":"You asked that what happened be made known to you more fully, but for the present we have reported it in summary through our brother Marcion. When you have learned these things, send the letter on to the brothers farther away as well, so that they too may glorify the Lord who makes choices from among his own servants."},"mart-pol/20.2":{"o":"Τῷ δὲ δυναμένῳ πάντας ἡμᾶς εἰσαγαγεῖν ἐν τῇ αὐτοῦ χάριτι καὶ δωρεᾷ εἰς τὴν ἐπουράνιον αὐτοῦ βασιλείαν διὰ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, δόξα, τιμή, κράτος, μεγαλωσύνη εἰς τοὺς αἰῶνας. προσαγορεύετε πάντας τοὺς ἁγίους. ὑμᾶς οἱ σὺν ἡμῖν προσαγορεύουσιν καὶ Εὐάρεστος ὁ γράψας πανοικεί.","t":"To him who is able to bring us all by his grace and gift into his heavenly kingdom, through his only-begotten Servant Jesus Christ, be glory, honor, might, and majesty forever. Greet all the saints. Those with us greet you, and so does Evarestus, who wrote this, with his whole household."},"mart-pol/21.1":{"o":"Μαρτυρεῖ δὲ ὁ μακάριος Πολύκαρπος μηνὸς Ξανθικοῦ δευτέρᾳ ἱσταμένου, πρὸ ἑπτὰ καλανδῶν Μαρτίων, σαββάτῳ μεγάλῳ, ὥρᾳ ὀγδόῃ. συνελήφθη δὲ ὑπὸ Ἡρώδου ἐπὶ ἀρχιερέως Φιλίππου Τραλλιανοῦ, ἀνθυπατεύοντος Στατίου Κοδράτου, βασιλεύοντος δὲ εἰς τοὺς αἰῶνας Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα, τιμή, μεγαλωσύνη, θρόνος αἰώνιος ἀπὸ γενεᾶς εἰς γενεάν. ἀμήν.","t":"The blessed Polycarp was martyred on the second day of the first part of the month Xanthicus, the seventh day before the Kalends of March, on a great Sabbath, at the eighth hour. He was arrested by Herod, when Philip of Tralles was high priest and Statius Quadratus was proconsul, while Jesus Christ was reigning forever; to whom be glory, honor, majesty, and an eternal throne from generation to generation. Amen."},"mart-pol/22.1":{"o":"Ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, ἀδελφοί, στοιχοῦντας τῷ κατὰ τὸ εὐαγγέλιον λόγῳ Ἰησοῦ Χριστοῦ, μεθʼ οὗ δόξα τῷ θεῷ καὶ πατρὶ καὶ ἁγίῳ πνεύματι, ἐπὶ σωτηρίᾳ τῇ τῶν ἁγίων ἐκλεκτῶν, καθὼς ἐμαρτύρησεν ὁ μακάριος Πολύκαρπος, οὗ γένοιτο ἐν τῇ βασιλείᾳ Ἰησοῦ Χριστοῦ πρὸς τὰ ἴχνη εὑρεθῆναι ἡμᾶς.","t":"We bid you farewell, brothers, as you walk by the word of Jesus Christ that is in accordance with the gospel; with him be glory to God the Father and the Holy Spirit, for the salvation of the holy elect, just as the blessed Polycarp bore witness; may we be found following in his footsteps in the kingdom of Jesus Christ."},"mart-pol/22.2":{"o":"Ταῦτα μετεγράψατο μὲν Γάϊος ἐκ τῶν Εἰρηναίου, μαθητοῦ τοῦ Πολυκάρπου, ὃς καὶ συνεπολιτεύσατο τῷ Εἰρηναίῳ. ἐγὼ δὲ Σωκράτης ἐν Κορίνθῳ ἐκ τῶν Γαΐου ἀντιγράφων ἔγραψα. ἡ χάρις μετὰ πάντων.","t":"Gaius copied these things from the papers of Irenaeus, a disciple of Polycarp; he had also lived in the same city as Irenaeus. And I, Socrates, wrote them out in Corinth from the copies of Gaius. Grace be with all."},"mart-pol/22.3":{"o":"Ἐγὼ δὲ πάλιν Πιόνιος ἐκ τοῦ προγεγραμμένου ἔγραψα ἀναζητήσας αὐτά, κατὰ ἀποκάλυψιν φανερώσαντός μοι τοῦ μακαρίου Πολυκάρπου, καθὼς δηλώσω ἐν τῷ καθεξῆς, συναγαγὼν αὐτὰ ἤδη σχεδὸν ἐκ τοῦ χρόνου κεκμηκότα, ἵνα κἀμὲ συναγάγῃ ὁ κύριος Ἰησοῦς Χριστὸς μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰς τὴν οὐράνιον βασιλείαν αὐτοῦ, ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"And I, Pionius, again wrote them out from the copy just mentioned, having searched for them after the blessed Polycarp showed them to me in a revelation, as I will make clear in what follows. I gathered them when they were already almost worn out with age, so that the Lord Jesus Christ may gather me too with his elect into his heavenly kingdom; to whom be glory with the Father and the Holy Spirit forever and ever. Amen."},"mart-pol/3.1":{"o":"Ἀλλὰ χάρις τῷ θεῷ· κατὰ πάντων γὰρ οὐκ ἴσχυσεν. ὁ γὰρ γενναιότατος Γερμανικὸς ἐπερρώννυεν αὐτῶν τὴν δειλίαν διὰ τῆς ἐν αὐτῷ ὑπομονῆς· ὃς καὶ ἐπισήμως ἐθηριομάχησεν. βουλομένου γὰρ τοῦ ἀνθυπάτου πείθειν αὐτὸν καὶ λέγοντος, τὴν ἡλικίαν αὐτοῦ κατοικτεῖραι, ἑαυτῷ ἐπεσπάσατο τὸ θηρίον προσβιασάμενος, τάχιον τοῦ ἀδίκου καὶ ἀνόμου βίου αὐτῶν ἀπαλλαγῆναι βουλόμενος.","t":"But thanks be to God, for he did not prevail against them all. For the most noble Germanicus strengthened their fearfulness by his own endurance, and he fought the wild beasts with distinction. When the proconsul wanted to persuade him, telling him to have pity on his youth, he forcibly dragged the beast onto himself, wanting to be released the more quickly from their unjust and lawless life."},"mart-pol/3.2":{"o":"ἐκ τούτου οὖν πᾶν τὸ πλῆθος, θαυμάσαν τὴν γενναιότητα τοῦ θεοφιλοῦς καὶ θεοσεβοῦς γένους τῶν Χριστιανῶν, ἐπεβόησεν· Αἶρε τοὺς ἀθέους· ζητείσθω Πολύκαρπος.","t":"At this the whole crowd, amazed at the nobility of the God-loving and God-fearing race of the Christians, shouted out, “Away with the atheists! Let Polycarp be searched out!”"},"mart-pol/4.1":{"o":"Εἷς δέ, ὀνόματι Κόϊντος, Φρύξ προσφάτως ἐληλυθὼς ἀπὸ τῆς Φρυγίας, ἰδὼν τὰ θηρία ἐδειλίασεν. οὗτος δὲ ἦν ὁ παραβιασάμενος ἑαυτόν τε καί τινας προσελθεῖν ἑκόντας. τοῦτον ὁ ἀνθύπατος πολλὰ ἐκλιπαρήσας ἔπεισεν ὀμόσαι καὶ ἐπιθῦσαι. διὰ τοῦτο οὖν, ἀδελφοί, οὐκ ἐπαινοῦμεν τοὺς προδιδόντας ἑαυτούς, ἐπειδὴ οὐχ οὕτως διδάσκει τὸ εὐαγγέλιον.","t":"But one man, named Quintus, a Phrygian who had recently come from Phrygia, turned coward when he saw the wild beasts. He was the one who had pushed himself and some others to come forward of their own accord. The proconsul, by much pleading, persuaded him to swear the oath and offer sacrifice. For this reason, therefore, brothers, we do not praise those who hand themselves over, since the gospel does not teach this."},"mart-pol/5.1":{"o":"Ὁ δὲ θαυμασιώτατος Πολύκαρπος τὸ μὲν πρῶτον ἀκούσας οὐκ ἐταράχθη, ἀλλʼ ἐβούλετο κατὰ πόλιν μένειν· οἱ δὲ πλείους ἔπειθον αὐτὸν ὑπεξελθεῖν. καὶ ὑπεξῆλθεν εἰς ἀγρίδιον οὐ μακρὰν ἀπέχον ἀπὸ τῆς πόλεως καὶ διέτριβεν μετʼ ὀλίγων, νύκτα καὶ ἡμέραν οὐδὲν ἕτερον ποιῶν ἢ προσευχόμενος περὶ πάντων καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐκκλησιῶν, ὅπερ ἦν σύνηθες αὐτῷ.","t":"Now the most wonderful Polycarp, when he first heard, was not disturbed, but wanted to remain in the city; but the majority persuaded him to withdraw. And he withdrew to a small farm not far from the city and stayed there with a few others, doing nothing else night and day but pray for everyone and for the churches throughout the world, as was his custom."},"mart-pol/5.2":{"o":"καὶ προσευχόμενος ἐν ὀπτασίᾳ γέγονεν πρὸ τριῶν ἡμερῶν τοῦ συλληφθῆναι αὐτόν, καὶ εἶδεν τὸ προσκεφάλαιον αὐτοῦ ὑπὸ πυρὸς κατακαιόμενον· καὶ στραφεὶς εἶπεν πρὸς τοὺς σὺν αὐτῷ· Δεῖ με ζῶντα καῆναι.","t":"And while he was praying he had a vision, three days before he was arrested, and he saw his pillow being burned up by fire. And he turned and said to those who were with him, “I must be burned alive.”"},"mart-pol/6.1":{"o":"Καὶ ἐπιμενόντων τῶν ζητούντων αὐτὸν μετέβη εἰς ἕτερον ἀγρίδιον, καὶ εὐθέως ἐπέστησαν οἱ ζητοῦντες αὐτόν· καὶ μὴ εὑρόντες συνελάβοντο παιδάρια δύο, ὧν τὸ ἕτερον βασανιζόμενον ὡμολόγησεν.","t":"And since those who were searching for him kept on, he moved to another farm, and at once those searching for him arrived. When they did not find him, they seized two young slaves, one of whom confessed under torture."},"mart-pol/6.2":{"o":"ἦν γὰρ καὶ ἀδύνατον λαθεῖν αὐτόν, ἐπεὶ καὶ οἱ προδιδόντες αὐτὸν οἰκεῖοι ὑπῆρχον, καὶ ὁ εἰρήναρχος, ὁ κεκληρωμένος τὸ αὐτὸ ὄνομα, Ἡρώδης ἐπιλεγόμενος, ἔσπευδεν εἰς τὸ στάδιον αὐτὸν εἰσαγαγεῖν, ἵνα ἐκεῖνος μὲν τὸν ἴδιον κλῆρον ἀπαρτίσῃ Χριστοῦ κοινωνὸς γενόμενος, οἱ δὲ προδόντες αὐτὸν τὴν αὐτοῦ τοῦ Ἰούδα ὑπόσχοιεν τιμωρίαν.","t":"For it was impossible for him to remain hidden, since those who betrayed him were members of his own household. And the police captain, who had been allotted the very same name, being called Herod, was in a hurry to bring him into the stadium, so that Polycarp might fulfill his own appointed lot by becoming a sharer with Christ, while those who betrayed him might undergo the punishment of Judas himself."},"mart-pol/7.1":{"o":"Ἔχοντες οὖν τὸ παιδάριον, τῇ παρασκευῇ περὶ δείπνου ὥραν ἐξῆλθον διωγμῖται καὶ ἱππεῖς μετὰ τῶν συνήθων αὐτοῖς ὅπλων ὡς ἐπὶ λῃστὴν τρέχοντες. καὶ ὀψὲ τῆς ὥρας συνεπελθόντες ἐκεῖνον μὲν εὗρον ἐν ὑπερῴῳ κατακείμενον· κἀκεῖθεν δὲ ἠδύνατο εἰς ἕτερον χωρίον ἀπελθεῖν, ἀλλʼ οὐκ ἠβουλήθη εἰπών· Τὸ θέλημα τοῦ θεοῦ γενέσθω.","t":"So, taking the young slave with them, on the day of Preparation, at about the dinner hour, police and horsemen went out with their usual weapons, as though running out against a bandit. And coming upon him late in the evening, they found him lying down in an upstairs room. Even from there he could have gone away to another place, but he would not, saying, “The will of God be done.”"},"mart-pol/7.2":{"o":"ἀκούσας οὖν παρόντας αὐτούς, καταβὰς διελέχθη αὐτοῖς, θαυμαζόντων τῶν παρόντων τὴν ἡλικίαν αὐτοῦ καὶ τὸ εὐσταθές, καὶ εἰ τοσαύτη σπουδὴ ἦν τοῦ συλληφθῆναι τοιοῦτον πρεσβύτην ἄνδρα. εὐθέως οὖν αὐτοῖς ἐκέλευσεν παρατεθῆναι φαγεῖν καὶ πιεῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅσον ἂν βούλωνται, ἐξῃτήσατο δὲ αὐτούς, ἵνα δῶσιν αὐτῷ ὥραν πρὸς τὸ προσεύξασθαι ἀδεῶς.","t":"Hearing that they had arrived, he went down and talked with them, while those present marveled at his age and his calm, and that there should be such eagerness to arrest so old a man. So he at once ordered that food and drink be set before them at that hour, as much as they wanted, and he asked them to give him an hour to pray undisturbed."},"mart-pol/7.3":{"o":"τῶν δὲ ἐπιτρεψάντων, σταθεὶς προσηύξατο πλήρης ὢν τῆς χάριτος τοῦ θεοῦ οὕτως ὥστε ἐπὶ δύο ὥρας μὴ δύνασθαι σιγῆσαι καὶ ἐκπλήττεσθαι τοὺς ἀκούοντας, πολλούς τε μετανοεῖν ἐπὶ τῷ ἐληλυθέναι ἐπὶ τοιοῦτον θεοπρεπῆ πρεσβύτην.","t":"When they allowed it, he stood and prayed, so full of the grace of God that for two hours he could not be silent, and those who heard were astonished, and many regretted that they had come after so godly an old man."},"mart-pol/8.1":{"o":"Ἐπεὶ δέ ποτε κατέπαυσεν τὴν προσευχήν, μνημονεύσας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκότων αὐτῷ, μικρῶν τε καὶ μεγάλων, ἐνδόξων τε καὶ ἀδόξων καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας, τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι, ὄνῳ καθίσαντες αὐτὸν ἤγαγον εἰς τὴν πόλιν, ὄντος σαββάτου μεγάλου.","t":"When at last he had finished his prayer, having remembered all who had ever met him, small and great, well known and unknown, and the whole catholic church throughout the world, and the hour for departure had come, they set him on a donkey and led him into the city. It was a great Sabbath."},"mart-pol/8.2":{"o":"καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρχος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης, οἳ καὶ μεταθέντες αὐτὸν ἐπὶ τὴν καροῦχαν ἔπειθον παρακαθεζόμενοι καὶ λέγοντες· Τί γὰρ κακόν ἐστιν εἰπεῖν· Κύριος Καῖσαρ, καὶ ἐπιθῦσαι καὶ τὰ τούτοις ἀκόλουθα καὶ διασώζεσθαι; ὁ δὲ τὰ μὲν πρῶτα οὐκ ἀπεκρίνατο αὐτοῖς, ἐπιμενόντων δὲ αὐτῶν ἔφη· Οὐ μέλλω ποιεῖν, ὃ συμβουλεύετέ μοι.","t":"And the police captain Herod and his father Nicetes met him, moved him into their carriage, and sitting beside him tried to persuade him, saying, “What harm is there in saying ‘Lord Caesar,’ and offering sacrifice, and doing the other things that go with it, and so saving yourself?” At first he did not answer them, but when they kept on, he said, “I am not going to do what you advise me.”"},"mart-pol/8.3":{"o":"οἱ δὲ ἀποτυχόντες τοῦ πεῖσαι αὐτὸν δεινὰ ῥήματα ἔλεγον αὐτῷ καὶ μετὰ σπουδῆς καθῄρουν αὐτόν, ὡς κατιόντα ἀπὸ τῆς καρούχας ἀποσῦραι τὸ ἀντικνήμιον. καὶ μὴ ἐπιστραφείς, ὡς οὐδὲν πεπονθὼς προθύμως μετὰ σπουδῆς ἐπορεύετο, ἀγόμενος εἰς τὸ στάδιον, θορύβου τηλικούτου ὄντος ἐν τῷ σταδίῳ, ὡς μηδὲ ἀκουσθῆναί τινα δύνασθαι.","t":"When they failed to persuade him, they said terrible things to him and pulled him down in such haste that, as he was getting down from the carriage, he scraped his shin. Without turning back, as though nothing had happened to him, he walked on eagerly and quickly as he was led into the stadium, where there was such an uproar that no one could even be heard."},"mart-pol/9.1":{"o":"Τῷ δὲ Πολυκάρπῳ εἰσιόντι εἰς τὸ στάδιον φωνὴ ἐξ οὐρανοῦ ἐγένετο· Ἴσχυε, Πολύκαρπε, καὶ ἀνδρίζου. καὶ τὸν μὲν εἰπόντα οὐδεὶς εἶδεν, τὴν δὲ φωνὴν τῶν ἡμετέρων οἱ παρόντες ἤκουσαν. καὶ λοιπὸν προσαχθέντος αὐτοῦ, θόρυβος ἦν μέγας ἀκουσάντων, ὅτι Πολύκαρπος συνείληπται.","t":"As Polycarp was entering the stadium, a voice came from heaven: “Be strong, Polycarp, and act like a man.” No one saw the speaker, but those of our people who were present heard the voice. And then, as he was brought forward, there was a great uproar among those who heard that Polycarp had been arrested."},"mart-pol/9.2":{"o":"προσαχθέντα οὖν αὐτὸν ἀνηρώτα ὁ ἀνθύπατος, εἰ αὐτὸς εἴη Πολύκαρπος. τοῦ δὲ ὁμολογοῦντος, ἔπειθεν ἀρνεῖσθαι λέγων· Αἰδέσθητί σου τὴν ἡλικίαν, καὶ ἕτερα τούτοις ἀκόλουθα, ὡς ἔθος αὐτοῖς λέγειν· Ὄμοσον τὴν Καίσαρος τύχην, μετανόησον, εἶπον· Αἶρε τοὺς ἀθέους. ὁ δὲ Πολύκαρπος ἐμβριθεῖ τῷ προσώπῳ εἰς πάντα τὸν ὄχλον τὸν ἐν τῷ σταδίῳ ἀνόμων ἐθνῶν ἐμβλέψας καὶ ἐπισείσας αὐτοῖς τὴν χεῖρα, στενάξας τε καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν· Αἶρε τοὺς ἀθέους.","t":"So when he was brought forward, the proconsul asked him whether he was Polycarp. When he said that he was, the proconsul tried to persuade him to deny, saying, “Have respect for your age,” and other such things as they customarily say: “Swear by the fortune of Caesar; change your mind; say, ‘Away with the atheists!’” But Polycarp, with a solemn face, looked at the whole crowd of lawless Gentiles in the stadium, waved his hand at them, groaned, and looking up to heaven said, “Away with the atheists!”"},"mart-pol/9.3":{"o":"ἐγκειμένου δὲ τοῦ ἀνθυπάτου καὶ λέγοντος· Ὄμοσον, καὶ ἀπολύω σε, λοιδόρησον τὸν Χριστόν, ἔφη ὁ Πολύκαρπος· Ὀγδοήκοντα καὶ ἓξ ἔτη δουλεύω αὐτῷ, καὶ οὐδέν με ἠδίκησεν· καὶ πῶς δύναμαι βλασφημῆσαι τὸν βασιλέα μου τὸν σώσαντά με;","t":"When the proconsul pressed him and said, “Swear, and I will release you; curse Christ,” Polycarp said, “Eighty-six years I have served him, and he has done me no wrong. How then can I blaspheme my King who saved me?”"}}