{"nilus-sermo-sacculum/1":{"o":"Τὸ προκείμενον ῥητὸν, κατὰ μὲν τὴν ἱστορίαν, πολλὴν ἔχειν δοκεῖ τὴν ἐναντιότητα, καὶ μάχεται ταῖς λοιπαῖς τοῦ Κυρίου παραινέσεσιν· κατὰ δὲ τὴν ἀναγωγὴν, καὶ τὸ τῶν διδασκομένων παρίστησιν ὠφέλιμον, καὶ τὸ τοῦ διδάσκοντος κηδεμονικὸν, ὅπως ταῖς κατὰ ψυχὴν ἡλικίαις ἐν τῷ προκόπτειν ἐπὶ τὴν τελειότητα, κατὰ τὴν τῆς αὐξήσεως ἀναλογίαν, ἁρμοζούσας ταῖς καταστάσεσι ποιεῖται τὰς παραινέσεις. Πῶς γὰρ νῦν μάχαιραν λαβεῖν κελεύει, τοὺς ἤδη παιδευθέντας παρατιθέναι τὴν σιαγόνα τοῖς ῥαπίζουσιν; πῶς δὲ καὶ πωλεῖν τὸ ἱμάτιον, καὶ ἀγοράζειν μάχαιραν, τοῖς διὰ τὸ παρειληφέναι μὴ ἔχειν δύο χιτῶνας, μόνον κεκτημένοις ὃ ἐφόρουν ἱμάτιον; εἰ μήτιγε γυμνοὺς περιιέναι ἐβούλετο τοὺς ἀποστόλους, ἀλλ᾽ ὁμολογουμένως ἄσεμνον τοῦτό γε, καὶ οὐ κατὰ τὴν τοῦ Κυρίου παράδοσιν· οὐ γὰρ ἂν ὁ φροντίσας τῆς κατὰ τὴν ψυχὴν αὐτῶν ἐλευθερίας ἐκ τοῦ μηδὲν κεκτῆσθαι περιποιῶν αὐτοῖς τὸ ἀμέριμνον, πάλιν τοῦ πρέποντος ἡμέλησε, γυμνὸν περιφέρειν κελεύων τὸ σῶμα. Ὡς γὰρ τὸ περαιτέρω προελθεῖν τῆς χρείας, καὶ τὴν ψυχὴν ἐνδῆσαι περιτταῖς καὶ ματαίαις φροντίσιν ἀφιλόσοφον, οὕτως τὸ παραιτήσασθαι λειτουργίαν, μανιῶδες, καὶ σωφροσύνης ἀλλότριον καταστάσεως· δεῖ τοίνυν ζητῆσαι ἀμφοτέροις ἐφαρμόζουσαν τοῖς προστάγμασι λύσιν, καὶ δεῖξαι τὸ ἐξ ἑκατέρων εὔλογον, ὅτι εἰσαγομένοις μὲν ἔπρεπεν ἡ πρώτη ἐντολὴ, τελειωθεῖσι δὴ ἡ δευτέρα, Εἰ γὰρ καὶ ἄσεμνον κατὰ τὴν λέξιν τὸ γεγυμνῶσθαι κατὰ τὸ σῶμα, ἀλλὰ γοῦν κατὰ τὴν θεωρίαν, οὐ μόνον εὐπρεπὲς, ἀλλὰ καὶ χρήσιμον λίαν. Ἔστι μὲν οὖν τῇ ἱστορίᾳ συνηγοροῦντα παραμυθήσασθαι τὴν τοῦ ῥητοῦ δυσχέρειαν, οὕτως, ὅτι ἀρχομένοις μὲν τῆς θεοσεβείας τοῖς ἀποστόλοις ὁ Κύριος ἀκτημοσύνην ἐπέτασσεν, πρὸς μόνην αὐτοὺς ἀσχολῆσθαι τὴν μελέτην τῶν θείων μαθημάτων βουλόμενος, καὶ εἰδὼς τοῖς ἀτελεστέροις ἐπικίνδυνον τὴν τῶν χρημάτων κτῆσιν, προκόψασι δὲ, καὶ τὴν τούτων λοιπὸν οὐκ ἐπιδεχομένοις βλάβην, ἐπιτρέπει τούτοις ἀδεῶς αὖθις κεχρῆσθαι, οὐκ ἔτι κατὰ τοὺς πολλοὺς τῷ ἀργυρίῳ προσπάσχοντας, οὐδὲ νικωμένους φιλαργυρίας ἀπάτῃ, φησὶν καὶ· « Ὅταν ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; νῦν δὲ λέγω ὑμῖν· Ὁ ἔχων βαλάντιον, λαβέτω, καὶ πήραν ὁμοίως. » Ἔδει γὰρ αὐτοὺς ἐν ἀρχῇ μηδὲν ἐπιφερομένους, πεῖραν λαβεῖν τῆς τοῦ διδασκάλου δυνάμεως, σχεδιαζούσης αὐτοῖς καθεκάστην ἀμερίμνως τὴν χρείαν τοῦ σώματος. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ πρὸ μικροῦ εἰρημένον, ἵνα ἐγγυμνασθέντες τῇ ἀκτημοσύνῃ, ἕξιν ταύτης λάβωσι δυσμετακίνητον, τὸ ἀπροσπαθὲς ἑαυτοῖς κατ᾿ ὀλίγον κατορθώσαντες, διὰ τὴν πολλοὺς ἀπολέσασαν φιλαργυρίαν. Αὕτη γὰρ, καὶ τὸν Ἰούδαν εἰς τὸ τῆς προδοσίας κατέβαλε βάραθρον, ἐνεθίσαντα τοῖς χρήμασιν ἐκ τοῦ πεπιστεῦθαι τὸ τῆς διακονίας τῶν πιστῶν γλωσσόκομον.","t":"The text before us, taken as history, seems to involve great contradiction and to conflict with the Lord’s other exhortations; but taken in its higher sense it shows both the profit of those who are taught and the carefulness of the teacher, how he makes his exhortations fit the conditions of the soul’s several stages as they advance toward perfection, in proportion to that growth. For how does he now command men to take a sword, when they have already been taught to offer the cheek to those who strike them? And how can men sell the cloak and buy a sword, when, because of what they had been given, they were not to have two tunics, and possessed only the cloak they were wearing — unless he wanted the apostles to go about naked? But that is admittedly unseemly, and not according to the Lord’s tradition; for he who took thought for the freedom of their souls, securing their freedom from care by their possessing nothing, would not then have neglected what was fitting and ordered them to carry the body about naked. For as it is unphilosophical to go beyond need and to tie the soul up with superfluous and empty cares, so to refuse to serve is madness and foreign to a sober state of mind. We must therefore look for a solution that fits both commands, and show the reasonableness of each: that the first commandment suited beginners, and the second those who had been brought to completion. For even if, according to the letter, being naked in body is unseemly, yet in the contemplative sense it is not only seemly but very useful. Now it is possible, while taking the side of the historical sense, to relieve the difficulty of the text in this way: that when the apostles were beginning in the worship of God the Lord enjoined possessionlessness on them, wishing them to be occupied with the study of the divine learning alone, and knowing that for the less perfect the possession of money is dangerous; but when they had advanced and were no longer liable to take harm from it, he allows them to use it again without fear, since they were no longer, like the many, attached to silver or overcome by the deceit of avarice. And so he says, “When I sent you out without purse or bag, did you lack anything? But now I say to you: Let the one who has a purse take it, and a bag likewise.” For at the start they had to carry nothing, so as to gain experience of their teacher’s power, which provided for the body’s need day by day without their having to be anxious. And not only this, but also what was said a little before, so that, trained in possessionlessness, they might acquire a habit of it hard to shift, having little by little established freedom from attachment in themselves, on account of the avarice that has destroyed so many. For it was avarice that cast Judas down into the pit of betrayal, when he had grown used to money through being entrusted with the money box of the ministry to the faithful.","f":"Nilus, <i>Serm. sacc.</i> 1 (PG 79:1263; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/1)."},"nilus-sermo-sacculum/10":{"o":"Σπάνιον γὰρ καὶ λίαν δύσκολον, ἐνεγκεῖν μέγεθος ἀρετῆς μὴ ἐπαρθέντα τῷ φρονήματι, μηδὲ φυσηθέντα τοῖς κατορθώμασι, μείναντα δὲ ταπεινὸν, καὶ ὡς ἂν εἴποι τις ἄζυμον· οὔτε γὰρ ἄζυμον φυσᾶται πυρὶ προσομιλοῦν, μένει δὲ ἐν ταπεινῷ τῷ σχήματι, οὔτε μετριόφρων ἐπαίρεται μετερχόμενος ἀρετὴν, εὐλαβείᾳ καταστέλλων τὸ τῆς ἀλαζονείας οἴδημα. Τούτοις ὁ νομοθέτης τὸν φόβον πρὸ ὀφθαλμῶν ἔχειν τοῦ Θεοῦ συμβουλεύει, πάντοτε τῆς ἀλόγου τοῦτον ἐπάρσεως παιδαγωγὸν ἐφιστῶν, καὶ σωφρονιστὴν ὅσιον. Τὸ γὰρ προστάσσειν ἐπὶ τῶν πτερυγίων τοῦ ἱματίου ποιεῖν κράσπεδα ἐκ κλώσματος ὑακινθίνου, καὶ ταῦτα διὰ παντὸς ὁρῶντας τῶν θείων ἐντολῶν ἔχειν ὑπόμνημα, τοῦτό μοι δοκεῖ διὰ συμβόλου σημαίνειν. Ὡς γὰρ τὸ κράσπεδον ἀρχὴ ἱματίου, οὕτως ἀρχὴ σοφίας φόβος Κυρίου, τοῦτον οὖν συνυφαίνειν δεῖ, παντὶ ἄκρῳ τῆς ἀρετῆς, ἐπειδὴ σφαλεραί πως αἱ ἀκρότητες πρὸς ἀπόνοιαν ἐκτρέπουσαι τοὺς ὀλιγόφρονας, ἵνα πρὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς ἀδιαλείπτως σαλευόμενος καταστέλλῃ τὸ ἐπὶ τοῖς κατορθώμασιν ἄλογον οἴδημα, καὶ διδάσκῃ τὸν ἐνάρετον ὅτι κἂν αὐτὸς ἑαυτῷ ἐξύφηνε τὸ ἱμάτιον, ἀλλ᾿ ὁ Θεός ἐστι ὁ δεδωκὼς τὴν σοφίαν τοῦ τοιούτου ὑφάσματος, καὶ πρέπει τῷ αἰτίῳ τῆς ἐπιστήμης, ἀλλὰ μὴ τῷ ἐργάτῃ τὸ πᾶν ἀνατιθέναι τῆς δυνάμεως. Οὕτως γὰρ καὶ ἡ ἀρετὴ λαμπροτέρα ἔσται ἔργον ὁμολογουμένη Θεοῦ, καὶ ἡ κτῆσις αὐτῆς ἀσφαλὴς τῷ κεκτημένῳ μένει φόβῳ Θεοῦ, καὶ διὰ παντὸς φυλασσομένη εὐλαβείᾳ πρὸς αὐτὸν τὸν Θεὸν ἡμῶν· ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Αμήν.","t":"For it is rare, and very difficult, to carry a greatness of virtue without being lifted up in mind or puffed up by one’s achievements, and to remain lowly and, as one might say, unleavened. For unleavened bread is not puffed up when it comes near the fire, but stays in its lowly shape; and neither is the man of moderate mind lifted up as he goes after virtue, since by reverence he keeps down the swelling of boastfulness. To such men the lawgiver counsels keeping the fear of God before their eyes, always setting it over them as a tutor against unreasoning conceit and a holy chastener. For his command to make tassels of a blue thread on the hems of the garment, and, by looking at them continually, to have a reminder of the divine commandments, seems to me to mean this by a symbol. For as the hem is the beginning of a garment, so the beginning of wisdom is the fear of the Lord. This, then, must be woven into every extremity of virtue, since extremities are somehow precarious and turn the small-minded aside into conceit — so that, swaying unceasingly before the eyes of the soul, it may keep down the unreasoning swelling over one’s achievements, and may teach the virtuous man that even if he wove the garment for himself, yet it is God who gave the wisdom for such a weaving, and that the whole of the power must be ascribed to the author of the skill, and not to the workman. For in this way virtue will be the more brilliant, being acknowledged as God’s work, and the having of it remains safe for its possessor by the fear of God, kept continually by reverence toward God himself; to whom be the glory and the might for ever. Amen.","f":"Nilus, <i>Serm. sacc.</i> 10 (PG 79:1277; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/10)."},"nilus-sermo-sacculum/2":{"o":"Οὐκ οἶδα δὲ λοιπὸν, περὶ τοῦ, « Ὁ ἔχων μάχαιραν λαβέτω, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν,· πῶς ἀπολογήσεται ὁ τῆς ἱστορίας προϊστάμενος εἰρηνικοὺς εἶναι τοῦ Κυρίου, καὶ ἐπιεικεῖς πανταχοῦ βουλομένου τοὺς μαθητάς. Φέρε δὴ οὖν ἴδωμεν, πῶς τὸ αὐτὸ πρόσταγμα, σωματικῶς μὲν, καὶ πρὸς λέξιν ἐστὶν ἀδύνατον, πνευματικῶς δὲ καὶ δυνατὸν, καὶ ὠφέλιμον. Ἐγγὺς τοῦ πάθους γενόμενος ὁ Κύριος, καὶ μέλλων τῷ σταυρῷ προσέρχεσθαι, ἐπιβουλῇ μὲν τῶν Ἰουδαίων, γνώμῃ δὲ οἰκείᾳ διὰ τὴν σωτήριον οἰκονομίαν, ταῦτά φησιν, παρασκευάζων πρὸς μάχην τοὺς μαθητὰς, τῶν ἀντιπαρατασσομένων τῇ ἀληθείᾳ, μάχην οὐκ ἐρέσχελον, διάθεσιν στρατηγουμένην θυμῷ, ἀλλ᾽ ἀγῶνος ἅμιλλαν ἐνθέου, καὶ ζῆλον θεοσεβείας ἔχουσαν πεπυρωμένον· ἑώρα γὰρ ἤδη τοὺς ἀναιδεῖς κύνας Ἰουδαίους λυσσῶντας κατὰ τῆς θείας διδασκαλίας, καὶ καταλύειν σπεύδοντας τὸ σωτήριον κήρυγμα, διὸ πρὸς τὸν κατ᾿ ἐκείνων αὐτοὺς διαίρων ἀγῶνα, ἀφεῖναι μὲν κελεύει τὴν προτέραν ἐπιείκειαν, χωρεῖν δὲ πρὸς ἔλεγχον τῶν ἀνατρέπειν πειρωμένων τὴν ἀλήθειαν μαχιμωτέρῳ λόγῳ. Χρεία μὲν γὰρ τῷ Χριστιανῷ πρό γε ἁπάντων, ἀναγκαίου ἐνδύματος, τῆς προσηκούσης τῷ ὀνόματι καταστάσεως. Κοσμεῖ γὰρ ἐνδύματος οὐκ ἔλαττον σεμνή καταστολή, καὶ ἦθος ἐπιεικὲς τὸν Χριστιανὸν, χρεία δὲ καὶ λόγων ἀμυντηρίων ἐν καιρῷ τῆς πρὸς τοὺς ἐναντιουμένους μάχης, Ἐν μὲν οὖν τῷ καιρῷ, φησὶν, ᾧ ἀπέστειλα ὑμᾶς ἐν τῷ Ἰσραὴλ διδασκάλους καλῶς εἰρηνικὴν ἐπεδείκνυσθε κατάστασιν, πρὸς ὑπακοὴν τοὺς ἀπειθεῖς διὰ τῆς τοιαύτης ἕλκοντες πολιτείας, καὶ ὑπαγόμενοι πρὸς τὸ εὐπειθὲς αὐτοὺς τῇ ἡμερότητι (ἀνυσιμώτερος γὰρ τῆς τῶν λόγων δεινότητος πρὸς τὸ πεῖσαι βίος ὀρθὸς, ἀξιόπιστον δυσώπημα ἑαυτὸν τῷ γνωρίμῳ προσφέρων), ἐπειδὴ δὲ μετὰ τὴν ἐμὴν ἀνάληψιν οἱ ἐχθροὶ τῆς ἀληθείας ἐπιθήσονται ταύτῃ, ἕκαστος τῶν ἐπιμελουμένων τῆς ἠθικῆς καταστάσεως ἐκβαινέτω τῆς σπουδῆς ταύτης, καὶ πρὸς ἅμιλλαν παρασκευαζέσθω. Οὐδὲν γὰρ ἄτοπον τῶν προηγουμένων ἕνεκεν ἀπολιπεῖν πρὸς καιρὸν τὰ ἥττονα, καὶ τὴν πραῦτητα μεταθέμενον, γενέσθαι πολεμιστήν,","t":"But I do not know how, for the rest, the man who champions the historical sense will give an account of the words “Let the one who has a sword take it, and the one who has none sell his cloak and buy a sword”, when the Lord wishes his disciples to be peaceable and gentle everywhere. Come then, let us see how the same command is, bodily and according to the letter, impossible, but spiritually both possible and profitable. The Lord, when he was near his passion and about to go to the cross — by the plotting of the Jews, but by his own decision, for the saving dispensation — says these things, preparing his disciples for battle against those drawn up against the truth: not a quarrelsome battle, a disposition generalled by rage, but the struggle of a contest that is of God, with a burning zeal for the worship of God. For he already saw the shameless dogs, the Jews, raging against the divine teaching and hurrying to destroy the saving proclamation; and therefore, rousing them for the contest against those men, he commands them to let go their former gentleness and to go out with more combative speech to refute those who were trying to overturn the truth. For the Christian needs before all else the necessary garment, the state of life that befits the name; for a grave composure and a gracious character adorn the Christian no less than a garment does. But there is need also of defensive words at the time of battle against adversaries. “At the time,” he says, “when I sent you out as teachers in Israel, you rightly displayed a peaceable state, drawing the disobedient to obedience by such a way of life and bringing them to compliance by your mildness” — for an upright life is more effective than cleverness of words for persuading, since it offers itself to the one who knows it as a plea he cannot resist — “but since, after my ascension, the enemies of the truth will set upon it, let each man who gives his care to the moral state go out from that pursuit and prepare himself for the struggle.” For there is nothing out of place in leaving the lesser things for a time for the sake of what comes first, and in laying gentleness aside and becoming a warrior,","f":"Nilus, <i>Serm. sacc.</i> 2 (PG 79:1265; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/2)."},"nilus-sermo-sacculum/3":{"o":"Τοῦτο γὰρ καὶ ὁ προφήτης παραινεῖ λέγων· Ὁ πρᾶος ἔστω μαχητής, καὶ ὥσπερ τὸ προφητικὸν τὸ λέγον· « Συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα, ὁ ἐν τῷ τὰς δυνάμεις τῆς ψυχῆς ποιεῖν σκεύη γεωργικά, παυσαμένου τοῦ πρὸς τὰ πάθη πολέμου, οὕτως πάλιν ἐκ τοῦ ἐναντίου καλὸν ἀφεῖναι τὸν προσήκοντα κόσμον, καὶ πρὸς μάχην ἑτοιμάζεσθαι, ὅταν πόλεμος ὁ καλῶν ᾖ, καὶ μάχαιραν μεταχειρίζεσθαι ὑπὲρ τῶν Δεσποτικῶν ἐντολῶν, ἀποδυόμενον τὸ τῶν ἠθικῶν ἀρετῶν ἱμάτιον, κἂν γυμνὸν δέῃ πολεμεῖν. Τάχα δὲ μᾶλλον ἀσφαλέστερον οὗτος τοῦ ἐνδεδυμένου πολεμήσει. Τοῦτο γὰρ ὁ προφήτης δηλοῖ· « ᾿Απολεῖται φυγὴ ἐκ δρομαίου, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν οὐ μὴ διασωθῇ. Καὶ ἐπιφέρει· « ῾Ο γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.» Τοιοῦτον γυμνὸν εἶναι βούλεται, καὶ τὸν πωλοῦντα τὸ ἱμάτιον, καὶ ἀγοράζοντα μάχαιραν, μὴ παραιτούμενον τὸ κατὰ τὴν λέξιν δοκοῦν ἀπρεπὲς, διὰ τὴν τοῦ σημαινομένου ἀλήθειαν. Τοῖς γὰρ συμβαίνουσιν ἀεὶ τοὺς ἀνθρώπους ἁρμόζεσθαι θέλων, πολλάκις, καὶ τὰ ἐναντία συμβουλεύει· καὶ ποτὲ μὲν, ὡς ἤδη φθάσαντες εἴπαμεν, ῥαπίζεσθαι, καὶ μὴ ἀγανακτεῖν διδάσκει, ποτὲ δὲ μάχαιραν φορεῖν, πολεμικὸν ἐπιδεικνυμένους σχῆμα καὶ ἐπάγγελμα, τῇ ὅψει πρὸ τῆς πείρας καταπλήττοντας τοὺς πολεμίους. Καὶ τῷ ἐπιτάσσοντι δὲ πρὸ ὀλίγου προφήτῃ, τὰ πολεμικὰ ὅπλα ποιεῖν σκεύη γεωργικά, τὸ ἐναντίον ἕτερος προφήτης παρεγγυᾷ, τὰ γεωργικὰ ποιῆσαι πολεμικά. Ὁ μὲν γάρ φησι· « Συγκόψατε τὰς μαχαίρας ὑμῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα. » Ὁ δὲ, Συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα εἰς σειρομάστας·· ἐναντία μὲν συμβουλεύοντες κατὰ τὴν λέξιν, ἀλλ᾿ οὐκ ἐναντία κατὰ τὴν διάνοιαν. Ὁ μὲν γὰρ ἀρχομένοις τοῦ πρὸς τὰ πάθη πολέμου, ὁ δὲ τροπωσαμένοις τοὺς πολεμίους τὸ πρακτέον ὑποτίθεται. Ἕως καιροῦ τοίνυν, καὶ ἐνδεδυμένον, εἶναι καλὸν, καὶ πάλιν ἀποδύεσθαι, ὅταν μάχαιραν ἀντὶ ἱματίου κτήσασθαι δέοι. Οὔτε γὰρ τοσοῦτον ἱμάτιον ὅσον μάχαιρα εἰς ἀσφαλείας λόγον· ἱμάτιον γὰρ, κόσμος μὲν, οὐ μὴν καὶ ἀσφάλεια, μάχαιρα δὲ πολλὴν τῷ μαχομένῳ παρέχει τὴν φυλακήν. Καὶ ὅτι ἕως καιροῦ χρήσιμον τὸ τοιοῦτον ἱμάτιον, καὶ φθάσας ἐπὶ τὴν τελειότητα, καὶ ἐπὶ τοῦ δώματος τῆς θεωρίας ἀνελθὼν ἐπιστρέφειν κεκώλυται. Σαφῶς γὰρ διδάσκει λέγων ὁ Κύριος, « ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὸ ἱμάτιον αὐτοῦ. »","t":"For the prophet too exhorts this, saying, “Let the gentle man be a warrior.” And just as the prophetic word which says, “They shall beat their swords into ploughshares and their pikes into pruning hooks”, consists in making the powers of the soul into farming tools once the war against the passions has ceased, so again, the other way round, it is good to lay aside the adornment that befits us and to get ready for battle when it is war that calls, and to take up a sword for the Master’s commandments, stripping off the garment of the moral virtues, even if one must fight naked. Indeed such a man will perhaps fight more safely than the man who is clothed. For this is what the prophet shows: “Flight shall perish from the swift runner, and the strong man shall not hold his strength, and the warrior shall not save his life, and the man swift of foot shall not be delivered.” And he adds, “The naked man shall pursue in that day.” Such a naked man he wants the one to be who sells his cloak and buys a sword, not shrinking from what seems unfitting according to the letter, because of the truth of what is signified. For since he wishes men always to be fitted to the circumstances, he often gives opposite counsels: at one time, as we have already said, he teaches them to be struck and not to be angry; at another, to carry a sword, displaying a warlike bearing and profession, and striking the enemy with fear by the sight of them before any trial of arms. And to the prophet who just now commanded that the weapons of war be made into farming tools, another prophet enjoins the opposite, to make the farming tools into weapons of war. For the one says, “Beat your swords into ploughshares and your pikes into pruning hooks”; the other, “Beat your ploughshares into broadswords and your pruning hooks into lances.” They counsel opposite things according to the letter, but not opposite things according to the meaning: for the one lays down what is to be done by those who are beginning the war against the passions, the other by those who have routed the enemy. For a time, then, it is good to be clothed, and again to strip, when one must get a sword instead of a cloak. For a cloak does not count for as much as a sword where safety is concerned: a cloak is an adornment, but not also a protection, whereas a sword gives the fighter much guarding. And that such a cloak is useful only for a time, and that the man who has reached perfection and gone up onto the housetop of contemplation is forbidden to turn back, the Lord teaches plainly, saying, “Let the man on the housetop not come down to take his cloak.”","f":"Nilus, <i>Serm. sacc.</i> 3 (PG 79:1267; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/3)."},"nilus-sermo-sacculum/4":{"o":"Ἔστι δὲ καὶ οἰήσεως δώματα, ἐφ᾽ ὧν τοὺς ἀναβάντας μέμφεται εἰπὼν ὁ προφητικὸς λόγος, φάσκων· Τί ἐγένετο, ὅτι πάντες ἀνέβητε εἰς δώματα μάταια;· Οὐ γὰρ ἀρετῆς ἦν ὕψος τὸ δῶμα καλῶς τεθεμελιωμένης, ἀλλὰ καινοῦ φυσήματος οἴδημα, σφαλερὰν τὴν ἐπὶ τοῦ τοιούτου ποιοῦντος ὕψους διαγωγήν· τὸ δὲ τῆς ἀληθείας δῶμα βέβηκεν ἐδραίως, παγίαν ἔχον τὴν μετὰ μετρίου φρονήματος οἰκοδομηθεῖσαν ἀρετὴν, ἀφ᾿ ἧς πεσεῖν οὐκ ἔστιν· στεφάνη γὰρ αὕτη ἀσφαλὴς τοῦ δώματός ἐστι, γυμνὸν καὶ ἄκακον ἄνω τὸν ἀνελθόντα ὡς ἐν τῷ παραδείσῳ φυλάσσουσα. Εἰ δὲ καὶ μὴ ἀποδύσαιτό τις τὸ τοιοῦτον ἱμάτιον, λωφήσαντος τοῦ πρὸς τὰ πάθη πολέμου, καὶ τὸν ἐν ταῖς ἠθικαῖς ἀρεταῖς πόνον μὴ μεταθείη ἐπὶ τὸ κτήσασθαι τὴν τοῦ λόγου δύναμιν, μηδὲ βούληται λοιπὸν ἀκαίρου πόνου ἀπολύειν τὸ σῶμα μετὰ τὸ παρελθεῖν τὸν εἰς τοῦτο διὰ τῶν ἡδονῶν ἐξυβρίζοντα, ἐπιπλήττεται ὡς οὐ δεόντως, ἔτι, τήν τε τοῦ ἱματίου πρᾶσιν, καὶ τὴν τῆς μαχαίρας ἀγορασίαν ἀναβαλλόμενος, ὡς ἔστιν ἀκοῦσαι τοῦ Παροιμιαστοῦ λέγοντος·· ᾿Αφελοῦ τὸ ἱμάτιον σαυτοῦ· παρῆλθε γὰρ ὑβριστής. Οὐκ ἔλαττον γὰρ τῆς ἐν τῇ πρακτικῇ σκληραγωγίας ἡ περὶ τὴν ἄσκησιν τῶν θείων λογίων σπουδή καταπονεῖ τὸ σῶμα, παρέχει δέ τι καὶ πλέον τῷ πονοῦντι πρὸς καθαρότητα, μὴ ἐχούσης καιρὸν τῆς διανοίας ἐπιστρέφεσθαι, καὶ σχολάζειν τοῖς παρενοχλεῖν ἐθέλουσι πάθεσι, διὰ τὴν περὶ τὰ κρείττονα τοῦ λογισμοῦ προσεδρίαν. Ὁ μὲν γὰρ τῆς σκληραγωγίας πόνος, κεκοπωμένου τοῦ σώματος, καιρὸν δίδωσιν ἴσως τοῖς πάθεσι, κινῆσαι πρὸς τὰς ἰδίας ὕλας σχολάζουσαν τὴν ἐνθύμησιν· ἡ δὲ θεωρία ὅλον πρὸς ἑαυτὴν κατέχουσα τὸν νοῦν περισπώμενον, οὐ παραχωρεῖ, οὐ λέγω πάθει, ἀλλ᾽ οὐδὲ ἀνθρωπίνῳ λογισμῷ πρὸς ἀναγκαίαν ἴσως καλοῦντι χρείαν. Νικᾷ γὰρ οὐ μόνον ἡδονὴν ἐμπαθῆ, ἀλλὰ καὶ φυσικὴν ἀνάγκην ἡ τῆς θεωρίας ἡδονὴ, τὸ τερπνὸν τῷ ὠφελίμῳ συγκεκραμένον ἔχουσα. Τοῦτο καὶ ὁ Παῦλος εἰδώς φησιν· « Ἡ σωματική γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια εἰς πάντα ὠφέλιμός ἐστι, κἀκείνῃ τὸ ἐν καιρῷ χρήσιμον μαρτυρῶν, καὶ ταύτῃ διδοὺς τὸ διηνεκὲς τῆς ὠφελείας καὶ μόνιμον, ἐπεὶ καὶ ἐν τῷ μέλλοντι πέπαυται καὶ ἄσκησις σωματική, γνῶσις δὲ προσθήκην δέχεται τελειότητος, ἀπὸ τοῦ δι' ἐσόπτρου, καὶ ἐν αἰνίγματι προκόπτουσα ἐπὶ τὸ πρόσωπον ὁρᾷν πρὸς πρόσωπον τὰ ἐλπιζόμενα.","t":"There are also housetops of conceit, and the prophetic word blames those who go up on them, saying, “What has happened, that you have all gone up onto empty housetops?” For that housetop was not the height of a virtue well founded, but the swelling of a new inflation, which makes life at such a height precarious; whereas the housetop of truth stands firm, having a solid virtue built with a moderate mind, from which it is not possible to fall. For this is the housetop’s safe parapet, keeping the man who has gone up, naked and without malice, as he was in paradise. And if a man does not strip off such a garment when the war against the passions has died down, and does not transfer the labour he spent on the moral virtues to acquiring the power of the word, and no longer wishes to release the body from untimely labour after the passing of the insolent one who outraged it through the pleasures, he is rebuked for still putting off, as he ought not, the selling of the cloak and the buying of the sword. So one may hear the writer of Proverbs saying, “Take away your garment, for the insolent one has gone by.” For the zeal spent on the practice of the divine oracles wears the body down no less than the hard discipline of the practical life, and it gives the labourer something more toward purity, since the mind has no time to turn aside and be at leisure for the passions that want to trouble it, because the reason keeps its seat beside better things. For the labour of hard discipline, once the body is worn out, perhaps gives the passions their opportunity to move the thought, now at leisure, toward their own matters; but contemplation, holding the whole mind to itself and drawing it away, yields nothing — I do not say to a passion, but not even to a human thought calling it, perhaps, to some necessary need. For the pleasure of contemplation overcomes not only the pleasure that belongs to passion but even natural necessity, since it has the delightful mixed with the useful. Paul too, knowing this, says, “Bodily training is of profit for a little, but godliness is profitable for all things” — testifying to the one that it is useful at its season, and granting to the other that its profit is continual and abiding; since in the age to come bodily discipline has also ceased, while knowledge receives an addition of perfection, advancing from the mirror and the riddle to seeing the things hoped for face to face.","f":"Nilus, <i>Serm. sacc.</i> 4 (PG 79:1269; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/4)."},"nilus-sermo-sacculum/5":{"o":"Αποδυτέον οὖν ὡς ἱμάτιον τὴν σωματικὴν γυμνασίαν, καὶ τοὺς ἐκείνης πόνους, ὡς τιμῆς τοῦ πεπραμένου, τὴν τῆς εὐσεβείας κτητέον μάχαιραν, χρησίμην ἐσομένην πρὸς φυλακὴν τῶν ὑπαρχόντων καὶ ἀσφάλειαν. Αὕτη καὶ καύχημα γίνεται ἡ μάχαιρα, καύχημα οὐκ ἀλαζονικῆς ἀπονοίας ὀλέθριον φρύαγμα, βοηθείας δὲ Θεοῦ εὐχάριστος διάθεσις, ὡς εἴρηται πρός τινα· « Ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου, καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τοὺς τραχήλους αὐτῶν ἐπιβήσῃ. » Οὕτως πωλεῖται τὸ ἱμάτιον, καὶ οὕτως ἀγοράζεται ἡ μάχαιρα καὶ τούτου τὴν κτῆσιν παρέχον οὐχ ὑπάρχουσαν πρότερον, καὶ αὐτὸ παραμένον καθ' ἕξιν, κἂν οἰκονομικῶς σχολάζῃ τῇ ἐνεργεία. Ἕξις γὰρ κἂν ἀργίαν ἄγοι τῆς ἐπιβαλλούσης ἐργασίας, ἀλλ' οὖν γε τὴν δύναμιν ἔχουσα ἐῤῥωμένην, ὅτε βούλεται ἐνεργεῖν ἀνεμπόδιστος πέφυκεν, τεχνίτου δίκην ἐν ταῖς ὕλαις ἐπιδεικνυμένου τὴν τῆς ἐπιστήμης ἀκρίβειαν, ἀπορίᾳ δὲ τούτων ἀργοῦντος, ἡσυχαζούσης, οὐκ ἀφανιζομένης τῆς ἐπιστήμης. Πῶς γὰρ ἡ τὸ τοιοῦτον ἀποδυσαμένη ἱμάτιον, καὶ πάλιν αὐτῷ κεχρῆσθαι διὰ τὴν πρὸς τοὺς ἀτελεστέρους συγκατάβασιν ἀναγκαζομένη, φησίν· « Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν·· εἰ μὴ καὶ παρέμενε τὸ τοιοῦτον ἱμάτιον, σχολάζον τῇ ἐνεργείᾳ καὶ ὑπάρχον δυνάμει τῆς ἔξεως; Ὁ οὖν πωλήσας τὸ ἱμάτιον ὠνεῖται πάντως τὴν μάχαιραν, κἀκεῖνο μὴ ἐκποιήσας, καὶ τοῦτο κτησάμενος. Μάχαιραν δὲ ἠγόρασε, ποίαν, ἢ περὶ ἧς ὁ Χριστός φησιν· « Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν;» μάχαιραν καλῶν τὸν τοῦ κηρύγματος λόγον· ὡς γὰρ ἡ μάχαιρα διαιρεῖ τὰ συμπεφυκότα, καὶ τὸ συνεχὲς σῶμα διατέμνει εἰς μέρη, οὕτως ὁ τοῦ κηρύγματος λόγος εἰς ἑκάστην χωρήσας οἰκίαν, τότε τοὺς κακῶς ἐν τῇ ἀπιστίᾳ ἡνωμένους ἀπ᾿ ἀλλήλων διέτεμεν, υἱὸν ἀπὸ πατρὸς, θυγατέρα ἀπὸ μητρὸς, καὶ νύμφην ἀπὸ πενθερᾶς ἀποδιαιρῶν, αὐτὴν κατατέμνων τὴν φύσιν ἐδείκνυε τὸ πέρας τῆς τοῦ Κυρίου παραγγελίας, ὅτι σφόδρα χρησίμως, καὶ ἐπὶ συμφέροντι τῶν ἀνθρώπων μάχαιραν λαβεῖν τοὺς ἀποστόλους ἐκέλευσεν.","t":"We must therefore strip off bodily training like a garment, and with its labours, as with the price of what has been sold, acquire the sword of godliness, which will be useful for guarding and keeping safe what we have. And this sword also becomes a boast — a boast that is not the ruinous swagger of a boastful folly, but a thankful disposition toward God’s help, as was said to someone: “Your helper shall hold his shield over you, and the sword shall be your boast; and your enemies shall deny you, and you shall tread upon their necks.” In this way the cloak is sold, and in this way the sword is bought; and the cloak both provides the getting of the sword, which was not there before, and itself remains as a settled habit, even if by dispensation it is at rest as regards its activity. For a habit, even if it is idle as to the work that belongs to it, still keeps its power in strength, and when it wishes to act it is by nature unhindered — like a craftsman who displays the exactness of his knowledge upon his materials, but is idle for want of them, his knowledge being at rest, not destroyed. For how else does the soul that has stripped off such a garment, and is forced to use it again out of condescension to the less perfect, say, “I have taken off my tunic; how shall I put it on?” — unless such a garment did remain, at rest as to its activity and present in the power of the habit? The man, then, who has sold the cloak certainly buys the sword, not having disposed of the one, and having gained the other. And what sort of sword has he bought, but the one of which Christ says, “I did not come to cast peace, but a sword”? He calls the word of the proclamation a sword. For as a sword divides what has grown together and cuts the continuous body into parts, so the word of the proclamation, entering into each house, cut apart from one another those who had been badly united in unbelief, separating son from father, daughter from mother, and bride from mother-in-law; and by cutting nature itself apart it showed the purpose of the Lord’s command, that it was very usefully, and for men’s benefit, that he ordered the apostles to take a sword.","f":"Nilus, <i>Serm. sacc.</i> 5 (PG 79:1269; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/5)."},"nilus-sermo-sacculum/6":{"o":"Εὐθέως οὖν ὁ Πέτρος ἀποκρίνεται δύο λέγων ἔχειν μαχαίρας, ἃς καὶ ἱκανὰς πρὸς τὸν προκείμενον ἔφησεν ἀγῶνα ὁ Κύριος εἶναι. Αὗται δὲ εἰσιν, ὡς φησιν ᾿Απόστολος, ἔλεγχος τῶν ἀντιδιατιθεμένων, καὶ παράκλησις τῶν πιστῶν· οὕτως γὰρ τῷ Τίτῳ γράφων, ταύτας ἐγχειρίζει τοῖς διδασκάλοις, λέγων· « Ἵνα δυνατὸς ἢ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν, » τὸν λόγον εἰς εἴδη δύο διαιρῶν· ἄλλο γὰρ εἶδος τὸ τῆς πρὸς τοὺς πιστοὺς διδασκαλίας, καὶ ἄλλο πρὸς τοὺς ἐχθροὺς τῆς ἀληθείας. Τὸ μὲν γάρ ἐστιν ἔλεγχος ψεύδους, τὸ δὲ τῆς ἀληθείας βεβαίωσις. Ὅτι δὲ μάχαιραν τὸν λόγον καλεῖ, πᾶσι δῆλον, τετριμμένης διὰ τὸ πρόχειρον τῆς Γραφικῆς λέξεως τῆς λεγούσης· « Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον.· Ἐνταῦθα γὰρ τὸ ἄμφηκες, ὡς εἰρηται διὰ τοῦ λόγου. Δύναται δέ τις δύο μαχαίρας λέγειν σαφήνειαν καὶ ἀλήθειαν. Αὗται γὰρ, ὅταν ὦσι παρεζευγμέναι τῷ λόγῳ, ἱκανῶς χειροῦνται τοὺς ἀντιδιατιθεμένους. Διὰ τοῦτο καὶ ὁ ἀρχιερεὺς ἐπὶ τὰς τοῦ περὶ στέρνα λογίου μυστικῶς ἐπικειμένας εἶχε δήλωσιν καὶ ἀλήθειαν, δήλωσιν πρὸς σαφήνειαν τῶν λεγομένων, καὶ πρὸς ἀνατροπὴν ψεύδους ἀλήθειαν. Φαίνεται οὖν ὁ Πέτρος, καὶ χρησάμενος τῇ μαχαίρᾳ σαφῶς, ὅτε τὸ ὠτίον ἀπέκοψε τοῦ δούλου τοῦ ἀρχιερέως, καὶ τοῦτο μυστικῶς ἅμα, καὶ συμβολικῶς ἐπιτελῶν· ἐν ἀρχῇ μὲν γὰρ τοῦ κηρύγματος οἱ ἀπόστολοι, καὶ τὸ νομικὸν ἐποίουν προσάγοντες τῇ θύρᾳ τῷ εἰπόντι, « Ἐγώ εἰμι ἡ θύρα,, τοὺς λέγοντας ἡγαπηκέναι τὴν τοῦ νόμου δεσποτείαν, καὶ τὸ τῆς παιδείας λαβόντες ὁπήτιον, ἐπειρῶντο τὴν δουλικὴν ἀκοὴν μετατιτρᾶν εἰς ἐλευθερίας ὑπακοήν. Ὅτε δὲ ἀναξίους ἔκριναν ἑαυτοὺς οἱ Ἰουδαῖοι τῆς αἰωνίου ζωῆς, καὶ ἦν ἀνάγκη στραφῆναι λοιπὸν εἰς τὰ ἔθνη, τότε τῷ ῥήματι τοῦ Πνεύματος ἀποκόπτουσι τέλεον αὐτῶν τὴν ἀκοὴν, ὡς οὐκ ἔτι ἀξίων ὄντων διὰ τὴν ἀπείθειαν τοῦ τῆς ἐλευθερίας λόγου· τὸ γὰρ εἰπεῖν·· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ, » μετατιτρᾶν ἦν τὴν δουλικὴν ἀκοὴν εἰς ἐλευθερίαν· τὸ δὲ πάλιν ἐπιφῆσαι· « Ὅτι ἀναξίους ἐκρίνατε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, στρεφόμεθα εἰς τὰ ἔθνη, ἀποκόψαι ἦν τέλεον αὐτῶν τὴν ἀκοήν.","t":"At once, then, Peter answers that he has two swords, which the Lord said were also sufficient for the contest before them. These are, as the Apostle says, the refuting of those who set themselves against us and the encouraging of the faithful. For writing in this way to Titus he puts them into the hands of teachers, saying, “That he may be able both to encourage with the sound teaching and to refute those who contradict” — dividing the word into two kinds. For the teaching given to the faithful is one kind, and that given to the enemies of the truth is another; the one is the refutation of falsehood, the other the confirming of the truth. That he calls the word a sword is plain to everyone, since the scriptural saying is worn with handling which says, “For the word of God is living and active, and sharper than any two-edged sword.” For here the two edges are, as has been said, by means of the word. One may also say that the two swords are clarity and truth; for when these are yoked to the word, they are enough to subdue those who set themselves against us. This is why the high priest had Manifestation and Truth laid mystically upon the oracle over his breast: Manifestation for the clarity of what is said, and Truth for the overthrow of falsehood. Peter, then, is seen to have used the sword plainly as well, when he cut off the ear of the high priest’s servant, doing this at the same time mystically and symbolically. For at the beginning of the proclamation the apostles also did what the law required, bringing to the door — to him who said, “I am the door” — those who claimed to have loved the lordship of the law, and taking the awl of instruction they tried to bore the slave’s ear through into the obedience of freedom. But when the Jews judged themselves unworthy of eternal life, and it was necessary at last to turn to the Gentiles, then by the word of the Spirit they cut their hearing off completely, since because of their disobedience they were no longer worthy of the word of freedom. For to say “It was necessary that the word of God be spoken first to you” was to bore the slave’s ear through into freedom; and to add “Since you judge yourselves unworthy of eternal life, we turn to the Gentiles” was to cut their hearing off completely.","f":"Nilus, <i>Serm. sacc.</i> 6 (PG 79:1271; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/6)."},"nilus-sermo-sacculum/7":{"o":"Καὶ ὁ Παῦλος τὸ αὐτό φησιν αὐτοῖς λέγων· « τινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε. Τὸ γὰρ ἐκπεσεῖν τῆς χάριτος τοῦτο ἦν, τὸ ἀποκοπῆναι τοῦ τῆς ἐλευθερίας λόγου. Διὰ τοῦτο καὶ ὁ Κύριός φησιν· « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, » μετὰ τὴν ἀποκοπὴν τοῦ ἐκείνων ὠτίου, τὸ τῶν ἐθνῶν πρὸς ὑπακοὴν ἀνοίγων ὠτίον. Τοῦτο καὶ ἡ Παλαιὰ Γραφὴ πρὸ πολλοῦ καὶ ἄνωθεν μαρτύρεται, ἀμφότερα διαρρήδην προφητεύουσα, ὅτι κἀκείνων ἀποκοπήσεται τὸ ὠτίον, καὶ ὅτι προστεθήσεται τοῦτο τοῖς ἔθνεσι. Πρὸς μὲν γὰρ τὴν Συναγωγὴν ὁ Ἰεζεκιήλ φησι· « Ῥῖνάς σου καὶ ὦτά σου ἀποκόψουσιν· » οὔτε γὰρ τῆς εὐωδίας τῶν μύρων ἀντελάβοντο Χριστοῦ, ὡς ἡ λέγουσα, Εἰς ὀσμὴν μύρων σου δραμούμεθα, » οὐδὲ ὡς πρόβατα φωνῆς τοῦ Ποιμένος ἀκοῦσαι ἠθέλησαν ἠκρωτηριασμένοι καὶ λελωβημένοι τὰ καίρια τῶν αἰσθήσεων. Ὁ δὲ Ἡσαΐας αὐτὴν εἰσάγει τὴν ἐξ ἐθνῶν λέγουσαν, « Προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα·, οἷον γὰρ ταύτῃ προσέθηκε ὠτίον, τοιοῦτον ἐκείνης ἀπέκοψεν. Καὶ ταῦτα μὲν περὶ τῶν πεπρακότων τὸ ἱμάτιον, καὶ λαβόντων μάχαιραν ἀρκούντως εἴρηται. Ἴδωμεν δὲ εἰ πάντες ἐν τῷ φορεῖν τὸ τοιοῦτον ἱμάτιον φοροῦμεν ὀρθῶς, ἐπειδὴ περί τινων γέγραπται, ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ περὶ ἄλλων, ὅτι τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου. Μή ποτε οὖν στολὴν ἐπισυνηγμένην δόλῳ ἔχουσιν, οἱ ἐν ταῖς αἱρέσεσιν ἐπ᾿ ἐνέδρᾳ τῶν ἁπλουστέρων, τὰ τῶν ἠθικῶν ἀρετῶν ἀμπεχόμενοι ἱμάτια, δοκησισκοπίᾳ μᾶλλον ἢ ἀληθείᾳ ὡς ἀλλότρια ταῦτα παρατιθέμενοι, καὶ σχῆμα πρᾶον καὶ ἐπιεικὲς ἐπιμορφαζόμενοι, δι' ὧν δελεάζουσι τοὺς ἐπὶ τὴν ἀπώλειαν ἀγκιστρευομένους;","t":"Paul says the same to them when he says, “You who are justified by law have fallen from grace.” For this was the falling from grace: to be cut off from the word of freedom. For this reason the Lord also says, “Go and make disciples of all the nations”, opening the ear of the Gentiles to obedience after the cutting off of the ear of those others. The Old Scripture too bears witness to this long before and from of old, expressly prophesying both things: that their ear would be cut off, and that it would be added to the Gentiles. To the Synagogue Ezekiel says, “They shall cut off your nose and your ears”; for they did not take in the fragrance of Christ’s ointments, as she does who says, “We will run after the fragrance of your ointments”, nor were they willing, like sheep, to hear the Shepherd’s voice, maimed and mutilated as they were in the chief of their senses. But Isaiah brings in the Church from the Gentiles herself, saying, “He has added an ear to me to hear, and the instruction of the Lord opens my ears”; for the kind of ear he added to her is the kind he cut off from the other. So much has been said, and enough, about those who have sold the cloak and taken the sword. But let us see whether all of us who wear such a cloak wear it rightly, since it is written of some that “they shall pay back every robe gathered by deceit, and a garment with recompense”, and of others that “binding their garments with cords they made curtains beside the altar”. May it not be that they have a robe gathered by deceit who, in the heresies, wrap themselves in the garments of the moral virtues to trap the simpler sort, putting them on as borrowed things, for appearance rather than in truth, and feigning a gentle and gracious bearing, by which they bait those whom they hook for destruction?","f":"Nilus, <i>Serm. sacc.</i> 7 (PG 79:1273; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/7)."},"nilus-sermo-sacculum/8":{"o":"Οὗτοι δὲ μετὰ καταλλαγῆς ἐν τῷ μέλλοντι αἰῶνι, τὰ τοιαῦτα ἀποτίσουσιν ἱμάτια· οὐ γὰρ ἀμοιβὰς πόνων ἀπολήψονται, ἀλλὰ τιμωρίαν καὶ κόλασιν τῆς ἀπάτης ἐκτίσουσιν, ἐκδικοῦντος ἐκδίκησιν τοῦ Θεοῦ ἐπὶ τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια, ὡς ἐν τῷ προφήτῃ φησίν· πᾶν γὰρ ὁ μὴ αὐτοῦ ἕνεκεν τοῦ καλοῦ, ἄλλου δέ τινος γίνεται χάριν, οὐ μόνον ἄμισθον, ἀλλὰ καὶ ὑπεύθυνον μάλιστα ὅταν ἐπ᾿ ἐνέδρᾳ πράττεται τῶν ὁρώντων, δέλεαρ ἀπωλείας τοῖς ἁπλουστέροις γινόμενον. Κενοδοξία μὲν γὰρ ἀνόνητον ποιεῖ τὸν πόνον τῆς ἀρετῆς, καὶ τῶν αἰωνίων μισθῶν ἀποστερεῖ τὸν κάμνοντα, αὕτη μεγάλων πόνων εὔωνος γινομένη μισθὸς, καὶ πρόσκαιρος ἐπιπόνων ἄθλων εὐφημία, καὶ τιμὴ ὠκύμορος, πρὶν ἀνθῆσαι μαραινομένη, καὶ παρηβῶσα πρὶν ἀκμᾶσαι δεόντως. Εὐσεβείας δὲ μόρφωσις ἐπὶ ἀπάτῃ τεχναζομένη, οὐκ εἰκαῖον ἔχει μόνον τὸν κάματον, ἀλλὰ καὶ ἐπικίνδυνον, οὐ ζημίαν μισθῶν, κόλασιν δὲ μακρὰν καταδικαζομένῃ, καὶ λίαν ἐπώδυνον. Οὕτως μοχθήσασί τισι, καὶ τοιοῦτον ἀναδεξαμένοις πόνον, ὁ Ἀπόστολος ἔλεγε· « Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴγε καὶ εἰκῆ· » τὸ μὲν, εἰκῆ, τάξας ἐπὶ τῆς τῶν μισθῶν ζημίας, τὸ δὲ, εἴγε καὶ εἰκῆ, ἐπὶ σχετλιασμῷ προσδοκωμένης κολάσεως. Ἐχόμενα δὲ τοῦ θυσιαστηρίου ποιοῦσι παραπετάσματα δεσμεύοντες σχοινίοις τὰ ἱμάτια, τάχα τινὲς καὶ τῶν ἐκκλησιαστικῶν μιμούμενοι τῇ ὑποκρίσει τοὺς ἐντὸς τῶν ἁγίων ὑπὸ τῷ καταπετάσματι λειτουργοῦντας ἁγνῶς. ῎Ἄλλο γάρ ἐστι καταπέτασμα, καὶ ἄλλο παραπέτασμα, εἰ καὶ ἡ ὁμοιότης τῶν ὀνομάτων τὴν ἐν τοῖς πράγμασιν ἀποκρύπτει διαφοράν. Τὸ μὲν γὰρ παραπέτασμα ὡς ἔτυχε σχεδιάζεται δι' ἀνάγκην τοῦ μὴ αἰθρίως δημοσιεύεσθαι τὰ συγκαλύψεως δεόμενα, πλαγίοις τισὶν ἑκατέρωθεν προσηρτημένα δεσμοῖς δεξιῷ μέρει καὶ ἀριστερῷ, καὶ οὐδὲν ὑπερέχοντι κατὰ τὸ ὕψος· τὸ δὲ καταπέτασμα ἐξ ὑπερεχόντων δεσμῶν κατεώρηται, τὴν ἄνωθεν κατάπτησιν τῆς ὀθόνης ἐτυμολογοῦντος τοῦ ὀνόματος. Καὶ τάχα ὅταν μὲν τὸν ἐπὶ ταῖς ἀρε ταῖς πόνον ἀναδεχόμεθα, διὰ τὸν ἐν τῷ κρυπτῷ βλέ ποντα Δεσπότην, καὶ τοὺς τῶν ἀνθρώπων κάτω λαν θάνοντες ὀφθαλμοὺς, τῷ ἄνωθεν ὁρῶντι μόνῳ φανεροῦμεν τὸ γινόμενον.","t":"These men will pay back such garments with recompense in the age to come; for they will not receive wages for their labours, but will pay out punishment and chastisement for their deceit, since God exacts vengeance upon those clothed in other men’s clothing, as he says in the prophet. For everything that is done not for the good itself but for the sake of something else is not only unpaid but even liable to account — above all when it is done to trap those who see it, becoming a bait of destruction to the simpler sort. For vainglory makes the labour of virtue unprofitable and robs the toiler of the eternal wages, since it is a cheap wage for great labours, a passing acclaim for painful contests, an honour quick to die, which withers before it blooms and grows old before it has properly come to its prime. But a form of godliness contrived for deceit has a toil that is not merely idle but dangerous, condemned not to a loss of wages but to a long and very painful punishment. To some who had toiled in this way and taken up such labour the Apostle said, “Did you suffer so many things in vain — if indeed in vain?” — setting “in vain” against the loss of the wages, and “if indeed in vain” as an expression of distress at the punishment to be expected. And they make curtains beside the altar, binding their garments with cords — perhaps some even of the clergy, imitating in their hypocrisy those who minister in purity within the holy place under the veil. For a veil is one thing and a curtain another, even if the likeness of the names hides the difference in the things. For the curtain is improvised as it happens, from the need not to publish in the open what requires covering, and is fastened on either side by sideways ties, on the right and on the left, with nothing above it in height; but the veil hangs from ties above, the name itself telling how the cloth falls from above. And perhaps, when we take up the labour spent on the virtues for the sake of the Master who sees in secret, escaping men’s eyes here below, we make what is done manifest to him alone who sees from above.","f":"Nilus, <i>Serm. sacc.</i> 8 (PG 79:1275; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/8)."},"nilus-sermo-sacculum/9":{"o":"Ἐπειδὴ καὶ ἡ πρόθεσις ἄνωθεν ἔχει τὴν αἰτίαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἐξημμένη, καὶ τὸ καταπέτασμα ὁμοίως ἄνωθεν ἤρτηται χαλασθέν· ὑπὸ τῷ καταπετάσματι λειτουργοῦμεν ἱερατικῶς, τὸ καλὸν ἐπιτελοῦντες· ὅταν δὲ σωφροσύνης, ἢ ἀκτημοσύνης σχῆμα προβαλλόμενοι τὰ ἐναντία πράττομεν ἐν κρυπτῷ καὶ παραπετάσματα τοῖς τῶν ἁμαρτημάτων σχοινίοις διατείναντες, ἄλλα μὲν πράττομεν ἐν παρυφῇ, ἄλλα δὲ ἐπιμορφαζόμεθα πεπλασμένῳ σχήματι σεμνοποιοῦντες τὴν λανθάνουσαν αἰσχύνην, καὶ ἀπάτῃ τὰς τῶν ἀνθρώπων δελεάζοντες ὄψεις πρὸς δόξαν εὐσεβῆ καὶ ἐνάρετον, τότε ὑπὸ παραπετάσματι κρύπτομεν ψεκτῶς τὰ καταγνώσεως εἰ φωραθείη ἄξια. Ὡς γὰρ ἡ ἀρετὴ κεκρυμμένως γινομένη Θεὸν ἔχει τὸν ἐπαινέτην καὶ φανερουμένη λαμπρῶς ἀνακηρύττεται, οὕτως ἡ κακία, λανθάνουσα μὲν τιμωρίαν ἐπηρτημένην ἔχει καὶ κόλασιν, ἐλ[ηλ]εγμένη δὲ φέρει εἰς ἐσχάτην κατάγνωσιν. Ἀλλὰ κἂν ἐνταῦθα λάθωσιν οἱ τοιοῦτοι, διεφθαρμένον ἐπιτήδευμα σεμνῷ δῆθεν συγκαλύψαντες σχήματι, ἐκεῖ γυμνωθήσονται πάντως, τῆς μὲν δοκήσεως περιαιρουμένης, φανερουμένης δὲ καὶ ὑπολαμπούσης αὐτομάτως τῆς ἀληθείας· περὶ τούτων γὰρ ὁ Ἡσαΐας τάχα φησίν· Αποκαλύψει Κύριος τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. » ᾿Αλλ' οὐ πάντες οἱ τὸ καλὸν μετερχόμενοι τοιοῦτοι, κἄν τινες θήρᾳ δόξης ἀνθρωπίνης τὸ τῆς θεοσεβείας ἐπιτήδευμα μετίασιν οὐχ ἁγνῶς· οὐ γὰρ διὰ τοὺς ἀπατεῶνας ἐπηρεαστέον καὶ τοῖς σπουδαίοις. Εἰσὶ γὰρ οἱ κατ᾿ ἀλήθειαν τὴν ἀρετὴν μετερχόμενοι, καὶ οὐ ψευδόμενοι τοῖς ἔργοις τὸ ἐπάγγελμα, ἀλλὰ τῷ ὁρωμένῳ τὸ κρυπτόμενον ἐξομοιοῦντες, καὶ τὸ σχῆμα ἔχοντες ἑρμηνείαν τοῦ πράγματος, οὐ φαινόμενοι μόνον ὁ ἐπαγγέλλονται, ἀλλὰ καὶ ὄντες, ὀνομάζονται, ἢ καὶ τοῦ νομίζεσθαι μᾶλλον εἶναι σπουδάζοντες, διὰ τὸν πάντα καὶ τὰ ἐν μυχοῖς τῆς καρδίας ἐρευνῶντα Θεὸν, καὶ ἀποδιδόντα ἑκάστῳ κατὰ τὸ ἴδιον ἔργον, οὐ κατὰ τὴν ὑπόληψιν. Ἄλλως δὲ πάλιν τινὲς ἐν τούτοις τοῦ ἀληθοῦς σκοποῦ διαμαρτάνουσιν, ἐπαιρόμενοι, καὶ νομίζοντες ἰδίᾳ δυνάμει τὸν κόσμον περιπεποιῆσθαι τῆς ἀρετῆς.","t":"Since the purpose too has the cause of its pleasing God fastened from above, and the veil likewise is hung from above and let down, we minister in priestly fashion under the veil when we accomplish what is good. But when, putting forward an appearance of chastity or of possessionlessness, we do the opposite in secret, and stretch out curtains with the cords of our sins, doing one thing behind the hanging and feigning another with a fabricated bearing, dressing up the shame that goes unnoticed and baiting men’s eyes with a deceit that wins a reputation for godliness and virtue — then it is to our blame that we hide under a curtain what would deserve condemnation if it were detected. For as virtue, done in hiding, has God for its praiser, and when it is made known is proclaimed brilliantly, so wickedness, while it goes unnoticed, has punishment and chastisement hanging over it, and when it is refuted it brings its man to the utmost condemnation. But even if such men escape notice here, having covered a corrupt practice with an outwardly grave appearance, there they will certainly be stripped bare, the mere seeming taken away and the truth coming to light and shining out of itself; for it is of these, perhaps, that Isaiah says, “The Lord will uncover their appearance in that day.” Yet not all who go after the good are of this kind, even if some pursue the practice of godliness impurely, hunting after human glory; for the diligent are not to be abused on account of the deceivers. For there are men who truly go after virtue and do not belie their profession by their works, but make what is hidden like what is seen, and have their outward bearing as an interpretation of the thing — not merely appearing to be what they profess but also being it, or rather being eager to be it rather than to be thought it, on account of God, who searches all things, even what is in the recesses of the heart, and renders to each according to his own work, not according to men’s opinion. But in another way again, some men miss the true aim in these matters, being lifted up and supposing that they have won the adornment of virtue by their own power.","f":"Nilus, <i>Serm. sacc.</i> 9 (PG 79:1275; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/nilus-sermo-sacculum/9)."}}