{"nilus-peristeria/1.1":{"o":"Ἔθος ἔχοντί μοι τὰ πολλὰ, τὰς ἀκαίρους τῶν ὀχληρῶν ἐκκλίνειν συνουσίας, ὡς οἶσθα, σπουδαιότατε ᾿Αγάθιε, καὶ τοῖς μᾶλλον ἠρεμοῦσιν ἐνδιατρίδειν τόποις, ὅταν τις ἀνάγκη τοῦ δωματίου προελθεῖν ἔξω βιάσηται, χθὲς πρὸ τοῦ ἄστεως ἀναπατοῦντι, καὶ κρεμάστραν αἰώραν ποιουμένῳ τὴν τε τοῦ ἄλσους ὄψιν, καὶ τὸ μέλος τῶν ἐν αὐτῷ μουσικῶς ἠχούντων ὀρνίθων, καὶ τὴν ἐκ τοῦ αἰθρίου καθαρὰν αὖραν τοῦ πνεύματος, προσελθὼν, ὀκνηρότερον μὲν τοῦτο γὰρ ἐδήλους τῷ σχήματι βαδίζων ἀργότερον, καὶ τῷ ἀπαναδυομένῳ ἐκ τοῦ συνεχῶς ὀκλάζειν ἐοικώς. Ἐστοχάζου γὰρ ἐκ τῆς ἐννοίας, ὅπερ ἦν ἀληθὲς, οὐκ εἰκῆ εἶναι τὴν μόνωσιν, ἀλλ᾿ ἔχειν τι πάντως ἐλογίζου τὴν ἡσυχίαν σπουδαῖον, καὶ τὴν ἡσυχίαν οὐκ εἶναι ἀργὴν, ἂν μήτι τῶν θεωρίας ἀξίων τὸν νοῦν κατεῖχε συνεστραμμένον. Ὅμως ἐπειδὴ μικρὸν ἀνανεύσαντα, καὶ προσεσχηκότα οὐκ ἀηδῶς ἐθεάσω προσελθὼν ἀσπασάμενός τε, καὶ συναναπατῶν τὴν αἰτίαν ἐπυνθάνου τῆς ἀδολεσχίας, καὶ μαθὼν, ὡς εἴη ἔρευνα, καὶ φροντὶς ζητήματος γραφικοῦ, λαβόμενος τῆς χειρὸς, καὶ προσαγαγών, ταύτην κατεφίλεις τῷ στόματι, καὶ μειδιῶν μάλα φαιδρῶς ἤκειν ἔλεγες φέρων καὶ αὐτὸς ἡμῖν ἄλλην φροντίδα, καὶ ὑπόθεσιν ἀξίαν γραφῆς, δυναμένην ὠφελῆσαι πολλοὺς, καὶ ἀπὸ τῆς νῦν πολιτευομένης χλιδῆς ἐπιστρέψαι ἐπὶ τὸ σωφρονέστερον.","t":"It is my habit for the most part, as you know, most earnest Agathius, to avoid untimely meetings with tiresome people and to spend my time in quieter places whenever some necessity forces me to go out of my cell. Yesterday I was walking outside the town, taking my recreation in the sight of the grove, the song of the birds that sang so musically in it, and the clean breeze of the open air, when you came up, rather hesitantly (you showed this by your manner, walking slowly), like someone who keeps checking himself and drawing back. For you guessed from my absorbed look, and it was true, that my solitude was not aimless; you reckoned that my quiet surely held something serious, and that it was not idle quiet, if something worthy of contemplation was holding my mind gathered in upon itself. Still, when you saw that I had looked up a little and had noticed you not unpleasantly, you came up and greeted me, and walking with me you asked the reason for my musing. When you learned that it was an inquiry, a concern over a question of Scripture, you took my hand, drew it to you and kissed it, and smiling very brightly you said that you too had come bringing us another concern, a subject worthy of writing, which could benefit many and turn them from the luxury now prevailing toward a more sober life.","f":"Nilus, <i>Perist.</i> 1.1 (PG 79:811; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/1-1)."},"nilus-peristeria/1.2":{"o":"Κἀγὼ καίτοι ἀρκοῦσαν ἔχων τῇ ἐμῇ δυνάμει εἰς τοὺς Ψαλμοὺς ἀσχολίαν, λίχνος δὲ πως ὢν περὶ τὰς πρὸς τὸ γράφειν ἀφὰς, ἠρόμην σε οὐκ ἀμερίμνως, τις εἴη αὕτη; καὶ τί πρὸς ὠφέλειαν ἔχειν δυναμένη τῶν νῦν, ἢ καὶ αὖθις ἐντευξομένων; Τῆς ματαιότητος τὰ πάναγρα δίκτυα ἁπλωσάσης ἁπανταχοῦ, καὶ συλλαβούσης ἅπαντας, καὶ ἐκτὸς ἐχούσης ἀρκύων. Πλούτους γὰρ, καὶ ἀξιώματα, καὶ δυναστείας, τρυφάς τε, καὶ τέρψεις ἀσέμνους οἷα βρόχους καταπήξασα κύκλῳ, ἕκαστον πρὸς ἢ μᾶλλον εὗρεν ἐπικλινῶς ἔχοντα, ἥδε κατέχει δουλωσαμένη, οὐκέτι γαστρὶ, καὶ τῇ ἄλλῃ τοῦ σώματος λειτουργεῖν ἐναναγκάζουσα χρείᾳ, ἀλλὰ καὶ θησαυροὺς σωρεύειν βιαζομένη τῶν ἐξ ἀδικίας πεπορισμένων χρημάτων, ἄλλων μένων λιμῷ, καὶ φυλάττειν ἐπιμελῶς ἀναγκάζουσα τὰ κακῶς ἡθροισμένα τισὶν ἴσως οὐδὲ τοῖς χρησομένοις καλῶς, ἵνα διπλῇ τὸν συναγαγόντα κολάσει καταδικάσῃ, τῇ μὲν ὑπὲρ ὧν ἀσθενεστέρους ὠφείλων ἠδίκησε, τῇ δὲ, ἀνθ᾽ ὧν ἅπερ ἐκείνων ἀφείλετο, ἄλλοις ὕλην συνήγαγεν ἀσώτου ζωῆς, σωφρονεῖν ἐν αὐταρκείᾳ δυναμένοις πολλάκις, ἐπειδή πως ἡ ἀφθονία τὸ περὶ τὰ μὴ καθήκοντα διδάσκει φιλότιμον τὴν ἐν ἑκάστῳ τῶν κατεγνωσμένων ἀβρότητα τῇ τῆς δαπάνης αὔξουσα χορηγίᾳ, καὶ πρὸς ἔσχατον κατὰ μικρὸν ἀκρασίας ἄγουσα ὅρον.","t":"And I, although I had occupation enough for my strength with the Psalms, being somehow greedy for opportunities to write, asked you, not without concern, what this subject was, and what benefit it could hold for people now, or for those who would read it later. Vanity has spread her all-catching nets everywhere; she has caught everyone and lets no one stay outside her toils. For she has fixed riches, honors, powers, luxuries and unseemly pleasures round about like nooses, and by whichever of them she finds each person most inclined toward, by that she holds him enslaved. She no longer compels him only to serve the belly and the body's other needs; she forces him to heap up treasures of money got by injustice while others go hungry, and makes him guard carefully what was wickedly collected, for people who perhaps will not even use it well. So she condemns the gatherer to a double punishment: one for wronging weaker people whom he ought to have helped, the other because what he took from them he gathered as fuel for a dissolute life for others, who often could have lived soberly with enough. For abundance somehow teaches ambition in improper things, increasing the refinement in each condemned thing by the supply of spending, and leading little by little to the furthest limit of incontinence.","f":"Nilus, <i>Perist.</i> 1.2 (PG 79:811; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/1-2)."},"nilus-peristeria/1.3":{"o":"Σὺ δὲ τὴν περιστερίαν ἡμῖν τὴν, ὡς ἡ φήμη διδάσκει, λαμπρὰν ἐν ἀξιᾳ, καὶ ὡς αὐτὸς φῇς, λαμπροτέραν ταῖς κατὰ ψυχὴν ἀρεταῖς σπουδαίως προσήγγελλες, πολλὰ τῆς ἀνθρώπου κατορθώματα, μεγάλα διεξιών, ἐγκράτειαν, φιλοπτωχείαν, μελέτην τῶν θείων λογίων διηνεκή, προσευχὴν ἐκτενῆ, καὶ κατανενυγμένην, χρημάτων εἰς τοὺς δεομένους δαπάνην φιλότιμον, σωφροσύνην ἕως ὀφθαλμῶν, αὐτῆς ἐνθυμήσεως, τὴν εἰς τοὺς ξένους, καὶ ἀπόρους τῶν τελευτώντων κηδείαν ἐπίτιμον, τὴν εἰς τοὺς καθ' ἥντινα οὖν αἰτίαν ἀτυχοῦντας συμπάθειαν, τὴν πρὸς τοὺς θεοσεβοῦντας εὐλάβειαν, τὴν πρὸς τοὺς τὸν μονήρη βίον ἐπανῃρημένους φροντίδα, καὶ κοινωνίαν χρείας τοῦ σώματος, ἵνα οἷς συνησυχάζειν καὶ συμπονεῖν διὰ τὸν ζυγὸν τοῦ γάμου κωλύηται, τούτοις συμπολιτεύηται τῇ διακονίᾳ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων, τὸ ἐν τούτοις ἀμέριμνον αὐτοῖς παρέχουσα, καὶ τὸ ἐκ τοῦ ἀπερισπάστως θεραπεύειν τὸ θεῖον πρὸς αὐτοὺς κέρδος μεριζομένη. Ταῦτα, καὶ τούτων ἔλεγες πλείονα, συνείρων ἀπήγγελες, καὶ πειρασμοῖς ἐκ μεθοδείας τοῦ διαβόλου, καὶ θλίψεσι συνεχῶς αὐτὴν περιπίπτειν ἀπήγγελες, τὸ ἔχειν ὅλως ἀντίπαλον τὸν ἀγῶνα αὐτῆς σαφῶς αἰνιττόμενος.","t":"And you eagerly announced to us Peristeria, illustrious in rank, as report has it, and, as you yourself say, more illustrious in the virtues of the soul. You went through the woman's many great achievements: self-control, love of the poor, constant study of the divine oracles, earnest prayer full of compunction, generous spending of money on the needy, chastity reaching to the eyes and to thought itself, honorable care for the burial of strangers and of the destitute when they die, sympathy for those in misfortune for whatever cause, reverence toward those who fear God, care for those who have taken up the solitary life, and sharing in their bodily needs; so that, with those whose stillness and labors the yoke of marriage prevents her from sharing, she may share a common life through serving the necessities of life, providing them freedom from care in these things and taking a share in the gain that comes to them from serving God without distraction. These things, and more than these, you told one after another, and you told also that she continually fell into temptations from the devil's scheming and into afflictions, clearly hinting that her contest had a real adversary.","f":"Nilus, <i>Perist.</i> 1.3 (PG 79:813; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/1-3)."},"nilus-peristeria/1.4":{"o":"Ἐγὼ δὲ πρῶτον μὲν ἐθαύμασα, εἰ τῇ νῦν γενεᾷ τοιοῦτον ἐξεγένετο, οἷον φῇς ὄντως βλαστῆσαι φυτὸν, ἐν ᾗ τῶν ἡμέρων, καὶ καρποτόκων δένδρων, τὰ τῆς ἀκάρπου, καὶ ἀγρίας ὕλης πλημμυρεῖ ὄντως μᾶλλον, καὶ τέθηλεν εὐερνοῦντα κλήματα, ῥίζαις μὲν ἐκ βάθους ὠχυρωμένα πρὸς τὸ ἀκράδαντον, ὀρπήκων δὲ ἐκτάσει κεχυμένα πρὸς εὔρος ἀνείκαστον, πετάλων δὲ κόμαις συνηρεφῆ, καὶ σύσκια, ὡς μηδαμόθεν ἀκτῖνι χρηστῆς ἐννοίας τὸ τῆς καρδίας ποτὲ θάλπεσθαι βάθος ἐπισκοτούμενον τῇ ἐν τοῖς ἔργοις πολιτευομένῃ κακίᾳ. Αὖθις δὲ τὸ πολυπραγμονεῖν ἀκριβῶς, εἰ ἔστι τις, εἰ μὴ ἔστι τοιοῦτος, περιττὸν κρίνας, καὶ δοκοῦν. Ἑτοίμως ἐπὶ τὸ γράφειν ἐχώρησα, τὴν ὑπόθεσιν ἱκανὴν πρὸς ὠφέλειαν καταμαθὼν, κᾶν μηδεὶς ὑποκέηται, ταύτην τοῖς ἔργοις πιστούμενος. Ὅταν γὰρ τὴν φύσιν τῶν πραγμάτων ἔχῃ μαρτυροῦσαν ὁ λόγος, πείθει ταχέως, καὶ ἄνευ τινὸς παραδείγματος τὸν ἀκούοντα τὸ ἀληθὲς, καὶ εὔλογον πρὸς ἀξιοπιστίαν τῆς ὑποδείξεως ἐπαγόμενος, καὶ τῷ λίαν φιλονεικεῖν εἰθισμένῳ ἀντιῤῥήσεως οὐ παρέχων καιρόν.","t":"At first I wondered whether such a plant as you describe had really sprung up in the present generation, in which, instead of cultivated and fruit-bearing trees, the growths of barren and wild timber abound far more, and vigorous shoots flourish, fortified with roots from the depths so as to be unshakeable, spread by the reach of their branches to an unimaginable breadth, thickly roofed and shady with leafy foliage, so that the depth of the heart is never warmed anywhere by the ray of a good thought, being darkened by the wickedness that holds sway in deeds. But then, judging it superfluous, as it seemed, to inquire precisely whether there is or is not such a person, I readily turned to writing, having recognized that the subject was sufficient to do good even if no one stood behind it, and confirming it by the facts themselves. For when an argument has the nature of things as its witness, it quickly persuades the hearer of the truth even without an example, drawing what is true and reasonable into the credibility of its demonstration, and giving one used to excessive contentiousness no opening for contradiction.","f":"Nilus, <i>Perist.</i> 1.4 (PG 79:813; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/1-4)."},"nilus-peristeria/1.5":{"o":"Ὡς γὰρ ἐν νεφώσει μὲν ἥλιον εἶναι, καὶ τὸν οἱκεῖον ἀνύειν δρόμον, ἐν δὲ βλαστοῖς ὥρᾳ χειμῶνος ἐνυπάρχειν οὐδεὶς ἀμφιβάλλει καρπὸν, τὴν παρελθοῦσαν πεῖραν ἔχων διδασκαλίαν αἰδέσιμον· οὕτως τὸ καλὸν ἀναντιῤῥήτως ὡμολόγηται πᾶσι καλὸν, κἂν δοκῇ συνήθεια πονηρὰ πρὸς τὰ φαῦλα κατέχειν τὴν γνώμην πεπεδημένην, τῆς συνειδήσεως πρὸς τὴν συγκατάθεσιν τῆς ἀληθείας ἀναιδῶς ἀντικλίνειν αἰσχυνομένης, καὶ πρὸς τὸ πρόδηλον φιλονείκως ἵστασθαι αἰσχρὸν ἡγουμένης, καὶ λίαν ἐπίψογον. ῎Αλλως δὲ καὶ τὸ πάλαι γενόμενον δυνατὸν ἤδη τισὶ λογισάμενος εἶναι τοῖς βουλομένοις, καὶ νῦν δυνατὸν, τῆς αὐτῆς φύσεως ἐν πᾶσιν ὁμοίως τρεχούσης τότε, καὶ νῦν, καὶ οὐ διδούσης ἀδυναμίαν εὔλογον προφασίσασθαι τοῖς διὰ τὸ μακρὸν ἔθος τῆς εἰς τὸ χρήσιμον ἀργίας ἀδύνατα τεθειμένοις τὰ τῶν ἀρχαίων ἀνδρῶν τε καὶ γυναικῶν κατορθώματα. ᾿Απιστεῖν εἰς ἅπαν οὐκ ᾠήθην εὔλογον, ὡς ἔστι τις τὴν προαίρεσιν κινήσας πρὸς ζῆλον τῆς τῶν μακαρίων ἐκείνων ἐνθέσμου διαγωγῆς, καὶ τοὺς καρποὺς τῆς ἀρετῆς γεωργῶν, ὡσαύτως ἐκείνοις τῆς φύσεως δύναμιν ἐχούσης ἰσχὺν ἐκ τοῦ γεγηρακότος πρέμνου νέους ἀναφῦναι, καὶ τεθηλότας βλαστούς. Εἰ γὰρ Νῶε τῆς κατ᾿ αὐτὸν γενεᾶς τὴν πανωλεθρίαν τῷ κατακλυσμῷ καταδικασθείσης, καὶ τῇ πλημμύρᾳ τοῦ ὕδατος ἀφανισθείσης αὐτάνδρου, μόνος εὐαρεστήσας εὑρέθη τῷ Θεῷ· καὶ ἐν Βαρβάροις ἀνομοῦσιν ἐξ ἔθους μακροῦ, ἐβλάστησε καθάπερ ἐν ὑλομανούσαις ἀκάνθαις κρίνον φαιδρότατον ὁ δικαιότατος καὶ ἀληθινὸς ἄνθρωπος Ἰώβ· καὶ ἡ τῷ κεραυνείῳ κατεμπρησθεῖσα πυρὶ τῶν περὶ Σόδομα χώρα ἔσχεν αἰδέσιμον τῷ Θεῷ τὸν φιλόξενον Λὼτ, καὶ τὴν Ῥαάβ, καὶ τὴν Δεβόραν, Ἐσθήρ τε, καὶ Ἰουδιθ, Φοίβην, καὶ Πρίσκιλλαν, καὶ Δορκάδα, καὶ Αύδαν, καὶ πολλοὺς ἄλλους ἤνεγκαν διάφοροι καιροί, καὶ ἐν πάσῃ γενεᾷ ἔλαμψέ τις τῇ πολιτείᾳ τῆς φυσικῆς εὐγενείας ἐξίτηλον γενομένην τῷ χρόνῳ ἀναζωγραφήσας λαμπροῖς χρώμασι τὴν εἰκόνα, ἵνα μὴ πάντως τέλεον ἀποσβεσθὲν τὸ ζωηρὸν τῆς ἀρχαίας εὐζωΐας ὄντως ἄπιστα κρίνεσθαι τὰ περὶ τῶν εὖ βεβιωκότων γεγραμμένα παρασκευάσῃ, οὐδενὸς ὑπὸ τῶν οἰκείων ἔργων δεικνύντος τὰ ἱστορούμενα δυνατά. Πῶς οὐκ ἦν ἄτοπον ἄλλων ἄλλοτε γενομένων τοιούτων, μὴ καὶ νῦν, (κἂν δοκῇ διὰ τὴν κρατοῦσαν ἀπάτην παράδοξον,) εὑρῆσθαι εἰπεῖν ψυχὴν τοῖς ἀγαθοῖς ἔργοις τὴν πρὸς αὐτοὺς μαρτυρουμένην συγγένειαν, καὶ τούτοις κοσμουμένην, ὦ φίλη κεφαλή, οἷς ἔφης πλεονεκτήμασι","t":"For just as no one doubts that the sun is there and runs its proper course even behind clouds, or that fruit is present in the shoots in winter, since past experience is a respected teacher, so the good is acknowledged by all beyond dispute to be good, even if evil habit seems to hold the will fettered to base things; for conscience is ashamed to turn shamelessly away from assenting to the truth, and thinks it disgraceful and very blameworthy to stand contentiously against what is plain. Besides, I reckoned that what was possible long ago for some who willed it is possible now too for those who will, since the same nature runs alike in all, then and now, and gives no reasonable excuse of incapacity to those who, through long habit of idleness toward what is useful, have declared impossible the achievements of the men and women of old. So I did not think it reasonable to disbelieve altogether that there is someone who has moved her will to emulate the lawful way of life of those blessed people and cultivates the fruits of virtue as they did, since nature has the power to make new and flourishing shoots spring up from the aged stock. For when Noah's generation was condemned to total destruction by the flood and wiped out, men and all, by the deluge of water, he alone was found pleasing to God; among barbarians lawless from long custom there blossomed, like a radiant lily among rampant thorns, Job, the most righteous and true man; the region of Sodom, burned with fire as by lightning, had Lot, the hospitable, held in honor by God; different times have brought forth Rahab and Deborah, Esther and Judith, Phoebe and Priscilla, Dorcas and Lydia, and many others; and in every generation someone has shone by his way of life, repainting in bright colors the image of natural nobility that time had faded, so that the vitality of the good life of old might not be wholly quenched and make what is written about those who lived well be judged truly incredible, with no one showing by his own deeds that the things recorded are possible. If so, how would it not be absurd, when such people have arisen at other times, to say that a soul is not found now too (even if, because of the prevailing deceit, it seems strange) that bears by its good works the kinship with them to which it is attested, and is adorned, my dear friend, with those excellences you described?","f":"Nilus, <i>Perist.</i> 1.5 (PG 79:815; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/1-5)."},"nilus-peristeria/10.1":{"o":"Οὕτως οὖν, ὦ φιλότης, διακειμένων τῶν πραγμάτων, ὡς εἴρηται, καὶ τοσαύτης παρανομίας κατεχούσης τὸν βίον, ὡς ἰχθύων ἅπαντας μιμεῖσθαι ζωὴν καταπίνοντας τοὺς ἥττονας, καὶ καταπινομένους ὑπὸ τῶν δυνατωτέρων, εὑρεῖν χρὴ ἢ κατὰ τὸν μέγαν Μωϋσέα τινὰ, ποτὲ μὲν τύπτοντα τὸν διαπληκτιζόμενον πρὸς τὸν Ἰσραηλίτην Αἰγύπτιον, ποτὲ δὲ παραινοῦντα μαχομένοις τοῖς ὁμοφύλοις τὸ εὔσπονδον, καὶ λέγοντα· ᾿Αδελφοί ἐστε, ἵνα τί ἀδικεῖτε ἀλλήλους; ἢ κατὰ τὸν Ἀβακοὺμ, ἀρήγειν μὲν τοῖς καταπονουμένοις, ἐπιτιμᾶν πάντως οὐκ ἔχοντα δύναμιν, Θεῷ δὲ κατὰ τῆς τότε πολιτευομένης ἐντυγχάνοντα παρανομίας, καὶ τὸν ζῆλον δεικνύντα τῇ πρὸς αὐτὸν παῤῥησίᾳ· φησὶ γάρ· «Ἕως πότε, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὔ με σώσεις; ι οὐκ αὐτὸς εἰς πρόσωπον· προφήτης γὰρ ἦν, καὶ πάσης βλάβης ὑπῆρχεν ἀνώτερος, ἀλλὰ τὴν τῶν ἄλλων διὰ τὸ μισοπόνηρον ἐκδικηθῆναι ἀδικίαν εὐχόμενος. Ἑξῆς γοῦν ἐπιφέρει λέγων· « Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον. » Πóσον ἦν ἀγαθὸν, καὶ πόσην τοῖς ἀδικουμένοις ἐποίει παράκλησιν ἐπικουφιζομένοις τὰ λυπηρὰ τῇ τοῦ συναλγοῦντος συμπαθείᾳ; ᾿Αδικία δὲ ὡς τὸ τυραννεῖν, καὶ ζημιοῦν, καὶ προπηλακίζειν, οὕτω καὶ τὸ τῶν καθηκόντων ἀποστερεῖν τοὺς χρήζοντας τούτων ἐστί. Τοσούτους γὰρ ἕκαστος ἀδικεῖ, ὅσους οὐκ ὠφελεῖ εὐεργετεῖν δυνάμενος. Καὶ τοῦτο δεικνὺς ὁ Κύριος ἀληθὲς, οὐ τοὺς ἀδικήσαντας, οὐ τοὺς πλεονεκτήσαντας, ἀλλὰ τοὺς μὴ θρέψαντας πεινῶντα τὸν πένητα, τοὺς μὴ συναγαγόντας οἴκοι τὸν ξένον, τοὺς μὴ ἐπισκεψαμένους τὸν κατακείμενον, τοὺς μὴ παρὰ τὸν καθειργμένον φοιτήσαντας, καὶ δεσμώτην ὄντα ὅτῳ δήποτε τρόπῳ μὴ παραμυθησαμένους ἔργῳ καὶ λόγῳ, πυρὶ αἰωνίῳ παρέπεμψεν, αὐτὸ κρίνας μεγίστην ἀδικίαν, καὶ παγχάλεπον, τὸ μὴ χρήσασθαι τῇ δυνάμει πρὸς εὐποιίαν τῶν δεομένων. Εἰ γὰρ καὶ μὴ νόμος θεῖος διαῤῥήδην τὴν ἐλεημοσύνην προσέταττε; γενέσθαι τὴν φύσιν διδάσκαλον ἐκ τοῦ ὁμοιοπαθοῦς νομοθετοῦσαν ἀφθόγγῳ διατάξει τὸ συμπαθές. Ὅταν δὲ καὶ νόμος ἐν ἱεραῖς Βίβλοις κεχαραγμένος ὑπομιμνήσκει τὴν φυσικὴν δυναμιν, ὑπονύττων καὶ διεγείρων τὴν ἐπιτηδειότητα πρὸς εὐεργεσίαν τοῦ χρήζοντος, πῶς οὐκ ἄξιος καὶ χαλεπωτέρας τοῦ πυρὸς καταδίκης, οὐδ᾽ ἑτέρῳ τοῖν δυοῖν δυσωπηθεὶς διαναστῆναι πρὸς τὰ φιλάνθρωπον, καὶ ἔξωθεν ἐλεγχόμενος, καὶ ἔνδοθεν ὀνειδιζόμενος τοῦ καλοῦ τὴν ἀργίαν, καὶ μένων διόλου ἀναπεπτωκὼς, καὶ ὀκνῶν ἢ φειδωλίᾳ, ἢ ἀσπλαγχνίᾳ τὴν εὐποιίαν; Εἰ δὲ ξένους μὲν οἴκοι συνάγει κατὰ τὸν ᾿Ἀβραὰμ, καὶ ἐκ τῆς πλατείας κατὰ τὸν Λὼτ τοὺς ὁδίτας ἕλκει πρὸς ἑαυτὸν, καὶ ὀρφανοὺς ἐπιδειπνοίη, καὶ χήραις ἐπαρδεομέναις τὰ λείποντα, καὶ παντὶ χρήζοντι γίγνοιτο τῇ σχέσει τοῦτο, ὅπερ ἀναπληροῖ τὸ ὑστέρημα, ἁρμοζόμενος τῇ δυνάμει ταῖς χρείαις ἑκάστου κατὰ τὸν μέγαν Ἰὼβ, καὶ συστέλλει σώματα ἐῤῥιμμένων νεκρῶν, ὡς ἱστορεῖται ποιῶν Τωβίας ὁ δίκαιος, καὶ τοῖς ἐπιξενουμένοις ἀπονέμει σκηνὴν, καὶ κλίνην, καὶ τράπεζαν, κατὰ τὴν Σουναμίτιν, καὶ τοὺς ἀνακεχωρημένους ἐν καλύβαις, καὶ σπηλαίοις διάγοντας βίον θεραπεύει τοῖς ἐπιτηδείοις, κατὰ τὸν ᾿Αβδιού, καὶ τέκνων ἐν τοῖς ἀναγκαίοις προκρίνει δίκαιον ἐνδεῆ, δευτέραν ἀρετῆς κρίνων τὴν φύσιν, κατὰ τὴν Σαραφθίαν χήραν, δράκα μόνην κεκτημένην ἀλεύρου, καὶ ταύτην ἐν λιμῷ μαραινομένων τῶν φιλτάτων ἐνδείᾳ παραχωρήσασαν τῷ προφήτῃ Ἠλίᾳ, καὶ προσεδρεύοι μελέτῃ τοῦ λόγου κατὰ τῶν ἐπὶ τοῦ ἅρματος ἀναγινώσκοντα εὐνοῦχον, καὶ τὴν οἴκοι σπουδὴν δεικνύντα τῇ ἐν ταῖς ὁδοιπορίαις ἐπιμελείᾳ τοῦ πράγματος, προσευχαῖς, καὶ ἐλεημοσύναις σχολάζοι, κατὰ τὸν Κορνήλιον, ᾧ φησιν ἄγγελος παραστάς· Αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ, » ἄξια τῆς θείας ὄψεως εὐαγγελισάμενος τῷ ἐργάτῃ τὰ ἔργα· καὶ νηστείαις προσέχοι τὸν Παῦλον ζηλῶν, ὃς ἐν μέρει καυχήματος τὸ πρᾶγμα τιθέμενός φησιν· ε Ἐν νηστείαις πολλάκις, ἐν λιμῷ καὶ δίψῃ, » τῇ ἐπὶ τῷ διδύμῳ, τυραννικῷ πάθει πείνης καὶ δίψης σεμνυνόμενος καρτερίᾳ, διὰ τοὺς ὀκνηρότερον διακειμένους περὶ τὴν ἐγκράτειαν, ἔθει τῆς ἡδυπαθείας δεδουλωμένους, τῇ φορολόγῳ γαστρὶ, ἵνα κἂν μὴ πόθος αὐτοὺς ἕλκυσε φιλοσοφίας πρὸς τοῦτο, ἐπιθυμίᾳ γοῦν ἐπαίνων προτρέψηται· τὸ γὰρ καυχήματος ἄξιον, καὶ ἐγκωμίων πάντως οὐκ ἄμοιρον· διατί κριθείη πάντων ἐκείνων ἀντίῤῥοπος, ἑκάστου τὸ πλεονέκτημα οἰκειωσάμενος, καὶ μόνος τοῦτο γενόμενος, ὅπερ ἦσαν ὁμοῦ πάντες αὐτοὶ, τὰ κατὰ καιροὺς ἀνακεφαλαιωσάμενος ἐν τῷ ἰδίῳ βίῳ καλὰ, καὶ δείξας τὰ ἀρχαῖα πιστὰ οὐ κατασκευῆς πιθανότητι, ἀλλὰ μαρτυρίᾳ τῶν ἔργων σαφεῖ. Τὸ γὰρ ἐν τῇ ἐπαγγελίᾳ διὰ τὸ παράδοξον πολλάκις φαινόμενον ἄπιστον, ἔργῳ βεβαιωθὲν, ἀναμφίβολον γίνεται, οὐκέτι τῷ ἐνδοιασμῷ τοῦ δυνατοῦ, καὶ ἀδυνάτου παρέχον καιρόν.","t":"Since things stand thus, my friend, as has been said, and so much lawlessness grips life that all imitate the life of fishes, swallowing the weaker and being swallowed by the stronger, one would need to find someone like the great Moses, who at one time struck the Egyptian who was fighting with the Israelite, and at another urged peace on his fellow countrymen when they fought, saying: “You are brothers; why do you wrong one another?” Or someone like Habakkuk, who, having no power at all to help the oppressed or to rebuke, pleaded with God against the lawlessness then prevailing and showed his zeal by his boldness toward him. For he says: “How long, Lord, shall I cry and you will not hear? I will shout to you, being wronged, and will you not save me?” not on his own account (for he was a prophet and above all harm), but praying, out of hatred of evil, that the injustice done to others might be avenged. At any rate he goes on to say: “Why have you shown me toils and troubles, to look upon misery and ungodliness? For the ungodly overpowers the righteous, and you will make men like the fishes of the sea and like the creeping things that have no ruler.” How good it would be, and what comfort it would give the wronged, whose sorrows are lightened by the sympathy of one who shares their pain! Injustice is not only tyrannizing, inflicting loss and insult; it is also depriving those in need of what they ought to have. For each person wrongs as many as he does not benefit when he is able to do good. And the Lord, showing that this is true, sent to the eternal fire not those who had wronged others, not those who had defrauded them, but those who did not feed the hungry poor man, did not take the stranger into their homes, did not visit the man lying sick, did not go to the man shut in prison and did not in any way comfort him in deed and word while he was a prisoner; for he judged this the greatest and most grievous injustice, not to use one's power to do good to the needy. For even if divine law had not expressly commanded almsgiving, nature would have become our teacher, legislating sympathy by an unspoken ordinance from our sharing the same sufferings. And when the law engraved in the holy Books also reminds us of this natural power, prodding and arousing our aptitude for doing good to the one in need, how is he not worthy even of a harsher condemnation than the fire, who is not shamed by either of the two into rising to love of humankind, though convicted from outside and reproached from within for his idleness in good, and who remains wholly slack and shrinks from doing good, from stinginess or heartlessness? But if someone gathers strangers into the house like Abraham, draws travelers to himself from the street like Lot, gives orphans their dinner, supplies widows with what they lack, and becomes to every needy person, in his dealings, what fills the want, fitting his means to the needs of each like the great Job; if he lays out the bodies of the dead thrown out, as Tobit the righteous is recorded to have done; if he gives guests a room, a bed and a table like the Shunammite woman; if he cares with necessities for those who have withdrawn and live in huts and caves, like Obadiah; if he prefers a righteous man in need to his own children in necessities, ranking nature second to virtue, like the widow of Zarephath, who had only a handful of flour and gave it up to the prophet Elijah in a famine while her dearest ones were wasting away from want; if he devotes himself to study of the word like the eunuch reading in the chariot, who showed his zeal at home by his care for the matter on his journeys; if he gives himself to prayers and almsgiving like Cornelius, to whom an angel stood by and said, “Your prayers and your alms have gone up as a memorial before God,” announcing to the worker that his works were worthy of the divine sight; and if he attends to fasting, emulating Paul, who counts the thing as part of his boast and says, “In fastings often, in hunger and thirst,” taking pride in his endurance in the twin, tyrannical passion of hunger and thirst, for the sake of those who are more sluggish about self-control, enslaved by the habit of soft living to the tax-collecting belly, so that, even if the love of philosophy did not draw them to it, at least the desire for praise might urge them on (for what is worthy of boasting is surely not without a share of praise): why should such a person not be judged equal in weight to all of them, having made each one's excellence his own and become alone what all of them were together, summing up in his own life the good things of different times, and showing the things of old to be credible, not by persuasive argument but by the clear testimony of works? For what often seems incredible in a promise because it is extraordinary becomes beyond doubt when confirmed by deed, no longer giving room for doubt about what is possible and impossible.","f":"Nilus, <i>Perist.</i> 10.1 (PG 79:885; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/10-1)."},"nilus-peristeria/10.2":{"o":"Καὶ πῶς λάμπουσαν τῇ πολιτείᾳ λανθάνειν ἤθελες τὸν μισόκαλον διάβολον, καὶ μένειν ἐβούλου ἀγύμναστον πειρασμῶν, τοσαύτας προκλήσεως αὐτῷ παρέχουσαν ἀφορμάς; Εἰ γὰρ ἕκαστος τῶν ἔν τι, καὶ δεύτερον κατορθωκότων καλὸν, πολὴν ἔσχε καθ' αὐτοῦ πνεύσαντα τὸν ἐχθρὸν, πῶς ἔδει τὴν πολύαθλον, καὶ τοὺς ἁπάντων ἀγωνιζομένην ὁμοῦ καθῆσθαι ἀμέριμνον, ἐν σταδίῳ οὖσαν, καὶ οὐκ ἔχουσαν τὸν προσπαλαίοντα, ἀλειφομένην, καὶ οὐ συμπλεκομένην, κονιζομένην ἐν τῷ σκάμματι, καὶ οὐ κινοῦσαν καθ' τῆς τὸν ἀντίπαλον, διερίζουσαν, καὶ οὐ παροξύνουσαν αὐτὸν πρὸς μάχην, ἀρετὴν ἐργαζομένην, καὶ οὐ λυποῦσαν τὸν ἀρχέκακον, Θεῷ ἀρέσκουσαν, καὶ οὐκ ἐγείρουσαν τὸν ὄφιν πρὸς φθόνον βασκαίνειν εἰωθότα τοῖς εἰς τιμὴν προκόπτουσιν ἐκείνην, ἧς ἀπέπεσεν ἀπροσεξήσας ἐκεῖνος; Διὰ τοῦτο πάντες οἱ ἅγιοι πεπολέμηνται παρ' αὐτοῦ, καὶ οὐδείς ἐστιν ὁ προθέμενος, ἢ πράξας τι τῶν ἀρεσκόντων Θεῷ, ὃς μὴ ἔσχεν ἀντιπράττοντα, καὶ ἐπιβουλεύοντα τὸν τοῦτο σπουδάζοντα, ἐχθρὸν ὄντα δι᾽ οὐδὲν, ἢ δικαιοπραγεῖν, ὅτι σπουδάζοντες φιλίαν στέλλονται πρὸς τὸν Σωτῆρα Χριστὸν, καὶ καταλείπουσι μόνον, ἢ μετ᾿ ὀλίγων κομιδῇ καταδικαζόμενον τὴν αἰώνιον κόλασιν, πολλοὺς ἢ καὶ πάντας ἑλκύσαι θέλοντα μεθ' ἑαυτοῦ. Στοχάζεται γὰρ ἴσως ὁ παμμίαρος φειδοῦς τεύξεσθαι μετὰ πάντων, εἰ τὸ γένος τῶν ἀνθρώπων εὑρεθείη ἅπαν κολάσεως ὑπεύθυνον, οὔτε τῷ κατακλυσμῷ πληροφορηθεὶς τὸ ἐμβριθὲς τῆς ἀποφάσεως, οὐ δυσωπηθείσης πρὸς συμπάθειαν, πλῆθος δι᾽ ἁμαρτίαν κριθὲν κολάσει ὑπόδικον. Εἰ γοῦν τὸ μετὰ πολλῶν τιμωρεῖσθαι παραμυθίαν ἡγεῖται, ἐπελαφριζομένης, ὡς δοκεῖ, πάντως αὐτῷ τῆς βασάνου τῇ κοινωνίᾳ τοῦ πλήθους, κάν τούτῳ, καθὼς ἐν πᾶσι, σφαλλόμενος· τἱ γὰρ ὀνίνησι τὸν πάσχοντα ἀριθμὸς τὰ αὐτὰ πάσχων, ἀπεράντως ἑκάστου τὴν ὀδύνην ἔχοντος ἰδίαν, καὶ οὐκ ἐπιμεριζομένην τοῖς ἄλλοις; ᾿Αλλ' ἀρκεῖ τῷ βασκάνῳ τάχα πρὸς πληροφορίαν τοῦ πάθους καὶ ἡ τῶν πολλῶν ἀπώλεια μόνη, κἂν μηδὲν κερδαίνῃ ἐκ τούτου ὅλως αὐτός. Φθόνου γὰρ ἴδιον τοῦτο, συμφορὰν ἐπιθυμεῖν τῶν φθονουμένων, καὶ μεταβολὴν ἀπὸ τοῦ εὐδοκίμου ἐπὶ τὸ ἀτιμότερον, οὐδὲν τοῦ δυσπραγοῦντος αὐτὸν παραμυθουμένου, ἢ ὅτι μόνον ἀναπέπαυται τυχὸν ἐὰν ἄρα τύχῃ τοῦ ποθουμένου, εὐφραινόμενος ἐπὶ τῇ μεταβολῇ τοῦ φθονουμένου τῆς εὐπραγίας, ἐφ᾿ ᾗ ὠδυνᾶτο, καὶ ἐτήκετο πρότερον.","t":"And how could you wish one who shines by her way of life to escape the notice of the devil, the hater of good, and to remain unexercised by temptations, when she gives him so many occasions for challenge? For if each of those who achieved one or two good things had the enemy blowing hard against him, how could she who has many contests and contends in those of all of them at once sit untroubled, being in the stadium and having no one to wrestle with her, anointed and not grappling, covered with dust in the wrestling pit and not stirring the adversary against herself, competing and not provoking him to battle, practicing virtue and not grieving the author of evil, pleasing God and not rousing to envy the serpent, who is accustomed to begrudge those advancing toward the honor from which he himself fell through carelessness? That is why all the saints have been warred upon by him, and there is no one who has set out to do, or has done, anything pleasing to God who did not have him working against him and plotting against his effort; he is an enemy for no reason except that they strive to act justly, because by their striving they set out toward friendship with Christ the Saviour and leave him alone, or with very few, condemned to eternal punishment, wishing as he does to drag many, or even all, along with him. For perhaps the utterly foul one guesses that he will obtain mercy along with all, if the whole human race is found liable to punishment, not convinced even by the flood of the weight of the sentence, which was not moved to sympathy for a multitude judged liable to punishment for sin. If then he considers being punished with many a comfort, thinking no doubt that the torment will be lightened for him by sharing it with the multitude, he is mistaken in this as in everything. For what help to the sufferer is a number suffering the same things, when each has his own pain without end and it is not divided among the others? But perhaps for the envious one the ruin of the many alone is enough to satisfy his passion, even if he gains nothing at all by it himself. For this is the mark of envy: to desire misfortune for those envied and a change from good repute to dishonor, though nothing comforts the one in misfortune except only that he is relieved, if he happens to get what he longs for, rejoicing at the change in the prosperity of the one envied, at which he was pained and wasted away before.","f":"Nilus, <i>Perist.</i> 10.2 (PG 79:887; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/10-2)."},"nilus-peristeria/10.3":{"o":"Οὕτω νεόπλαστον ἔτι τὸν ᾿Αδὰμ, καὶ τῆς θείας ἕναγχος εἰκόνος ἠξιωμένον, δεσποτείαν τε πάσης λαβόντα τῆς κτίσεως, ὑπελθὼν ἀπάτῃ, καὶ δόλῳ, ἐπεὶ μὴ φανερὰν εἶχεν αἰτίαν ἀνύουσαν αὐτὸν τῆς βασκανίας σκοπὸν, ἔτι καὶ τῆς ἐντολῆς, καὶ τῆς τιμῆς διὰ τὸ προσφάτως δεδόσθαι μεμνημένον, ἠπάτησε τοῖς φενακισμοῖς, ἰσοθεῖαν ἐπαγγειλάμενος, ἵνα καὶ τῆς δεδομένης ἀποστερήσῃ τιμῆς· οὐδὲν γὰρ εἶχεν ὅπλον, ᾧ τέως χειρώσεται τὸν ἄπειρον μάχης, οὐ πορνείαν, οὐδέπω γὰρ πρὸς ἡδονὴν ἐγαργάλιζεν· οὐκ ὄψις, οὐ πάθος, οὐ πλεονεξία· οὐκ ἦν γὰρ τὴν ἐπιθυμίαν πρὸς κτῆσιν ἐρεθίζουσα ὕλη, οὐ φθόνος, τῆς γυμναζούσης πρὸς ὑποταγὴν νομοθετούμενον οὐ κενοδοξία, οὐ μίσος, οὐ δόλος, οὐδενὸς ὄντος, καθ' οὗ κινηθήσεται, ὡς εὐθὺς ἐν τῷ Κάϊν ἤρξατο πτερύσσεσθαι ταῦτα τὰ πάθη, τῇ τοῦ ᾿Αβελ εὐδοκιμήσει ἐρεθισθέντα πρὸς τὸ ζηλότυπον. Ἕν ᾔδει συνεργοῦν αὐτῷ πρὸς τὴν κατασκευὴν τοῦ τεχνάσματος μόνον, ἔρωτα, καὶ πόθον μείζονος τιμῆς. ᾿Αρχαῖον γὰρ καὶ σύγχρονον τοῖς ἀνθρώποις τοῦτο τὸ πάθος, ἀλλ᾽ οὐκ ἐφ᾽ ὕβρει τοῦ τιμήσαντος, ἐπὶ σεβασμῷ δὲ καὶ τιμῇ δεδομένον. \"Ην γὰρ ἐπηγγείλατο ὡς Θεὸς ἀξίαν ὁ πρῶτον πολυθεΐας φθεγξάμενος ὄνομα, καὶ τὸ ἀκραιφνὲς τῆς μοναρχίας θολώσας προσηγορίᾳ θεῶν, κεκτημένην ἀνθρώπῳ ἀρετῆς ἐπιμέλειαν, ἄρπασμα δὲ γενέσθαι παραβάσει τῆς ἐντολῆς οὐκ ἐδύνατο, τῆς ἁμαρτίας ἀποστερεῖν τιμῆς φύσιν ἐχούσης, οὐ προτιθέναι τιμήν. Αὐτίκα γοῦν οὗτος μὲν διὰ τὴν εἰς τὸν τιμήσαντα ὕβριν μετὰ τὴν παράβασιν τῆς ἐντολῆς, γυμνοῦται τῆς ἀξίας, παραλύεται τῆς ἀρχῆς, τῆς εἰκόνος ἀποτίθεται τὴν τιμὴν, εἰς τὴν πρὸ μικροῦ ὑποστρέφει εὐτέλειαν, γῆ πάλιν, καὶ χοῦς ὀνομάζεται, ἄνευ τῆς συγκεκληρωμένης τῷ χοικῷ ἀνδριάντι θείας μορφῆς. Δέδοικε λοιπὸν εἰκότως θηρίων θυμοὺς, ἱοὺς ἑρπετῶν, θηρίων ἐῤῥωμενεστάτων ἀλκὰς, οἷς ἦν πρὸ μικροῦ διὰ τὴν ἀρχὴν φοβερὸς, τούτοις γενόμενος ὑποχείριος, πάντων ἀθρόως ἐξέπεσεν ἀπειθήσας Θεῷ, ὧν διὰ τὴν ὑπακοὴν καθειστήκει τέως ἐντός. Ταύτην γὰρ αὐτῷ, καὶ ἀντὶ νομοθεσίας ὁ Δημιουργὸς προεθήκατο ἐγκράτειαν ἑνὸς ἐπιτάξας φυτοῦ, ἄλλης οὐκ οὔσης ὕλης, ὡς εἴρηται, ἀναγκαίως ὀφείλοντα διὰ τὸ τῶν ἄλλων ἡγεμονεύειν ἁπάντων ἔχειν τι ἐπικείμενον πρόσταγμα σημαίνον αὐτῷ τὸν τῆς δουλείας ζυγὸν, ἵνα, ὅταν μέγα φρονεῖν ὑποτίθηται τὸ ἐπιστατεῖν τῶν γεννητῶν, καὶ ἄρχειν τοσούτων, καὶ τηλικούτων ζώων, συστέλλῃ διαχεομένην τῇ ἐξουσίᾳ τὴν γνώμην τὸ εἶναι ὑπὸ νόμον, καὶ ὑποκεῖσθαι τῇ ἐντολῇ· ἐπειδή πως ὁ τῆς μείζονος ἀρχῆς φόβος παιδαγωγεῖν πρὸς τὸ ἄτυφον πέφυκε τοὺς ἐλλάττονας, τὸ φυσώμενον ἐπὶ τοῖς ἀρχομένοις τῆς γνώμης, καὶ τῇ ἐννοίᾳ τῆς ὑπερκειμένης ἐξουσίας σωφρονίζων πρὸς τὸ μετριώτερον, καὶ τὸ αὐθάδες ἐξυβρίζον ἔσθ᾽ ὅτε ἐπέχων ὑπομνήσει ἐπιτιμίου ὑπερεχούσης ἀρχῆς.","t":"So he crept up with trickery and guile on Adam, still newly fashioned, recently granted the divine image and given lordship over all creation; since he had no open means to accomplish the aim of his envy, while Adam still remembered the commandment and the honor, which had been given so recently, he deceived him with his cheats, promising equality with God, so as to deprive him even of the honor he had been given. For he had as yet no weapon with which to overpower one inexperienced in battle: not sexual immorality, for nothing yet tickled him toward pleasure; not the eye, not passion, not greed, for there was no material to stir desire for possession; not envy, … not vainglory, not hatred, not guile, since there was no one against whom they could be moved, as these passions at once began to flutter in Cain, provoked to jealousy by Abel's good standing. He knew only one thing that would cooperate with him in constructing his trick: love and longing for greater honor. For this passion is ancient and as old as human beings, but it was given not to insult the one who honored them but for reverence and honor. For the rank of being as God, which he promised, he who first uttered the name of polytheism and muddied the purity of the one rule by speaking of “gods,” was within man's reach through care for virtue, but could not become plunder by transgressing the commandment, since sin by nature strips away honor and does not add it. At once, then, because of his insult to the one who honored him, after the transgression of the commandment, Adam is stripped of his rank, dismissed from his rule, and puts off the honor of the image; he returns to the lowliness of a little before, and is called earth and dust again, without the divine form allotted to the statue of dust. From then on he rightly fears the rage of beasts, the venom of reptiles, the strength of the mightiest beasts, to which a little before he had been fearsome because of his rule, and now become subject to them; he fell all at once, by disobeying God, from everything within which he had stood until then through obedience. For the Creator had set before him, instead of legislation, this self-control, commanding him regarding one tree, since, as has been said, there was no other material; for, since he ruled over all the rest, he necessarily had to have some command laid on him to signify to him the yoke of service, so that whenever ruling over things born and governing so many and such great animals suggested proud thoughts, being under law and subject to the commandment might restrain his mind from being puffed up by power. For somehow fear of a greater authority naturally trains lesser rulers to be without pride, sobering to moderation the mind's swelling over its subjects by the thought of the authority set above it, and sometimes checking insolent self-will by the reminder of the penalty of a higher authority.","f":"Nilus, <i>Perist.</i> 10.3 (PG 79:889; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/10-3)."},"nilus-peristeria/10.4":{"o":"᾿Αλλ' οὐχ οὕτως εἶδε τῷ λογισμῷ τὸ πρακτέον ὁ μᾶλλον γήϊνος, ἡ θεοείκελος ᾿Αδάμ, ὅλος τοῦ συμβουλεύοντος ἑλέσθαι τὴν μείζονα τιμὴν γενόμενος, καὶ τὴν ἐντολὴν ἀθετήσας ἣν φυλάττοντα ἦν ἄμεινον ὡμολογημένην κεκτῆσθαι τὴν πρέπουσαν τῇ φύσει τιμὴν, ἢ προσδοκήσαντα τὴν ὑπὲρ τὴν ἀξίαν ἀδήλως καὶ τὴν οὖσαν ἀποβαλεῖν, ῥίψαι καταδεξάμενον τὰ παρόντα, ἐλπίδι τῶν οὐδαμῶς παρεσομένων. Οἱ δὲ τοῦ Κυρίου λέγοντος ἀκούσαντες· Γίνεσθε τέλειοι, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι, καὶ ὁδῷ σπουδάσαντες ἀκολούθως ἐλθεῖν ἐπὶ ταύτην τὴν κατάστασιν διὰ τοῦ μιμήσασθαι τὸν τέλειον Πατέρα ταῖς κατὰ μέρος ἀρεταῖς, γενόμενοι πρότερον οἰκτίρμονες, καὶ φιλάνθρωποι, καὶ συμπαθεῖς, ἐλεήμονες, ταῦτα γὰρ ἐπὶ τὴν τοῦ Πατρὸς ἄγει τελειότητα, εὐλόγως τὴν πρώτην ἐπαναλαμβάνουσιν ἀξίαν μετὰ τῆς εἰκόνος, καὶ τὴν περιπόθητον προσηγορίαν δεχόμενοι, οὐ παρὰ τοῦ ψευσαμένου πάλαι τὸν τοῦ γένους προπάτορα, παρὰ δὲ ἀεὶ ἀληθεύειν εἰδότος Θεοῦ ἐν οἷς φησιν· « Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. » Οὕτως εἶχε μὲν πρὸς τοῦτο ἐπιτηδείως ὁ ἄνθρωπος, οὐδέπω δὲ γνῶσιν κεκτημένος, τίς ὁ ταύτην τὴν δωρεάν παρέχων ἐστὶν, ἐσφάλη τῆς ἐλπίδος εἰκότως ὁ πιστεύσας τῷ παρανόμῳ ἐλθεῖν ἐπὶ τὴν ἀξίαν ἐκείνην ἐπιτιθεμένῳ· οὐ γὰρ συνεῖδε τοῦ ἀπατεῶνος τὸ τέχνασμα, ὅτι μηχανώμενος τὸ μὴ ἐλθεῖν αὐτὸν ἐφ᾽ ἣν ἐπηγγείλατο τιμὴν, συνεβούλευεν ἐλθεῖν ὡς οὐκ ἦν δυνατὸν, τὴν ἀποτυχίαν αὐτῷ τοῦ δυνατοῦ κατασκευάζων τῷ ἀδυνάτῳ τρόπῳ, ἵνα ὅπερ ἐδίδου τὸ εὔλογον, τοῦτο ἀπολέσῃ τῇ ἀλόγῳ ἐπιτελέσει, κατασοφισθεὶς πανούργως παρὰ τοῦ πάντα σοφίζεσθαι πρὸς βλάβην τῶν πειθομένων αὐτῷ ἀεὶ μηχανωμένου.","t":"But Adam, who was more earthly than godlike, did not see in his reasoning what had to be done; he gave himself wholly to the one who advised him to choose the greater honor, and set aside the commandment. It would have been better for him to keep it and possess the honor fitting to his nature, which was acknowledged, than to expect obscurely one beyond his rank and lose even the one he had, agreeing to throw away what was present in the hope of things that would never come. But those who have heard the Lord saying, “Be perfect, as your heavenly Father is perfect,” and have striven to come to this state in due order by imitating the perfect Father in the particular virtues, becoming first compassionate, loving, sympathetic and merciful (for these lead to the Father's perfection), rightly recover their first rank together with the image, receiving the longed-for title, not from the one who long ago lied to the forefather of the race, but from God, who always knows how to tell the truth, where he says: “I said, You are gods, and all of you sons of the Most High.” So man was fitted for this; but not yet having knowledge of who it is that grants this gift, he who trusted the lawbreaker, who undertook to bring him to that rank, rightly failed of his hope. For he did not perceive the deceiver's trick: that, contriving that Adam should not attain the honor he promised, he advised him to come to it in a way that was impossible, preparing his failure of what was possible by an impossible method, so that he should lose by an irrational attempt what reason would have given, being craftily outwitted by the one who always contrives clever tricks to harm those who trust him.","f":"Nilus, <i>Perist.</i> 10.4 (PG 79:891; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/10-4)."},"nilus-peristeria/10.5":{"o":"Καὶ ὅτι τῆς εἰκόνος ἦσαν οἱ χαρακτῆρες οἱ καὶ τότε πρὸς τὴν ὑποταγὴν δυσωποῦντες τοὺς θῆρας, ἔδειξεν ὁ καιρὸς, καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα· ὅσα γὰρ πρὸς λύμην τῶν ἁμαρτωλῶν ἐστι νῦν, ταῦτα τοὺς δικαίους αἰδούμενα τὴν φθοροποιὸν συστέλλειν ἐπείγεται δύναμιν. Οὕτω τῆς Βαβυλωνίας καμίνου τὸ πῦρ οὐχ ἥψατο μὲν οὐδὲ χρωτὸς σωμάτων ὁσίων, ἐξετίναξε δὲ τὴν φλόγα ἐπὶ τοὺς παρανόμους ἀκμάζουσαν ὡς ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα, νεμηθῆναι τοὺς παρατυχόντας Χαλδαίους, καθάπερ αὖον καλάμην ἐσθιομένους, καὶ καρφαλέα φρύγανα, τὴν δὲ ἀνθρακιὰν ναρκήσασαν κάτω πηλοῦ, καὶ κοχλάκων ἀδρανεστέραν κατέλιπεν, οὐδὲν τὰς πατούσας βάσεις ἀδικῆσαι δεδυνημένην· καὶ γὰρ τὰ σαράβαρα ἐξῆλθον ἔχοντες στίλβοντα τῷ χρώματι, καὶ αὐτῆς ὀσμῆς ἐλεύθερα καπνοῦ, ἀσθενεῖ, καὶ εὐφθάρτῳ σώματι νικήσαντες παμφάγον δύναμιν πυρός. Οὕτως οἱ λέοντες ἐν τῷ λάκκῳ λιμώττοντες (ἐπὶ γὰρ ἡμέρας ἑπτὰ ἐφυλάχθησαν ἄσιτοι), τὴν φυσικὴν ὠμότητα προσερεθίσειν τῇ ἐνδείᾳ πάντως οἰηθέντων τῶν Βαρβάρων, οὔτε πλησίον γενέσθαι τοῦ Δανιὴλ ἐτόλμησαν, ὅπως μηδὲ ὄψει ὀρμῆς φοβερᾶς λυπήσωσι τὸν δίκαιον, κἀκείνου τὴν παρὰ τοῦ ᾿Αβακούμ κομισθεῖσαν ἐσθίοντος τροφήν, ἔμενον ἐγκρατεῖς, οὐδὲ τότε πρὸς ἄθεσμον ἐρεθισθέντες βοράν· οὐ γὰρ ἵνα θρέψῃ πεινῶντα τὸν δίκαιον, ὁ Μωσέα καὶ Ἠλίαν ἐπὶ τεσσαράκοντα ἡμέρας διακρατήσας ἀπροσδεεῖς σιτίων, ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Βαβυλωνίων χώραν μετάρσιον ἀγγέλου φέροντος διαέριον τὸν δεῖπνον κομίζοντα τὸν 'Αβακούμ ἥκειν παρεσκευασεν, ἀλλ᾽ ἴνα τὸ θαῦμα μέγα δειχθῇ καὶ λίαν παράδοξον, λέοντας ἀνακηρύττον φιλοσοφοῦντας νηστείαν, ἀνθρώπου ἐν ὄψει αὐτῶν ἐσθίοντος, καὶ πολυήμερον οὐ λύοντας ἔνδειαν, τραπέζης παρακειμένης συνήθους, καὶ φίλης αὐτοῖς σώματος ἀνθρωπείου· ταύτην γὰρ ἔθιμον εἶχον τροφὴν, δύο λαμβάνοντες τῆς ἡμέρας ἀνθρώπεια σώματα τῶν καταδικαζομένων ἐκείνων τὸν θάνατον. Οὕτω τὸ συνεχὲς τῆς Ἐρυθρᾶς θαλάσσης ἐξ ἀκτῆς εἰς ἀκτὴν διῃρέθη διαπόντιον, καὶ ἡ ῥευστή, καὶ ὀλισθηρὰ φύσις ἐμιμήσατο σῶμα στερέμνιον τειχωθεῖσα πρὸς ἑκάτερον πλευρὸν ὑψηλῷ ἀναστήματι, καὶ ὁδὸν παρασχοῦσα λεωφόρον τὴν ἐν μεταιχμίῳ σχεδιασθεῖσαν τῇ Μωσέως ἀξιοπιστίᾳ παράδοξον ἀτραπὸν, πανταχοῦ τῆς θείας εἰκόνος τοῖς τοῦ Θεοῦ θεράπουσι παρεχούσης τὸ αἰδέσιμον, καὶ ποιούσης ἐντροπῆς ἐν πᾶσιν ἀξίους.","t":"And that it was the features of the image that then too shamed the beasts into subjection, time and the very experience of events have shown. For whatever things now serve to destroy sinners hasten to restrain their destructive power out of reverence for the righteous. So the fire of the Babylonian furnace did not touch even the skin of the holy bodies, but shot out its flame, at its height, upon the lawless, to about forty-nine cubits, so that the Chaldeans who happened to be there were consumed like dry stubble and withered brushwood; while it left the bed of coals below numbed, weaker than mud and pebbles, unable to harm the feet that trod on it. For the youths came out with their trousers gleaming in color and free even of the smell of smoke, having conquered the all-devouring power of fire with weak and perishable bodies. So the lions in the pit, though starving (for they had been kept without food for seven days, the barbarians supposing that want would surely sharpen their natural savagery), did not dare even to come near Daniel, so as not to grieve the righteous man even by the sight of a fearful rush; and while he ate the food brought by Habakkuk, they remained self-controlled, not stirred even then to unlawful food. For he who kept Moses and Elijah for forty days without need of food did not have Habakkuk come from Judea to the land of the Babylonians, borne aloft through the air by an angel and bringing dinner, in order to feed the hungry righteous man, but so that a great and truly extraordinary wonder might be shown, proclaiming lions practicing the philosophy of fasting while a man ate in their sight, and not breaking a fast of many days though a familiar and favorite table of human flesh lay beside them; for this was their usual food, as they received every day two human bodies of those condemned to that death. So the continuous body of the Red Sea was divided from shore to shore across its breadth, and its fluid and slippery nature imitated a solid body, walled up on each side to a great height, and provided a highway, an extraordinary path improvised in between by the credit of Moses; everywhere the divine image gives the servants of God dignity and makes them worthy of respect in all things.","f":"Nilus, <i>Perist.</i> 10.5 (PG 79:893; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/10-5)."},"nilus-peristeria/10.6":{"o":"Τί οὖν τοὺς ἀθλητὰς ἡ γυμνασια λυπεῖ τὴν ἀγωνιστικὴν ἐπιστήμην διδάσκουσα, κινδυνεύειν οὐ συγχωροῦσα, τοὺς καμάτους προξενοῦσα καμάτῳ βραχεῖ, καὶ τὰς ἐπιβουλὰς οὐκ ἐῶσα μέχρι βλάβης ἐλθεῖν; Τάχα δὲ οὐ λυπεῖ μὲν ἐκείνους, εἰδότας τὸ κέρδος ἐκ τῆς ἀποστολικῆς παραινέσεως, ᾗ φησιν· Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ δοκιμή ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, » φέρουσα πάντως μεθ᾽ ἑαυτῆς τὰ ἐλπιζόμενα, καὶ οὐ ποιοῦσα τὴν προσδοκίαν ἀνόνητον. Λυπεῖ δὲ τοὺς περὶ τὸν ἀθλητικὸν πόνον διακειμένους ὀκνηρότερον, καὶ ἐναλύοντας τῇ ὄψει τῶν ἀλλοτρίων ἀγώνων διὰ νωθείαν, καὶ ἀνανδρείαν οἰκείαν, καθάπερ καὶ τὴν γυναῖκα τοῦ μεγάλου ὁ λόγος ἔχει Ἰὼβ λέγουσαν τῷ ἀθλοῦντι ἀνδρί· « Ἕως πότε καρτερήσεις; » Οὐ φέρουσα τάχα ὁρᾷν ἅπερ ἔφερε πάσχων ἐκεῖνος. Τὸ γάρ· Ἕως πότε καρτερήσεις; » καμοῦσαν ἑαυτὴν ἐδείκνυ τῇ θέᾳ ἐφ' οἷς πειραζόμενος ἐκαρτέρει αὐτός. Οὐ γάρ φησιν· Έως πότε πάσχεις, ἢ ὀδυνᾶσαι, καὶ κάμνεις; ἀλλ᾿· « Ἕως πότε καρτερήσεις; » Οὐ τῇ νόσῳ συμπάσχουσαν, τὴν γενναιότητα θαυμάζουσαν, τὴν ὑπομονὴν ψέγουσαν ὡς εἰκαίαν, καὶ οὐ καθήκουσαν, τὴν παράτασιν τοῦ πάθους ὀδύρεσθαι συμβουλεύουσαν, οὐ συναλγοῦσαν τῷ πάσχοντι. Τοιοῦτοι γὰρ οἱ γυναικώδεις, καὶ θηλυδρίαι, καὶ ἀναπεπτωκότες πρὸς τὰ ἐπίπονα, οὐ μόνον οὐκ ἀλείφουσι πρὸς ἀνδρείαν τοὺς ἀγωνιζομένους λόγοις τονοῦσι τὸ πολλάκις ἐκλυόμενον φρόνημα, ἀλλὰ καὶ θρύπτουσι τὸ παρεστὼς τούτου, καὶ κατακλῶσι, ποτνιώμενοι ὡς ἀνύποιστα τὰ πάθη, καὶ τοὺς μακαρίζεσθαι δικαίως ὀφείλοντας, ὡς ἐλεεινοὺς οἰκτιζόμενοι, καὶ δακρύοντες. Ἤκουσας τῆς θείας λεγούσης φωνῆς· ᾿Ανὴρ ἀπείραστος, ἀδόκιμος παρὰ Θεῷ. Καὶ τί θαυμάζεις, εἰ πειράζονται οἱ εὐαρεστοῦντες τῷ Θεῷ; Οὐκ ἔπεισάν σε τῶν προλαβόντων δικαίων τὰ ὑποδείγματα, γέμοντα θλίψεων, καὶ ἰδρώτων ἀθλητικῶν; Οὐκ ἔμαθες τοῦ Ἰὼβ τὴν εὐσέβειαν, καὶ τὴν ἐπιβουλὴν τοῦ ἐχθροῦ; Αὐτὸς διηγήσατο οὐκ ἐπιδεικτιῶν, οὐδὲ πρὸς δόξαν ὁρῶν τὰ οἰκεῖα κατορθώματα, εἰς ζῆλον δὲ μιμήσεως τοὺς ἀκούοντας καλῶν, εἶπε τὴν περὶ τοὺς ξένους σπουδήν· « Ἔξω, λέγων, οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο.» Τὴν περὶ χήρας καὶ ὀρφανοὺς ἐπιμέλειαν « Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μεταδέδωκα ἐξ αὐτοῦ, καὶ οὐκ ἐξῆλθε χήρα τὴν θύραν μου κόλπῳ κενῷ. » Τὴν τῶν ἀδικουμένων προστασίαν· « Δίκην, ἣν οὐκ ἐξῄδειν, ἐξιχνίασα, συνέτριψα δὲ μύλας ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. Τὴν περὶ τὸ οἰκετικὸν γένος συμπάθειαν, ὅπερ κατεδουλώσατο τεμοῦσα τὴν φύσιν ἡ δυναστεία, καὶ τὸ ἀσθενέστερον ὑποτεύξασα τῷ πλεονεκτοῦντι κατὰ τὴν δύναμιν· « Εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου, ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με·· οὐ παρωσάμενος πάντως αὐτῶν δίκαια καταφρονήσει τῆς εὐτελείας, ἀλλὰ δοὺς ταῖς δικαιολογίαις χώραν, καὶ παρασχὼν προτροπῇ ἰσηγορίας καιρὸν ὡς μὴ καταβραβευθῆναι ῥημάτων ἐξουσίᾳ σιωπὴν ἄγων φόβῳ τὸ ὑπήκοον. Καὶ δυσωπητικὴν αἰτίαν ἐπιφάσκει λέγων· « Πότερον οὐχ ὡς ἐγενόμην ἐν γαστρὶ, κἀκεῖνοι γεγόνασι; » Γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. Τὸ τῆς γενέσεως ἰσότιμον εἰς ἰσοτιμίαν τῆς ἀξίας παραλαμβάνων εὐλόγως, καὶ τοὺς ἀπονοίᾳ τετυφωμένους ἐντρέπων, μὴ κτηνῶν δίκην ταῖς ὑπὲρ δύναμιν ἐπιταγαῖς ἀσυγγνώστως καταπονεῖν τὸ ὁμόφυλον, ἀλλ᾽ ἐκ τῆς οἰκείας δυνάμεως στοχάζεσθαι τὴν ἐκείνων παραινῶν. Ἴση γὰρ ἐν πᾶσι τῆς φύσεως ἡ ἀσθένεια, καὶ ταχέως τὸ ζῶον τοῖς ὑπερβάλλουσι καταλύουσα πόνοις, καὶ δεῖ καὶ σύμμετρον εἶναι τῇ ἰσχύϊ τὸν κάματον, καὶ τούτῳ πάλιν ἕπεσθαι ἄνεσιν ἱκανὴν ἀνακτήσασθαι τό τε πεπονηκὸς τῆς δυνάμεως, καὶ τοῖς αὖθις ἔργοις νεαρὰν ταύτην προσάγειν, καὶ ἀκμάζουσαν. Καὶ ἵνα μὴ τάχα κόμπος ἀνθρώπινος ὑποπτευθῇ τοῦ δικαίου τὰ ῥήματα, μάρτυς τῶν εἰρημένων ὁ ἀψευδὴς γίνεσθαι Θεὸς, οἰκείᾳ φωνῇ τοὺς ἐκείνου σφραγιζόμενος λόγους, καί φησιν· « Ἧν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.","t":"Why then does training grieve athletes, when it teaches them the science of the contest, does not let them run into danger, spares them toils by brief toil, and does not let the attacks come as far as harm? Perhaps it does not grieve them, since they know the gain from the apostolic exhortation that says: “Affliction produces endurance, and testing hope, and hope does not put to shame,” since it surely brings with it what is hoped for and does not make expectation useless. But it does grieve those who are rather sluggish about the athlete's labor and grow faint at the sight of others' contests because of their own sloth and cowardice, as the word records the wife of the great Job saying to her husband in his contest: “How long will you endure?” She could not bear, perhaps, to see what he bore in suffering. For “How long will you endure?” showed that she was worn out by the sight of what he was enduring under trial. For she does not say, “How long will you suffer, or be in pain, or be ill?” but “How long will you endure?” She did not suffer with him in his disease or admire his nobility; she blamed his endurance as pointless and improper, advising him to lament the prolonging of his suffering, not sharing the sufferer's pain. Such are the effeminate, the unmanly and those who are slack toward hardships: not only do they not anoint the contestants for courage and brace with words their spirit that often grows faint; they even weaken and break its steadfastness, bewailing the sufferings as unbearable and pitying and weeping over as wretched those who rightly ought to be called blessed. You have heard the divine voice saying: “A man untempted is unapproved by God.” Why then do you wonder if those who please God are tempted? Have not the examples of the righteous before us persuaded you, full of afflictions and athletic sweat? Have you not learned the piety of Job and the plotting of the enemy? Job himself recounted, not showing off nor looking for glory from his own achievements but calling his hearers to emulate and imitate them, his zeal for strangers, saying: “No stranger lodged outside, and my door was open to everyone who came”; his care for widows and orphans: “If I ate my morsel alone and did not share it with the orphan, and if a widow went out of my door with an empty lap”; his protection of the wronged: “I searched out the case I did not know, and I broke the jaws of the unjust and tore the prey from the midst of their teeth”; his sympathy for the race of slaves, which power has enslaved by cutting nature in two and yoking the weaker to the one who has more might: “If I despised the cause of my manservant or maidservant when they contended with me,” that is, not thrusting aside their rights in contempt for their lowliness, but giving room to their pleas and offering them encouragement and an occasion to speak freely, so that one who kept silent from fear of obedience might not be defeated by another's power of words. And he gives a reason that puts one to shame, saying: “Were not they made as I was in the womb? We were made in the same womb.” He rightly takes equal birth as ground for equal dignity, and puts to shame those swollen with folly, urging them not to wear out their fellow men unpardonably like cattle with orders beyond their strength, but to judge their strength from their own. For the weakness of nature is equal in all and quickly breaks down the living creature with excessive labors; the toil must be proportioned to strength, and must be followed again by enough rest to restore the worn-out power and bring it fresh and vigorous to further work. And so that the righteous man's words might not perhaps be suspected of human boasting, the truthful God becomes witness of what was said, sealing Job's words with his own voice, and says: “That man was blameless, righteous, true, God-fearing, keeping away from every evil thing.”","f":"Nilus, <i>Perist.</i> 10.6 (PG 79:895; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/10-6)."},"nilus-peristeria/10.7":{"o":"Ἀλλ᾿ ἐπεὶ μὴ ἐστι διὰ παντὸς χειρονομοῦντα γυμνάζεσθαι δίκαιον τὸν δόκιμον ἀθλητὴν, τῆς δὲ σωμασκίας ἐπὶ τῶν ἔργων διδόναι τὴν πεῖραν εἰς ἀνδρείας ἐπίδειξιν, προσέρχεται τῷ ἀγωνοθέτῃ ὁ ἀντίπαλος, εὐσθενέστερός τις καὶ πλατυαύχην τῷ σχήματι, ἐξευτελίζει τὸν ἀθλητὴν τοῖς λόγοις, εἰκαίαν λέγει, καὶ ἀθυρματώδη τὴν ἄνευ συμπλοκῆς μάχην, καὶ τὴν κατὰ μόνας σκιαμαχίαν οἴησιν ἀνδρείας, ἀλλ᾽ οὐ πάντως ἀνδρείαν φησίν· ἐξαιτεῖ πρὸς πάλην αὐτὸν προαχθῆναι, εἰς τὸ στάδιον παρακαλεῖ, πρὸ τῆς πείρας, κατὰ τὸν Γολίαθ, νίκην ὁμολογουμένην αὐχεῖ. Κἀκεῖνος γὰρ εἰς ἀλαζονείας μάθησιν φοιτητὴς τούτου, καὶ οὗτος ἐκείνου διδάσκαλος, καὶ ἐν τοῖς ἔργοις ἀμφότεροι τῶν ὑποσχέσεων ἥττονες, ἐν ταῖς ἐπαγγελίαις κομψοὶ, καὶ φιλότιμοι, καὶ ἐν τῇ συμπλοκῇ ἀσθενεῖς, καὶ παρειμένων ἀδυνατώτεροι. Χλευάζει, καὶ διαπτύει ὡς ἤδη νενικημένον αὐτόν· ἐν τῇ εὐθηνίᾳ εἶναι λέγει εὐχάριστον, δύσφημον δὲ δειχθήσεσθαι προαγορεύει γυμνωθέντα τῶν λαμπρὸν φαίνεσθαι ποιούντων αὐτὸν διαβάλλει, ὡς ἄλλον τῷ σχήματι, ἄλλον τῇ ἀληθείᾳ τυγχάνοντα, πλάσμα λογοποιεῖ τὴν εὐσέβειαν, καὶ μόρφωσιν τὴν εὐλάβειαν, ἀμοιβὴν ὧν ἀπολαύει χαρίτων φησὶ τὴν δικαιοπραγίαν, πάντα ποιεῖ πρὸς τὸ διασύραι τὸν ἅγιον, διαβολῆς νομίζων παρὰ τῷ Θεῷ εὑρηκέναι καιρόν. Οὕτως ἄλλοτε τὸν Θεὸν τῷ ἀνθρώπῳ διέβαλεν ὡς φθονήσαντα αὐτῷ τῆς γνώσεως τοῦ καλοῦ, καὶ διὰ τοῦτο κωλύσαντα τὴν βρῶσιν τοῦ παρέχοντος ταύτην καρποῦ, ἵνα γένηται ὡς Θεὸς γινώσκων καλὸν, καὶ πονηρόν. ᾿Αλλ' οὐδὲν παρὰ τῷ Θεῷ ψευσάμενος ἤνυσεν· οὐ γὰρ εἶχεν ὡς τότε πρὸς ἄνθρωπον ἀπατηθῆναι δυνάμενον. Παρέλαβε τὸν ἀθλητὴν, ὡς ἐξήτησεν, εἰσήγαγεν εἰς τὸ στάδιον, κατέστησεν ἐν τῷ σκάμματι, ἠκροβολιάσατο προοιμιαζόμενος μάχην· ἀπέδυσε τῶν ὑπαρχόντων, καὶ εὗρε χρημάτων κρείττονα· ἀφείλετο τέκνων χορὸν, καὶ φύσεως ἔγνω ἀνώτερον· ἐξέβαλε βασιλικῆς ἀξίας, καὶ δόξης εἶδεν ὑψηλότερον· ἔσηψε σῶμα τοῖς τραύμασι, καὶ ἔμαθε φιλοσοφοῦντα τῆς σαρκὸς τὰ συμπτώματα· ἐδαπάνησε τῆς τέχνης τὰ ἐπιτηδεύματα, καὶ οὐκ ἔκαμψε τὸν ἀμεσολάβητον· πάσης προσήγαγεν ἀπάτης λαβὰς, καὶ οὐ περιήνεγκε τὸν ἀνέξωστον. Απεῖπε βαλὼν τοῖς πειρασμοῖς, καὶ ίχνος πληγῆς οὐκ ἐποίησε· τὴν βελοθήκην ἐκένωσε, καὶ τὸν γενναῖον οὐκ ἔτρωσε. Ἐπέλειψε πάθη τῇ προθυμίᾳ τοῦ πάσχοντος, καὶ ὁ ταῦτα προσάγων, ἦν ἐν ἀμηχανίᾳ λοιπὸν ἀπορῶν ἐπινοίας, δι' ἧς κἂν προσβαλεῖν εὐπροσώπως τῷ Ὀλυμπιονίκῃ δυνήσεται, αἰσχυνόμενος μετὰ τὴν ἧτταν εἰκότως, ἐφ᾽ οἷς πρὸ τῆς μάχης ἦν κομπάσας μέγα στεφάνοις ὁρῶν, καὶ βραβείοις ἐφεδρεύοντα τὸν καρτερίᾳ περιγενόμενον, καὶ ἐν τῷ πάσχειν ἐπιδειξάμενον τῆς ἀνδρείας τὸ ἀνένδοτον, ἐν οἷς εἰστήκει κατὰ τοὺς ταινιῶντας, καὶ τῶν ἐπάθλων ἐφιεμένους ἀγωνιστὰς, βοῶν διαπρυσίῳ φωνῇ· Ἰδοὺ ἐγγὺς εἰμι τοῦ κρίματός μου. Οἶδα ἐγὼ, ὅτι δίκαιος ἀναφανοῦμαι. Τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ἵνα νῦν κωφεύσω; μονονουχί λέγων, πέπτωκεν ὁ ἀντίπαλος, ἥττηται ὁ ἐχθρὸς, καταβέβληται ὁ πολέμιος, κεῖται ὁ ἐπὶ τῇ αἰσχύνῃ ἐγκαλυπτόμενος. Τίς ἐστιν ὁ κριθησόμενός μοι, ἵνα νῦν κωφεύσω; Ὅτε ἡ νίκη παρέχει καιρὸν τοῦ καλεῖν, ὅτε τὸ ἔργον μαρτυρεῖ τοῖς λόγοις τὴν ἀλήθειαν, μετὰ τὴν πεῖραν ποιοῦν τὴν ἐπαγγελίαν ἀνύποπτον. Ἐκεῖνον μὲν γὰρ ἡ πρὶν ἀλλήλοις ὁμόσε χωρήσομεν μεγαληγορία θριαμβεύει νῦν τῆς εὐχερείας γινομένη εἰκαιότητος ἀναντίῤῥητος ἔλεγχος. Ἐμοὶ δὲ ἡ τότε σιωπή, προτροπή νῦν καθίσταται λόγων, πράγματα διηγουμένη τῇ ὄψει πιστούμενα, καὶ οὐ ποιούντων ἀδήλοις ἐπαγγελίαις ἀμφίβολον, καὶ ἐνδοιάσιμον τὴν ὑπόσχεσιν.","t":"But since it is not right for a proven athlete always to train by shadow-boxing, but he must give proof of his bodily training in action, as a display of courage, the adversary comes to the president of the games, a stronger fellow, broad-necked in appearance; he belittles the athlete in words, calls a fight without grappling pointless and childish, and says that shadow-boxing alone is a conceit of courage but by no means courage; he demands that he be brought forward to wrestle, calls him into the stadium, and before the trial boasts of an acknowledged victory, like Goliath. For Goliath was his pupil in learning arrogance, and he Goliath's teacher; and both fell short of their promises in deeds, clever and ambitious in their professions, and weak in the grapple, more powerless than the paralyzed. He mocks and spits on Job as already defeated; he says he is grateful in prosperity, and predicts that he will be shown to curse once stripped of what makes him look splendid; he slanders him as being one thing in appearance and another in truth; he calls his piety a fiction and his reverence a pretense; he says his righteousness is repayment for the favors he enjoys; he does everything to disparage the saint, thinking he has found an occasion for slander before God. So at another time he slandered God to man as envying him the knowledge of good and therefore forbidding him to eat the fruit that gave it, so that he might become as God, knowing good and evil. But by lying before God he achieved nothing; for he did not have, as then, a man who could be deceived. He took the athlete as he had asked, brought him into the stadium, set him in the wrestling pit, skirmished as a prelude to battle. He stripped him of his possessions, and found him stronger than money; he took away his chorus of children, and learned that he was above nature; he threw him out of royal rank, and saw him higher than glory; he rotted his body with wounds, and found him practicing philosophy amid the misfortunes of the flesh; he used up the devices of his art, and did not bend the man who could not be gripped; he applied every hold of deceit, and did not throw the man who could not be thrown. He gave up throwing temptations and made not a trace of a blow; he emptied his quiver and did not wound the noble man. Sufferings ran out before the sufferer's eagerness ran out, and the one who brought them was left helpless, at a loss for any idea by which he might even plausibly attack the Olympic victor; rightly ashamed after his defeat of his great boasting before the battle, he saw waiting for crowns and prizes the man who had prevailed by endurance and had shown the unyielding quality of courage in suffering, standing among the contestants with ribbons who claim the prizes and crying in a ringing voice: “Behold, I am near my judgment; I know that I shall be shown righteous. For who is it that will contend with me, that I should now be silent?” all but saying: The adversary has fallen, the enemy is defeated, the foe is thrown down; he lies there, covering himself for shame. “Who is it that will contend with me, that I should now be silent?” Now, when victory gives the occasion to call out, when the deed bears witness to the truth of the words, making the profession above suspicion after the trial. For his big talk before we came to grips now leads him in triumph, becoming the undeniable proof of his rash pointlessness; while my silence then now becomes an encouragement to speak, recounting facts confirmed by sight, which do not make the promise doubtful and uncertain by vague professions.","f":"Nilus, <i>Perist.</i> 10.7 (PG 79:897; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/10-7)."},"nilus-peristeria/11.1":{"o":"Τί δὲ καὶ τὸν ὥρᾳ λάμποντα σώματος ὁμοῦ καὶ ψυχῆς Ἰωσὴφ εἰς δεσμωτήριον ἐνέβαλε, καὶ τὰς ἐν αὐτῷ παρεσκεύασεν ἀντλῆσαι κακοπαθείας; Οὐ σωφροσύνης ἐπιμέλεια τούτων ἁπάντων αὐτῷ αἰτία γεγένηται, τῆς μὴ ἀνυσάσης ὅπερ ἐσπούδαζεν, εἰς θυμὸν ἀπεινῆ τὸ μειλίχιον μεταβαλούσης τοῦ ἔρωτος ὀργῇ τῆς ἀποτυχίας μοιχικῆς παρὰ τῷ ἀνοήτῳ ἀνδρὶ ἀποδυσαμένης ἐγκλήμασιν; Ἐσθὴς γὰρ, ἣν προύφερεν ὡς βιασθεῖσα, ἔλεγχος ἦν βίας, οὐχ ἣν ὑπέμεινεν αὐτὴ, ἀλλ᾽ ἣν προσῆγε τῷ νέῳ καταλιπόντι, ἵνα καὶ τῆς δεδομένης ἀποστερήσῃ τιμῆς τὰ, ἐξ ὧν ἐπεσπάσατο, ἱμάτια, ὅπως ἀποδράσας φύγῃ τῆς ἁμαρτίας τὴν ἐπήρειαν. Μετὰ γὰρ τὴν ἀποτυχίαν ἔργον ἔσχεν, εἰ καὶ ἐν ἐπιθυμίᾳ, καὶ ἐν θυμῷ μανίᾳ, ἐκ ποδῶν ποιῆσαι τὸν, ὡς ἐδόκει, παροινήσαντα, ἵνα μὴ πάντως, καὶ χλευάζων αὐτὴν κωμῳδῇ πρὸς ἅπαντας τῆς οἰστροπλήκτου μανίας. Καὶ τὴν Σωσάνναν τοιαύτῃ θανατικῇ πείρᾳ ἐκ συκοφαντίας ἠπατημένη ψῆφος ὑπήγαγε, κἀκεῖ τῶν παρανόμων ἐραστῶν, καὶ κριτῶν βαρὺ δικαίως ἡγησαμένων ζῶσαν ὁρᾶν τὴν συνειδυῖαν τοιαύτην πρᾶξιν αὐτοῖς, ἐφ' ᾗ γελασθήσονται λίαν εὐλόγως καὶ τῆς ἡλικίας καὶ τῆς ἀξίας τολμήσαντες ἀνάξια ἐν ἐσχάτῳ γήρᾳ, ἐν ᾧ μαραίνονται, καὶ ἀπανθοῦσιν αἱ τῶν ὀρέξεων φλεγμοναὶ, φυσικῇ αὐτομάτως ἀποιδοῦσαι ἀκολουθίᾳ, τότε πρὸς αἰσχρὰν ἀναβήσαντες λύσσαν, ἔξωροι, καὶ ὑπέρακμοι γενόμενοι τῆς σώφρονος ἐρασταί. Αλλά μοι τὴν διαφορὰν ὁρῶντι τῆς παρὰ τοῖς πολλοῖς ἴσως νομιζομένης ταυτότητος, ἔπεισι διευκρινῆσαι τὸ τῇ δοκούσῃ ὁμοιότητι φαντάζον, ὡς ἔστι τάχα ταυτὸν, οὐχ ἵνα μὴ ἔχωσι γυναῖκες τὰ αὐτὰ καυχᾶσθαι ἀνδράσιν, ἀλλ᾽ ὅπως μὴ παρατρέχῃ τὰς ἐγκεκρυμμένας διαφορὰς ταῖς φαινομέναις ὁμοιότησιν ἕκαστος τῶν ἐντυγχανόντων ταῖς θείαις Γραφαῖς, πολλῇ παρατηρήσει, καὶ ἐπιστασίᾳ μόλις φωράσαι δυνάμενος τὸ ἀληθές. Τις γοῦν τῶν μὴ σφόδρα παρακολουθούντων, καὶ τὰς αἰτίας ἐπιμελῶς διερευνωμένων, οὐ ταῦτα τὴν Σωσάνναν τῷ Ἰωσὴφ ἀγωνιεῖσθαι ἐρεῖ, καίτοι οὐ τὰ αὐτὰ ἡγωνισμένην, πολλῷ δὲ τῷ μέτρῳ καταδεέστερα τῷ ἔργῳ ἄνευ τῆς προθέσεως κρίνων; Δύναται γὰρ αὐτὴ ἐν ἀμφοτέροις εἶναι ἡ αὐτὴ κατὰ τὸν τῆς σωφροσύνης λόγον, κἂν ἡ πρᾶξις μὴ τὸ αὐτὸ ἔχῃ ἀξίωμα, ἐκ τοῦ συμβάντος, οὐκ ἀπὸ τῆς κατὰ ψυχὴν ἕξεως ἀποστερουμένη τῆς ἰσοτιμίας, ἵνα μὴ συκοφαντεῖσθαι δόξῃ τῆς σώφρονος ἡ ἀρετὴ τῷ τέως ἡγωνισμενῳ ἄθλῳ βλαπτομένη εἰς τὴν τῶν μειζόνων ὑπόληψιν· ἴσως γὰρ καὶ τελειοτέρων κατορθωμάτων ἐκέκτητο δύναμιν, κἂν τὸν προτεθέντα ἔδοξεν ἀνύειν, συγκρίσει τοῦ τῷ Ἰωσὴφ διηνυσμένου ἐλάττονα. Ποῦ γάρ ἐστιν ἴσον πρεσβύταις νέαν ἐπηρεάζουσι, καὶ νέον νέᾳ βιαζομένῃ παραπεσεῖν; αἰδεσίμοις τῇ πολιᾷ, καὶ ἀνθούσῃ τῇ ὥρᾳ; αἰδὼ, καὶ ἐντροπὴν ἐργαζομένοις τῇ ὄψει, καὶ ἀναπτούσῃ τῇ θέᾳ τὸ πάθος; ἀήθεσι, καὶ συνδιατριβούσῃ διὰ παντός; ἀδοκήτως ἐπιθεμένοις, καὶ καθ' ἑκάστην πολιορκούσῃ λόγοις, καὶ σχήμασι πορνικοῖς, θάνατον ἀπειλούσῃ, καὶ ἐλευθερίαν ἐπαγγελλομένῃ; καταπλῆξαι δυναμένοις τῇ πάλῃ, καὶ γοητεῦσαι ταῖς κολακείαις, καὶ μαλάξαι ταῖς θεραπείαις οὔσῃ ἱκανῇ καὶ τὸ τέως πρὸς τὴν συγκατάθεσιν ἀνανεῦον τῆς γνώμης; ταράττουσι τῷ θορύβῳ, τῷ φόβῳ, καὶ τὸ ἐξοιστρηκὸς μᾶλλον ἀμβλύνουσι τῆς ὁρμῆς, ἢ παρακινοῦσιν ἠρεμοῦν, καὶ ἱκεσίαις κατακλώσῃ καὶ τὸ πάντη πρὸς πάθος ἄθρυπτον φρόνημα; Καὶ τὸ δὴ πάντων εἰς προτροπὴν, καὶ ἀποτροπὴν δυνατώτατον τὸ τῆς ἡλικίας κατάλληλον· ἡ μὲν γηραιοῖς οὐκ ἐπείσθη οὐδὲν ἔχουσιν ὅλως τερπνὸν, ὁ δὲ νέαν διεκρούσατο νέος ἑλεῖν, πρὸς ὅπερ ἐβιάζετο οὖσαν ἐπιτηδείαν.","t":"And what was it that threw Joseph, radiant in the beauty of body and soul alike, into prison and made him drain the hardships there? Was not his care for chastity the cause of all this for him? For the woman, failing to achieve what she was eager for, turned the sweetness of her love into harsh rage, and the anger of her adulterous failure took the shape of accusations before her foolish husband. The garment she produced as though she had been forced was proof of force, not of force she had suffered, but of force she had applied to the young man, who left behind, so as to escape the assault of sin, the clothes by which she had pulled him to her, while she meant to deprive him of the honor he had been given. For after her failure, both in desire and in the madness of rage, she made it her business to get rid of the man who, as she thought, had insulted her, so that he might not perhaps mock her and make a laughingstock of her frenzied madness before everyone. And a verdict deceived by slander brought Susanna too into such a deadly trial; there too the lawless lovers, who were also judges, rightly thought it grievous to see her alive, since she knew of such a deed of theirs, for which they would very reasonably be laughed at, having dared things unworthy of their age and rank in extreme old age, when the inflammations of the appetites wither and lose their bloom, subsiding of themselves in nature's course; then they mounted to shameful frenzy, becoming lovers of the chaste woman when they were past the season and past their prime. But as I see the difference in what many perhaps consider identical, it occurs to me to distinguish what appears, by an apparent likeness, to be perhaps the same; not so that women may not have the same things to boast of as men, but so that none of those who read the divine Scriptures may pass over the hidden differences because of the visible likenesses, when they can scarcely detect the truth even with much observation and attention. Which of those who do not follow closely and investigate the causes carefully will not say that Susanna fought the same contest as Joseph, though she did not, but one far inferior in measure, judging by the deed apart from the intention? For she can be the same in both as regards chastity, even if the act does not have the same worth, being deprived of equal honor by what happened, not by the disposition of the soul; so that the chaste woman's virtue may not seem to be slandered by being harmed in the estimation of greater things by the contest she happened to fight. For perhaps she possessed the power for still more perfect achievements, even if the contest set before her seemed less in comparison with what Joseph accomplished. For how is it equal for old men to assault a young woman, and for a young man to be thrown against a young woman using force? For men revered for their grey hair, and for a woman blooming in beauty? For men who by their looks inspire reverence and shame, and for a woman who kindles passion by the sight of her? For strangers, and for one who lived with him all the time? For men who attacked unexpectedly, and for one who besieged him every day with words and harlot's gestures, threatening death and promising freedom? For men who could terrify by struggle, and for one able to bewitch with flattery and to soften with attentions even a mind that had so far refused consent? For men who disturb with tumult and fear and blunt rather than arouse a calm impulse, and for one who with entreaties breaks down even a mind wholly proof against passion? And the most powerful thing of all for urging or deterring is the match of age: she was not persuaded by old men who had nothing attractive at all, while he, a young man, refused to be taken by a young woman well suited to what she was pressing him to.","f":"Nilus, <i>Perist.</i> 11.1 (PG 79:901; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-1)."},"nilus-peristeria/11.10":{"o":"Περὶ τριῶν παίδων, καὶ Δανιήλ, Ἰωνᾶ καὶ ᾿Ααρών. Πῶς ἐπὶ τῶν τριῶν παίδων ἡ παμφάγος τοῦ πυρὸς δύναμις τὴν καυστικὴν συνέστειλεν ἐνέργειαν, εὐφθάρτοις πελάσαι τὴν θέρμην οὐ συγχωρήσασα σώμασιν, ἔξω τῆς καμίνου τὴν οἰκείαν ἐπιδειξαμένη ἰσχὺν, καὶ ἔσω ἡσυχάσασα παραδόξῳ τρόπῳ; Πῶς καὶ θηριωδίας, καὶ πείνης ὁμοῦ φυσικῶν παθῶν ἐπὶ τοῦ Δανιὴλ ἐκράτησαν οἱ λέοντες, ἀνθρώπους ἐν τῷ τῆς φιλοσοφίας παρευημερήσαντες μέρει, καὶ ἐπταήμερον ἐνεγκόντες ἔνδειαν βρώσεως (παρακειμένης τῶν λογικῶν τὴν ἐφήμερον οὐκ ἀνεχομένων νηστείαν ὕλης παρούσης τροφίμου, καὶ ἐξουσίας τὴν μετάληψιν παρεχούσης ἀκώλυτον; Πῶς ἡ τοῦ κήτους γαστήρ καὶ λίθους κατεργαζομένη τῇ πέψει, καὶ χωνεύουσα τὰ ἐμπίπτοντα λόγου ταχύτερον, τρισὶν ἡμέραις καὶ νυξὶν ἅμα τοσαύταις ἐν οὕτως ὑγρῷ καὶ θερμῷ χωρίῳ τὸν Ἰωνᾶν διετήρησεν ἀδιάφθορον, ἐνάλιον ζῶον τὸ χερσαῖον, καὶ ἀδαπάνητον τὸ εὐκόλως ἀναλισκόμενον ἀποδείξασα, καὶ φύσιν ἀέρος ἀναπνοῇ διαζῇν πεφυκυῖαν, εἰς ἰχθύων μεταστοιχειώσασα φύσιν, ὕδωρ ἕλκουσαν ἀήθως ῥισὶν, ἀντὶ τοῦ ἐθίμου, καὶ συντρόφου ἀέρος στοιχείου; Πῶς ἡ τοῦ ᾿Ααρὼν ῥάβδος ἄφλοιος, ἄνικμος, ξηρὰ, καὶ τὴν πρὸς τὸ βλαστῆσαι πάλαι δύναμιν ἀποθεμένη, χρείας καλεσάσης εἰς ἐπίδειξιν σημείου τῆς ἀμφισβητουμένης ἱερωσύνης, ἀθρόον πάντα παραδόξως, φλοιὸν, ἄνθος ἀνέλαβε βλαστοὺς, φύλλα, καρπὸν, δύναμιν ζωτικὴν, τὴν εἰς ἕκαστον τούτων κατακερματισθεῖσαν, ῥιπῆς ὀξύτερον, καὶ ὄρπηκα δείξασα τεθηλότα, καὶ καρποῖς βριθόμενον τὸ πρὸ μικροῦ βάκτρον ἐν χερσὶ τοῦ στηριζομένου ὀρώμενον;","t":"[On the three youths and Daniel, Jonah and Aaron.] How, in the case of the three youths, did the all-devouring power of fire hold back its burning action, not allowing its heat to approach perishable bodies, displaying its own strength outside the furnace and resting quiet inside in an extraordinary way? How did the lions, in Daniel's case, master both savagery and hunger, natural passions both, outdoing human beings in the department of philosophy and bearing a seven-day want of food (while rational beings do not endure even a day's fast), though food lay beside them and their power left them free to partake unhindered? How did the belly of the sea monster, which works even stones by digestion and dissolves what falls into it faster than speech, keep Jonah uncorrupted for three days and as many nights in so wet and hot a place, showing a land creature to be a sea creature and what is easily consumed to be unconsumed, and changing a nature made to live by breathing air into the nature of fish, drawing in water through the nostrils in an unaccustomed way instead of its usual and native element of air? How did Aaron's rod, without bark, without sap, dry, and long since bereft of the power to sprout, when need called for the display of a sign concerning the disputed priesthood, take on suddenly and extraordinarily all at once bark, flower, shoots, leaves and fruit, the life-giving power being divided among each of these faster than a breath of wind, and show as a flourishing branch laden with fruit what a little before was seen as a staff in the hands of the one who leaned on it?","f":"Nilus, <i>Perist.</i> 11.10 (PG 79:917; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-10)."},"nilus-peristeria/11.11":{"o":"Περὶ τῶν ἀποστόλων, καὶ τῆς Θεοτόκου. Πῶς τὰ δεσμωτήρια τοῖς ἀποστόλοις ἐπιμελῶς κεκλειθρωμένα τὴν ἔξοδον παρεχώρησεν ἀνεμπόδιστον, θύρας ἀναπετάσαντα, καὶ μοχλοὺς τῶν διωστήρων ἐκσείσαντα; Πῶς τὰ δεσμὰ τῶν χειροπεδῶν ἐνέδωκε, καὶ εὐρύνθη τοσοῦτον, ὡς χερσὶ, καὶ ποσὶν ἀνεκτὴν παρασχεῖν τὴν διάδυσιν; Καὶ τὸ δὴ μεῖζον ἀπάντων, καὶ λόγου παντὸς ἀνώτερον θαῦμα· πῶς ὁ ἀχώρητος τῷ παντὶ, καὶ τὰ ὅλα περιγράφων μεγέθει δυνάμεως Θεὸς Λόγος ὑπὸ μήτρας βουληθεὶς ἐχωρήθη παρθενικῆς; Καὶ πῶς ἄπορον ἔμβρυον νηδὺς ἑτεκτήνατο γεννηθέν, καὶ τὰ τῆς παρθενίας σῶα φυλάξαντα τεκμήρια, πύλας γαστρὸς, κατὰ τὸν Ἰὼβ, παρελθόν, καὶ οὐδὲν τῆς ἐξόδου σημεῖον ἐπιδειξάμενον; Ὡς γὰρ πρὸς τοὺς μαθητὰς εἰσῆλθεν ἄλλοτε κεκλεισμένων θυρῶν, οὕτως ἐξῆλθε τότε, οἷον εὖρε, τοιοῦτον ἐάσαν τὸ τῆς φύσεως ἐργαστήριον, καὶ οὐδὲν λυμηνάμενον τοῖς ἀποῤῥήτοις τῶν κλείθρων ἐκείνων δεσμοῖς, ἵνα τοῖς συμβόλοις τούτοις δειχθῇ παράδοξος ἀληθῶς, καὶ θεῖος ὁ τόκος. Ταῦτα γέγονε μὲν ἅπαντα, καὶ τούτων πλείονα, καὶ πεπίστευται. ᾿Απόδειξιν δὲ τὴν τοῦ ἐργασαμένου αὐτὰ ἔχει ἀξιοπιστίαν Θεοῦ, καὶ οὐχ ἑρμηνεύεται λόγῳ ἀτονοῦντι πρὸς τὴν τῶν παραδόξων ἔργων ἐξήγησιν, καὶ ἰλιγγιῶντι πρὸς τὸ τῶν θαυμάτων δυστέκμαρτον.","t":"[On the apostles and the Mother of God.] How did prisons carefully locked for the apostles grant them unhindered exit, throwing open their doors and shaking loose the bars of their bolts? How did the bonds of the manacles give way and widen so much as to allow hands and feet to slip through easily? And the greatest wonder of all, beyond all speech: how was God the Word, whom the universe cannot contain and who encompasses all things by the greatness of his power, willingly contained by a virgin's womb? And how did a womb fashion, inexplicably, an embryo which, when born, kept the signs of virginity intact, passing through the gates of the womb, as Job says, and showing no sign of its exit? For as he came in to the disciples at another time when the doors were shut, so he came out then, leaving the workshop of nature such as he found it and doing no harm to the secret bonds of those locks, so that by these signs the birth might be shown to be truly extraordinary and divine. All these things, and more than these, have happened and are believed. Their proof is the credibility of God who worked them, and they are not explained by speech, which grows weak at the exposition of extraordinary works and dizzy before the inscrutability of wonders.","f":"Nilus, <i>Perist.</i> 11.11 (PG 79:917; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-11)."},"nilus-peristeria/11.12":{"o":"Εἰ τοίνυν πολεμεῖται μὲν ἡ ἀρετή, νικᾷ δὲ νίκην ἀμέριμνον, ἀγγέλων, καὶ ἄλλων θείων δυνάμεων, καὶ αὐτοῦ τοῦ Δεσπότου φρουρούντων τὸν δίκαιον (Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου, φησί, κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. » Καὶ αὐτὸς πρὸς τὸν Ἀβραὰμ ὁ Θεός· «Μὴ φοβοῦ, Ἀβραάμ, ἐγὼ ὑπερασπίζω σου. » Καὶ πρὸς τὸν Ἱερεμίαν· « Ἰδοὺ τέθεικά σε, ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεῦσιν Ἰούδα, καὶ τοῖς ἄρχουσιν αὐτῶν· καὶ πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε), » τί παθαινόμενος πρὸς τοὺς τῶν ἀγωνιζομένων ἱδρῶτας ἀσχάλλεις βασκαίνων, ὡς οὐκ οἶδας, τῶν στεφάνων αὐτοῖς, τὰ παθήματα βλέπων, καὶ τὰ βραβεῖα οὐ λογιζόμενος; πρὸς τοὺς πόνους ἐκλυόμενος, καὶ τῇ ἐλπίδι τῶν μισθῶν οὐ γαυρούμενος, τὰ νῦν ὀδυρόμενος θλιβερὰ, καὶ οὐ μᾶλλον χαίρων ταῖς μελλούσαις ἀμοιβαῖς; ᾿Αεὶ γὰρ τὰ προσδοκώμενα χρηστὰ τοὺς παρόντας ἐπελαφρίζειν εἴωθε πόνους, καὶ τοῦ κέρδους ἡ ἔννοια κοῦφον τὸν ἐν τοῖς ἔργοις ποιεῖ κάματον, τῇ μείζονι ὠφελείᾳ οὐ λογιζομένη τὸ δυσχερὲς τοῦ ἐλάττονος. Οὐκ ἤκουσας τοῦ παιδοτρίβου Παύλου τοῖς ἐναχθοῦσι ταῖς παρούσαις θλίψεσι ὑποφωνοῦντος, καὶ ἀναπίπτουσαν τῷ πλήθει τῶν περιστάσεων τὴν προθυμίαν τοῖς ἐλπιζομένοις ἐγείροντος, ὅταν λέγῃ· « Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς; » Οὐκ ἤκουσας αὐτοῦ τὰ οἰκεῖα παθήματα διηγουμένου πρὸς παραμυθίαν τῶν πασχόντων, ἵνα μὴ μόνον οἱ δοκοῦντες ἀθλεῖν ἐκλυθῶσιν ὡς ὑπομένοντες ἀνήκεστα, ἃ μηδείς; Οὐ γὰρ δόξης ὀρεγόμενος τοὺς οἰκείους διέξεισιν ἀγῶνας, ὁ λέγων· « Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. » Οὐδὲ κατὰ τοὺς γλωσσαλγοῦντας ὠδίνει εἰπεῖν, ἃ κρύπτειν οὐ στέγει τῇ σιωπῇ. ᾿Αλλ' εἰδὼς παρακαλεῖσθαι τοὺς πάσχοντας τῇ τῶν ἤδη παθόντων ἀκοῇ, μαθόντας ὡς καὶ ἄλλοις συνέβη πάλαι, ἃ νῦν αὐτοῖς συμβαίνει, διδασκομένους φέρειν ἀνεκτῶς, ἐξ ὧν ἐπύθοντο ἑτέρους τὰ αὐτὰ ἐνηνοχέναι γενναίως, δημοσιεύειν ἀνέχεται ταῦτα, ἐφ᾿ οἷς λανθάνειν εἶχε σπουδὴν, καὶ τὰ κατορθώματα ἐξαγγέλλων, καὶ τοῖς δοκοῦσι καυχήμασιν οὐ συνεπαίρων τὸ φρόνημα, μόνῃ δὲ προσέχων τῇ τῶν πολλῶν ὠφελείᾳ, καὶ ἐμπραγματευόμενος τοῦτο τὸ ζηλωτὰς ἅπαντας έργάζεσθαι τοῦ καλοῦ, καὶ ἄλλον ἄλλου ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας κινδύνοις ποιῆσαι φιλοτιμότερον.","t":"If, then, virtue is warred against but wins a victory free of care, since angels and other divine powers, and the Master himself, guard the righteous (for “The angel of the Lord,” it says, “will encamp around those who fear him and will deliver them”; and God himself says to Abraham, “Do not fear, Abraham; I am your shield”; and to Jeremiah, “Behold, I have made you like a fortified city and like a bronze wall, strong against all the kings of Judah and their rulers; and they will fight against you and shall not prevail against you, for I am with you to deliver you”), why are you so moved at the sweat of those who contend, and vexed, envying them their crowns without knowing it, looking at their sufferings and not reckoning their prizes; fainting at the toils and not exulting in the hope of the rewards; lamenting present afflictions and not rather rejoicing in the rewards to come? For goods expected always lighten present toils, and the thought of gain makes the labor of work light, since in view of the greater benefit it takes no account of the difficulty of the lesser. Have you not heard Paul the trainer prompting those weighed down by present afflictions and raising, by what is hoped for, the eagerness that sinks under the multitude of trials, when he says: “The sufferings of the present time are not worth comparing with the glory that is to be revealed to us”? Have you not heard him recounting his own sufferings to comfort those who suffer, so that those who seem to be contending may not faint as though they endured incurable things that no one else has? For he who says, “If I were still pleasing men, I would not be a servant of Christ,” does not recount his own contests out of desire for glory, nor, like babblers, is he in labor to say what he cannot keep hidden in silence. But knowing that sufferers are comforted by hearing of those who have already suffered, when they learn that what now happens to them happened to others long ago, and are taught to bear it patiently from hearing that others nobly bore the same things, he brings himself to make public what he was eager to hide; he proclaims his achievements without lifting up his mind with apparent boasts, attending only to the benefit of the many, and working to make all zealous for the good, and each more ambitious than the next in dangers for the sake of godliness.","f":"Nilus, <i>Perist.</i> 11.12 (PG 79:919; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-12)."},"nilus-peristeria/11.13":{"o":"Διὰ τοῦτο καθάπερ τις κομψὸς καὶ φιλόδοξος μετὰ πολλῆς παῤῥησίας τοὺς ἰδίους διεξέρχεται σεμνυνόμενος ἄθλους, « Ἑν κόποις, λέγων, περισσοτέρως, ἐν θανάτοις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, ἐν κινδύνοις πολλάκις· τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον πεποίηκα ἐν τῷ βυθῷ· » μετὰ τοῦ ἀληθεύειν μεγάλα φιλονεικήσας δεῖξαι τὰ ἑαυτοῦ κατορθώματα, ὅπως καὶ ζῆλον μιμήσεως ἔχωσιν οἱ φιλόπονοι, καὶ τῷ μὴ φθάνειν τὰ αὐτοῦ, μετριάζουσι τῷ φρονήματι, πολύ τῆς ἐκείνου ὑπολιμπανόμενοι ἀρετῆς. Εἰ γὰρ καὶ αὐτὸς περὶ τῶν τότε φησὶν, οἷς ἔργον ἦν ἡ πρὸς αὐτὸν ἅμιλλα τῶν καλῶν, ὅτι περισσότερον πάντων ἐκοπίασε· τίς αὐχῆσαι τολμήσει τῶν νῦν τὴν πρὸς αὐτὸν ἰσοτιμίαν, ὅτε οὐ μόνον τὸ πρᾶξαι ἐκεῖνα, ἀλλὰ καὶ τὸ πιστεῦσαι ὅτι γεγένηται, τοῖς πολλοῖς ἐστι δυσχερές; « Οἷά μοι, πάλιν φησὶν, ἐγένοντο ἐν ᾿Αντιοχείᾳ, ἐν Ἰκονίῳ, οἴους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος·· τὴν ἐῤῥύσατο φωνὴν, δέλεαρ τοῦ ὁμόσε τοῖς κινδύνοις τεθαῤῥηκότως χωρεῖν τεθεικώς. Ἵνα ἕκαστος προτροπὴν τὸ μηδὲν κακοπαθεῖν ἐν τοῖς πειρασμοῖς ἔχων, εὐψύχως προσἐλθῃ, καὶ μὴ ὀκλάζοι τῷ ἔργῳ, τὸν ἤδη ῥυσθέντα τῶν κινδύνων τοῦ καὶ ἑαυτοῦ γενήσεσθαι ὁρῶν ἐνέχυρον ἀξιόχρεων. Καὶ αὖθις δὲ πρὸς τοὺς ἀναιροῦντας ἀνάστασιν, καὶ ματαίαν τιθεμένους τὴν ἐνθάδε ταλαιπωρίαν, οὐκ ὄντος καιροῦ μετὰ θάνατον, ἐν ᾧ τῶν πεπονημένων ἀπολαύσουσιν οἱ ἀθλήσαντες, ἀποτεινόμενος ὧδέ πώς φησιν· « Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; Τῇ μνήμῃ τῆς τῶν νεκρῶν παλιγγενεσίας δείξας, ὅτι οὐ μάτην ἠγωνίσατο, οὐδὲ εἰκῆ τὰς τοσαύτας ὑπέμεινε θλίψεις, ἐλπίδι δὲ καὶ προσδοκίᾳ, τῆς μετὰ τὴν ἀνάστασιν ἀμοιβῆς, εὐλόγως ἐκαρτέρησε τοῖς παθήμασι προσκαίρων θλίψεων ἀπέραντον ἐκδεχόμενος εὐφροσύνην.","t":"That is why, like some clever and glory-loving man, he goes through his own contests with great boldness and pride, saying: “In labors more abundantly, in deaths often, in hunger and thirst, in cold and nakedness, in dangers often; three times I was beaten with rods, once I was stoned, three times I was shipwrecked, a night and a day I have spent in the deep,” striving along with telling the truth to show his own great achievements, so that the industrious might be zealous to imitate him and, by not reaching his achievements, be moderate in mind, falling far short of his virtue. For if he himself says, of those of his own time whose business was rivalry with him in good things, that he labored more than all, who among people today will dare to boast of equal honor with him, when not only doing those things but even believing that they happened is difficult for most? Again he says: “What things happened to me in Antioch, in Iconium, what persecutions I endured; and out of them all the Lord delivered me,” setting the word “delivered” as a bait to make people go confidently to close quarters with dangers; so that each, encouraged by suffering no harm in temptations, may go to them courageously and not falter in the work, seeing in the one already delivered from dangers a trustworthy pledge that the same will happen to him. And again, addressing those who deny the resurrection and consider the hardship here vain, since there is no time after death in which the contestants will enjoy the fruits of their labors, he says something like this: “If, humanly speaking, I fought with beasts at Ephesus, what good is it to me, if the dead are not raised?” By recalling the regeneration of the dead he shows that he did not contend in vain nor endure so many afflictions to no purpose, but reasonably persevered in his sufferings in hope and expectation of the reward after the resurrection, awaiting endless gladness for temporary afflictions.","f":"Nilus, <i>Perist.</i> 11.13 (PG 79:921; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-13)."},"nilus-peristeria/11.14":{"o":"Ὅθεν καὶ πᾶσι καλῶς [τοῖς] μεθ᾽ ἑαυτὸν ἐγκελεύεται, λέγων· « Τὸ καλὸν ποιοῦντες· μὴ ἐκκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. » Τῇ τῶν δραγμάτων ἐλπίδι τὸν ἐπὶ τῷ σπόρῳ παραμυθούμενος κάματον. Καὶ πανταχοῦ τῷ τῆς οἰήσεως πάθος κολάζων οὐ παύεται, ἵνα καὶ τὸ ἀγαθὸν γένηται, καὶ ἀλαζονεία μὴ παρασιτῇ τῷ καλῷ τοῖς κατορθώμασιν ἀεὶ φιλοῦσα συμπλέκεσθαι, ἣν μὴ νήφωσιν οἱ τὴν ἐργασίαν τούτων σπουδάζοντες. Ὡς γὰρ εἰπεῖν ἀναγκασθεὶς τὰ οἰκεῖα πλεονεκτήματα, τέχνῃ τοῦ προτρέψασθαι τοὺς ἀκούοντας ἐπὶ τὴν μίμησιν, τὴν τοιαύτην καύχησιν, ἀφροσύνην ὠνόμασε, καὶ τὸ ζηλοῦν τὰ ἔργα δείξας τῇ διηγήσει, καὶ τὸν ἐπὶ τούτοις κόμπον κωλύσας τῷ διαβαλεῖν ὡς ἀφροσύνην τὴν καύχησιν. Οὕτω πάλιν ὀπίσω λέγων ἐπιλανθάνεσθαι, καὶ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, τὸ αὐτὸ εἰσηγεῖται ἄλλῃ μεθόδῳ· ὁ μὲν γὰρ πρὸς τὰ ἤδη πεπονημένα βλέπων φυσᾶσθαί πως πρὸς ἀπόνοιαν εἴωθεν· ὁ δὲ τὰ πρὸς τὴν τελείωσιν λειπόμενα σκοπῶν, ταπεινός ἐστιν ἀναγκαῖον, καὶ μέτριος, τὸ ἄδηλον τοῦ εἰ φθάσοι πρὸς ὅπερ ἐπείγεται, ταπεινοφροσύνης ἔχων μεγίστην ὑπόθεσιν. Ὅπως οὖν ἀεὶ τῶν προσκοπτόντων ἐν τῷ ἀγαθῷ κατεσταλμένον, καὶ ἄτυφον μένῃ τὸ φρόνημα, μὴ ὅπερ ἤνυσαν, ἀλλ᾿ ὅσον ἀπολείπονται τοῦ προκειμένου συμβουλεύει ὁρᾷν. Πρὸς τοῦτο γὰρ τεταμένος ὁ νοῦς, καὶ τῇ φροντίδι τῶν ἐν σπουδῇ κειμένων τρυχόμενος, οὐχ ἕξει καιρὸν οὐδὲ λογίσασθαι κατορθώματα, οὔτε τὴν τούτοις παρομαρτοῦσαν ἀπόνοιαν. Τοῖς γὰρ οὕτω διακειμένοις, λειτουργοὶ μὲν πρὸς τὸ ἀνεπηρέαστον παραμένουσιν ἄγγελοι, φροντιστὴς δὲ τῆς χρείας πάρεστιν αὐτοῖς διόλου ὁ Δεσπότης Θεὸς, ὡσὰν αὐτοῖς εὐοδούμενος ὁ ἀγὼν, ἀνεκτῶς τρέχῃ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, οὐκ ἐμπόδιζόμενος περισπασμῷ τῆς ἀνάγκης τοῦ σώματος.","t":"Hence he rightly commands all who come after him, saying: “Let us not grow weary in doing good, for in due season we shall reap, if we do not faint,” comforting the labor of sowing with the hope of the sheaves. And everywhere he does not cease to chastise the passion of conceit, so that the good may be done and boasting may not live as a parasite on the good, since it always loves to entwine itself with achievements unless those who strive to accomplish them are watchful. For when he was compelled to tell his own advantages, as a device to urge his hearers to imitation, he called such boasting folly, both showing by his account the works to be emulated and preventing pride in them by disparaging the boasting as folly. So again, by saying that he forgets what lies behind and strains forward to what lies ahead, he introduces the same thing by another method. For one who looks at labors already done is usually puffed up somehow to folly, but one who considers what remains toward perfection is necessarily humble and moderate, having in the uncertainty whether he will reach what he presses toward the greatest ground for humility. So, that the mind of those advancing in good may always remain restrained and without pride, he advises them to look not at what they have accomplished but at how far they fall short of the goal. For the mind intent on this and worn with care for what it is eagerly pursuing will have no time even to reckon its achievements, nor the folly that accompanies them. For those so disposed, angels remain as ministers to keep them from harm, and the Master God is present as one who cares for their needs throughout, so that, their contest prospering, they may run patiently toward the prize of the upward call, not hindered by distraction over the needs of the body.","f":"Nilus, <i>Perist.</i> 11.14 (PG 79:921; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-14)."},"nilus-peristeria/11.15":{"o":"Περὶ τοῦ Ἰακώβ. Τοῦτο γὰρ ἐκ πείρας πολλῆς ὁ μέγας ἔλεγεν Ἰακώβ· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου· ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακων. » Αμφοτέρων ἐν τῇ Μέσῃ τῶν ποταμῶν τὴν πεῖραν λαβών ῥάβδῳ μόνῃ τὴν ἀποδημίαν στειλάμενος, καὶ μετὰ πολλῆς τῆς ὑπάρξεως ὑποστρέψας οἴκαδε, καὶ ῥυσθεὶς ἐκ τῶν κακῶν ἁπάντων, ὡς φασι, συμμαχίᾳ θείας δυνάμεως. Ἐπειδὴ γὰρ τὰς ἀπειλὰς τοῦ Ἡσαῦ δεδοικὼς δρασμῷ χρησάμενος ἦν, ἐπανῄει δὲ πάλιν φοβούμενος ἔτι τὸν ἀνήμερον, οὐ λέγεται μέντοι παρακροτῶν εἰς θάρσος, ὡς τῷ ᾿Ἀβραὰμ, καὶ τῷ Ἱερεμίᾳ φαίνεται ὁ Θεὸς εἰρηκώς· πράγματι δὲ πείθει, καὶ ἔργῳ αὐτὸν, ὡς ἔσται τῇ ἰσχύῖ παντὸς ἐπιβουλεύειν προθεμένου ἀνώτερος, καὶ θείαν ὄψιν ἀνδροείκελον συμπλακῆναι παρασκευάζει πρὸς ὄρθρον ὕπαρ αὐτῷ ὑποκρινομένην ἧτταν ἐν τῇ πάλῃ, καὶ διδοῦσαν τὸ δοκεῖν νικᾷν κατὰ τὴν μάχην αὐτῷ, ἵνα ἔχων τὸ πεποιθὸς κατ᾿ ἀνθρώπων, ἐκ τοῦ περιγενέσθαι τῆς φανείσης αὐτῷ καὶ συμβαλούσης δυνάμεως, εὔψυχος ἀπίῃ, πάσης ἐπικρατέστερος ἔσεσθαι πεπεισμένος ἐπιβουλῆς. Καὶ ἵνα πρὸς τοῦτο τῆς ὄψεως τὴν οἰκονομίαν ἐκλάβῃ, φησὶν ἀναχωροῦντι αὐτῷ, « Ενίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός·· μονονουχὶ λέγων· ῎Απιθι θαῤῥῶν τῇ ἰσχύϊ ταύτῃ. Τίς γὰρ ἀνθρώπων στήσεται πρὸς ῥώμην Ισχύσασαν συμπλακῆναι Θεῷ; Ἔνθεν καὶ ὁ γενναῖος τῇ ἐλπίδι Δαβιδ διώκοντος αὐτὸν τοῦ ᾿Αβεσαλώμ μετὰ τῶν μαχίμων παντὸς τοῦ λαοῦ, ἔλεγε πεποιθώς· « Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι· » τὴν φρουράν τῆς θείας δυνάμεως δυνατωτέραν εἰδὼς τῶν κυκλούντων ἐχθρῶν. Καὶ πάλιν· « Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω, ὅτι σὺ, Κύριε, κατά μόνας ἐπ᾿ ἐλπίδι κατῴκησάς με. » Οὕτω γὰρ ἦν τῇ ἐλπίδι τοῦ κρείττονος ὠχυρωμένος, μόνος οὐκ ἐδεδοίκει τοσοῦτον πλῆθος ἐχθρῶν, καὶ ἀμερίμνως ἅμα τῷ ἀνακλιθῆναι ἐκάθευδεν, ἀγρυπνούντων τῇ φροντίδι ἐκείνων, καὶ τρυχομένων, πῶς περιέσονται οἱ πολλοὶ τοῦ ἑνός. Καὶ μάλα γε εἰκότως.","t":"[On Jacob.] This is what the great Jacob said from long experience: “God who has fed me from my youth; the angel who delivers me from all evils.” He experienced both in Mesopotamia, having set out on his journey with only a staff, and returned home with much property, delivered from all evils, as he says, by the alliance of divine power. For since, fearing Esau's threats, he had taken to flight, and was returning again still afraid of that savage man, God is not said to have cheered him to boldness, as he is seen to have spoken to Abraham and Jeremiah; but he persuades him by fact and deed that he will be superior in strength to anyone who intends to plot against him, and arranges for a divine apparition in human form to grapple with him toward dawn, while he was awake, pretending defeat in the wrestling and letting him seem to win the fight, so that, having confidence against men from overcoming the power that appeared and engaged him, he might go away in good heart, convinced that he would be stronger than every plot. And so that he might understand the purpose of the vision as directed to this, it says to him as he departs: “You have prevailed with God, and you will be strong with men,” all but saying: Go, confident in this strength; for which of men will stand against a strength that has prevailed in grappling with God? Hence also David, noble in hope, when Absalom was pursuing him with the fighting men of all the people, said confidently: “I will not be afraid of ten thousands of the people who set themselves against me all around,” knowing that the guard of the divine power was stronger than the enemies surrounding him. And again: “In peace I will lie down and sleep, for you alone, Lord, have made me dwell in hope.” For being so fortified by hope in the stronger one, he alone did not fear so great a multitude of enemies, and slept without care as soon as he lay down, while they lay awake with anxiety, worn out by the question how the many would overcome the one. And with very good reason.","f":"Nilus, <i>Perist.</i> 11.15 (PG 79:923; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-15)."},"nilus-peristeria/11.16":{"o":"Εἰ γὰρ, ὡς εἴρηται, « Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων·· τί μοχθοῦσιν οἱ ἔξωθεν κυκλοῦντες ἀνόνητα, τῆς ἀσφαλεστέρας φυλακῆς ἐνδοτέρω κυκλούσης τὸν δίκαιον, καὶ τὰς ἔξωθεν κωλυούσης καταδρομάς; Τί δὲ καὶ ἡ ἀκτημοσύνη τὸν φιλοσοφοῦντα, καὶ ἀσκούμενον αὐτὸν ἀδικεῖ, οὔτε φροντίδα τῆς τῶν ματαίων ἔχοντα φυλακῆς καὶ τῆς χρείας ἡνίκα βούλεται εὐποροῦντα, τῆς κτίσεως ἁπάσης ὑπηρετούσης ὡς Δεσπότῃ πάντων αὐτῷ, καὶ δωροφορούσης τὰ καταθύμια σπουδαίως, ὅτε μάλιστα τοῖς κομῶσι τῷ πλούτῳ, καὶ αὐτὰ τὰ τῆς ἀναγκαίας ἐπιτήδεια ἐπιλείπει τροφῆς; Ποῖοι γὰρ ἐν τοῖς ἱστορουμένοις λιμοῖς παρὰ τῇ θείᾳ Γραφῇ οὐκ ἐκενώθησαν πλοῦτοι; Ποῖαι τῶν γεννημάτων οὐκ ἐπέλιπον ἀποθῆκαι; ὅτε προφητικὴ γλῶσσα οὐρανὸν, καὶ νέφη, καὶ γῆν ἅπασαν ἀπεστέρωσεν ἅμα, ὅτε πηγῶν μὲν ἐξ ἀδύτων, αὐτῶν ἐξηράνθησαν φλέβες. Ψεκάς δὲ καὶ δρόσος ἄνωθεν οὐκ ἔπεσεν ἐπὶ γῆν, ἐλιθώθησαν δὲ πεδιάδες πολυχρονίῳ αὐχμῷ, οὐ πόαν, οὐ χόρτον, οὐκ ἄνθος ἠρινὸν βλαστήσασαι οὐδαμοῦ· ὅτε κτηνῶν, καὶ θηρίων, καὶ πτηνῶν θνησιμαίων ἐπεπλήθει ὄρη, καὶ φάραγγες, νέων δὲ καὶ γεγηρακότων ἀνθρώπων οἶκτος ἦν καὶ ἐλεεινὸς κατ᾿ ὀλίγον μαραινομένων ὁ θάνατος· ὄψις δὲ τῶν τεθνηκότων ἀηδὴς, καὶ ἀφόρητος, μυδώντων κατὰ τὰς ἀγορὰς τῶν σωμάτων, καὶ λυθρώδεις ἀποσταζόντων σταγόνας· καὶ τοῖς ζῶσι ποιούντων θανάτου τὸν βίον χαλεπώτερον ὁρῶσιν οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ τῶν ἐκπνεόντων ἔτι κακὰ, μητέρας ἐπιδακρυούσας ἐν κόλποις ψυχορῥαγοῦσι τοῖς φιλτάτοις, παῖδας παρακαθεζομένους πατράσι, καὶ πατέρας ψυχοῤῥαγοῦσι παισὶν ἐνδείᾳ τροφῆς, φίλους ἀτενῶς προσέχοντας ἐν τῷ ἀποπνέειν παροῦσι φίλοις, καὶ φειδοῦς τυγχάνοντας οὐδαμῶς, ἑνὸς᾽ ἴσως παραμυθίᾳ ψωμοῦ δυναμένου ἀνακτήσασθαι ἐκλεῖπον ἤδη τὸ πνεῦμα. Τοσοῦτον γὰρ ἡ ἀνάγκη τοῦ λιμοῦ ἕκαστον ἑαυτοῦ μᾶλλον τῶν ἄλλων φροντίζειν βιάζεται. Κἂν τῷ ἐλεεινῷ τοῦ πάθους τῷ ἔτι μικρᾶς ἀποροῦντι τροφῆς οἰκτρὰν τοῦ τελευτῶντος δείκνυσι τὴν ἀπώλειαν, κἀκείνῳ συμπαθῶς ἐπιστένοντι, καὶ τὴν οἰκείαν ἐννοοῦντι ἀπαραίτητον χρείαν, καὶ μᾶλλον λογιζομένου τοῦ πέλας εἰς κηδεμονίαν ἀναγκαιότερον ἑαυτόν. Τί ὤνησαν τοὺς πολυχρύσους τότε οἱ τῶν χρημάτων θησαυροὶ, οὐκ ὄντος εἰς συνωνὴν οὐδαμοῦ σίτου; Τί δὲ οἱ τοῦ ἀργυρίου πολυτάλαντοι ἐχρησίμευον πίνακες, ὄψων ἀπορίᾳ παρεῤῥιμμένοι; Οὐδὲν γὰρ τούτων παρεμυθεῖτο πεῖναν, οὐδὲ ἦν ἔνδειαν θεραπεῦσαι ἱκανόν. \"Ηργουν τέχναι μαγείρων, ἤργουν οἰνοχόων ἐμπειρίαι, ἤργει τῆς ἄλλης διακονίας ὁ θόρυβος, ἐσχόλαζον σιτοπόνοι, ἐσχόλαζον μελιπῆκται, ἐσχόλαζον οἱ τῶν πρὸς αὐλὸν καὶ κιθάραν ἀδόντων χοροί. Πάντας γὰρ αὐτοὺς εἶχεν ὁμοῦ μία τῆς ἐνδείας κατήφεια, καὶ ἂν ἔστενον ἅπαντες, ἀπορίαν τροφῆς. Τί δὲ τοὺς κατ᾿ ἐκεῖνο καιροῦ δικαίους ἔβλαψεν ἡ ἑκούσιος σπάνις τῶν πολυτίμων ὑλῶν, ἑτοίμην, ὅπουπερ ἂν ἐβούλοντο, εὑρήσαντας καὶ ἀταλαίπωρον τράπεζαν;","t":"For if, as has been said, “The angel of the Lord will encamp around those who fear him,” why do those who surround him from outside toil uselessly, when a safer guard surrounds the righteous man within and prevents the attacks from outside? And what wrong does poverty do the man who practices philosophy and ascetic discipline, when he has neither care for guarding vain things and has plenty of what he needs whenever he wishes, all creation serving him as master of all and eagerly bringing him the gifts he desires, at the very time when those abounding in wealth lack even the necessities of food? For in the famines recorded in divine Scripture, what riches were not emptied? What granaries of crops did not fail, when the prophet's tongue made heaven, clouds and the whole earth barren at once, when the veins of springs dried up from their hidden depths, when not a drop or dew fell on the earth from above, and the plains were turned to stone by long drought, sprouting no grass, no fodder, no spring flower anywhere; when mountains and ravines were full of the carcasses of cattle, wild beasts and birds, and the death of young and old, wasting little by little, was pitiable and wretched; when the sight of the dead was disgusting and unbearable, as bodies decayed in the marketplaces and dripped gory drops, and made life harder than death for the living, who saw not only this but also the sufferings of those still dying: mothers weeping over their dearest ones as they gasped out their lives in their laps, children sitting beside their fathers, and fathers beside their children gasping out their lives for lack of food, friends gazing intently at friends present as they breathed their last, and finding no mercy at all, though perhaps the comfort of a single morsel could have revived the spirit already failing? For so far does the necessity of famine force each to care for himself rather than for others. Even if the pitiable suffering shows the one still lacking a little food the wretched end of the dying man, and he groans with sympathy for him, he also thinks of his own pressing need and reckons himself more necessary to care for than his neighbor. What good did their treasures of money do the rich then, when there was no grain to buy anywhere? What use were their silver dishes of many talents, thrown aside for lack of fare? For none of these relieved hunger or was able to cure want. The arts of cooks were idle, the skill of cupbearers was idle, the bustle of other service was idle; bakers had no work, confectioners had no work, the choirs of those who sang to pipe and lyre had no work. For one dejection of want held them all together, and all groaned over the lack of food. But what harm did the voluntary lack of costly provisions do the righteous of that time, who found a table ready and without labor wherever they wished?","f":"Nilus, <i>Perist.</i> 11.16 (PG 79:925; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-16)."},"nilus-peristeria/11.17":{"o":"Βασιλεὺς ἦν Αχαάβ τότε, καὶ Ἠλίας, καὶ ῾Ελισσαῖος προφῆται· ὁ μὲν καὶ γῆς κεκτημένος μέτρα πολλά, καὶ χρημάτων θησαυροὺς, ὡς βασιλικοὺς, δαψιλεῖς· οἱ δὲ παντελῶς ἄποροι, ἀνέστιοι, ἀχρήματοι· ὁ μὲν ἀλουργίδα ἡμφιεσμένος, καὶ πᾶσαν τὴν βασιλικὴν περὶ αὐτὸν ἔχων σκηνὴν, οἱ δὲ μηλωτὴν διεζωσμένοι, καὶ λειτουργῶν μεμονωμένοι. Καὶ ὁ μὲν ὅρῃ περιῄει, καὶ νάπας, βοτάνην εἰς ποηφαγίας παραμυθίαν ἀναζητῶν. Οἱ δὲ ἔνθα καιρὸς κατελάμβανε τροφῆς, ἐκεῖ τῶν καταλλήλων εὐπόρουν σιτίων. Ἐπέταττον χήρᾳ κομίσαι βρῶσιν αὐτοῖς, καὶ δράκα μόνην ἔχουσα ἔνδον ἀλεύρου, χορὸν τέκνων παρορῶσα λιμωττόντων, τούτοις εἰς ἐγκρυφίαν πέψασα τὴν δράκα προσέφερεν. Οὐκ ἦν ἀμητὸς, καὶ τούτοις ἄλως ἡ ὑδρία ἐγένετο· ἄσπορος ἡ πεδιὰς, καὶ τούτοις ὤμβρει τὸ ἄλευρον· ἄκαρπος ἡ γῆ, καὶ τῆς ὑδρίας ἐτεθήλει τὸ λήϊον· ἐξέλιπον ἀποθῆκαι πολύσιτοι, καὶ ἡ δρὰξ οὐκ ἀπέλειψεν. Ὁδοιποροῦντες ἐκάθευδον, καὶ μετὰ τὸν ὕπνον παρ᾿ ἀγγέλων ἐσιτίζοντο τὴν ἀναγκαίαν, ἄρτον καὶ ὕδωρ, τροφήν· μᾶλλον δὲ καθεύδοντες διυπνίζοντο παρὰ τῶν ἁγίων δυνάμεων, καθάπερ δεσπόται καλούμενοι παρὰ τῶν διακονούντων ταῖς τοιαύταις χρείαις οἰκετῶν ἐπὶ ἑτοίμην ἐστίαν. Ἔρημον ᾤκουν, καὶ κόρακες αὐτοῖς ἐκ τῆς οἰκουμένης ἄρτον παρεκόμιζον τῷ πρωΐ, καὶ κρέα τὸ δειλινόν. Πόθεν λαμβάνοντες; Οὐ γὰρ εὔπορος οἰωνοῖς, καὶ τότε ἐν λιμῷ, ἡ τοιαύτη τροφὴ νεκρῶν εἰθισμένοις παραμένειν βορᾷ, καὶ μόλις εἰς κόρον ἔσθ' ὅτε ἐπιτυγχάνουσι τούτων. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ ἑστιάτορες ἄλλων ἐν σπάνει τῶν ἀναγκαίων ἐγίνοντο φιλότιμοι, οὐχ ἑαυτῶν μόνον φροντίζοντες ἐν τοιούτῳ καιρῷ ὡς μετ᾿ ὀλίγον δυσχερῶς, ἢ οὐδαμῶς εὐπορήσοντες σίτου, εἰ τὸ τέως ὑπάρχον, ἀναλώσουσιν ἕτεροι· ἐξέτειναν δὲ καὶ εἰς πολλοὺς ἄλλους τὴν δωρεὰν δαψιλῶς, οὗ ποτε τὰ τῆς χάριτος. ἐπιλείψειν πεπιστευμένοι, ἕως μένουσι δίκαιοι, εὐμηχάνου πρὸς πόρον οὔσης τῶν τοιούτων ὑλῶν, καὶ τοῖς ἀξίοις ἡγουμένης δασμὸν, ἢ φόρον τὴν χρείαν ὀφείλειν τοῦ σώματος. « Μὴ γὰρ μεριμνήσητε τοῦτο, φησὶ διδάσκων ὁ Κύριος, λέγοντες· Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; Οἶδε γὰρ ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρήζετε τούτων ἁπάντων, » καὶ ὅτι τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν χρέος, καὶ οὐ χάριν, δίδωσι ταῦτα.","t":"Ahab was king then, and Elijah and Elisha prophets: he possessed many measures of land and abundant treasures of money, as kings do; they were utterly destitute, homeless, without money; he was clothed in purple and had all the royal pomp around him; they were girded with a sheepskin and without servants. And he went round mountains and glens seeking pasture to relieve the grass-eating animals, while they, wherever mealtime overtook them, there had plenty of suitable food. They ordered a widow to bring them food, and she, who had only a handful of flour inside, overlooking her band of starving children, baked the handful into an ash-cake and brought it to them. There was no harvest, and for them the jar became a threshing floor; the plain was unsown, and for them it rained flour; the earth was barren, and the jar's crop flourished; granaries full of grain failed, and the handful did not fail. Traveling, they slept, and after sleep they were fed by angels with necessary food, bread and water; or rather, while sleeping they were woken by the holy powers, like masters called to a ready table by the servants who minister to such needs. They lived in the desert, and ravens brought them bread from the inhabited world in the morning and meat in the evening. Where did they get it? For such food is not easy for birds to come by, and then in a famine, accustomed as they are to wait on the food of corpses, and scarcely sometimes getting their fill of them. And the wonderful thing is that they even became generous hosts of others in a scarcity of necessities, not caring only for themselves at such a time, as people who would soon have difficulty finding grain, or none at all, if others used up what there was for the time being; they extended the gift abundantly to many others, trusting that the gifts of grace would never fail them as long as they remained righteous, since such provisions are resourceful in finding a way, and consider that the needs of the body owe a tribute or tax to the worthy. “For do not be anxious about this,” the Lord says in his teaching, “saying, What shall we eat, or what shall we drink, or what shall we wear? For your heavenly Father knows that you need all these things”; and he gives them to the one who does good as a debt, not as a favor.","f":"Nilus, <i>Perist.</i> 11.17 (PG 79:927; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-17)."},"nilus-peristeria/11.18":{"o":"Προστίθησι τοῖς εἰρημένοις, ὅτι « ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. » Ἑκατὸν γοῦν ἅπαξ ἔτρεφον ἄνδρας δέκα μόνον ἔχοντες ἄρτους, ὀλίγους μὲν ὄντας τῇ ἀναλογίᾳ πρὸς κόρον τοῦ πλήθους, κορέσαντας δὲ ὅμως, καὶ τοῖς λειψάνοις ἐγγυησάμενοι τὸν κόρον. Τοῦ γὰρ λειτουργοῦ, « Παράθες, ἀκούσαντος, παράθες τοῖς ἀνθρώποις τοὺς ἄρτους, καὶ φάγωνται·· εἶτα τῷ εἰκότι μᾶλλον, ἢ τῇ ἀξιοπιστίᾳ τοῦ ἐπιτάττοντος προσεσχηκότος, καὶ εἰπόντος· « Τί παραθῶ ταῦτα ἐνώπιον τοσούτων;» Καλῶς οἱ ἐστιάτορες τῇ πίστει ὠχυρωμένοι φασί· « Παράθες, ὅ τι φάγωνται, καὶ καταλείψουσι.» Καὶ ἔφαγον, καὶ κατέλιπον, κατὰ τὸ ῥῆμα Κυρίου, ἵνα προλάβῃ θαῦμα δουλικὸν, καὶ ὁδοποιήσῃ τὴν παραδοχὴν τῷ Δεσποτικῷ θαύματι. Προτρέχουσι γὰρ ἀεὶ τῆς ἀληθείας εἰκόνες, τοὺς ἀγνώμονας ἐμφράττουσαι Ἰουδαίους, ἵνα, ὅταν συκοφαντεῖν ἐπιχειρήσωσιν ὡς ἄπιστα ἢ ἀδύνατα τὰ Κυριακὰ θαύματα, ἐκ τῶν φθασάντων δυσωπηθῶσι, παύσασθαι τῆς ἀκαίρου φιλονεικίας, καὶ ἀναιδῶς ἴστασθαι ἐρυθριάσωσι πρὸς θαῦμα Δεσποτικὸν, οὗ προλαβόντες ἔφθασαν ἐπὶ τῶν δούλων καταδέξασθαι τοὺς τύπους ἄνευ ἔριδος.","t":"He adds to what has been said that “the worker is worthy of his food.” At any rate they once fed a hundred men with only ten loaves, few in proportion to satisfying the crowd, yet satisfying them, and guaranteeing the satisfaction by the leftovers. For when the servant heard, “Set the loaves before the men and let them eat,” and then, attending to probability rather than to the credibility of the one who commanded, said, “Why should I set these before so many?” the hosts, fortified by faith, rightly said: “Set it before them, so that they may eat, and they will leave some over.” And they ate and left some over, according to the word of the Lord, so that a servant's miracle might come first and prepare the way for the acceptance of the Master's miracle. For images of the truth always run ahead, stopping the mouths of the ungrateful Jews, so that, when they try to slander the Lord's miracles as incredible or impossible, they may be shamed by what went before into ceasing from their untimely contentiousness, and may blush to stand shamelessly against the Master's miracle, whose figures they had already accepted without dispute in the case of the servants.","f":"Nilus, <i>Perist.</i> 11.18 (PG 79:929; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-18)."},"nilus-peristeria/11.19":{"o":"Περὶ τοῦ Υἱοῦ τῆς ἀεὶ Παρθένου. Οὕτως ἀντιλέγειν μέλλοντας αὐτοὺς τῷ τῆς Παρθένου τόκῳ, καὶ λογισμοὺς πλέκειν δῆθεν εὐλόγους, ὡς οὐκ ἐχούσης τῆς φύσεως ἐμβρύου σύστασιν ἐργάσασθαι ἄνευ καταβολῆς σπερμάτων παιδογόνον, οὐκ ἀφίησιν ἄσπορος ἐν ἀρχῇ παντοίους ἡ γῆ βλαστήσασα καρπούς. Λόγος γὰρ θεῖος ἀμφοτέραις γέγονε σπέρμα. Ἡ μὲν ἤκουσε·· Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου· σπεῖρον σπέρμα κατὰ γένος·· καὶ τὸ πρόσταγμα εἰς φύσιν μετέβαλε, διαφόρους εὐθὺς οὐκ ἐξ ὑποκειμένης, πλὴν τοῦ λόγου, ἄλλης αἰτίας βλαστήσασα καρποὺς, οὓς ἐξήγαγε τὸ πρόσταγμα. Ἡ δέ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· » μετὰ τὸ εἰπεῖν· « Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; » σάρκα ἀμελλητὶ τὸν Λόγον εἰργάσατο, καὶ ναὸν θεῖον ᾠκοδόμησε τὸ ῥῆμα. « Οὕτω μετὰ τριήμερον χρόνον τοῦ κήτους Ἰωνᾶς προελθὼν ἀδιάφθορος, ἐπιστομίζει βουλομένους αὐτοὺς τὴν μετὰ τρεῖς ἡμέρας ἀνάστασιν λέγειν τοῦ Κυρίου ἀδύνατον, πιστούμενος τῷ ὁμοίῳ τὸ ὅμοιον, καὶ τοῖς ἐρεσχελεῖν ἐθέλουσι οὐ συγχωρῶν ἀναιδεύεσθαι πρὸς τὸ νεαρὸν θαῦμα τῷ παλαιῷ κωλυομένοις τῆς προφανοῦς ἀναισχυντίας.","t":"[On the Son of the ever-Virgin.] So too, when they would go on to contradict the Virgin's birth and weave supposedly reasonable arguments, as though nature could not produce the formation of an embryo without the depositing of procreative seed, the earth, which in the beginning sprouted all kinds of fruits without seed, does not allow it. For the divine word became seed for both. The one heard, “Let the earth bring forth the green plant, bearing seed according to its kind,” and turned the command into nature, at once sprouting various fruits from no underlying cause except the word, fruits that the command brought forth. To the other was said: “The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you”; after she had said, “How will this be for me, since I do not know a man?” the word at once made the Word flesh and built a divine temple. So too Jonah, coming out of the sea monster uncorrupted after a period of three days, stops the mouths of those who wish to say that the Lord's resurrection after three days is impossible, confirming like by like, and not allowing those who wish to quibble to be shameless toward the new miracle, since they are prevented from open shamelessness by the old one.","f":"Nilus, <i>Perist.</i> 11.19 (PG 79:929; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-19)."},"nilus-peristeria/11.2":{"o":"Οὐδὲν γὰρ, ὡς ἔοικε, τὰς τοιαύτας συναινέσεις ὡς ἡλικίας ἰσότης ποιεῖ καὶ συνήθεια· ἡ μὲν τὸν ἥλικα θαῤῥεῖν τῇ ἡλικι πείθουσα, ἡ δὲ τῷ μακρῷ ἔθει καὶ τὰ λίαν τραχέα ὁμαλίζουσα ἤθη, καὶ τὰ ἡλλοτριωμένα κινοῦσα πρὸς τὸ φίλον. Τὸ δὲ παρηβῆσαν, και τοῦ ἄνθους ἀποθέμενον τὴν χάριν, οὐ τέρπει τὸ ἔτι λάμπον τῇ ὥρᾳ, κἂν αὐτὸ τέρπηται τούτῳ, οὐδὲν ἔχον ἐπαγωγὸν, ᾧ δελεάσει τὸ δυσαρεστούμενον. Καὶ πολλοὺς εὑρήσεις ἑτέρους ἀρετῆς ἕνεκεν ἐν περιστάσεσιν ἐξετασθέντας μυρίαις, τοὺς μὲν θεοσεβεῖν ἐσπουδακότας, καὶ τὸ θεῖον θρησκεύειν ὁσίως· τοὺς δὲ εὐλάβειαν, καὶ ἐπιείκειαν, καὶ πᾶσαν τὴν ἠθικὴν ἀσκουμένους κατάστασιν· ἄλλους τοῖς ἐν ἀγνοίᾳ σφαλλομένοις περὶ τὴν τοῦ καλοῦ κρίσιν εἰσηγουμένους τὰ λανθάνοντα, καὶ παραινοῦντας τὸ ὠφέλιμον, ὅπως ἐπανορθωθῇ πρὸς τὸ συμφέρον ὁ βίος αὐτοῖς· ἐπειδὴ « πάντες, κατὰ τὸν Παῦλον, ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· » βαρεῖς τῷ δικαιοπραγεῖν ὄντες τοῖς παρανομοῦσι, τάχα καὶ μόνον ὁρώμενοι, καὶ διὰ τοῦτο διωκόμενοι, ἐπειδὴ καὶ σιωπῶντές εἰσιν ἔλεγχοι πονηρίας, τῷ παραλλήλῳ τοῦ βίου στηλιτεύοντες τὴν ἑκάστῳ τῶν κακῶν μοχθηρίαν. Καὶ ὁ Κύριος δὲ τοῖς ἀποστόλοις τὸ μέλλον συμβαίνειν προλέγων, φησίν· « Ὡς ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι. » Καί· « ᾿Αποσυναγώγους ποιήσουσιν ὑμᾶς.» Καί· « Ἐκβαλοῦσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν,· ἵνα παρεσκευασμένοι πρὸς τὰ προαναπεφωνημένα τῇ προθυμίᾳ, κούφως ἐνέγκωσι τὰ θλιβερὰ τῇ μελέτῃ τοῦ παθεῖν ποιήσαντες τὴν πεῖραν ἑαυτοῖς εὐμαρῆ. Εὐθὺς γοῦν συνέδρια Φαρισαίων, δεσμά, δεσμωτήρια, συκοφαντίαι, ὕβρεις, ἐπήρειαι, πληγαὶ, κίνδυνοι θανατικοί· καὶ οὐδὲν αὐτοὺς ἐθορύβησεν, οὐδὲ τῆς παῤῥησίας καθυφεθῆναί τι παρεσκεύασεν. Ἐσκέπτετο γὰρ αὐτοῖς πειράσειν καὶ ὧν ἠπείλουν μείζονα πάθη, καὶ τὸ παρεσκευασμένον τῆς προαιρέσεως καταφρονεῖν παντὸς ἐποίει δεινοῦ. Διὰ τοῦτο δώδεκα τὸν ἀριθμὸν ὄντες, πρὸς ὅλον ἐπαρῥησιάζοντο μαινόμενον τὸ ἔθνος, ποτὲ μὲν λέγοντες· «Οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν· » ποτὲ δέ· « Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον, ἢ τοῦ Θεοῦ, κρίνατε·· ἄλλο τε καὶ πρὸς ὕβρεις χωροῦντες δικαίας ἐν τῷ λέγειν τοῖς ἐναντιουμένοις τῇ ἀληθείᾳ, καὶ πολλοῖς οὖσιν ὀλίγοι, καὶ δυνατοῖς, κατὰ τὸ δοκοῦν, ἀσθενέστεροι· «Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τοῖς ὠσὶ, καὶ τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. Τοιοῦτον γὰρ ὁ δίκαιος ζῆλος, οὐ πλῆθος ἀδικῆσαι δυναμένων ὁρᾷ, οὐ θυμοὺς, καὶ δυναστείας τῶν ἀντιτεταγμένων λογίζεται, οὐκ οἶδεν ἀπειλὴν, οὐκ ἐπίσταται κίνδυνον. Πρὸς ἓν τέταται τῇ προθυμίᾳ, εἰπεῖν τὸ ἀληθὲς, καὶ τὸ ψεῦδος καταστῆσαι γνώριμον, ἵνα μὴ λανθάνον νέμηται τῶν ἁπλουστέρων τινάς.","t":"For nothing, it seems, produces such consents as equality of age and familiarity: the one persuading a person of the same age to be bold with his contemporary, the other by long habit smoothing even very rough characters and moving the estranged to friendship. But what is past its prime and has put off the charm of its bloom does not delight what still shines with beauty, even if it is itself delighted by it, since it has nothing alluring with which to entice what is displeased with it. And you will find many others examined for virtue's sake in countless trials: some who were eager to worship God and serve the divine in holiness; others who practiced reverence, gentleness and every moral state; others who explained what was hidden to those who erred in ignorance about the judgment of the good and urged on them what was beneficial, so that their life might be corrected for their advantage. For “all,” according to Paul, “who wish to live godly in Christ Jesus will be persecuted”; being burdensome to the lawless by acting justly, perhaps even by merely being seen, and therefore persecuted, since even in silence they are reproofs of wickedness, exposing the depravity of each of the wicked by the contrast of their lives. And the Lord, foretelling to the apostles what was going to happen, says: “As they persecuted me, they will persecute you too”; and, “They will put you out of the synagogues”; and, “They will cast out your name as evil”; so that, being prepared in their eagerness for what had been announced beforehand, they might bear afflictions lightly, having made the experience easy for themselves by practicing for suffering. At once, at any rate, came councils of Pharisees, bonds, prisons, slanders, insults, abuse, blows, deadly dangers; and nothing disturbed them or made them abate anything of their boldness. For they had reckoned that they would experience sufferings even greater than those threatened, and the readiness of their will made them despise every terror. That is why, though twelve in number, they spoke boldly against a whole raging nation, saying at one time, “We cannot but speak what we have seen and heard,” at another, “Whether it is right in the sight of God to listen to you rather than to God, you judge”; and they even went on to just reproaches in speaking to those who opposed the truth, few against many and weaker, as it seemed, against the powerful: “Stiff-necked and uncircumcised in ears and heart, you always resist the Holy Spirit; as your fathers did, so do you.” For such is righteous zeal: it does not look at the number of those able to do harm, takes no account of the rage and power of opponents, knows no threat, recognizes no danger. Its eagerness is directed to one thing: to speak the truth and make falsehood known, so that it may not spread unnoticed among some of the simpler people.","f":"Nilus, <i>Perist.</i> 11.2 (PG 79:903; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-2)."},"nilus-peristeria/11.20":{"o":"Οὕτως ἵνα μὴ λέγωσι τὸ τῶν πέντε ἄρτων παράδοξον, ἐξ ὧν ἐκορέσθησαν οἱ πεντακισχίλιοι, ἀμήχανον, δέκα ἄρτοις φθάσαντες ἑκατὸν ἐδεξιώσαντο ἄνδρας οἱ δοῦλοι· μικρῷ θαύματι τέως ἐγγυώμενοι τὸ μεῖζον, καὶ τὸ ἅπαξ γενόμενον ἐν ἐλάττονι δυνατὸν, καὶ ἐν μείζονι δεικνύντες δυνατὸν, τῆς ὕλης καὶ ὅταν ἐκ πλείονος ὀλίγους, καὶ ὅταν ἐξ ἐλάττονος δέοι τρέφεσθαι πλείονας, ὁμοίως ὑπακουούσης τῇ πληθυνούσῃ χάριτι, καὶ τὴν ἐνέργειαν αὐτῆς, οὐ τῇ ποσότητι, τῇ δὲ δυνάμει ποιούσης ἅπασι γνώριμον. ᾿Αλλά τῶν μὲν Ἰουδαῖκῶν ἄλις. Οἱ δὲ τότε τοὺς ἑκατὸν τοῖς δέκα ἄρτοις ἑστιάσαντες ἄνδρας, ἄλλοτε λέβητα πλήθει βοτανῶν ἔτι τοῦ λιμοῦ κρατοῦντος ἐψεῖν τοῖς ὑπηρέταις προστάξαντες, καὶ πικροῦ λίαν ἐκ τῆς γεύσεως εὑρεθέντος ὕστερον τοῦ ἑψήματος, δηλητηρίου πάντως ἐμμεμιγμένης βοτάνης τῷ κύματι, (τοῦτο γὰρ ὁ λέγων ἐδήλου· « Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ») δράκα μίαν τῷ παντὶ κελεύουσιν ἐμβαλεῖν ἀλεύρου, τὸ πρὸ μικροῦ διὰ τὴν πικρίαν ἄχρηστον εἰς βρῶσιν τοῖς μοχθήσασι νομισθὲν, ποιήσαντες εἰς ἐδωδὴν ἐπιτήδειον, καὶ τοῖς λιμώττουσιν εἰς παραμυθίαν τῆς ἐνδείας χρησιμώτατον. Τούτοις καλῶς ὁ ὑμνογράφος ἐπεφώνει Δαβίδ, Πλούσιοι, λέγων, ἐπτώχευσαν, καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ·· τῆς ἀληθείας τοῦ λόγου τὰ προειρημένα μαρτυρίαν ἔχων ἀσφαλῆ, καὶ ἐχέγγυον. Ταῦτα καὶ ὁ Κύριος σφραγιζόμενος ἔλεγεν·· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλλετο, ὡς ἓν τούτων·· ἐκ καθ' ἑκάστην ὁρωμένων δυνατὴν τοῖς ἐμβιοῦσι τὴν αὐτοσχέδιον καὶ ἀταλαίπωρον ὑποτιθέμενος ζωήν· « Αἰτεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. » Ἵνα γὰρ μὴ δόξῃ κόμπον εἰκαῖον, καὶ εἰς ματαιολογίαν ὕποπτον εἰρηκέναι τό· « Μὴ μεριμνήσητε, τί φάγητε, ἢ τί πίητε, ἢ τί περιβαλεῖσθε, τῷ ὑποδείγματι τῶν κρίνων καὶ τῶν πετεινῶν πιστοῦται τὴν παραίνεσιν, τῶν μὲν τοῦ ἐνδύματος τὴν εὐπρέπειαν, τῶν δὲ τὴν τροφὴν ἄπονον δεχομένων, καὶ ἀμέριμνον παρὰ τῆς προνοίας τοῦ Κρείττονος· ἅμα καὶ τῆς ἐπηγγελμένης πρὸ τῆς παρακοῆς τῷ Ἀδὰμ ὑπομιμνήσκων ἡμᾶς διαγωγῆς, ὡσὰν μηδεὶς ἀπιστεῖν ἔχῃ τῷ δυνατῷ τῆς ὑποσχέσεως ὅτι τὴν τροφὴν ἔμελλεν ἔχειν οὐ γεωργῶν ὡς νῦν, οὐ μοχθῶν, ἀταλαίπωρον· εἰς τὴν παροῦσαν τοῦ πορισμοῦ τῶν ἀναγκαίων κακοπάθειαν ἀφορῶν τῶν ἀπόνως τρεφομένων θηρίων καὶ ἑρπετῶν ζωὴν, καὶ πετεινῶν διδασκόντων ἡμᾶς τὸ ἀψευδὲς τοῦ νομοθετήσαντος τὴν τότε ζωήν. Διὰ τοῦτο γὰρ καὶ τὰ θεραπευόμενα φυτά χερσὶν ἀνθρωπίναις τῶν ἀγρίων βοτανῶν ἐστιν ἀσθενέστερα κατ᾿ ἔτος σπειρόμενα, ἀρδόμενα παρὰ τῶν ἀγροκόμων, καὶ μόλις ἐπιμελείᾳ πολλῇ φθάνοντα πρὸς τὴν σπουδαζομένην τελείωσιν, τῶν ἅπαξ ἀνατειλάντων κατὰ πρόσταγμα θεῖον ἐπὶ ταῖς ἀρχαίαις ῥίζαις βλαστανόντων, καὶ τρεφόντων εὐερνέστατα, καὶ τεθηλότα στελέχη ἀεὶ, πρὸς ἔλεγχον ἀναντίῤῥητον τοῦ καὶ τὰ ἡμέτερα τοῖς μὴ παρακούσασι Θεοῦ δύνασθαι τὸν αὐτὸν τρόπον ἀνθεῖν, καὶ παρέχειν αὐτοῖς αὐτομάτως τὴν ἀπόλαυσιν ἀνεμπόδιστον.","t":"So, that they might not call the extraordinary miracle of the five loaves, with which the five thousand were filled, impossible, the servants first entertained a hundred men with ten loaves, guaranteeing the greater by a small miracle for the time being, and showing that what happened once on a smaller scale is possible on a larger, since matter obeys the multiplying grace alike whenever few must be fed from more or more from less, and makes its working known to all not by quantity but by power. But enough of the Jewish matters. Those who then entertained the hundred men with the ten loaves at another time ordered their servants, while the famine still prevailed, to boil a cauldron full of herbs; and when the stew was later found by tasting to be very bitter, since a poisonous herb had certainly been mixed into the brew (this was what the one who said, “Death in the pot, man of God,” was pointing out), they ordered a single handful of flour to be thrown into the whole, and made what a little before was thought useless for food to the laborers because of its bitterness fit to eat, and most useful to the starving for relieving their want. To these David the hymn-writer rightly applied the words: “The rich have become poor and hungry, but those who seek the Lord shall lack no good thing,” having in the facts just mentioned sure and trustworthy testimony to the truth of the saying. Sealing this, the Lord too said: “Look at the birds of the air: they neither sow nor reap nor gather into barns, and your heavenly Father feeds them. And why are you anxious about clothing? Consider the lilies of the field, how they grow: they neither toil nor spin; and I tell you that not even Solomon in all his glory was arrayed like one of these,” suggesting, from things seen every day, that an improvised life without hardship is possible for those who live it. “For ask,” he says, “for the kingdom, and all these things will be added to you.” For so that he might not seem to have said in idle boasting, open to suspicion of vain talk, “Do not be anxious about what you will eat or what you will drink or what you will wear,” he confirms the exhortation by the example of the lilies and the birds, the one receiving the beauty of clothing, the other food without labor and without anxiety from the providence of the Stronger; at the same time reminding us of the way of life promised to Adam before the disobedience, so that no one might disbelieve that the promise was possible, that he would have had his food without hardship, not farming as now, not toiling. Looking at the present hardship of earning necessities, the life of beasts and reptiles and birds, fed without labor, teaches us the truthfulness of the one who legislated that life of old. That is why plants tended by human hands are weaker than wild herbs: they are sown every year, watered by the gardeners, and scarcely reach the ripeness sought after with much care, while those that once sprang up by divine command keep sprouting on their ancient roots and nourishing stems that are very vigorous and always flourishing, as an undeniable proof that our crops too could flower in the same way for those who did not disobey God, and yield them enjoyment of their own accord without hindrance.","f":"Nilus, <i>Perist.</i> 11.20 (PG 79:931; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-20)."},"nilus-peristeria/11.21":{"o":"Εἰς ταύτην οὖν τοὺς βουλομένους τὴν ἀμέριμνον ὁ Κύριος ἐνάγων ζωὴν, ἐργάζεσθαι τὸ καλὸν παραινεῖ, καὶ μὴ φροντίζειν τῆς χρείας τοῦ σώματος λέγων· Οἶδεν ὁ Πατὴρ ὑμῶν, ὅτι χρείαν ἔχετε τούτων ἁπάντων.» Καὶ· « ῎Αξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐδεμίαν ἐν τούτοις καταλιπὼν ἀπιστίας ὑπόνοιαν, ὡς ἐνδεηθήσεταί τινος τῶν καθηκόντων ὁ τὸ ἔργον τοῦ Θεοῦ ἐργαζόμενος· καθάπερ ἀθλητὴς ἀπογραψάμενος εἰς τὸν ἀγῶνα τῆς εὐσεβείας, καὶ καθ' ἑκάστην ἐνθέσμως ἀθλῶν, ὀψώνια μὲν τὰ τοῦ παρόντος αἰῶνος πρὸς τὴν ἐν σαρκὶ ζωὴν παρὰ τοῦ ἀγωνοθέτου σιτοδοτούμενος, τοὺς δὲ στεφάνους μετὰ τὰ στάδια μένων ἐν τῷ μέλλοντι, οὐ κοτίνῳ, καὶ σελίνῳ, καὶ δάφνῃ κλάδοις τὴν κεφαλὴν ἀναδεῖσθαι προσδοκῶν, ἀλλὰ τῷ διαδήματι τῆς εὐπρεπείας, καὶ τῷ καλῶς δόξης καὶ τιμῆς πεπλεγμένῳ στεφάνῳ· ὡς φησιν ὁ Δαβίδ· « Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. » Καὶ ἄθλον ἐπὶ πᾶσι λαμβάνων ζωὴν τὴν αἰώνιον, καὶ τροφῆς παραδείσου ἀπόλαυσιν, ἣν, κατὰ τὸν ᾿Απόστολον, ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τοιαῦτα γὰρ ὁ Θεὸς ἡτοίμασε τοῖς ἀγαπῶσι αὐτὸν, διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος ὄντα ἀνέκφραστα, καὶ ἀθέατα, καὶ ἐνθυμήσεως κρείττονα. Ὅπερ γὰρ ἂν ἐννοῆσαί τις πρὸς ἀπόλαυσιν σπουδάσῃ μέγα, καὶ θαυμαστὸν, ἔλαττον πάντως, καὶ πολὺ καταδεέστερον φαντασθήσεται τῶν εἰς τροφὴν τοῖς ἁγίοις εὐτρεπισμένων. Ἐπειδὴ πέφυκεν ἡ διάνοια τῶν δι' αἰσθήσεως ἐγνωσμένων ἐν ἑαυτῇ μορφοῦν τὰς εἰκόνας· ὧν δὲ μὴ τύπους παρὰ τούτων ἐδέξατο, ἀγαλματοποιεῖν ἐθέλουσα, ἀόριστα ἱνδάλλεται εἴδωλα κατὰ κενοῦ βαίνουσα, καὶ ἀνυπόστατα φανταζομένη ἐνθύμια· ἄλλοτε ἄλλης ἐμπιπτούσης μορφῆς, καὶ ἀφανιζούσης τὴν φθάσασαν, τῷ μὴ ὑποκεῖσθαι τετρανωμένον εἶδος τὸ κατασχεῖν δυνάμενον πλαζομένην αὐτήν.","t":"Leading those who wish into this life free of anxiety, the Lord exhorts them to work what is good and not to worry about the needs of the body, saying: “Your Father knows that you need all these things,” and, “The worker is worthy of his food,” leaving in these words no suspicion of distrust, as though the one who does the work of God will lack anything he needs. Like an athlete enrolled in the contest of godliness and competing lawfully every day, he is supplied with the rations of the present age for life in the flesh by the president of the games, while he waits for the crowns after the races in the age to come, not expecting to bind his head with branches of wild olive, celery and laurel, but with the diadem of beauty and the crown fairly woven of glory and honor, as David says: “You crowned him with glory and honor.” And as a prize on top of all he receives eternal life and the enjoyment of the food of paradise, which, according to the Apostle, eye has not seen nor ear heard, nor has it entered into the heart of man. For such are the things God has prepared for those who love him, inexpressible, unseen and beyond thought because of their surpassing splendor. For whatever great and wonderful thing anyone strives to think of for enjoyment, he will surely imagine it less and far inferior to what has been made ready as food for the saints. For the mind naturally forms within itself the images of things known through the senses; but when it wishes to fashion statues of things whose impressions it has not received from them, it pictures indefinite idols, stepping on emptiness and imagining unsubstantial notions, one form falling upon it after another and effacing the one before, since there is no clear underlying form that could hold it fast as it wanders.","f":"Nilus, <i>Perist.</i> 11.21 (PG 79:933; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-21)."},"nilus-peristeria/11.22":{"o":"Εἰ γὰρ τὸ ἐν ἐρήμῳ δοθὲν μάννα ψηλαφώμενον, καὶ ὁρώμενον, ἡπορεῖτο, τἱ ἂν εἴη, τῇ ὅψει καὶ τῇ ποιότητι οὐδενὶ τῶν ἐν πείρᾳ γεγενημένων συγκρινόμενον, ξένην δὲ καὶ παρηλλαγμένην παρὰ τὰς ἐθίμους ἔχων τὴν αἴσθησιν; Πῶς ἄν τις εἰκότι στοχασμῷ τεκμηριώσαιτο τὰ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ μάννα προέχοντα, καὶ πάσης ἀνώτερα αἰσθητῆς καταλήψεως, τότε γνωσθησόμενα τοῖς νῦν προσδοκῶσιν αὐτὰ, ὅτε ἡ πεῖρα διδάξει τῆς ἀπολαύσεως τὸ ἐξαίρετον, καὶ τοὺς πόνους ἐλέγξει μικροὺς τῆς ἐπικαρπίας τὸ μέγεθος, ὑπὲρ τὴν ἐλπίδα τῶν ἀμοιβῶν ἀπαντησάσης τῆς εὐκληρίας; Καί μοι μηδεὶς τῶν μέχρι νῦν ἡμεληκότων τοῦ καλοῦ προφασιζέσθω τὸ ὄψιμον, καὶ ὀκνείτω τὴν ἐργασίαν τούτου, ὡς ἀρχόμενος βράδιον, καὶ μόλις ἢ οὐδαμῶς φθάνων πρὸς τὴν τῆς ἀρετῆς τελειότητα. Πολὺ μὲν γὰρ ἀληθῶς τὸ στάδιον, καὶ μακρὸν τὸ μῆκος τῆς φερούσης ἐπ᾿ ἐκείνην ὁδοῦ, φημὶ κἀγώ· ἀλλ᾽ ἔστι ταχέως ἀνύσαι αὐτὸ συντόνῳ σπουδῇ, καὶ παρελθεῖν τοὺς ἐκ νέας ἡλικίας βάδην ὁδεύοντας, καὶ τοσοῦτον ὀπίσω καταλιπεῖν, ὅσον ἡ προθυμία ἐπείγεται πρόσω· ὡς ἐκείνους μὲν ὀλίγον, ἢ ὅλως οὐδὲν προκεκοφέναι, ἀφ᾿ οὗ κατελείφθησαν τύπῳ νωθρῶς ἄγαν, καὶ ἀνειμένως κινουμένους τὼ πόδε· τὸν δὲ ἰσοταχῶς πτηνοῖς δραμόντα ἐπὶ τὸ προκείμενον, ἢ πλησίον τοῦ σκοποῦ, ἡ πάντως γενέσθαι ἀνάγκη ἐντὸς· καθάπερ ναὖν ἐξ αὐτῶν ὄρμων εὐθυδρομοῦσαν εἰς λιμένα, καὶ καταίρουσαν πλησίστιον, ἄλλων ἐμπλαζομένων ἐπὶ τῷ πελάγει κυβερνητῶν ῥαθυμίᾳ, καὶ τοὺς κόλπους τῆς ὀθόνης συνεχῶς κενούντων ταῖς ἐπὶ θάτερα ἐγκαρσίοις παρατροπαῖς. Ὅταν γὰρ οὐρίου πνεύματος ἐκ πρύμνης τῇ ὀλκάδι προσπίπτοντος, μὴ τὰ ἱστία ὁ κυβερνῶν φυλάττῃ πεπληρωμένα, μηδὲ κατέχῃ τὴν ὁρμὴν πρὸς τὴν πνέουσαν ὄρθιον, βραδυπαθεῖν ἀνάγκη τὸ σκάφος, ἀποφεῦγον ἀεὶ καὶ ἐκκλίνον τὴν τοῦ ὠθοῦντος πνεύματος ἐκβολήν.","t":"For if the manna given in the wilderness, though it could be touched and seen, left them at a loss what it might be, since in appearance and quality it could be compared with nothing they had experienced and gave a sensation strange and different from the usual, how could anyone, by likely conjecture, give evidence of things that surpass the manna incomparably and are above all sense perception, things that will be known by those who now await them only when experience teaches the excellence of the enjoyment, and the greatness of the harvest shows the toils to be small, as the good fortune meets them beyond their hope of reward? And let none of those who have so far neglected the good make the excuse of lateness and shrink from working it, on the ground that he is beginning too late and will scarcely, or not at all, reach the perfection of virtue. The stadium is truly long, I say so myself, and the road that leads to it is of great length; but it is possible to complete it quickly with intense zeal, and to pass those who have been walking at a slow pace since youth, and to leave them as far behind as eagerness presses forward; so that they have made little or no progress from the mark where they were left behind, moving their feet very sluggishly and slackly, while the one who has run toward the goal as fast as the birds must be either near the mark or entirely inside it; like a ship that runs straight from its moorings into harbor and comes in under full sail, while other ships wander on the open sea through their pilots' carelessness, continually emptying the bellies of the sail by turning aside crosswise this way and that. For when a fair wind strikes the vessel from the stern, if the pilot does not keep the sails filled nor hold the course straight toward the blowing wind, the boat is bound to go slowly, always escaping and turning away from the thrust of the driving wind.","f":"Nilus, <i>Perist.</i> 11.22 (PG 79:935; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-22)."},"nilus-peristeria/11.23":{"o":"Διὰ τοῦτο καλῶς ὁ Παῦλος τοῖς σταδιεύουσι τοῦτον τὸν δρόμον ὑπεφώνει βοῶν· « Οὕτω τρέχετε, ἵνα καταλάβητε. » Τὸ οὕτως ἐπιτείνειν κελεύων τὸ τάχος, καὶ τὸ στενὸν τοῦ καιροῦ βιάζεσθαι τῇ σφοδροτάτῃ φορᾷ, ὡς τὴν πολλοῦ χρόνου δεομένην ὁδὸν ἀνυσθῆναι ὀξέως συντόνῳ σπουδῇ, καὶ ἐπιμόνῳ τοῦ θέοντος. Τοῦτο τῆς ὁδοῦ τὸ μῆκος θεασάμενος ὁ λέγων· « Ὁδὸν ἐντολῶν σου ἔδραμον, » ὁ ταχυδρόμος Δαβίδ, κατηντιβόλει, καὶ ἱκέτευε τὸν Θεὸν γνῶναι παρακαλῶν, ὅσος αὐτῷ τῆς ζωῆς λείπεται χρόνος, καὶ εἰ πρὸς τὴν κατάληψιν αὐτῷ τοῦ σπουδαζομένου ἐστὶν ἱκανός. Φησὶ γάρ· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μού τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. » Εἶτα πυθόμενος ὅτι πολλῷ ἀφέστηκε μέτρῳ, καὶ οὐκ ἀναλογεῖ πρὸς τὸ φθάσαν ὁ λειπόμενος χρόνος αὐτῷ, κἂν ἐκ βαλβίδος εἰς νύσσαν ἀπνευστὶ θέων διαέριος φέρηται, πρὸς τὰς πτηνὰς καὶ μεταρσίους μετατίθησι φύσεις τὴν ἅμιλλαν, ἀπεγνωκὼς τῆς τῶν ποδῶν ὠκύτητος, καί φησι· « Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω;· Οὕτω μόνον φθάσειν λοιπὸν ἐγνωκὼς ὡς ἦν συμμετροῦντα τῷ μήκει τὸν χρόνον στοχάσασθαι, εἰ μετάρσιος ἀρθεὶς τῷ ὕψει τῆς πολιτείας ὑπόπτερος διαπταίῃ τῇ σπουδῇ τὰ ἐν μέσῳ, καὶ οὕτω καταντήσει πρὸς τὸν ποθούμενον τῆς τελειότητος ὅρον.","t":"That is why Paul rightly prompted those running this course, crying out: “So run that you may obtain.” By “so” he commands them to increase their speed and to force the narrowness of the time with the most violent rush, so that the road that needs much time may be completed quickly by the runner's intense and persistent zeal. Seeing the length of this road, he who says, “I ran the way of your commandments,” David the swift runner, entreated and begged God, asking to know how much time of life was left to him and whether it was enough for him to obtain what he was striving for. For he says: “Make known to me, Lord, my end and the number of my days, what it is, that I may know what I lack.” Then, learning that he was far off and that the time left to him was not proportioned to what he had to reach, even if he were carried through the air running breathlessly from the starting line to the turning post, he transfers the contest to winged and soaring natures, despairing of the swiftness of his feet, and says: “Who will give me wings like a dove's, and I will fly away and be at rest?” knowing that he would reach it henceforth only thus, as one could reckon the time proportioned to the length: if, lifted aloft, he flew through what lay between by his zeal, winged by the height of his way of life, and so arrived at the longed-for goal of perfection.","f":"Nilus, <i>Perist.</i> 11.23 (PG 79:935; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-23)."},"nilus-peristeria/11.3":{"o":"Τί οὖν τὸν δικαιοπραγοῦντα περικυμαίνουσα πάντοθεν ἀδικοῦσιν αἱ θλίψεις, ἐπανιστάμεναι φοβερῶς καὶ διαλυόμεναι εὐχερῶς, προσπίπτουσαι σφοδρῶς, καὶ παρατρέχουσαι ῥύμῃ πολλῇ, ἐνσειόμεναι βιαίως, καὶ ἀποκρουόμεναι βιαιότερον, κατασπιλάζουσαι, καὶ οὐ ποιοῦσαι ναυάγιον, πυροῦσαι τὸν χρυσὸν, καὶ δοκιμώτερον ἀποφαίνουσαι; Οὕτως ἐν τῷ ῎Ασματι ἡ τελεία ψυχή θαῤῥοῦσα τῇ ἡσκημένῃ καρτερίᾳ τῶν πειρασμῶν, προσκαλεῖται τὰ πνεύματα·· Ἐξεγέρθητι, λέγουσα, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον τὸν κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα·, τότε πεπεισμένη μείζονα γίνεσθαι τῆς ἀρετῆς τὴν εὐωδίαν, ὅταν πειρασμῶν ῥιπίζῃ πλῆθος αὐτὴν, κινούντων τὴν τέως ἠρεμοῦσαν ἀγαθὴν ἕξιν πρὸς ἐνέργειαν, καὶ ποιούντων αὐτὴν τῇ φανερώσει περίφημον. Ουτως ἔλαμψεν ἑκάστου τῶν ἁγίων ἡ ἀρετὴ λαθεῖν δυναμένη, εἰ μὴ ἐγυμνώθη τῇ πείρᾳ, καὶ κρύπτεσθαι ὑπὸ τῷ μοδίῳ, εἰ μὴ ἐπὶ τῆς λυχνίας ἐτέθη, λαμπρὸν τὸ φῶς τῆς διαθέσεως ἐπὶ τῶν ἔργων ἀστράπτουσα. Τίς γὰρ ἂν τὴν εὐσέβειαν ἔγνω τοῦ μεγάλου ᾿Ἀβραὰμ, μὴ τῆς κατὰ τὴν παιδοκτονίαν ὑπακοῆς κηρυξάσης αὐτοῦ τὴν γενναιότητα, ὡς ὥπλισε κατὰ τοῦ μονογενοῦς καὶ ἀγαπητοῦ τέκνου πατρικὴν χεῖρα ὀρέγων, οὐδὲ κατηφείᾳ τῆς ὄψεως ἐμφήνας λυπηρὸν πάθος ψυχῆς, μείνας δὲ τοιοῦτος τὴν γνώμην φαιδρὸς, οἷος ἔμεινεν ἂν ἔριφον, ἢ μόσχον, ἢ ἄρνα θυσιάζων ἐπὶ αἰσίαις εὐχαῖς τῷ Θεῷ; Τις δὲ ἐπέρχεται ἅπαντα ἀπὸ τῶν εὐτελεστέρων μεταβαίνων τοῦ Ἰὼβ τὴν ἐπὶ τῆς πολυτρόπου ἐκείνης τῶν οἰκείων ἁλώσεως ἔμαθε φιλοσοφίαν, μὴ τῆς ἐφ᾿ ἑκάστου τῶν ἀπολλυμένων εὐχαριστίας βοησάσης αὐτοῦ τὴν μεγαλοψυχίαν σαφῶς; Οὔτε γὰρ ὑφ᾽ ἂν ὁ κακοῦργος ἐπόρθησεν ἅπαντα, ἵνα μὴ μίαν τὰ τῆς συμφορᾶς ποιήσας πληγήν, σύντομον, καὶ συνεσταλμένην τὴν ὀδύνην ἐργάσηται, δυναμένην εἰς πλῆθος ἐκταθῆναι ταῖς κατὰ μέρος ἀγγελίαις, καὶ ποιῆσαι αὐτῷ ἀκούοντι τὸ ἄλγος δριμύτερον· οὐδὲν γὰρ πρότερον ἐπίκατασείει τοῖς φιλτάτοις τὸν οἶκον εὐωχουμένοις τῇ καταστροφῇ τάφον τὴν οἰκίαν ποιῶν, καὶ μιγνὺς ἐδέσμασιν αἷμα, καὶ φύρων σάρκας, καὶ λίθους ὁμοῦ, ἵνα μὴ τῷ μείζονι πάθει ἀργεῖν πρὸς τὰ ἐλάττονα ποιήσῃ τὴν αἴσθησιν. Βαθμῷ δὲ καθ᾽ ἓν ἐπὶ τὰ τιμιώτερα, καὶ ἄλλης ἄλλην ἀλγεινοτέραν ἀγγελίαν κατασκευάζων, καὶ ποσότητι, καὶ ποιότητι τῶν διαφθειρομένων, ὅπως κατ᾿ ὀλίγον αὐξηθὲν τὸ δεινὸν μέγα, καὶ χαλεπὸν τὸ τραῦμα τῆς ἀθυμίας ἐργάσηται. Τάξει δῆθεν προελθὼν ἐκ προοιμίων ἕως ἔφθασεν εἰς τὴν ἐσχάτην πληγὴν, ἢ καὶ διέδειξε τοῦ ἀνδρὸς τὸ φιλόσοφον. Ὡς γὰρ τὴν καταστροφὴν τοῦ οἴκου, καὶ τῶν τέκνων ἔμαθε τὴν ἀπώλειαν, τῶν ἄλλων ἁπάντων τὴν φθορὰν ἤδη προπεπυσμένος, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, τῷ λαβόντι τὰ ἄλλα, καὶ ὰ μὴ λαβεῖν δεδύνηται, προδιδοὺς, καὶ φθάνων φυσικῇ φιλοσοφίᾳ τὴν τῶν Εὐαγγελίων παραίνεσιν. « Ἐὰν γάρ σου, φησὶ, λάβῃ τις τὸν χιτῶνα, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. » Τοῦτο προλαβὼν ἐκεῖνος ἐποίησε, τὸ μὴ λυπείσθαι ἐπὶ τοῖς δόξασιν ἀκουσίως συμπεπτωκέναι κακοῖς τῷ ἑκουσίῳ πιστούμενος, καὶ τὸ τέως λανθάνον τῆς γνώμης τῷ φαινομένῳ μηνύων.","t":"What wrong, then, do afflictions do to the one who acts justly, surging around him on every side, rising up fearfully and breaking up easily, falling on him violently and running past with great force, dashing against him violently and being repelled more violently, beating on him like squalls without causing shipwreck, refining the gold in the fire and showing it the more tested? So in the Song the perfect soul, confident in its practiced endurance of temptations, calls on the winds, saying: “Awake, north wind, and come, south wind; blow through my garden, and let its spices flow,” convinced that the fragrance of virtue becomes greater when a multitude of temptations fans it, stirring a good disposition, hitherto at rest, to activity and making it famous by its disclosure. So the virtue of each of the saints shone forth, which could have remained unnoticed had it not been laid bare by trial, and hidden under the bushel had it not been set on the lampstand, flashing out the bright light of its disposition in its works. For who would have known the piety of the great Abraham, had not his obedience in the slaying of his son proclaimed his nobility, as he armed his fatherly hand and stretched it out against his only and beloved child, without showing any painful passion of soul by dejection of countenance, but remaining as cheerful in mind as he would have been sacrificing a kid, a calf or a lamb to God with prayers of good omen? And who would have learned Job's philosophy in that many-sided seizure of his goods, as the enemy went through everything, passing on from the cheaper things, had not his thanksgiving over each thing lost clearly proclaimed his greatness of soul? For the evildoer did not ravage everything at once, lest by making the misfortune a single blow he should make the pain short and concentrated, when it could be stretched out into a multitude by reports one by one and make the grief sharper for him as he heard them. For he did not first shake the house down on his dearest ones as they feasted, making the house a tomb by its collapse, mixing blood with the food, and mingling flesh and stones together, lest by the greater suffering he should make his feeling dull toward the lesser. Instead he went step by step, one at a time, to the more precious things, contriving one report more painful than another in the quantity and quality of what was destroyed, so that the terror, growing little by little, might produce a great and grievous wound of despondency. So, as it were in order, he proceeded from the preliminaries until he reached the last blow, which also showed the man's philosophy. For when he learned of the collapse of the house and the loss of his children, having already heard of the destruction of everything else, he tore his clothes and shaved the hair of his head, handing over even what he could not take to the one who had taken the rest, and anticipating by natural philosophy the exhortation of the Gospels: “If anyone takes your tunic,” it says, “let him have your cloak as well.” He did this beforehand, confirming by what was voluntary that he was not grieved at the evils that seemed to have befallen him involuntarily, and revealing by what was seen what had so far been hidden in his mind.","f":"Nilus, <i>Perist.</i> 11.3 (PG 79:905; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-3)."},"nilus-peristeria/11.4":{"o":"Ὁ γὰρ ληφθέντι βίᾳ, καὶ ὁ μὴ ἀφαιρεῖταί τις προδιδοὺς, δῆλος τῇ δευτέρᾳ φιλοτιμίᾳ γίνεται, ὡς καὶ τὸ πρῶτον κἂν ἐλήφθη ἀνάγκῃ, οὐκ ἀνάγκῃ παρεχώρησε, τὴν γνώμην οὐ βιασθεὶς, κἂν τυραννεῖν ἔδοξαν οἱ βιασάμενοι, τοῦτο λαβόντες, ὃ καὶ μὴ ἐπιδοῦναι δυνάμενος, προαιρέσει ἐπέδωκεν, ἐξουσίᾳ παρασχών ὅπερ ἄκων τῷ φαινομένῳ ἀφῃρῆσθαι νενόμισται. Καὶ Ἰωσὴφ δὲ, καὶ Σωσάννα, καὶ Ἰεφθάε ἔλαθον ἂν, οἱ μὲν ἐπὶ σωφροσύνῃ, ὁ δὲ ἐπ᾿ ἀληθείᾳ εὐδοκιμήσαντες. Καὶ οὗτος γὰρ ὑπὲρ τῆς ἐν πολέμῳ ἀριστείας, εἰ περιγένοιτο τῶν ἐχθρῶν ἐπικυδεστέρων ὄντων, πλήθει, καὶ ἐμπειρίᾳ πολεμικῇ, ὁλοκαυτώσειν ὑποσχόμενος ὅπερ ἂν τύχῃ τῶν ἄλλων πρότερον ἀπαντῆσαν οἰκεῖον, θυγατρὸς κατὰ τὸ συμβὰν ὑπαντησάσης μονογενοῦς, καὶ στεργομένης ἐκτόπως, οὐκ ἐψεύσατο τὴν ἐπαγγελίαν, φύσεως προτιμήσας εὐσέβειαν, σπλάγχνα προδοὺς ὑπὲρ τοῦ μὴ τὴν εἰς Θεὸν ἀθετῆσαι ὁμολογίαν, κἂν ἡ ἐπὶ τῇ ἀναιρέσει τοῦ τέκνου τὸ πάθος ἀφόρητον. Καὶ τῶν μὲν ἄλλων ὄντα γυμνὰ τὰ κατορθώματα φανερὸν ἐπὶ ταῖς πράξεσι, καὶ πρόδηλον εἶχε τὸν ἔπαινον. Τῷ δὲ Ἰωσὴφ, καὶ τῇ Σωσάννῃ, μετὰ τοῦ πόνου καὶ τῆς ἀνδραγαθίας καὶ αἰσχρότητος ἠκολούθει κατάγνωσις οὐ μόνον κρύπτουσα τὸ θαῦμα τῆς ἀρετῆς, ἀλλὰ καὶ ἀκολασίας περιβάλλουσα ψόγον. Τοῦτο δὲ πολὺν τῷ φιλοσοφοῦντι παρέχει τὸν κάματον, ἐφ᾿ οἷς ἐχρῆν εὐφημεῖσθαι ἐπὶ τούτοις δυσφημουμένῳ. Πολλὴν δὲ παρὰ τῷ θεῷ καὶ ἀνείκαστον προξενεί δόξαν, καὶ εὐλάβειαν, ὅτι καὶ πόνον ἐπὶ τῷ ἀγαθῷ ἔργῳ ἀνεδέξατο μέγαν, καὶ τὴν πονηρὰν δόξαν οὐκ οὖσαν ἀληθῆ ἐπιεικῶς ἤνεγκεν ὡς ὄντως ἀληθῆ. Διὰ τοῦτο τὴν δυσχέρειαν τῆς τοιαύτης μεγαλοψυχίας παραμυθούμενος ὁ Κύριος ἔλεγε· Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, » καὶ τὰ λοιπά· διπλῆς ἀρετῆς διπλᾶ γέρα τιθεὶς, καὶ ἀναλογοῦσαν τῷ καμάτῳ παρέχων τὴν ἀμοιβὴν, πρὸς ψυχαγωγίαν τῆς ἐν τῷ πονεῖν ἀκηδείας· ὅταν γὰρ ὁ ταπεινόφρων ὀνειδίζηται ὑπεροψίαν, καὶ ὁ σώφρων λαγνείαν, καὶ ἀδδηφαγίαν ὁ ἐγκρατὴς, καὶ ὁ ἐπιεικὴς θρασύτητα, καὶ βλακείαν ὁ σεμνὸς, καὶ ὁ συντετριμμένος ὑπόκρισιν, τότε καλῶς ὁ μισθὸς γίνεται διπλοῦς, ὁ μὲν ὑπὲρ τοῦ ἔργου, ὁ δὲ ὑπὲρ τῆς συκοφαντίας στεφανῶν τὸν ἀθλήσαντα.","t":"For one who hands over, in addition to what was taken by force, what no one is taking from him, shows by his second generosity that even the first, though it was taken by necessity, he did not yield by necessity, since his will was not forced, even if those who used force seemed to tyrannize him by taking what he gave of his own choice, though he could have refused, granting by his own authority what was thought to have been taken from him against his will in appearance. Joseph, Susanna and Jephthah too would have remained unknown, the former two famous for chastity, the last for truthfulness. For Jephthah, for his prowess in war, promised that if he overcame the enemy, who were more glorious in number and military experience, he would offer as a whole burnt offering whichever of his household first came out to meet him before the others; and when, as it happened, his only daughter, loved beyond measure, came to meet him, he did not break his promise, preferring piety to nature, giving up his own flesh rather than set aside his promise to God, even though the suffering at the killing of his child was unbearable. Now the achievements of the others were bare and had praise open and evident in the deeds. But for Joseph and Susanna, along with the toil and the brave conduct, there followed a charge of shamefulness that not only hid the wonder of their virtue but also clothed them in the reproach of licentiousness. This gives great toil to the one who practices philosophy, since he is ill spoken of for the very things for which he ought to have been praised; but it procures him great and incomparable glory and honor with God, because he undertook great toil for a good deed and bore gently an evil reputation, which was not true, as though it were truly true. That is why the Lord, comforting the hardship of such greatness of soul, said: “Blessed are you when they reproach you and persecute you and say every evil word,” and the rest, setting double prizes for double virtue and providing a reward proportioned to the toil, to cheer the listlessness that comes in toil. For when the humble man is reproached with arrogance, the chaste with lust, the self-controlled with gluttony, the gentle with rashness, the grave with stupidity, and the contrite with hypocrisy, then the reward rightly becomes double, crowning the contestant once for the work and once for the slander.","f":"Nilus, <i>Perist.</i> 11.4 (PG 79:907; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-4)."},"nilus-peristeria/11.5":{"o":"Τοιοῦτος ἦν ὁ μέγας Ἰὼβ, καὶ τὰς οἰκείας εἰδὼς ἀρετὰς, καὶ ἐν τῷ παρὰ τῶν φίλων ὀνειδίζεσθαι τὰς ἐναντίας κακίας, οὐ ζυγομαχῶν περὶ τοῦ τὰ ψευδῆ ἀποτρίψασθαι ὀνείδη, καὶ ἕωλα, συντιθέμενος δὲ τούτοις, καὶ συμψηφιζόμενος ἑτοίμως. Φησὶ γάρ·· Ἐπ᾿ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστὶ καὶ ἐπαγωνίζεται τοῦ δεῖξαι, ι ὅτι οὕτως ἐστὶν ἀληθῶς· ἐξῆς ἐπιλέγων· «Πῶς δὲ ἔσται δίκαιος βροτὸς παρὰ τῷ Κυρίῳ, ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἅμεμπτος ἀνήρ; τὸ δοκοῦν κοινὸν τῆς φύσεως ἔγκλημα ποιησάμενος ἴδιον, ἵνα μὴ αὐτὸς ἀπηλλάχθαι νομισθῇ, ἧς ἐπεφήμιζον ἐκεῖνοι, φαυλότητος. Ὅθεν καὶ δικαίως διπλᾶ πάντα ἀπέλαβε, τὰ μὲν ὡς σεσυλημένος παρὰ τοῦ λωποδύτου, τὰ δὲ ἀμοιβὴν τῆς ἐπὶ τοῖς ἀπολλυμένοις φιλοσοφίας. Οὕτως οὐκ ἀδικοῦσι μόνον αἱ θλίψεις, ἀλλὰ καὶ ὠφελοῦσι τὰ μέγιστα, λαμπρὸν, ἐὰν καρτερῇ ἀποφαίνουσαι τὸν θλιβόμενον. Αλλ᾿ οὐδὲ τὰς θλίψεις ἕως κινδύνων ὁ τῆς ἡμετέρας ζωῆς πρύτανις χρονίζειν ἐᾷ, οὔτε τὸν ἀγῶνα ὑπὲρ δύναμιν τοῦ ἀγωνιζομένου γενέσθαι ἀφίησιν. Εἰ δὲ καὶ συγχωρήσειέ ποτε οἰκονομῶν τι παράδοξον, μείζον τὸ θαῦμα ποιεῖ αὐτὸς ἀναπληρῶν συνεργείᾳ τῆς χάριτος τὸ λεῖπον τῇ ἀσθενείᾳ τῆς φύσεως, καθάπερ οἱ νήχεσθαι τοὺς ἀπείρους ἐθίζοντες παρακολυμβῶντες πλησίον διαβαστάζουσιν ἀτονήσαντας, ἀνακουφίζοντες μιᾷ ταῖν χεροῖν, ἕως ἡ καμοῦσα διαναπαύσεται δύναμις, καὶ τὴν τέχνην διδάσκοντες, καὶ καταδύεσθαι ἐν ταῖς ἀνάγκαις οὐ συγχωροῦντες. Οὕτω γὰρ ὁ Παῦλος ποτὲ μέν φησι· Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὁ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν·· ποτὲ δὲ· Οὐ θέλω δὲ ὑμᾶς, ἀδελφοὶ, ἀγνοεῖν περὶ τῆς θλίψεως τῆς γενομένης ἐν τῇ ᾿Ασίᾳ, ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. » Καὶ τὸ « κατὰ δύναμιν, » καὶ τὸ ὑπὲρ δύναμιν, » τὴν θείαν συνεργίαν παρεσχηκέναι λέγων ἰσχὺν εἰς τὸ γενέσθαι καὶ τὴν λύσιν τῶν πειρασμῶν ἀνεκτὴν καὶ τὴν σωτηρίαν ἐν τοῖς ἀπεγνωσμένοις κινδύνοις παράδοξον καὶ ἀπιστίας ἐγγύς.","t":"Such was the great Job: he knew his own virtues, and when his friends reproached him with the opposite vices, he did not struggle against the yoke to wipe off the false and stale reproaches, but agreed with them and readily voted with them. For he says: “Truly I know that it is so,” and he strives to show that it truly is so, adding next: “How shall a mortal be righteous before the Lord, or a man be blameless in his works?” making his own what seems a common charge against nature, so that he might not be thought to be free of the baseness they ascribed to him. Therefore he rightly received everything double, part as having been robbed by the plunderer, part as reward for his philosophy over what was lost. So afflictions do not only do no wrong; they also do the greatest good, showing the afflicted man illustrious if he endures. But the governor of our life does not let afflictions drag on as far as real danger, nor allow the contest to go beyond the contestant's strength. And if ever, in some extraordinary dispensation, he does permit it, he makes the wonder greater by himself filling up, with the cooperation of grace, what is lacking through the weakness of nature; just as those who teach the inexperienced to swim swim close beside them and hold them up when they tire, lifting them with one hand until their tired strength has rested, both teaching the skill and not letting them sink in times of need. So Paul says at one time: “God is faithful, who will not let you be tempted beyond what you are able, but with the temptation will also provide the way out, so that you may be able to bear it”; and at another: “We do not want you to be ignorant, brothers, of the affliction that came upon us in Asia, that we were weighed down exceedingly, beyond our strength, so that we despaired even of life.” By both “according to strength” and “beyond strength” he says that divine cooperation has supplied the power both to make the release from temptations bearable and to make salvation in hopeless dangers extraordinary and almost beyond belief.","f":"Nilus, <i>Perist.</i> 11.5 (PG 79:909; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-5)."},"nilus-peristeria/11.6":{"o":"Πῶς γὰρ ἡ Σάῤῥα βασιλέως ἀκολάστου παραπεσοῦσα χερσὶ, ξένη καὶ ἔπηλυς, οὐδαμόθεν ἄλλης βοηθείας πλὴν τῆς θείας ἄνωθεν ἐλπιζομένης αὐτῇ (καὶ γὰρ ὁ παρὼν καὶ βοηθεῖν ὀφείλων ἀνὴρ οὕτως ἦν πρὸς τοῦτο ἀσθενὴς, ὡς καὶ κρύψαι τὸν γάμον, καὶ προβαλέσθαι συγγένειαν, ἀδελφὴν λέγων τὴν γαμετὴν, καὶ τὴν σύνευνον σύναιμον δέει θανάτου, τοὺς ἐπιμανέντας κάλλους γυναικὸς ἄλλοτρίας εἰδὼς ἐχθροὺς ἀσπόνδους ἡγεῖσθαι, τοὺς ἀντεραστῶν ὑπόνοιαν ἔχοντας καὶ σπουδάζειν, καὶ μέχρι φόνου χωρεῖν, ὅπως μὴ ἔχωσι τὸν περισπῶντα πρὸς ἑαυτὸν τῆς ἐρωμένης τὸν νοῦν, καὶ τὸ τῆς συμβιώσεως ἀμέριμνον φροντίδι ζηλοτυπίας θολῶσαι δυνάμενον), ὅτε πάντοθεν ἤργησε πάντα πρὸς ἀντίληψιν εἰκότα καὶ εὐλογώτατα, τότε ἐξ αὐτῆς τῆς εὐνῆς ἐρύσθη ἀνύβριστος, σπασμοῖς τῶν σπλάγχνων τοῦ τυράννου κωλυθέντος τῆς μοιχικῆς ὁμιλίας, καὶ τὴν μανιώδη ναρκήσαντος ὄρεξιν τοῖς ὑπερβάλλουσι πόνοις; Τί ἦν μετὰ τὴν κοίτην, καὶ περιπλοκὴν, ἢ ὕβριν προσδοκῆσαι λοιπὸν, τοῦ πάθους ὄντος διὰ πολλὴν τῷ Βαρβάρῳ ἀκρασίαν ἀσχέτου τοῦ κάλλους ἐρεθίζοντος τὴν ἐπιθυμίαν, τῆς ἐπιθυμίας ἐγειρούσης τὸν οἶστρον πρὸς ἄθεσμον ἡδονὴν, τῆς ἀναπτούσης ἅπαντα ὕλης παρακειμένης ἑτοίμου, καὶ βουλομένης μὲν τὴν βιαίαν πεῖραν φυγεῖν, ἐπισχεῖν δὲ τοῦ βιαζομένου τὴν ὁρμὴν, οὐκ οὔσης ἱκανῆς, οὔτε σώματος ἰσχύϊ, οὔτε παρακλήσει λόγων; πρὸς οὐδὲν γὰρ ἐνδίδωσι ῥιπισθὲν ἅπαξ ἐν τοῖς φιληδόνοις τὸ πάθος, οὐκέτι λογισμὸν ἔχον προσχεῖν τοῖς λεγομένοις, καὶ πεισθῆναι δυνάμενον. Αλλ' εὖρεν ἡ ἀρετὴ τῆς γυναικὸς καὶ τοῖς οὕτως ἀπόροις μηχανῆς τρόπον, ᾧ τηρήσειν αὐτὴν ἀμίαντον ἥμελεν, ἰδίοις ἀλγήμασι προσασχολήσασα τὸν ἀλάστορα, καὶ σβέσασα βασάνων ὀδύναις κρυφίων φλεγμονὴν, ἐπιθυμίας σμυχόμενον κρύφιον πῦρ.","t":"For how was Sarah, who fell into the hands of a licentious king, a foreigner and a stranger, with no other help to hope for from anywhere but the divine from above (for the husband who was present and ought to have helped was so weak in this that he concealed the marriage and pretended kinship, calling his wife his sister and his bedfellow his blood relation, for fear of death, knowing that those maddened by the beauty of another man's wife consider them implacable enemies, suspect them as rival lovers, and are eager to go as far as murder so as not to have someone to draw the beloved's mind to himself and able to cloud the security of their life together with jealous care), how, when everything that was likely and most reasonable for her help had failed on every side, was she then rescued unviolated from the very bed, the tyrant being prevented from the adulterous intercourse by convulsions of his bowels and his frenzied appetite numbed by excessive pains? What else was there to expect after the bed and the embrace but violation, since the barbarian's passion, through his great incontinence, was unrestrained, beauty provoking desire, desire rousing the frenzy toward lawless pleasure, the fuel that kindles everything lying ready at hand, and she, though wishing to escape the violent attempt, unable to check the impulse of the one using force either by bodily strength or by pleading words? For passion, once fanned in lovers of pleasure, gives way to nothing, no longer having reason to attend to what is said and be persuaded. But the woman's virtue found even in such hopeless circumstances a way and a means by which it was to keep her undefiled, occupying the wretch with his own pains and quenching with the anguish of hidden torments the inflammation, the hidden fire of smouldering desire.","f":"Nilus, <i>Perist.</i> 11.6 (PG 79:911; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-6)."},"nilus-peristeria/11.7":{"o":"Περὶ Δαβίδ, καὶ Γεδεών. Πῶς δὲ ὁ πραότατος καὶ ἄκακος Δαβὶδ πολλάκις παραπεσὼν τῷ αἱμοβόρῳ Σαούλ, ἐξῆλθε παρὰ πᾶσαν ἐλπίδα τῶν τούτου χειρῶν ἀπαθὴς, ἄλλοτε ἄλλως σωθεὶς, καὶ οὐκ ἔχων εἰπεῖν λογισμὸν τῆς σωτηριάς εἰκότα, νικῶντος ἑκάστου θαύματος, καὶ λογισμοῦ πᾶσαν καὶ λόγου ἐπίνοιαν; Πῶς δὲ τὸν πατραλοίαν ᾿Αβεσαλώμ ᾐτιάσατο τῆς τυραννίδος οὐ ληφθέντα χερσὶν ἀνθρωπίναις; Δρῦς γὰρ αὐτὸν δραξαμένη τῆς κόμης ἀνήρπασε φεύγοντα, καὶ περίοπτον ἀνήρτησεν ἐπὶ μετεώρου, πᾶσι τῆς ἐκδικεῖν ἐθέλουσιν ὕβριν φιλοστόργου πατρὸς εἰς σφαγὴν προδοῦσα πρόχειρον, καὶ ἀμύνειν ἑαυτῷ δυνάμενον ἥκιστα, ἀξίαν τῆς ἀλόγου ἐπιχειρήσεως ταύτην δεδωκότα τὴν ποινὴν, τὸ προδοθῆναι παρὰ τοῦ ἀψύχου, καὶ ἀλόγου πρὸς φόνον φυτοῦ. Πῶς ὁ Γεδεὼν σὺν τοῖς τριακοσίοις πεζοῖς ἔθνος ὅλον τῶν Μαδιηναίων, ἄμμῳ διὰ τὸ πλῆθος παρεικασθὲν, ἡβηδὸν κατέκτεινεν, οὐκ ἐσχηκώς ποθεν εὔλογον πρόφασιν συμβολῆς; Ἐποίει γὰρ τὸ εἰκὸς ὁλοσχερῶς, καὶ τῇ ἐνθυμήσει τὴν ἐπιχείρησιν διὰ τὸ τῶν ἀντιτεταγμένων πλῆθος ἀτόλμητον, μὴ τῆς διηγήσεως τοῦ ὁράματος παρορμησάσης αὐτὸν ἐπὶ τὸ πρόθυμον. Οὐ δειλιῶντα αὐτὸν καὶ παρειμένον ἐπακοῦσαι διαβάντα εἰς τὴν παρεμβολὴν τῶν πολεμίων ὁ Θεὸς προετρέψατο, ἐκεῖθεν δεδωκὼς αὐτῷ τὸ θαῤῥεῖν, ἐπεὶ μὴ τὸ πεποιθὸς εἶχεν ἐκ πίστεως, ἁπειρος ὢν συμμαχίας Θεοῦ; « Μαγὶς γὰρ, ἤκουσεν, ἄρτων κριθίνων, διηγουμένου ὄναρ τινὸς, κυλιομένη κατέστρεψε τὰς σκηνὰς τῶν Μαδιανιτῶν. » Καὶ ἄλλου πάλιν εὐσκόπως τὴν σύγκρισιν φράζοντος, καὶ λέγοντος, τὴν ῥομφαίαν εἶναι τοῦτο τοῦ Γεδεών, καὶ τῆς μετ' αὐτοῦ στρατιᾶς, καὶ ἀνέστη πρὸς ἐλπίδα χρηστὴν ἐκ τῆς ἀκοῆς, τῷ φρονήματι τὸ εὐτελὲς τοῦ οἱκείου στρατοῦ τοὺς κριθίνους λογισάμενος ἄρτους, οἱ κυλιόμενοι τὴν παρεμβολὴν ἀλοήσουσιν ἀπονητὶ τῶν ἐχθρῶν, οὐκ αὐτοὶ χειρούμενοι τὸ ἀντίπαλον οἰκείᾳ χειρὶ, ἐνεργούμενοι δὲ τὴν ἰσχὺν παρὰ τῆς κυλιούσης αὐτοὺς, καὶ τροχαζούσης θείας δυνάμεως. Ἐπειδὴ τὸ κυλιόμενον δοκεῖ μὲν πλήττειν καὶ θραύειν τὸ πατούμενον, αἰτίαν δὲ τούτων ἔχει τὴν τοῦ κυλίοντος καὶ εὐτόνως ὠθοῦντος δύναμιν.","t":"[On David and Gideon.] And how did the meekest and guileless David, who often fell into the hands of bloodthirsty Saul, come out of them unharmed beyond all hope, saved now one way and now another, without being able to give a likely reason for his rescue, each wonder surpassing every idea of reasoning and speech? And how did he bring Absalom, the father-beater, to account for his usurpation, without his being taken by human hands? For an oak, grasping him by the hair, snatched him up as he fled and hung him up high for all to see, handing him over ready for slaughter to all who wished to avenge the outrage done to a loving father, and quite unable to defend himself; and he paid this penalty worthy of his irrational undertaking, to be betrayed to murder by a lifeless and irrational tree. How did Gideon with his three hundred foot soldiers kill a whole nation of the Midianites to the last man, a nation compared to sand for its number, when he had no reasonable ground for engaging them anywhere? For the attempt was wholly improbable, and in his thoughts not to be dared because of the multitude of the enemy, had not the account of the dream spurred him to eagerness. Did not God urge him, fearful and slack as he was, to cross into the enemy camp and listen, giving him courage from there, since he did not have confidence from faith, being inexperienced in God's alliance? For he heard someone telling a dream: “A cake of barley bread rolled and overturned the tents of the Midianites.” And when another aptly gave the interpretation, saying that it was the sword of Gideon and of the army with him, he rose up to good hope from what he had heard, reckoning in his mind that the barley loaves were the cheapness of his own army, which would roll and thresh the enemy camp without effort, not themselves overcoming the adversary by their own hand but empowered by the divine power that rolled them and made them run. For what rolls seems to strike and crush what it tramples, but its cause is the power of what rolls it and pushes it vigorously.","f":"Nilus, <i>Perist.</i> 11.7 (PG 79:911; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-7)."},"nilus-peristeria/11.8":{"o":"Περὶ Σαμψὼν καὶ Ἐζεκίου. Πῶς ὁ Σαμψὼν χιλίους ὁπλίτας μόνος ἐν σιαγόνι κατέβαλεν ὄνου, καὶ διψήσας ἐκ τοῦ κόπου τῆς μάχης, οὐδαμοῦ λιβάδος φαινομένης, οὐ πίδακος, μιᾶς τῆς σιαγόνος μύλης ἔσχε ῥαγὲν ἄφθονον νᾶμα τὴν αὐτὴν καὶ ὅπλον κατὰ τῶν ἀλλοφύλων λαβών, καὶ πηγὴν εἰς ἄκεσιν τοῦ θλίβοντος μετὰ τὴν νίκην αὐτὸς δίψους εὑράμενος; Πῶς Ἐζεκίας, οὐδὲ τὴν ὄψιν ἐνεγκὼν τοῦ ᾿Ασσυρίου στρατοῦ καλύψαντος τὴν πορθουμένην ἀθρόως βύζην ἅπασαν γῆν, οἶκοι προσευχόμενος, νεκροὺς ἐπεῖδε πρωΐ οὐ δόρυ σείσας, οὐ θυρεὸν προβαλλόμενος, οὐ τόξον ἐντείνας, οὐ ξίφος μεταχειρισάμενος, οὐκ ἄλλο τι πολεμικὸν ἐπιδειξάμενος ἔργον, ἑνὸς ἀγγέλου ἐφ᾽ ἑνὶ συνθήματι τὸν τοσοῦτον ἡσυχῆ δράσαντος φόνον, καὶ οὐκ ἀνελόντος μὲν ἄπαντας (οὐ γὰρ ἦν σκοπὸς αὔτανδρον ὀλέσαι τὸ ἔθνος), τοσούτους δὲ, ὅσοι φόβον τοῖς οἰκείοις πρὸς φυγὴν καὶ κατάπληξιν ἦσαν ποιῆσαι ἱκανοί; Τίς λίθους χαλάζης ἀντὶ βολίδων ἐκ νεφῶν εὐστόλως ἀφῆκεν ἐπὶ τοὺς πολεμίους, καὶ ἄλλους ἑτάραξε κατ' ἀλλήλων ὡς τῶν ἐναντίων ἀδοκήτως ἐκβεβληκότων, οἰκεῖον ἐργασαμένους φόνον δοκήσει τοῦ ἀναιρεῖν τὸν ἀντίπαλον, ἄμαχον νίκην παρασχὼν τῷ ποτε εὐσεβοῦντι λαῷ;","t":"[On Samson and Hezekiah.] How did Samson alone strike down a thousand armed men with an ass's jawbone, and when he was thirsty from the toil of battle, with no spring or fountain to be seen anywhere, have an abundant stream burst forth from a single molar of the jaw, finding the same thing to be both a weapon against the foreigners and, after the victory, a spring to relieve the thirst that oppressed him? How did Hezekiah, who could not even bear the sight of the Assyrian army that had covered the whole land, ravaged wholesale, while praying at home, see them dead in the morning, without brandishing a spear, holding up a shield, bending a bow, handling a sword or performing any other work of war, since a single angel, at a single signal, quietly worked so great a slaughter, not destroying all of them (for the aim was not to destroy the nation to a man), but as many as were enough to make their comrades flee in fear and terror? Who let fly hailstones from the clouds instead of missiles, well aimed upon the enemy, and threw others into confusion against one another, as though their opponents had unexpectedly sallied out, so that they slaughtered their own people thinking they were killing the enemy, granting a victory without battle to the people who once were godly?","f":"Nilus, <i>Perist.</i> 11.8 (PG 79:913; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-8)."},"nilus-peristeria/11.9":{"o":"Περὶ Ἑλισσαίου, καὶ τῶν Ἰσραηλιτῶν. Πῶς τοὺς ζητοῦντας ἔλαθε πολεμίους ὁ προφήτης Ἑλισσαῖος ἐν μέσοις αὐτοῖς ἐνειλούμενος, καὶ οὐχ ὀρώμενος, φέρων ἐπὶ τὴν ἑαυτοῦ γῆν, καὶ οὐ γνωριζόμενος, πονηροὺς ὁδηγῶν, καὶ ἀδικῆσαι μᾶλλον, ή ἀδικηθῆναι δυνάμενος τῆς ὄψεως ὑποχυθείσης αὐτοῖς, σφαλλομένης εἰκότως περὶ τὴν ἔρευναν; Πῶς διώκουσι τοῖς Αἰγυπτίοις Ἰσραηλῖται οὐ γεγόνασιν ὑποχείριοι, κατόπιν ἔχοντες αὐτοὺς ἐστρατοπεδευκότας, ἐξ ἐναντίας θάλασσαν κεχυμένην πολλὴν ἑκατέρωθεν ἐρημίας ἀβάτους, καὶ ὄρη ἡλίβατα, πανταχόθεν συγκεκλεισμένοι ἀπορίᾳ φυγῆς, καθάπερ σεσαγηνευμένος βόλος ἰχθύων ἐν ταῖς χερσὶ τῶν ἐχθρῶν; Πῶς ὑπεχώρησεν ἡ θάλασσα; Πῶς δὲ ἔστη τὸ ὕδωρ ἐξ ἡπείρου εἰς ἤπειρον, τὴν βυθίαν ψάμμον χέρσον καταλιπὼν πρὸς ἱππήλατον, καὶ ἁμαξήλατον ὁδόν; Πῶς ἐπάγη τὰ κύματα χαλκοῦ κεχυμένου κραταιότε Πῶς ἀνέστη τειχοειδῶς πρὸς τοσοῦτον ὕψος διεγερθείσα ἡ κατανεύειν ἐπὶ τὸ πρανὲς πεφυκυία φύσις τοῦ ὕδατος, καὶ ὁδὸν τοῖς διωκομένοις ἀνέτεμε παράδοξον, τούτοις ἀμπωτίσασα τοῦ πελάγους ἄνευ τινὸς κωλύματος ἀμφοτέρωθεν τὰ τμήματα, κἀκείνους τῇ παλιῤῥοίᾳ καλύψασα, καὶ τάφον πᾶσιν ὁμοῦ ζώοις καὶ ἀνθρώποις τὸν βυθόν σχεδιάσασα; Πῶς ἐν ἐρήμῳ τροφὴν αὐτοῖς ἀγεώργητον ὤμβρησεν οὐρανὸς, ποτὲ μὲν μάννα, ποτὲ δὲ ὀρτυγομήτραν ἐπινίψας, ἀταλαίπωρον, καὶ ἀκαρύκευτον τράπεζαν; Πῶς πέτρα σκληρά, καὶ νοτίδος ἄμοιρος ἐξ ἐστειρωμένων λαγόνων ὀχετοὺς εἰς παραμυθίαν χρονίης δίψης ἀνεστόμωσεν ὕδατος, δασμὸν ἀποδοῦσα, ὃν ἐδεδώκει μηδέποτε πρότερον; Πῶς μιμούμενος Ἰορδάνης τὴν θάλασσαν, ἀντιπρόσωπον τοῖς πεζεύουσι τὸ ῥεῖθρον διέτεμε, τοῦτο μὲν ἐάσας τοῦ τμήματος ῥόθιον ἐπὶ θάλασσαν κατελθεῖν, τὸ δὲ ἐπισχὸν, εἶτ᾿ ἀναποδίσαν ὀπίσω, εἶτ' ἐκ πηγῶν αὐτῶν ἡσυχάσαν ἀργὸν, οὐχ εὔκολον εἰπεῖν; οὐδεὶς γὰρ ἑρμηνεῦσαι θαῦμα Θεοῦ ἐστὶν ἱκανὸς, ἔξω βαίνειν πάσης φυσικῆς ἀκολουθίας πάντη πεφυκὸς, καὶ νικᾷν τὰς πιθανὰς τῶν εὑρεσιλόγων σοφίας εἰωθός. Πῶς τὰς φυσικὰς τῶν κέντρων προανατεινάμεναι παντευχίας, προεπολέμησαν τοῦ λαοῦ αἱ σφηκίαι, ἑπτὰ τῶν νεμομένων ἔθνη τὴν χώραν καθελοῦσαι, καὶ σχολάζουσαν τοῖς ὑπὸ Θεοῦ στρατηγουμένοις παραδοῦναι τὴν γῆν οὔτε τοῖς πορθηθεῖσιν εὔλογον τῆς ἥττης προφασίσασθαι καταλιποῦσαι αἰτίαν ὡσεὶ ἐν πλήθει χειρὸς, καὶ δυνάμει βαρείᾳ νενικημένων, καὶ τοὺς κληρουμένους τὰ τῶν οἰχομένων ἀπαλλάττουσαι τύφου, ἄπονον χάριν, καὶ οὐκ ἀριστείας γέρα δεξαμένους ὥσπερ δορυκτήτους τὰς πόλεις.","t":"[On Elisha and the Israelites.] How did the prophet Elisha escape the notice of the enemies who were looking for him while he moved among them, not seen; leading them to his own land and not recognized; guiding wicked men and able to harm rather than be harmed, since their sight was dimmed and naturally failed in the search? How did the Israelites not fall into the hands of the pursuing Egyptians, with them encamped behind, the wide sea spread before them, trackless wilderness and steep mountains on either side, shut in on every side with no way of escape, like a catch of fish netted in the hands of their enemies? How did the sea withdraw? How did the water stand from mainland to mainland, leaving the sand of the depths dry ground for a road fit for horses and chariots? How were the waves congealed, harder than poured bronze? How did the nature of water, which naturally inclines downhill, rise like a wall to so great a height and cut an extraordinary road for the pursued, draining for them the sections of the sea on both sides with no hindrance, and covering the others with the backflow, improvising the deep as a tomb for all alike, animals and men? How did heaven rain uncultivated food for them in the wilderness, snowing down now manna and now quails, a table without labor and without seasoning? How did a hard rock without any moisture open channels of water from its barren flanks to relieve a long thirst, paying a tribute it had never paid before? How the Jordan, imitating the sea, cut its stream in two before those crossing on foot, letting one part of the divided water rush down to the sea, while the other halted, then turned back, then rested idle from its very springs, is not easy to say; for no one is able to explain a wonder of God, which by nature goes wholly beyond every natural sequence and is wont to defeat the plausible wisdom of the inventive. How did the hornets, brandishing beforehand the natural armor of their stings, fight ahead of the people, destroying seven nations who occupied the land and handing the land over, emptied, to those whom God led, neither leaving to the conquered a reasonable excuse for their defeat, as though they had been defeated by a great force and heavy power, and freeing those who inherited the property of the departed from pride, since they received the cities as a favor without labor and not as prizes of valor, as if won by the spear?","f":"Nilus, <i>Perist.</i> 11.9 (PG 79:915; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/11-9)."},"nilus-peristeria/12.1":{"o":"Καὶ ἡ τοῦ ἀμπελῶνος δὲ παραβολή, ἐν ᾧ κατὰ διαφόρους ὥρας εἰσῆλθον τῆς ἡμέρας οἱ τοῦτον ἐργάζεσθαι μέλλοντες, μέχρι δείλης ἐκ πρωΐας μισθωθέντες, καθὼς ἔδωκεν ὁ καιρὸς ἄλλοτε ἄλλοι τοῖς εἰρημένοις ἔοικε συμφωνεῖν. Τὸν αὐτὸν γὰρ ἅπαντες ἔλαβον μισθὸν, καὶ τῆς αὐτῆς παρὰ τοῦ δεσπότου τιμῆς ἠξιώθησαν, μᾶλλον δὲ προετιμήθησαν οἱ τελευταῖοι τῶν πρώτων, καὶ ἴσον τοῖς ἐξ ὄρθρου ἐργασαμένοις καὶ πρὸ αὐτῶν κομισάμενοι τὸ ἀργύριον, φιλοτιμίαν μὲν, ὡς ἄν τις ὑπολάβοι, τοῦ παρασχόντος ἀπολαύσαντες, ὡς δὲ ἔχει τἀληθὲς, δικαίας τυπροσχόντες τιμῆς. Εἰ μὲν γὰρ μετὰ τῶν γογγυσάντων κληθέντες οὐχ ὑπήκουσαν, ἐκ μεταμελείας δὲ ἤλθον τελευταῖοι τῷ ἔργῳ, ἄξιοι τοῦ πρὸς ὂν εἰργάσαντο χρόνον ἦσαν μισθοῦ· εἰ ὅτε ἐμισθώσαντο, τὸ πρόθυμον ἐπεδείξαντο, τί ἀπροαίρετον συκοφαντοῦντες ἀργίαν; Ἐκ τῆς ὕστερον γὰρ δῆλοι, καὶ τῆς προλαβούσης, εἰ παρῆσαν, ὄντες σπουδῆς. Τοῦτο γὰρ τοῖς μεμψιμοίροις, καὶ οὐ χαίρουσι τῇ οἰκείᾳ τιμῇ, δακνομένοις δὲ τῇ πρὸς αὐτοὺς ἄλλων ἰσοτιμίᾳ, σημαίνων ὁ οἰκοδεσπότης, ἔλεγεν ἐν τῇ ἀπολογίᾳ· Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησὰς μοι τὴν ἡμέραν; Λάβε τὸ σὸν, καὶ ὕπαγε. Θέλω δὲ τούτῳ δοῦναι τῷ τελευταίῳ, καθὼς καὶ σοί. \"Η οὐκ ἔξεστί μοι ἐν τοῖς ἐμοῖς ποιῆσαι ὁ θέλω; ἢ ὁ ὀφθαλμός του πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; καὶ τὴν ζηλοτυπίαν ἐκείνων ἐλέγξας ἄδικον, καὶ τὴν ἑαυτοῦ ἀγαθότητα δικαιοσύνην δείξας πεπληρωμένην, ὅτι τὸ παρὰ γνώμην τῆς ἀργίας ἀτύχημα οὐκ ἀφῆκεν αὐτοῖς αἴτιον γενέσθαι ζημίας εἰς τὴν πρόθεσιν, καὶ οὐκ εἰς τὸ συμβὰν ἀπιδών· πάντως γὰρ ἦν οὐκ ἀμελείας, ἀλλὰ συντυχίας ἡ ἀργία. Το γάρ·· Ἡμᾶς οὐδεὶς ἐμισθώσατο, » τούτους μὲν ὑπονοίας ὅκνου δείκνυσιν ἐλευθέρους ἑστῶσας ἐπὶ τὸ ἐργάσασθαι ἑτοίμους, τὴν δὲ σχολὴν ἀνατίθεσιν ἀπορίᾳ τῶν μισθουμένων. Εἴγε ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μέρος τῆς ἡμέρας έργασαμένοις ὁλόκληρον, τοῖς διημερεύσασιν ἐν τῷ ἔργῳ ἀπέδωκε τὸν μισθόν· πράγματι δηλώσας, καὶ οὐ ῥήμασιν, ὅτιπερ ἦσαν ἄξιοι τούτου, ἀνάγκῃ τοῦ μὴ εὐπορῆσαι καλοῦντος ἐπ᾿ ἔργον, καὶ οὐ ῥαθυμίᾳ τὰς πρὸ τοῦ ἔργου μείναντες ὥρας ἀργοί.Καὶ τοῦτο μὲν ἀγαθότητος, ἴσως δὲ καὶ δικαιοσύνης τοῦ οἰκοδεσπότου τὸ μὴ ζημιῶσαι, οὓς ἐζημίου ὁ καιρὸς, μηδὲ συγχωρῆσαι πλεονεξίαν μὲν αὐτοὺς ὑποστῆναι οὐκ ἔχοντος δικαίαν τῆς ἐξ ὄρθρου παρεσκευασμένους, πρὸς ἔργον, τάχα δὲ καὶ πάσης τῆς ἡμέρας ἐν ὀλίγαις ὥραις νεαροὶ προσελθόντες, καὶ πρόθυμοι, τὸ ἔργον ἤνυσαν πολλῇ χρησάμενοι σπουδῇ· καὶ τοῦτο δίκαιον ἐκρίθη, μὴ ἔλαττον τοῦ δηναρίου λαβεῖν τοὺς τοῦ δηναρίου ποιήσαντας ἄξιον ἔργον, κἂν μὴ πᾶσαν εἰργάσαντο τὴν ἡμέραν. Ὁ γὰρ ἐν τῷ μισθοῦσθαι αὐτοὺς εἰπών· « Πορεύεσθε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου, καὶ ἐργάζεσθε, καὶ ὁ ἐὰν ᾗ δίκαιον, δώσω ὑμῖν, » δεδωκὼς τὸ δηνάριον ἀψευδὴς ῶν, ὁ ἦν δίκαιον δέδωκε, καὶ οὐκ ἐχαρίσατο μάτην, τῷ πόνῳ ἀναλογοῦντα δικαίως, οὐ τῷ χρόνῳ, παρασχὼν τὸν μισθόν. Ταύτῃ γὰρ τῇ αἰτία καὶ προέκρινε τῶν ἄλλων αὐτοὺς· διὰ μὲν τὸ ἰσομοιρῆσαι ἐν τῷ ἔργῳ ἰσοτίμους ἐν τῷ μισθῷ κρίνας αὐτοὺς, διὰ δὲ τὸ φθάσαι στενῇ προθεσμίᾳ τοὺς τὸ μῆκος τῆς ἡμέρας ἐσχηκότας πρὸς ἄδειαν ἀνειμένης, πρώτους καλέσας πρὸς τὰς ἀμοιβὰς, ὡς σπουδαίους· ἵνα καὶ ἐκ τῆς τούτων τιμῆς, καὶ ἐκ τῆς ἐντροπῆς ἐκείνων περὶ τὴν τοῦ καλοῦ σπουδὴν τῶν ὀκνηροτέρων διεγείρῃ τὴν προθυμίαν. Οἶδε γὰρ ἄλλων τιμή, πρὸς πόνον τρέψασθαι ἄλλους ἔρωτι δόξης αἱρουμένους καὶ τὸν ὑπὲρ δύναμιν κάματον. Αλλ᾽, ὦ τοῦ παραλόγου πάθους τῆς βασκανίας ζηλοτυποῦσι τοὺς ὠφελουμένους οἱ μηδὲν ἀδικούμενοι· τὸ ἑτέρων κέρδος ζημίαν ἰδίαν λογίζονται - γογγύζουσιν οὐδὲν ἀποστερούμενοι· κνίζονται ταῖς ἄλλων εὐπραγίαις· φθίνουσε καὶ τήκονται ὁρῶντες εὐδοκιμοῦντας ἑτέρους. « Τούτους, φησί, τοὺς ἐσχάτους ἴσους ὑμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα. » Μήκος προβάλλονται χρόνου, οὐκ ἔχοντες, ὡς ἔοικε, δικαιολογίαν τοῖς ἐν τῷ ἔργῳ πλεονεξίαν εἰπεῖν· σεμνύνεσθαι δοκοῦσιν ἐφ᾽ οἷς εἰσι καταγνώσεως ἄξιοι, τὸν καιρὸν μετροῦντες, καὶ ὡς οὐκ ἀναλογεῖ τούτῳ τὸ ἔργον, οὐ λογιζόμενοι.","t":"The parable of the vineyard, too, into which those who were to work it entered at different hours of the day, hired from morning until evening, some at one time and some at another as opportunity allowed, seems to agree with what has been said. For all received the same wage and were granted the same honor by the master; or rather the last were preferred to the first, receiving the money equal to those who worked from dawn and before them, enjoying, as one might suppose, the generosity of the giver, but in truth obtaining a just honor. For if they were called with the grumblers and did not obey, and came last to the work out of regret, they deserved a wage for the time they worked; but if, when they were hired, they showed their eagerness, why slander them with an idleness they did not choose? For from their later eagerness it is plain that they would have had the earlier eagerness too, if they had been there. Indicating this to those who complained and did not rejoice in their own honor but were stung by others' equal honor with them, the householder said in his defense: “Friend, I do you no wrong. Did you not agree with me for a denarius for the day? Take what is yours and go. I wish to give to this last man as I give to you. Or is it not lawful for me to do what I wish with what is mine? Or is your eye evil because I am good?” He exposed their jealousy as unjust and showed his own goodness to be the fulfillment of justice, because he did not let their misfortune of unwilled idleness become a cause of loss to them, looking at their intention and not at what happened; for their idleness was entirely a matter not of negligence but of circumstance. For the words “No one hired us” show them free from the suspicion of sloth, standing ready to work, and attribute their leisure to the lack of employers. If indeed he who renders to each according to his works paid those who worked part of the day the whole wage of those who spent the day at work, he showed by deed, not by words, that they deserved it, since it was the necessity of having no one to call them to work, not laziness, that made them stay idle in the hours before their work. And this was goodness, but perhaps also justice on the householder's part: not to cause loss to those whom the time had caused loss, and not to let them suffer injury, who were ready for work from dawn … and perhaps, coming fresh and eager, they accomplished in a few hours the work of the whole day, using great zeal; and it was judged just that those who did work worth a denarius should not receive less than a denarius, even if they did not work the whole day. For he who said, when he hired them, “You too go into my vineyard and work, and whatever is right I will give you,” being truthful, gave what was right in giving the denarius, and did not grant it as a gratuitous favor, providing a wage justly proportioned to the labor, not to the time. For this reason he also preferred them to the others: judging them equal in wage because they shared equally in the work, and calling them first to the rewards as zealous, because in a short time they caught up with those who had had the length of the day for slack freedom; so that by the honor of these and the shame of those he might rouse the eagerness of the more sluggish for the good. For honor given to some knows how to turn others to toil, making them choose, out of love of glory, even labor beyond their strength. But oh, the irrational passion of envy! Those who are wronged in nothing are jealous of those who benefit; they reckon others' gain their own loss; they grumble, deprived of nothing; they are irritated by others' good fortune; they waste and pine away seeing others well thought of. “These last,” they say, “you have made equal to us who have borne the burden of the day and the scorching heat.” They put forward the length of time, having, it seems, no argument to claim more in the work; they seem to take pride in what makes them deserve condemnation, measuring the time and not reckoning that the work is not proportioned to it.","f":"Nilus, <i>Perist.</i> 12.1 (PG 79:937; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-1)."},"nilus-peristeria/12.10":{"o":"Εἰ δὲ ἐγγὺς ὄντες Θεοῦ τοσαύτης εἰς κηδεμονίαν ἀπολαύομεν χάριτος, καὶ ἀφεστῶτες αὐτοῦ πᾶσιν εἰς βλάβην ὡς ἀβοήθητοί ἐσμεν ὑποχείριοι, δικαιοσύνης ἐπιμελητέον τῆς ἐγγὺς εἶναι ποιούσης Θεοῦ, καὶ παρεχούσης τὸ ἀπαθὲς, καὶ ἀπτόητον. Ἐπειδὴ, κατὰ τὸν σοφὸν Σολομῶντα, δίκαιος ὡς λέων πέποιθε· τὸ φύσει γενναῖον τοῦ ζώου, καὶ ἀκατάπληκτον, τῇ παῤῥησίᾳ τοῦ βίου καταχρησάμενος, καὶ τεθαῤῥηκότως παντὸς δεινοῦ κατεξανιστάμενος διὰ τὸ πεποιθέναι τῷ πλησίον ἔχειν ὑπέρμαχον. Ὁ γοῦν λέγων τοῖς χρήζουσι βοηθείας, καὶ μακρὰν διὰ σκαιότητα τρόπων οὖσι τοῦ βοηθοῦντος Θεοῦ· « Μὴ οὐκ ἰσχύει χείρ μου τοῦ σῶσαι; ἢ ἐβαρύνετο οὖς μου τοῦ μὴ ἀκοῦσαι; ἀλλ᾽ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσι μέσον ὑμῶν καὶ ἐμοῦ.· Ἐδήλωσε μὲν τοῖς λόγοις τὴν διάθεσιν ὡς ἐστι πρὸς τὴν ἀντίληψιν ἕτοιμος· προσέθηκε δὲ καὶ τὴν εἴργουσαν αὐτὸν πρὸς τοῦτο αἰτίαν εἰπών· «Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ·· ὅπως τῆς ἐπὶ τοῦ παραγενέσθαι βοηθός, μέμψεως εἴη ἀπηλλαγμένος, τῆς βοηθεῖσθαι καταστάσεως ἀξίας οὐκ οὔσης ἐν τοῖς πλησιάζουσι Θεῷ, οὐχὶ δὲ τοῖς μακράν κεχωρισμένοις αὐτοῦ παραγενέσθαι ἔθος ἐχούσης. Τοῦτο καὶ ὁ πατριάρχης Ἀβραὰμ δεομένῳ βοηθείας ἔλεγε τῷ πλουσίῳ· Χάσμα μέγα ἐστήρικται ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν. » Δεικνὺς ἐν τούτῳ σαφῶς, ὅτι οὐ μόνον Θεοῦ διεστήκασιν, ἀλλὰ καὶ δικαίων ἀνδρῶν πολλῷ μέτρῳ οἱ οὐ δίκαιοι, οὐδὲν ἐκ φιλανθρωπίας ὠφελεῖσθαι δυνάμενοι τῷ μακρὰν κεχωρίσθαι τοῖς τρόποις τῆς πρὸς τὸ φιλάνθρωπον ἀγχιστείας. Τίς δὲ ἡ ἐγγὺς οὖσα Θεοῦ κατάστασις, διδάσκει ὁ Δαβίδ, λέγων· Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. » Οὐδενὶ γὰρ οὕτω Θεὸς ὡς μετρίῳ χαίρει φρονήματι, καὶ μάλιστα ὅτ᾽ ἂν ὕλη κατορθωμάτων ὑποκέηται φυσῆσαι πρὸς ἀπόνοιαν εὐχερῶς δυναμένη καὶ μένῃ κατεσταλμένος ἐν τῷ μετριάζειν ὁ λογισμὸς, οὐ κουφιζόμενος ταῖς αὔραις τῶν μετεωρίζειν αὐτὸν εἰωθότων ὑπομνήσεων ἐπὶ τοῖς πεπραγμένοις καλοῖς, οὐδὲ τὸ συνειδὸς ἐπαίρων ἐφ' οἷς μέμνηται εἰργασμένος κατὰ ψυχὴν ἀγαθοῖς· τοιοῦτος ὁ κατὰ τὸ νομικὸν παράγγελμα ἐν νυκτὶ ποιῶν τὸ Πάσχα ἐστὶ, καὶ τοιοῦτος ὁ ἄζυμον ἐσθίων αὐτό. Ὁ μὲν ὡς ἐν σκοτίᾳ λανθάνειν ἐφ᾽ οἷς πράττειν σπουδάζων ἐπαίνου ἄξιος, καὶ κρύπτων κατὰ τὴν Κυριακὴν παραίνεσιν ἐν τῷ ταμείῳ τὸ δόξαν σεμνότητος φέροντα γινωσκόμενα. Ὁ δὲ κατεσταλμένος, καὶ ἄτυφος μετὰ τὸ ἔργον μένων, οἷος καὶ πρὸ τούτου ἐτύγχανεν. Τοιοῦτον γὰρ τὸ ἄζυμον οὐκ ἀνιστάμενον κατὰ τὸ ἐζυμωμένον πρὸς ὄγκον ὅταν δέῃ πυρὶ προσομιλεῖν, ἐν ταπεινῷ δὲ μένον καὶ τότε τῷ σχήματι, καὶ σημαῖνον τὸν ἐν τῷ μετέρχεσθαι τὴν ἀρετὴν μετριόφρονα. Ὡς γὰρ τὴν ζύμην τὸ πῦρ, ἐὰν μὴ ἀζύμῳ τὴν πίλησιν ἔχῃ, διανίστησι πρὸς ὕψος, καὶ φλεγμαίνειν ποιεῖ, ὡσὰν τις ἔποι τῷ σχήματι, οὕτως ἡ ἀρετὴ τὴν ψυχὴν ἐρεθίζει πρὸς ἀπόνοιαν, ἣν μὴ κρίσις αὐτὴν βεβαία τηρεῖν τὸ δεδομένον παρασκευάσῃ ἀσάλευτον.","t":"If, then, when we are near God we enjoy so much grace in his care, and when we stand away from him we are subject to everyone for harm, as helpless, we must attend to righteousness, which makes us near to God and grants freedom from harm and fear. For, according to wise Solomon, “the righteous is confident like a lion,” using the natural nobility and fearlessness of the beast in the boldness of his life, and rising up confidently against every danger because he trusts that he has a champion near. He at any rate who says to those who need help and are far from God the helper through the perversity of their ways, “Is my hand not strong to save? Or was my ear heavy, so as not to hear? But your sins stand between you and me,” showed by these words his disposition, how ready it is to help; but he added also the cause that keeps him from it, saying, “Your sins stand between you and me,” so that he might be free of blame for not coming as helper, since the condition of being helped is found in those who draw near to God and is not accustomed to come to those far removed from him. This the patriarch Abraham also said to the rich man who needed help: “A great chasm is fixed between us and you,” showing clearly by this that the unrighteous are far removed not only from God but also from righteous men, and can gain nothing from love for humankind, since by their ways they are far separated from kinship with love for humankind. What is the state of being near God David teaches, saying: “The Lord is near to the broken in heart, and he will save the humble in spirit.” For God rejoices in nothing so much as in a moderate mind, especially when there is material of achievements that could easily puff it up to folly, and the reasoning remains restrained in moderation, not lightened by the breezes of the reminders that usually lift it up over the good things it has done, nor exalting its conscience over the good things it remembers having worked in the soul. Such is the one who, according to the legal command, keeps the Passover by night, and such is the one who eats it unleavened. The first is one who strives to escape notice, as in darkness, in the praiseworthy things he does, and, according to the Lord's exhortation, hides in the inner room the things that would bring a reputation for holiness if known. The second remains restrained and without pride after the work, just as he was before it. For such is unleavened bread: it does not rise to bulk like leavened bread when it must meet the fire, but remains lowly in shape even then, and signifies one who is humble-minded in pursuing virtue. For as fire raises leaven to a height and makes it swell, so to speak, in shape, unless it has the compactness of unleavened bread, so virtue provokes the soul to folly, unless a firm judgment keeps what has been given unshaken.","f":"Nilus, <i>Perist.</i> 12.10 (PG 79:957; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-10)."},"nilus-peristeria/12.11":{"o":"Τοιαύτη δὲ καὶ πρὸς ἦν ὁ λόγος φησι· « Τράχηλός σου ὡς ὁρμίσκοι. » Καὶ πλῆθος ἀρετῶν αὕτη, καὶ ἐπὶ πάσαις αὐταῖς τὸ ταπεινὸν μαρτυρῶν, τῷ μὲν τραχήλῳ τὸ εὐθὲς, καὶ ὑψηλὸν τῆς πολιτείας, τοῖς δὲ ὀρμίσκοις μηνύσας τὸ φρόνημα. Ὡς γὰρ τὸν τοῦ ὑπερηφάνου τράχηλον νεῦρον καλεῖ σιδηροῦν διὰ τὸ δύσκαμπτον, καὶ τὸ ἀνατετάσθαι τῇ οἰήσει πρὸς ὕψος, καὶ σκληρύνεσθαι τῇ ἀλαζονείᾳ, οὕτω τὸν τοῦ ἐναρέτου, καὶ μετριόφρονος ὁρμίσκον, προσαγορεύει χρυσοῦν, ἀπὸ μὲν τοῦ σχήματος τὴν κατάστασιν, ἀπὸ δὲ τῆς ὕλης τὸ δόκιμον αἰνιττόμενος, ἐπειδὴ καὶ ὁρμίσκος ἀπὸ ὀρθοῦ σχήματος κάμπτεται ἐπὶ κύκλον καὶ ὁ εὐθὺς τῷ βίῳ συννεύει ἐπὶ τὸ ταπεινότερον, οὕτω γὰρ ὁ νῦν ταύτῃ λέγων τράχηλός σου ὡς ὁρμίσκος, μετ᾿ ὀλίγα φησὶν, « ὡς πύργος Δαβὶδ τράχηλός σου. » Καὶ αὖθις· « Τράχηλός σου ὡς πύργος έλεφάντινος. » Ποτὲ μὲν τὸ διανεστηκὸς τῆς ἀρετῆς, καὶ διεγηγερμένον τοῦ βίου, ποτὲ δὲ τὸ ταπεινὸν τοῦ φρονήματος, ποτὲ δὲ δηλῶν τὸ ἀνεπίβατον οἰήσεως λογισμοῖς. Οὔτε γὰρ ἐλεφαντίνῳ πύργῳ προσβῆναι, τι ἢ προσέρψαι, μὴ ἔχον ἀντιλαβεῖν, δύναται, ἀπολισθαῖνον ἅμα τῷ πλησιάσαι διὰ τὴν λειότητα. Οὔτε ὁμαλῷ φρονήματι πελάσαι λογισμὸς ὑπερήφανος πάντοθεν περιεξεσμένῳ τὰς τῆς κενοδοξίας τραχύτητας. Αὕτη γὰρ ἐξοχὰς ἐν τῇ ψυχῇ, καὶ βαθμοὺς τῷ τῆς ἀνθρωπαρεσκείας τέμνουσα ἔθει εὔκολον τῇ ἀπονοίᾳ παρέχει τὴν ἄνοδον, οἴησιν ἐμποιοῦσα, καὶ τύφον, ἐφ᾽ οἷς τις ἔδοξε κατορθοῦν. Διὰ τοῦτο ποτὲ μὲν φησὶν ὁ Κύριος· « Μακάριοι οἱ ταπεινοὶ τῇ καρδίᾳ. » Ποτὲ δέ· « Ὅταν ποιήσητε διατεταγμένα ὑμῖν, τότε λέγετε, ὅτι ἀχρεῖοί ἐσμεν δοῦλοι. \"Ο ὀφείλομεν ποιῆσαι, πεποιήκαμεν. » Τῷ μὲν λύχνῳ τοῦ μακαρισμοῦ προτρεπόμενος ἐπὶ τὸ χρήσιμον διὰ τῆς τοιαύτης ἀρετῆς, τῇ δὲ μελέτῃ τῶν λόγων τῶν ταπεινῶν μετριάζειν παιδεύων τὸ φρόνημα. Ὁ γὰρ δοῦλον « ἀχρεῖον ἀεὶ λέγων ἑαυτὸν, καὶ τὰ διατεταγμένα παρά τοῦ κεκτημένου ὡς ἀναγκαίαν ὀφειλὴν ποιήσαντα λογιζόμενος, οὐδὲν οὐδέποτε περὶ αὐτοῦ φαντασθήσεται μέγα, οὐδὲ ἐν υἱοῖς ἑαυτὸν ἀριθμῆσαι τολμήσει ποτὲ, χρέος ἐκτίσας ἐπιτεταγμένης λειτουργίας, καὶ οὐχ ἑκούσιον ἐπιδειξάμενος τὰ πεπραγμένα φιλοτιμίαν. Αὕτη φραγμὸς ἡ ἀρετὴ, τεῖχος τῶν ἄλλων ἐστὶν ἀρετῶν, ἀσύλητα φυλάττουσα τῆς ψυχῆς τὰ κειμήλια. Διὰ ταύτην θλίβονται μὲν, καὶ πολεμοῦνται πάντες οἱ ἅγιοι, καὶ οἱ νῦν ὁμοίως ζηλοῦντες τὸν βίον ἐκείνων, ἀγρυπνεῖν ἀναγκαζόμενοι, καὶ νήφειν ἀεὶ διὰ τοὺς τειχομαχοῦντας πολεμίους, μὴ διαῤῥήξαντες τὸ τεῖχος, τὸν ἐν πολλῷ χρόνῳ κτηθέντα ἐπεισελθόντες ἀθρόον διαρπάσωσι πλοῦτον. Οὐκ ἐπηρεάζονται δὲ ἐπὶ τῶν ἐπάλξεων ἐγρηγορότως καθήμενοι, καὶ τοὺς τῆς ἀπονοίας προσερχομένους λογισμούς, ὥσπερ βέλεσιν ἀπελαύνοντες τούτοις τοῖς λόγοις, δοῦλοι ἀχρεῖοι ἐσμέν. \"Ο ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Όντως γὰρ οὐδὲν ἀφιεῖσιν ἔνδον ὑπεισελθεῖν ὑπερηφανίας πάθος· πάντα γὰρ πορθεῖ τὰ κεκτημένα, καὶ αἰχμάλωτον λοιπὸν πρὸς τὸ ἴδιον βούλημα ἀπάγει τὸν ἐπὶ τῇ κτήσει πολλὰ μοχθήσαντα νοῦν. Οὔτε δὲ λῃσταῖς ἔθος ἐρείπια διορύττειν, καὶ οὐδὲν ἀποκείμενον ἔχοντα τῇ γῇ, οὔτε πειραταῖς φορητὸν μὴ πεφορτωμέναις ἐπιτίθεσθαι ναυσὶ χρημάτων θησαυροὺς, ἀλλὰ περιεργαζομένοις, οὐκ ἔρημα πλούτου μάτην περιεργάζεσθαι ταμιεῖα καταδεχομένοις, καὶ πόνον ὑπομένειν εικαῖον. Ὥστε τὸν θλιβόμενον καὶ ὀχλούμενον ὑπὸ τῶν ἐχθρῶν τοιούτων νόμιζε μειζόνως ἐν ἔργοις πλουτεῖν ἀγαθοῖς, ὅσους πλείονας ἔχει τοὺς παρενοχλοῦντας. Καὶ διὰ τοῦτο χαῖρε μᾶλλον, ἢ κατήφει, ὅτι πρὸς τὴν πατρίδα πολυκτήμονες ἀπὸ τῆς παροικίας ταύτης μέλλουσιν ἀπαίρειν οἱ ἀγαπώμενοι, καὶ στεφανῖται παρίστασθαι τῷ Θεῷ, οὐ μόνον, ὅτι ἠγωνίσαντο γενναίως, καὶ ἐκ τοῦ ἀγῶνος ἀναλύουσιν εὔπορα, ἀλλ᾽ ὅτι καὶ ἀθλοῦντες λαθεῖν ἐπὶ τοῖς παλαίσμασι τοὺς ἐνταῦθα ἐσπούδασαν θεατὰς, ὁλόκληρον ἑαυτοῖς πρὸς τὸ μέλλον τὴν εὐφημίαν φυλάξαντες, καὶ οὐ μειώσαντες ἐπαίνοις ἀνθρωπίνοις τὴν ἄφραστον δόξαν ἐκείνην.","t":"Such too is she to whom the word says: “Your neck is like chains.” Bearing witness that she has a multitude of virtues and humility on top of them all, by the neck he indicated the uprightness and loftiness of her way of life, and by the chains her disposition of mind. For as he calls the neck of the proud an iron sinew because it is hard to bend, stretched up high by conceit and stiffened by arrogance, so he calls that of the virtuous and humble-minded a golden chain, hinting by the shape at its state and by the material at its proven worth; since a chain bends from a straight shape into a circle, and the one upright in life inclines toward lowliness. For he who now says to her, “Your neck is like a chain,” says a little later, “Your neck is like the tower of David,” and again, “Your neck is like an ivory tower”: indicating at one time the raised character of virtue and the alertness of life, at another the lowliness of mind, at another its inaccessibility to thoughts of conceit. For nothing can climb or creep up an ivory tower, having nothing to grip, since it slips off as soon as it comes near because of the smoothness; nor can a proud thought approach a level mind, smoothed all round of the roughnesses of vainglory. For vainglory cuts projections and steps in the soul by the habit of seeking to please people, and gives folly an easy ascent, producing conceit and pride over the things one seemed to accomplish. That is why the Lord says at one time, “Blessed are the humble in heart,” and at another, “When you have done what was commanded you, then say, We are unprofitable servants; we have done what we ought to do,” urging us to what is useful by the lamp of the beatitude through such virtue, and teaching us by meditating on humble words to keep our minds moderate. For he who always calls himself an unprofitable servant, and reckons that he has done the master's commands as a necessary debt, will never imagine anything great about himself, nor will he ever dare to count himself among the sons, having paid the debt of an assigned service and not shown a voluntary generosity in what he has done. This virtue is the fence and wall of the other virtues, keeping the soul's treasures unplundered. Because of it all the saints are afflicted and warred upon, and those who now likewise emulate their life, forced always to be wakeful and sober because of the enemies who assault the wall, lest they break through the wall, burst in, and plunder all at once the wealth acquired over a long time. But they are not harmed, sitting wakeful on the battlements and driving off the approaching thoughts of folly as with missiles by these words: “We are unprofitable servants; we have done what we ought to do.” For they let no passion of pride slip in; for pride ravages all one's possessions and leads off captive to its own will the mind that labored much to acquire them. Robbers are not accustomed to dig through ruins that have nothing stored in the ground, nor do pirates bother to attack ships not loaded with treasures of money; they take pains, but do not consent to waste their pains on storerooms empty of wealth, and to endure pointless toil. So consider the one who is afflicted and harassed by such enemies to be the richer in good works the more numerous are those who trouble her. And for this reason rejoice rather than be downcast, because those you love are about to set sail from this sojourning to their homeland with many possessions, and to stand before God as crowned victors, not only because they contended nobly and leave the contest rich, but also because in their struggles they strove to escape the notice of the spectators here, keeping their praise whole for the future and not diminishing that ineffable glory by human praises.","f":"Nilus, <i>Perist.</i> 12.11 (PG 79:959; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-11)."},"nilus-peristeria/12.12":{"o":"Περὶ τῆς ἀποκειμένης δόξης τοῖς τὴν ἐλεημοσύνην ἐργαζομένοις. Ὣ πόσα παρέχει τότε πτωχὸς εὐκαίρως τραφείς Ὅσας ποιήσει καὶ οἴας ἀμοιβὰς τὰ ἄλλα καλά, συγκροτουμένης τῆς φύσεως; ὅταν ὁ ἐν κρυμῷ σκεπασθεὶς ἱματίῳ, καὶ καθοσιωθεὶς μετὰ θάνατον τάφῳ; καὶ ὁ νοσηλευθεὶς ἐν ἀσθενείᾳ μακρᾷ, καὶ ὁ συναχθεὶς οἴκοι ξένος, καὶ ὁ ἐν φυλακῇ παραμυθίας τυχών, ὀφθῶσι πρὸ τοῦ βήματος τῷ εἰδότι ἃ ἔπαθον, ἐπιγινώσκοντες τὸν εὐεργέτην, καὶ ἐπιγινωσκόμενοι παρ' αὐτοῦ· ὅταν ὁ πᾶσι φοβερὸς δικαστὴς τὴν εἰς τοὺς εὐηργετημένους οἰκειούμενος χάριν λέγῃ· « Ο τούτοις ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. » Ποίους ἐγκρίνεις, εἰπέ μοι, πλούτους τῇ γλυκείᾳ καὶ προσηνεῖ ταύτῃ φωνῇ; ποίους ἐπαίνους ἀντεξετάσεις τῇ ἐπιδόξῳ εὐφημίᾳ ἐκείνῃ πάσης τῆς κτίσεως ὁρώσης τὸν ἀνακηρυττόμενον, καὶ οὐ φθονούσης μὲν, οὐ γὰρ ἕξει τότε βασκανία καιρὸν, θαυμαζούσης δὲ, καὶ μακαριζούσης αὐτὸν, ἐφ᾽ οἷς ἠξίωται ἀγαθοῖς; Ποίαν ἐρεῖς εὐφροσύνην τῶν ἐν τῷ βίῳ τοιαύτην, καὶ οὕτως ἐγεῖραι πρὸς τὸ φαιδρὸν δυναμένην; ποίαν χαρὰν ἐξισωθῆναι ταύτῃ τῇ χαρᾷ ἱκανήν; ποίαν ἡδονὴν ἴχνος ταύτης φέρουσαν τῆς ἡδονῆς; ποίαν δόξαν, κἂν ποσῶς ἁμιλλωμένην πρὸς ταύτην τὴν εὔκλειαν, κἂν βασιλείαν εἴπῃς αὐτήν; καὶ ταύτης δοκούσης λαμπρᾶς, οὐ μιμεῖται αὕτῃ ἐκείνην, εἰς ἣν εἰσάγεται οὗτος, ὂν ὁ Λόγος ἐσήμανεν, ἐπίλυπος οὖσα ἀπήμονι, καὶ ταραχὰς ἔχουσα, καὶ φόβους, εἰρήνην ἄγουσαν, καὶ ἐκκεχειρίαν πολλήν. Τούτῳ καλῶς ἐστι χρήσασθαι τῷ πλούτῳ. Τοῦτο κεκτῆσθαι χρήματα, καὶ οὐ φύλακα θησαυροῦ ἄλλοις τηρουμένου γίνεσθαι. Τοῦτο ἀληθῶς ἴδια ποιῆσαι τὰ τέως νομιζόμενα ἴδια. Τοῦτο κληρονόμον ἑαυτὸν, καὶ διάδοχον τῶν ἐκείνων καταστῆσαι πόνων, καὶ μὴ παραχωρῆσαι τὰ κεκτημένα τοῖς οὐδὲν χρησιμεύουσιν ἐν τῇ ἀνάγκῃ τῆς δίκης. Τοῦτο τὰ τῆς γῆς μεταθεῖναι εἰς οὐρανόν. Τοῦτο τὰ πρόσκαιρα μετασκευάσαι πρὸς ἀπόλαυσιν αἰώνιον. Τοῦτο δὲ ὄντως οἰκονομῆσαι τὰ τοῦ μαμωνᾶ, και φίλους ἐξ αὐτῶν κτήσασθαι, τοὺς μετὰ θάνατον δεχομένους εἰς τὰς σκηνὰς, ἀνεστίους ἐνταῦθα, καὶ ξενοδόχους ἐκεῖ, ἀστέγους ἐν τῷ παρόντι, καὶ ἐν θαυμασταῖς καλύβαις δεξιουμένους τότε τὸν παραμυθησάμενον ὧδε τὴν ἔνδειαν, καὶ τὸ βάρος τῆς ἀνάγκης ἐπικουφίσαντα κοινωνίᾳ τῆς χρείας τοῦ σώματος.","t":"[On the glory laid up for those who practice almsgiving.] Oh, how much will a poor man fed in good time provide then! How many and what kind of rewards will the other good deeds produce, when nature is assembled together, when the man covered with a cloak in the cold, and the one laid reverently in a tomb after death, and the one nursed in a long illness, and the stranger taken into the house, and the one who received comfort in prison appear before the tribunal of the one who knows what they suffered, recognizing their benefactor and recognized by him; when the judge who is fearful to all, making his own the kindness done to those who were benefited, says, “What you did to these, you did to me”? What riches, tell me, will you compare with that sweet and gentle voice? What praises will you set against that glorious acclaim, when all creation sees the one proclaimed, and does not envy him (for envy will then have no occasion), but admires him and calls him blessed for the good things of which he has been found worthy? What joy of those in this life will you name that is like this and able so to rouse one to gladness? What delight can equal this delight? What pleasure bears a trace of this pleasure? What glory competes in any way with this renown, even if you name a kingdom? And though a kingdom seems splendid, it does not imitate that into which the one whom the Word indicated is brought, since it is grievous while that is free of pain, and has disturbances and fears while that brings peace and great rest. This is to use wealth well. This is to possess money and not to become the guard of a treasure kept for others. This is truly to make one's own what were hitherto thought one's own. This is to make oneself the heir and successor of one's own labors, and not to give up one's possessions to those who are of no use in the necessity of judgment. This is to transfer the things of earth to heaven. This is to transform temporary things into eternal enjoyment. This is truly to manage the things of mammon and to gain from them friends who receive one after death into their tents: homeless here and hosts there, without a roof in the present and welcoming then in wonderful dwellings the one who here relieved their want and lightened the burden of their necessity by sharing their bodily needs.","f":"Nilus, <i>Perist.</i> 12.12 (PG 79:963; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-12)."},"nilus-peristeria/12.13":{"o":"Τοῦτο φρόνιμον οἰκονόμον εἶναι τῶν παρὰ Θεοῦ δεδομένων κτημάτων, καὶ ἀτελεύτητον βασιλείαν ἰῷ δαπανωμένοις ἀργυρίοις ὠνήσασθαι, τοῖς παροῦσι τὰ μελλοντα,τὸ διανεῖμαι τούτοις τὰ ὑπάρχοντα, ὧν τῆς κτήσεώς ἐστιν ἐγγυητὴς ἀξιόπιστος αὐτὸς ὁ τῶν ἁπάντων Δεσπότης Θεὸς, ὁ τὸ χρέος μετὰ τόκων, οὐχ ἑκατοστιαίων, ἀλλ᾽ ἑκατονταπλασίων ἀποδιδοὺς εὐκαίρως, ὅτε χρήσιμος τῶν δεδανεισμένων ἡ ἀπόληψις, καὶ ἡ χρῆσις ἐπιτηδεία πρὸς τὴν πολυχρόνιον τοῦ ἀπεράντου αἰῶνος ἀπόλαυσιν. Τοῦτό ἐστι θησαυρίσαι ἐν οὐρανῷ, καὶ πολλὴν ἑαυτῷ παραμυθίαν ἑτοιμάσαι ἐκεῖ, τὸ ποιῆσαι λάθρα τὸ καλὸν, καὶ ἐκφανῆ δέξασθαι τὴν δόξαν ἐπὶ πάσης τῆς κτίσεως, τὸ περιστεῖλαι ταπεινοφροσύνῃ τὸν τῶν χρημάτων θησαυρὸν, καὶ μὴ ἐκδοῦναι πρόχειρον κενοδοξίᾳ τοῖς λωποδύταις αὐτόν. Ὁ γὰρ τοῖς χρήμασίν ἐστιν ἀποθῆκαι, καὶ θύραι, καὶ μοχλοὶ πρὸς ἀσφάλειαν, τοῦτο τοῖς ἀγαθοῖς ἔργοις μέτριον φρόνημα, συγκαλύπτον αὐτὰ, καὶ τοῖς τοιχωρυχοῦσιν οὐ παρέχον ποθὲν ἀρπαγῆς ἀφορμήν. Αὕτη ἡ ἀρετὴ καὶ φυλάττει τὰ κεκτημένα, καὶ τῶν μηδέπω κτηθέντων παρέχει πρὸς τὴν κτῆσιν ἐπίνοιαν. Αὕτη εὐχαριστεῖν διδάσκει ἐπὶ πᾶσι Θεῷ, καὶ τὰ ἐν χερσὶ ἀνιαρὰ παραμυθεῖται τῇ τῶν μελλόντων ἀγαθῶν προσδοκίᾳ. Αὕτη πρὸς ἄμυναν ἐχθρῶν ὁρμῶντα τὸν θυμὸν ἀνέχει, καθάπερ ἁρπάζοντα κύνα κατέχουσα αὐτὸν ἐπιεικεῖ λογισμῷ. Αὕτη τὸν ἀφανὲς, καὶ ἄσημον ἡγεῖται ἰσότιμον, τὴν ἀεὶ μένουσαν τῆς ψυχῆς ἀξίαν, οὐ τὴν πρὸς ὀλίγον πομπεύουσαν λογιζομένην πηλίνην εὐτέλειαν. Αὕτη κεφαλὴν, καὶ δεσπότην ἡγεῖσθαι πείθει τὸν ἄνδρα ὡς ὑποκείμενον μέλος ὑπείκειν ἡγεμονεύοντι ἐν πᾶσι παιδεύουσα Οὕτω γὰρ καὶ ὁ Δημιουργός, πρὸς τὴν Εὔαν φησίν· « Αὐτὸς σοῦ κυριεύσει. » Καὶ ὁ Παῦλος, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Καὶ τοῦτο πεπεισμένη Σάῤῥα κύριον ἐκάλει τὸν Ἀβραὰμ, τιμῶσα τοῦτον, ὃν ὁ νομοθέτης τιμᾶσθαι προσέταξεν. Αὕτη οἰκετικὸν συμβουλεύει περιέπειν, καὶ θάλπειν ὡς ὁμόφυλον, τὸ ὑποζευχθὲν τῇ δυναστείᾳ πρὸς λειτουργίαν ἐπὶ μόχθον ἀνιεῖσα ταῖς εἰς παῤῥησίαν προτροπαῖς, καὶ τὸ κατεπτηχὸς ἀεὶ τῆς συνειδήσεως πρὸς θάρσος μέτριον ἐγείρειν κελεύουσα, ἵνα μὴ ἀθυμοῦν μένῃ διόλου, καὶ τὸ συμβὰν ἀτύχημα ἐγκαλοῦν τῷ τὴν ἀνωμαλίαν ταύτην συγχωρήσαντι γενέσθαι Θεῷ. Αὕτη τὸ ταλαιπωροῦν ἐν πτωχείᾳ συμπαθῶς ἐπικουρεῖν ὑποτίθεται, καὶ τέλειον ταῖς ἀρεταῖς ὡς βασιλεῖ στρατιώτην ἄρτιον τοῖς μέλεσι παρίστησι τῷ Θεῷ. Καὶ γὰρ παρὰ τοῖς στρατολογοῦσιν ἡλικία σωμάτων ἐκκρίνεται, τοῦ καταλόγου ὁ τῷ τυχόντι λειπόμενος, καὶ παρὰ τῷ Θεῷ πάντως ἀδόκιμος, ὁ μὴ πᾶσι τοῖς καθήκουσι τέλειος τῷ παρημελημένῳ καλῷ τὴν εὐμορφίαν μωμησάμενος τῶν ἄλλων κατορθωμάτων. Ὅθεν ἐπίσης σπουδαστέον πάσας τὰς ἀρετὰς, καὶ πάσας φυλακτέον ὁμοίως. Εἴπερ κατὰ τὸ ἀρχέτυπόν ἐστι κοσμῆσαι τὴν εἰκόνα σκοπὸς, καὶ ταῖς θεῖὸς χαρίσμασι λάμψαι φαιδρῶς, ἀλλὰ μὴ ταῖς λώβαις τῆς ψυχῆς ἀφανιζούσης τὸ κάλλος. « Ὁ γὰρ πληρώσας, κατὰ τὸν ἀπόστολον, ὅλον τὸν νόμον, πταίσας δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος, » τῷ λείποντι νομίμῳ χωλεύων εἰκότως περὶ τὴν τελειότητα· ἣν κατορθώσαι σπουδάσωμεν εἰς δόξαν τοῦ τὰ πάντα πᾶσι παρέχοντος Θεοῦ. ῎Αμην. « Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, φησὶν ὁ Σωτὴρ, « καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. » Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν","t":"This is to be a wise steward of the possessions given by God, and to buy an endless kingdom with silver that rust consumes, the things to come with the things present, by distributing one's property to those whose possession has as trustworthy guarantor the Master of all, God himself, who repays the debt with interest, not at one percent but a hundredfold, at the right time, when the recovery of what was lent is useful and its use fitted for the long enjoyment of the endless age. This is to store up treasure in heaven and to prepare much comfort for oneself there: to do good secretly and receive glory openly before all creation; to wrap the treasure of money in humility and not to hand it over readily to the thieves through vainglory. For what storerooms, doors and bars are to money for safety, a moderate mind is to good works, covering them up and giving those who dig through walls no occasion for robbery anywhere. This virtue both guards what has been acquired and gives the idea of how to acquire what has not yet been acquired. This virtue teaches us to give thanks to God for all things, and comforts present sorrows with the expectation of the good things to come. This virtue holds back anger as it rushes to take revenge on enemies, restraining it with gentle reasoning like a snatching dog. This virtue considers the obscure and undistinguished man of equal honor, reckoning the ever-abiding dignity of the soul, not the clay cheapness that parades for a little while. This virtue persuades a woman to regard her husband as head and master, teaching her to yield in everything to the one who leads, as a subordinate member. For so the Creator says to Eve: “He shall rule over you”; and Paul: “And let the wife fear her husband.” And persuaded of this, Sarah called Abraham lord, honoring him whom the lawgiver commanded to be honored. This virtue advises us to care for the household slaves and cherish them as of the same race, those yoked to service by power, relieving them from toil with encouragements to speak freely, and bidding us to raise the ever-cowering conscience to moderate confidence, so that it may not remain wholly despondent, blaming the misfortune that has befallen it on God, who permitted this inequality to come about. This virtue suggests that we help with sympathy those who suffer hardship in poverty, and presents to God a man perfect in the virtues, like a soldier sound in limb to a king. For among recruiters the physique of bodies is examined, and one who lacks anything at all is excluded from the roll; and with God he is surely rejected who is not perfect in all his duties, having marred the beauty of his other achievements by the good he neglected. Therefore we must strive equally for all the virtues and guard them all alike, if indeed the aim is to adorn the image according to the archetype and to shine brightly with the divine gifts, not to have the soul's mutilations efface its beauty. “For whoever keeps the whole law,” according to the apostle, “but stumbles in one point, has become guilty of all,” rightly lame in perfection by the commandment he lacks. Let us strive to achieve this perfection, to the glory of God, who gives all things to all. Amen. “You therefore shall be perfect,” says the Saviour, “as your heavenly Father is perfect.” To him be the glory for ever. Amen.","f":"Nilus, <i>Perist.</i> 12.13 (PG 79:965; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-13)."},"nilus-peristeria/12.2":{"o":"Τί γὰρ τὸν οἰκοδεσπότην καυσωθέντες ὠφέλησαν, εἰ ἀμελῶς καὶ ἀνειμένως εἰργάσαντο, ἔργον ἐπιζητοῦντα, καὶ οὐ ταλαιπωρίαν ἀνόνητον, ἐπιμέλειαν τοῦ ἀμπελῶνος, οὐ τὸ μάτην ἐν αὐτῷ ὅλης τῆς ἡμέρας δαπανῆσαι τὰς ὥρας; Τὸ γὰρ ἀμεῖψαι τῶν ἐργασαμένων τὴν τάξιν, καὶ πρώτους μὲν τοὺς ἐσχάτους, ἐσχάτους δὲ τοὺς πρώτους ποιῆσαι, οὐδὲν ἄλλο, ἢ τούτων μὲν τὴν σπουδὴν, ἐκείνων δὲ ἦν δεῖξαι τὴν ῥαθυμίαν. Εἰ δὲ ἕκαστοι τὴν σπουδὴν ἦσαν ἐπιδειξάμενοι τὴν αὐτὴν, ἀναλογοῦσαν τῷ καιρῷ τὴν ἐργασίαν πεποιημένοι, ποίαν εἶχον εὔλογον πρόφασιν γογγυσμοῦ, τὸν ἐν ταῖς συνθήκαις συμβιβασθέντα μισθὸν κομισάμενοι, κἂν ἄλλοις πολυπλασίως ἐδίδοτο, εἰ μὴ φθόνος αὐτοὺς ἐλύπει, ὁ καὶ πολλοὺς ἄλλους λυπῶν, διαφόρως ὀδυνωμένους ταῖς ἑτέρων τιμαῖς; Οὐ γὰρ ἂν οἶμαι γογγύσειν αὐτοὺς, εἴπερ ἄνευ τῶν ἐσχάτων ἦσαν ἐργασάμενοι, καὶ μόνοι κομισάμενοι ὁ συνέθεντο, οὐκ ἔχοντες πρὸς οὓς ζηλοτύπως διακείσονται. Νὺν δὲ ἡ τῶν ἀντιζήλων τιμὴ τὸ τῆς βασκανίας ἐκίνησε πάθος, οὐκ ἂν κινηθὲν, ἢ μὴ προκεκρίσθαι ἔδοξαν ἄλλοι, μικρὰ τὰ ἐκείνων δείξαντες παραθέσει τῶν οἰκείων, καὶ ὃν ἔμελλον ἐπὶ τῷ ἔργῳ δεχόμενοι ἀσπάζεσθαι συμπεφωνημένον μισθὸν, οὐδενὸς αὐτοὺς κνίζοντος τὸ προτετιμῆσθαι πρὸς φθόνον, τοῦτον λαμβάνουσι γογγύζοντες· τοῦτο μόνον δακνόμενοι, ὅτι ἄλλων ἐκρίθησαν ἥττονες· οὐ μόνον μετιστὰς ἐν τῷ κοινωνεῖν τὸν μισθὸν εὐρόντες, ἀλλὰ καὶ φανέντες ἀμείνους τῷ ἐλλάττονι χρόνῳ τῆς ἐργασίας ἰσοτίμως κεκομίσθαι τὰ ἐπίχειρα. Ἔλαβες, ὦ οὗτος, τὸ σὸν, τί σε λυπεῖ τὸ αὐτὸ ἄλλος λαβών; Ὁ σὸς οὐκ ἐμειώθη μισθός. Τί σε θλίβει τὸ ἄλλον πλέον σου, ὡς ἐνόμισας, λαβεῖν; Εἰ μὴ ἔγνως κομισάμενον ἕτερον ὅσον αὐτὸς ἡγάπας, ὁ συνέθου λαβεῖν· ἐπειδὴ μετὰ σοῦ ἔλαβεν ἄλλος, μικρὸν ἐφάνη τὸ σόν. Περισσὸν οὐκ ἐκομίσω; Οὔτε συνεφώνησας, οὔτε λαβεῖν προσεδόκησας. Τί οὖν ἀδικηθεὶς τὰς τῶν ἡδικημένων ψιθυρίζεις φωνάς; Τί βλάβην ὀδύρῃ, μηδὲν ἀπεστερημένος; Τί φιλοτιμίαν τοῦ οἰκοδεσπότου διασύρεις ὡς ἄδικον; Τί τὴν εἰς τοὺς συμπαθείας ὡς ἄν τις ὑπολάβοι δεομένους χάριν λέγεις ἀνώμαλον διανέμησιν; Εἰ μὲν ὑφελὼν τοῦ σοι συγκειμένου προσέθηκεν ἄλλῳ, ἄδικος ἀληθῶς, παρεσχηκὼς τὰ ἑτέρων ἑτέρῳ, καὶ ἐν τοῖς ἀλλοτρίοις ἐπιδειξάμενος μεγαλοψυχίαν ἀδάπανον. Εἰ δὲ καὶ σοὶ τὸ χρέος ἐξέτισεν ὁλόκληρον κἀκείνοις οἴκοθεν ὀφειλὴν, ἢ χάριν ἐπέδωκε, τί μέμψιν ὑπάγεις μετὰ τοῦ εὐηργετημένου τὸν εὐεργετήσαντα, πονηρίᾳ γνώμης διαβάλλων τοὺς οὐ παρεσχηκότας μέμψεως εύλογον ἀφορμὴν, ἄλλων ἔγκλημα τὸ οἰκεῖον πάθος ποιούμενος, καὶ καταδικάζων ὁμοῦ τὸν τε παρεσχηκότα καὶ τὴν ταύτης ὁπωσοῦν ἀπολαύσαντα, ἵνα μὴ κολάσῃς ἄλογον πάθος, ὅσιον κρίνων τὸ μὴ βασκαίνειν τοῖς ἀλλοτρίοις καλοῖς μηδὲ κατηφεῖν, ἐφ᾽ οἷς εὐφραίνονται ἕτεροι; Τοιοῦτος γὰρ ὁ φθόνος πένθος ποιεῖται τὴν τῶν εὐθυμούντων χαράν, αὐτὸς ἐν ὀδύναις διάγων ἀεί. Ἐπεὶ μὴ προχωρεῖ τὸ ἐν οἷς βούλεται κακοῖς εἶναι τοὺς φθονουμένους. Σὺ δὲ καὶ τὸν ἐργάτην ἔξω τοῦ ἀμπελῶνος ἤθελες ἑστάναι διὰ παντὸς ἔργον, καὶ τὸν ἀθλητὴν ἄνευ τοῦ ἀντιπάλου διόλου καθῆσθαι ἀγύμναστον, λανθάνοντα τοὺς μαθεῖν ὀφείλοντας, τίς ἂν οὗτος τυγχάνει τὴν δύναμιν. Καὶ τὸν στρατιώτην ἀναδειχθῆναι ταῖς πρὸς τοὺς πολεμίους μάχαις ἀριστέα δυνάμενον, ὑπορόφιον σκιοτροφείσθαι κορικῶς θαλαμευόμενον, τὴν ἐν ἕξει ἀνδρείαν ἐπὶ τῶν ἔργων οὐ βουλόμενος λάμψαι, καὶ φειδοί τῶν πόνων βασκαίνων τῶν στεφάνων αὐτῷ. Ἐγὼ δὲ τὸν ὀλυμπιονίκην πρὸς ἅπαν ἀθλήσεως εἶδος παρεσκευάσθαι παρακαλῶ, ἀνδρείαν γὰρ τὴν τῶν ἀνδρῶν ἀγωνιζομένην καλῶ, οὐ τὴν τοῦ σώματος βλέπων ἀσθένειαν.","t":"For what good did they do the householder by being scorched, if they worked carelessly and slackly, when he wanted work, not useless hardship, care of the vineyard, not spending all the hours of the day in it to no purpose? For to change the order of the workers and make the last first and the first last was nothing else than to show the zeal of the one group and the laziness of the other. But if each group had shown the same zeal and done work proportioned to the time, what reasonable ground had they for grumbling, when they received the wage agreed in the contract, even if it was given many times over to others, unless envy grieved them, which grieves many others too, pained in various ways by others' honors? For I do not think they would have grumbled if they had worked without the last and alone received what they agreed, having no one toward whom to be jealous. But as it is, the honor of their rivals stirred up the passion of envy, which would not have been stirred had others not seemed to be preferred, making their own wages look small by comparison; and the agreed wage that they would have welcomed when they received it for their work, if nothing had stung them to envy by being preferred, they take with grumbling, stung only by this, that they were judged inferior to others, finding them not only sharing the wage but also shown to be better, since they received the reward equally for a shorter time of work. You have received what is yours, sir; why does it grieve you that another has received the same? Your wage has not been reduced. Why does it distress you that another has received more than you, as you thought? If you had not known that someone else received as much as you, you would have been content with what you agreed to receive; because another received along with you, yours seemed small. Did you not receive more? You neither agreed to it nor expected to receive it. Why then, as though wronged, do you whisper the words of the wronged? Why do you lament a loss when you have been deprived of nothing? Why do you disparage the householder's generosity as unjust? Why do you call the favor shown to those in need, as one might suppose, of sympathy an unequal distribution? If he had taken from what was agreed with you and added it to another, he would truly have been unjust, giving one person what belonged to another and showing a costless magnanimity with other people's property. But if he paid you the debt in full and gave them from his own resources either a debt or a favor, why do you bring blame against the benefactor along with the one benefited, slandering with malice those who have given no reasonable ground for blame, making your own passion a charge against others, and condemning together both the one who gave and the one who in any way enjoyed his favor, rather than punish an irrational passion, judging it holy not to envy others' goods nor to be downcast at what makes others glad? For such is envy: it makes the joy of the cheerful its mourning, and itself lives always in pain, since it does not succeed in having those it envies in the misfortunes it wishes. But you would have wanted the worker to stand idle outside the vineyard all the time, and the athlete to sit unexercised throughout without an opponent, escaping the notice of those who ought to learn what kind of strength he has; and the soldier, who could be shown a hero in battles against the enemy, to be reared in the shade under a roof, kept in a chamber like a girl, not wishing his habitual courage to shine forth in deeds, and, by sparing him toils, begrudging him the crowns. But I urge the Olympic victor to be prepared for every kind of contest; for I call courage that which contends as men do, not looking at the weakness of the body.","f":"Nilus, <i>Perist.</i> 12.2 (PG 79:939; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-2)."},"nilus-peristeria/12.3":{"o":"Τὴν δὲ τῆς ψυχῆς λογιζόμενος γενναιότητα τοῦ ποικίλως ἐπιτιθεμένου πρὸς πεῖραν ἐχθροῦ ποικίλως ἀπατῶντα ταῖς μεθοδείαις, καὶ ἑκάστῃ γεγυμνασμένος ἁρμόζεσθαι προσβολῇ. Πολλὰ γὰρ αὐτὸν ἐπιτηδεύειν ὁ Παῦλος εἰδὼς, καὶ πᾶσι πρὸς τὸ καταβάλλειν μηχανὴν, ἑτοίμους εἶναι πρὸς τὸ ἀντιστῆναι ταῖς ἐφόδοις αὐτοῦ πάντας τοὺς κατ᾿ αὐτοῦ πολιτευομένους βούλεται. Ποτὲ μὲν καθοπλίζων θυρεῷ πίστεως αὐτοῦ καὶ θώρακι δικαιοσύνης, περικεφαλαίᾳ τε σωτηρίου, καὶ μαχαίρᾳ πνεύματος· ποτὲ ὡς ἀθλητὰς ἀλείφων πρὸς τὰ παλαίσματα, καὶ λέγων· « Οὐκ ἔστιν ὑμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας·· ἵνα ἅμα καὶ τὸ πλῆθος τῶν πολεμίων μαθόντες, καὶ ὅτι πολεμοῦσιν ἐν σκότει, καὶ ὡς εἰσὶ τὴν φύσιν ἀόρατοι, νήφουσιν ἐγρηγορότες ἀεὶ, καὶ τὰς χεῖρας ἐπὶ τῶν ὅπλων ἔχοντες εὐτρεπισμένας διόλου πρὸς ἄμυναν. Ἐπειδὴ γὰρ κατὰ τὸν σοφὸν Σωλομῶντα ἀφῄρηται τῶν ἐχθρῶν ὁ ὕπνος, καὶ οὐ κοιμῶνται, καὶ οὐ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν. « \"Αγρυπνον ἐχέτωσαν, φησὶ, καὶ οἱ στρατιῶται τὸ ὄμμα, τὰς ὁρμὰς ἐπιτηροῦν τῶν πολεμίων, ἵνα μὴ τι πάθωσιν ἐξ ἀμεριμνίας ἀβούλητον. » Καὶ τρέχειν συμβουλεύει συντόμως ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ τὸν ὅτε μὴ πρόεισιν οἱ ἀνταγωνισταὶ γυμνασίας ἕνεκεν συντρέχοντα φύλαττειν, μή που σκελίσῃ δι' αὐτοῦ τὸν συντρέχοντα καὶ πυκτεύειν χειρονομοῦντα μὲν, τῆς διδασκούσης τὴν ἐμπειρίαν· παρόντων δὲ, καὶ μαχομένων συστάδην, μὴ κατὰ κενοῦ ἀέρος τὸ περὶ τὰς χεῖρας καταφέρειν ὅπλον, αὐτὴν δὲ διασκάπτειν αὐτῶν κεφαλὴν, καὶ ἀμύσσειν τοῖς ὄνυξιν. Ἔνθεν ὁ Κύριος, ἐπειδὴ κοσμοκράτορες ὄντες τοῦ σκότους οἱ ἀντίπαλοι, κατατοξεύουσιν ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ πᾶσαν ἐπιβουλὴν ἐπιχειροῦσιν ἐν σκότει, τὸ δυσφώρατον, ἢ ἀφώρατον, ἑαυτοῖς ἐκ τούτου πραγματευόμενοι ὅπως ἀδικῶσι, καὶ ἐπιβουλεύωσιν οὐχ ὁρώμενοι. Φησίν·· Αἱ ὀσφύες ὑμῶν ἔστωσαν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι·, εὐσταλεῖς μὲν εἶναι θέλων πρὸς τὸν δρόμον τῇ ζώνῃ, φυλάττεσθαι δὲ τῷ καιομένῳ λύχνῳ τὴν τῶν συντρεχόντων ἐπήρειαν. Τοῦτο γὰρ ὁ μὲν Παῦλος ἔλεγεν Οὕτω τρέχω ὡς οὐκ ἀδήλως » τῷ φωτί κεχρημένος ὁδηγῷ πρὸς τὸ ἄπταιστον τοῦ καλοῦ δρόμου. Ὁ δὲ Δαβίδ· « Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου, τὴν ὁδὸν τῶν ἐντολῶν σου, λοιπὸν τρέχων ἁμώμως, καὶ τὰ τιθέμενα παρ᾿ αὐτῶν ἐχόμενα τρίβου σκάνδαλα τὰ μὲν ἐκκλίνων εὐσκόπως, τὰ δὲ ὑπεραλλόμενος ὀξυτάτῃ τοῦ δρόμου φορᾷ απαξ προκόψας μετεωρισμῷ τοῦ λογισμοῦ, καὶ ἀσφαλῶς λοιπὸν περιαθρῶν πάντοθεν τὰ ἐν μέσῳ προσκόμματα.","t":"But I consider the nobility of the soul, which outwits by its methods the enemy who attacks in various ways to test it, and is trained to adapt itself to each assault. For Paul, knowing that the enemy practices many arts and every device to throw people down, wants all who live in opposition to him to be ready to resist his attacks. At one time he arms them with the shield of faith and the breastplate of righteousness, the helmet of salvation and the sword of the Spirit; at another he anoints them like athletes for wrestling, saying: “Our wrestling is not against blood and flesh, but against the principalities, against the powers, against the world rulers of the darkness of this age, against the spiritual forces of wickedness,” so that, learning at once the number of the enemies, that they fight in darkness, and that they are invisible by nature, they may be sober and always awake, keeping their hands on their weapons ready for defense throughout. For, according to wise Solomon, sleep is taken away from the enemies, and they do not rest, and they will not sleep unless they do evil. “Let the soldiers too,” he says, “keep a wakeful eye, watching the enemies' moves, so that they may not suffer anything unwanted through carelessness.” And he advises them to run quickly toward the prize of the upward call; and when the competitors are not present, to keep watch on the one who runs alongside for practice, lest he trip his fellow runner; and to box, shadow-boxing for practice when the trainer teaches the skill, but when the enemies are present and fighting at close quarters, not to bring down the weapon on the hands against empty air, but to strike open their very head and tear them with the nails. Hence the Lord, since the adversaries, being world rulers of darkness, shoot down the upright in heart in the dark of the moon and undertake every plot in darkness, securing for themselves by this that they are hard or impossible to detect, so that they may do wrong and plot unseen, says: “Let your loins be girded and your lamps burning,” wishing them to be lightly equipped for running by the girdle, and to guard against the attack of fellow runners by the burning lamp. Paul said this: “So I run, not aimlessly,” using the light as a guide to keep from stumbling in the course of good; and David: “Your law is a lamp to my feet and a light to my paths,” running henceforth blamelessly the way of your commandments, swerving with sharp sight from some of the stumbling blocks the enemies set beside the path and leaping over others with the swiftest rush of his course, having once advanced by the lifting up of his thought and henceforth safely looking round on every side at the obstacles in between.","f":"Nilus, <i>Perist.</i> 12.3 (PG 79:943; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-3)."},"nilus-peristeria/12.4":{"o":"Ὡς γὰρ τὸν ὀφιόδηκτον θροεῖ καὶ σχοῖνος σπειρηδὸν ἐῤῥιμμένη, τοῦ φόβου πλάσσοντος τὴν ὄψιν πρὸς τὴν ὑπόνοιαν, καὶ τὴν ἔννοιαν παραπέμποντος τῇ πείρᾳ· οὕτω μετὰ τὴν ἁμαρτίαν τοῦτον καὶ αἱ μὴ κεκωλυμέναι τῶν ἐπιθυμητῶν χρήσεις κατέπληττον, δεδοικότα μή που τις αὐταῖς πρὸς ἀμαρτίαν τοῦ ἐχθροῦ δόλος ἐγκέκρυπται δέλεαρ ἀπάτης προστιθέντος τὰ ἐφειμένα πρός τι τῶν ἀπηγορευμένων έλκῦσαι μηχανωμένου· καθάπερ είλκυσε πάλαι τῇ ὄψει τῆς γυναικὸς πρὸς τὸ ἔνεδρον ἀγαγὼν τῆς ἀθεμίτου μοιχείας Καὶ τοῦτο δῆλον, ἐξ ὧν ἐπιθυμήσας ἐν πολέμῳ τοῦ ἐν Βηθλεὲμ ὕδατος, οὐκ ἠνέσχετο, κομισθέντος, ποιεῖν, καὶ τὸ μετ' ἐπιθυμίας δίψος ὁμολογήσας, καὶ τὸ ἐγκρατὲς ἐπιδειξάμενος εἰ μὴ κολάσοι τὸ ἀδεὲς τῆς ἐπιθυμίας, ὁδὸν εὔκολον πρὸς πᾶσαν ἡδονὴν ἀνοίξειν αὐτῇ λογισάμενος. \"Αλλος δέ τις τῶν θεσπεσίων ἀποστόλων καὶ λέοντα ὀνομάζει τὸν ἐχθρὸν, οὐδὲν ἀνύσαντα τοῖς σεμνοτέροις σχηματισμοῖς, ὧν ἐσπούδαζεν εἰς ἐπιβουλὴν, καὶ θηρίων πρὸς τὸ φοβῆσαι λοιπὸν μιμούμενον εἰκότως μορφὴν, ὧν ἔχει τὴν ὠμότητα, τούτων ὑποδυόμενος τὸ μορμολύττεσθαι δυνάμενον εἶδος. Φησὶ γάρ· «Ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ, ᾧ ἀντίστητε γενναίως. » μὲν ὠρυώματι τὴν ἐκείνου βλαπτικὴν δηλώσας μανίαν, τῷ δὲ ἀντίστητε γενναίως μηνύσας ἣν ἔχειν οἱ θηροκτόνοι ἐξ ἀσκήσεως ὀφείλουσι δύναμιν, τὴν φυσικὴν ἐπιῤῥωννύντες ὀσημέραις ταῖς πυκναῖς ἐργασίαις. Οὐ γὰρ φυγεῖν εἶπεν, ἢ ἐκτραπῆναι τὸν θῆρα βρυχόμενον, ἀλλ᾿ ἀντιστῆναι τούτῳ, καὶ ἀντιβῆναι εὐτόνως προσέταξε· δύναμιν ἔχειν εἰδὼς ἕκαστον πρὸς τὸ τῆς οἰκείας ὑπερμαχεῖν ἀσφαλείας, καὶ τὰ πρὸς τὴν ἄμυναν ὅπλα συμφυῆ, καὶ ἀχώριστα πᾶσιν ὄντα.","t":"For as even a rope thrown down in coils alarms one who has been bitten by a snake, since fear shapes what he sees into what he suspects and passes on the thought to experience, so after his sin even the uses of desirable things that were not forbidden terrified this man, as he feared that some trickery of the enemy might be hidden in them to lead him to sin, the enemy adding permitted things as a bait of deceit and contriving to draw him toward something forbidden; just as long ago he drew him by the sight of the woman and led him into the ambush of lawless adultery. And this is plain from the fact that when, in war, he longed for the water of Bethlehem, he could not bring himself, when it was brought, to drink it; he confessed his thirst together with his longing, and showed his self-control, reckoning that if he did not punish the license of his desire, he would open for it an easy road to every pleasure. And another of the divine apostles calls the enemy a lion too, since he achieved nothing by his more respectable disguises, which he used in his eagerness to plot, and then naturally imitates the form of beasts to frighten, putting on the shape of those whose savagery he has, a shape able to scare like a bogey. For he says: “Our adversary the devil prowls around like a roaring lion, seeking someone to devour; resist him nobly.” By the roaring he showed the enemy's harmful frenzy, and by “resist nobly” he indicated the strength that beast-fighters must have from training, strengthening their natural strength daily by frequent exercise. For he did not say to flee or to turn away from the roaring beast, but commanded to resist it and stand vigorously against it, knowing that each person has the power to fight for his own safety, and that the weapons for defense are innate and inseparable from all.","f":"Nilus, <i>Perist.</i> 12.4 (PG 79:945; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-4)."},"nilus-peristeria/12.5":{"o":"Πάλιν ὁ Παῦλος ὑπαγορεύει λέγων· « Παραστήσατε τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ, » τούτοις τοὺς ἐπιστήμονας βάλλειν διδάσκων τὸν πολέμιον, οἷς οἱ ἄφρονες βάλλονται ὑπ᾿ αὐτοῦ· ἵνα ὀφθαλμὸς μὲν πολεμῇ παντὶ τῷ δι ὄψεως ἀπατᾶν δυναμένῳ, ἀκοὴ δὲ μάχηται ταῖς φθείρειν ἤθη χρηστὰ ἐπισταμέναις ὁμιλίαις κακαῖς· Ὅσφρησις δὲ τοὺς χαυνοῦν, καὶ ἐκλύειν τῆς ψυχῆς τὸ παράστημα εἰωθότας ἀτμοὺς ἀποστρέφηται σπουδαίως· γεῦσις δὲ τοὺς κεκαρυκευμένους πρὸς τὸ ἄγαν ἡδὺ παραιτῆται χυμοὺς, καὶ ἀφὴ μὴ λογίζηται τὰ μαλακότητι καὶ λειότητι πρὸς ἡδονὴν γοητεύοντα σώματα, καὶ χεὶρ πλεονεκτικὴ ἐκτείνηται εἰς μετάδοσιν, καὶ πόδες ἐπισπεύδοντες, κατὰ τὸν Σολομῶντα, κακοποιεῖν, ὁδὸν ἐντολῶν τρέχουσιν ἠπειγμένως, καὶ γλῶσσα δύσφημος εὐχάριστα φθέγγεται ῥήματα. Οὕτω γὰρ γίνεται ὅπλα δικαιοσύνης τὰ ὅπλα τῆς ἁμαρτίας, ἀντιστρόφως βαλλόμενα κατὰ τοῦ πρὶν αὐτοῖς ἀποκεχρημένου πρὸς ὅλεθρον τῶν κεκτημένων. Διὰ τοῦτο τραχὺς, καὶ θυμοῦ πνέων ἀνίσταται κατὰ τῶν ἀφισταμένων αὐτοῦ, καὶ Θεῷ προστιθεμένων, ὁ τύραννος ὑπάγεσθαι τὸ ἀποδιδράσκον σπεύδων, ὡς ἔθει μακρῷ γενόμενον ὑποχείριον, καὶ πειρασμοῖς ὑποβάλλει ποικίλοις, πάντοθεν θλίψεις, πάντοθεν περιστάσεις κινῶν· ἵνα ὁ ἐν κακίᾳ βίος διὰ τὸ ἀθόρυβον κριθεὶς ἀνεκτὸς, παλινδρομῆσαι παρασκευάσῃ ὡς ἐπ᾿ εὔδιον λιμένα τὴν ἄνεσιν τὸν ὡς ἐν πελάγει τοῖς πειρασμοῖς χειμαζάμενον, λέγοντα πάντως τὸ τῶν κακοπαθούντων ἐν τῇ ἐρήμῳ· « Βέλτιον ἦν ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. Αἱρετώτερον γὰρ τοῦ μάχεσθαι ταῖς ἐπιθυμίαις, τὸ ὑπακούειν ταύταις κρίνει ὁ ῥᾳστώνην ἀγαπῶν, ὅταν ἴδῃ τῆς ἀρετῆς τὴν ὁδὸν τραχείαν, καὶ δύσβατον, καὶ πολλοὺς πολλαχόθεν τοὺς θλίβοντας ἔχουσαν, τοὺς μὲν συνήθεις ποτὲ τελευταῖον γινομένους ἐχθροὺς, καὶ διώκειν ὀπίσω πρὸς τὸ δουλαγωγεῖν ἐθέλοντας· τοὺς δὲ ἀληθεῖς, καὶ οὐ γνωρίμους ὑπαντῶντας, καὶ τὴν ἐπὶ τὸ κείμενον ἀγαθὸν κωλύοντας προκοπήν. Οὕτω πολλὰ τῶν τέως ἀγνώστων ἐθνῶν τοὺς Ἰσραηλίτας τῆς παρόδου εἴργειν ἐφ᾿ ὅσον ἐδύνατο, λέγοντα· « Οὐ παρελεύσῃ δι' ἡμῶν, βασκαίνοντα τῆς ἐπὶ τὰ συμφέροντα πορείας αὐτοῖς. Ὁ δὲ Φαραὼ ἔτι μὲν ἔχων αὐτοὺς παρ' ἑαυτῷ τὴν φυγὴν σκεπτομένους γε τοῖς εἰς τὰ τοιαῦτα συνεργοῦσιν αὐτῷ· « Βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων, » τὴν ἄδειαν αὐτοῖς γεγενῆσθαι νομίσας ἐπιτριβὴν πρὸς αὐθάδειαν, ἀναχωρήσαντας δὲ μετεδίωκε σπουδαίως ἐλευθεριάζειν οὐκ ἐπιτρέπων ὡς ἑβούλοντο, καὶ ἐπεφύκεισαν, δούλους δὲ πάλιν κεκτῆσθαι σπεύδων τοὺς εὐπατρίδας, καὶ ἐλευθέρους, καὶ ὄντας, καὶ εἶναι δυναμένους ἀεί. ᾿Αλλ' οἱ μὲν ἰσχυρογνώμονι λογισμῶ τὴν τούτου φυγόντες δουλείαν, πᾶσαν πλητικῶς ἤνεγκαν ἀπαντήσασαι κάκωσιν, ἕως εἰς τὴν σπουδαζομένην ἔφθασαν τελειότητα· οἱ δὲ μὴ πάνυ κεχρημένως καταλιπόντες αὐτὸν, μὴ φέροντες τὰ δυσχερῆ τῶν τῆς ἀρετῆς προοιμίων (χαλεπαὶ γὰρ αἱ ἀρχαὶ παντὸς ἔργου, καὶ δυσάρεστοι, καὶ μάλιστα τῶν ἐπιπόνων πρὸ τῆς ἕξεως) ὑποστρέψαι εἰς Αίγυπτον ἐλογίσαντο, δεσπότην αὖθις αἱρούμενοι, τὸν ὅτε καλῶς ἐδοκίμασαν φανέντα δυσμενῆ, καὶ πολλοῦ μίσους ἄξιον. Φασὶ γάρ· Δῶμεν ἀρχηγὸν καὶ ὑποστρέψωμεν εἰς Αἴγυπτον, εὔκολον ἡγούμενοι τὴν ὑποστροφὴν τῆς μετὰ πολλοῦ κόπου ἀνυσθείσης ὁδοῦ. Καὶ πάλιν· « Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν Αἰγύπτῳ ἐξήλθομεν ἀποθανεῖν ἐν ἐρήμῳ, » λέγοντες διὰ τὴν ἀργίαν, τὸ μεθόριον ἀρετῆς, καὶ κακίας οὐδέπω τοῦ ἐκκλίναντος ἀπὸ τοῦ κακοῦ ὁμολογουμένως ὄντως ἐν τῷ ἀγαθῶ, μεταξὺ τέως φρουρουμένου τούτου κάκείνου, ἕως παντελῶς ἀπαλλαγεὶς τοῦ ἑτέρου ἐν τῷ ἑτέρῳ παγίως ἀμφοτέρας ἐρείσει τὰς ἰγνύας οὐκ ὀκλάζων ἔτι ὡς πρὶν, οὐδὲ ποτὲ μὲν ῥέπων ὧδε, ποτὲ δὲ ταλαντεύων ἐκεῖσε","t":"Again Paul instructs, saying: “Present your members to God as weapons of righteousness,” teaching the knowledgeable to strike the enemy with the very things by which the foolish are struck by him: so that the eye may fight everything that can deceive through sight; the hearing battle the evil conversations that know how to corrupt good morals; smell eagerly turn away from the vapors that usually slacken and loosen the soul's resolve; taste refuse flavors seasoned to excessive sweetness; touch take no account of bodies that bewitch to pleasure by softness and smoothness; the grasping hand be stretched out to share; feet that, according to Solomon, hurry to do evil run swiftly the way of the commandments; and the slanderous tongue utter words of thanksgiving. For so the weapons of sin become weapons of righteousness, striking back against the one who formerly used them to destroy their owners. That is why the tyrant rises up harsh and breathing rage against those who leave him and attach themselves to God, eager to bring back under his yoke the runaway, who through long habit had become his subject; and he subjects him to various temptations, stirring up afflictions and trials on every side, so that the life in wickedness, judged bearable for its freedom from disturbance, may make the one tossed by temptations as on the open sea run back to ease as to a calm harbor, surely saying the words of those who suffered hardship in the wilderness: “It was better for us to serve the Egyptians than to die in this wilderness.” For the lover of ease judges it more desirable to obey the desires than to fight them, when he sees the way of virtue rough, hard to travel, and beset by many oppressors on many sides: some, his former familiars, who in the end become enemies and wish to pursue him behind so as to enslave him; others, true enemies, not known to him, who meet him and hinder his progress toward the good set before him. So many nations hitherto unknown kept the Israelites from passing through as far as they could, saying, “You shall not pass through us,” begrudging them their journey toward their advantage. And Pharaoh, while he still had them with him, contemplating flight, said to those who helped him in such matters: “Let the work of these men be made heavier,” thinking that their freedom from fear had become an incitement to insolence; and when they had left, he pursued them eagerly, not allowing them to be free as they wished and as they were by nature, but hastening to possess again as slaves those who were well born and free, and were able to be so always. But those who escaped his slavery by a steadfast resolve endured patiently every hardship they met until they reached the perfection they strove for; while those who left him without full decision, unable to bear the difficulties of virtue's beginnings (for the beginnings of every work are hard and disagreeable, and especially of laborious works, before the habit is formed), thought of returning to Egypt, choosing again as their master the one who, when they had tested him well, had shown himself hostile and deserving of great hatred. For they say: “Let us appoint a leader and return to Egypt,” thinking it easy to return over the road completed with much toil. And again: “Because there were no graves in Egypt, have we come out to die in the wilderness?” saying this from slackness, because one who has turned away from evil is not yet admittedly established in the good, but is on the border between virtue and vice, held for the time being between the one and the other, until, wholly freed from the one, he plants both his knees firmly in the other, no longer giving way as before, nor sometimes leaning this way and sometimes swaying that.","f":"Nilus, <i>Perist.</i> 12.5 (PG 79:945; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-5)."},"nilus-peristeria/12.6":{"o":"Τοιοῦτος γὰρ ὁ ἀναχωρῶν τῆς πονηρᾶς συνηθείας ἕλκεται τὰ πολλὰ ὀπίσω, κἂν ἐπείγηται πρόσω, προκόπτων ἐφ᾽ ᾧ σπουδάζειν βιαζόμενος, καὶ ἀγχιστρόφοις ῥοπαῖς, ἐπὶ πολὺ κλίνειν ὧδε καὶ ὧδε, μέχρις ἂν γυμνασίᾳ πολλῇ, καὶ χρόνῳ, αὐτὸν ἀπομαθεῖν τὰ πρῶτα· ἔθιμα δὲ σχεῖν παρασκευάσῃ τὰ δεύτερα καὶ καθάπερ μεθηλικιωθέντα ἐκ μειρακίου εἰς ἄνδρα καὶ ἀπὸ τῆς παρούσης πρὸς τὴν παρελθοῦσαν, οὐκέτι, κἂν ἐθέλῃ, δυνάμενον· ἄτοπον γὰρ τὸ μὲν σῶμα νόμῳ φύσεως ἀκολούθως ἀμείβειν τὰς ἡλικίας ἀπὸ τῆς παιδικῆς ἐπὶ τὴν πρεσβυτικὴν ὁδεῦον σεμνότητα, καὶ τῇ πολιᾷ στίλβειν ἀξιοπίστως, καὶ τῇ καταστάσει γίνεσθαι λαμπρὸν, καὶ αἰδέσιμον· τὴν δὲ ψυχὴν μὴ προκόπτειν τὴν ἰδίαν προκοπὴν, ἐν τῷ ἀγαθῷ, μηδὲ τὰς ἐν τῇ ἀρετῇ ἀνύειν ἐνθέσμως ἡλικίας ἐξ ἄλλης μεταβαίνουσαν ἐπ᾿ ἄλλην, καὶ φθάνουσαν οὕτως ἐπὶ τὴν ἀξιέραστον τελειότητα, ἐναπομένειν δὲ τῇ ἀφρονούσῃ παιδικῇ καταστάσει, ἢ τῇ μετ' αὐτὴν χαιρούσῃ ταῖς νεωτερικαῖς ἐπιθυμίαις, καὶ ἐν παρηβηκότι τῷ σώματι νεάζειν ἔτι, καὶ ἀκμάζειν ἐν τοῖς κατεγνωσμένοις τούτοις, τερπομένην διόλου, οἷς νήφοντες οὐδὲ πρὸς ὀλίγον ἐτέρφθησαν μείρακες. Ὅτι δὲ διαφορὰς ἡλικιῶν ἀμείβει καὶ αὐτὴ ἐκ νηπιότητος προβαίνουσα ἐπὶ τελειότητα, διδάσκει ποτὲ μὲν λέγων ὁ Παῦλος· « Ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·· ποτὲ δέ· « Μέχρι καταντήσομεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. » Καὶ πάλιν· « Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε δὲ γέγονα ἀνὴρ, κατἡργηκα τὰ τοῦ νηπίου. » Οἶδε δὲ καὶ γεννηθέντας ἅπαξ τινὰς καὶ δεομένους αὖθις ἄλλης γεννήσεως, ἐκ φωτὸς πάλιν ἐπὶ νηδὺν ἀνακάμπτοντας, οἷς φησι· Τεκνία μου, ὡς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, ἔμβρυα πάλιν ποιῶν τοὺς εὐδοκίμους φέροντας ἐπὶ τοῦ εἴδους τοὺς τοῦ Χριστοῦ χαρακτῆρας, μηδὲ τὸ κατ' εἰκόνα μορφωθέντας καλῶς εἴ πως τὸ τερατόμορφον ἀποθέμενοι μεταβάλοιεν πρὸς τὸ ἄρτιον, καὶ ὁλόκληρον, τῷ γεννήσαντι ὁμοιωθέντες, καὶ γνήσιοι τούτου, καὶ οὐκ ὑποβολιμαῖοι, καὶ νόθοι γνωριζόμενοι παῖδες. Ἔδει δὲ μᾶλλον εὐκόλως τὴν ψυχὴν παρατρέχειν τὰς καταστάσεις, ἢ τὸ σῶμα τὰς ἡλικίας, ἐφ᾽ ὅσον μὲν τοῦτο χρόνον ἀνάγκαις δουλεύει, καὶ φύσεως ὑπόκειται νόμοις ἐξουσίαν οὐκ ἔσχον μεταβῆναι πρὸς ὅπερ οὐ μετάγει καιρὸς, οὐδὲ ὑπερβῆναι δυνάμενον τὴν ἐγγίζουσαν, καὶ ἐπιβῆναι τῇ μετ᾿ αὐτὴν ἀτάκτῳ φορᾷ, ἑκάστης ἡλικίας ὡρισμένον χρόνον παρεχούσης αὐτῷ, καὶ παραδραμεῖν οὐ συγχωρούσης πρὸ ὥρας, καὶ μετελθεῖν πρὸς τὴν γείτονα. Ἐκείνῃ δὲ προαιρέσει ἀναμένουσα τῇ ἐνεστώσῃ ἕως ἂν βούληται, καὶ μεταβαίνουσα πρὸς τὴν ἑτέραν ὅτε βούλεται, ἀκώλυτον ἔχει τὴν ὅτε θέλει μετάβασιν, κἂν ὑπερβῆναι τὰς ἐν μέσῳ προέληται, ἔξεστιν αὐτῇ ἀπ᾿ ἄκρου πηδῆσαι ἐπ᾿ ἄκρον κούφῳ τῷ ἄλματι, καὶ ἐπ᾿ αὐτῆς φθάσαι τῆς εἰσαγωγῆς ἐπὶ τὴν τελειότητα, γνώμῃ καὶ σπουδῇ μεταβαινούσῃ ἀφ᾿ ὧν ἂν κρίνῃ, ἐφ᾽ ἂ ἂν προθῆται βεβαίῳ, καὶ ἀκινεῖ λογισμῷ.","t":"For such is the one who withdraws from evil habit: he is often dragged back even while he presses forward, advancing toward what he is forced to strive for, and with sudden swings he leans this way and that for a long time, until by much training and time he unlearns the first habits and makes the second customary, and, like one who has grown from a youth into a man, can no longer go back from his present age to the past, even if he wished. For it is absurd that the body, following the law of nature, should change its ages, going from childhood to the dignity of old age, shining credibly with grey hair and becoming illustrious and venerable in its state, while the soul does not make its own progress in good, nor pass lawfully through the ages of virtue, moving from one to another and so reaching lovable perfection, but remains in the foolish state of childhood, or in the next, which delights in youthful desires, and is still young in an aging body and in its prime in those condemned things, delighting throughout in what sober youths did not enjoy even for a little while. That the soul too passes through different ages, advancing from infancy to perfection, Paul teaches, saying at one time: “As infants in Christ I gave you milk to drink, not solid food”; and at another: “Until we attain to the perfect man, to the measure of the stature of the fullness of Christ”; and again: “When I was a child, I spoke as a child, I thought as a child, I reasoned as a child; but when I became a man, I put an end to childish things.” He knows too that some who have been born once need yet another birth, turning back from the light to the womb, to whom he says: “My little children, with whom I am again in labor until Christ is formed in you,” making embryos again of those reputed to bear the features of Christ on their form but not well formed according to the image, to see whether they might put off their monstrous form and change to what is complete and whole, made like the one who begot them and recognized as his genuine children, not supposititious and bastards. But the soul ought to pass through its states more easily than the body through its ages. As long as the body serves necessities and is subject to the laws of nature, it has no power to pass to what time does not bring, nor can it skip the next age and step onto the one after it in a disorderly rush, since each age allows it a fixed time and does not permit it to run past before its hour and go on to its neighbor. But the soul, staying in its present state by choice as long as it wishes and passing to another when it wishes, has unhindered passage whenever it will; and if it chooses to skip those in between, it may leap from one end to the other with a light jump, and from its very introduction reach perfection, as its judgment and zeal pass from whatever it decides to whatever it purposes, with firm and unshaken reasoning.","f":"Nilus, <i>Perist.</i> 12.6 (PG 79:949; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-6)."},"nilus-peristeria/12.7":{"o":"Περὶ τῶν ἀκολουθησάντων τῇ τοῦ Μωϋσέως προθέσει. Οὕτως οἱ τὴν τοιαύτην Μωϋσεῖ τῆς ἐλευθερίας ἐσχηκότες ἐπιθυμίαν ἀμεταθέτῳ φραξάμενοι καρτερίᾳ τὴν πρόθεσιν πάντων ἐγένοντο τῶν προπεσόντων ἀεὶ σκυθρωπῶν ἀνώτεροι, πολεμίων μὲν οὐ καταδείσαντες πλῆθος ἀσύνοπτον· πεῖναν δὲ καὶ δίψαν τὰς δυναστευούσας ἐν σώματι βαστάσαντες ἐγκρατῶς, ἐπειδὴ πίστις αὐτοῖς ἀνενδοίαστος τῆς ἐλπιζομένης ποιότητα, προσηνὲς γινόμενον πόμα, ἀντὶ τῆς ἔνἀπολαύσεως τὸν ἐνεστῶτα τέως ἐπεκούφιζε πόνον προσδοκίᾳ χρηστῇ παραμυθουμένη τὴν πεῖραν τῶν παρόντων ἀνιαρῶν, καὶ τὰ ἐν χερσὶ λυπηρὰ ἐπικιρνῶσα τῇ τῶν μελλόντων ἀγαθῶν εὐφροσύνῃ. Οἶδε γὰρ ὁ νοῦς φαιδροῖς ἐνασχολούμενος λογισμοῖς, οὐ πολλὴν τῶν ἐνοχλούντων λαμβάνει αἴσθησιν θλιβερῶν, καὶ τὰ παρόντα ἐπαχθῆ ἀμβλύνειν μελέτῃ τῶν ἐν οἷς ἔσται μετὰ ταῦτα καλῶν. Διὰ τοῦτο πρὸς τὰς χρείας αὐτοῖς μετεστοιχειοῦτο ἡ κτίσις ἁρμοδίως, καὶ θάλασσα μὲν ἠπειροῦτο διωκουμένοις, τὸ διαιρεθὲν τοῦ πελάγους, ὁδὸν παρέχουσα ξηράν, καὶ τὰ ἑκατέρωθεν τοῦ ὕδατος τμήματα, πρὸς ὕψος ῥεῖθρα, καὶ τὴν παλίῤῥοιαν ἐπισχοῦσα ἀποκρήμνως, καὶ κρυσταλλομέναις ταῖς ἀμπώτισιν ἕως παρῆλθον οἱ σωζόμενοι, πέτρα δὲ σκληρά, καὶ νοτίδος ἅμοιρος, λίμνην, καὶ πέλαγος ἵστη περὶ ἑαυτὴν ἀφθόνους ἐκ βάθους βλύζουσα ὀχετοὺς ποτίμου, καὶ προσηνοῦς νάματος, οὐρανὸς ἀντὶ γῆς ἐγεώργει τὸ μάννα, ἄσπορον κατανίφων καρπὸν καὶ σχεδιάζων τοῖς πεινῶσιν ἀταλαίπωρον τράπεζαν, οὐ μόνον ἔνδειαν πληροῦσαν γαστρὸς, ἀλλὰ καὶ τὴν ἑκάστου πληροῦσαν ἐπιθυμίαν τῇ μεταβολῇ τῆς ποιότητος, οὗ γάρ τις τῇ μνήμῃ ἐδέσματος ἐλάμβανεν ὄρεξιν, τούτου τὴν γεῦσιν εὕρισκεν ἐν αὐτῷ ἐκεῖνο νομίζων ἐσθίειν, ὅπερ εἶχεν εἰς ἐπιθυμίαν μιᾶς ὕλης ὑπηρετούσης ταῖς ἁπάντων πολυτρόπως ὀρέξεσι, καὶ μιμουμένης ἐν τῇ γεύσει πάσης ποιότητος αἴσθησιν. Ὕδωρ ἐγλυκαίνετο πικρὸν, καὶ μετέβαινεν ἀθρόως ἐξ ἄλλης εἰς ἄλλην αγχος ἀνιούσης, καὶ ἀηδιζούσης γεύσεως· ἀὴρ ὠοτοκεῖν οὐκ εἰδὼς, ἔτικτε ἑτοίμως ὀρτυγομήτραν, καὶ ταύτην ἐλαύνων πνεύματι βιαίῳ, παρ᾿ αὐτὰς ἐσώρευε τὰς σκηνὰς τῶν δεομένων τροφῆς, ἀσαγήνευτον ἄγραν αὐτοῖς τοὺς ὄρνις εἰς χεῖρας διδούς· νὺξ εἰς ἡμέραν μετεβάλλετο φωτιζομένη στύλῳ πυρός· ἡμέρας ἡλιακὸς ἀνεστέλλετο φλογμὸς, νεφέλης ἐπιπολαζούσης τῷ πλήθει, καὶ μεσιτευούσης τούτοις, ταῖς ἐκ τοῦ πόλου τεταμέναις ἀκτῖσιν ὡσὰν μὴ θάλποιντο κατὰ τὴν ὁδοιπορίαν πεζεύοντες ὕπαιθροι, στεγανῷ δὲ τῆς νεφέλης σκιάζοιντο τῷ ἁπλώματι, εὔκολον τὴν πεζοπορίαν ποιούμενοι καθάπερ ὑποῤῥόφιοι διάγοντες, καὶ οὐχ ὁδεύοντες γυμνὴν πάντοθεν, καὶ ἄσκιον ἐρημίαν. Οὐκ ἐπαλαιώθη τούτοις, οὐ πέπλον, οὐ πέδιλον ἐπὶ χρωτὸς τεσσαράκοντα ἔτεσιν ὄντα διηνεκῶς· οὐκ ἐφθάρη ὑποζύγιον πρὸς τοσοῦτον διαρκεῖν οὐ πεφυκὸς χρόνον. Οὐ νόσος, οὐ φθόνος, οὐ πυρετὸς, οὐ ῥίγος, οὐκ ἄλλο τι τῶν ἐνσκήπτειν εἰωθότων τοῖς σώμασι, συνέπεσε τούτοις ἀῤῥώστημα· Οὐκ ἦν γὰρ ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. » Ἐνίκησαν χάριτι Θεοῦ τὴν φύσιν κρείττονες τῆς κατ᾿ αὐτὴν ἀσθενείας γενόμενοι, καὶ τὰς συνεζευγμένας τῷ σώματι ἀρνησάμενοι κῆρας. Πολεμίων φάλαγγες φοβεραὶ πρὸς συμπλοκὴν ἔπεσον ἄλλος ἐπ᾿ ἄλλῳ κατενεχθέντες ἄτρωτοι, σημεῖον τῆς προασπιζούσης χειρός. Τείχη κατηρειπώθη μηχανῆς ἄνευ χειρὸς ἀνθρωπίνης αὐτομάτως κατενεχθέντα νεύματι θείῳ. Ἔθνη πολλά, καὶ πολυάνθρωπα δυνάμει καθῃρέθη κρυφία, σχολάζουσαν αὐτοῖς, καὶ ἀμέριμνον οἴκησιν καταλιπόντα τὴν γῆν.","t":"[On those who followed Moses' purpose.] So those who shared Moses' longing for freedom, fencing their purpose with unchangeable endurance, rose above all the gloomy things that ever befell them. They did not fear the countless multitude of enemies, and they bore with self-control hunger and thirst, which rule in the body, since their unhesitating faith in the enjoyment hoped for lightened the present toil for the time being, comforting the experience of present troubles with good expectation and mixing the sorrows at hand with the gladness of the good things to come. For the mind occupied with cheerful thoughts does not take much notice of the troubles that annoy it, and knows how to blunt present burdens by meditating on the good things that will come after. That is why creation was transformed to suit their needs: the sea became dry land for them as they were pursued, the divided part of the deep offering a dry road, the sections of water on either side checking their streams to a height and holding back their reflux like cliffs, with the ebbing water as if frozen until those being saved had passed; a hard rock without any moisture set a lake and a sea about itself, gushing from its depths abundant channels of sweet, drinkable water; heaven, instead of earth, farmed the manna, snowing down unsown fruit and improvising for the hungry a table without toil, which not only filled the belly's want but also fulfilled each one's desire by changing its quality; for whatever food anyone longed for in memory, he found its taste in the manna, thinking he was eating what he had a desire for, one material serving everyone's appetites in many ways and imitating in taste the sensation of every quality. Bitter water was sweetened and changed suddenly from one taste to another, from one that choked and disgusted to one pleasant to drink; the air, which does not know how to lay eggs, readily produced quails, and driving them with a violent wind heaped them up beside the very tents of those who needed food, giving the birds into their hands as a catch taken without nets; night was turned into day, lit by a pillar of fire; by day the sun's heat was kept off, as a cloud spread over the multitude and stood between them and the rays stretched from the sky, so that they might not be scorched as they traveled on foot in the open but be shaded by the close covering of the cloud, making the march easy, as if living under a roof and not traveling through a desert bare and shadeless on every side. Neither garment nor sandal grew old on them, though worn continually on the body for forty years; no beast of burden perished, though not made by nature to last so long. No disease, no plague, no fever, no chill, nor any other illness that usually strikes bodies befell them: “There was no one feeble among their tribes.” By the grace of God they conquered nature, rising above its weakness and renouncing the fates yoked to the body. Fearsome phalanxes of enemies fell as they engaged, one upon another, brought down without wounding them, a sign of the hand that shielded them. Walls were thrown down without engines or human hand, falling of themselves at a divine nod. Many populous nations were destroyed by a hidden power, leaving them the land as a dwelling free and untroubled.","f":"Nilus, <i>Perist.</i> 12.7 (PG 79:951; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-7)."},"nilus-peristeria/12.8":{"o":"Καὶ τοῦτο ἦν, ὅπερ ὁ ὑμνογράφος υστερον ἔλεγε Δαβίδ· « Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτούς. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλ᾽ ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς. » Τῶν εὐαρεστούντων Θεῷ διαγράφων τὴν ἐν πᾶσιν ἀσφάλειαν, ὅπως ἕκαστον ἀνύηται τῶν χρησίμων αὐτοῖς, πρόνοιαν Θεοῦ δικαίαν καρπουμένοις τὴν ἄνωθεν κηδεμονίαν, καὶ πάντοθεν ἔχουσι διὰ τὴν ἐπὶ τὸν σώζοντα ἐλπίδα τὸ ἀπτόητον. Οὗτοι γάρ εἰσιν οἱ λέγοντες· «Οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν, » κἂν πᾶσα ἡ κτίσις κλονουμένη ταράττηται, καὶ θορυβῆται κυκλουμένη ἐπαλληλίᾳ κακῶν, οὐ δεδοικότες, οὐδὲ τρέμοντες, καθάπερ οἱ πάντα κτύπον προσδοκίᾳ δεινοῦ τινος καταπεπληγμένοι, καὶ τοὺς προσπίπτοντας ἤχους πρὸς ἣν ἔχουσιν ὑποψίαν σχηματίζοντες οἰκείως. Οὐδὲν γὰρ συνειδήσεως κεντουμένης μνήμῃ πράξεως πονηρᾶς ἀσθενέστερον, πάντα ἡγουμένῃ ἐχθρὰ, καὶ πολέμια, καὶ πρὸς ἄμυναν ἐπιτήδεια, δι᾽ ἣν ἔνδον ἔχει κολάσεως ἀεὶ προσδοκίαν ἐπὶ τοῖς πεπραγμένοις κακοῖς, κἂν μηδεὶς ἐλέγχειν δύνηται, θορυβουμένη τῷ ἔνδον ἐλέγχῳ, καὶ πάντας εἶναι δοκοῦσα τῶν λανθανόντων συνίστορας. ᾿Αλλ' οὐχ ἡ καθαρεύουσα πονηρίας οὕτω· πολὺ γὰρ αὕτη τὸ πεποιθὸς ἔχει οὐδαμόθεν ὁρῶσα καταγνώσεως εὔλογον αἰτίαν, καὶ θαῤῥοῦσα, ὡς ἔσται πάντοτε πᾶσιν ἀχείρωτος, τὸ ἀνυπαίτιον ἔχουσα παῤῥησίας ἐφόδιον, καὶ ποτὲ μὲν λέγουσα· « Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδιά μου·, ποτὲ δέ· Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κυκλῳ συνεπιτιθεμένων μοι καὶ ὅτι τοιοῦτος καὶ ἐν τοῖς λόγοις, καὶ ἐν τοῖς ἔργοις ὁ ἐλπίζων ἐπὶ τὸν Θεὸν, δῆλον ἐξ αὐτοῦ τοῦ ταῦτα εἰπόντος Δαβίδ, ὃς τῇ πεποιθήσει ταύτῃ, γυμνὸς μὲν πολεμικῶν ὀργάνων πρὸς πεφραγμένον ὅπλοις, μειράκιον δὲ πρὸς γίγαντα τεθαρρηκότως ἐχώρει τὸν διάφημον Γολιάθ, ῥάβδον καὶ λίθους ὡς κατὰ κυνῶν μόνον λαβὼν, καὶ καταβαλὼν ὡς κύνα αὐτὸν μιᾷ λίθου βολῇ, οὐκ ἰσχύϊ σώματος, δύναμει δὲ, οὗ ἔχειν ἔλεγεν οὐχ ὁρωμένου ὅπλον σεβασμίου ὀνόματος τοῦ Θεοῦ. Τούτῳ γὰρ ἀπῄει τῷ ἀμυντηρίῳ θαῤῥῶν, καὶ τὴν γνώμην τοῖς λόγοις δήλην ποιῶν. Φησὶ γάρ· « Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ, καὶ δόρατι, καὶ ἀσπίδι· ἐγὼ δὲ πορεύσομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαώθ παρατάξεως Ἰσραήλ·· ἑνὶ τούτῳ πρὸς τοσαύτην σκευὴν παραταττόμενος ὅπλῳ. Τούτῳ γὰρ καὶ τὴν βολὴν τοῦ λίθου πρὸς τὸν σκοπὸν τοῦ προκαλουμένου ἀπεύθυνε, καὶ διέῤῥηξε κράνος χαλκήλατον, καὶ τὸ ἀναιδὲς ἐπάταξε μέτωπον, καὶ κατέβαλε τὸν ἀλαζόνα εἰς γῆν στρώσας τὸν ἐπηρμένον τῷ φρονήματι. ἐσπούδαζον οἱ διώκοντες, ἀεὶ δὲ κρείττων πάσης","t":"And this is what David the hymn-writer later said: “Your hand destroyed the nations, and you planted them. For not by their own sword did they inherit the land, and their own arm did not save them, but your right hand and your arm and the light of your face, because you delighted in them.” He describes the security in all things of those who please God, how each thing useful to them is accomplished, since they enjoy God's just providence, the care from above, and are fearless on every side through their hope in the one who saves. For these are the ones who say: “We will not fear when the earth is shaken and mountains are moved into the heart of the seas,” even if all creation is shaken and troubled, and disturbed, surrounded by a succession of evils; they do not fear or tremble, like those who are terrified by every noise in expectation of something dreadful and shape the sounds that strike them to fit the suspicion they have. For nothing is weaker than a conscience stung by the memory of an evil deed: it thinks everything hostile and warlike and ready for vengeance, because within it always expects punishment for the evils it has done; even if no one can convict it, it is disturbed by the conviction within and thinks everyone knows its secrets. But a conscience pure of wickedness is not so: it has great confidence, seeing no reasonable cause for condemnation anywhere, and is confident that it will always be invincible to all, having blamelessness as provision for its boldness, saying at one time, “If a camp is set in array against me, my heart will not fear,” and at another, “I will not be afraid of ten thousands of the people who set themselves against me all around.” And that the one who hopes in God is such in words and deeds is plain from David himself, who said these things. With this confidence, bare of weapons of war against a man fenced with armor, a youth against a giant, he went boldly against the famous Goliath, taking only a staff and stones as against dogs, and threw him down like a dog with a single cast of a stone, not by bodily strength but by the power of the unseen weapon which he said he had, the revered name of God. For he went out confident in this defense, making his intention plain in words. For he says: “You come to me with sword and spear and shield, but I come to you in the name of the Lord God of hosts, of the battle line of Israel,” arrayed with this one weapon against so much armor. With this he aimed the cast of the stone at the challenger as at a target, broke the bronze helmet, struck the shameless forehead, and threw the boaster to the ground, laying low the one lifted up in mind. … the pursuers were eager, but always stronger than every …","f":"Nilus, <i>Perist.</i> 12.8 (PG 79:953; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-8)."},"nilus-peristeria/12.9":{"o":"Καὶ ἐπεὶ ταῦτα παιδικῆς ἔργα χειρὸς τοιαῦτα ἰσχυσάσης οἷα μόλις ἂν ἴσχυσεν ἐκ πετροβόλου μηχανῆς διεκπετάσας χερμάδιος λίθος, καὶ κριὸς πολλῷ ῥοιζήματι προσπεσών, καὶ διωκόμενος δὲ παρὰ τῶν ἐχθρῶν, οἷος ἦν τῇ πίστει, τοιοῦτος ἠλέγχθη τῇ πείρᾳ οὐδὲν οὐδέποτε παθὼν, ὧν διαθεῖναι ἐπιβουλῆς γενόμενος, καὶ ἐξ ἀμηχάνων ἀμερίμνως κινδυνεύων σωθείς· οὕτω διωκόμενον αὐτόν ποτε παρὰ τοῦ Σαούλ ἐσκέπασε πέτρα ἑκάτερον σκιάσασα ἑκατέρᾳ πλευρᾷ, καὶ μερίσασα τὸν ζητοῦντα καὶ τὸν ζητούμενον, ὅπως τηρηθῇ ἀβλαβὴς ὁ ἐκ τοῦ πλήθους ἀδικηθῆναι δυνάμενος. Οὕτως ἐν δρυμῷ καταληφθεὶς ὑπὸ τοῦ πολεμίου υἱοῦ ᾿Αβεσαλώμ, ἐπεὶ μὴ εἶχε στρατὸν ἀναλογοῦντα τῇ ἐπιτιθεμένῃ δυνάμει (ὀλιγοστὸς γὰρ πάντη πρὸς μάχην ἠναγκάζετο συμμίξαι τῷ ἔθνει) αὐτοῖς τοῖς ξύλοις τοῦ ἄλσους κατὰ τῶν παρανόμως ἐπιστρατευσάντων συμμάχοις ἐχρήσατο· ἕκαστον φυτὸν ὁπλισάμενος πρὸς ἄμυναν τῶν ἐπελθόντων τῆς ἀγωνιζομένης δυνάμεως, καὶ τοῦτο δι' αὐτῶν ἐργασάμενος, ὅπερ ἂν εἰργάσατο πλῆθος ἐμπείρου πολεμίου χειρός· ἐπλεόνασε γὰρ, φησὶ, καταφαγεῖν ὁ δρυμὸς, ὑπὲρ οὓς κατέφαγεν ἡ μάχαιρα. Μία μὲν γὰρ μετὰ τὴν τροπὴν τοῦ πολέμου φεύγοντα δρῦς ἀνήρπασε τὸν πατραλοίαν δραξαμένη τῆς κόμης, καὶ τῆς φερούσης αὐτὸν καθελοῦσα ἡμιόνου, καθάπερ στρατηγὸς νίκης σύμβολον κατείχεν αἰχμάλωτον μείρακα ἐπὶ περιόπτου θριαμβεύουσα τῆς ἀλόγου τόλμης τὸ ἀλάστορα· ἄλλαι δ᾽ ἀλλαχόθεν, καὶ πανταχόθεν ἅπασαι ὑπένυττον τοὺς πολεμίους ξίφεσιν, ὥσπερ κατ' αὐτῶν κεχρημέναι τοῖς ὄρπηξιν. Οὕτως περιεχόμενος ἄλλοτε πλήθει πάντοθεν πολεμίων ἀμερίμνως ἐκάθευδε, σημεῖον τοῦ μὴ φροντίζειν τῶν κυκλωσάντων, τὸ ἀδεὲς τοῦ ὕπνου τοῖς μαθεῖν τὸ πεποιθὸς τῆς ἐλπίδος βουλομένοις ἐπιδεικνύμενος, καὶ τεκμήριον ἀναμφίλεκτον. Ένθεν ποτὲ μὲν ἔλεγε σεμνυνόμενος·· Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου, τῷ ἀντιλήπτορι πιστεύσας ἐν τῷ καθεύδειν τὸ σῶμα, καὶ τὸ δυνατὸν τῆς ἀντιλήψεως εὐθὺς τῷ ἔργῳ μαθὼν, διαναστὰς γὰρ εὖρε φρουρηθέντα παρὰ τοῦ φύλακος ἑαυτὸν ὡς παρὰ Θεοῦ ἀσφαλῶς. Ποτέ δε φησι· « Πάντα ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτούς. » Τούτῳ πάλιν κατὰ τῶν ἐπιθεμένων τῷ ὅπλῳ χρησάμενος, ὡς κατὰ τοῦ Γολιὰθ πάλαι ἐχρήσατο. Ἐνεργὸν τῆς δυνάμεως τὴν πεῖραν δεξάμενος, εὐκόπως ἅμα σφενδονήσας τὸν λίθον, καὶ ἰσχυρᾷ πληγῇ καταλαβὼν τὸν ἀντίπαλον. Τοῦτον ζηλώσαντες οἱ μετ' αὐτὸν καλῶς ἔλεγον πρὸς τὸν Θεόν·· Ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν·, γέλωτα, καὶ χλεύην αὐτοῖς τιθέμενοι (παρούσης τῆς αὐτοῦ βοηθείας, καὶ διαπτύειν παρασκευαζούσης· ὡς δὲ εἰς χεῖρας ἐλθεῖν δι᾽ εὐτέλειαν ὄντας ἀξίους, αὖθις δὲ δείκνυσι λέγων· Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ. Ὅτι κίνδυνοι θανατικοὶ τότε βαπτίζουσιν, ὅτε μακράν ἐσμεν ἀνάξιοι βοηθείας ὄντως Θεοῦ, ἐγγὺς δὲ καὶ πλησίον πίστει καὶ ἔργοις τυγχάνοντες αὐτοῦ πάσης ἐπιβουλῆς, καὶ βλάβης ἐσμὲν ἀνώτεροι, τῆς ὑψηλῆς χειρὸς πρὸς ὕψος αἰρούσης ἡμᾶς τῶν κάτω κινδύνων δυναστευόντων, καὶ οὐ φθανόντων ἅψασθαι τῶν τὰς τοιαύτας βλάβας ὑπεραναβεβηκότων τῷ βίῳ. Τοῦτο ὁ Θεὸς τοῖς τῇ τοιαύτῃ καταστάσει πλησιάσασιν ἔλεγεν· Ἐὰν διαβαίνῃς δι᾽ ὕδατος, ποταμοὶ οὐ συγκλείσουσί σε, καὶ ἐὰν διαβαίνῃς διὰ πυρὸς, φλὸξ οὐ κατακαύσει σε, ὅτι μετὰ σοῦ ἐγὼ Κύριος ὁ Θεός. » Διὰ τὸ μηδὲν ὑπὸ τῶν ταχέως φθειρόντων τὸ ζῶον ἀδικεῖσθαι στοιχείων, τοῦ μὲν διὰ τῆς ἀναπνοῆς φλέγοντος τὰ σπλάγχνα, τοῦ δὲ δι' αὐτῆς ἑλκομένου καὶ ταύτης ἀποσβεννύντος τὸ πνεῦμα, δείξας τὸ κράτος τῆς ἰδίας δυνάμεως, ὡς καὶ φύσεως κινούσης ὅρους, καὶ τὰ ὀλέθρια ποιούσης σωτήρια, ὅταν τινὲς εὐεργεσίας ἄξιοι διὰ τούτων ὁδεύωσιν.","t":"And since these were the works of a boy's hand that had such strength as a stone hurled from a siege engine or a ram falling with a great rush could scarcely have had, and since, when he was pursued by his enemies too, he was proved by experience to be such as he was in faith, never suffering any of the things … plotted against him, and saved without care from hopeless dangers: so once, when he was pursued by Saul, a rock covered him, shading each of them on either side and dividing the seeker from the sought, so that the one who could have been harmed by the multitude might be kept unharmed. So, when he was caught in a forest by his hostile son Absalom, since he did not have an army proportioned to the attacking force (for he was forced to engage the nation in battle with altogether very few), he used the very trees of the wood as allies against those who lawlessly marched against him, arming each tree to defend him against those who attacked the force that fought for him, and accomplishing through them what a multitude of experienced warlike hands would have accomplished. “For the forest,” it says, “devoured more than the sword devoured.” One oak snatched up the father-beater as he fled after the rout, grasping him by the hair and taking him off the mule that carried him, and like a general held the young man captive as a token of victory, displaying in a conspicuous place the wretch of irrational daring; while the others, from different sides and from every side, pierced the enemies with their branches as with swords, as if using them against them. So at another time, surrounded on every side by a multitude of enemies, he slept without care, showing to those who wished to learn the confidence of his hope the fearlessness of his sleep as a sign that he took no thought of those surrounding him, and as an undeniable proof. Hence he said at one time with pride: “I lay down and slept; I awoke, for the Lord will help me,” having trusted his helper while his body slept, and learning at once in fact the power of his help; for when he rose up he found himself kept safely by the guardian, as by God. And at another time he says: “All nations surrounded me, and in the name of the Lord I drove them back,” using this weapon again against his attackers, as he had used it long before against Goliath, having received an effective experience of its power when he slung the stone with ease and overtook his adversary with a mighty blow. Emulating him, those after him rightly said to God: “In your name we will bring to nothing those who rise up against us,” making them an object of laughter and mockery (since his help was present and made them spit on the enemy, as men … not worthy, through their worthlessness, of coming to blows with); and again he shows it, saying: “Even if I walk in the midst of the shadow of death, I will fear no evils, for you are with me.” For deadly dangers overwhelm us when we are far off and truly unworthy of God's help; but when we are near him by faith and works, we are above every plot and harm, since the high hand lifts us on high, while the dangers below hold sway and cannot reach those who by their life have risen above such harms. This is what God said to those who had drawn near to such a state: “If you pass through water, the rivers shall not overwhelm you; and if you pass through fire, the flame shall not burn you; for I the Lord your God am with you.” Because they suffer no harm from the elements that quickly destroy a living creature (fire burning the vitals through the breath, and water, drawn in through the breath itself, quenching the breath), he showed the might of his own power, which moves even the boundaries of nature and makes deadly things saving, whenever people worthy of kindness pass through them.","f":"Nilus, <i>Perist.</i> 12.9 (PG 79:955; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/12-9)."},"nilus-peristeria/2.1":{"o":"Καλὴ μὲν οὖν ἐγκράτεια, ἀρχὴ, καὶ θεμέλιος οὖσα τῶν ἄλλων πασῶν ἀρετῶν. Δαμάζει γὰρ καθάπερ πῶλον σφριγῶντα τὸ σῶμα, καὶ κατὰ μικρὰν ἄγει πραϋνόμενον πρὸς τὸ εὔτακτον, τῇ ἐνδείᾳ τὸ διακεχυμένον συστέλλουσα, καὶ εὐήνια, καὶ ἐπιεικῆ ποιοῦσα τὰ πάθη, ἅπερ ἡ τρυφὴ σκληραυχεῖν, καὶ ἀφηνιάζειν παρασκευάζει, σκιρτῶντα, καὶ φρυαττόμενα, καὶ τῷ ἡνιοχοῦντι λογισμῷ παρέχοντα πράγματα χαλεπά, ἀντισπᾶν, καὶ ἀντιπεριάγειν τὸ ἐξοιστρηκὸς τῆς ὁρμῆς αὐτῶν ἐφ᾿ ὅπερ βούλεται μόλις ἰσχύοντι. Τοῦτο γὰρ παιδεύειν ἅπαντας ἀνθρώπους ἔοικεν ὁ Ἐκκλησιαστής, τῷ πρότερον εὐαγώγῳ, καὶ εὐπειθεῖ διὰ τὴν σύμμετρον δίαιταν ἑαυτοῦ διαλεγόμενος σώματι τῷ λέγειν. «Δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ·· καὶ τὴν πεῖραν μαθὼν οὐ καθήκουσαν· δυσχερῶς κρατῶν, ὧν πρὶν εὐκόλως ἐκράτει, τῆς σαρκὸς κινημάτων, φησὶ τῇ πιαινούσῃ τὸ ζῶον εὐφροσύνῃ· Τί τοῦτο ποιεῖς; ἐξέλκεις παρὰ τὸ σύνηθες, ἐφ᾿ ἃ μὴ βούλομαι, τὴν προαίρεσιν, καὶ κατὰ κρημνῶν συναρπάζουσα φέρεις ἀχθομένην, καὶ ὑποτερπομένην πως ἠρέμα τὴν γνώμην βόθροις ἐγκαταστρέφεις, καὶ χάσμασι τὰ μὲν ἀνανεύοντα, τὰ δὲ συντιθέμενον οὐκ ἀνάγκῃ τὸν λογισμὸν βιάζῃ πρὸς τὰ αἴσχιστα, οὐκ ἄκοντα τυραννεῖς οὐκ ἀηδῶς τυραννούμενον.","t":"Self-control, then, is a fine thing, being the beginning and foundation of all the other virtues. For it tames the body like a lusty colt and leads it, gentled little by little, to good order, restraining its looseness by want and making the passions obedient to the rein and mild, the passions that luxury makes stiff-necked and unruly, leaping and snorting and giving hard trouble to the thought that drives them, which can scarcely pull back and turn the frenzy of their impulse toward where it wishes. This is what Ecclesiastes seems to teach all people when he speaks to his own body, which earlier had been manageable and obedient because of its moderate diet, saying: “Come now, I will test you with mirth.” And having learned that the test was not fitting, since he now mastered with difficulty the movements of the flesh that he had formerly mastered easily, he says to the mirth that fattens the creature: “What are you doing? Against its custom you drag my will toward what I do not want; you snatch it up and carry it over precipices, vexed and yet somehow quietly delighted; you overturn my judgment into pits and chasms, part of it resisting, part of it consenting; you force my reasoning toward the most shameful things, not by compulsion; you tyrannize it not against its will, for it is not unwillingly tyrannized.”","f":"Nilus, <i>Perist.</i> 2.1 (PG 79:817; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/2-1)."},"nilus-peristeria/2.2":{"o":"Τοιοῦτοι γὰρ οἱ πρὸς τὰ ἤδοντα μαχόμενοι, καὶ πρὸς τὰ τέρποντα, ὡς μὴ ἁλῶναι, πυκτεύοντες· ἐν ᾧ ἀνθίστανται, κάμπτονται, καὶ ἐν ᾧ ἀντιλέγειν δοκοῦσι, συντίθενται. Ἔνθεν ἀντιτείνουσιν, ἐκεῖθεν ἀνθέλκονται, καὶ πρὸς ὁ μὴ θέλουσι, τρέχουσι, καὶ πρὸς ἅπερ ἀπεχθῶς ἔχουσιν, ἐπείγονται ἐλαυνόμενοι. Πῇ μὲν διώκονται συνεχόμενοι, πῇ δὲ αὐτομολοῦσι δυσχεραίνοντες. Ὅτε μὲν ὠθοῦνται, ὅτε δὲ προεκτρέχουσι, ὡς οὐ προαιροῦνται, συναινοῦσι, καὶ ἡττῶνται τῇ γνώμῃ, καὶ τὴν ἧτταν αἱρούμενοι, ὡς οὐκ ἴσασιν ἀσμενίζοντες. Καὶ τοῦτό ἐστιν ὅπερ ὁ Παῦλος τάχα φησί· « Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. » Καὶ πάλιν· « Ὃ οὐ θέλω τοῦτο ποιῶ, καὶ ὅ μισῶ τοῦτο πράσσω.» Οὐ νόμον εἰσηγούμενος ἔμφυτον ἁμαρτίας, οὐδὲ δυναστείαν αὐτοκρατορικὴν δογματίζων τοῦ φρονήματος τῆς σαρκός· οὕτω γὰρ πάντας ἀνθρώπους ἔδει δούλους εἶναι τῆς ἁμαρτίας, οὐδαμῶς ἐκδῦναι τὸν ταύτης ζυγὸν δυναμένους. Νῦν δὲ τοὺς βουλομένους ἴσμεν οὐ μόνον ἐλευθεριάζοντας τῷ φρονήματι, ἀλλὰ καὶ δουλαγωγοῦντας τὸ σῶμα, καὶ κυριεύοντας τῶν παθῶν, καὶ δεικνύντας τῷ ἔργῳ τὸ πρὸς ἐλευθερίαν, καὶ δουλείαν τοῦ θελήματος αὐτεξούσιον.","t":"Such are those who fight against what is pleasant and box against what delights them so as not to be caught: in the very act of resisting they bend, and in seeming to refuse they agree. On one side they pull against it, on the other they are dragged back; they run toward what they do not want and are driven hurrying toward what they hate. At one moment they are pursued and held fast, at another, though vexed, they desert of their own accord. Now they are pushed, now they run on ahead; as though not choosing it, they consent, and are defeated in their judgment, and, choosing defeat, they welcome it as if they did not know it. And this is perhaps what Paul says: “I delight in the law of God according to the inner man, but I see another law in my members warring against the law of my mind and taking me captive to the law of sin that is in my members.” And again: “What I do not want, that I do; and what I hate, that I practice.” He is not introducing an innate law of sin, nor teaching that the mind of the flesh has absolute sovereignty; for then all human beings would have to be slaves of sin, wholly unable to throw off its yoke. But as it is, we know that those who are willing are not only free in mind but also bring the body into subjection, master the passions, and show by deed that the will has power of its own over freedom and slavery.","f":"Nilus, <i>Perist.</i> 2.2 (PG 79:817; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/2-2)."},"nilus-peristeria/2.3":{"o":"Ἕως μὲν γὰρ ἡ τροφὴ πιαίνει τὸ σῶμα, τυραννεί κατεξανιστάμενον τὸ φρόνημα τῆς σαρκὸς νομοθετοῦν τοῖς ὑπηκόοις βούλεται· ἐπὰν δὲ ταπεινωθῇ ὑπωπιασμοῖς, καὶ σκληραγωγίᾳ τοῦ σώματος ὑποκύπτει δουλικῶς, καὶ τοῖς κρείττοσιν ὑπείκειν πείθεται νόμοις. Οὐκέτι τὸν λογισμὸν ἄγον πρὸς ὅλεθρον ἀπάγει, πρὸς αὐτοῦ δὲ μᾶλλον ἀγόμενον πρὸς εὐπείθειαν σωτήριον. Καὶ μάρτυς τούτων ἕκαστος αὐτὸς ἑαυτῷ, εἰδὼς, τίνα μὲν ἐννοεῖν ἀναγκάζει κόρος γαστρὸς, τίνα δὲ συμβουλεύει λογίζεσθαι ἡ ἔνδεια. Ὁ μὲν πρὸς ἀτόπους ἐκβακχεύων ἐπιθυμίας, ἡ δὲ καὶ μετρίως κινουμένας αὐτὰς καταστέλλουσα, καὶ βρυχομένας εἴποτε θηριωδῶς, τιθασσεύουσα πρὸς τὸ ἥμερον, καὶ τὸ παρὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰὼβ εἰρημένον λέγων λαμπρᾷ, καὶ διαπρυσίῳ τῇ φωνῇ· ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίει· ἐκ θηριώδους ὠμότητος πρὸς κτηνώδη καὶ ὑποτεταγμένην κατάστασιν μεταβεβλῆσθαι τὰ πάθη σημαίνουσα, καὶ τέως ἡμεροῦσθαι, κἂν ἐμπνέειν ἔτι δοκῇ· παρά τισι γὰρ καὶ τέθνηκε παντελῶς τῇ ἐγκρατείᾳ νενεκρωμένα.","t":"For as long as food fattens the body, the mind of the flesh rises up and plays the tyrant, wishing to legislate for its subjects; but when it has been humbled by blows and by hard discipline of the body, it bows down like a slave and is persuaded to yield to better laws. No longer does it lead reasoning off to destruction; rather it is itself led by reasoning to saving obedience. Each person is his own witness of this, knowing what thoughts a full belly forces on him and what want advises him to consider. The one raves after absurd desires; the other calms them even when they are only moderately stirred, and when they sometimes roar like beasts it tames them to gentleness, proclaiming in a clear, ringing voice what God said to Job: “Behold, beasts beside you eat grass like oxen”; meaning that the passions have been changed from bestial savagery to a cattle-like and subject condition, and are tamed for the time being, even if they still seem to breathe. For in some they are wholly dead, put to death by self-control.","f":"Nilus, <i>Perist.</i> 2.3 (PG 79:819; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/2-3)."},"nilus-peristeria/2.4":{"o":"Οὕτως ἡ Ἰαὴλ τὸν Σισάρα διὰ τῆς σιαγόνος ἀνεἶλε, νεκρώσασα τὸ πολέμιον φρόνημα, οὐκέτι τῆς σιαγόνος φιλοτίμως τῷ πάθει χωρηγούσης τὰς ὕλας. Ἐγκρατῶς δὲ, καὶ αὐτῷ μόνον χρειωδῶν παρεχούσης πρὸς τὴν ἀνάγκην τοῦ ζῆν, ὡς καὶ παρεῖναι δοκεῖν τῇ δυνάμει, καὶ μὴ παρεῖναι τῇ ἐνεργείᾳ. Οὔτως ὁ Σαμψὼν ἐν σιαγόνι ὄνου τοὺς ἀλλοφύλους ἐπάταξεν· οὐκ ἄλλως τοῦτο πρᾶξαι τάχα δεδυνημένος, εἰ μὴ τῆς ὑπηρετούσης λαιμῷ καὶ κοιλίᾳ ἐκράτησε σιαγόνος, τῷ πρακτικῷ τῆς χειρὸς περιδραξάμενος αὐτῆς, καὶ ὥσπερ παλάμῃ συστείλας αὐτὴν περιγεγραμμένην τῇ κρίσει, πρὸς τὸ μὴ διακεῖσθαι ἐπὶ τὸ ἀβρὸν τῶν ἐπιθυμιῶν, καὶ ἀκόρεστον. Διάκονον γὰρ, καὶ ὑπουργὸν σιαγόνα γαστρὸς ἡ φύσις ἐποίησε, δηκτῆρσι μὲν οἷα μακέλλαις ὁδοῦσι προδιαιροῦσαν τὰ ἐδώδιμα, μύλαις δὲ καθάπερ ὄντως μύλαις λεαίνουσαν, καὶ παραπέμπουσαν ὥσπερ δι' ὀχετηγοῦ χαραδρώδους τοῦ λαιμοῦ ἀπληρώτῳ θαλάσσῃ τῇ κοιλίᾳ ἑτοίμην τροφὴν, τὸ παρὰ τοῦ Σολομῶντος λεχθὲν κηρύττουσαν ἐν ᾧ φησι· « Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιπλαμένη.» Ταυτὸν γάρ ἐστι κοιλία, καὶ θάλασσα· κεχήνασι γὰρ πρὸς τὰ ῥεύματα τῶν ἐπιχεομένων ἀκορέστως ἀμφότεραι, ἡ μὲν τῇ πέψει, ἡ δὲ τῇ ἄλμῃ δαπανῶσαι τὰ ἐπεισερχόμενα, καὶ αὖθις ὀρεγόμεναι ἄλλης τροφῆς, καὶ τὸ κεχῃνὸς οὐδέποτε μύουσαι, οὔτε τὸ διψαλέον τῷ συνεχεῖ, καὶ ἀδιαστάτῳ τοῦ ῥείθρου παραμυθούμεναι.","t":"So Jael killed Sisera through the jaw, putting the hostile mind to death, since the jaw no longer lavishly supplied fuel to passion but, with self-control, furnished it only what is needed for the necessity of living, so that it seems present in capacity but not present in activity. So Samson struck the foreigners with the jawbone of an ass. Perhaps he could not have done this otherwise, had he not mastered the jaw that serves the gullet and the belly, grasping it with the practical power of his hand and, as it were, drawing it together in his palm, bounded by judgment, so that it should not be inclined toward the luxury and insatiability of the desires. For nature made the jaw a servant and helper of the belly: with the biting teeth, like mattocks, it first divides the food; with the molars, like real mills, it grinds it smooth; and it passes the food on, ready, through the gullet as through a torrent-bed channel into the belly, an insatiable sea, proclaiming what Solomon said: “All the torrents go to the sea, and the sea will not be filled.” For belly and sea are the same: both gape insatiably for the streams poured into them, the one consuming what comes in by digestion, the other by brine; both crave more nourishment again, never close their gaping mouths, and are never relieved of their thirst by the continuous, unbroken flow of the stream.","f":"Nilus, <i>Perist.</i> 2.4 (PG 79:819; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/2-4)."},"nilus-peristeria/2.5":{"o":"Διὰ τοῦτο καλὸν ἡ ἐγκράτεια, ὅτι τὸ φλεγμαίνον τῶν παθῶν καὶ ἐξοιδηκὸς ὑπερβάλλουσιν ὄγκοις καταστέλλει, καὶ ταπεινοῖ πρὸς τὸ ἐπιεικέστερον, καὶ τὸ παφλάζον αὐτῶν στορέννυσι, καὶ γαληνιάζειν ποιεῖ τὴν ἐκ τῶν ῥαγδαίων τῆς πολυτελοῦς διαίτης πνευμάτων ζάλην, τῇ νηνεμίᾳ τῆς ἐνδείας χαλινῶσα πρὸς τὸ εὔδιον, καὶ τὸ κυμαινόμενον πραΰνουσα. Καὶ ἐν ἀπορίᾳ μὲν τῶν πρὸς ἀπόλαυσιν ἐπιτηδείων ἠρέμα πως ἀνεκτὸν τὸ κρατῆσαι γαστρός. Οὐκ ἐρεθίζει γὰρ τὸ μὴ παρὸν οὕτως ὡς τὸ παρὸν, καὶ τῇ ὄψει κινοῦν τὴν ὄρεξιν πρὸς τὴν ἔφεσιν· ἐν ἀφθονίᾳ δὲ πάντοθεν περιβριθομένων ἁπάντων, καὶ περικεχυμένων τῶν πρὸς τρυφὴν δαψιλῶς, ἐγκράτεια φιλοσοφίας ἔχει μεγίστης ἐγκώμιον, εἰ μή που παρασίτοις ἐν ἀφθονίᾳ φειδωλίας ὑπονοίᾳ τὸ ἐπαινετὸν τοῦ ἔργου μολύνεσθαι παρασκευάζοι καταγνώσει μικρολόγου διαθέσεως. Ὅμοιον γάρ ἐστι ἐμπελαγίζουσαν θάλασσαν, καὶ κυκωμένην βυθοστροφίαν διὰ ξηρᾶς παρελθεῖν ἀβρόχῳ ποδὶ, καὶ εὐθυνούμενον βίον διεξανύσαι κεκριμένον ἐνδεεστέρᾳ διαίτῃ, οὐδαμόθεν τῆς ἐπιθυμίας ἐπικλυζόμενον ἔνθεν, καὶ ἔνθεν περιῤῥεούσαις τῶν ἡδέων παρασκευαῖς. Τοιγαροῦν ὁ σοφὸς Σολομὼν τῆς ἐγκρατοῦς ἐπαινῶν τὸ δόγμᾳ ψυχῆς φησιν·· Ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος·· σιαγὼν γὰρ τροφῆς ὄργανον οὖσα, ὡραιοῦται τῇ ἐγκρατείᾳ, αἰσχρὰν τὴν ἀδηφάγον καὶ ὀψοποιὸν, χαίρουσαν καρυκείαις ἐλέγχουσα.","t":"That is why self-control is a fine thing: it brings down the inflammation and swelling of the passions with their excessive bulk and humbles them to greater mildness; it smooths their seething and stills the storm raised by the violent winds of a costly diet, bridling it to fair weather by the calm of want and soothing the surge. When the means of enjoyment are lacking, mastering the belly is somehow quietly bearable, for what is absent does not excite as much as what is present, which stirs appetite to longing through the sight. But when everything abounds on every side and the means of luxury are poured round in plenty, self-control earns the praise of the highest philosophy, unless perhaps, amid abundance, among parasites, a suspicion of stinginess stains the praiseworthiness of the deed with the charge of a mean disposition. For to complete a well-ordered life marked by a sparer diet, nowhere flooded by desire, though the provisions of pleasant things flow round on this side and that, is like crossing the open, churning sea with its whirling depths over dry ground with an unwetted foot. Therefore wise Solomon, praising the principle of the self-controlled soul, says: “Your jaws are beautiful as a turtledove's.” For the jaw, being the instrument of food, is made beautiful by self-control, exposing as shameful the jaw that is gluttonous and fond of fine cooking and delights in sauces.","f":"Nilus, <i>Perist.</i> 2.5 (PG 79:821; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/2-5)."},"nilus-peristeria/3.1":{"o":"Τότε δὲ καὶ ὡς τρυγὼν ὡραιοῦται, ὁπηνίκα τὴν ἀρετὴν περιστέλλει καὶ κρύπτει σπουδαίως, τὸν παρὰ τῶν ὀρώντων ἐκκλίνειν φιλοτιμουμένην, ὡς οἷόν τε, ἔπαινον, καθάπερ τρυγὼν τῇ ἐρημίᾳ παραπετάσματι κεχρημένην τοῦ γινομένου, καὶ τῇ προθέσει λανθάνουσα, κἂν πάντες μεγάλῃ τῇ φωνῇ βοῶσι τὸ ἔργον. Τότε γάρ ἐστι κενοδοξία τὸ πραττόμενον, ὅτε πρὸς ἐπίδειξιν ἡ γνώμη ὁρᾷ· ἕως δὲ μὴ πρὸς θήραν βλέπῃ αὕτη δόξης ἀνθρωπίνης, κᾶν φωτὸς ἡ ἀρετὴ λάμπῃ φανώτερον (δεῖ γὰρ φῶς οὗσαν αὐτὴν, τὰς οἰκείας ἀστράπτειν αὐγὰς) ἡ προαίρεσις τὸ ἀνεπίφαντον ἔχει, καὶ ἄκομψον, μόνη μόνῳ· τὸ ἀρέσκον ποιοῦσα Θεῷ, καὶ τῶν ὁρώντων, οὔτε εἰ ὁρῷεν, οὔτε εἰ εὐφημοῖεν, λόγον ποιουμένη τινὰ, μάταιον, καὶ εἰκαῖον λογιζομένη πᾶν τὸ μὴ πρὸς ἀμοιβὴν αἰώνιον συντελοῦν, κἂν οἱ κρότοι τῶν εὐφημούντων ὑπερηχῶσι τὸν ἀέρα νεφῶν αὐτῶν καὶ αἰθέρος ἁπτόμενοι· πάλιν γὰρ οὗτοι πίπτουσι κάτω τερετίσματα φωνῶν ὄντες, καὶ τῷ ψόφῳ συντελευτῶντες τῆς ἀρτηρίας, οὐδεμίαν δὲ ὄνησιν ἔμμισθον ποιοῦντες ψυχῇ, ἀλλὰ καὶ ἀδικοῦντες τὰ μέγιστα· φυσῶσι γὰρ πρὸς ἀπόνοιαν, καὶ τῇ τῶν ἐπαίνων ἡδονῇ κενοῦσι τοῦ ἔργου τὸ ἔμμισθον. Τοῦτο διδάσκων ὁ προφήτης ἔλεγεν· « Οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσι.» Οἴησιν δηλονότι ἐμποιοῦντες τὴν ἐμποδίζουσαν τὰς εἰς τὰ καλὰ προκοπάς. Ὁ δὲ Κύριος ἐν τοῖς παραινετικοῖς αὐτοῦ λόγοις, ποτὲ μέν φησι· «Μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιά σου. » Ποτέ δὲ· « Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων·· καὶ τὸ καλὸν ἐπιτάττων ποιεῖν, καὶ τὸ ἀποδεικτικὸν ἀποτρέπων. Εἰ γὰρ οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, καὶ αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, τί οὖν τις ἔστηκε δαδουχῶν δημοσίᾳ τοὺς τοῦ καλοῦ πόνους, τὸ μετ᾿ ὀλίγον καθ' ἑαυτὸ λάμψαι δυνάμενον, προπυρσεύων πρὸς ἐπίδειξιν, καὶ φιλόδοξον ἀκαίρως πληροφορῶν ἡδονήν;","t":"And it is made beautiful “as a turtledove's” at the time when it carefully wraps and hides virtue, striving as far as possible to avoid praise from onlookers, like the turtledove using solitude as a screen for what it does, and escaping notice in its intention even if everyone cries out the deed with a loud voice. For what is done is vainglory when the intention looks toward display. But as long as the intention does not look to the hunt for human glory, then even if virtue shines more brightly than light (for being light it must flash forth its own rays), the will keeps itself unpublicized and unadorned, alone with the One alone, doing what pleases God, and taking no account of onlookers, whether they see or whether they praise, reckoning vain and pointless everything that does not contribute to eternal reward, even if the applause of those who praise rings through the air and touches the clouds and the ether itself. For applause falls down again, being mere trilling of voices, and dies with the noise of the windpipe; it does the soul no profitable good, but rather the greatest harm, for it puffs it up to folly and by the pleasure of praise empties the deed of its reward. Teaching this the prophet said: “Those who call you blessed lead you astray and confuse the path of your feet,” that is, by producing conceit, which hinders progress in good things. And the Lord in his words of exhortation says at one time: “Let not your left hand know what your right hand is doing,” and at another: “Let your light shine before men,” both commanding us to do good and turning us from making a show of it. For if a city set on a hill cannot be hidden, and the ways of the righteous shine like light, why does anyone stand carrying a torch in public before his labors for the good, lighting a beacon for display ahead of what could soon shine of itself, and satisfying out of season a pleasure that loves glory?","f":"Nilus, <i>Perist.</i> 3.1 (PG 79:821; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/3-1)."},"nilus-peristeria/3.2":{"o":"Δέον, εἴπερ ἱμείρεται δόξης, ὅπερ οὐκ εὔλογον, αὐτὴν ἐκδέξασθαι τὴν ἑπομένην τῷ ἔργῳ, καὶ μὴ προφθάσαι τῷ δοκεῖν αὐτὴν, ἐπισαλπίζοντα τῷ γινομένῳ, καὶ τὴν δῆθεν ὀφειλομένην ἀπαιτοῦντι τιμήν. Ὁ γὰρ εἰπών· « Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, » τὸ ἔργον βοᾶν, οὐ τοὺς ἐργαζομένους κηρύττειν ἐκέλευσεν· ἵνα καὶ ἡ ἀρετὴ τὸ ἐπίδοξον, καὶ ἡ πρόθεσις ἔχῃ τὸ ἄμεμπτον, οὐ δόξης ἕνεκεν ἀνθρώπων, ἀμοιβῆς δὲ τῆς παρὰ τοῦ Θεοῦ ἑλομένη τὸ ἀγαθόν· εἴ γε μὴ πρὸς τελειότητος ὄρον καὶ τοῦτ᾽ ἐνδεές· ἐπεὶ μὴ ἄλλου χάριν, ἀλλ᾽ αὐτοῦ τοῦ καλοῦ, αἱρεῖσθαι τὸ καλὸν ὅσιον. Υἱῶν γὰρ αὕτη, μισθωτῶν δὲ ἐκείνη κατάστασις, ἀνωτέρα μὲν τῆς δούλων, πάντα γὰρ οὗτοι πράττουσι φόβῳ κολάσεως, κατωτέρα δὲ τῆς υἱῶν, τῷ μὴ πόθῳ τὸ καλὸν, ἀμοιβῆς δὲ ἐργάζεσθαι προσδοκίᾳ. Ὁ γὰρ ἐπιθυμίᾳ πρὸς τοῦτο κεχειρωμένος, ἀπόλαυσιν ἡγεῖται τοῦ ποθουμένου τὸ ἔργον, ἐν αὐτῷ τῷ πονεῖν τὴν ἡδονὴν καρπούμενος, καὶ αὐτὸν κρίνων μισθὸν, καὶ γέρας ἐξαίρετον τὸν ὑπὲρ τοῦ ἐρωμένου κάματον. Ἐπειδὴ πᾶν τῷ πόθῳ γινόμενον κοῦφον καὶ εὐμαρὲς, κἂν ᾗ λίαν ἐπίμοχθον, τῆς πρὸς αὐτὸ διαθέσεως τοῦ ἐργαζομένου κλεπτούσης τὸν πόνον, καὶ ἐξομαλιζούσης τὸ τραχὺ πρὸς ἐνέργειαν εὔκολον. Νικᾷ γὰρ ἀεὶ τοῦ καμάτου τὸ ἐπαχθὲς ἡ προθυμία, κρείττων τῆς ἐν τῷ ἔργῳ δυσχερείας γινομένη, καὶ τὴν αἴσθησιν ἀμαυροῦσα τοῦ πόνου τῇ παρομαρτούσῃ ἡδονῇ, ὡς τέρψιν εἶναι μᾶλλον, ἢ πόνον, τὸν πόνον, καὶ θυμηδίαν τὴν νομιζομένην δυσχέρειαν.","t":"If one longs for glory, which is not reasonable, one ought to wait for the glory that follows the deed and not anticipate it with mere appearance, sounding a trumpet over what is done and demanding the honor supposedly owed. For he who said, “Let your light shine before men,” commanded the deed to cry out, not the doers to proclaim it, so that virtue might have its glory and the intention be blameless, choosing the good not for the sake of human glory but for the reward from God; unless even this falls short of the standard of perfection, since it is holy to choose the good not for the sake of something else but for the sake of the good itself. That is the condition of sons; the other is the condition of hirelings, higher than that of slaves (for these do everything from fear of punishment), but lower than that of sons, since hirelings work for the good not from longing but in expectation of reward. For he who has been conquered by desire for the good considers the work the enjoyment of what he longs for, reaping pleasure in the very labor and judging the toil for the beloved to be itself his wage and special prize. For everything done out of longing is light and easy, even if it is very laborious, since the doer's disposition toward it steals the toil away and levels the roughness into easy activity. Eagerness always overcomes the burden of fatigue; it becomes stronger than the difficulty of the work and dims the sense of toil by the pleasure that accompanies it, so that the toil is delight rather than toil, and the supposed difficulty is joy.","f":"Nilus, <i>Perist.</i> 3.2 (PG 79:823; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/3-2)."},"nilus-peristeria/3.3":{"o":"Ὅτι δὲ τέθνηκε παντελῶς ἐν πολλοῖς, καὶ νενέκρωται τὰ ἐπίβουλα πάθη, δηλοῖ Παῦλος ὁ μέγας πρῶτον ἑαυτὸν εἰσάγων τοιοῦτον, καὶ οὕτω τὸ παρ' αὐτοῦ κατωρθούμενον ἐπιτάττων τοῖς ἄλλοις, δυνατὸν αὐτὸ τῇ πείρᾳ δεικνὺς, ὡς ἤδη γενόμενον. Φησὶ γάρ· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ· » θάνατον αὐτοῦ λέγων τὸ πρὸς τὰ πάθη ἀκίνητον. Τοῦτο δὲ καὶ πᾶσι μεθ᾽ ἑαυτὸν ἐγκελεύεται· « Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, ἀσέλγειαν, πάθος, ἐπιθυμίαν κακήν. » Τῇ μὲν ἐγκρατείᾳ τοὺς πρὸς τὰ τοιαῦτα πόνους ἐκλύουσι τοῦ σώματος, λογισμῷ δὲ τὰς ἀκαίρους ἐπιστομίζουσι τούτου ὀρμάς. Δεῖ γὰρ καὶ κατά τινα τῶν ἔξω σοφῶν, μὴ μόνον τὸν κλοιὸν ποιεῖν στιβαρὸν, ἀλλὰ καὶ τὸν κύνα λεπτὸν, ἵνα μετρίως ἑλκόμενος ἕλκῃ, ἀλλὰ μὴ ἕλκῃ αὐτὸς ἰσχύων ἔνθα καὶ βούλεται.","t":"That in many the treacherous passions are wholly dead and put to death the great Paul shows, first presenting himself as such a man and then enjoining on others what he himself had achieved, showing by experience that it is possible, since it had already been done. For he says: “I have been crucified with Christ, and it is no longer I who live,” calling his immovability toward the passions death. And he commands this to all after him: “Put to death your members that are on earth: sexual immorality, impurity, licentiousness, passion, evil desire.” By self-control they loosen the body's exertions toward such things, and by reasoning they muzzle its untimely impulses. For, as one of the wise men outside says, one must not only make the collar strong but also the dog thin, so that when it is pulled it may pull back moderately, and not, being strong itself, pull wherever it wants.","f":"Nilus, <i>Perist.</i> 3.3 (PG 79:825; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/3-3)."},"nilus-peristeria/4.1":{"o":"᾿Ανάγνωσις δὲ, καὶ προσευχὴ καλὰ τῶν εἰρημένων, οὐχ ἥκιστα, ἀλλὰ καὶ μᾶλλον καλά· μεγάλα γὰρ καὶ σφόδρα πολλὰ πρὸς τὸν σώφρονα συμβάλλοντα βίον. Ἐπειδὴ γὰρ δι' αἰσθήσεων ἔμαθεν ὁ νοῦς τῶν αἰσθητῶν πραγμάτων τοὺς τύπους, σχήματα, καὶ χρώματα, καὶ μεγέθη τῶν ὁρωμένων δι' αὐτῶν δεξάμενος, καὶ τούτων ἐν ταῖς ἡρεμίαις εἴωθεν ἀνακινεῖν τὰς φαντασίας, ὄχλον τῇ μνήμῃ πραγμάτων ἔσθ᾽ ὅτε μὲν ἀνωφελῶν, ἔσθ᾽ ὅτε δὲ καὶ λίαν ἐπιβλαβῶν, ἀνειδωλοποιῶν, καὶ θόρυβον ἄκαιρον ἐγείρων ἐν ἑαυτῷ λογισμῶν, οὐκέτι χώραν ἐχούσης τῆς διανοίας πρὸς ἔννοιάν τινα κινηθῆναι χρηστὴν, στενοχωρουμένης τῷ πλήθει τῶν ἤδη προκατειληφότων αὐτὴν ἐνθυμίων, καὶ ἀποκλεισάντων τοῖς σπουδαίοις, καὶ ὠφελίμοις τὴν εἴσοδον. Διὰ τοῦτο καλὸν προσευχὴ, καὶ ἀνάγνωσις, ὅτι τὴν ματαίαν ἐκείνην παύουσι πλάνην, δεσμοῦσαι τῶν ἐφ᾽ ἃ μὴ δεῖ ῥεμβόμενον λογισμὸν, καὶ κατέχουσαι πρὸς ἑαυτάς χρησίμως οὐδαμοῦ τῆς καλῆς περισπώμενον ἀσχολίας. Τί γὰρ ὄντως ἴσον, ἢ ἐφάμιλλον τῷ λόγοις ἑστιᾶν τὴν διάνοιαν, καὶ θεωρίαις εὐωχεῖν αὐτὴν, τέρψιν ἐχούσαις ἀκήρατον, καὶ ὠφέλειαν εἰς ἀεὶ παραμένουσαν, παλαιῶν μὲν ἱστορίαις ὁδηγουμένην πρὸς ζῆλον τῆς αὐτῶν ἀρετῆς, κἀκεῖθεν ἀναματτομένην τῆς εὐσεβοῦς πολιτείας σωτήριον μόρφωσιν, θεωρίαις δὲ πτερωμένην πρὸς ἔνθεον εὐφροσύνην, καὶ ἐξισταμένην τῶν κάτω προσεδρίᾳ τῶν ἄνω σκοποῦσαν τὰ ἐπουράνια, καὶ μέχρις αὐτῆς φθάνουσαν τῆς μακαρίας φύσεως, καὶ ταύτην καρπουμένην τὴν ἀπόλαυσιν εἰς ὅσον παραμένειν ἰσχύει, καρποῦνται τὰ Σεραφὶμ διόλον κυκλοῦντα τὸν θρόνον.","t":"Reading and prayer are fine things too, not least among those mentioned, but even finer; for they contribute greatly and in very many ways to the sober life. Since the mind has learned the impressions of sensible things through the senses, receiving through them the shapes, colors and sizes of what is seen, it is accustomed to stir up their images in times of quiet, conjuring up in the memory a crowd of things, sometimes useless, sometimes even very harmful, and raising within itself an untimely tumult of thoughts; and then the understanding no longer has room to be moved to any good idea, being cramped by the multitude of notions that have already occupied it and shut the entrance against serious and useful ones. That is why prayer and reading are fine: they stop that vain wandering, binding the thought that roams toward what it should not, and holding it to themselves to good purpose, so that it is never drawn away from its fine occupation. For what is truly equal or comparable to feasting the understanding on words and regaling it with contemplations, which hold a pure delight and a benefit that lasts for ever? By the histories of the ancients it is guided to emulate their virtue and takes from them the saving form of a godly way of life; by contemplations it is given wings toward divine gladness, and standing outside the things below through constant attendance on those above, it gazes on heavenly things, reaches even to the blessed nature itself, and reaps, for as long as it can remain there, the enjoyment that the Seraphim reap as they continually circle the throne.","f":"Nilus, <i>Perist.</i> 4.1 (PG 79:825; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-1)."},"nilus-peristeria/4.10":{"o":"Διὰ γὰρ τοῦτο καὶ τοῖς ἀποστόλοις ἔλεγε· «Προσεύχεσθε, ἵνα μὴ ἐμπέσητε εἰς πειρασμόν·· τὴν πρὸ τοῦ πειρασμοῦ ἑκούσιον προσευχὴν εἰδὼς ἐν τῇ ἀνάγκῃ δυσωπεῖν τὸν βοηθὸν πρὸς τὸ παρασχεῖν ταχεῖαν τῷ ἱκέτῃ τὴν αἴτησιν ἐκ πολλοῦ δεομένῳ, καὶ διὰ τὸ μῆκος τοῦ χρόνου δικαίῳ ὄντι ἐπιτυχεῖν τῆς αἰτήσεως. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, οὔτε Θεὸν φοβούμενον, οὔτε ἄνθρωπον αἰσχυνόμενον, ἡ συνεχής ὄχλησις τῆς χήρας ἐβιάσατο παρασχεῖν τὴν ἐκ τοῦ δικαίου ἁρμόζουσαν ἐκδίκησιν, καὶ τὸν καθεύδοντα φίλον, ἀποκεκλεισμένης ἤδη τῆς θύρας, ἀρνούμενον τῶν ἄρτων τὴν δόσιν, διὰ τὸν συμβαίνειν εἰωθότα τοῖς καθεύδουσιν ὅκνον, καὶ ἡ παραμονή, καὶ ἡ ἀναίδεια παρασχεῖν τὴν χρείαν· πῶς οὐ δυσωπήσει τὸν φιλάνθρωπον Θεὸν ἐπινεῦσαι πρὸς πᾶσαν αἴτησιν εὐμενῶς ἐπίμονος προσευχή; Οὔτε γὰρ τοῦτο σεσιώπηται, ὅτι τῶν ἀνθρώπων πρὸς τὰς εὐεργεσίας ἐστὶν ὁ Θεὸς ἑτοιμότερος. Φησὶ γάρ ποτε μὲν ὁ Κύριος·· Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθὺν ἐὰν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;» Καὶ τὴν κατὰ σύγκρισιν δεικνὺς ὑπεροχὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος ἐπιφέρει, λέγων· « Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς υἱοῖς ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;","t":"That is why he said to the apostles: “Pray that you may not fall into temptation,” knowing that voluntary prayer before temptation moves the Helper in time of need to grant the request quickly to the suppliant who has long been asking and who, because of the length of time, deserves to obtain his request. For if the widow's continual pestering forced the unjust judge, who neither feared God nor respected man, to grant the vindication that justice required; and if persistence and shamelessness forced the sleeping friend, whose door was already shut and who refused to give the loaves because of the sluggishness that usually comes over sleepers, to supply the need, how will persistent prayer not move the God who loves mankind to nod kindly to every request? For this has not been passed over in silence either: that God is readier than human beings to do good. For the Lord says at one point: “Who is there among you, a man whose son asks him for bread, who will give him a stone? Or if he asks for a fish, will give him a snake?” And showing the surpassing goodness of God by comparison, he adds: “If you then, being evil, know how to give good gifts to your children, how much more will your heavenly Father give good things to those who ask him?”","f":"Nilus, <i>Perist.</i> 4.10 (PG 79:835; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-10)."},"nilus-peristeria/4.11":{"o":"Ποτὲ δὲ αὐτὸς ὁ Σωτὴρ αὐτὸ τοῦτο παραστῆσαι βουλόμενος, καὶ πεῖσαι θέλων τοὺς ἀμφιβάλλοντας, εἰ φυσικὰ σπλάγχνα νικᾷ φιλοστοργίαν Θεοῦ, ἢ νικᾷ ταύτην ἀνθρωπίνη προσπάθεια· « Ἡ ἐπιλήσεται, φησὶ, γυνὴ τοῦ παιδίου αὐτῆς, τοῦ μὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; » Καὶ εἰπὼν τῆς φύσεως τὸ ἰδίωμα, ὡς ἐπιμέλειαν διδάσκει, καὶ κηδεμονίαν αὐθαίρετον. Ἵνα δὲ μὴ τὸ σπανίως συμβαϊνόν τισιν ἐκ τοῦ παραδείγματος ὑποπτευθῆναι παρασκευάσῃ τὸ δηλούμενον εἰς προμήθειαν, καὶ τὸ ἀσθενὲς τῆς εἰκόνος βλάψῃ τὴν ἀλήθειαν εἰς αὐτὸ τὸ ἀξίωμα, φησὶν ἀκολούθως· « Εἰ δὲ καὶ αὕτη ἐπιλήσεται, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος, » οὐκέτι τὸ ἐλάττωμα τῆς φύσεως διαβαίνειν εἰς αὐτὸν καταδεξάμενος, ἐπεὶ μηδὲ πάθος τῆς θείας ἄπτεται φύσεως, καθάπερ ἐπὶ τῶν ἐπικήρων ἀνθρώπων ἐστὶν, ὅτε μίσος ἄλογον, ἢ καὶ τυχόν εὔλογον τὴν φυσικὴν ἔσβεσε δυναστεύουσαν διάθεσιν, λήθην τοῖς φύσασι, καὶ ἀλλοτρίωσιν ποιήσας πρὸς τὰ ἔγγονα, ὡς οὐδὲν ἔχουσιν πρὸς αὐτὰ συγγενείας τεκμήριον. Ἀλλὰ τὰ μεγάλα ταῦτα, καὶ θαυμαστὰ κατορθώματα τοῖς ἑξῆς συγκρινόμενα μικρὰ, καὶ λίαν ἐλέγχεται εὐτελῆ, εἰς ἓν τὸ ἐργαζόμενον αὐτὰ παριστάμενον πρόσωπον, καὶ οὐκ εἰς πάντας, ἢ καὶ πλείονας διαβαίνοντα. Πολιτικὸν γὰρ, καὶ σύννομον, οὐ μονωτικὸν, καὶ ἀκοινώνητον ζῶον εἶναι προσήκει τὸν ἄνθρωπον ὠφελοῦν ἐν οἷς δύναται, καὶ τὴν ἐνδεχομένην κηδεμονίαν ἐλέγχον τῆς συμπαθείας ἐπιδεικνύμενον, τὴν τῶν μελῶν πρὸς τοὺς πλησίον κοινοπραγίαν μιμούμενον.","t":"At another time the Saviour himself, wishing to establish this very point and to persuade those who doubt whether natural affection surpasses God's tender love or human attachment surpasses it, says: “Can a woman forget her child, so as not to have pity on the offspring of her womb?” And having stated the property of nature, that it teaches care and spontaneous concern, so that what rarely happens to some might not, by way of the example, make suspect the providence being shown, nor the weakness of the image damage the truth of the claim itself, he says next: “But even if she should forget, yet I will not forget you, says the Lord,” no longer allowing the defect of nature to pass over to himself, since no passion touches the divine nature, as it does with mortal human beings, when an irrational hatred, or perhaps even a reasonable one, has extinguished the natural disposition that ruled them, causing parents to forget and become estranged from their offspring, as though they had no sign of kinship with them. But these great and wonderful achievements, compared with what follows, are shown to be small and very slight, since their benefit comes to the one person who performs them and does not pass over to all or even to several. For it befits a human being to be a social and gregarious, not a solitary and unsociable, animal, benefiting others in what he can and displaying such care as is possible as the proof of his sympathy, imitating the cooperation of the members with their neighbors.","f":"Nilus, <i>Perist.</i> 4.11 (PG 79:837; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-11)."},"nilus-peristeria/4.12":{"o":"Ὡς γὰρ τούτων ἕκαστον ἐν τῷ σώματι οὐ κεχωρισμένην ἔχει τὴν οἰκείαν ἐπιμέλειαν, κοινὴν δὲ πρὸς τὴν ὑπὲρ ἀλλήλων φροντίδα κέκτηται τὴν ἐνέργειαν, ἄλλῳ ἄλλο, καὶ ἕκαστον ἅπασιν ὑπηρετοῦν φύσεως νόμῳ, καὶ χεὶρ θεραπεύει τὸ σῶμα, καὶ πόδες τῇ μεταβάσει συμμεταφέρουσι τοῦτο, καὶ ὀφθαλμὸς δᾳδουχεῖ ἄπταιστον τῇ τοῦ φωτὸς ὁδηγίᾳ τὴν εὐδίαν παρέχων τῆς ἐργασίας, ἄλλα πρὸς καθέδραν, καὶ ἄλλα πρὸς ἀνάκλισιν χρησιμεύει, οἰκείῳ κόπῳ τοὺς τῶν ἄλλων παραμυθούμενα καμάτους. Ἕτερα καθάπερ ἀλετρίδες τινὲς, καὶ σιτοπόνοι σπουδαίαν ἐπιδείκνυνται, καὶ περιφροντισμένην λειτουργίαν. Σιαγὼν λεπτύνει τροφήν, φάρυγξ ταύτην ὀχετηγεῖ, γαστὴρ ὑποδέχεται, χυλοποιεῖ στόμαχος, ἐξαιματοῖ ἧπαρ, καὶ διὰ φλεβῶν ὅλον ἄρδει τοῦ ζώου τὸ σύγκραμα καὶ τὸ μὲν δοκεῖν ἕκαστον ἄλλοις μοχθεῖ, οἰκείαν δὲ τῇ ἀληθείᾳ ἐργάζεται ὄνησιν, ἐκ τοῦ κοινοῦ πόνου τὴν πρόσφορον ἀρυόμενον τροφὴν, καὶ τὸ ἀναληφθὲν μεταβάλλει εἰς τὴν ἰδίαν ποιότητα, καὶ ποιοῦν τὴν παρὰ τοῖς λογιωτέροις τῶν ἰατρῶν καλουμένην ἐξόμορξιν, ἥτις ἐστὶν ἐκ τῶν διαφόρων σιτίων εἰς αἷμα, κἀκεῖθεν εἰς σῶμα, καὶ αὖθις εἰς ἰδιώματα μελῶν μεταστοιχείωσις, κατακερματισθείσης εἰς ἕκαστον τῆς προσγενομένης ἐν τῇ θρεπτικῇ, και ἀλλοιωτικῇ, καὶ αὐξητικῇ δυνάμει ποιότητος, καὶ ἄλλο γενομένης ἐν ἄλλῳ, καὶ ἕτερον ἐν ἑτέρῳ· το μὲν γὰρ ὀφθαλμῷ προσγενόμενον ὁμοιοῦται τούτῳ, καὶ τὸ προστεθέν ὄνυξι, καὶ θριξὶ, τὴν αὐτὴν ὄψιν μιμεῖται τοῦ χρώματος· τὸ οἰκειωθὲν σαρξὶν εἰς τὸ τούτων μετακρινᾶται εἶδος, καὶ τὸ μετελθὸν εἰς ὀστὰ, εἰς τὴν τούτων μεταπήγνυται κραταιότητα. Τὸ προσχωρῆσαν σπλάγχνοις, ἐμμίγνυται τούτοις, καὶ τὸ πᾶν ἁπλῶς εἰς πάντα μεταβληθέν, μεταχρώννυται πρὸς τὰ οἰκειωσάμενα ἐκ μιᾶς τῶν σιτίων ὕλης πρὸς ποικίλον παρὰ τῆς ἐν τῇ φύσει τέχνης μεταρυθμιζόμενον διαφορὰν, καὶ τὸ σχῆμα τοῦ ἀνθρωπείου ἀγάλματος ἀεὶ σώζοντα τὸ αὐτὸ, καὶ τοῦ φυράματος καθ' ἑκάστην ἀλλοιοῦντα τὸ σύγκριμα ῥεύματος δίκην, καὶ αὐτὸ, καὶ οὐκ αὐτὸ ποιοῦντα τοῦ φαινομένου τὸ ῥεῖθρον.","t":"For just as each of the members in the body does not have its own care separately but possesses its activity in common for concern for one another, one serving another and each serving all by a law of nature, the hand tends the body, the feet carry it along as they move, the eye lights the way and keeps it from stumbling by the guidance of light, providing fair weather for the work; some parts serve for sitting and others for lying down, relieving by their own labor the fatigue of the rest. Others, like grinders and bakers, show an earnest and careful service. The jaw grinds the food fine, the throat channels it, the belly receives it, the stomach turns it into juice, the liver turns it into blood and waters the whole compound of the creature through the veins. And each seems to toil for others, but in truth works its own benefit, drawing the nourishment suited to it from the common labor; and it changes what it has taken into its own quality, effecting what the more learned physicians call assimilation, which is the transformation of the various foods into blood, and from blood into body, and again into the particular properties of the members. The quality that arises in the nourishing, altering and growing power is divided up among the several members and becomes one thing in one and another in another. What is added to the eye is made like it; what is added to the nails and hair imitates the same appearance of their color; what is taken into the flesh is changed into its form, and what passes into the bones is solidified into their strength. What goes to the inner organs is mingled with them; and in short the whole, changed into all, takes on the color of the parts that have taken it to themselves, being refashioned by the art in nature from the single material of the food into manifold difference, always preserving the same shape of the human statue while altering each day the composition of the mixture, like a stream, making the flow of what appears both itself and not itself.","f":"Nilus, <i>Perist.</i> 4.12 (PG 79:837; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-12)."},"nilus-peristeria/4.13":{"o":"Οὕτως ὁ καθεὶς ἡμῶν πρὸς οὐδὲν αὐτάρκης ὧν ἑαυτῷ, ἐπιδεὴς ἐν ἅπασι τῶν ἄλλων καθέστηκε· τοῦτο πραγματευσαμένου σοφῶς τοῦ τὴν ἡμετέραν καλῶς οἰκονομοῦντος ζωὴν, ἵνα τὸ ἀφηνιάζον τῶν ἀπονοίᾳ κεκρατημένων ἀνάγκη τῆς χρείας συναγάγῃ πρὸς τὸ σύμφωνον, ἐπεὶ μὴ πάντως αὐτὸ σχέσις τοῦ φιλοικείου ἐκάλεσε πρὸς τὸ ἔνσπονδον. Πότε γὰρ ὁ σοβαρὸς, καὶ τῷ ὄγκῳ τῆς ἐπὶ τῷ πλούτῳ φλεγόμένος οἰήσεως πρὸς τὸν χειροτέχνην, καὶ διὰ πενίαν ταπεινὸν κατῆλθεν εἰς ὁμιλίαν ἑκὼν, τὸ σεμνὸν δῆθεν, καὶ ἀξιόπιστον ἑαυτῷ τῇ αὐστηρίᾳ φυλάττειν ἀεὶ βουλόμενος, μὴ τῆς χρείας βιαζομένης κοινολογεῖσθαι πρὸς αὐτὸν, καὶ χρῆσαι ἰσηγορίᾳ γλῶσσαν αὐτῷ, κἂν μετ᾿ ὀφρύος πολλῆς, ἀδικεῖσθαι τὰ μέγιστα εἰς τὸν τοῦ ἀξιώματος τύφον τάχα νομίζοντα, τῇ πρὸς τὸν δοκοῦντα ἀφανῆ, καὶ ἄσημον ἰσηγορίᾳ; Νῦν δὲ ἡ ἀνάγκη ἐξισοῖ τὸ ἀνώμαλον, καὶ τὸ ταπεινὸν ἀνάγει πρὸς τὸ μετέωρον, καὶ τὸ ὑψηλὸν κατάγει πρὸς τὸ χαμαίζηλον, κράσιν ἠθῶν, καὶ φρονημάτων ἰσοτιμίαν ἐργαζομένη τῇ μακρᾷ συνηθείᾳ. Διὰ τοῦτο καὶ ὁ δομοτέκτων, καὶ ὁ γεωργὸς, καὶ ὁ ναυτίλος, καὶ ὁ ἔμπορος, καὶ ἕκαστος τῶν τὰς βαναύσους μετιόντων τέχνας, εἰς ὄψιν τῶν τὰς πρώτας ἀνημμένων ἀξίας, μεταστολιμαῖος φοιτᾷ, χρήσιμος αὐτοῖς, οὐ διὰ τὸ ὁμογενὲς, ἀλλὰ διὰ τὴν τέχνην γενόμενος, καὶ οὓς νόμος συνῆψε τῆς φύσεως, τούτοις ἡ χρεία συνήγαγε. Πῶς οὖν εἰ τέχνη, καὶ μέθοδος τῷ πλουτοῦντι γνώριμον τὸν ἐργάτην ποιεῖ, ἡ συμπάθεια δικαζούσης ἀληθείας οὐ ποιήσει γνώριμον τὸν πτωχὸν, οὐδὲ τὸν ἄπορον συντυχίαν ἄξει τούτῳ μετάκλητον, συμμεθέξοντά ποτε τῆς εὐωχίας αὐτῷ, ἢ κἂν γοῦν τι τῶν πρὸς τὴν ἀναγκαίαν χρείαν ληψόμενον παραμύθιον; Ἐπειδὴ πολλοῖς τὸ συνδιαιτηθῆναι τούτοις, νενόμισται αἰσχρὸν, καὶ ἐφύβριστον, συμπότας διὰ τὴν ἐκ τῶν χρημάτων προσγινομένην ἀλαζονείαν, αἰσχυνομένους λαβεῖν, οὓς ὁ Κύριος Ἰησοῦς ἀνθ᾽ ἑαυτοῦ στῆσαι ἐν τῇ κρίσει κηρύσσει εἰπών· «Ὁ τούτοις ἐποιήσατε. » Ἀλλὰ καὶ τὸν πεινῶντα παροψόμεθα τηκόμενον λιμῷ, καὶ τὸν γυμνὸν παρελεύσόμεθα πηγνύμενον τῷ κρυμῷ, καὶ τὸν νεκρὸν ὡς ἕν τι τῶν ἀκαθάρτων ζώων καταλείψομεν ἐῤῥιμμένον, τῆς φύσεως οὐ καθοσιωσάντες τὸ σῶμα, καὶ μὴ κρύψαντες γῇ συνήθως, τὴν κοινὴν ἀτιμίαν. ἣν ποιεῖν πέφυκε μυδῶντα, καὶ ἰχῶρας ἀποστάζοντα σεσηπότα σώματα· ἑαυτοὺς δὲ θάλψομεν ἀμέτρως, καὶ τὴν οἰκείαν πέρα τοῦ δέοντος σπουδάσομεν θεραπείαν, τὸν γήϊνον κοσμοῦντες ἀνδριάντα, καὶ τὸν σύνθετον χοῦν περιέποντες, ὡς λάμπειν μὲν ἐπὶ τῆς ἀγορᾶς, στίλβοντα δὲ τῷ ἄνθει τῶν ἐσθημάτων, ἕως δὲ ταῖς τῶν ὀψοποιῶν πιαίνεσθαι καρυκείαις, πᾶσαν πάντοθεν καρπούμενοι ἡδονήν.","t":"So each of us, being self-sufficient for nothing, stands in need of others in everything. He who wisely orders our life arranged this, so that the necessity of need might bring into harmony the unruliness of those in the grip of folly, since affection for one's own kin would by no means call them to friendly terms. For when would the haughty man, inflamed by the swollen conceit of his wealth, ever willingly come down to converse with the craftsman, humble because of poverty, always wishing, supposedly, to keep his dignity and credit intact by his severity, if need did not force him to talk with him and lend him his tongue on equal terms, even with much raising of the eyebrows, while he probably thinks the pride of his rank is gravely wronged by speaking on equal terms with one who seems obscure and of no account? But as it is, necessity levels the unevenness, raises the lowly to the heights and brings down the lofty to the ground, producing by long familiarity a blending of characters and an equality of minds. That is why the builder, the farmer, the sailor, the merchant, and each of those who practice the manual trades, comes when summoned into the presence of those who hold the highest ranks, having become useful to them not because of common kinship but because of his craft; and those whom the law of nature joined, need brought together. How then, if craft and skill make the worker known to the rich man, will sympathy, with truth as judge, not make the poor man known to him, nor bring the destitute man, called in to meet him, sometimes to share his feast, or at least to receive some relief for his necessary needs? For many think it shameful and insulting to share their table with these, ashamed, because of the arrogance that money brings, to take as fellow guests those whom the Lord Jesus proclaims he will set in his own place at the judgment, saying: “What you did to these.” But we will overlook the hungry man wasting with famine, we will pass by the naked man freezing in the cold, we will leave the dead man lying cast out like one of the unclean animals, not paying nature's due to his body nor hiding in the earth, as is customary, the common disgrace that decaying bodies naturally produce as they rot and drip with fluids; while ourselves we will warm without measure and be zealous for our own care beyond what is needful, adorning the earthly statue and pampering the compounded dust, so that it may shine in the marketplace, glittering with the bloom of its clothes, and meanwhile grow fat on the cooks' sauces, reaping every pleasure from every side.","f":"Nilus, <i>Perist.</i> 4.13 (PG 79:839; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-13)."},"nilus-peristeria/4.14":{"o":"Ἑνεδύσατο πορφύραν, καὶ βύσσον ποτὲ καὶ ὁ ἐν Ευαγγελίοις ἀνώνυμος πλούσιος, καὶ Συβαριτικῆς ἐνεπλήσθη τραπέζης ἐπὶ πολὺ, τὸν Λάζαρον πρὸ τοῦ πυλῶνος ἐῤῥιμμένον, καὶ ψιχίων ἐπιθυμοῦντα παρερχόμενος ἀσυμπαθῶς, πάντως, καὶ τὴν βολὴν τοῦ ὄμματος ὑπ᾽ ἐκεῖνον εἴ ποτε κλίνουσαν ἄγων ἐφ' ἕτερον μέρος προνοίᾳ πολλῇ, ἵνα μὴ τῶν τραυμάτων αὐτῶν ἡ ὑπόμνησις ἑστιώμενον ἀηδίσῃ, ναυτιῶντα, καὶ πρὸς ἔμετον κινούμενον τῇ φαντασίᾳ τῆς ὅψεως· οὔτε ἤλαυνε τῆς θύρας οἰκονομίᾳ Θεοῦ, διηνεκὲς πρὸ τῶν εἰσόδων ἐλεεινὸν κεῖσθαι παρασκευάσαντος θέαμα, εἴ πως ἢ μαλαχθείη τῷ χρόνῳ πρὸς οἶκτον, ἢ τῆς ἀπανθρωπείας μὴ σχῇ, ὡς οὐχ ἑωρακὼς εἰς ἀπολογίαν εὔλογον πρόφασιν. Οὔτε κείμενον ἠλέει, τὸ ἀνάλγητον, καὶ ἀπηνὲς τῆς γνώμης ἐπιδεικνύμενος, ὅπως ἐλεγχθῇ, κυνῶν ὧν ἀσυμπαθέστερος, τὸ ἥμερον τῆς φύσεως ἀρνησάμενος ἔθει κακῷ, καὶ τοῦτον παρορῶν, ὃν ἐθεράπευσε τὰ φιλανθρώπου λογισμοῦ ἄμοιρα ζῶα, συγγενῆ τάχα κρίνοντα τῶν ψιχίων ἐπιθυμοῦντα, ὧν καὶ αὐτὰ ποτὲ μὲν ἀξιοῦται, ποτὲ δὲ ἐν ἐνδείᾳ καθίσταται. ᾿Αλλ' ὅτε παρῆλθον, ὁ μὲν ἐν φαιδρῶν φαντασίᾳ, ὁ δὲ ἐν σκυθρωπῶν, τὸν ὄνειρον τοῦδε τοῦ βίου καὶ τῆς ἐνθάδε σκηνῆς ἀπέθεντο τὰ προσωπεῖα, ἐναντίαν καὶ παρὰ πολὺ διάφορον ἠλλάξαντο τὴν τῶν ἀληθινῶν πραγμάτων κατάστασιν· τὸν μὲν γὰρ ἐξ ὀλιγοχρονίου τρυφῆς διεδέξατο κάμινος πυρὸς ὀδυνῶσα ὡς πέφυκε, τὸν δὲ μετ᾿ ὀλίγην ἀνίαν, εὖρεν εὐφροσύνη αἰώνιος· καὶ πάλιν ἦν αὐτοῖς, ἀλλ᾽ οὐχ ὡς πρὶν, ἡ ἀνωμαλία, ἐναντία δὲ τῆς πάλαι ἐχούσης αὐτοὺς· καὶ γὰρ τοῦ Λαζάρου, μᾶλλον δὲ τοῦ φέροντος αὐτὸν ἐν κόλποις ᾿Αβραάμ ἐδέετο κεκραγὼς ἐκθύμως ὁ πλούσιος· τάχα γὰρ ἐκεῖνον διὰ τὴν προλαβοῦσαν ὑπεροψίαν ἠσχύνετο· ὅθεν, ἐάσας αὐτὸν, τοῦ πατριάρχου ἐδέετο λέγων· Πάτερ ᾿Αβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὁδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. » Καὶ, ὦ τοῦ πάθους πῶς ταπεινὸν τὸν σοβαρὸν, καὶ ἀναιδῆ τὸν ὠφρυωμένον ἐποίησεν ἡ τῆς κολάσεως ἀνάγκη; Πῶς οὐκ ἠδέσθη κολάσεως ἐπίκουρον ἀποσταλῆναι ἀξιῶν, ὃν λιμῷ μαραινόμενον καὶ ὀδυνώμενον τοῖς ἕλκεσιν αὐτὸς οὐκ ἠλέησε; Πῶς ἀτενεῖ τῷ ὄμματι ἐθάῤῥησεν ἰδεῖν, ὃν οὔτε πλαγίῳ ποτὲ ζῶντα κατηξίωσε θεάσασθαι ὀφθαλμῷ; Πῶς χρήζειν ἐτόλμησε εἰπεῖν δακτύλῳ, ὂν τῷ ἰχῶρι στάζοντα τὸ πρὶν ἐβδελύττετο; Πῶς αἰτῆσαι ῥανίδα οὐκ ἠρυθρίασεν ὕδατος, ψιχὸς ἐπιδεόμενον οὐκ ἀξιώσας τὸν πένητα; ᾿Αλλ᾽ ἐκ τῆς φλογὸς οὕτως ἐκέκραγεν ἀναισχύντῳ φωνῇ· « Πέμψον Λάζαρον,· ὡς ὑπόχρεων ἀμοιβῆς ὄντα ὑπὲρ ἧς εὐεργεσίας πολλάκις ἀπήλαυσεν. Τοιαύτη δὲ ἡ ἀνάγκη πάντα τολμᾶν ἀναίδην βιάζεται, λύσιν τῶν δεινῶν εὑρέσθαι, ὅθεν ἂν τύχῃ, μηχανωμένη.","t":"The nameless rich man in the Gospels once clothed himself in purple and fine linen too, and for a long time filled himself at a Sybaritic table, passing by without sympathy Lazarus, who lay cast out before the gate longing for crumbs; no doubt he took great care to turn the glance of his eye to the other side if ever it inclined toward him, so that the memory of his sores might not spoil his feasting, making him sick and moved to vomit at the image of the sight. Nor did he drive him from the door, by the economy of God, who had arranged that a pitiable sight should lie continually before his entrance, in case he might either be softened to pity with time or, for his inhumanity, have no reasonable excuse in his defense, as one who had not seen. Nor did he have pity on the man lying there; he displayed the callousness and harshness of his mind, so that he might be convicted of being less sympathetic than dogs, having denied by evil habit the gentleness of his nature and overlooking this man whom animals without humane reason tended, judging him perhaps their kin since he longed for crumbs, which they too sometimes are granted and sometimes go without. But when they passed away, the one in the guise of the cheerful, the other in that of the gloomy, they laid aside the dream of this life and the masks of the stage here, and exchanged them for the state of true things, opposite and far different. For after a short-lived luxury the furnace of fire received the one, giving pain as is its nature, and after a little grief eternal gladness found the other. And again there was inequality between them, but not as before; it was the opposite of what had held them formerly. For the rich man cried out passionately in entreaty, not to Lazarus, but rather to the one who held him in his bosom, Abraham. Perhaps he was ashamed before Lazarus because of his earlier contempt; so, passing him over, he begged the patriarch, saying: “Father Abraham, have pity on me, and send Lazarus to dip the tip of his finger in water and cool my tongue, for I am in agony in this flame.” Oh, what suffering! How the necessity of punishment made the haughty man humble and the supercilious man shameless! How was he not ashamed to ask that one be sent to help him in his punishment whom he himself did not pity when he was withering with hunger and in pain from his sores? How did he dare to look with a steady eye on one whom, while alive, he never deigned to look at even with a sidelong glance? How did he dare to say he needed the finger that he once loathed as it dripped with discharge? How did he not blush to ask for a drop of water, when he did not deem the poor man worthy of a crumb when he needed it? Yet out of the flame he cried with shameless voice, “Send Lazarus,” as though Lazarus were obliged to repay a kindness he had often enjoyed. Such necessity forces a man to dare anything shamelessly, contriving to find release from his terrors from wherever it may come.","f":"Nilus, <i>Perist.</i> 4.14 (PG 79:841; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-14)."},"nilus-peristeria/4.15":{"o":"Καὶ πῶς οὐκ εἶπεν ὁ μέγας πατριάρχης φιλαλήθως πρὸς αὐτόν· Νῦν ἔμαθες, ἄθλιε, τοῦ ἐλέους τὸ χρήσιμον, ὅτε σε πάντοθεν ἀναπτομένη περιέσχεν ἡ φλόξ; νῦν τὸ συμπαθὲς κρίνεις καλὸν, ὅτε αὐτὸς ἐν χρείᾳ κατέστης αὐτοῦ; Καὶ πῶς ἐπὶ τῶν κακοπαθούντων ἀπηνὲς εἶχες τὸ φρόνημα; Νῦν ἐπιγινώσκεις Λάζαρον, ὃν ἐπὶ τοῦ ἐδάφους ἐῤῥιμμένον, εἰσιὼν καὶ ἐξιὼν οὐκ ἐγνώριζες· ὑπεχώρησεν ἡ λήμη τοῦ τύφου, καὶ ὀξυδορκεῖς πρὸς τὴν ἀλήθειαν· παρῆλθεν ἡ ζοφερὰ νὺξ καὶ γνοφώδης τοῦ βίου, καὶ ἐν τῷ τῆς ἡμέρας φωτὶ ὁρᾷς, ὡς ἔχει τὰ πράγματα φύσεως· κατέλιπες ὑπὸ τὴν γῆν τῶν ὀνείρων φαντασίαν, καὶ βλέπεις ὕπαρ τὰ συνέχοντα. Τότε τὸν ἔλεον ὤφειλες ὑπ᾿ ἐννοίᾳ λαβεῖν, ὅτε τὰς ὕλας εἶχες τοῦ πλούτου πρὸς εὐποιΐαν ἐπιτηδείους· ὅτε τῷ δεομένῳ ἐξῆν ὀρέξαι ψωμὸν, ὅτε τὸν γυμνὸν ἐκ τῶν σηπομένων δέλτων ναρκῶντα τῷ ψύχει σκεπάσαι ἠδύνασο, ὅτε τὸν ἀσθενοῦντα νοσηλεῦσαι ἦν γνώμης τῆς σῆς, ὅτε τῇ εὐποιῖᾳ ἡ ἀφθονία τῆς παρασκευῆς τοῦ πλούτου ἐδίδου καιρόν· ἐκείνης γὰρ τῆς σπορᾶς ἐπικαρπία ὁ παρών ἐστιν ἔλεος. Νῦν δὲ θερίσαι ζητεῖς ὃ οὐκ ἔσπειρας, καὶ συνάγειν ἃ οὐκ ἐσκόρπισας, καὶ λαβεῖν ἃ οὐκ ἔθηκας, ἔλεον αἰτῶν, ὃν οὐκ ἐπεδείξω εἰς τὸν χρήζοντα, καὶ οἰκτιρμὸν, οὗ τῷ πέλας οὐ μετέδωκας, καὶ σπλάγχνα συμπαθείας ἃ τῷ πλησίον ἀπέκλεισας· ἰατρὸν εἶχες τῆς ἀσπλαγχνίας πρὸ τῶν θυρῶν, καὶ οὐκ ἐθεραπεύθης, ὅτε τοῖς βοηθήμασιν ἔτι νεαρά οὖσα ἡ νόσος εἴκειν ἡδύνατο· νῦν ὁ καιρὸς τοῖς ἀπεγνωσμένοις ἐγχειρεῖν οὐκ ἐπιτρέπει· σκιῤῥῶδες γὰρ τὸ πάθος γεγένηται· οὐκέτι καταπλασμάτων ἀλύπων, τομῆς δὲ λοιπὸν ὀδυνηρᾶς, καὶ καυτήρων πεπυρωμένων δεόμενον. « Πέμψον, φησὶ, Λάζαρον. » Πέμψω αὐτὸν, εἰπέ μοι, πρὸς σὲ τοσοῦτον διάστημα· οὐ γὰρ ἐξέκλινάς ποτε πρὸς αὐτὸν τὸν πλησίον ἀεὶ τυγχάνων αὐτοῦ; Εἴπω βάψαι τὸν δάκτυλον ὕδατι, καὶ καταψύξαι σου τὴν γλῶσσαν φλεγομένην, ὡς ἔφης; οὐ γὰρ παρεμυθήσω αὐτὸν πεινῶντα ψιχίων. ᾿Αλλ' ὅτε ὀδυνᾶσθαι λέγεις, πιθανὸς πρὸς τὸ τυχεῖν ἐλέους εἶναι δοκεῖς; Κἀκεῖνος ἦν ἐν ὀδύναις, καὶ σὺ οὐκ ἠλέησας. Σὺ νῦν ὀδυνᾶσαι ἐν καμίνῳ πυρός, ἐκεῖνος ὠδυνήθη ἐν καμίνῳ πτωχείας, οὐκ ἔλαττον δὲ πυρὸς δάκνει πενία τὰ σπλάγχνα τῇ ἐνδείᾳ βασανίζουσα καθάπερ τὴν ἐπιφανειαν τοῦ σώματος ἐπιφλέγει τὸ πῦρ. Εἰ τότε τηκόμενον ἠλέησας τῷ λιμῷ, νῦν ἂν ἡλεήθης φλεγόμενος ἐν πυρί· εἰ τότε συνέπασχες πολιορκουμένῳ πείνῃ καὶ τραύμασι, νῦν ἂν φειδοῦς ἔτυχες ἐν φλογὶ κολαζόμενος, μᾶλλον δὲ οὐδὲ τὸν τόπον ἂν εἶδες τῆς συνεχούσης σε βασάνου, ἀλλὰ μετὰ Λαζάρου διῆγες ἐντὸς τοῦ ἡμετέρου κόλπου θεραπευόμενος ὡς αὐτός· τοιοῦτον γὰρ ἡ εἰς τὸν δεόμενον εὐποιία, ὥστε οὐ μόνον ἐξάγει τῶν σκυθρωπῶν, ἀλλὰ καὶ ἐν τοῖς φαιδροῖς ἴστησιν εὐφραινόμενον· νῦν δὲ σιωπῶν φέρε τὴν κόλασιν· οὐδὲν γὰρ ἀνύει καταδίκου παράκλησις μετὰ θείαν ἀπόφασιν. Ἐλέους καὶ συγγνώμης ἐκεῖνος ἦν ὁ καιρὸς, οὗτος ἀδεκάστου καὶ δικαίας κρίσεως· ἐκεῖνος συγχωρήσεως, οὗτος ἀμοιβῆς τῶν καλῶς ἢ κακῶς πεπραγμένων· ἐκεῖνος στάδιον, καὶ ἀγῶνες, καὶ σκάμματα, οὗτος τῶν πεπονημένων ἀντίδοσις. Ὁ νικήσας ἐκεῖ τοὺς στεφάνους ἐνταῦθα κομίζεται· ὁ ἡττημένος οὐκ ἀναπαλαίει ἐν τῷ παρόντι τὰ πτώματα· λέλυται γὰρ ὁ ἀγὼν, καὶ τῶν ἐσφαλμένων ἡ διόρθωσις πέπαυται. Ἐκεῖ μετάνοια διωρθοῦτο τὰ πεπλημμελημένα, καὶ τὸν κριτὴν ἔπειθεν ἐπινεῦσαι δέησις, καὶ δάκρυον πρὸς εὐμένειαν· νῦν ἔλεος χώραν οὐκ ἔχει, ἀλλ᾿ αὐστηρὰ δίκη καὶ ἀσυμπαθὴς, τοὺς ἀπηνεῖς ἀνηλεῶς ὠθεῖ πρὸς τὴν κόλασιν· ἡ γὰρ κρίσις κατὰ τὸ θεῖον λόγιον ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος.","t":"And why did the great patriarch not say to him, truthfully: “Now, wretch, you have learned the usefulness of mercy, when the flame kindled on every side has surrounded you? Now you judge sympathy a fine thing, when you yourself have come to need it? And why were you so hard-minded toward those who suffered? Now you recognize Lazarus, whom you did not know as he lay cast on the ground, as you went in and out. The bleariness of pride has gone, and you see sharply toward the truth. The dark and gloomy night of life has passed, and in the light of day you see how things are by nature. You have left the fantasy of dreams under the earth, and you see waking what holds you fast. You ought to have taken mercy to heart then, when you had the materials of wealth fit for doing good: when it was possible to hand a morsel to the needy, when you could have covered the naked man, numb with cold in his rotting rags, when it was in your power to nurse the sick, when the abundance of your wealth's provision gave you opportunity for doing good. For the mercy you now seek is the harvest of that sowing. But now you seek to reap what you did not sow, to gather what you did not scatter, to take what you did not deposit, asking for mercy that you did not show to the one in need, and compassion that you did not share with your neighbor, and the heart of sympathy that you shut against your fellow. You had a physician for your heartlessness before your doors and were not healed, when the disease was still fresh and could yield to remedies. Now the time does not allow treatment of the hopeless; the disease has become a hardened tumor, needing no longer gentle poultices but painful cutting and red-hot cautery. 'Send Lazarus,' he says. Shall I send him to you, tell me, across so great a distance? For you never turned aside to him, though you were always near him. Shall I tell him to dip his finger in water and cool your burning tongue, as you said? For you did not relieve his hunger with crumbs. But when you say that you are in agony, do you think you are a likely case for obtaining mercy? He too was in agony, and you did not have pity. You are now in agony in a furnace of fire; he was in agony in a furnace of poverty. And poverty gnaws the bowels no less than fire, torturing them with want, as fire burns the surface of the body. If you had pitied him then, as he wasted with hunger, you would now be pitied as you burn in the fire; if you had suffered with him then, as he was besieged by hunger and wounds, you would now find mercy as you are punished in the flame; or rather you would not even have seen the place of the torment that holds you, but would be living with Lazarus within our bosom, cared for like him. For such is doing good to the needy: it not only brings one out of gloomy things but sets one, rejoicing, among bright ones. But now bear your punishment in silence; for a condemned man's plea achieves nothing after the divine sentence. That was the time of mercy and pardon; this is the time of impartial and just judgment. That was the time of forgiveness; this of recompense for what was done well or ill. That was the stadium, the contests and the wrestling pits; this is the reward for the labors. He who conquered there receives his crowns here; he who was defeated does not wrestle again here to undo his falls; for the contest is dissolved and the correction of mistakes has ceased. There repentance corrected offenses, and entreaty and tears persuaded the judge to nod in favor; now mercy has no place, but stern and unsympathetic justice drives the harsh without mercy to punishment. For according to the divine oracle, judgment is without mercy to one who has shown no mercy.”","f":"Nilus, <i>Perist.</i> 4.15 (PG 79:843; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-15)."},"nilus-peristeria/4.16":{"o":"Οὐδὲν τούτων πρὸς τὸν ἱκέτην εἶπεν ὁ δίκαιος, περιττὴν εἰδὼς, ὅταν τὰ πράγματα πείθῃ, τὴν διὰ ῥημάτων ὑπόμνησιν. Ἕν δὲ πρὸς αὐτὸν ἐφθέγξατο, καὶ πάντα ἐνέφηνε·· Μνήσθητι, εἰπὼν, ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά. » Ἐφάνη σοι, φησὶν, ἡ πορφύρα καὶ ἡ βύσσος καλὰ πρὸς εὐπρέπειαν, ἔκρινες ἀγαθὰ τὴν καθημερινὴν λαμπρὰν εὐωχίαν, ἐτέρφθης τῇ ἀπολαύσει τῶν ἡδέων τοῦ βίου, στοίχησον τῇ πλησμονῇ τῶν καταθυμίων· τί νῦν εὔκαιρον νομίζεις ὀρέγεσθαι, ὧν οὐδ᾽ ὄναρ ἐπεθύμησας τότε; ᾿Απέλαβε καὶ Λάζαρος τὰ κακὰ, οὐχ ἅπερ αὐτὰ ἡγήσατο ἐκεῖνος κακά· ἔστεργε γὰρ αὐτὰ σιωπῶν ὡς καλὰ, ἀλλὰ σὺ ἐλογίζου ὡς κακά· ἀνάγκη γὰρ τὸν ἐκεῖνα ἀγαθὰ, ἡγεῖσθαι ταῦτα κακὰ, τῇ αἱρέσει τῶν τερψάντων τὴν μερίδα τῶν ἐναντίων δεικνύντα ἄχρηστον, καὶ ἀδόκιμον. Εἰ ἐκοινώνεις τότε κακοπαθοῦντι τῷ παροφθέντι, νῦν εἶχες καιρὸν αὐτῷ κοινοπραγῆσαι τῆς ἀνέσεως· εἰ τότε παρεμυθήσω τὴν ἔνδειαν, οὐκ ἄν σοι τούτων ἐδέησε νῦν τῶν ῥημάτων· ἡμείψατο γὰρ ἄν σε τῆς συμπαθείας καὶ σιωπῶντα ἐκεῖνος. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἰδοὺ πατέρα καλεῖς με προσηγορίᾳ μόνῃ τιμῶν, καὶ τέκνον ἀκούεις εὐθὺς, πρόσφορον τῇ προσηγορίᾳ τὴν ἀμοιβὴν ἀφθόνως καρπούμενος. Εἰ ἦσθα κἀκεῖ τιμήσας ἔργῳ τὸν Λάζαρον, ἐν ἔργῳ πάντως ἂν ἐδέξω τὴν ἀντίδοσιν, εὐκαίρου χάριτος ἀπολαμβάνων ἐπιτήδειον ἐπιφυόμενον ἐκλειχόντων ῥύπον ὄφλημα· ἀλλά σε τάχα ἡ πολλὴ εὐπραγία ἐφύσησε, καὶ ὁ τῆς κενῆς δόξης ὄγκος ἐφάντασεν, ὡς ἐκ τοιαύτης περιφανείας οὔποτε ἐσόμενον τῇ δίκῃ ὑπεύθυνον. Οὐκ οἶδε δὲ τὴν ἐκεῖ τὰ παρόντα ἀξίαν, οὐδὲ τοὺς ἐκεῖθεν παραγενομένους δυσωπεῖται λαμπρῶς, πάντας ὁμοτίμως πρὸς τὴν δίκην δεχόμενα, καὶ τὰς ἀξίας, οὐκ ἀπὸ τῶν νομιζομένων, ἀλλ᾿ ἀπὸ τῶν ἀληθῶς ἐκ τῆς ἀρετῆς προσγινομένων ἐπιγινώσκοντα. Διὰ τούτων καὶ θηρίων ἐκρίθης ὠμότερος. Κύνες γὰρ χειροήθη, καὶ τιθασσὰ θηρία, σὺ δὲ οὐδέποτε πάντως οὐδενὸς ἐν χρείᾳ καταστήσασθαι ᾠήθης· τῶν γὰρ κυνῶν, ἣν παρὰ τῆς φύσεως ἔλαχον ἰατρικὴν, τῇ γλώσσῃ τὰ οἰκεῖα μαθόντων τραύματα θεραπεύειν, ταύτην ἐπιδεικνυμένων εἰς τὸν ἀβοήθητον, καὶ τὸν ὅπον, ὡς ἂν ἡ οὐλὴ πάντως γένηται καθαρὰ τοῦ ἐπιτρεφομένου ἰχῶρος ἀπηλλαγμένη· ἐχρῆν σε εἰς τὸν ὁμόφυλον τὴν δυνατὴν ἐπιδείξασθαι παραμυθίαν, καὶ τὴν ἀπορίαν ἐπανορθῶσαι μεταδόσει τῶν ἀναγκαίων, ἵνα κἂν τῶν κυνιδίων ἐλογίσθης ἰσότιμος ἐξίσης τὴν εἰς αὐτὸν κηδεμονίαν πρὸς ἐκεῖνα νειμάμενος. Σὲ γὰρ, ὡς ἔοικεν, οἱ κύνες πρὸς εὐσέβειαν προτρεπόμενοι, συνεχῶς ἐφοίτων παρὰ τὸν πένητα· ἐπειδὴ τὸ πρακτέον φωνῇ διδάσκειν οὐκ εἶχον, ἔργῳ βοῶντες· Ὅτιπερ πρὸς ἣν πεφύκαμεν θεραπείαν, ταύτῃ κεχρημένοι προθύμως, δῆλοι καὶ τῆς πρὸς τὸ λειπόμενόν ἐσμεν ἑτοιμότατοι, εἴ τις ἦν δύναμις ἡμῖν ποριστικὴ τῶν ἀναγκαίων. Ἐπεὶ οὖν τροφὴν παρασχεῖν ἐσμὲν ἀδύνατοι, καὶ αὐτοὶ τὰ πολλὰ μένοντες ἄσιτοι, οἳ καὶ τὴν οὐ νενομισμένην ἀνθρώποις ὑπ' ἀνάγκης ἔσθ᾽ ὅτε προσφερόμεθα, ἣν ἐσμὲν ἱκανοὶ προσάγομεν παραμυθίαν, τὸ συμπαθὲς ἐπιδεικνύμενοι, καὶ τῷ μετρίῳ τῆς λειτουργίας τὴν εἰς ἅπαντα προθυμίαν, εἰ παρῆν δύναμις, ἐκκαλύπτοντες.","t":"None of this did the righteous man say to the suppliant, knowing that a reminder in words is superfluous when facts persuade. He uttered one thing to him, and showed everything: “Remember,” he said, “that you received your good things in your life, and Lazarus likewise evil things.” Purple and fine linen seemed fine to you for adornment, he says; you judged the splendid daily feasting to be good things; you delighted in enjoying the pleasures of life: abide by your fill of what you wanted. Why do you think it timely now to reach for what you did not even dream of desiring then? Lazarus too received evil things, not things he himself considered evil (for he loved them in silence as good), but you reckoned them evil. For one who thinks those things good must think these evil, showing by his choice of what delighted him that the portion of the opposite things is useless and worthless. If you had shared then with the overlooked man in his suffering, you would now have the chance to share his relief with him; if you had relieved his want then, you would have no need of these words now; for he would have repaid your sympathy even in silence. And that this is true, see: you call me father, honoring me only with a title, and you at once hear “child,” reaping freely a recompense suited to the title. If over there you had honored Lazarus in deed, you would surely have received the return in deed, receiving the fitting due of a timely kindness. But perhaps your great prosperity puffed you up, and the swelling of empty glory made you imagine that from such eminence you would never be liable to justice. But the things there do not know the rank of this world, nor do they defer to those who arrive from here in splendor; they receive all on equal terms for judgment, and recognize ranks not from what is thought to be such but from what truly comes from virtue. By this you were judged more savage even than beasts. For dogs are tame and gentle beasts; but you never thought of making yourself useful to anyone at all. For dogs, which have received from nature a healing art, having learned to tend their own wounds with their tongues, showed it toward the helpless man and toward his discharge, so that the scar might become clean, rid of the fluid that fed on it. You ought to have shown your fellow man what relief you could and remedied his want by sharing necessities, so that you might at least have been reckoned the equal of the little dogs, having shown him care equal to theirs. For it seems the dogs, urging you to godliness, kept coming to the poor man; since they could not teach what must be done by voice, they cried out by deed: “Since we eagerly use the care for which we are made, we are clearly most ready to supply what is lacking too, if we had any power to provide necessities. Since, then, we cannot provide food, being often without food ourselves (we who sometimes eat, from necessity, what is not customary for men), we offer what relief we can, showing our sympathy, and by the modest service we give revealing our eagerness for everything, if we had the power.”","f":"Nilus, <i>Perist.</i> 4.16 (PG 79:845; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-16)."},"nilus-peristeria/4.17":{"o":"αἰτεῖ σταγόνος, οὐ παρασχὼν χάριν ψιχίου· οὐχ ὅτι Τὸ γὰρ τῇ δυνάμει τέως ἐφικτὸν, σπουδαίως εἰς ἔργον ἀγόμενον, ἔλεγχος τῆς πρὸς τὰ λοιπὰ προθυμίας ἐστὶ, τὴν ἀπορίαν ἐν τοῖς οὐκ ἐπιμελουμένοις δεικνύον, οὐ τὴν γνώμην τῆς ἀργίας αἰτίαν, ἀλλὰ τοιοῦτος γενόμενος ὁ ἀπηνῆς, καὶ ἀπάνθρωπος χάριν σταγὼν ἦν ἱκανὴ παραμυθήσασθαι τὴν φλόγα ἐκείνην (οὐ γὰρ ποταμὸς ἐπιῤῥέων σβέννυσι πῦρ πρὸς τιμωρίαν ήτοιμασμένον), ἀλλ᾽ ἵνα δειχθῇ σαφῶς, ὅτι τὸν νῦν ἀσυμπαθῆ, οὐδὲ τοῦ εὐτελοῦς ἐκείνου ποτνιώμενον ἔστι τυχεῖν ἐν τῷ μέλλοντι, ὅπως, τὸ ἀυστηρὸν καὶ ἐμβριθὲς μαθόντες τῆς κρίσεως, ταῖς εἰς τοὺς νῦν ἐνδεεῖς εὐεργεσίαις τὴν τῶν ἐπηγγελμένων ἀγαθῶν ἑαυτοῖς πραγματευσώμεθα ἀμοιβὴν, καὶ θησαυρίσωμεν ἐκεῖ χρησίμως τὰ ἐνταῦθα φθειρόμενα, ὀφειλὴν ἀπαιτοῦντες τὸν δικαστὴν τὰ δεδανεισμένα τοῖς πένησι, καὶ οὐκ ἔρανον τὴν ἀπαλλαγὴν τῆς κολάσεως ἀξιοῦντες λαβεῖν· εἰ γὰρ ὁ ἐλεῶν πτωχὸν, ὡς ἡ παροιμία Σολομῶντός φησι, δανείζει Θεῷ, ἐκτιστὴν ἔχων ὁ δανείζων εὐγνώμονα πάντα δανειζέτω, ἃ κέκτηται, ἵνα πολλαπλασίονα πάντα εὔρῃ ἐκεῖ οὐδὲν τῇ ματαιότητι καταλιπὼν, ὁ ποιήσει μετάμελον, ὡς καταλελειμμένον κακῶς. Πᾶν γὰρ τὸ μὴ πρὸς εὐποιίαν δοθὲν, εἰκαῖόν ἐστιν ἀληθῶς, καὶ ἀνόνητον, οὐκ ἀκολουθοῦν, οὐδὲ προλαμβάνον ἐκεῖ. Κἂν αὐτούς τις εἴπῃ τοὺς προσεχῶς συγγενεῖς, υἱοὺς, καὶ ἀδελφοὺς, καὶ τοὺς ἑπομένους ἀκολούθως τῆς ἀγχιστείας δεσμοὺς, πάντως, εἰ μὴ ποὺ τις ἐνδεὴς εἴη, εὑρήσει πρὸς διαδοχὴν τῶν ὑπαρχόντων ἐπιτηδείους. Ὅθεν ἕκαστον προσήκει χαίρειν εἰπόντα συγγενείαις καὶ φιλίαις πολυαρίθμοις αὐτὸν ἑαυτοῦ γενέσθαι ἀγχιστέα καὶ φίλον, πάντα μετακομίσαντα, ἢ προπέμψαντα, ἔνθα μεθίσταται, ἵνα εὐθύμως ἀπίῃ ὁ καλούμενος εἰς τὴν μετάστασιν, πολὺν ἀφθάρτων ὁρῶν σωρὸν χρημάτων ἑαυτῷ τεθησαυρισμένον ἐκεῖ, καὶ μὴ ὀκνῇ τὴν μετάβασιν ἐλεεινῶς ἀπολιμπάνων τὰς ὕλας τοῦ πλούτου, αἷς ματαίως προσεπεπόνθει παρών.","t":"For what is in one's power for the time being, if it is eagerly put into effect, is proof of eagerness for the rest, showing that in what is not attended to the cause of inaction is lack of means, not the will. But the harsh and inhuman man, having become such, asks the favor of a drop, though he did not give the favor of a crumb; not that a drop was able to soothe that flame (for not even a river flowing over it quenches a fire prepared for punishment), but so that it might be clearly shown that he who is now without sympathy cannot obtain even that trifle in the world to come, however much he begs; so that, learning the severity and weight of the judgment, we may by kindnesses to those now in need secure for ourselves the recompense of the promised good things, and usefully store up there what perishes here, claiming from the judge as a debt what was lent to the poor, and not asking to receive release from punishment as a charitable gift. For if he who pities the poor lends to God, as the proverb of Solomon says, then let the lender, having a grateful payer, lend all that he owns, so that he may find everything many times over there, leaving nothing to vanity that will cause him regret as wrongly left behind. For everything not given for doing good is truly vain and useless, neither following one there nor going ahead. Even if someone mentions his closest relatives, sons and brothers and the ties of kinship that follow in order, he will surely find them fit to inherit his property, unless perhaps one of them is in need. So each person should bid farewell to his many kinsmen and friends and become his own kinsman and friend, carrying over or sending ahead everything to where he is moving, so that when called to his departure he may go away cheerfully, seeing a great heap of imperishable riches stored up for him there, and not shrink from the passage, pitiably leaving behind the materials of wealth to which he was vainly attached while here.","f":"Nilus, <i>Perist.</i> 4.17 (PG 79:847; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-17)."},"nilus-peristeria/4.2":{"o":"Ἡ δὲ προσευχὴ εἰς ὠφελείας λόγον έχει τι τάχα· καὶ μεῖζον, Θεῷ προσομιλεῖν παρασκευάζουσα, καὶ φιλίαν τὴν πρὸς αὐτὸν μνηστευομένη τῇ μακρᾷ συνηθείᾳ, ἐπειδήπως καὶ ποιεῖν τὰς διαθέσεις αὐτὴ, καὶ τηρεῖν πρὸς Θεὸν, τὸν εἰς ἀγάπην καὶ τοὺς εὐτελεῖς· προσιέμενον, καὶ τὴν πρὸς αὐτοὺς οὐκ ἐπαισχυνόμενον ἰσοτιμίαν, ἕως αὐτοῖς παῤῥησίαν δίδωσι παραμένων ὁ πόθος. Εἰ γὰρ δούλους πρὸς τὴν δεσποτείαν αὐχοῦντας, καὶ τὸ τῆς αὐθεντείας ἀξιόπιστον σοβαρῷ τύφῳ φυλάττειν ἐπιτηδεύοντας θαῤῥεῖν δίδωσι προλαβόντα εὐνοίας ἐνέχυρα, πόσῳ μᾶλλον τοῖς εὖ βιοῦσιν αὐξήσει τὴν πρὸς Θεὸν παῤῥησίαν τὸ κατὰ γνώμην αὐτοῦ, καὶ βούλησιν πολιτεύεσθαι, οὐ τοσοῦτον ἀπαιτοῦντα τὸν ἐκ τοῦ φόβου ἐναγώνιον τρόμον, ὅσον χαίροντα τῇ ἐκ τῆς ἀγάπης ἱλαρᾷ παῤῥησίᾳ..","t":"But prayer perhaps has something even greater by way of benefit, since it prepares one to converse with God and woos friendship with him through long familiarity. For it somehow itself creates and preserves the dispositions toward God, who admits even the lowly to love and is not ashamed to grant them equal honor, as long as their abiding longing gives them boldness. For if pledges of goodwill given beforehand give slaves confidence toward masters who boast of their lordship and take pains to guard the authority of their mastery with haughty pride, how much more will living according to God's mind and will increase the boldness of those who live well toward God, who demands not so much the anxious trembling of fear as he rejoices in the cheerful boldness that comes from love?","f":"Nilus, <i>Perist.</i> 4.2 (PG 79:827; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-2)."},"nilus-peristeria/4.3":{"o":"Ανάγνωσις τὸν Αἰθίοπα εὐνοῦχον ἄνδρα προσαγορευθῆναι ἐποίησε, καὶ ἀποστολικῆς συντυχίας ἠξίωσε, καὶ ἐπὶ τὴν τοῦ Χριστοῦ γνῶσιν ὡδήγησε, καὶ πρὸς τὴν τοῦ βαπτίσματος ἤγαγε χάριν. ᾿Ανάγνωσις νόμος, καὶ ἀρχαῖον παράγγελμα· « Μελετήσεις γὰρ, φησὶν ὁ Μωϋσῆς, καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος, καὶ ἀνιστάμενος. » Τὸ πολὺ τοῦ χρόνου ἀποκληρώσας τῇ προσεδρείᾳ τοῦ λόγου πρὸς ἄσκησιν ψυχικῆς εὐεξίας, βραχὺ δὲ τι καταλιπών κομιδῇ τῇ ἀναγκαίᾳ χρήσει τοῦ σώματος. ῎Αλλως θεραπεύεσθαι τὴν δέσποιναν, καὶ ἄλλως ἐπιτάξας τὴν δούλην· τῆς μὲν πλατύνας εἰς καιροῦ μῆκος ἐπιμέλειαν, τῇ δὲ συμμετρήσας πρὸς τὸ καθῆκον αὐτάρκη τὴν ἀσχολίαν, ὡς κἀντεῦθεν ἔχειν ὁμολογημένως τὰ πρεσβεῖα ψυχὴν, καὶ μηδαμόθεν αὐχεῖν σῶμα πρὸς ταύτην ἰσοτιμίαν, μήδ᾽ ἔχειν ἰσηγορίας πρόφασιν εὔλογον. Ἀνάγνωσις, πρῶτος ἐν Ψαλμοῖς μακαρισμὸς, καὶ διανοίας ἀρδεία πρὸς ἀρετῶν καρποφορίαν φιλότιμος. Ὁ γὰρ μελετῶν ἐν τῷ νόμῳ Κυρίου ἡμέρας καὶ νυκτὸς, οὗτος καὶ μακάριος, ξύλῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένῳ παραπλήσιος, καὶ φύλλοις κομῶν πρὸς εὐπρέπειαν τῇ σεμνῇ τοῦ ἤθους καταστολῇ, καὶ καρπῷ τῆς εὐσεβείας, κατὰ τὸ λανθάνον βριθόμενος, τῆς συνεχούσης μελέτης, οἷόν τινος διηνεκοῦς ποτισμοῦ παρεχούσης αὐτῷ ἀεὶ τεθηλὸς, καὶ τῷ φαινομένῳ συναυξούσης φυσικῶς τὸ κρυπτόμενον.","t":"Reading caused the Ethiopian eunuch to be addressed, made him worthy of meeting an apostle, guided him to the knowledge of Christ, and brought him to the grace of baptism. Reading is a law and an ancient command: “You shall meditate,” says Moses, “sitting in your house and walking on the road, lying down and rising up.” He assigned the greater part of time to attendance on the word for the training of the soul's health, and left only a very little to the necessary use of the body. He ordered the mistress to be served in one way and the maidservant in another: for the one he widened care to the length of time, for the other he measured out an occupation sufficient for what is fitting; so that from this too the soul admittedly holds the first rank, and the body may nowhere boast of equal honor with it nor have any reasonable pretext for equal say. Reading is the first beatitude in the Psalms, and a generous watering of the understanding for bearing the fruit of the virtues. For he who meditates on the law of the Lord day and night is blessed; he is like a tree planted by the channels of the waters, luxuriant with leaves, that is, with the decent restraint of his character, for comeliness, and laden in secret with the fruit of godliness, since constant meditation gives him, as it were, a continual watering that keeps him ever flourishing, and naturally makes what is hidden grow together with what is seen.","f":"Nilus, <i>Perist.</i> 4.3 (PG 79:827; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-3)."},"nilus-peristeria/4.4":{"o":"Ὡς γὰρ φύλλα σκέπη καὶ κόσμος ἐστὶ τοῦ φυτοῦ, καὶ καρποῦ φυλακή, οὕτω κατάστασις εὐλαβὴς, καὶ τὸ σῶμα δείκνυσι σεμνὸν, καὶ ἔνδον τῆς ψυχῆς μετριοφροσύνῃ συσκιάζει καλὰ, Θεῷ τῷ γεωργῷ καὶ ἀσινῆ τηροῦσα τὸν καρπὸν, καὶ οὐκ ἐκδιδοῦσα πρόχειρον τοῖς λυμαινομένοις θηρίοις· ὖς γάρ ἐστιν ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κενοδοξία, καὶ ποσὶ, καὶ Ὀδοῦσι καταφθείρουσα τὸ γεώργιον, μὴ τοῦ τῆς ταπεινοφροσύνης περικειμένου φραγμοῦ, καὶ τὰ ταύτης ἀπαλεξοῦντος ἐφόδους. Καὶ ταῦτα μὲν τῆς μελέτης τῶν θείων λογίων τὰ πλεονεκτήματα, ἀφανιζούσης πᾶσαν αἰσχρὰν, καὶ ἐπιζήμιον φαντασίαν, καὶ χαραττούσης τύπους ἱεροπρέποντας πίνακι, καὶ ἀγαλματοφορεῖν παρασκευαζούσης μνήμας ἀξίας Θεοῦ. Ἡ δὲ προσευχὴ παντὸς ἀφίστησι τὸν νοῦν νοήματος αἰσθητοῦ, καὶ αὐτῷ παρίστησι τῷ ἐπὶ πάντων Θεῷ διαλεγόμενον, καὶ αἰτοῦντα μετὰ παῤῥησίας ἃ βούλεται. Καὶ οὕτως ἐν τῷ μεταξὺ διάγειν παρασκευάζει ἁγνῶς ὡς Θεῷ συντυχόντα, καὶ μετ᾿ οὐ πολὺ πάλιν αὐτῷ συντευξόμενον.","t":"For as leaves are the covering and adornment of a plant and the guard of its fruit, so a reverent bearing both shows the body to be decent and, by modesty, shades the good things of the soul within, keeping the fruit unharmed for God the farmer and not handing it over readily to the beasts that ravage it. For vainglory is the boar out of the wood and the solitary wild beast that ruins the farm with feet and tusks, if the fence of humility is not set round about to ward off its attacks. These, then, are the advantages of meditating on the divine oracles: it wipes out every shameful and harmful image, engraves sacred impressions on the tablet of the mind, and makes it carry, like statues, memories worthy of God. But prayer removes the mind from every sensible thought and sets it before the God who is over all, conversing with him and asking boldly for what it wishes. And so it prepares one to live purely in the meantime, as one who has met God and will meet him again before long.","f":"Nilus, <i>Perist.</i> 4.4 (PG 79:827; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-4)."},"nilus-peristeria/4.5":{"o":"Διὰ τοῦτο προσκαρτερεῖν ὁ Παῦλος διδάσκει τῇ προσευχῇ, τῇ μακρᾷ συνουσίᾳ βεβαιῶν τὴν συνἠθειαν· καὶ πάλιν, ἐν παντὶ τόπῳ κελεύει προσεύχεσθαι, ἵνα μηδεὶς προφασίσηται ῥαθυμῶν προσευχῆς, ὡς μακρὸν προσευκτηρίου διῳκισμένος ναοῦ. Ἢ καὶ διὰ τοῦτο πᾶς τόπος εἰς προσευχὴν ἐπιτήδειος, ὅτι μηδὲν ὤνησεν Ἰουδαίους τὸ ἀγνὸν τοῦ ἱεροῦ κατάστημα βεβήλοις χερσὶν ἐρχομένους ἐπὶ τὴν προσευχὴν, καὶ τὸ καθαρὸν τέμενος κοινοῦντας πράξεσιν μιαραῖς. Ὡς γὰρ τοὺς οὕτω προσευχομένους, κᾶν εἰς αὐτὰ τοῦ ναοῦ προσεύχωνται τὰ ἄδυτα, περιπτυσσόμενοι σπουδαίως τὸ ἱλαστήριον, καὶ ταῖς πτέρυξι τῶν Χερουβίμ τὰς χεῖρας ἐμπλέκοντες, ἀποστρέφεται βδελυττόμενος, ὡς ἐναγεῖς ὁ Θεὸς λέγων· : Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. » Οὕτω τοὺς καρδίᾳ καθαρᾷ, καὶ πράξεσιν ὁσίαις ἐπικαλουμένους αὐτὸν προσίεται, καὶ ἐκ παντὸς τρόπου τὴν αὐτῶν ἐνωτίζεται δέησιν, διαθέσει προσέχων, κἂν τὸ χωρίον ᾗ κατὰ τὸ δοκοῦν ἀδιάφορον.","t":"That is why Paul teaches us to persevere in prayer, confirming familiarity by long converse; and again he commands us to pray in every place, so that no one, being careless of prayer, may make the excuse that he lives far from a house of prayer. Or perhaps every place is suitable for prayer for this reason too: the pure condition of the temple did the Jews no good when they came to prayer with defiled hands and polluted the clean sanctuary with foul deeds. For just as God turns away in disgust from those who pray in this way, as from the accursed, even if they pray in the very innermost part of the temple, eagerly embracing the mercy seat and twining their hands in the wings of the cherubim, saying: “If you stretch out your hands to me, I will turn my eyes away from you; and if you multiply your petition, I will not hear you; for your hands are full of blood,” so he welcomes those who call on him with a pure heart and holy deeds, and in every way lends his ear to their petition, attending to their disposition, even if the place seems indifferent.","f":"Nilus, <i>Perist.</i> 4.5 (PG 79:829; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-5)."},"nilus-peristeria/4.6":{"o":"Οὕτω τῷ Κορνηλίῳ ἐν οἰκίᾳ προσευχομένῳ ἐθνικῷ, ἔτι τοῦ ναοῦ τὸ οἰκεῖον ἔχοντος σέβας, ἐπιφοιτήσας ἄγγελος ἔλεγεν· « Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ, οὐ τῇ τοῦ ναοῦ πρὸς τὴν ἄνοδον ἀξιοπιστίᾳ συγχρησάμεναι, τῷ δὲ πτερῷ τῆς ἀγαθῆς προθέσεως εὐθυδρομήσασαι πρὸς τὸν εὐμενῶς αὐτὰς καὶ αἰσίως δεχόμενον. Οὕτω τοῦ Ἰωνᾶ πρὸς οὐρανὸν ἐκ βυθοῦ πλησιστίως ἔφθασεν ἐνορμισθεῖσα ταῖς θείαις ἀκοαῖς ἡ προσευχή, καὶ οὐκ ἐχειμάσθη τῷ πολλῷ κλυδωνίῳ τοῦ ὕδατος, καθάπερ ἡ τοῦ Φαρισαίου ἐν τῷ ἱερῷ ναυαγήσασα, καὶ μετὰ τοῦ φόρτου ποντισθεῖσα παντὸς ὑποβρύχιος. Ἐπεὶ μὴ οἷά τε ἦν ἐπικυματίζειν, καὶ ποντοπορεῖν εὐσταλῶς ὑπέραντλος οὖσα, καὶ ἀνανεύειν διὰ τὸ βάρος τοῦ ὑπεραύχου φρονήματος οὐκ ἰσχύουσα, πρώραν βαπτιζομένη, καὶ πρύμναν ἐπικλυζομένη, τύφου καὶ ἀλαζονείας ἐπανισταμένοις μετεώρως τοῖς κύμασι. Προσευχὴ τοῖς τρισὶν ἐν τῇ καμίνῳ συνοῦσα παισὶ, δραπετεῦσαι τὴν φλόγα παρεσκεύασε, καὶ ἔξω περιέρχεσθαι ζητοῦσαν τοὺς ἐπιβούλους τῶν νέων· παραχωρήσασα γὰρ τὰ ἕνδον τῇ προσευχῇ, καὶ τὴν ἀνθρακιὰν καταλιποῦσα καυστικῆς δυνάμεως ἔρημον, τοὺς περὶ τὴν κάμινον εὑρεθέντας Χαλδαίους ἐπὶ πολὺ νεμομένη κατέφλεξεν, ἔσω τὴν οἰκείαν ἐνέργειαν αἰδοῖ τῶν προσευχὴν ἡμφιεσμένων σωμάτων συστείλασα, καὶ ἔξω τὸ δραστήριον αὐτῆς ἐπιδεξαμένη ὡς ἐν ἀΰλῳ, καὶ καρφαλέῳ ὕλῃ τοῖς σώμασι. Προσευχή τοὺς λέοντας ἐν τῷ λάκκῳ λιμώττοντας ἔδειξεν ἐγκρατεῖς, καὶ τῆς γαστρὸς ὀδυρομένης ἑπταήμερον ἔνδειαν, παρακειμένης ἑτοίμης βορᾶς φιλοσοφῆσαι καρτερίαν ἔπεισε μᾶλλον ἑλομένους ἐνεγκεῖν βίαν λιμοῦ, καταδεξαμένους ἀδικῆσαι τὸν ὅσιον Δανιὴλ, ὃν παρανομοῦντες οἱ βάρβαροι κατεδίκασαν εἰς ἐκεῖνον τὸν θάνατον, ἄνθρωποι ὠμότεροι δειχθέντες θηρίων, καὶ ἀπηνέστεροι συγκρίσει τῶν αἱμοβόρων, καὶ τῆς ἀδικίας ἔλεγχον παραχρῆμα τὴν δικαιοσύνην ἐκείνων δεξάμενοι φυσικῇ ψήφῳ σωσάντων τοῦτον, ὃν αὐτοὶ ἐλεεινῷ καὶ οἰκτίστῳ θανάτῳ κατέκριναν.","t":"So when Cornelius, a Gentile, was praying in a house, while the temple still had its proper honor, an angel came to him and said: “Your prayers and your alms have gone up as a memorial before God.” They did not rely on the temple's credit for their ascent, but sped straight on the wing of good intention to him who received them kindly and favorably. So the prayer of Jonah reached heaven from the deep under full sail and came into harbor in the divine ears, and was not storm-tossed by the great surge of water, as the prayer of the Pharisee was shipwrecked in the temple and sank with all its cargo to the bottom. For it could not ride the waves and sail the sea lightly, being waterlogged; it could not lift itself up because of the weight of its arrogant mind, its prow plunged under and its stern swamped by the waves of pride and boasting that rose high against it. Prayer, being with the three youths in the furnace, made the flame run away and go round outside seeking those who plotted against the young men. For it yielded the inside to prayer and left the bed of coals empty of its burning power, and spreading far it consumed the Chaldeans who were found around the furnace; inside, it held back its proper action out of reverence for the bodies clothed in prayer, and outside it let its force loose on their bodies as on dry, withered fuel. Prayer showed the starving lions in the pit to be self-controlled, and though their bellies wailed at a seven-day want, with food lying ready beside them, it persuaded them to practice the philosophy of endurance, choosing rather to bear the violence of hunger than to agree to harm the holy Daniel, whom the barbarians lawlessly condemned to that death. They showed themselves men more savage than beasts and more cruel than those bloodthirsty creatures, and received at once the refutation of their injustice in the justice of the beasts, which by natural verdict saved the man they had condemned to a pitiable and most wretched death.","f":"Nilus, <i>Perist.</i> 4.6 (PG 79:829; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-6)."},"nilus-peristeria/4.7":{"o":"Προσευχὴ τὸν Ἠλίαν θεϊκῇ ἀξίᾳ ἐτίμησεν, οὐ μόνον ὅτι πρὸς οὐρανὸν ἀνελήφθη τέτρωρον ἡνιοχῶν ἅρμα πυρὸς, ὡς οὐκέτι τὴν γῆν ἔχων ἄξιον ἐνδιαίτημα, καὶ δίκαιος ὢν λοιπὸν, αἰθέρα, καὶ αὐτὸν οἱκεῖν οὐρανὸν, ἀλλ᾽ ὅτι καὶ λόγῳ στοιχείοις ἐπέταξε τῷ λόγῳ παρὰ τοῦ Δημιουργοῦ παραχθεῖσιν εἰς ὕπαρξιν. Ποτὲ μὲν αἰθέριον ἐπὶ πῦρ τὰς ὁλοκαυτωθῆναι ὀφειλούσας θυσίας καταγωγών, ποτὲ δὲ κεραύνιον ἐπὶ τοῦ Ὀχοζίου στρατηγοὺς κατενεγκών· ἄλλοτε κλείσας ἐπ᾿ ἐξουσίας ῥήματι τὸν οὐρανὸν, καὶ στειρώσας πρὸς γένεσιν καρπῶν τὴν γῆν ἐπὶ μῆνας ἔξ, καὶ ἔτη τρία, καὶ βλάστην κωλύσας ἔθιμον πίας ἁπάσης, ἣν καιρῶν περιόδοις τὸ θεῖον ἐξήγαγε πρόσταγμα φυσικῶς τρέχον ἐκ τοῦ πρώτου προστάγματος· καὶ οὐδὲν πρὸς τὴν ὑπακοὴν ἐβράδυνε τεκμήριον ἀγανακτήσεως ὑπαινισσόμενον Θεοῦ, ὡς ἀπονοίᾳ τοῦ προφήτου τολμήσαντος τὰ ὑπὲρ τὴν οἰκείαν ἀξίαν μανικῶς· διηκόνησε δὲ σπουδαίως ὡς φίλῳ τοῦ κτίσαντος, καὶ ἐπιτάξαντι ὡς οἰκείοις τοῖς τοῦ φίλου, εὐλόγως ὁμοίως ὑποκεῖσθαι πρὸς πᾶσαν λειτουργίαν πεπεισμένον Θεῷ, καὶ φίλῳ Θεοῦ· ἐπειδὴ κατά τινα παροιμίαν, κοινὰ τὰ τῶν φίλων, κοινὴν ἐν τοῖς ἀλλήλων ἐπιδεικνυμένων τὴν ἐξουσίαν, διὰ τὴν ἐξισοῦσαν τὰς ὑπεροχὰς, καὶ τὸ ἰσότιμον ἐν ταῖς διαφερούσαις ἀξίαις νομοθετοῦσαν ἀγάπην.","t":"Prayer honored Elijah with divine rank, not only because he was taken up to heaven driving a four-horse chariot of fire, as one for whom the earth was no longer a worthy dwelling, and who, being righteous, would henceforth live in the ether and in heaven itself, but also because by a word he gave orders to the elements, which had been brought into existence by the Creator's word. At one time he brought down fire from the ether upon the sacrifices that were to be burnt whole; at another he brought down fire like lightning upon Ahaziah's captains; at another, by a word of authority, he shut heaven and made the earth barren of fruit for three years and six months, and stopped the customary sprouting of all vegetation, which the divine command had brought forth in the cycles of the seasons, running on naturally from the first command. And creation in no way delayed its obedience or hinted at any sign of God's indignation, as though the prophet had madly and recklessly dared things beyond his rank; it served him eagerly as the friend of its Maker, and as one who gave orders to the things of his friend as his own, being persuaded that it was reasonable to be subject for every service alike to God and to God's friend. For, as the proverb has it, friends' things are common, since friends show a common authority over each other's things, because of the love that makes their superiorities equal and enacts equal honor in different ranks.","f":"Nilus, <i>Perist.</i> 4.7 (PG 79:831; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-7)."},"nilus-peristeria/4.8":{"o":"Προσευχὴ Μωϋσέως θάλασσαν ἔτεμε, καὶ οὐρανὸν γεωργῆσαι παρεσκεύασε μάννα, καὶ ἐκ πέτρας ξηρᾶς χειμάῤῥους ἐξήγαγεν ὕδατος, καὶ χειρῶν ἐκτάσει ἔθνος πολεμοῦν ἐτροπώσατο αὔτανδρον. Προσευχὴ στρατὸν ὅλον Ἐλισσαῖος ἀορασίᾳ περιέβαλε, καὶ τοὺς ἐπὶ φθορᾷ παραγενομένους αὐτοῦ αἰχμαλώτους ἀπήγαγεν, οὐ μόνον ἐπιβουλεύειν οὐκ ἰσχύοντας, ὡς προέθεντο, ἀλλ᾽ οὐδ᾽ ἀρήγειν ἑαυτοὺς δυναμένους, τῆς ἀρηγούσης ἐν τῷ σώματι ὄψεως ἀργεῖν ποιησάσης ὁμοῦ, καὶ ὅπλα, καὶ χεῖρας· οὐδὲν γὰρ πηρώσεως ἀσθενέστερον, οὐδὲ ἀδικεῖν τὸν οὐχ ὁρώμενον δυναμένης, καὶ ἀδικουμένης εὐκόλως διὰ τὸ μὴ πάλιν ὁρᾶν τὸν ἐπιόντα πρὸς ἄμυναν. \"Οθεν καὶ καλῶς ἀδυνάτους ἡ συνήθεια τοὺς ἐστερημένους ὀμμάτων ὠνόμασεν, οὐδενὶ πρὸς ἃ βούλονται δυναμένους χρήσασθαι τῶν μελῶν τοῦ σώματος, κἂν ἀλκῇ διαφέρωσι, καὶ ῥώμῃ καὶ αὐτοὺς τοὺς ἡσκημένους τὰ τῶν γυμνικῶν ἀγώνων ἐπιμελῶς. Προσευχὴ τοῦ Πέτρου ἔλυσε τὰ δεσμὰ, τὰς θύρας ἤνοιξε τῆς φυλακῆς, τὴν σιδηρᾶν πύλην νυκτὸς ἀνεπέτασε· καὶ τοῦ Παύλου μετὰ τοῦ Σίλα κατὰ τὸ μεσονύκτιον προσευχομένων, τὸ δεσμωτήριον ἔσεισε, τὰ δεσμὰ πάντων ἀνῆκεν ὑφ' ἓν, φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι ἀθρόον, τὸν εἰρκτοφύλακα ἱκέτην τοῦ φρουρουμένου κατέστησε, προπεσόντα τοῖς ποσὶ περὶ σωτηρίας δέεσθαι παρεσκεύασεν, ἀφέντα τὴν περὶ τὸ κέρδος μανίαν φροντίζειν ὠφελείας ἔπεισε ψυχικῆς, ἐκ πολλῆς συνηθείας ἐκτήκειν ἀθρόως μετέβαλεν εἰς πολλὴν ἐπιείκειαν· οὐκέτι μάστιξι τοὺς καθημερινοὺς εἰσεπράττετο πόρους, οὐκέτι τοὺς ἀθλίους δεσμώτας ἐφορολόγει, τὴν ἐξ ἐράνου πεπορισμένην δεκάτην λόγων λυπρὰν παραμυθίαν, καὶ ἄλλας τοῖς ἐλεεινοῖς ἐπιπλέκων ἀνηκέστους συμφοράς· οὐκέτι κλοιοὺς τραχήλοις, καὶ ποσὶ πέδας, καὶ χερσὶ περιετίθει τοὺς καταλλήλους δεσμοὺς, καὶ ἀφεγγεῖ κατέκλειε σκότει τῷ χαλεπῷ τῆς τιμωρίας βαρύνων ἑαυτῷ τὴν ἐπάρατον πρόσοδον, ἣν κὰὶ τῶν ἀπορούντων ἕκαστος ὀρέγειν ἡνείετο, μᾶλλὸν αἰρούμενος τήκεσθαι λιμῷ, ἢ τὴν ἐν τοῖς είρημένοις φέρειν κακοπάθειαν.","t":"The prayer of Moses cut the sea, made heaven farm manna, brought torrents of water out of a dry rock, and by the stretching out of his hands routed a warring nation, men and all. By prayer Elisha surrounded a whole army with blindness and led away as captives those who had come to destroy him, who not only could not carry out their plot as they had planned but could not even defend themselves, since sight, the body's defender, had made weapons and hands alike idle. For nothing is weaker than blindness: it cannot harm one it does not see, and it is easily harmed, since it cannot see the attacker in order to defend itself. That is why usage rightly calls those deprived of their eyes \"powerless,\" since they can use none of the body's members for what they want, even if they excel in strength and vigor, and even those who have carefully trained for athletic contests. The prayer of Peter loosed his chains, opened the doors of the prison, and threw open the iron gate by night. And when Paul and Silas were praying at midnight, it shook the prison, loosed the chains of all at once, made light shine suddenly in the cell, made the jailer the suppliant of his prisoner, prepared him to fall at their feet and beg for salvation, persuaded him to abandon his mania for gain and to care for the benefit of the soul, and changed him all at once from long habit to great gentleness. No longer did he exact his daily revenues with whips; no longer did he levy on the wretched prisoners a tenth of what charity had collected for them, their meager consolation, and heap other incurable miseries on the pitiable; no longer did he put collars on their necks, fetters on their feet, and the matching bonds on their hands, and shut them up in lightless darkness, making his accursed income heavier for himself by the harshness of the punishment, an income which each of the destitute put up with paying, preferring to waste away with hunger rather than bear the sufferings just described.","f":"Nilus, <i>Perist.</i> 4.8 (PG 79:831; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-8)."},"nilus-peristeria/4.9":{"o":"Ταῦτα πάντα συντόμως ὁ δεσμοφύλαξ ἀπέμαθε, καὶ σχέδιον ἐπεδείξατο τοῖς δεσμώταις συμπάθειαν, τῷ φόβῳ τοῦ κατὰ τὸν σεισμὸν θαύματος, ἄλλος ἐξ ἄλλου γενόμενος. Ὡς γὰρ προσευχομένων τῶν ἀποστόλων ἐσαλεύθη τὰ θεμέλια τοῦ δεσμωτηρίου, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, καὶ πάντων τὰ δεσμά ἀνέθη, καὶ πᾶσαι αἱ θύραι ἡνοίχθησαν, ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, μόνος γὰρ ἀμερίμνως ἐκάθευδε, τῶν δεσμίων ἀγρυπνούντων δι᾽ ἂς εἶχεν ἕκαστος φροντίδας ἐναγωνίους, αἰτήσας φῶτα εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τοῖς ποσὶ αὐτῶν λέγων· « Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Καὶ κυρίους ἐκάλει, καὶ δεσπότας προσηγόρευεν, οὓς πρὸ τοῦ θαύματος πάντως, καὶ ὄψει αὐστηρᾷ, καὶ τραχεῖ κατέπτησε φθέγματι, ἀλιτηρίους, κολασίμους καταδίκους καλῶν· καὶ ποσὶ προσέπιπτεν, Οὐ γὰρ νῦν μόνον, ὅτε περιστάσεως ἤπειγε καιρός, οὓς ἐπὶ τοῦ ξύλου διέτεινε, καὶ πολλαῖς ἐξευμενίζετο τιμαῖς, οὓς εἰς τὴν ἐσωτέραν βαλὼν φυλακὴν, τῷ σκότει κατέκλεισε, τῆς προσευχῆς πάντοθεν γυμνωσάσης παραδόξως τὸ ἀξίωμα τῶν διὰ τὴν φρουρὰν ὑβρισμένων ἀπολήψει κακούργων. Καὶ τοσοῦτόν ἐστιν ἁπλῶς προσευχή· ἵνα σιωπηθῇ τὰ πολλὰ διὰ τοὺς ναυτιῶντας, καὶ οὐκ ὀρεκτικῶς περὶ τὰς μακρὰς διηγήσεις διακειμένους, κἂν ὦσιν ὠφέλιμοι· αὐτὸς ὁ Κυριακὸς ἄνθρωπος τοῦ παντὸς Κύριος ἐδεήθη εὐχῆς τὴν Ἰουδαϊκὴν ἔφοδον, καὶ τὸν σταυρὸν ἐκδεχόμενος, ἢ ἀγωνιάσας, ὡς ἦν ἄνθρωπος ἀληθῶς· ἐπειδὴ καὶ ἄλλα πλεῖστα ὑπέμεινεν ἀνθρώπινα πάθη, τὴν οἰκονομίαν πιστούμενος, ἢ τοὺς ἀνθρώπους διδάσκων, ἐν παντὶ καιρῷ ἐπιμελεῖσθαι προσευχῆς. ἀνάγκῃ προσεύχεται, καὶ ἐν ἀδείᾳ δὲ πλειστάκις τοῦτο ποιεῖ κατ' ἰδίαν ἐπὶ τοῦ ὄρους προσευχόμενος, ὅπως ἂν μάθωμεν ἡμεῖς καὶ πρὸ τῶν θλίψεων, καὶ ἐν αὐταῖς ταῖς θλίψεσι σχολάζειν ταῖς προσευχαῖς, λύειν καὶ τῶν δοκούντων κινδύνων τὰς ἀμηχανίας οὔσαις ἱκαναῖς, καὶ πρὸ τῶν πειρασμῶν ἐπ' ἐξουσίαις θεραπεύειν τὸν ἐν ταῖς ἀνάγκαις ἀποστρεφόμενον τοὺς ἐπὶ ἀνέσεως διακεχυμένους, ὡς οὐ μέλλοντάς ποτε χρήζειν βοηθείας.","t":"All this the jailer unlearned in short order, and he showed the prisoners an improvised sympathy, becoming a different man from what he had been through fear of the miracle of the earthquake. For when, as the apostles prayed, the foundations of the prison were shaken, light shone in the cell, the chains of all were loosed and all the doors were opened, the jailer woke up (for he alone was sleeping without a care, while the prisoners lay awake because of the anxious concerns each of them had), called for lights, rushed in, and trembling fell at their feet, saying: “Sirs, what must I do to be saved?” He called them lords and addressed them as masters, whom before the miracle he had surely terrified with a stern look and a harsh voice, calling them wretches, criminals, condemned men. And he fell at the feet, not only now, when the moment of crisis pressed, of those whom he had stretched on the stocks, and with many honors he tried to appease those whom he had thrown into the inner prison and shut in the dark; for prayer had strikingly laid bare on every side the dignity of those who had been insulted with imprisonment as if they were criminals. So great, in a word, is prayer. To pass over most of it in silence for the sake of those who grow seasick and have no appetite for long narratives, even useful ones: the Lord's own Man, the Lord of all, needed prayer as he awaited the attack of the Jews and the cross, or rather he was in agony, since he was truly man; for he endured very many other human passions too, confirming the economy, or teaching people to attend to prayer at every time. He prays in necessity, and very often he does so in times of ease too, praying privately on the mountain, so that we may learn to give ourselves to prayer both before afflictions and in the afflictions themselves, since prayers are able to resolve the perplexities even of apparent dangers; and so that before temptations, while we are free, we may serve him who in times of necessity turns away from those who were slack in times of ease, as though they would never need help.","f":"Nilus, <i>Perist.</i> 4.9 (PG 79:833; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/4-9)."},"nilus-peristeria/5.1":{"o":"Διὰ τοῦτο γὰρ αἱ ψυχαὶ τῶν φιλοπλούτων ἐπὶ πολὺ τοῦ σώματος μεριζόμεναι βασανίζονται, ἐξιοῦσαι καὶ ὑποστρέφουσαι, ἐξελκόμεναι, καὶ ἀναποδίζουσαι, καὶ τῆς μάχης τοῦ μὴ ἀποσπασθῆναι τοῦ σκήνους μαρτύριον τοὺς ἰδρῶτας παρέχουσαι, καὶ τοῦτο δηλοῦσαι σαφῶς, ὅτι πρὸς τὰ παρόντα πολλὴν ἔχουσι τὴν προσπάθειαν, συνεχῶς ἐπιστρεφόμεναι πρὸς τὰ ἀφιέμενα, καὶ μόλις ἀναχωροῦσαι, τῷ προσδεδέσθαι τοῖς τῇδε. Εἰ δὲ τις ἦν προτροπὴ καλοῦσα κτήματος ὁρωμένου ἐκεῖ, πάντως ἂν ἡπείχθησαν δραμεῖν πρὸς αὐτὸ, πολὺ τῶν καταλιμπανομένων βλέπουσαι τὰ τοῦ μέλλοντος ἀνθηρότερα, καὶ καταφρονοῦσαι τῶν ἀφιεμένων διὰ τὴν λαμπρότητα ἐκείνων. Τοιοῦτος καὶ ὁ ἄλλος πλούσιος ἦν τῇ εὐφορίᾳ τῆς χώρας αὐξήσας τῆς ἀπληστίας τὴν νόσον, καθαίρων ἀποθήκας ἀεὶ, καὶ μείζονας οἰκοδομῶν, ἐπεὶ μὴ εἶχε ποῦ τὰ γεωργηθέντα ἀπόθηται, στενοχωρουμένων τῶν πρώτων ταμείων τοῖς παλαιοῖς γεννήμασι, καὶ τὴν τῶν δεομένων χρείαν ἐναποκλείων φυλακαῖς ὀχυρῶς δεδομημέναις πρὸς τὸ ἄσυλον, καὶ τῇ μονοφάγῳ ἑαυτοῦ ψυχῇ προσλαλῶν, καὶ πολλῶν ἐτῶν αὐτῇ μαντευόμενος ἀπόλαυσιν ἄδολον, οὐδὲ τὴν ἑξῆς, ὡς ἡ θεία ἀπόφασις ἔδειξε, μέλλων ὁρᾷν. Δίκαιον γὰρ ἦν ἀληθῶς τὸν μηδένα τῆς ἀπολαύσεως λογισάμενον λαβεῖν κοινωνὸν, μηδὲ αὐτὸν μετασχεῖν τῆς ὀνειροπολουμένης τρυφῆς, ἀνάσπαστον δὲ ληφθῆναι πρὸς τὴν δίκην τῆς ἀπανθρωπίας ἑλκόμενον. Τί γάρ; οὐκ ἦσαν πένητες τότε τρυχόμενοι λιμῷ, ἵνα θησαυρισθῇ ἀπειροκάλως τὸ γέννημα; Οὐκ ἦσαν τῶν ἀναγκαίων ἐνδεεῖς οἱ τῶν σητῶν ἀξιοπιστότεροι, ἵνα προλάβωσι τῇ μεταλήψει τοὺς ἀχαρίστους δαιτυμόνας σκώληκας, δαπανήσαντες εὐλογώτερον αὐτοὶ, ἃ μετ᾿ ὀλίγον ἔμελλον ἀχαρίστως ἀναλίσκειν ἐκεῖνοι· καθάπερ ὠμοί τινες καὶ ἀπηνεῖς μητραλοῖαι κατεσθίοντες τὰς τεκούσας ἀπορίᾳ ἑτέρας τροφῆς, καὶ μετὰ τὴν ἄδικον θοίνην ἐξέρποντες τῶν ταμιείων, καὶ δημοσίᾳ προερχόμενοι τῆς ἀλογίας τοῦ πυροφύλακος ἄκλητοι μάρτυρες οὕτω δικάσαντος τοῦ ὁσίου κριτοῦ, ὡς καὶ ἀπολέσθαι τὰ κακῶς σεσωρευμένα, κἀκεῖνον μὴ σχεῖν κατὰ τῆς προνοίας μέμψεως εὔλογον ἀφορμήν; Ἐπειδὴ γὰρ τὴν ἁπάντων κοινὴν εὐθηνίαν ᾠκειώσατο μόνος, κλείθροις ἐπιμελῶς ἀσφαλισάμενος, καὶ μοχλοῖς τὴν ἄνωθεν δωρεάν, μακρὰν ἐξ ἐκείνων ἑαυτῷ, καὶ πολυετῆ τὴν ἀπόλαυσιν ὑποθέμενος, δικαίως ὁ Θεὸς ἐκ τῶν ἀποθηκῶν, ἃ ἐδωρήσατο, εἴληφεν, οὐδὲν τῶν οἰκείων πόνων ζημιώσας ἐκεῖνον· κατέλιπε γὰρ σώας τὰς ἀποθήκας αὐτῷ, ἃς αὐτὸς ᾠκοδόμησε. Πόσῃ δὲ σπουδῇ χρησάμενος ἔξω τὸν σἴτον προελθεῖν παρεσκεύασε κατὰ τὰς πλατείας ἐμφανῶς ῥεμβόμενον πρὸς γέλωτα, καὶ χλεύην τοῦ μυρία μηχανησαμένου, ὅπως αὐτῷ πρὸς πολὺν χρόνον φυλαχθῇ ἀδιάφθορα τὰ τῆς τρυφῆς ἐπιτήδεια, πλαξὶ μὲν ξεσταῖς καταστρώσαντι τὸ ἔδαφος, κονιάσαντι δὲ τοίχους, καὶ θυρίσι τὰς ἔξωθεν ἐπεισάγοντι αὔρας, ὡς ἂν ῥιπίζοιτο τὰ ἀποκείμενα, καὶ τὴν ἐκ σήψεως διαφεύγοι βλάβην τῷ συνεχεῖ διαφορούμενα πνεύματι;","t":"That is why the souls of lovers of wealth are tortured for a long time as they are parted from the body, going out and coming back, dragged out and stepping back, providing their sweat as witness to their struggle not to be torn from the tent, and showing clearly that they have great attachment to present things, as they keep turning back toward what they are leaving and depart with difficulty, being bound to the things here. But if there were some encouragement calling them to a possession seen there, they would surely hurry to run to it, seeing the things of the future far more flourishing than what they leave behind, and despising what they leave because of the splendor of those things. Such was the other rich man too, who increased the disease of his greed by the fertility of his land: he was always clearing out his barns and building bigger ones, since he had nowhere to store what he had harvested, the first storerooms being cramped by the old crops; he shut up the needs of the poor in stores strongly built to be secure; he talked to his own soul that eats alone and foretold for it the unmixed enjoyment of many years, when, as the divine sentence showed, he was not even going to see the next day. For it was truly just that he who did not think of taking anyone as a partner in his enjoyment should not himself share in the luxury he dreamed of, but should be snatched away and dragged off to justice for his inhumanity. For what? Were there not poor people then, worn down by hunger, that the crop should be tastelessly stored away? Were there not people in want of necessities, more deserving than the weevils, who might have forestalled by eating them those ungrateful worm guests, consuming more reasonably themselves what those would soon ungratefully use up, like savage and harsh matricides eating the mothers that bore them for lack of other food, and after the unjust feast crawling out of the storerooms and coming out in public as uninvited witnesses to the folly of the grain-keeper? Did not the holy Judge so decide that what had been wickedly heaped up was lost, and that the man had no reasonable ground for blaming providence? For since he alone appropriated the common plenty of all, carefully securing with locks and bars the gift from above, and planning a long enjoyment of it for himself for many years, God justly took from the barns what he had given, without causing the man any loss of his own labors; for he left him the barns intact, which he himself had built. And with what eagerness did God make the grain come out and wander openly through the streets, to the laughter and mockery of the man who had contrived countless devices so that the means of luxury might be kept for him undecayed for a long time: he had paved the floor with polished slabs, plastered the walls, and let in the breezes from outside through windows, so that what was stored might be fanned and escape the damage of rotting by being aired by a continual draught.","f":"Nilus, <i>Perist.</i> 5.1 (PG 79:849; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/5-1)."},"nilus-peristeria/5.2":{"o":"᾿Αλλ' οὐδὲν τῶν δεινῶς ἐπιτηδευομένων την τοῦ Θεοῦ σοφίζεται βούλησιν, οὐδὲ τὴν ἀμετάπτωτον κρίσιν νικᾷ ἀνθρωπίνη ἐπίνοια ματαιοῦσαν τὰς σπουδὰς τῶν οἰομένων ἀνύειν τι δύνασθαι σπουδῇ τῆς οἰκείας δυνάμεως. Ἰδοὺ γοῦν τῶν πρὸς ἀσφάλειαν ἐνέλιπεν ἄφρων οὐδὲν, καὶ τῆς ἐλπίδος ἀπέτυχε· σῶαι αἱ ἀποθῆκαι, καὶ ἀπο[τε]θὲν οὐδαμοῦ· τὰ κλεῖθρα, καὶ οἱ σημαντῆρες οὐκ ἠδίκηνται, καὶ ὁ σἴτος ἐδραπέτευσεν· οὐ διώρυκται τοῖχος, οὐ περιήρηται ὄροφος, καὶ τὰ ταμιεῖα κεκένωται. Πάντα σῶα τὰ τῆς ἀσφαλείας, πάντα ὁλόκληρα, καὶ τὸ γέννημα βαδίζον ἔξω θαῦμα τοῖς ὁρῶσι παρέχει, καὶ πολλὴν αἰσχύνην τῷ θησαυρίσαντι οὐδαμῶς κρύψαι δυναμένῳ τῆς ἀνοίας τὸν ἔλεγχον, τοσούτους ἔχοντι τῆς ἀπανθρωπίας κατηγόρους τοὺς σῆτας, οὓς τὸ νεῦμα παραδόξως αἰθρίως ἐσκέδασεν ἐν ὀλίγῃ τέφρα, καταλιπόντας ἔνδον τὰ τῆς ἀναισθησίας μνημόσυνα πρὸς διηνεκῆ τῷ συναγαγόντι ἀνοίας ὑπόμνησιν, ἵνα τὴν ὑπολειφθεῖσαν κόνιν ὁρῶν, εἰκαίαν μάθῃ τὴν ἀνθρωπίνην προμήθειαν, οὐκέτι λέγων ἅπερ ἔλεγε πρότερον· « Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου. » ᾿Αλλ' ἐκεῖνο τῇ ἐκβάσει τοῦ πράγματος εὑρίσκων ἀληθὲς, ὅπερ ὁ Ἡσαΐας ἐνθουσιῶν, καὶ θεοφορούμενος ἔλεγεν· « Ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν, ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἥλπισεν, » οὕτως ἔσται ὁ πλοῦτος τῶν ἀσεβῶν ἐκφυσώμενος, καὶ σκεδαννύμενος ὡς χοῦς, κἂν ἀδύτοις ἀποτεθῃ προνοίᾳ διαμονῆς. Οὕτω γὰρ αὐτὸς τοῖς οὕτω διακειμένοις φησὶν ὁ Θεός· « Εἰσηνέγκατε τὰ ἐκφόρια ὑμῶν εἰς τοὺς θησαυροὺς ὑμῶν, καὶ ἐκεῖθεν ἐξεφύσησα αὐτά. Μᾶλλον δὲ οὔτ᾽ εἰ γέγονε ταῦτα, οὔτ᾽ εἰ μὴ γέγονε, ἔγνω ὁ τῇ προθέσει μακρόβιος. Ἔφθασε γὰρ πρόωρος ἁρπαγεὶς τὴν τούτων φθορὰν, ἐν αὐτῷ τῷ βουλεύεσθαι τὰ τῆς μακρᾶς εὐφροσύνης, ἀνυπερθέτως ἐν αὐτῇ τῇ νυκτὶ τὴν ψυχὴν ἀπαιτηθεὶς, καὶ οὔτε φθάσας εἰπεῖν, τίνα τῶν καταλιμπανομένων εἶναι βούλεται κύριον. Ἔδει γὰρ κοινὰ γενέσθαι λοιπὸν ἐρημίᾳ δεσπότου τὰ κυρίως παρὰ τοῦ ἀκοινωνήτου μόνου κατεχόμενα, ἑκάστῳ προκείμενα εἰς ἐξουσίαν χρήσεως ὁμοίως. Καὶ ἐπειδὴ κοινὰ σχεῖν αὐτὰ τῶν ἀπόρων οἰκείᾳ οὐ προέθετο γνώμῃ ἑκὼν δωρήσασθαι μὴ διανοηθεὶς, ἅπερ ἔμελλεν ἄκων ἀπολύειν, ἀνάγκῃ, μετὰ τὸ ἀποστερεῖσθαι τῆς ὀνειροπολουμένης κραιπάλης, προσλαμβάνει αἰώνιον κόλασιν.","t":"But none of these clever devices outwits the will of God, nor does human ingenuity defeat his unchangeable judgment, which makes vain the efforts of those who think they can achieve something by the zeal of their own power. See, at any rate, the fool omitted nothing that made for security, and yet missed his hope. The barns are intact and nothing has been removed anywhere; the locks and seals are unharmed, and the grain has run away. No wall has been dug through, no roof taken off, and the storerooms are empty. Everything that made for security is intact, everything whole, and the crop walking outside provides a marvel for onlookers and great shame for the hoarder, who cannot hide the proof of his folly in any way, having so many accusers of his inhumanity in the weevils, which the divine nod strangely scattered into the open air in a little ash, leaving inside the memorials of his insensibility as a lasting reminder of folly to the one who gathered, so that, seeing the dust left behind, he might learn that human foresight is vain, and no longer say what he said before: “Soul, you have many good things laid up for many years: eat, drink, be merry,” but find true by the outcome of the matter what Isaiah said in inspiration, carried by God: “As the thirsty man dreams that he is drinking, and when he rises up is still thirsty, and his soul has hoped in vain,” so will the wealth of the ungodly be blown away and scattered like dust, even if it is laid up in inner chambers with a view to keeping it. For so God himself says to those so disposed: “You brought your produce into your storehouses, and from there I blew it away.” Or rather, the man who planned to live long did not know whether these things happened or not. For he was snatched away before his time, ahead of their destruction, in the very act of planning his long merriment; his soul was demanded without delay that very night, and he did not even manage to say whom he wished to be master of what he left. For what the unsociable man alone held as his own had henceforth to become common, for lack of a master, lying open to everyone alike for use. And since he did not choose by his own will to make them common to the poor, not thinking to give willingly what he would have to let go unwillingly, by necessity, after being deprived of the carousal he dreamed of, he receives eternal punishment besides.","f":"Nilus, <i>Perist.</i> 5.2 (PG 79:851; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/5-2)."},"nilus-peristeria/5.3":{"o":"Εἰ γὰρ ἑκατονταπλασίονα τὰ τοῖς πτωχοῖς παρεχόμενα λαμβάνοντες οἱ φιλόπτωχοι, ζωὴν ἐπὶ τούτοις κληρονομοῦσιν ἀπέραντον, πάντως καὶ οἱ παρερχόμενοι τὸν λυπούμενον ἀπαραμύθητον, πρότερον ἐκεῖνα ζημιοῦνται, ἐξ ὧν ὁ μὴ εὐεργετημένος οὐδέ ποτε εὐχαρίστησε τοῖς ἀγνώμοσιν, εἶθ' οὕτω τῇ κολάσει παραδίδονται, πλέον τῆς πείρας τιμωρούμενοι τῷ συνειδότι, ὅτι τὸ λύτρον ψυχῆς αὐτῶν γενέσθαι ὀφείλοντα χρήματα τῇ εἰς τοὺς ἐνδεεῖς εὐποιΐα, κατακρίσεως αἰτία ταῦτα τῇ μικρολογίᾳ πεποίηνται, τῆς φρικτῆς ἐκείνης, καὶ φοβερᾶς εἰκότως κατὰ τὴν πρᾶξιν ἀκούοντες ἀποφάσεως· « Πορεύεσθε, λεγούσης, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα, γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με. » Οὐ τοσοῦτον ὄντες, ὡς ἔμοιγε δοκεῖ, ἐλεεινοὶ τῆς τιμωρίας, ὅσον τῆς ἀνοίας καταγέλαστοι, ὅτι φειδοῖ δαπάνης εὐτελοῦς, τοσαύτην καὶ τηλικαύτην εἴλοντο κόλασιν· οὔτε τῶν πρὸς τρυφὴν παρεσκευασμένων, ἐφ᾿ ὅσον ἐφαντάζοντο χρόνον, ἀπολαύσαντες, καὶ ἐπὶ τοῖς ἀπολειφθεῖσιν φοβερὰς, καὶ ἐπωδύνους δίκας ὑπέχοντες, ἐπεὶ μὴ οἰκείαν ἐποιήσαντο παραμυθίαν τὰ ἴδια κτήματα, πάντα προπέμψαντες διὰ τῶν ἀχθοφορούντων πενήτων ἐκεῖ, ἔνθα τρυφᾷν ἀνθ' ὧν κολάζεσθαι ἔμελλον, ἄλλοις ἐνασελγαίνειν δεδωκότες χώραν τοῖς οἰκείοις πόνοις, καὶ ὑπὲρ αὐτῶν εἰκότως τιμωρίαν ὑπέχοντες.","t":"For if lovers of the poor, receiving a hundredfold what they give to the poor, inherit endless life besides, then surely those who pass by the grieving man without comfort first lose the very things for which the man who received no kindness never had cause to thank those unfeeling people, and then are handed over to punishment, tormented more by their conscience than by the experience: because the money that ought to have become the ransom of their soul through doing good to the needy they have, by their stinginess, made the cause of their condemnation, as they hear, fittingly for their conduct, that dreadful and fearful sentence that says: “Depart into the eternal fire prepared for the devil and his angels. For I was hungry and you gave me nothing to eat; I was thirsty and you gave me no drink.” They are not so much to be pitied for the punishment, it seems to me, as laughed at for their folly, because to spare a slight expense they chose so great and so terrible a punishment; they neither enjoyed what was prepared for luxury for as long as they imagined, and they undergo fearful and painful penalties for what they left behind, since they did not make their own possessions a comfort for themselves by sending everything ahead, by the poor as porters, to where they would have lived in delight instead of being punished; they have given others room to run riot on the fruits of their labors, and they rightly undergo punishment for those labors.","f":"Nilus, <i>Perist.</i> 5.3 (PG 79:853; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/5-3)."},"nilus-peristeria/6.1":{"o":"᾿Αργεῖν γὰρ οἱ διαδεξάμενοι τὰς οὐσίας ἐδύναντο τῶν ἁμαρτημάτων ἀπορίᾳ δαπάνης, ὧν ἄδειαν αὐτοῖς ἡ τῶν χρημάτων ἀφθονία παρέσχε τῇ ὁρμῇ τοῖς προαιρέσεως πρὸς τὰ δοκοῦντα εὔκολον ὁδοποιήσασα τὴν ἐξουσίαν τοῦ ἔργου. Καί μοι μηδεὶς τὴν ἕωλον ἐκείνην βαττολογῶν σεμνολογείτω πρόφασιν, τέκνοις καὶ ἐκγόνοις λέγων φυλάττειν τὰ χρήματα πρὸς εὐσχήμονα βίον. Ἔφραξε γὰρ ἡ πεῖρα πᾶν στόμα προφασιζόμενον ταῦτα, ματαίαν ἐπὶ τῶν ἔργων δείξασα τὴν τοιαύτην τῶν γεγεννηκότων φροντίδα. Πόσοι γὰρ ἐξ ἀπόρων προγόνων εἰς τοσαύτην προέβησαν εὐπορίαν, ὡς τοῖς ἐπτοημένοις περὶ τὰ μάταια νομισθῆναι ἐπίφθονοι; Πόσοι δὲ πατέρων λαμπρὰς οὐσίας διαδεξάμενοι παῖδες, εἰς ἐσχάτην ἤλασαν πενίαν, ἢ βιασθέντες παρὰ δυνατωτέρων, καὶ ὁμοῦ πᾶσαν ἀφαιρεθέντες τὴν ὕπαρξιν, ἢ τῇ κατ' ὀλίγον αὐτὴν λαφύξαντες ἀσώτῳ διαγωγῇ καὶ θητείαις αἰσχραῖς, ὕστερον μόλις ποριζόμενοι τὴν ἀναγκαίαν τροφήν; Ὅπως ἡ σκέψις τοῦ συναγαγόντος εἰκαία πᾶσι προδήλως δειχθῇ, παύουσα τοὺς αὖθις τῆς τοιαύτης ματαιοπονίας τοῖς προλαβοῦσι παραδείγμασι, καὶ τῆς οἰκείας πείθουσα γενέσθαι σωτηρίας, τὴν τῶν ἐκγόνων οἰκονομίαν ἀνατιθέντες Θεῷ κἀκείνους οἰκονομήσαντι; ὡς ἔκρινεν εὔλογον, ἢ ἐκ ταπεινῶν ποιήσαντι ὑψηλοὺς, ἢ τηρήσαντι ἐν τῷ ἀξιώματι, ᾧ παρὰ τῶν φυσάντων κατελείφθησαν. Εἰ γὰρ ἄδηλος ἡ τῶν καταλιμπανομένων τοῖς τέκνοις παραμονή, ὡμολογημένον δὲ τὸ ἐκ τῆς εὐποιίας κέρδος, τί μὴ πᾶσι τοῦ ἀδήλου τὸ προφανές κρίνεται προτιμότερον, ἐκεῖ πεῖθον σπεῖραι τὰ σπέρματα, ὅπου καὶ πολλὴ καὶ ἀναμφίβολος ἡ ἐπικαρπία ἐλπίζεται; Εἰ δὲ καὶ βεβαία τοῖς διαδεχομένοις ἡ κτῆσις ἦν, καὶ ἀναντίῤῥητος, τίς οὕτως ἐχθρὸς ἑαυτοῦ καὶ ἐπίβουλος, ὡς ὑπὲρ τοῦ παραπέμψαι τοῖς ἐξ αὐτοῦ ἄφθονον ὕλην τρυφῆς, αὐτὸς ἑλέσθαι αἰώνιον κόλασιν, καὶ μὴ τῆς ἄλλων ἀνέσεως τὴν ἰδίαν σωτηρίαν προτιμοτέραν ἡγήσασθαι, ἢ κἂν γοῦν ἐν ἴσῳ θέσθαι τὰ οἰκεῖα τοῖς, ὡς ἡ ἀλήθεια βούλεται, ἀλλοτρίοις, καὶ οὐδὲν προσήκουσιν ἐν τῷ μέλλοντι; οὐδὲν γὰρ οὐδενὶ τῆς ἑαυτοῦ ψυχῆς ἴσον ἐπειδὴ μόνον ἕκαστος ὑπὲρ ἑαυτοῦ ἔσεσθαι μέλλει κρινόμενος, οὐδεμίαν ἐκ συγγενείας, καὶ φιλίας ἔχων ἐπὶ τοῦ κριτοῦ συνηγορίαν. Ὅθεν ἐπειδὴ ἐλεημοσύναι καὶ εὐποιίαι παῤῥησίαν ἐπὶ τοῦ βήματος παρέχουσιν ἐκείνος, τούτων ἐπιμελητέον, τῆς κατὰ τὴν οἰκειότητα προσπαθείας φροντίζοντες ἔλαττον, Θεῷ τῆς πάντων ἀνακειμένης κηδεμονίας, τῷ πρὸς τὸ συμφέρον οἰκονομοῦντι τὴν ἑκάστου ζωὴν, εἰ μὴ χεῖρον ἡμᾶς τῶν ἀλόγων κατὰ τοῦτο διακεῖσθαι χρὴ τὴν πρόνοιαν τοῦ Θεοῦ σφετεριζομένους, τῇ εἰς τοὺς παῖδας δοκούσῃ κηδεμονίᾳ, σφαλλομένῃ πολλάκις, ὡς εἴρηται, τοῦ σκοποῦ, διὰ τὸ πολλοὺς ἐκ πολλῆς κτήσεως καταλελεῖφθαι γυμνοὺς, καὶ ἀνεστίους παντάπασι. Δεῖ γὰρ, ὁ μὴ σώφρονι λογισμῷ παρ' ἑαυτῶν ἐπαιδεύθημεν, τοῦτο μαθεῖν παρὰ τῶν ἀλόγων, ὡς καὶ ἄλλα πολλά. Θηρίοις γὰρ, καὶ ἑρπετοῖς, πτηνοῖς τε, καὶ κτήνεσιν ἅπασιν ἡ φύσις διδασκαλία, ἐφόσον φροντίζειν δεῖ τῶν ἐκγόνων παιδεύσασα ἐπιμέλειαν σκύμνων, καὶ πώλων καὶ νεοττῶν, γεγένηται, ἕως μὴ πάρεστι πρὸς πορισμὸν τροφῆς αὐτοῖς οίκοθεν δύναμις· ταύτης προσγενομένης τὴν συγγενικὴν παύουσα κηδεμονίαν, καὶ ἑκάστῳ τὴν νομὴν αὐτεξούσιον ἐπιτρέπουσα· πρὸς ἐντροπὴν τάχα τῶν λόγῳ τετιμημένων, καὶ ἀλόγων διακειμένων ἀναισθητότερον, οἳ καὶ Θεὸν ὡς οὐχ ἱκανὸν εἰς πρόνοιαν τῶν οἰκείων ἔργων ὑβρίζουσι, τῷ πᾶσαν εἰς ἑαυτοὺς τὴν τῶν ἐκγόνων ἕλκειν ἐπιμέλειαν, καὶ τῇ πολλῇ περὶ αὐτὰ φροντίδι περὶ τῆς ἑαυτῶν οὐδόλως μεριμνῶντες σωτηρίας, ὡς οὐκ ὄντες μᾶλλον ἐκείνων ἑαυτοῖς συγγενέστεροι, καὶ πρὸς τὴν τῶν συμφερόντων ἐπιμέλειαν οἰκειότεροι.","t":"For those who inherited the estates could have been idle from sins for lack of money to spend, sins for which the abundance of money gave them free rein, smoothing the way to the power of action for the impulse of their will toward whatever they fancied. And let no one solemnly babble to me that stale excuse, saying that he is keeping the money for his children and grandchildren so that they may live respectably. Experience has stopped every mouth that makes this excuse, showing by the facts that such concern on the part of parents is vain. How many have risen from poor ancestors to such wealth that those excited about vain things thought them enviable? And how many children who inherited their fathers' splendid estates have been driven to the utmost poverty, either violently robbed by more powerful men and deprived of their whole property at once, or devouring it little by little by a dissolute life and shameful hired service, and afterwards scarcely earning their necessary food? So the forethought of the one who gathered is plainly shown to all to be pointless; the examples that went before stop others from such vain labor and persuade them to see to their own salvation, entrusting the management of their descendants to God, who managed them too as he judged reasonable, either making them lofty from lowly, or keeping them in the rank in which their parents left them. For if the permanence of what is left to children is uncertain, but the gain from doing good is agreed, why do not all judge the evident preferable to the uncertain, which persuades them to sow their seed where an abundant and undoubted harvest is hoped for? And even if possession were secure and unchallenged for the heirs, who is so much his own enemy and plotter that, to hand down abundant material for luxury to his offspring, he would himself choose eternal punishment, and not consider his own salvation preferable to others' comfort, or at least put his own interests on an equal footing with theirs, who are, as truth would have it, strangers to him and nothing to him in the world to come? For nothing is equal for anyone to his own soul, since each is going to be judged for himself alone, having no advocate before the judge from kinship or friendship. Therefore, since almsgiving and good deeds give boldness before that tribunal, we must attend to them, caring less for attachment to our own kin, since the care of all rests with God, who manages each person's life for his benefit; unless we must be disposed in this matter worse than the irrational animals, usurping God's providence by a supposed care for our children, which often misses its aim, as has been said, since many are left naked and wholly homeless after great possessions. For what we have not been taught by our own sober reasoning we must learn from the irrational animals, as we do many other things. For to beasts, reptiles, birds and all cattle nature is a teacher: she has taught them to care for their cubs, foals and nestlings as far as they must care for their offspring, as long as the young do not have the strength of their own to find food; when this comes, she ends the parental care and entrusts each with the freedom of its own pasture. This is perhaps to shame those honored with reason, who behave more senselessly than the irrational and insult God as though he were not able to provide for his own works, by drawing to themselves the whole care of their offspring; and in their great anxiety for them they take no thought at all for their own salvation, as though they were not more closely related to themselves than to them, and more nearly concerned with caring for their own interests.","f":"Nilus, <i>Perist.</i> 6.1 (PG 79:855; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/6-1)."},"nilus-peristeria/6.2":{"o":"Συγγένεια γαρ ἐστι σωμάτων οἰκειότης ἀγχίσπορος, μέχρι τότε τὸν δεσμὸν τῆς ἀγχιστείας ἐπισυρομένη, μέχρις ἂν ἡ σειρὰ πέπλεκται τῶν σωμάτων, ἄλλον ἄλλῳ στοιχηδὸν ἠρτημένων ἐν τάξει συνδέουσα· θανάτου δὲ τὸν εἰρμὸν τῆς συναφείας διακόψαντος, τούτων τὰ τῆς συγγενείας λέλυνται δίκαια, ἑκάστου πρὸς τὴν δίκην περὶ τῶν ἰδίων πράξεων ἑλκομένου, καὶ τότε γνωρίζοντος τὴν ἐρημίαν, ἣν αὐτῷ κατεσκεύασεν, ὅτε μηδαμόθεν ἔστιν ἐπινοῆσαι βοήθειαν, καὶ τῶν ὑλῶν, καὶ τοῦ καιροῦ τῆς βοηθείας οἰχομένων ὁμοῦ. ᾿Αδελφὸς οὐ λυτροῦται τῆς ἀνάγκης ἐκείνης ἀδελφὸν, πατὴρ οὐκ ἐξαιρεῖται υἱὸν τῆς κολάσεως, μήτηρ οὐ παραιτεῖται υἱὸν τιμωρούμενον, τέκνον οὐκ ἐξαιρεῖται τοὺς γεννήσαντας· ἀργοῦσιν αἱ σχέσεις αὗται, καὶ παύονται νικώμεναι τῷ φόβῳ τῆς κρίσεως. Οὐκ οἶδεν ἐπὶ τοῦ βήματος ἐκείνου γυναῖκα ἀνὴρ, ἣν ἴσως καὶ ποθουμένην ἀπέβαλεν· οὐ λογίζεται ἄνδρα γυνὴ, ὃν ἀκμάζοντι καὶ φλεγομένῳ παρέπεμψεν ἔρωτι, τῆς ὑπερβαλλούσης ἀγωνίας καταλυούσης τὰς ἐμπαθεῖς ὑπομνήσεις τῶν σαρκικῶν διαθέσεων. Καὶ πολλάκις μὲν ὁ προγονικὴν διαδεξάμενος ὕπαρξιν, καλῶς οἰκονομήσας ταύτην τοῖς δεομένοις, ἕστηκε παρὰ τοῦ κριτοῦ οἷς ἐποίησεν εὐφημούμενος, καὶ ἱλαρῷ τῷ προσώπῳ τὰς ἐπαγγελίας ὑποδεχόμενος· ὁ δὲ καταλιπὼν ταύτην ἐπὶ τὰς κολάσεις ὠθούμενος ἕλκεται, ἐπεὶ μηδὲν ἐξ αὐτῶν εἰς τοὺς δεομένους χρηστὸν ἐπεδείξατο, ἄλλῳ σωτηρίας ἀφορμὴν τοὺς οἰκείους πόνους καταλιπών, καὶ αὐτὸς ἑαυτὸν τῶν ἰδίων ὠφελήσας ὁ τάλας οὐδέν. Καλῶς ὁ σοφὸς ἐν Παροιμίαις φησὶ Σολομών· « Ὁ συνάγων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτὸν, » ἑαυτῷ κολάσεως τῆς πλεονεξίας, καὶ ἑτέροις ἀμοιβῶν τῆς εὐποιίας ἀγαθῶν γινόμενος αἴτιος. Καὶ τούτων οὕτως ἐχόντων, τίς ἡ μανία παραπαιόντων διόλου, καὶ οὐδὲ τῷ καιρῷ τοῦ θανάτου λογιζομένων τὸ βῆμα τὸ φοβερόν·","t":"For kinship is a closeness of bodies sprung from near seed; it draws along the bond of relationship only so long as the chain of bodies is woven, binding them together in order, each linked to the next in a row. But when death cuts the sequence of their connection, the rights of kinship among them are dissolved, each being dragged to judgment for his own deeds and then recognizing the desolation he has prepared for himself, when it is impossible to think of help from anywhere, since both the means and the time for help are gone together. A brother does not ransom his brother from that necessity; a father does not rescue his son from punishment; a mother does not beg off her son when he is punished; a child does not rescue his parents. These relationships are idle and cease, overcome by fear of the judgment. At that tribunal a husband does not know the wife whom he perhaps lost while he still longed for her; a wife takes no account of the husband whom she escorted to the grave while her love was at its height and aflame; for the overwhelming anguish dissolves the passionate memories of fleshly attachments. And often the man who inherited ancestral property and managed it well for the needy stands before the judge praised by those for whom he did good, receiving the promises with a cheerful face; while the one who left it to him is dragged off, thrust toward punishment, since he showed no kindness from it to the needy, but left his own labors to another as a means of salvation, while the wretch benefited himself not at all from his own. Well does wise Solomon say in Proverbs: “He who gathers his wealth with interest and increase gathers it for one who pities the poor,” becoming the cause of punishment for himself because of his greed, and the cause of good rewards for others because of their doing good. And this being so, what madness it is of people wholly out of their minds, who do not take thought for the fearful tribunal even at the time of death!","f":"Nilus, <i>Perist.</i> 6.2 (PG 79:857; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/6-2)."},"nilus-peristeria/7.1":{"o":"Δεδόσθω γὰρ τοῖς καταφρονηταῖς τὴν ἄδειαν ἐν τῇ ζωῇ γεγενῆσθαι λήθης τῶν συμφερόντων ὑπόθεσιν, τί καὶ πρὸς τὴν ἔξοδον μένουσιν ἀπαθεῖς; Ὅτε τῶν ἀπαιτούντων τὴν ψυχὴν ἐπιστασία φοβερὰ συνέχει φρίττουσαν αὐτὴν πρὸς τὴν ἔξοδον καὶ δειματοῖ σχήμασι φοβεροῖς, εἴπως λογισμὸν λάβοι τῶν καθ᾿ ἑαυτὴν σώφρονα, καὶ πρὸς τὸ μέλλον συμφέροντα ὅτε δαίμονες ὀνειδίζοντες τὴν ἁμαρτίαν, καὶ πρὸς ἑαυτοὺς ἕλκουσιν ἀπειλοῦντες εἰς ἀμειδῆ, καὶ σκυθρωπά χωρία, ὡς πρὸ τῆς βασάνου τὴν κατάπληξιν ἱκανὴν εἶναι πρὸς κόλασιν· ὅτε ἡ συνείδησις ἐπιστρέφειν εἰωθυῖα πρὸς τὰ πεπλημμελημένα τρέμει τὴν πρὸς ἀξίαν τῶν ἡμαρτημένων περιμένουσα κόλασιν· ἔνθεν γὰρ ἱδρῶτι κεῖται τὸ σῶμα διάβροχον, τοὺς κρουνούς σημεῖα δεικνύον τοῦ ἔνδον καμάτου, καὶ τῆς ἀδήλου ταραχῆς τὰ ὁρώμενα παρέχον τεκμήρια. Ἀλλὰ καὶ τότε τάχα μὲν τῇ ἐλπίδι τοῦ ζῇν κολακεύουσι προστάτας, καὶ φίλους, καὶ συγγενεῖς ἐπὶ τοῖς καταλιμπανομένοις μνώμενοι τὴν ἐξ αὐτῶν λοιπὸν ἀνόνητον εὔνοιαν. Τάχα δὲ καὶ ἀληθῶς καθῆκον κρίνουσι τοῦτο, τὰ, ὡς οἴονται, οὐκ ἀκολουθοῦντα ἔνθα μεθίστανται, καταλειφθῆναι λογιζόμενοι τοῖς εἰρημένοις, καλὸν πρὸς μνήμην ἀγαθὴν τὴν οὐκέτι τοῖς τιμωρουμένοις χρησίμην. Τί γὰρ τῷ ἐν ἀφορήτοις ὀδύναις ὄφελος εὐφημίας χαρίτων, οὐκ ἐπικουφιζομένῳ ταῖς εὐχαρίστοις φωναῖς τὸ ἀπαρηγόρητον ἄλγημα; Ἀκολουθεῖν δὲ, κἂν μὴ προεπέμφθη, ταῦτα ἐδύνατο καταλειφθέντα τοῖς πένησι, καὶ τῷ ἐπικομισαμένῳ ποιῆσαι πολλὴν παραμυθίαν, ἔνθα τὸν κεναῖς ἀπελθόντα χερσὶν, οὔτε δανείσασθαι, οὔτε χάριν λαβεῖν, οὔτ᾽ ἄλλως πως ἔστιν εὐεργεσίας τυχεῖν.","t":"Grant that for the scornful their freedom from fear in life became an occasion for forgetting what is to their advantage; why do they remain unmoved even at their departure? When the fearful presence of those who demand the soul grips it as it shudders at departure and terrifies it with frightful shapes, to see whether it may take some sober thought about its own state and about what will profit it for the future; when demons, reproaching it with its sin, drag it to themselves, threatening it with joyless and gloomy places, so that the terror before the torment is enough to serve as punishment; when conscience, accustomed to turn back to its offenses, trembles as it waits for a punishment that fits the sins committed; that is why the body lies drenched with sweat, showing its streams as signs of the toil within and offering visible proofs of the unseen turmoil. Yet even then, perhaps flattering themselves with the hope of life, they court patrons, friends and relatives with what they are leaving behind, seeking from them a goodwill that is henceforth useless. Or perhaps they truly judge this fitting, reckoning that what, as they think, does not follow them to where they are going should be left to those just mentioned, for the sake of a good memory, which is of no further use to those being punished. For what use is the praise of gratitude to one in unbearable pain, whose inconsolable anguish is not lightened by thankful voices? But these things, even if they had not been sent ahead, could have followed him had they been left to the poor, and could have given great comfort to the one who brought them along, there where one who departs with empty hands can neither borrow nor receive a favor nor obtain kindness in any other way.","f":"Nilus, <i>Perist.</i> 7.1 (PG 79:859; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/7-1)."},"nilus-peristeria/7.2":{"o":"Ὡς δηλοῦσι μετὰ τοῦ ἄφρονος πλουσιου αἱ μωραὶ πέντε παρθένοι· ὁ μὲν γὰρ ῥανίδα κατὰ τῆς γλώττης ᾔτει φλεγόμενος, αἱ δὲ μικρὸν ἔλαιον, ὃ μὴ ἐπεκομίσαντο, καὶ οὐδεὶς δέδωκεν ἔχων ταῖς δυναμέναις βαστάσαι καὶ μὴ βεβαστακυίαις. Καὶ διὰ τοῦτο ὁ μὲν Ἐκκλησιαστής παραινεῖ λέγων· « Απόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ἐνδεοῦς, ὅτι ἐν πλήθει ἡμερῶν σου εὑρήσεις αὐτόν. » Ὁ δὲ ᾿Απόστολος· « Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. » Ὁ δὲ Κύριος· « Θησαυρίσατε ἑαυτοῖς θησαυρὸν ἐν οὐρανῷ.» Πρὸ τῆς ἀνάγκης συμβουλεύοντες τὸ πρακτέον, ἵνα μή τις ἀγνοίᾳ τοῦ συμφέροντος ζημιωθῇ τὴν μέλλουσαν εὐφροσύνην, ἔρημος τῶν ἐπιτηδείων ἀπελθὼν, καὶ μένων οὐ μόνον ἀνέστιος, ἀλλὰ καὶ τῷ ἀπολαύοντας ἑτέρους ὁρᾷν, πολλὴν ὑπομένων ὀδύνην. Λυπεῖ μὲν γὰρ ἔνδεια μετρίως τὸν οὐκ ἐρεθιζόμενον ἑτέρων τρυφῇ, τῆς ὀρέξεως ὡς ἡσυχαζούσης τῷ μὴ ἔχειν ἔξωθεν ὑπόμνησιν ἐναλγῆ, ἐν ὀφθαλμοῖς δὲ οὔσης τῆς εὐωχίας, καὶ τῶν δαιτυμόνων ταῖς προπόσεσι ἱλαρῶς δεξιουμένων ἀλλήλους. δεινὴν ἡ ἐπιθυμία ἐργάζεται βάσανον, τῇ ὄψει τῶν ἡδέων τὴν ἔφεσιν διεγείρουσα, καὶ τῷ ἐφίεσθαι τὴν μετάληψιν, ἀνιῶσα μάλα σφοδρῶς. Ὅταν δὲ καὶ τὸ ὅπως ἦν δυνατὸν τὸ γενόμενον τῇ ἀβουλίᾳ ἀδύνατον λογίσηται, καὶ ὡς παρ᾿ ἰδίαν ἀβουλίαν ἀποστερεῖται τοῖς ἄλλοις ἐν ἐξουσίᾳ τρυφῆς, τότε τὸ θλιβερὸν χαλεπώτερον γίνεται· τῆς μεταμελείας πρὸς τὴν τοῦ σφαλλομένου διόρθωσιν ἀμηχανούσης, καὶ πόρον οὐχ εὑρισκούσης, ὅπως ἡ ἐξουσία πάλιν λαβοῦσα καιρὸν εὖ παράσχῃ διαθέσθαι τὸ προτεθὲν πάλαι κακῶς.","t":"So the five foolish virgins show, together with the foolish rich man. For he, burning, asked for a drop on his tongue, and they for a little oil, which they had not brought with them; and no one who had it gave it to those who could have carried it and did not. That is why Ecclesiastes advises: “Send your bread out before the face of the needy, for in the multitude of your days you will find it.” And the Apostle: “As we have opportunity, let us do good; for in due season we shall reap, if we do not faint.” And the Lord: “Store up for yourselves treasure in heaven.” They advise what must be done before the time of necessity, so that no one, through ignorance of his own advantage, may lose the gladness to come, departing destitute of what he needs and remaining not only homeless but also suffering much pain from seeing others enjoy themselves. For want grieves moderately the one who is not provoked by others' luxury, since appetite stays quiet, so to speak, when it has no painful reminder from outside. But when the feast is before one's eyes and the banqueters cheerfully greet one another with toasts, desire works a terrible torment, stirring longing by the sight of pleasant things and grieving very sharply by longing for a share. And when one reckons too how what was possible became impossible through one's own ill counsel, and how through one's own ill counsel one is deprived while others have the freedom of luxury, then the distress becomes harsher; for regret is helpless to correct the mistake and finds no way by which power might regain its opportunity and allow one to set right what was once badly arranged.","f":"Nilus, <i>Perist.</i> 7.2 (PG 79:859; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/7-2)."},"nilus-peristeria/8.1":{"o":"Καὶ ταῦτα μὲν οὐ συνορῶντες πολλοὶ, διαθήκας εἰς τοὺς προσήκοντας τίθενται ἔγγραφον τὴν ἑαυτῶν στηλιτεύοντες ἄνοιαν, καὶ προτιμοτέρους ἑαυτῶν εἰς τὸν τῆς κηδεμονίας λόγον ἄλλους ἡγούμενοι. Εἰ γὰρ καὶ τέκνα γονεῦσιν ὁ τῆς φύσεως νόμος ᾠκείωσεν, ἀλλ᾽ ὁ τῆς σωτηρίας πόθος ἕκαστον ἑαυτοῦ πλείονα ποιεῖσθαι διδάσκει φροντίδα πρὸς τὸν τῆς κρίσεως καιρὸν ἄγων τὴν ἔννοιαν, ἐν ᾧ τὴν οἰκείαν ὁ καθεὶς πεφρικὼς ἐκδέχεται κρίσιν, οὐδαμόθεν προσδοκῶν, ἐὰν κακῶς τὰ κατ᾿ αὐτὸν ἔχῃ, ἄλλοθεν ἐπικουρίαν. Ζῶ γὰρ ἐγὼ, φησὶ Κύριος, ὅτι ἐὰν ὦσιν ἐκεῖ Δανιὴλ, καὶ Ἰὼβ, οὐ ῥύσονται υἱοὺς ἢ θυγατέρας αὐτῶν, ἀλλ᾽ ἢ αὐτοὶ μόνοι σωθήσονται, ὁ δὲ ἁμαρτωλὸς ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται· οἱ δὲ πρὸς τὴν καθ᾽ ἑαυτῶν ἀναλγησίαν γενναῖοι, οὐδένα τότε παρ' οὐδενὸς ἔχειν βοήθειαν μαθόντες, ἕκαστον δὲ ἐκ τῶν ἰδίων ἔργων σωζόμενον, ἢ ἀπολλύμενον παρέντες τὰ ἑαυτῶν μεριμνᾶν, καὶ ὡς ἂν τῆς μερίδος γένοιντο τῶν σωζομένων καταλιπόντες φροντίζειν, κληρονόμοις παραπέμπειν φιλοτιμοῦνται τὰς οὐσίας σκυθρωποῖς μὲν προσώποις δῆθεν σχηματιζομένοις κατήφειαν, φαιδρᾷ δὲ τῇ διαθέσει λογιζομένοις ἔνδον τὴν τῶν καταλειφθέντων ἀπόλαυσιν· καὶ οἱ μὲν μετὰ τὴν κηδείαν εὐφραίνονται, τοῖς ἀλλοτρίοις ἐνευωχούμενοι κόποις, αὐτοὶ δὲ τὴν ὄντως στυγνὴν κατήφειαν πρὸς διηνεκῆ τῆς τιμωρίας ἐπιφέρονται ὀδύνην.","t":"Not perceiving this, many make wills in favor of their relatives, publicly posting their own folly in writing and considering others more deserving of care than themselves. For even if the law of nature has bound children closely to parents, the longing for salvation teaches each to take more care of himself, directing his thought to the time of judgment, in which each awaits his own judgment with trembling, expecting no help from anywhere else if his own affairs are in a bad state. “For as I live, says the Lord, if Daniel and Job are there, they shall not deliver sons or daughters; they alone shall be saved, and the sinner shall die in his sin.” But those who are so bravely callous about their own case, having learned that then no one will have help from anyone, but each will be saved or lost by his own works, neglect to take care for themselves and leave off thinking how they may come to belong to the portion of the saved, and are eager to hand down their estates to heirs, who put on gloomy faces, feigning dejection, while within they cheerfully reckon up the enjoyment of what has been left. And these make merry after the funeral, feasting on another's labors, while those who left them carry off the truly grim dejection into the lasting pain of punishment.","f":"Nilus, <i>Perist.</i> 8.1 (PG 79:861; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/8-1)."},"nilus-peristeria/9.1":{"o":"Καὶ οἷα τὰ πάντα σεμνὰ τῆς διαθήκης αὐτῶν προοίμια Εἴη μὲν ἐμοὶ ζῇν, φησὶ, καὶ τῶν ἐμαυτοῦ δεσπόζειν, πρὶν δωρήσωνται. Δηλώσαντες τὸ μὴ κατὰ γνώμην τοῦτο ποιεῖν, πρὶν χαρίσωνται, τὸ παραχωρεῖν ἀνάγκῃ, καὶ οὐ προαιρέσει σημαίνουσι· ζῇν μὲν καὶ δεσπόζειν τῶν οἰκείων εὐχόμενοι· ἐπεὶ δὲ μὴ προχωρεῖ τοῦτο, παραπέμποντες τοῖς τυχοῦσιν, ἃ καὶ βουλόμενοι λαβεῖν, ἢ ἔχειν οὐ δύνανται. Εἴη ἐμοὶ ζῇν! Αλλ' εἴποι πρὸς αὐτὸν εἰκότως ἡ ἀλήθεια· Εἴη σοι ζῇν, ὦ οὗτος Τί γὰρ μέχρι νῦν ζήσας τὸν βίον ὠφέλησας; Τίνα τῶν λιμωττόντων ἐχόρτασας; Τίνα τῶν ἀστέγων συνήγαγες; Τίνα τῶν στρεβλουμένων χρεωφειλετῶν ἠλευθέρωσας; Τίνα δεσποτῶν ὀδυρόμενον ὠμότητα τῆς σκληρᾶς δουλείας ἀπήλλαξας; Τίνος τῶν ἀπὸ πλούτου ἀποτυχόντων πενίαν δενὸς ἄλλοι τοῦτο λέγοντος περὶ σοῦ; Εἶπον δ᾽ ἂν πάντως πολλοὶ, Εἰ ἦσθα γενόμενος ἐν τῷ παρελθόντι χρηστὸς, πάλιν ἕκαστος τοιούτου πειραθήσεσθαι πεπεισμένος, οἷος αὐτῷ καὶ πάλαι γεγένησο. Εἴη σοι ζῇν· διατί; Ἵνα μερίσῃς τὴν οὐσίαν τοῖς πένησιν; Ἵνα νῦν ποιήσῃς, ὁ μὴ ἐποίησας πρίν; Ἵνα τὸ λοιπὸν κατὰ τὴν χρείαν ἀναπληρώσῃς ἑκάστῳ ἐκ τοῦ σοι περισσεύοντος; Ἔξεστί σοι τοῦτο καὶ τελευτῶντι ποιῆσαι, καὶ πολλοὺς ἔχειν τοὺς ὑπὲρ τῆς σῆς προσευχομένους ἀνέσεως· μᾶλλον δὲ κἂν μηδεὶς προσεύξηται, μηδὲ δεηθῇ τοῦ Θεοῦ, αὐτό σε τὸ ἔργον αἰδέσιμον ποιήσει τῷ Κριτῇ, καὶ ἐπὶ τὴν ἡτοιμασμένην ὁδηγήσει βασιλείαν σὺν τοῖς θρέψασι πεινῶντα τὸν παρεμυθήσω, ἐπικουφίσας αὐτῷ καὶ ἐν μέρει τὰ τῆς πτωχείας δεινά; Ὅτι ζῇν βούλεσθαι λέγεις, οὐπένητα. σάμενος. Βεβαίως σὰ ἦν, εἰ ἧς αὐτὰ τῇ ἐλεημοσύνῃ τα. Η ἵνα καὶ ἄλλα κτησάμενος, ἁβρῶς μὲν τῶν ἡδέων ἐπὶ πλεῖον ἀπολαύσῃς αὐτὸς, πλειόνων δὲ διαδόχους καταλίπῃς τοὺς σοὺς, δεσπόσῃς δὲ πάλιν; Ἵνα τί ὧν ἕως τοῦ παρόντος κακῶς ἐκυρίευσας, οὐδενὸς ἐκ τοσούτων παραμυθησάμενος ἔνδειαν; Πῶς δὲ καὶ σὰ λέγεις τὰ πρὸς χρῆσιν δεδομένα τῆς ἐνθάδε ζωῆς, καὶ οἰκονομίαν τῶν δεομένων κοινήν; Πόθεν ἐνήνοχας αὐτὰ, ὅτι σὰ λέγεις, τὰ τῆς σῆς γενέσεως πρεσβύτερα; Οὐκ ἐπεκομίσω ἄλλοθεν παρερχόμενος εἰς τὸν βίον; οὐ συνέπεσέ σοι γεννωμένῳ; οὐκ ἐκ νηδύος ἔχων αὐτὰ ἐξῆλθες μητρικῆς, ἵνα καθάπερ τὸ συμπεφυκὸς σῶμα, οὕτως εἴπῃς σα· τὰ σύγχρονά σοι εὖρες· ἐχρήσω· καταλείπεις· πῶς σὰ λέγεις τὰ πρὸ σοῦ, καὶ μετὰ σὲ πᾶσιν ὁμοίως εἰς ἐξουσίαν προκείμενα; Σὰ ἦν, εἰ ἧς αὐτὰ τῇ μεταδόσει κτηθησαυρίσας ἐν οὐρανῷ. Τοῦ δὲ θανάτου σοι παραλύοντος τὴν νομὴν τῆς αὐθεντίας, μάταιος λοιπὸν διανομεὺς, ὧν ὁ καιρὸς καὶ μὴ βουλόμενόν σε ἀφαιρεῖται τὴν ἐξουσίαν. Ἴθι δὴ οὖν συντόμως, καὶ μετάβηθι τάχιον ὀλίγας τῆς ὀλιγοχρονίου ζωῆς ἀντὶ πολλῶν τῆς πολυχρονίου τῇ δίκῃ ὑφέξων εὐθύνας. Τί καὶ μακρὰν σεαυτῷ, καὶ χαλεπωτέραν κατασκευάζεις τὴν κόλασιν, πρὸς ἔσχατον γῆρας ἐκταθῆναί σοι ποθῶν τὸν ἐνάμαρτον βίον, ἵνα πολλῆς τῆς ἐνθάδε διαγωγῆς πολλὴν δέξῃ, καὶ παρατεταμένην τὴν βάσανον;","t":"And how solemn are the preambles of their wills! “May I live,” he says, “and be master of my own,” before they make their bequests. Showing that they do not do this willingly, before they give they indicate that they yield from necessity and not by choice, praying to live and to be master of their own; but since this does not succeed, they hand on to chance people what they cannot take or keep even if they wish. “May I live!” But truth might fairly say to him: “May you live, sir! But what good did you do by living your life until now? Which of the starving did you feed? Which of the homeless did you take in? Which of the debtors on the rack did you set free? Which slave, lamenting the cruelty of his masters, did you release from harsh slavery? Whose poverty, among those who had fallen from wealth, did you relieve? … No one says this of you. Yet many would surely have said it, if you had been good in the past, each convinced that he would find you again such as you had been to him before. May you live, why? To share your property with the poor? To do now what you did not do before? To supply each for the rest of your life with what he needs out of your surplus? You can do this even when you die, and have many praying for your rest; or rather, even if no one prays or entreats God, the deed itself will make you respected by the Judge and will lead you to the prepared kingdom with those who fed the hungry, whom you comforted, lightening for him at least in part the hardships of poverty. Because you say you want to live … They would surely have been yours, if you had … them by almsgiving. Or is it so that, acquiring yet more, you may enjoy pleasures more luxuriously yourself, leave your own people heirs of more, and be master again? Why, when until now you have wickedly been lord of what you have, relieving no one's want out of so much? And how do you call yours what was given for use in this life and is the common provision of the needy? Where did you bring them from, that you call them yours, things older than your birth? Did you not bring them from elsewhere as you came into life? Did they come together with you when you were born? Did you come out of your mother's womb holding them, so that you might call them yours as you call your body, which grew with you? You found them existing in your time; you used them; you leave them. How do you call yours what was there before you and will be after you, lying open to the use of all alike? They would have been yours if you had stored them up in heaven by sharing them. But since death dissolves your title of ownership, you are henceforth a vain distributor of things of which time strips you of control even against your will. Go, then, quickly, and pass over sooner, to give account at the judgment for a few things of a short life instead of many things of a long one. Why do you prepare for yourself a long and harsher punishment, longing for your sinful life to be stretched to extreme old age, so that for a long stay here you may receive a long and drawn-out torment?”","f":"Nilus, <i>Perist.</i> 9.1 (PG 79:861; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-1)."},"nilus-peristeria/9.10":{"o":"Τίς γὰρ ἀέρος ἀποτομὴν καθάπερ γῆς, ἢ χρήματος ποιησάμενος δυνάμεως περιουσίᾳ, ἔσχε παρ' ἑαυτῷ κεχωρισμένον τοῦ συνεχῶς κεχυμένου κατὰ πᾶν μέρος τῆς κτίσεως; Τίς δὲ χρημάτων ἢ κειμηλίων δίκην ἡλιακὸν φέγγος, ἢ θάλπος, ἔνδον ἐθησαυρίσατο ἰδιόκτητον μόνος ἀπολαύων...... ὅταν νὺξ ὑπόγειον, ἢ νέφωσις τρέχοντα καλύπτῃ τὸν πόλον; Ὕδωρ κἂν ἐν κάλπεσιν ἀντλούμενον πολυσχεδῶς καταμερίζεσθαι δοκῇ, ἴδιον ἑκάστου τῶν ἀρυομένων ἐν τῷ ληφθῆναι γινόμενον, ἀλλὰ τῇ ἀφθονίᾳ τοῦ ῥεύματος ποιεῖ τὴν χρῆσιν τοῖς πολλοῖς ἀφιλόνεικον, ἴσα τοῖς ἀμερίστοις παῦον τὸν τῆς κτήσεως ἵμερον περιττὸν πάντως τοῦ λογισμὸν ἔχοντος ἡγουμένου καὶ μάταιον οἰκειοῦσθαι σπουδάζειν ἅπερ κοινὰ πᾶσιν ἡ φύσις δεδώρηται, ἰσονομίαν χρήσεως παρασχοῦσα, καὶ δεσποτείας ὁμοίως ἀποστερήσασα ἅπαντας, καὶ ταμιεύεσθαι τοῦτο, οὗ πᾶσιν ἡ χρῆσις διὰ παντὸς προκειμένη πλουσία, καὶ πρόχειρος, τῷ ἑτοίμῳ τῆς εἰς ἀπόλαυσιν ἐξουσίας, ἀργὴν, εἰς κτῆσιν τὴν ἐπιθυμίαν ποιεῖ. Ἐπειδή πως τὸ μὲν σπάνιον, δυσπόριστον ερεθίζει τὴν ὄρεξιν, μὴ προληφθῇ παρ' ἑτέ­ μου ἀγῶνα ποιοῦν, οὐ κινεῖ δὲ ταύτην πρὸς ἔφεσιν τὸ ἐν τῷ πληθύνειν ἀεὶ καταφρονούμενον.","t":"For who, by the abundance of his power, has cut off a piece of air, as of land or money, and kept it by himself separated from what is poured out continuously through every part of creation? Who has stored up sunlight or warmth inside like money or treasures, enjoying it as his private property alone … when underground night or cloud covers the turning sky? Water, even if, drawn in pitchers, it seems to be divided up in many ways, becoming the property of each who draws it once it is taken, yet by the abundance of its stream makes its use free from strife for the many; like the indivisible things, it stops the longing for possession, since anyone with reason thinks it quite superfluous and vain to strive to make his own what nature has given to all in common, granting equality of use and depriving all alike of ownership; and to hoard what lies ready for all to use, abundant and at hand at all times, makes the desire for possession idle through the readiness of the freedom to enjoy it. For somehow what is rare and hard to obtain provokes appetite, creating a struggle lest it be seized first by another; but what is always despised because it abounds does not move appetite to longing.","f":"Nilus, <i>Perist.</i> 9.10 (PG 79:883; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-10)."},"nilus-peristeria/9.2":{"o":"Εἶτα, Βούλομαι, καὶ πολλὰ βούλομαι, προσεπιδιαταξάμενοι, καὶ ἐν τοῖς οὐκέτι λοιπὸν ἰδίοις ἄφθονον εἰς τοὺς προσήκοντας ἐπιδειξάμενοι φιλοτιμίαν, καὶ τὰ πολλὰ πρὸς τὸν σκοπὸν τοῦ ἴσως ἐπιβιώσονται, προστάταις ἑαυτοὺς παραθέμενοι, καὶ φίλοις, ἀσφαλισάμενοί τε σημαντῆρι τὰ δεδογμένα πρὸς τὸ δῆθεν ἀραδιούργητον, διαστροφῇ τῆς ὄψεως ἀπαλλάττονται, ὡς οἱ πιθανῶς σεμνοποιεῖν εἰωθότες, τὸ ψεῦδός φασι γελῶντες τὰ τῇδε, ὡς δὲ τὸ ἀληθὲς ἔχει, φρίττοντες τὸ ἀθρόον αὐτοῖς φανέντα φοβερά, καὶ ἀμειδῆ χωρία. Χλεύης γὰρ σημεῖον μειδίαμα, ὅπερ τοῖς προσώποις ἐχρῆν ἐπιφαίνεσθαι τῶν τελευτώντων, εἴπερ ἐμυκτήριζον ὡς γέλωτος ἄξια τὰ ἀφιέμενα· νῦν δὲ καθάπερ οἱ τῶν πικρῶν φαρμάκων γευόμενοι ἀποστύφουσι τῇ ἀηδίᾳ τὸ πρόσωπον, τῆς ψυχῆς πρὸς ἣν ἔσχεν ἐκ τῶν ὀφθέντων ἐκεῖ χαλεπῶν διάθεσιν τυπωσάσης τὸν χαρακτῆρα τῆς ὄψεως, καὶ τῷ σχήματι τοῦ φαινομένου τὴν ἑαυτῆς φανερωσάσης κεκρυμμένην ἀνίαν. Ἔσοπτρον γὰρ ψυχῆς ἡ φύσις ὄψιν ἐποίησε, τοιαύτας ἀποσκιάζουσαν ἐφ᾿ ἑαυτῆς τὰς μορφὰς, οἷας ἔνδον ἐκείνη τὰς διαθέσεις κινεῖ, ἕως τῶν προφανῶν τεκμηρίων τὰ ἑαυτῆς τείνουσα πάθη. Οὕτως ἡ λύπη τῇ κατηφείᾳ ἐλέγχεται· οὕτως ἡ χαρὰ τῇ διαχύσει γνωρίζεται· οὕτω δηλοῦται ὁ θυμὸς τῇ τραχύτητι, καὶ οὐκ ἔστιν ἕτερον ἐπιμορφώσασθαι σχῆμα παρ' ὃ κελεύει ἡ τὸν νοῦν κατέχουσα ἀσχολία.","t":"Then, adding further provisions, “I will, and I will many things,” and showing lavish generosity toward their relatives in what is no longer their own, and commending themselves for the most part to patrons and friends in view of the chance that they might survive, and securing their decisions with a seal so that they supposedly cannot be tampered with, they depart with distorted faces. Those who are accustomed to put a plausible and solemn face on things say, falsely, that they are laughing at the things here; but in truth they are shuddering at the fearful and joyless places that have suddenly appeared to them. For a smile is a sign of mockery, which ought to appear on the faces of the dying if they were sneering at what they were leaving as worthy of laughter. But as it is, like people who taste bitter medicines, they pucker their faces in distaste, the soul stamping the look of the face according to the disposition it has from the hard things seen there, and revealing by the shape of what appears its own hidden grief. For nature made the face a mirror of the soul, casting upon itself such forms as the dispositions the soul moves within, extending its passions as far as visible signs. So grief is betrayed by dejection; so joy is recognized by brightening; so anger is shown by harshness; and it is impossible to put on another expression than the one that the occupation possessing the mind commands.","f":"Nilus, <i>Perist.</i> 9.2 (PG 79:865; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-2)."},"nilus-peristeria/9.3":{"o":"Γνώριμον γὰρ εὐθὺς ἅπασι τὸ σόφισμα γίνεται, τῆς ὑποκρίσεως ἀκριβοῦν οὐ δυναμένης τῆς ἀληθείας τοὺς τύπους, οὐδὲν κρατοῦντος ἄλλου πάθους τὰ ἑτέρου σχηματίσασθαι ἰσχυούσης ἐπὶ πολύ· κἂν γὰρ ἀπ᾿ ἐκείνου ἐπὶ τοῦτο πρὸς βραχὺ ἀμεῖψαι τὸν χαρακτῆρα βιάσηται, φυλάττειν ἐπὶ πολὺ τὸ πλάσμα οὐκ ἔχει, δυνάμεως μεταμορφουμένης ὀξέως τῆς ὄψεως, κἀκεῖνον δεχομένης τὸν τύπον, ὃν σχηματίζει κατὰ συμπάθειαν τὸ ἔνδον διαιτώμενον πάθος. Ἐγὼ δὲ καὶ τὰς πέντε παρθένους, ἃς μωρὰς ὠνόμασεν ἡ θεία Γραφή, ταύτης εἶναι νομίζω τῆς τάξεως, ἐχούσας μὲν μεθ' ἑαυτῶν τὰς τῆς παρθενίας λαμπάδας, ἔλαιον δὲ οὐκ ἐπικομισαμένας ἐν τοῖς ἀγγείοις, τὸ τρέφειν τῇ ἀρδείᾳ τὸν πυρσὸν τῆς λαμπάδος πεφυκός· καὶ ἔνθεν τῆς μωρίας εἰκότως δεξαμένας τὸ ὄνομα, ὅτι τὸ δυσχερὲς, καὶ τοῦ ἀδυνάτου πλησίον τὴν παρθενίαν κατορθώσασαι, τοῦ ἐλάττονος, καὶ λίαν ἂν εὐκόλου κατημέλησαν· πρὸς φύσεως άγωνισάμεναι τυραννίδα, ἐπιθυμίαν μαινομένην χαλινώσασαι, ἡδονῆς καιομένην κατασβέσασαι φλόγα, τὸ φρόνημα τῆς σαρκὸς φιμώσασαι τῷ νόμῳ τοῦ πνεύματος, ἄνθρακας καιομένους τὰς ὑπομνήσεις τῆς ἀκολασίας πατήσασαι πάθους ἀβλαβῶς, πρὸς δὲ τὴν τῶν δεομένων συμπάθειαν μείνασαι ἀπαθεῖς, ἔνθα οὐ πόνος, οὐχ ἰδρὼς, οὐ κάματος, βούλησις δὲ μόνη εἰς ἔργον τὸ δοκοῦν ἦγεν ἀσκύλτως· καὶ τὸ μὲν δυσκαταγώνιστον, καὶ πολλοῖς ἀγῶνα κινοῦν κάμψασαι πάθος, ἐκεῖ δὲ πεσοῦσαι, ὅπου προαιρέσεως ἐξουσία τὸ προτεθὲν ἀπόνως ἡνύετο, καὶ τὸ φαιδρὸν τῆς παρθενίας τῷ τῆς φιλοχρηματίας ἀμαυρώσασαι ζόφῳ. Διὰ τοῦτο θορυβούμεναι τὰς ἀγορὰς περιέτρεχον, ἔλαιον τότε ζητοῦσαι, ὅτε τὰς θύρας οἱ πωλοῦντες ἀπέκλεισαν. Ποία γὰρ μετὰ συντέλειαν πραγματεία λοιπὸν, οὐδενὸς ἐν χρείᾳ καθεστῶτος, καὶ τὴν συναλλαγὴν ποιοῦντος εὔκαιρον τῷ χρήζοντι ἔλαιον, πεπαυμένης τῆς πανηγύρεως, καὶ τοῦ χρειώδους ἑκάστῳ ποιήσαντος τὴν ἐμπορίαν ἀμήχανον; Εἰ δὲ παρθένοις ὁ τοσοῦτος τῆς ἁγνείας κάματος, μὴ παρούσης ἐλεημοσύνης ἀνόνητος γέγονε, καὶ εἰστήκεισαν ἔξω τοῦ νυμφῶνος ἐλεειναῖς βοῶσαι φωναῖς· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν,· καὶ ἔνδοθεν ἀκούουσαι ὡς ἐπιβρυχομένου τῷ ὀργίλῳ φθέγματι τοῦ Νυμφίου, καὶ λέγοντος· « ᾿Αμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ· τί ἀκούσεσθαι εἰκότως καὶ μεθ' οἴας ὀργίλου, καὶ τραχείας φωνῆς τοὺς μετὰ τῆς ἀσπλαγχνίας μυρίοις ἄλλοις ἐνεχομένους κακοῖς, ἢ πάντως ἐκεῖνο, καὶ οὕτως ἀπηνῶς τὸ πρὸς τοὺς ὁμοίους αὐτοῖς εἰρημένον· « Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν;· Ἐκείναις μὲν γὰρ εἰς τιμωρίας ἤρκεσε λόγον, τὸ ἀποκλεισθῆναι τοῦ νυμφῶνος, καὶ μόνῳ τούτῳ κολάζεσθαι, τῷ μὴ ἔνδον μετὰ τῶν φρονίμων εἶναι παρθένων, τῆς ἐννοίας αὐτὰς ὀδυνώσης, λογιζομένας, τίς ἄρα ἡ ἐντὸς τῆς παστάδος τυγχάνει ἀπόλαυσις. Οὗτοι δὲ μετὰ τοῦ ἔξω εἶναι πάσης παραμυθίας χρηστῆς, ἀπαραίτητον ἕξουσι, καὶ ἐπώδυνον κόλασιν, διπλῇ τιμωρούμενοι ὀδύνῃ, μιᾷ μὲν τῇ ἐχούσῃ αὐτοὺς βασάνῳ τοῦ ἀσβέστου πυρὸς, μιᾷ δὲ, ἣν ποιεῖν ἡ ἑτέρων ἀπόλαυσις εἴωθε τοῖς ἐν αὐτῇ δυναμένοις εἶναι, καὶ οὐκ οὖσιν δι' οἰκείαν ἀμέλειαν, οὐκ ἔλαττον τῇ λύπῃ τῆς μεταμελείας μαστίζουσα τὴν ψυχὴν τῆς ἔξωθεν τῷ πυρὶ βασανιζούσης τὸ σῶμα κολάσεως.","t":"For the trick is at once recognized by all, since pretense cannot reproduce exactly the impressions of truth and cannot for long put on the forms of one passion while another rules. For even if it forces the expression to change from that one to this for a short while, it cannot keep up the fiction for long, since the face has the power to change quickly and takes on the impression which the passion dwelling within shapes by sympathy. And I think that the five virgins whom divine Scripture called foolish belong to this class: they had with them the lamps of virginity but had not brought oil in their vessels, which by its supply naturally feeds the flame of the lamp. And so they rightly received the name of folly, because, having achieved virginity, which is difficult and close to the impossible, they neglected the lesser and very easy thing. They struggled against the tyranny of nature, bridled raging desire, quenched the burning flame of pleasure, muzzled the mind of the flesh by the law of the Spirit, and trod on the burning coals of the memories of licentiousness without harm from passion; but toward sympathy for the needy they remained unmoved, where there was no labor, no sweat, no toil, but will alone would have brought the intention into action without trouble. They bent the passion that is hard to defeat and that stirs up a struggle for many, but fell there, where the power of choice would have accomplished its purpose without effort, and they darkened the brightness of virginity with the gloom of love of money. That is why in alarm they ran round the markets seeking oil at the moment when the sellers had shut their doors. For what business is there after the end, when no one is in need, and no one makes the transaction timely for one who needs oil, since the fair is over and makes trade impossible for each one's need? And if for virgins so great a labor of chastity became useless without almsgiving, and they stood outside the bridal chamber crying with pitiable voices, “Lord, Lord, open to us,” and heard from within the Bridegroom, as it were roaring in an angry voice and saying, “Truly I tell you, I do not know you, where you are from,” what will those deserve to hear, and with what angry and harsh voice, who along with heartlessness are guilty of countless other evils? Surely that which was said, so severely, to those like them: “Depart into the eternal fire prepared for the devil and his angels; for I was hungry and you gave me nothing to eat.” For them it was enough for punishment to be shut out of the bridal chamber and to be punished by this alone, not being inside with the wise virgins, as the thought pained them when they reckoned what enjoyment there was within the bridal hall. But these, besides being outside all good comfort, will have an inexorable and painful punishment, tormented by a double pain: one, the torment of unquenchable fire that holds them; the other, the pain that others' enjoyment usually causes to those who could have shared in it and do not, through their own neglect, a pain that scourges the soul with the grief of regret no less than the punishment from outside tortures the body with fire.","f":"Nilus, <i>Perist.</i> 9.3 (PG 79:865; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-3)."},"nilus-peristeria/9.4":{"o":"Ὦ πόσον τοὺς ἐλεήμονας ὕψωσεν η συμπάθεια! Ὦ πόσον τοὺς ἀνελεήμονας ἡ ἀσπλαγχνία κατήγαγεν! Εκείνους ἀγγέλων εἰς βασιλείαν εἰσήγαγεν, τούτους μετὰ δαιμόνων καὶ διαβόλου εἰς πυρὸς γέενναν κατέτρεψεν. Οὕτως ὠφέλιμον ἡ μετάδοσις, καὶ οὕτως βλαβερὸν τὸ ἀκοινώνητον. Καὶ μάλα γε εἰκότως· ἐπειδὴ τὸ μέν ἐστιν ἐγγὺς φιλανθρωπίας Θεοῦ, τὸ δὲ οὐ μακρὰν σατανικῆς βασκανίας. Ὁ γὰρ λιμώττοντα, καὶ πηγνύμενον, καὶ παρὰ τοκογλύφων ἀγχόμενον δανειστῶν μὴ οἰκτείρων τὸν ὁμόφυλον, πῶς οὐκ εἰς δαιμονικὴν κατάστασιν ἤλασεν, μεθ᾽ ὧν δικαίως κοινὴν κατακρίνεται κόλασιν, κοινωνῶν πονηρίας, οἷς οὐ κεκοινώνηκε φύσεως; Οὕτως δὲ καὶ κτῆνος, καὶ θηρίον, καὶ ἑρπετὸν ὀνομάζεται ὁ κατ' εἰκόνα Θεοῦ γεγενημένος ἄνθρωπος, ἔθει πονηρῷ ζηλώσας ὁ μὴ φύσει γεγένηται, καὶ μεταβὰς ἐκ τῆς κατὰ φύσιν εὐγενείας εἰς τὴν παρὰ φύσιν δυσγένειαν. Ὁρᾶς ἐπ᾿ ἐδάφους, ὦ οὗτος, ἐν μέσῃ τῇ ἀγορᾶ τὸν ὁμογενῆ κατακείμενον ἄστεγον, ἀνέστιον ἄσιτον, οὐ κάτωθεν ἔχοντα ῥάκος μεσιτεῦον γῇ καὶ τετηγμέναις πλευραῖς, οὐκ ἄνωθεν σκέπασμα κρυμοῦ, ἢ θάλπους ἀπαλλάξαι δυνάμενον, αἴθριον, λαῖς χιόνων, καὶ ἡλιακαῖς ἀκτῖσιν ὁμοίως προκείμενον, γυμνὰ θριαμβεύοντα τῆς φύσεως τὰ μυστήρια, οὐκέτι τῇ φωνῇ χρήσασθαι πρὸς τὰς δεήσεις ὑπ' ἀσιτίας ἰσχύοντα, κινήσει χειρὸς, καὶ νεύματι βλεφάρων μόλις καμπτομένων λοιπὸν τὸ σύμβολον τῆς ἱκεσίας ποιούμενον, ἄνω πνέοντα, καὶ ψυχοῤῥαγοῦντα δι᾽ ἔνδειαν προτρέχεις ὑπὸ τοῦ καιροῦ ἔσθ᾽ ὅτε τῆς τροφῆς ἐλαυνόμενος, καὶ οὔτε τὸ σὸν πάθος ἐπικάμπτει σε πρὸς συμπάθειαν, οὐδ᾽ ἡ πεῖνα συγγινώσκειν τῷ πεινῶντι ποιεῖ, διδάσκαλος ἐκ τῶν σῶν σοι περὶ τῶν ἀλλοτρίων γενομένη κακῶν, καίτοι οὐκ οὔσης τῆς ἀνάγκης ὁμοίας· σοὶ μὲν γὰρ ἡ χθὲς ἴσως οὐδέπω διεφορήθη κραιπάλη, οὐδὲ ἡ πολύσιτος διαπέπνευσται τῆς ἀπλήστου γαστρὸς πλησμονή, ἀλλ᾽ ἔτι δυσώδεις ἐρεύγῃ καπνοὺς, τοῦτο μόνον τῆς παρελθούσης δικαίως καρπούμενος ἡδονῆς τὸ αὐτὸς ἀπολαύειν τῆς ἀηδίας τῶν ἀναπεμπομένων ἀτμῶν· οὕτως οἰκονομήσαντος τοῦ Δημιουργοῦ τὰ τῆς φύσεως, ἐγγύθεν τὴν ὄσφρησιν ὑποδέχεσθαι τὰς διὰ στόματος προερχομένας ὀσμὰς, ὥστε καὶ πρὸ τῶν ἄλλων πίμπλασθαι τῆς ἑαυτοῦ ἀηδίας. Ἑκείνῳ πολυήμερός ἐστιν ἡ ἕνδεια, καὶ πρὸς τὸ τυχὸν ἔδεσμα ἀσχέτως αὐτῷ μαργαίνει ἡ ὄρεξις ψωμῷ τάχει στοιχοῦσα ἐνί· τὸν γὰρ πόρον τῷ χρόνῳ ἀπέμαθεν, ἕξιν τῆς ὀλιγοδεΐας ἀνάγκῃ τῆς ἀπορίας κτησάμενος κατ' ὀλίγον ἀκούσιον. Εἶτ᾿ οὐ λογίζῃ τοῦτον εἶναί σοι Λάζαρον, ἐπεὶ μηδὲ βλέπεις αὐτὸν ἐν τῷ κόλπῳ τοῦ πατριάρχου κρινόμενος. Ὄψῃ δὲ, μὴ ἀπίστει· τοὺς γὰρ αὐτοὺς κληροῦνται τόπους οἱ τὰ αὐτὰ ἡγωνισμένοι, καὶ τὴν αὐτὴν κατακρίνονται βάσανον οἱ τὰ αὐτὰ παρανομήσαντες. Σὺ δὲ καὶ πλέον ἀσεβὴς τοῦ πλουσίου· ἐκεῖνο, μὲν γὰρ κἂν τὴν ἀνάκλισιν αὐτῷ παρὰ ταῖς ἰδίαις θύραις οὐ διώξας παρέσχεν ἀμέριμνον, ὁρᾷν διὰ παντὸς ἀνασχόμενος ὄψιν ἀηδῆ σώματος ἡλκωμένου, καὶ ὀδωδότος, καὶ τὴν θέαν δεικνύντος αἰσχρὰν ταῖς τοῦ ἰχῶρος ἀδιαστάτοις πίδαξιν, αἷς ἐπιτρέχοντες οἱ κύνες διὰ τὸ λίχνον τῆς γεύσεως ὀχληροτέραν εἰσιόντι παρείχον τὴν δίοδον, οὐκ ἐλάσαντί ποτε οὔτε αὐτοὺς, οὔτε δι᾽ ὧν συναθροιζόμενοι ἐστενοχώρουν τὴν πάροδον. Ἐγέγραπτο γὰρ ἂν, εἴπερ ἐποίει, ὡς τὰ ἄλλα, καὶ τοῦτο· ἐπειδὴ δὲ μὴ πέπρακται, σεσιώπηται, ἵνα δειχθῇ, ὅτι καὶ ἐν τοῖς κομιδή φαύλοις ἔστι τι ζώπυρον τῆς φυσικῆς εὐγενείας λάμπον τὸ οἰκεῖον φέγγος ὑποτυφόμενον, κἂν οἱ ζόφοι τῶν πονηρῶν ἕξεων ἐπισκωτοῦσι τούτῳ, εἰς ἅπαν οὐ πεφυκὸς ἀποσβέννυσθαι. Οἱ δὲ σοὶ ῥαβδοῦχος οὐδὲ πλησιάσαι ῥακοδυτοῦντα συγχωροῦσι ταῖς πύλαις, μήτι γε καθέδρας, ἢ κλίσεως ἔχειν ἐπιτρέπουσι τόπον, οἰωνὸν τῆς πρὸς τὰ χείριστα μεταβολῆς τὸν πτωχὸν λογιζόμενοι, καὶ τὰς ἱκετηρίους τούτου φωνὰς κληδόνας παλιμφήμους τιθέμενοι.","t":"Oh, how high sympathy has raised the merciful! Oh, how low heartlessness has brought the unmerciful! It led the former into the kingdom of the angels; it cast the latter down with the demons and the devil into the Gehenna of fire. So beneficial is sharing, and so harmful is refusing to share. And with good reason; for the one is close to God's love for humankind, the other not far from satanic envy. For he who does not pity his fellow man when he is starving, freezing, and strangled by usurious lenders, has he not driven himself into a demonic condition, so that he is justly condemned to a common punishment with those whose wickedness he shares, though he did not share their nature? So too the human being made in the image of God is called cattle, beast and reptile, when by evil habit he emulates what he was not by nature and passes from the nobility that is according to nature to the baseness that is against nature. You see, sir, your fellow man lying on the ground in the middle of the marketplace, without roof, without hearth, without food, with no rag beneath him to come between the earth and his wasted ribs, and no covering above that could keep off cold or heat, in the open air, exposed alike to snow and to the sun's rays, his nature's secret parts naked for all to see, no longer able to use his voice for his pleas because of hunger, making the sign of supplication only by a movement of the hand and a nod of eyelids that scarcely bend any more, gasping his last breaths and dying of want; and you run past, driven along at times by the hour of your meal, and neither does your own experience bend you to sympathy nor does hunger make you feel for the hungry man, though it could teach you from your own troubles about those of others; and yet the need is not equal. For you perhaps have not yet digested yesterday's carousal, nor has the heavy fullness of your insatiable belly breathed itself off; you still belch foul-smelling fumes, reaping justly from your past pleasure only this, that you yourself enjoy the disgust of the vapors sent up. For so the Creator arranged nature, that the sense of smell receives from close at hand the odors coming out through the mouth, so that one is filled with one's own disgustingness before others are. For him want lasts many days; his appetite rages uncontrollably at whatever food chances along, yet is quickly content with a single morsel; for in time it has unlearned the wide passage, having little by little acquired, unwillingly, the habit of needing little, through the necessity of destitution. And then you do not reckon that this man is your Lazarus, since you do not see him in the patriarch's bosom while you are judged. But you will see, do not doubt it. For those who have fought the same contests are allotted the same places, and those who have committed the same transgressions are condemned to the same torment. And you are even more impious than the rich man. For he at least did not drive Lazarus away, but granted him a place to lie undisturbed beside his own doors, putting up with seeing at all times the disgusting sight of a body ulcerated and stinking, presenting a shameful spectacle with its unceasing springs of discharge, at which the dogs, out of greed for the taste, ran up and made the way more troublesome for him as he went in; yet he never drove away either them or those because of whom they gathered and crowded the passage. For this would have been written, like the rest, if he had done it; but since it was not done, it is passed over in silence, to show that even in the very wicked there is some spark of natural nobility, smouldering and giving its own light, even if the darkness of evil habits overshadows it, since it is not in its nature to be wholly quenched. But your mace-bearers do not even allow a man in rags to come near your gates, still less permit him a place to sit or lie, considering the poor man an omen of change for the worse and taking his pleas as words of ill omen.","f":"Nilus, <i>Perist.</i> 9.4 (PG 79:867; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-4)."},"nilus-peristeria/9.5":{"o":"μένῳ, καὶ τῷ ποιοῦντι τὴν ἐλεημοσύνην, ὅτι « Μὴ Καὶ τί λέγω Λάζαρον σμικρύνων τὴν ἀξίαν τοῦ πένητος; Χριστὸς εἶπεν ἐν τούτῳ εἶναι, καὶ τὰ εἰς αὐτὸν οἰκειοῦσθαι γινόμενα·· Ἑνὶ γὰρ, φησὶν. ἐποιήσατε τούτων, ἐμοὶ ἐποιήσατε. Καὶ τί παθεῖν ἕκαστος προσδοκᾷ τῶν διωκόντων καὶ ἀτιμαζόντων τὸν πένητα, καὶ ἐν αὐτῷ τὸν Χριστόν; Τὰ ῥάκη διαπτύων ἔξωθεν ἀπρεπῶς περικείμενα, καὶ τὴν κεκρυμμένην ἁλουργίδα οὐ βλέπων τὸν ἔνδον βασιλέα σημαίνουσαν· τὴν εὐτέλειαν χλευάζων τοῦ σχήματος, καὶ τῆς εἰκόνος οὐχ ὁρῶν τὸ ἀξίωμα· τὸν ῥύπον τοῦ σώματος κατανοῶν, καὶ τὴν καθαρότητα τῆς ψυχῆς οὐ λογιζόμενος· οὐ γὰρ ἂν Χριστὸς εἶπεν ἑαυτὸν εἶναι τοῦτον, εἰ μὴ πολλὴν ᾔδει τὴν ἔνδον σεμνότητα. Σὺ δὲ βασιλέα μὲν εἰ ἐθεάσω ἰδιωτικὴν ἐπενδυσάμενον ἐσθῆτα, οἰκονομοῦντά τι χρήσιμον, καὶ κρύψαντα τὴν ἀξίαν σχήματι ταπεινῷ, πάντα ἂν ἐπραγματεύσω, καὶ πᾶσαν πάντοθεν ἔθου σπουδήν, δώροις αὐτῷ καὶ πολλαῖς θεραπείαις γνώριμος γενέσθαι, κἂν πᾶσαν ἐδέησε παρασχεῖν αὐτῷ τὴν οὐσίαν, καὶ πάσης στῆναι γυμνὸν τῆς ὑπάρξεως, τὰς ἐν ἀνάγκῃ χάριτας εἰδὼς ἀξιοῦσθαι μεγάλης ἐπὶ καιρὸν ἀμοιβῆς. Σὸν δὲ Κριτὴν πῶς οὐκ οἰκείωσαι, ταῖς εἰς τοὺς ἐνδεεῖς εὐποιίαις δωροδοκεῖσθαι θέλοντα νῦν, ἵνα τότε συγγνωμόνως δικάσῃ, λαθραίας δόσεως φανεράν χαριζόμενος σωτηρίαν, καθάπερ ἄρχων ἐπὶ συγγνώμῃ χρήμασι δικασθεὶς, καὶ τῷ δικάσαντι παρέχων ὃ ἤλπισεν ἐμφανῶς; Καὶ τούτου μάρτυς ὁ Κύριος ἀψευδὴς λέγων, καὶ τῷ προσευχοσαλπίσῃς ἔμπροσθέν σου, ὡς οἱ ὑποκριταὶ, ἀλλ᾽ ἐν τῷ ταμιείῳ ποίει, καὶ ἐν τῷ κρυπτῷ τὸ ἀγαθόν· καὶ ὁ Πατήρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει ἐν τῷ φανερῷ, τὰς λαθραίας δόσεις οὐ κρύπτων σιωπῇ, κηρύττων δὲ αὐτὰς ἐπὶ πάσης τῆς κτίσεως, καὶ αὐτὸς ὁμολογῶν εἰληφέναι, ὅπερ ἔλαβε μεσιτεύσας ὡς οἱκεῖος καὶ γνώριμος ὁ πτωχός. «Ἑνὶ γὰρ τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε,» διαῤῥήδην εἶπεν αὐτὸς ὁ Κριτής. Καὶ τοῦτο γίνεται οὐ κατὰ νόμον ἀνθρώπινον, ἀπ᾿ ἐναντίας δὲ τῆς παρ᾿ ἡμῖν κρατούσης ἀκολουθίας· ἐν γὰρ τοῖς παροῦσι καὶ ὁ ἄρχων ἀρνεῖται ἐν ἀνάγκῃ τὸ δόμα κίνδυνον ὑφορώμενος, ἐπειδὴ κλέμμα τοῦτό ἐστι, καὶ φέρει κατάγνωσιν· καὶ ὅτι τολμηθὲν ὁμολογήσας παράνομος γίνεται, τιμωρίᾳ δοῦλος γὰρ καὶ ὁ δικάζων, καὶ ὁ νόμος ὁμοίως δουλικός. Ἔνθα δὲ ὁ δικάζων καὶ κρίνει ἀπ᾿ ἐξουσίας, παραλύειν τὰς ἐπὶ τοῖς ἐγκλήμασι τιμωρίας Δεσπότης ὧν οὐ κεκώλυται, καλῶς καὶ τὸ ἁμάρτημα ὁμολογεῖται, συγγνώμης ἀκολουθούσης τῇ ὁμολογίᾳ, καὶ οὐχ ἑπομένης κολάσεως, καὶ τὸ δόμα οὐ κρύπτεται παρὰ τοῦ Κριτοῦ· ἐπεὶ μηδείς ἐστι ὑπεροχῇ θρόνου συκοφαντεῖν τὴν φιλανθρωπίαν, ὡς οὐ καθηκόντως γενομένην δυνάμενος· οὐδὲ τὸ λῆμμα κρίνων κλοπὴν ἐπ᾿ εὐεργεσίᾳ καὶ τοῦ μεσιτεύοντος πτωχοῦ, καὶ τοῦ παρέχοντος ὑποδίκου διδόμενον· ἵνα τοῦ μὲν οἰκονομηθῇ ἡ χρεία τοῦ σώματος, τοῦ δὲ θεραπευθῇ τῆς ψυχῆς τὸ παράπτωμα, καὶ μὴ διὰ τὸ ἀσυμπαθὲς ἀσυμπαθῶς καταδικασθῇ τὴν ἀπέραντον κόλασιν. Η πάντως γελᾷς ὡς πλάσμα μύθου μέλλουσαν τῆς κρίσεως ἀπειλήν; ᾿Αλλ' οὐ γελάσεις τὴν πεῖραν, κἂν νῦν χλευάζεις τὴν ἀκοήν. Εὑρήσει γάρ σε τότε τὰ τῆς τιμωρίας, καὶ συνέξει ἀνενδότως ἡ κόλασις, ὅτε τὴν ἀβουλίαν ἀποκλαιόμενος ὀνήσει οὐδὲν, ἀληθῆ βλέπων τὰ προηγγελμένα, καὶ βοηθείας ὁρῶν λοιπὸν οὐδαμόθεν ἐπίνοιαν, κατὰ τοὺς ἐνταῦθα μὲν ἐπικροτοῦντας ἑαυτοῖς γῇ ἐν πάσῃ, ἀνεμποδίστῳ τῆς τρυφῆς ἐξουσίᾳ, καὶ λέγοντας·· Μὴ παροδευσάτω ἄνθος ἔαρος· στεψώμεθα ῥόδων κάλυξιν• οἴνου πολυτελοῦς, καὶ μύρων πλησθῶμεν· πανταχοῦ καταλείψωμεν σύμβολα τῆς εὐφροσύνης. »","t":"And why do I speak of Lazarus, belittling the dignity of the poor man? Christ said that he himself is in him and that what is done to the poor man is counted as done to him: “For what you did to one of these,” he says, “you did to me.” And what does each of those who drive away and dishonor the poor man, and Christ in him, expect to suffer? He spits on the rags that hang so unseemly on the outside, and does not see the hidden purple that signifies the king within; he mocks the shabbiness of the appearance and does not see the dignity of the image; he observes the dirt of the body and takes no account of the purity of the soul. For Christ would not have said that he is this man if he had not known the great dignity within. But if you saw a king who had put on ordinary clothes, managing some useful business and hiding his rank under a lowly appearance, you would do everything and spare no effort on any side to become known to him by gifts and many services, even if you had to give him your whole property and stand stripped of all your substance, knowing that favors done in time of need are judged worthy of great reward in due season. Why then do you not make your Judge your own, who wishes now to be, as it were, bribed by kindnesses to the needy, so that he may then judge leniently, granting open salvation for a secret gift, like a magistrate who is bribed to show leniency and openly gives the one who bribed him what he hoped for? The Lord himself is a truthful witness of this, saying to the one who prays and to the one who gives alms: “Do not sound a trumpet before you, as the hypocrites do, but do good in your inner room and in secret, and the Father who sees in secret will reward you openly.” He does not hide secret gifts in silence; he proclaims them before all creation and himself confesses that he received what the poor man received as mediator, being his own kin and acquaintance. “For what you did to one of these, you did to me,” the Judge himself said expressly. And this happens not according to human law but contrary to the order that prevails among us. For in the present world even a magistrate, when pressed, denies the gift, suspecting danger, since it is theft and brings condemnation; and if he confesses what he dared, he becomes a lawbreaker liable to punishment; for the judge is a slave, and the law is likewise servile. But where the one who judges also decides with authority, and as Master is not prevented from remitting the penalties for charges, the sin is rightly confessed, since pardon follows confession and no punishment ensues; and the gift is not hidden by the Judge, since there is no one above his throne who could slander his kindness as improper, nor who judges the receipt a theft, given as it is as a kindness both by the poor man who mediates and by the one on trial who gives; so that the bodily need of the one may be met, and the soul's fault of the other healed, and he not be condemned without sympathy to endless punishment because of his lack of sympathy. Or do you perhaps laugh at the threat of the judgment to come as a fabricated myth? But you will not laugh at the experience, even if you now mock at hearing of it. For then punishment will find you and torment will hold you relentlessly, when lamenting your folly will do no good, as you see that what was foretold is true and see no thought of help from anywhere; like those who here applaud themselves over all the earth with unhindered license for luxury and say: “Let no flower of spring pass us by; let us crown ourselves with rosebuds; let us take our fill of costly wine and perfumes; let us leave tokens of our merriment everywhere.”","f":"Nilus, <i>Perist.</i> 9.5 (PG 79:871; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-5)."},"nilus-peristeria/9.6":{"o":"Τοσοῦτοι γὰρ οἱ καμμύσαντες τὴν αἴσθησιν πρὸς τὰ μέλλοντα, πάντων ἔχειν βούλονται τῶν κατὰ γνώμην τὴν ἐξουσίαν ἀκώλυτον, προχείρως τὰ δοκοῦντα τολμῶντες, οὐκ ὄντος λογισμοῦ τοῦ ἐπέχοντος τὰς ἀδίκους ὀρμάς· μετὰ δὲ τὴν ἔνθεν πρὸς τὴν δίκην μετανάστασιν μαθόντες τῶν ὧδε πεπραγμένων τὰς εὐθύνας ἐκεῖ φοβερὰς, καὶ τὸν ἠδικημένον δίκαιον πένητα πολλὴν ὁρῶντες ἔχοντα παρά τῷ Κριτῇ παῤῥησίαν, καὶ ἐκ μεταμελείας παλινῳδίαν ὀδυνηράν· ἐροῦσι γὰρ μετανοοῦντες, φησίν• Οὗτός ἐστιν, ὃν ἔσχομεν εἰς γέλωτα, καὶ εἰς παραβολὴν ὀνειδισμοῦ· ἡμεῖς οἱ ἄφρονες, τὸν βίον αὐτοῦ ἐλογίσαμεν μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον· πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ; » Ταῦτα εἰπόντὰς ἐκείνους ἱστόρησεν ἡ θεία Γραφή, παιδεύουσα τοὺς μετ᾿ αὐτοὺς, καὶ πολλὴν ἔχειν διδάσκουσα τῶν πενήτων, ὡς δικαίων, ἔδωκεν ἐπιμέλειαν. Πάντως γὰρ εἶναι πεπεῖσθαι χρή τούτους, οὓς ὁ Κύριος ὁμολογῆσαι ἰσοτίμους αὐτῷ οὐκ ἀπηξίωσεν, οὕτω τάχα τοὺς σοβαρούς δυσωπῶν ἐπικαμφθῆναι πρὸς συμπάθειαν, ἐπειδὴ πρὸς οἶκτον αὐτοὺς οὐκ ἐπέκλινε τὸ ὁμόφυλον. Εἰ γὰρ, φησὶ, καὶ ὡς συγγενῆ κατὰ φύσιν οὐκ ἐλεεῖς, ὡς ἐμὲ διὰ τὴν ἀξίαν θεράπευσον, τῇ ἀξιοπιστίᾳ τοῦ οἰκείου προσώπου σεμνοποιῶν τοῦ πτωχοῦ τὴν εὐτέλειαν, καὶ τὸ πρόθυμον εἰς τὴν εὐποιίαν, ὡς οὐκ εἴς τινα ἀφανῆ, καὶ ἄσημον ἐσομένην, ἀλλ᾽ εἰς εὐπατρίδη, καὶ αἰδέσιμον, καὶ φίλον ἑαυτοῦ προτρεπόμενος. Ὡς γὰρ τὸ οἰκτροφανὲς τοῦ αἰτοῦντος οὐ ποιεῖ εὔκολον τὴν δόσιν, ἢ μικρὰν ταύτην καὶ τῇ καταστάσει τοῦ λαμβάνοντος σύμμετρον γίνεσθαι παρασκευάζει, οὕτως τὸ νομισθὲν ἐκ τοῦ ὀρωμένου αἰδέσιμον, φιλότιμον ἐκκαλεῖται τὴν χάριν, ἵνα μὴ τὸ δόξαν ἐντροπῆς ἄξιον ὑβρισθῇ μικροπρεπεί δωρεᾷ· καὶ πάντες μὲν ἀπόστολοι, καὶ προφῆται, καὶ δίκαιοι, καὶ πρὸ πάντων ὁ Κύριος σπουδαίως παραινοῦντες ἐπιτάττουσι τὴν ἐλεημοσύνην. Οἱ μὲν λέγοντες· « Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. » Οἱ δὲ·· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσωμεν. » ῎Αλλος· « Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι. Καὶ ἄλλος· « Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν. Καὶ ὁ Κύριος· « Ποιήσατε αὑτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. » Καὶ πάλιν· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Αὕτη δὲ, ὡς οὐδενὸς οὐδὲν εἰρηκότος ἡμέληται, καὶ βαθείᾳ παραδέδοται λήθῃ, πολλῶν οἰομένων τάχα μήτε ἐνέχεσθαί τισιν ἁμαρτήμασι, μήτε χρήζειν, ὡς πάντα κατωρθωκότων, ἐλέου. Ὁπότε τοῦτο εἰ ἦν ἀληθὲς, ἔδει τοὺς φανταζομένους τὸ ἀναμάρτητον, μιμεῖσθαι τοῦ Θεοῦ τὸ φιλάνθρωπον, καὶ οἰκτείρειν πᾶν τὸ καθ᾽ ὃν δήποτε τρόπον ἀτυχοῦν μέρος τοῦ γένους, εἰ καὶ μὴ ἀμοιβῆς ἐλπίδι, ἀλλὰ γοῦν ὁρμῇ τῆς ἀρίστης ἕξεως. Καὶ γὰρ ὁ Θεὸς ἀπροσδεὴς ὢν, ὠφελείας χάριν, ἀναπόδοτον παρέχει τὴν κηδεμονίαν, φυσικῇ εὐσπλαγχνίᾳ ἐλεῶν πᾶν τὸ ἐλέους δεόμενον, « Τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους· ὁμοίως καὶ τοῦτο διδάσκων, ἀδιάκριτον εἰς πάντας τοὺς δεομένους ἐπιδείκνυσθαι τὸν ἔλεον, οἷοίπερ ἂν ὦσι, κἂν πονηροὶ, κἂν ἀγαθοὶ τυγχάνοντες. Εὐποιίας γὰρ ὁ δεόμενος, τῆς χρείας, ἧς ἐπιδέεται, ἀξιοῦσθαι ὀφείλει, οὐχὶ δὲ κρίνεσθαι, ἢ δίκαιος τυχεῖν ταύτης, ἢ μὴ δίκαιός ἐστιν· ὡς ἡλίου, καὶ ὑετῶν μετὰ τῶν δικαίων, κἂν ἄδικος ᾖ, ἀπολαύων, τῆς παρὰ τῶν ἀνθρώπων ἀξιούμενος χάριτος, ἐπειδὴ καὶ οὗτοι τῇ κατασκευῇ συνεσπαρμένον ἔχουσι τὸ Θεῖον, καὶ ὁμοίαν τῷ Δημιουργῷ διδάσκουσι ἐπιδείκνυσθαι τὴν χρηστότητα.","t":"So those who close their senses to the things to come wish to have unhindered power over everything they please, readily daring whatever they fancy, since there is no reasoning to restrain their unjust impulses. But after their departure from here to judgment, learning that the accounts for deeds done here are fearful there, and seeing the poor man who was wronged, a righteous man, having great boldness with the Judge, they sing a painful recantation out of regret. For, it says, they will say in repentance: “This is the one whom we once held in derision and made a byword of reproach. We fools reckoned his life madness and his end without honor. How has he been numbered among the sons of God, and his lot is among the saints?” Divine Scripture has recorded that they say this, to instruct those who come after them and to teach them to take great care of the poor as righteous. For we must be fully convinced that they are such, since the Lord did not disdain to acknowledge them as of equal honor with himself; perhaps in this way he shames the haughty into bending to sympathy, since common kinship did not incline them to pity. For if, he says, you do not pity him as your kinsman by nature, serve him as you would me, because of his rank; by the credit of his own person he dignifies the poor man's lowliness, and urges eagerness in doing good, as something done not to an obscure man of no account but to one of noble birth, respected, and his own friend. For as the pitiful appearance of the one who asks does not make giving easy, or makes the gift small and proportioned to the state of the receiver, so what is thought respectable from its appearance calls forth a generous favor, so that the one who seems worthy of respect may not be insulted by a mean gift. And all the apostles, prophets and righteous, and before them all the Lord, earnestly exhort and command almsgiving. Some say: “Break your bread for the hungry and bring the homeless poor into your house; if you see someone naked, clothe him, and do not overlook those of your own seed.” Others: “Let us not grow weary in doing good, for in due season we shall reap.” Another: “Redeem your sins by almsgiving.” And another: “He who pities the poor lends to God.” And the Lord: “Make friends for yourselves by means of the mammon of unrighteousness.” And again: “Blessed are the merciful, for they will obtain mercy.” But almsgiving is neglected as though no one had said anything, and has been given over to deep forgetfulness, since many perhaps think that they are neither guilty of any sins nor in need of mercy, as having done everything right. Yet if that were true, those who fancy themselves sinless ought to imitate God's love for humankind and pity every part of the race that is unfortunate in any way whatever, if not in hope of reward, at least from the impulse of the best disposition. For God, who needs nothing, gives his care without return, for the sake of benefiting, pitying with natural compassion everything that needs pity, “making his sun rise on the evil and the good, and sending rain on the just and the unjust”; teaching by this too that mercy should be shown without discrimination to all who are in need, whatever they are, whether evil or good. For one who needs kindness ought to be granted what he needs, not to be judged whether he is worthy to obtain it or not; for as he enjoys the sun and the rains with the righteous even if he is unrighteous, so he should be granted favor by human beings, since they too have the divine sown into their make-up, which teaches them to show a goodness like the Creator's.","f":"Nilus, <i>Perist.</i> 9.6 (PG 79:873; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-6)."},"nilus-peristeria/9.7":{"o":"᾿Αλλὰ τοσαύτη νῦν ἀνωμαλία συγκατέχει τὸν βίον, ὡς τοὺς μὲν μὴ ἐπαρκεῖν ταῖς φροντίσι πλούτου, μηδ' ἔχειν τῇ πολλῇ μερίμνῃ τῶν κτημάτων ὕπνου καιρὸν, κατὰ τὸν λέγοντα· «Τῷ ἐμπλησθέντι τοῦ πλούτου τῆς γῆς οὐκ ἔστιν ὁ ἀφιῶν αὐτὸν τοῦ ὑπνῶσαι, » προσόδους ἀριθμοῦντα πάντως, καὶ μηνιαίους ψηφίζοντα τόκους, καὶ τὸ νυκτερινὸν διάστημα δαπανῶντα εἰς τὸ μή τι καὶ μικρὸν κέρδος ἀπόληται τὴν μνήμην λαθόν· τοὺς δὲ μήτε τῶν ἀναγκαίων εὐπορεῖν, καταφρονητικῶς δὲ ὑπ᾿ ἀσιτίας καθεύδοντας, καὶ τὸ πολὺ κερδαίνοντας τῆς κατὰ τὴν ἔνδειαν ἐν ἀναισθησίᾳ τῆς παρατεταμένης τῷ ὕπνῳ καρώσεως, καὶ τοῖς μὲν ἐρήμους ἀνθρώπων ἑστάναι, καὶ χρυσοφόρους οἰκίας μακρὰς, κοράκων, καὶ νυκτερίδων, ἴσως δὲ καὶ παλαμναίων δαιμόνων εὐρύχωρα καταγώγια, τοῖς δὲ μὴ ὑπάρχειν τρίπηχες πρὸς σκέπην κατάλυμα· καὶ τοῖς μὲν ἕως τῶν ἀτιμοτάτων χρειῶν ὑπηρετεῖσθαι τὸν ἄργυρον εἰς οὔρων δοχὰς, καὶ λυμάτων γαστρὸς χαλκευόμενον, σκεύη πολλὴν ἔχοντα σταθμόν· τοῖς δὲ μὴ παρεῖναι ὅστρακον, ᾧ προσενέγκωνται διψῶντες ὕδωρ στόματι· τοῖς μὲν κατασήπεσθαι βαρβαρικῆς ἀπονοίας ἐσθῆτα πολύτιμον· τοῖς δὲ καὶ ῥάκος λείπειν τρίχινον τῆς ἀσχημοσύνης συγκάλυμμα· τοῖς μὲν συγχωρεῖσθαι τὴν τράπεζαν παντοίοις ἐδέσμασι, χερσίων, ἀεροπόρων, ἐνύδρων· οὐδὲν γάρ ἐστιν, ὧν μὴ γεύσηται ἡδονὴ, πανταχοῦ τὰ πάναγρα διαπετάσασα δίκτυα, οἷς ἐσαγηνεύσατο καὶ τὰ βύθια, καὶ τὰ πλησίον αἰθέρος διαιτώμενα, πρὸς φιλότιμον εὐτρεπίσασα τοῖς φιληδόνοις ἀπόλαυσιν, ἀπολεγομένης τὸν κόρον τῆς ἀθλίας γαστρὸς, καὶ λειτουργεῖν οὐκ ἔτι φθανούσης τῇ ἀπληστίᾳ τῆς ἀπληρώτου ὀρέξεως, ἣν οὐ πλησμονὴ τῶν ἀγγείων ἴστησι τῆς ἀκαθἐκτου ὁρμῆς, ὅρον τῆς χρείας οὐ τὸ αὔταρκες ἡγουμένην, ἀλλὰ τὸ μηδὲν παρεσκευασμένων καταλιπεῖν· οὕτως οὖν ῥηγνυμένων τῶν δοχείων, ἔσθ᾽ ὅτε καὶ τὸ ἄχθος οὐ φερόντων τοῦ κόρου, κενή, καὶ δαψιλής ἐστιν αὕτη τῇ λιχνείᾳ τῶν καταλελειμμένων ὀδυνωμένη, καὶ τῷ μέτρῳ τῆς γαστρὸς μεμφομένη, ὅτι μὴ τοσούτων ἐστὶ χωρητική, ὅσων αὕτη μαργῶσα ἐφίεται πρὸς ὅσα κέχηνε μαιμάσσουσα ταῖς ἀκαθέκτοις ὁρμαῖς· τοῖς δὲ τὴν ἐπιθυμίαν ἐξηρτῆσθαι κὰὶ μόνου ψωμοῦ, τρυφὴν ἡγουμένοις, καὶ τὴν ἐν μέρει παραμυθίαν τῆς χρείας· ποιεῖ γὰρ ὁ κόρος ἄλλας ἐξ ἄλλων καινοτομεῖν ἡδονῶν ἐπινοίας πολλὰς, οὐδ᾽ ἐπ᾿ ὀλίγον ταῖς ἐν ἔθει στοιχῶν, ἂν μὴ συνεχεῖς ὦσιν αἱ διαδοχαὶ τῶν τερπόντων, καὶ ἐπάλληλοι, ταῖς ἐφἐδραις τῶν ξενιζόντων ψυχαγωγοῦσαι τὸ ἀλῦον τῆς ὀρέξεως, καὶ τὴν γεῦσιν παρηγοροῦσαι ἄλλῃ καὶ ἄλλῃ ποιότητι. Οὕτως ἡ ἔνδεια καὶ τὸ χρειῶδες ἡγεῖσθαι πείθει ἀγαπητὸν, πληρῶσαι τὸ κενὸν, οὐ τέρψαι το ἐπιθυμοῦν ἐπιτάττουσα. Πῶς οὖν ἄν τις τῶν οὕτω νῦν διακειμένων ἀνθρώπων ἀνηλεῶς, καὶ παρατρεχόντων τοὺς ἐν ταῖς τριόδοις κατακειμένους ἀσθενεῖς, τοὺς ἐν τοῖς στενωποῖς περιερχομένους, καὶ ταῖς θύραις ἀναιδῶς ἐνοχλεῖν ἀναγκαζομένους καὶ τοὺς αἰσχυνομένους δημοσιεῦσαι τὴν οἰκείαν μεταβολὴν διὰ τὸ ἀσύνηθες τῆς αἰτήσεως, καὶ λιμώττειν αἱρουμένους ἔνδον, ἢ τοῖς γνωρίμοις φαίνεσθαι παρ' ἀξίαν ἀνεχομένους, τοὺς τε ἐν μετάλλοις καὶ ἐν φυλακαῖς φθειρομένους κακοπαθείᾳ δεσμῶν, καὶ λιθοτομίας ἀνάγκῃ, τοὺς τε ἐν μνήμασι καὶ ἡλιβάτοις ὄρεσι τῇ ἱερᾷ νόσῳ δαπανωμένους, ὧν οἱ μὲν τὸ ἀηδὲς ὑφορώμενοι τῆς νόσου παραβαλεῖν πόλεσι καὶ κώμαις οὐ τολμῶσι πρὸς τῷ μὴ οἰκτειρηθῆναι, καὶ τὸ καταλευσθῆναι δεδοικότες, διὰ τὸ παρατετηρημένον τοῦ πάθους, οἱ δὲ βάσεως ἐστερημένοι πρὸς περίπατον, καὶ πρὸς τὸ ἕρπειν χειρῶν, ἡσυχάζουσιν οἴκοι ἅπαντες, ἔρνη καθάπερ δένδρων ἀνόρπηκα, περιῃρημένοι τὰ πρὸς πᾶσαν κίνησιν ἐπιτήδεια μέλη· οὐκ ἐρεῖ τοῦ Δεσπότου δικαίαν εἶναι τὴν κρίσιν, τοὺς μὲν ἐκ τοσαύτης κακοπαθείας ὁρῶν μεταστάντας εἰς ἄνεσιν, ἑαυτὸν δὲ ἐκ τοιαύτης ἀσωτίας μετελθόντα εἰς κόλασιν; Πῶς δὲ κἂν ἔννοιαν λήψεται ἱκετηρίους πρὸς τὸν δικάζοντα προέσθαι φωνὰς, αὐτὸς πρὸς τὰς ἱκεσίας τῶν δεομένων μείνας ἀσυμπαθὴς, καὶ διὰ παντὸς καὶ ἀνήμερος, καὶ τὸ συνειδὸς ἔχων πρὸ τοῦ δικάζοντος κατακρίνον ἑαυτὸν ἐπὶ τῇ παρελθούσῃ ἀπανθρωπίᾳ: Ὁ δὲ καὶ βίαιος, καὶ τυραννικὸς, ἁρπάσυκοφαντῶν, ἄγων, φέρων, δουλαγωγῶν, πάντων πάντοθεν τὴν ζωὴν διαταράττων, οὐδὲν παραλιμπάς νων πονηρίας εἶδος, ὃ τέως δίδωσι πράττειν ἐξουσία καὶ δύναμις, πάντως εἰς ἔσχατόν που καταδύεται αὐτομολήσας πυθμένα Ταρτάρου, χείρονα τὸν ἐπὶ τοσούτοις ἁμαρτήμασιν ἔλεγχον κρίνων τῆς κατὰ τὴν βάσανον ὀδύνης. Αὕτη γὰρ ἀληθῶς πρέπουσα λῆξις τοῖς τῇ δυναστείᾳ μὴ πρὸς εὐεργεσίαν, ἀλλ' ἐπὶ κακῷ χρησαμένοις τῷ πέλας, καὶ τὰ μὲν πλεονεκτηθέντα καταλείπουσιν ἄλλοις πρὸς χρῆσιν φιλοτίμου ζωῆς, τὴν δὲ ἐπ᾿ αὐτοῖς τιμωρίαν καρπουμένους αἰώ ζων, καταπίνων, περιουων, ἐλαύνων, ὑπερορίζων, νιον.","t":"But now such inequality holds life in its grip that some cannot keep up with the cares of wealth and, through great anxiety over their possessions, have no time for sleep, as the one who says: “To him who is filled with the wealth of the earth there is no one to let him sleep”; he is constantly counting revenues, reckoning monthly interest, and spending the night hours lest some gain, however small, be lost by slipping his memory. Others have not even enough of the necessities, but sleep in contempt of it all through lack of food, gaining much of the time of want in insensibility, in a stupor drawn out by sleep. For some, houses stand empty of people, long and gilded, spacious lodgings for ravens and bats and perhaps for murderous demons too; for others there is not a shelter three cubits long for covering. For some, silver serves even the most dishonorable needs, forged into vessels of great weight to receive urine and the excrement of the belly; others have not even a potsherd with which to bring water to their mouths when thirsty. For some, costly clothing of barbarian extravagance rots; others lack even a hair-cloth rag to cover their shame. For some the table is loaded with every kind of food, from land, air and water; for there is nothing that pleasure does not taste, spreading her all-catching nets everywhere, with which she has dragged in both the creatures of the deep and those that live near the ether, and prepared them for the lavish enjoyment of pleasure-lovers, while the wretched belly declares itself sated and can no longer keep up with the greed of an appetite that cannot be filled, an appetite which the fullness of the vessels does not halt in its unrestrained impulse, since it considers the limit of need to be not sufficiency but leaving nothing of what was prepared. So, while the vessels burst and sometimes cannot bear the load of satiety, appetite is empty amid plenty, pained by greed for what is left over, and blaming the measure of the belly, because it cannot hold as much as appetite in its frenzy desires, gaping and lusting for it with unrestrained impulses. For others, desire hangs on a single morsel, which they consider luxury and partial relief of their need. For satiety makes one invent many new devices of pleasure, one after another, not abiding even for a little while by the usual ones, unless the successions of delights are continuous, one after another, beguiling the restlessness of appetite with the reserves of novelties and soothing the taste with one quality after another. So want persuades one to consider what is needful a welcome thing, commanding only to fill what is empty, not to gratify desire. How then could any of those who are now so mercilessly disposed, and who run past the sick lying at the crossroads, those who go about in the alleys and are compelled to trouble doors shamelessly, those who are ashamed to make public the change in their fortunes because they are unused to begging and choose to starve indoors rather than put up with appearing to their acquaintances in a state beneath their dignity, those wasting away in the mines and in prisons from the suffering of chains and the compulsion of quarrying stone, those consumed by the sacred disease in tombs and on steep mountains (some of whom, wary of the disgust their disease causes, do not dare approach towns and villages, besides receiving no pity and fearing to be stoned because the disease is watched for; while others, deprived of feet for walking and of hands for crawling, all stay quiet at home, like the stems of trees without branches, stripped of the members fit for any movement), how, I say, could such a one fail to say that the Master's judgment is just, when he sees them transferred from such great suffering to rest, and himself passed from such dissipation to punishment? And how will he even think of uttering words of supplication to the Judge, when he himself remained unsympathetic to the supplications of the needy and was harsh throughout, and has his conscience condemning him before the Judge for his past inhumanity? And the violent and tyrannical man, seizing, slandering, carrying off and plundering, enslaving, disturbing everyone's life on every side, leaving out no kind of wickedness that power and might allow for the moment, surely sinks of his own accord to the lowest depth of Tartarus, judging the exposure of so many sins worse than the pain of torment. For this is truly the fitting lot of those who used their power not to do good to their neighbor but to harm him: they leave what they got by greed to others for the use of an extravagant life, and reap for themselves eternal punishment for it.","f":"Nilus, <i>Perist.</i> 9.7 (PG 79:875; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-7)."},"nilus-peristeria/9.8":{"o":"Ὦ τῆς παρανοίας! ὦ τῆς παραπληξίας Τί πλέον παρέχει τῆς φαιδρᾶς ἀπολαύσεως, ἵνα μὴ λέγω τῆς ἀναγκαίας χρείας διὰ τοὺς βουλομένους χαρίζεσθαί τι καὶ ἐπιθυμίᾳ πρὸς παραμυθίαν τῆς ἀσθενείας τοῦ σώματος, ἡ πλεονεξία, ὅτι πᾶσαν μὲν παγκτησίας ἱμέρῳ τὴν γῆν μετερχόμεθα, Βρεττανοὺς, καὶ Ἑσπερίους, καὶ Μαύρους, πρὸς ἕω δὲ Θήβας, καὶ πλήθουσαν ὡς μέλλοντος ἀχανοῦς τινος χάσματος τῆς τὴν Ἰνδ ην Ἰνδῶν καταλαμβάνοντες χώραν, τὰ πάντοθεν πρὸς τρυφὴν ἐπιτήδεια εἰς ἑαυτῶν χρῆσιν ποιοῦντες ἀγώγιμα, χρημάτων δὲ θησαυροὺς ἀνεικάστους σωρεύοντες εἰς τὴν τῶν συνωνητῶν παρασκευήν· δεί γὰρ τὰ μὲν ἐκ γεωργίων οἰκείων, τὰ δὲ ἐξ ἀγορᾶς ποικίλλειν τὴν τράπεζαν, καὶ ποιεῖν πολυτελῆ, καὶ κοτύλῃ παραπλησίας πληροῦσθαι γαστρός· καὶ γὰρ ἐστι τοῖς πολλοῖς ἀχανὴς ὄντως καὶ ἀπλήρωτος, κἂν μὴ τῷ εὐρυχώρῳ τοῦ ἀγγείου, ἀλλὰ τῷ ἀπλήστῳ τῆς ὀρέξεως τῆς ἀεικενῆς ἐπιθυμίας, οὐδέποτε πιμπλαμένης, πᾶν δὲ, ὃ δείκνυσιν ὅρασις, γλιχομένης λαβεῖν. Διὰ τοῦτο συκοφαντίαι καὶ τυραννίδες· διὰ τοῦτο λωποδυσίαι, καὶ ἁρπαγαί· διὰ τοῦτο οὕτως ἐκεῖνον καὶ τοῦτον εὐθὺς ἄλλος βιάζεται, βαθμῷ προσκοπτούσης ἐπὶ τοὺς ἀεὶ μᾶλλον δυναστεύοντας τῆς τυραννίδος, καὶ τοὺς νῦν ἀδικοῦντας τὸν ἀσθενέστερον, μετ' ὀλίγον ἀδικεῖσθαι παρασκευαζούσης ὑπὸ τῶν δυνατωτέρων, καὶ προφάσεις ἐπινοούσης τῇ ἁρπαγῇ τῷ δοκεῖν οὐκ ἀσχήμονας. Ἔστι γὰρ ἐν ταῖς πλεονεκτικαῖς ἐπινοίαις αὕτη γνωμοδότις εὐμήχανος, βουλὰς ὑποτιθεμένη πιθανὰς πρὸς τὸ δοκοῦν τοῦ ἁρπάγματος εὔλογον. Οὕτω τὴν Ἰεζάβελ ἀκούσασαν, ὅτι τοῦ ἀμπελῶνος Ναβουθαὶ τοῦ γείτονος ὁ ταύτης ἀνὴρ ᾿Αχαάβ ἐπεθύμησε, δεινῶς ἅμα καὶ πανούργως τὸν τῆς ἁρπαγῆς σκοπὸν διαθεῖναι παρεσκεύασεν, ἵνα καὶ τὸ ἐπιθυμηθὲν ληφθῇ, καὶ μὴ ἢ ὁ τὴν ἁρπαγὴν ὀδυρόμενος· βλασφημίαν γὰρ Θεοῦ καὶ βασιλέως συκοφαντήσασα, τὸν κεκτημένον ἀπέκτεινε, καὶ οὕτως ἀδέσποτον τὸν ἀμπελῶνα παρέλαβεν, οὐδενὸς ὄντος τοῦ τὴν ἀδικίαν διασαφοῦντος ἀγνοοῦσι, τοῦ ταύτην βοᾷν δυναμένου ἐκ ποδῶν οἰχουμένου, Νῦν δὲ τολμᾶται καὶ χαλεπώτερα τοῖς ἀνθρώποις, τῷ χρόνῳ γεγυμνασμένης πρὸς τὴν ἐμπειρίαν τῆς ἀδικίας, καὶ τῷ ἔθει προσκοψάσης ἐπὶ τὸ τεχνικώτερον. Υἱοὶ γὰρ ἀποστεροῦνται ζῶντες ὑπάρξεως πατρικῆς, καὶ ἀδελφῶν ἀλλοτριοῦνται κληρονομίας ἀδελφοὶ, καὶ γυναῖκες οὐσίας ἐκβάλλονται τελευτησάντων ἀνδρῶν βοῶσαι τὴν παρανομίαν, καὶ οὐκ ἀκουόμεναι. Τοῖς γὰρ ἑκάστοις τούτων βιαζομένοις συνηγορία τῆς βλάβης εἶναι δοκεῖ βασιλικὴ δωρεά, ἥτις τὰ μὲν ἀδέσποτα εὐλόγως ἴσως τοῖς αἰτοῦσι παρέχειν ἐδύνατο, ἄλλοις δὲ τὰ ἄλλων χαρίζεσθαι δικαίως ἐστὶν οὐχ οἷα τε, ξένοις προπίνουσα τὰ τῶν νομίμως προσερχομένων τῷ κλήρῳ, καὶ ὀφειλόντων ἀκολούθως διαδέξασθαι τὰ τῶν οἰχομένων συγγενικῷ δικαίῳ.","t":"Oh, the madness! Oh, the derangement! What more does greed provide for cheerful enjoyment (not to speak of necessary use, for the sake of those who wish to grant something to desire too, as a comfort for the body's weakness) that we travel over the whole earth in longing for possessing everything, to the Britons, the Westerners and the Moors, and to the east to Thebes and … the land of the Indians, making everything fit for luxury from every quarter into imports for our own use, and heaping up countless treasures of money for buying provisions? For the table must be varied and made costly, partly from one's own farms, partly from the market, and the belly, which is like a cup, must be filled. For in most people it is truly gaping and insatiable, not because the vessel is large but because of the greed of the appetite of an ever-empty desire, which is never filled and longs to take everything that sight shows it. Hence come false accusations and tyrannies; hence thefts of clothing and robberies; hence one man immediately does violence to this one and that, as tyranny advances by degrees to those who are ever more powerful, and makes those who now wrong the weaker presently be wronged by the stronger, and invents pretexts for robbery that seem not unseemly. For greed is a resourceful counselor in grasping schemes, suggesting plausible plans to make robbery seem reasonable. So when Jezebel heard that her husband Ahab desired the vineyard of their neighbor Naboth, she arranged the purpose of the robbery cleverly and craftily at once, so that what was desired should be taken and there should be no one to lament the robbery. For by falsely accusing him of blasphemy against God and the king she killed the owner, and so took over the vineyard without a master, there being no one to explain the injustice to those who did not know, since the one who could cry it aloud was out of the way. But now people dare even harsher things, since injustice has been trained by time to experience and has advanced by habit to greater skill. Sons are deprived of their father's property while he is alive, brothers are robbed of their brothers' inheritance, and wives are thrown out of the estate when their husbands die, crying out at the lawlessness and not heard. For to those who do violence to each of these, an imperial grant seems a defense of the injury; but such a grant could perhaps reasonably give ownerless property to those who ask for it, yet it cannot justly give others' property to others, toasting strangers with the property of those who come lawfully to the inheritance and who ought by right of kinship to succeed in order to the possessions of the departed.","f":"Nilus, <i>Perist.</i> 9.8 (PG 79:879; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-8)."},"nilus-peristeria/9.9":{"o":"Αλλὰ πάντα πρὸς τὸ πιθανὸν σοφίζεται δεινῶς πλεονεξία, καὶ βασιλεῖς ἀπατᾷ εὐπαραγώγοις αἰτήσεσι, καὶ ἐξουσίαν καθ' ὧν βούλεται λαμβάνει εὐπρόσωπον, καὶ κάτω τὰ ἄνω, καὶ ἔμπαλιν ἄνω τὰ κάτω ποιεῖ, πολλοῖς πάντοτε συμφορῶν ἀνυποίστων καθισταμένη αἰτία. Διὰ τοῦτο πολλοὶ τῶν ἡδικημένων δοκιμασίᾳ ἐστᾶσιν ἀναιδῶς ἐρανιζόμενοι, καὶ λαμπρὰς οὐσίας ἀφῃρημένοι τῆς ἐξ ἄλλων ἐπιδεεῖς εὐποιίας κατέστησαν τὰς συμφορὰς διηγούμενοι, τραγῳδοῦντες τὰ πάθη, κρουνοῖς δακρύων τὴν ἀνάγκην πιστούμενοι, καὶ μόλις ἄρτου τινὰς πείθοντες ὀρέξαι τιμὴν αὐτοῖς ἀπορουμένοις, ἔθιμον λέγοντας εἶναι τοῖς μεταιτοῦσι πλάττεσθαι τοιαῦτα, καὶ κομπάζειν πρὸς ἀπάτην πολλὰ, εὐγένειαν προσποιουμένοις οὐκ οὖσαν, καὶ χρημάτων ὀδυρομένοις οὐ γενομένην ἀπώλειαν, ναυάγια λογοποιοῦσι, καὶ λῃστῶν ψευδομένοις ἐφόδους, οἰκετῶν δρασμὸν προφασιζομένοις σεσυληκότων αὐτῶν, καὶ ἀφέντων οὕτως ἀσχημονεῖν, ὡς τὸ ἐλεεινὸν ἐκεῖνο, καὶ δακρύων ἄξιον δείκνυσι σχῆμα, ἀδροτέρων λημμάτων σόφισμα προβαλλομένοις τὰς τοιαύτας φωνάς. Ἐκβέβληται γῆς, οἰκοπέδων, κτημάτων, ἀπεστέρηνται χρημάτων, διαίτης εὐσχήμονος, οἰκετικῆς θεραπείας, καὶ οὐδαμόθεν ἀξιούμενοι παραμυθίας, ἔτι καὶ προσκωμῳδοῦνται οἱ ἄθλιοι, τραγῳδεῖν εἰκῆ ψευδεῖς νομιζόμενοι τύχας. Ὕποπτον γὰρ ὄντως εἰς ψεῦδος ἀεὶ τὸ ἐκ τοῦ φαινομένου ἀξιόπιστον παλαιὰς ἀπαγγέλλον εὐπραγίας, κἂν ἀληθεύειν δοκῇ οὐδὲν τεκμήριον ἔχον πιστώσασθαι τὰ λεγόμενα, οὐ συνᾳδόντων οὐδαμῶς οὐδαμόθεν τῶν πραγμάτων τοῖς ῥήμασιν. Ὅθεν σιωπῇ φέρειν ἀναγκάζονται τὰ τῆς πτωχείας δεινά, τὸ ἀπαμφιάσκειν τὰ καθ᾽ ἑαυτοὺς τοῖς ἀπιστεῖν ἐθέλουσι κρίνοντες ἄκαιρον, χλεύης μᾶλλον, ἢ συμπαθείας τοὺς λόγους ποιουμένοις ὑπόθεσιν. Καὶ οἱ μὲν αὐτῶν ἁλῶνται ἄλλας ἐξ ἄλλων πατρίδας ἀμείβοντες, τὰς τέως ἀγνοουμένας στοχαζόμενοι πρὸς οἰκονομίαν τῆς ζωῆς ἴσως ἐπιτηδείας· οἱ δὲ μένουσιν ἐφ᾽ ὧν ὑπὸ τῆς συμφορᾶς κατελείφθησαν τόπων ὀκνοῦντες τὰς μεταστάσεις, τὸ μὲν ἀσθενείᾳ δυνάμεως, τὸ δὲ καὶ τῷ ἀδήλῳ τοῦ μέλλοντος, τὸ παρὸν καὶ ἐν πείρα γενόμενον τοῦ ἀμφιβόλου, οἷον ἔσται χεῖρον, ἢ ἄμεινον προτιμῶντες εὐλόγως, καὶ παραμυθούμενοι, τούτῳ γοῦν ἑαυτοὺς, ὅτι κἂν τῶν ἄλλων κτημάτων τυραννηθέντες ἁπάντων ἐκβέβληνται, ἐλευθέρων στοιχείων ὅμως ἔχουσι τὴν μετουσίαν ἀκώλυτον, καὶ τοῖς μέγα πνέουσιν ἐπὶ δυναστείᾳ τὴν χρῆσιν ἐν τούτοις ἰσότιμον. \"Ασυλον κτῆσιν ταύτην λαχόντες παρὰ τοῦ Κτίσαντος, ἵνα μὴ πάντη καταπέσωσι ἀθυμίᾳ, ὡς μηδενὸς μέρους ἔχοντες ἐξουσίαν ὅλης τῆς κτήσεως. ᾿Αναπνέουσι τοιγαροῦν ὅπουπερ ἂν ἐθέλωσι τὸν ἀέρα τοῦτον ἀκώλυτον, ἀντλοῦσι πηγὰς, καὶ ποταμοὺς, καὶ λίμνας, ὡς βούλονται πόματι κεχρημένοι ἀφθόνῳ, καὶ περικλυζόμενοι μετ᾿ ἐξουσίας πολλῆς, κἂν μὴ ἐν πόλεσι, καὶ κώμαις· ἴσως γὰρ ἐν ταύταις πρὸς ἀρδείαν μεμερισμένον τὸ ὕδωρ οὐκ ἐφεῖται τούτοις ὡς ἀκτήμοσιν· ἐν ἐρήμοις οὖν, καὶ ἀγεωργήτοις, ὅμως ἐπ᾿ ἀδείας πρὸς τὸ δοκοῦν ἀπολαύοντες, οὐδενὸς ἐμποδίζοντος· αὐγὰς ἡλίου καὶ ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δέχονται, ἀναστέλλειν τὴν ἐκεῖθεν φερομένην ἀκτῖνα οὐδενὸς, κἂν ἐθέλῃ, ἰσχύοντος, οὐδὲ τῇ ὑπεροχῇ τοῦ πλουσίου πλέον νέμειν παρὰ τὸν πένητα ὄντος ἱκανοῦ διὰ τὴν ταπεινότητα. Ἔνθα μὲν γὰρ ὑπόκειται ὕλη μεριστὴν ἔχουσα φύσιν, πλεονεκτοῦσιν οἱ πλούσιοι, παρ᾿ ἄλλοις οὐ συγχωροῦντες εἶναι ἃ σπουδάζουσιν ἔχειν αὐτοῖ· τῶν δὲ ἀδιαιρέτων ἡ χρῆσις κοινὴ πᾶσιν ὁμοίως ἐφεῖται, καὶ ἄλλος ἄλλου πρὸς μετουσίαν ἔχει πλέον οὐδὲν, τῆς φύσεως ἴσην ἅπασι τὴν διανέμησιν, ἐργασαμένης, καὶ τοῖς πλεονεκτεῖν βουλομένοις οὐ παρεχούσης ἔριδος ἀφορμάς.","t":"But greed cleverly devises everything to make it plausible; it deceives emperors with petitions that mislead, receives a respectable-looking authority against whomever it wishes, turns things above below and again things below above, and is always the cause of unbearable misfortunes for many. That is why many of those wronged stand, put to the test, begging shamelessly; deprived of splendid estates, they have come to need kindness from others, telling of their misfortunes, lamenting their sufferings as in a tragedy, confirming their need with floods of tears, and scarcely persuading anyone to hand them the price of a loaf in their destitution. For people say it is customary for beggars to invent such stories and boast much to deceive: claiming a nobility they never had, lamenting the loss of money that never happened, making up shipwrecks, lying about attacks of robbers, pretending that their slaves ran away after robbing them and so left them in disgrace, as their pitiful and tear-worthy appearance shows; they put forward such words, people say, as a trick for larger gains. Thrown out of land, houses and estates, deprived of money, of a decent way of life, of the service of slaves, and receiving comfort from nowhere, the wretches are even mocked besides, thought to be idly dramatizing false misfortunes. For what looks credible from appearance is always suspected of falsehood when it tells of former prosperity, even if it seems to speak the truth, since it has no proof to confirm what is said, and the facts in no way agree with the words. Therefore they are forced to bear the hardships of poverty in silence, judging it pointless to lay bare their affairs to those who wish to disbelieve and who make their words an occasion for mockery rather than sympathy. Some of them wander, exchanging one country for another, guessing that those as yet unknown may be suitable for getting a living; others stay in the places where misfortune left them, shrinking from moving, partly from weakness, partly also because of the uncertainty of the future, reasonably preferring the present, which they have experienced, to the doubtful, which may be worse or better; and they comfort themselves with this at least, that even if they have been tyrannically thrown out of all their other possessions, they still have unhindered share in the free elements, and equal use of them with those who are puffed up with power. They have received this inviolable possession from the Creator so that they may not fall into utter despondency, as having control of no part of the whole creation. So they breathe this air unhindered wherever they wish; they draw from springs, rivers and lakes, using abundant drink as they wish, and bathing with great freedom, even if not in cities and villages (for perhaps there the water is divided for irrigation and not permitted to them as men without property); but in deserts and uncultivated places they enjoy it without fear as they please, with no one hindering. They receive the rays of the sun in their eyes and on their whole body, no one being able, even if he wished, to hold back the ray that comes from there, nor the rich man able by his superiority to allot himself more than the poor man because of his lowliness. For where the material has a divisible nature, the rich get more, not allowing others to have what they are eager to have themselves; but the use of indivisible things is allowed to all in common alike, and no one has more share than another, since nature has made the distribution equal for all and gives no occasion for strife to those who want more.","f":"Nilus, <i>Perist.</i> 9.9 (PG 79:881; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-peristeria/9-9)."}}