Expositions on the Psalms 17–20
Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).
Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 17
17PG 27:109–124
Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυΐδ, ἃ ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαοὐλ, καὶ εἶπεν. ΙΖ'. Ὑπόθεσις. Περιέχει ὁ ψαλμὸς ἐπανάστασιν ἐχθρῶν καὶ ἐπίκλησιν εἰς συμμαχίαν Θεοῦ, καὶ κάθοδον τοῦ Μονογενοῦς καὶ ἀνάληψιν, καὶ μετὰ τὴν ἀνάληψιν τὰ κατὰ τῶν δαιμόνων πραχθέντα, καὶ τοῦ Ἰσραὴλ ἐκβολὴν, καὶ τῶν ἐθνῶν κλῆσιν. Τὸ δὲ, ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαούλ, ἀναφέροιτ᾽ ἂν εἰς τοὺς νοητοὺς ἐχθροὺς καὶ τὸν τούτων ἄρχοντα. Ἀγαπήσω σε, Κύριε, ἰσχύς μου· Κύριος στερέωμά μου καὶ καταφυγή μου. Τῶν εὐεργεσιῶν αἰσθόμενος τοῦ Θεοῦ, ὅπερ ἐστὶ μέγιστον δῶρον, ἀνατίθησιν αὐτῷ, τὴν ἀγάπην φημί· ἣν καὶ πρώτην ὁ Σωτὴρ ἐν ἐντολαῖς ἔταξεν. Αἰνῶν ἐπεκαλεσάμην τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. Ἐνταῦθα διδασκόμεθα χάριν μὲν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων ἀγαθῶν· αἰτεῖν δὲ πάλιν τὰ ἐνδέοντα. Εἶτα διηγεῖται τὰς παντοδαπὰς τῶν πολεμίων ἐπαναστάσεις. Περιέσχον με ὠδῖνες θανάτου. Οὐδενὸς, φησὶν, ἐνταῦθα πολέμου θνητοῦ μέμνηται, ἀλλὰ δυνάμεων ἀφανῶν, ἔνδον τὴν ψυχὴν αὐτοῦ κυκλουσῶν. Καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ωδίνες ᾄδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου. Χείμαῤῥοι ἀνομίας εἰσὶν οἱ παράνομοι λογισμοί· οὗτοι δὲ αὐτοὶ καὶ ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες, θανατοῦντες ἡμᾶς διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας. Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Τὰ παραχθέντα τότε ἐπὶ τῇ καθόδῳ τοῦ Κυρίου εἰσηγεῖται· πάντες γὰρ οἱ τὴν γῆν οἰκοῦντες ἐκινήθησαν· πᾶσά τε χώρα ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Καὶ τὰ θεμέλια τῶν ὁρέων ἐταράχθησαν. Ὄρη δυνάμεις εἰσὶ πονηραὶ αἱ ἐπαιρόμεναι κατὰ τῆς δόξης τοῦ Θεοῦ. Θεμέλια δὲ αὐτῶν τοὺς ἐν βάθει λογισμούς φησιν. Καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Διότι ἐν μακρῷ αἰῶνι τοὺς ἐπὶ τῆς γῆς ἠπάτησαν διὰ τῆς πολυθέου δεισιδαιμονίας. ᾿Ανέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. Ὀργισθεὶς, φησὶ, κατέσβεσεν αὐτῶν τὸ πῦρ δι᾽ οὗ πάλαι τοὺς ἀνθρώπους κατέφλεγον. Καὶ τούτου σύμβολον τὸν καπνὸν τίθησι. Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται. Ταῦτα γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἐνεργεῖ ἀφανῶς κατὰ τῶν ἀντικειμένων δυνάμεων τὸ πῦρ αὐτῶν σβεννὺς ἑτέρῳ πυρὶ κρείττονι καὶ δυνατωτέρῳ. [Ὁρῶντες γὰρ οἱ δαίμονες τὸν Κύριον, ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐκαίοντο ἀπὸ προσώπου αὐτοῦ.] "Ανθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. Οἱ κατὰ μετουσίαν τοῦ θείου πυρὸς φωτισθέντες. Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Λευκότατα προφητεύει τὴν κατάβασιν τοῦ Κυρίου. Εἴη δ᾽ ἂν σημαντικὸν τοῦ · Ἑταπείνωσεν ἑαυτὸν μέχρι θανάτου. Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Τὸ κρύφιον τῆς ἐν τῇ οἰκονομίᾳ πορείας δηλοῖ καὶ τὸ ἀόρατον τοῦ Θεοῦ · ἵνα μὴ δι' ὧν εἶπεν εἰς σωματικὰς ἑλκυσθῶμεν ἐννοίας. Ἐπέβη ἐπὶ χερουβίμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Τὴν ἀνάληψιν αὐτοῦ διὰ τούτων δηλοῖ · χερουβίμ καὶ πτέρυγας ἀνέμων τὴν νεφέλην φησὶ [ἥτις αὐτὸν ὑπέλαβεν· ἢ τὸ τῆς ἐπιφανείας ὀξὺ, τὸ τῆς παρουσίας καὶ βοηθείας τάχος περὶ ἧς ἐν ταῖς Πράξεσι γέγραπται· Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Τὴν ἀφανῆ καὶ λανθάνουσαν τοῦ Σωτῆρος σὺν ἀνθρώποις διατριβήν. Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Σκηνὴν αὐτοῦ τὴν ἁγίαν Ἐκκλησίαν σημαίνει, ἐν ᾗ κατασκηνῶσαι ἐπήγγελται. Κύκλῳ δὲ αὐτοῦ, φησὶ, κατὰ τὸ εἰρημένον· ῞Οπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Τοῦτό φησι διὰ τὸ ἀμαυρῶς τοὺς περὶ αὐτοῦ λόγους ἐν τοῖς προφήταις κεῖσθαι, οἵτινες καὶ νεφέλαι προσηγορεύθησαν. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον. Τὸ φῶς, φησὶ, τῆς ἐπιφανείας αὐτοῦ φανερὰς τὰς προφητείας ἐποίησεν. Ἐπειδὴ δὲ καὶ ἀπειλαὶ τοῖς προφητικοῖς ἔγκεινται λόγοις, καὶ ταύτας διὰ τῆς χαλάζης καὶ ἀνθράκων ᾐνίξατο. Η οὕτως, ἀπὸ τῆς τοῦ κηρύγματος ἐκλάμψεως ἔμπροσθεν αὐτοῦ διελθόντες οἱ ἀπόστολοι νεφελῶν δίκην τὸν κόσμον κατήρδευσαν. Αἱ δὲ χάλαζαι κολάσεων εἴδη τοὺς ἀπιστοῦντας ἀμυνόμεναι.] Χάλαζα καὶ ἄνθρακες πυρός. Διὰ τούτων σημαίνει τὰ μετὰ τὴν ἀνάληψιν αὐτοῦ συμβεβηκότα τοῖς ἐχθροῖς, τοῖς νοητοῖς φημι. "Ωσπερ δὲ τὸν Ἰσραὴλ ἐξ Αἰγυπτίων ἐλευθερῶν χάλαζαν καὶ πῦρ ἔβρεξεν, οὕτω καὶ πάντα τὰ ἔθνη τῆς τῶν δαιμόνων δουλείας ἐλευθερῶν χάλαζαν ἔβρεξε καὶ ἄνθρακας πυρός. Ταῦτα δὲ εἶεν ἂν τιμωρητικαὶ δυνάμεις, δι᾽ ὧν τὰς νοητὰς αἰγυπτίας καθεῖλεν. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων. Μετὰ τὴν καθαίρεσιν τῶν ἐχθρῶν ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων· δηλαδὴ ὁ σωτήριος τοῦ Εὐαγγελίου λόγος, ὅστις καὶ θεμέλιος τῆς οἰκουμένης γέγονεν· ἐπ' αὐτὸν γὰρ ἐπῳκοδομήθημεν. Ἢ καὶ οὕτως· πηγὰς νοήσεις τοὺς ἁγίους προφήτας, ἅτε δὴ τὸν σωτήριον ἀναβλύζοντας λόγον. Οὕτω γὰρ γέγραπται περὶ αὐτῶν· Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ πηγῶν τοῦ σωτηρίου. Θεμέλια δὲ τῆς οἰκουμένης τὴν Μωϋσέως τοῦ πανσόφου Γραφήν. Κρηπίδα γὰρ πίστεως καὶ θεογνωσίας ἐν αὐτῇ καὶ πρώτη τεθειμένην εὑρήκαμεν τὸ Χριστοῦ μυστήριον ἐν τύποις ὠδίνουσαν ἅμα τοῖς προφήταις. Ὤφθησαν τοίνυν ἀντὶ τοῦ, ἐφανερώθησαν. Ἤγουν πηγὰς νοήσεις καὶ θεμέλια τῆς ὑπ᾽ οὐρανὸν, τοὺς ἁγίους ἀποστόλους ἀναπηγάζουσι γὰρ καὶ αὐτοὶ τὸν σωτήριον λόγον καὶ κρηπίδα τῇ ὑπ᾿ οὐρανὸν κατεβάλοντο τὴν πίστιν. Πηγὰς δὲ ὑδάτων καὶ θεμέλια τῆς οἰκουμένης νοήσεις πάλιν τὸ σωτήριον βάπτισμα. Απὸ ἐπιτιμήσεώς σου, Κύριε. Προσυπακουστέον τὸ, ἀνῃρέθησαν οἱ προλεχθέντες ἐχθροί. Από ἐμπνεύσεως πνεύματος ὀργῆς σου. Οὐ παραυτά Θεὸς κολάζει τοὺς ἁμαρτάνοντας · ἢ γὰρ ἂν ἄρδην ἀπώλοντο · προαναφωνεῖ δὲ τῆς ὀργῆς τὰς κολάσεις Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς θλίψεως αὐτῶν. Καὶ τοῦτό ἐστι τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς αὐτοῦ. Προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Ὕδατα τοὺς πειρασμούς φησι. [Ἐξ ὑδάτων πολλῶν. Ὕδατα τοὺς πειρασμούς φησι. Λέγει ὁ Δαυΐδ· Ἔλαβέ με, ἤτοι τὴν ἀνθρωπείαν φύσιν· ἐβαπτίσθησαν γὰρ ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ὡσεὶ ψυχαὶ τρισχίλιαι ὑπὸ τῶν ἀποστόλων. Ῥύσεταί με ἐκ τῶν ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με. Εἰς τὰ πεπραγμένα αὐτῷ ἐπὶ τῇ ἁμαρτίᾳ καὶ τῇ μετανοίᾳ μετέβη. "Ο δὲ λέγει τοιοῦτόν ἐστιν. Ἤδη μὲν, τῆς ἐξομολογήσεώς μου ἐπακούσας ὁ Κύριος, γέγονέ μοι ἀντιστήριγμα, μέλλοντός μου περιτρέπεσθαι καὶ μέγα πτῶμα ὑπομένειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον ἀποστασίαν. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύσεταί με διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμενον καιρὸν τῆς αὐτοῦ παρουσίας, καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ Κύριος, Ὅτι ἠθέλησέ με. Εἰ μὴ γὰρ ἠθέλησέ με, οὐκ ἂν τὸν προφήτην αὐτοῦ πρὸς μὲ ἀπέστειλε. Καὶ ἀνταποδώσει μοι Κύριος. Πέπεισμαι, φησὶν, ὅτι κατὰ τὸν καιρὸν τῆς δικαιοκρισίας αὐτοῦ, οὐ μνημονεύσας μου τὰς ἁμαρτίας, κατὰ τὴν δικαιοσύνην μου ἀνταποδώσει. Τὰς γὰρ ἄλλας μου πράξεις τὰς ἐν δικαιοσύνῃ ὥσπερ ζυγῷ ἀντιπαραβάλλων καὶ ἀντιστήσας τῷ ἁμαρτήματί μου, κατὰ πολὺ πλεοναζούσας εὑρήσει τοῦ γενομένου μοι ἁμαρτήματος. Διδάσκει δὲ ὁ λόγος τὸ δύνασθαι τὸν κατά τινα ἀσθένειαν ὠλισθηκότα ἀναλαμβάνειν ἑαυτὸν διὰ δευτέρων, κατορθωμάτων. Δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει · τὴν πρακτικὴν καθαρότητα χειρῶν τὰς πρακτικὰς ἐνεργείας ἀμολύντους γενομένας τὸ ἀπὸ βελτίστης ἕξεως ἀποτελεῖσθαι. κότας ἀναλαμβάνειν δεῖ ἑαυτοὺς διὰ δευτέρων κατορθωμάτων. Εἰ καὶ ἀνεξερεύνητα δὲ καὶ τὰ κρίματα καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ᾽ οὖν πάντα ἐνώπιόν ἐστι τοῦ θεοφιλοῦς. [Ὅτι παντα τὰ κρίματα, καὶ τὰ ἑξῆς. Ώλισθητῆς σῆς εὐεργεσίας· ἐπειδήπερ, δίκαιος ὢν, οἶδας μετὰ ὁσίου ὁσιοῦσθαι. Εἰ γὰρ ἡμην ἐναπομείνας τῇ ἁμαρτίᾳ καὶ παντελῆ διαστροφὴν ὑπομείνας, οἶδα, ὅτι καὶ σὺ αὐτὸς ὁ μέγας κριτὴς τῇ ἐμῇ ἁμαρτίᾳ κατάλληλον ἐπήγαγες τὸ σαυτοῦ κρίμα. Ἐπειδὴ δὲ ἐφύλαξα τὰς ὁδούς σου, τούτου χάριν ὁ μετὰ ὁσίου ὁσιούμενος καὶ μετὰ ἀθώου ἀθωούμενος, οὐ κατὰ τὴν ἐν καιρῷ τινι γεγενημένην μοι διαστροφὴν ἡρμόσω, κατὰ δὲ τὴν μετὰ ταῦτα ζωὴν, καὶ τὸν ἐν 26. Μετὰ ὁσίου ὅσιος ἔσῃ. Εἰκότως κατηξίωσάς με δικαιοσύνῃ μου βίον τὴν ἀμοιβήν μοι παρέξεις ἐν τῷ σῷ δικαστηρίῳ "ὅτι σὺ λαὸν ταπεινὸν σώσεις. Ἐπὶ τὸν χορὸν ἀναπέμπει τῶν ἀποστόλων. Καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. Τοῦτο εἰς τοὺς Φαρισαίους καὶ γραμματεῖς τείνει. Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε. Τὸν νοῦν φησιν. ῾Ο Θεός μου, φωτιεῖς τὸ σκότος μου. Τὴν ἄγνοιαν, φησὶ, τὴν ἐν ἐμοὶ διασκεδάσεις. ῞Οτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ὅτι περιέλαβόν με οἱ ἐχθροί μου, φησὶν, εἰς τὸ ἀποκλεῖσαι. Πειρατήριον δὲ καὶ λέγει τὰς ἡδονὰς, καὶ τεῖχος τὸν διάβολον. Ὁ Θεός μου ἄμωμος ἡ ὁδὸς αὐτοῦ. Ἐνταῦθα, φησὶ, τὴν ἀγνωμοσύνην καὶ τὴν κακίαν καὶ τὴν ἀπειθῆ γνώμην καὶ τὴν σκληρότητα τῶν ἀγνωμόνων καὶ ἀχαρίστων καὶ σκληροκαρδίων Ἰουδαίων καταμέμφεται. Ἐπειδὴ ἐπελαμβάνοντο τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὡς παρὰ τὸν θεῖον πράττοντος νόμον. Καὶ μὴν καὶ τῶν λόγων αὐτοῦ ἐλοιδόρουν καὶ διέβαλλον ὡς βλασφήμων, λέγοντες πρὸς ἀλλήλους, ὅτι Βλασφημεῖ. Τις γὰρ δύναται ἀφιέναι ἁμαρτίας; Ἐκ πονηρᾶς συνειδήσεως καὶ κακοῦ λογισμοῦ ταῦτα πρὸς τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν διανοούμενοι, καὶ λογιζόμενοι ἃ διελογίζοντο. Τὰ λόγια αὐτοῦ πεπυρωμένα. Καὶ τὰ περὶ τουτου λόγια αὐτοῦ ὡς τὸ πεπυρωμένον ἀργύριον, καθαρὰ πάσης μέμψεως, βεβασανισμένα, δεδοκικασμένα. ῞Οτι τις Θεὸς πλὴν τοῦ Κυρίου; ἢ τις Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ γὰρ τοῦ Θεοῦ Λόγος μόνος Θεὸς ἀληθὴς, διὸ καὶ Μονογενὴς, διὰ τὸ μόνος εἶναι Θεὸς ὡς ὁ Πατήρ. Εἰπὼν δὲ περὶ Χριστοῦ, ὡς φύσει Θεὸς, νῦν λέγει, Ἢ τὶς Θεός; μόνον εἶναι λέγων, κατ᾿ αὐτὸν, τὸν Πατέρα. Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατήρ οὐ γὰρ ἐστι Θεὸς ἕτερος, ἵνα ὁ μὲν τούτῳ, ὁ δὲ ἐκείνῳ παράσχῃ τὴν αἴτησιν. Ἴσως δὲ καὶ ἐκ παραλλήλου τοὺς δύο προηνέγκατο στίχους · οὕτω, φησὶν, ὁ ἀληθὴς Θεὸς, ὡς ἐπεποίθειν, ἐν μὲν τῷ νικᾶν δύναμιν περιεζώννυε, καὶ ἀβλαβῆ μοι τὴν περὶ τὰ πρακτέα ἐτίθει ὁδόν. Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν. Ὅμοιον τὸ εἰρημένον · Ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν. Καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. Τουτέστι διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ἅμωμόν με παοεσκεύασε τρέχειν ὁδόν. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Τουτέστι τὰ ἄνω διδάσκει φρονεῖν. Καταρτιζόμενος τοὺς πόδας μου. Αναλωτικοὶ γὰρ οἱ ἅγιοι τῶν ἰοβόλων παθῶν· ἔλαβον γὰρ δύναμιν κατὰ τῶν νοητῶν ὄφεων, καὶ διὰ τοῦτο ἐλάφοις παρεικάζονται· καὶ αὐταὶ γὰρ ἀναλωτικαὶ τῶν αἰσθητῶν ὑπάρχουσιν ὄφεων· Ὡσεὶ ἐλάφου· ἔλαβον γὰρ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Διδάσκων χεῖράς μου εἰς πόλεμον. Εἰς εὐχὴν γὰρ αὐτὰς ἐκτείνων περιγίνομαι τῶν δυσμενῶν. Καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου. Τὰς δυνάμεις τῆς ψυχῆς ἀνδρικὰς δίκην τόξου χαλκοῦ κατασκευάσας. Διὰ μὲν τοῦ χαλκοῦ τὸ εὔτονον δείκνυσι καὶ τὸ ἄτρωτον, διὰ δὲ τοῦ τόξου͵ τὸ ὑπὸ τῶν ἡμετέρων συμβολικῶς βραχιόνων ἀφίεσθαι βέλη. Διδάσκων χεῖράς μου εἰς πόλεμον. Ἐπιτευκτικὸν εἶναι κατὰ τὴν μάχην διδάσκων, καὶ τιθεὶς τοὺς βραχίονας ὡς τόξον, ὡσανεὶ χαλκοῦς ποιῶν κατὰ τὴν ἰσχὺν τούτους. Ἤ λέγει τὰς δυνάμεις τῆς ψυχῆς ἀνδρικὰς δίκην τόξου χαλκοῦ κατεσκεύασεν. Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς· Διέφθειρε γὰρ, φησὶ, τὸν χαλκόν σου, φησὶν ὁ Ἰεζεκιήλ πρὸς τὴν Ἱερουσαλήμ. Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας. Ὑπερἡσπισάς μου, φησὶ, διὰ τοῦ σωτηρίου σου. Τοῦτο δὲ ἐστιν ἡ τῆς οἰκονομίας ἐπιδημία - (Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με. Παιδείαν τὴν εὐαγγελικὴν λέγει · ἢ παιδείαν τὴν ἐκ νόμου φησί παίδευσιν · οἷον διὰ πάντων με, φησὶν, εὐεργετῶν δέδωκας καὶ νόμους, δι' ὧν ἐπαιδευόμην τὸ δέον. Μανθάνων γὰρ ἐκεῖθεν ὡς οὐ δεῖ ἀδικεῖν, ἀπειχόμην τούτου. ᾿Αλλ' ἵνα μὴ βλάπτωμαι πάλιν ἐκ τῆς τοιαύτης ἐπιεικείας, ἱκανὴν περιέχῃς βοήθειαν, πλατυσμὸν παρεχόμενος, ἢ παιδείαν τὴν παιδευτικὴν λέγει διδασκαλίαν, κατὰ τὸ· Ἐπιλάβου παιδείας· ἢ τὴν ἐπίπονον ἀγωγὴν, κατὰ τὸ · Μὴ ὀλιγώρει παιδείας Κυρίου.] Καὶ δεξιά σου ἀντελάβετό μου. Δεξιὰ τοῦ Πατρὸς ὁ Υἱός. Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος. Ἡ εὐαγγελική δηλονότι διδασκαλία. Καὶ ἡ παιδεία σου αὐτή με διδάξει. Τὸ, Καὶ ἡ παιδεία σου αὐτή με διδάξει, Θεοδοτίωνός ἐστιν, ἀντὶ τοῦ, Η παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένου τοῖς Ἑβδομήκοντα. Ἑπλάτυνας τὰ διαβήματά μου. Ἔστησας γὰρ ἐπὶ πέτραν τοὺς πόδας μου, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν. Καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. Περιελὼν γὰρ τὰ σκάνδαλα καὶ τὰς παγίδας, ἂς κατεσκεύαζον οἱ ἐχθροὶ, κατήρτισεν ἡμῖν τὴν πορείαν. [Ἐπλάτυνας τὰ διαβήματά μου. Περιελών φησι τὰ σκάνδαλα καὶ τὰς παγίδας ἃς κατεσκεύαζον οἱ ἐχθροὶ, ἐλευθέραν μοι τὴν πορείαν ἐποίησας. Διαβήματα λέγει καθὸ ἐκ κακίας πρὸς ἀρετὴν διαβαίνει τις, ἃ κατ᾿ ἀρχὰς μὲν ἐπίπονὰ ἐστι τῷ τὴν τεθλιμμένην ὁδεύοντι· τῇ δὲ προκοπῇ πλατύνεται. Τῷ γὰρ μετὰ τοὺς τῆς ἀρετῆς πόνους ἀνάπαυλαν δέχεσθαι ἰσχυροποιεῖται τὰ ἴχνη· ἔστησε γὰρ ἐπὶ πέτραν τοὺς πόδας ἡμῶν.] Καταδιώξω τοὺς ἐχθρούς μου. Ως κατεσκευασμένος διὰ τῆς θείας χάριτος εἰς δρόμον, περὶ τῆς νίκης θαῤῥεῖ. Ἐκθλίψω αὐτοὺς, καὶ μὴ δύνωνται στῆναι. Ἔκθλιψιν τῶν ἐχθρῶν ἡ ἀπάθεια κατεργάζεται. Καὶ περιέζωσάς με δύναμιν. Πάλιν τὸ πᾶν τῆς νίκης τῷ δεδωκότι τὴν ἰσχὺν ἀνατίθησι. Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον. ᾿Αντὶ τοῦ εἰς φυγὴν ἔτρεψας. Ἴδιων γὰρ τῶν φευγόντων νῶτα διδόναι. Νῶτα δὲ διδόασιν οἱ ἐχθροὶ ἡμῶν δαίμονες μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. Καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας. Τὸν Σαούλ, τὸν ᾿Αχιτόφελ, τὸν ᾿Αβεσσαλώμ, καὶ μυρίους ἑτέρους. Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων. Ταῦτα περὶ τῶν αἰσθητῶν ἐχθρῶν φησιν ὡς ἐκ προσώπου τοῦ Κυρίου. Οὔτε γὰρ ἀλλόφυλοι τοὺς οἰκείους καλοῦντες εἰς ἐπικουρίαν θεοὺς τῆς παρ' αὐτῶν προνοίας ἀπέλαυσαν, οὔτε ὁ Σαούλ καὶ ᾿Αβεσσαλώμ καὶ ὁ Σεμεεὶ και οἱ λοιποὶ τῶν Ἰσραηλιτῶν πολέμιοι τὸν Θεὸν ἐσχήκασι σύμμαχον. Καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χοῦν. Φροῦδοι, φησί, γενήσονται παντελῶς τῆς σῆς μοι χάριτος συνεργούσης. ῾Ῥῦσαὶ με ἐξ ἀντιλογιῶν λαοῦ. Ἔτι τοῦ Κυρίου τὸ πρόσωπον ἀποστρεφομένου μὲν δι' ἀπείθειαν τῶν Ἰουδαίων, αἰτοῦντος δὲ τὰ ἔθνη εἰς κληρονομίαν αὐτοῦ. Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. ᾿Αλλ' οὐκ ἴσμεν τὸν Δαυΐδ τῶν ἐθνῶν βασιλεύσαντα· οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφητεία πληροῦται. Ὁ γὰρ ἐκ Δαυΐδ κατὰ σάρκα τεχθείς, Δαυΐδ καὶ αὐτὸς ὀνομαζόμενος κατὰ τὸν θεῖον Ἰεζεχιήλ, ὁ Δεσπότης, λέγω, Χριστὸς, πάντων ἐβασίλευσε τῶν ἐθνῶν· ἀεὶ μὲν ὡς Θεὸς τῶν ἁπάντων δεσπόζων, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενος. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι. [Τοῦ αὐτοῦ τοῦ Χριστοῦ· ἀποστρεφόμενος γὰρ τοὺς ἀπειθεῖς Ἰουδαίους, αἰτεῖ τὰ ἔθνη εἰς κληρονομίαν.] Οὐκ ἀγνοίας ἐστὶ σημαντικὸν, πάντα γὰρ οἶδεν ὡς Θεός· ἀλλ᾿ ὅτι οἱ κατὰ καιροὺς τὴν οἰκειότητα τὴν πρὸς ἐμὲ μὴ λαχόντες ἀλλότριοι ἂν εἶεν καὶ ξένοι καὶ πόῤῥω τῆς ἐμῆς ἀπέχοντες οἰκειότητος. Υἱοὶ ἀλλότριοι ἐψεύσαντό με. Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπιστίαν υἱός. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν. Πᾶν τὸ παλαιούμενον ἐγγὺς ἀφανισμοῦ. Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου. Εὐκαίρως τὸ, Ζῇ Κύριος ἐπεφώνησεν. Ἐπειδὴ ἐμνημόνευσεν τῆς ἀντιλογίας τοῦ λαοῦ, ἐν ᾗ ἐβόων λέγοντες Αἶρε, αἷρε· σταύρωσον αὐτόν. Καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Εἰ καὶ ἐταπείνωσεν ἑαυτὸν, φησί, λαβὼν τὴν τοῦ δούλου μορφὴν, ἀλλ' ὑψηλός ἐστιν. Ὅμοιον δὲ τῷ εἰρημένῳ τὸ, Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί. Ἐκ τοῦ ἀπίστου λαοῦ τῶν Ἰουδαίων δηλονότι. Καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ. Τὰ ἔθνη, φησὶν, ὑπετάγησαν τῷ Χριστῷ. Ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου. Τῶν ἀρχόντων τοῦ ἐξ Ἰσραὴλ λαοῦ φησιν. Ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμέ. Τοῦ Ἰούδα λέγει. Ὁ ῥύστης μου ἐκ τῶν ἐχθρῶν μου ὀργίλων. Ἐκ τοῦ λαοῦ ἀπίστου. Ὀργίλοι ἐχθροὶ ὁ Ἰουδαϊκὸς λαὸς Σαμαρείτην αὐτὸν κερτομοῦντες. ᾿Ανὴρ δὲ ἄδικος ὁ Ἰούδας, ἢ Πιλᾶτος, ἀναιτίως κολάσας. Διὰ τοῦτο ἢ διὰ τὰς εἰς ἐμὲ εὐεργεσίας εὐχαριστήσω σοι ἐπὶ πάντων εἴτε Ἰουδαίων εἴτε ἐθνῶν, καὶ ἐν ὕμνοις ἔξω τὸ ὄνομά σου.] Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε. Ἐπειδὴ τὰ καὶ τὰ εἰργάσω, ἐγὼ, φησὶν ὁ προφήτης, ἐπειδὰν σὺ αὐτὸς ὁ Κύριος τὰ ἔθνη καλέσῃς, δι' αὐτῶν σοι ἐξομολογήσομαι, ἀδόντων αὐτων οὓς πεποίηκα ὕμνους. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ μεγαλυνῶ, φησὶ, τὰς σωτηρίας τοῦ βασιλέως αὐτῶν τῶν ἐθνῶν· ἣν ἐποίησε σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Μεγαλυνῶ, τουτέστι τοῖς πᾶσι διαβοήσω λαμπρῶς. Ἐπειδὴ καὶ ταύτην εἰργάσατο, φησὶ. ποιῶν ἔλεον ἐπὶ τὸν χρισθέντα αὐτοῦ λαόν· εἰς βασίλειον γὰρ ἱεράτευμα ἐχρίσθημεν. Ποιῶν δὲ τῷ λαῷ τὸ ἔλεος και μοι τῷ Δαυΐδ, παρασκευάσεις γενέσθαι αὐτῷ καὶ τῷ σπέρματί μου. Σπέρμα γὰρ τοῦ Δαυΐδ καὶ ὁ ἐξ ἐθνῶν λαός· ἅτε δὴ γεγονὼς τέκνον τοῦ ἐκ σπέρματος κατὰ σάρκα γεννηθέντος Δαυΐδ.
Eis to telos tǭ paidi Kyriou tǭ Dauïd, ha elalēse tǭ Kyriǭ tous logous tēs ǭdēs tautēs en hēmerą hę̄ errhysato auton Kyrios ek cheiros pantōn tōn echthrōn autou kai ek cheiros Saoul, kai eipen. IZ'. Hypothesis. Periechei ho psalmos epanastasin echthrōn kai epiklēsin eis symmachian Theou, kai kathodon tou Monogenous kai analēpsin, kai meta tēn analēpsin ta kata tōn daimonōn prachthenta, kai tou Israēl ekbolēn, kai tōn ethnōn klēsin. To de, ek cheiros tōn echthrōn autou, kai ek cheiros Saoul, anapheroit᾽ an eis tous noētous echthrous kai ton toutōn archonta. Agapēsō se, Kyrie, ischys mou; Kyrios stereōma mou kai kataphygē mou. Tōn euergesiōn aisthomenos tou Theou, hoper esti megiston dōron, anatithēsin autǭ, tēn agapēn phēmi; hēn kai prōtēn ho Sōtēr en entolais etaxen. Ainōn epekalesamēn ton Kyrion kai ek tōn echthrōn mou sōthēsomai. Entautha didaskometha charin men homologein hyper tōn hypērgmenōn agathōn; aitein de palin ta endeonta. Eita diēgeitai tas pantodapas tōn polemiōn epanastaseis. Perieschon me ōdines thanatou. Oudenos, phēsin, entautha polemou thnētou memnētai, alla dynameōn aphanōn, endon tēn psychēn autou kyklousōn. Kai cheimarrhoi anomias exetaraxan me. Ōdines ądou periekyklōsan me; proephthasan me pagides thanatou. Cheimarrhoi anomias eisin hoi paranomoi logismoi; houtoi de autoi kai ōdines kalountai chronizontes en hēmin, kai palin pagides, thanatountes hēmas dia tēs kat' energeian hamartias. Kai esaleuthē kai entromos egenēthē hē gē. Ta parachthenta tote epi tę̄ kathodǭ tou Kyriou eisēgeitai; pantes gar hoi tēn gēn oikountes ekinēthēsan; pasa te chōra eplērouto tēs peri autou phēmēs. Kai ta themelia tōn horeōn etarachthēsan. Orē dynameis eisi ponērai hai epairomenai kata tēs doxēs tou Theou. Themelia de autōn tous en bathei logismous phēsin. Kai esaleuthēsan, hoti ōrgisthē autois ho Theos. Dioti en makrǭ aiōni tous epi tēs gēs ēpatēsan dia tēs polytheou deisidaimonias. ᾿Anebē kapnos en orgę̄ autou. Orgistheis, phēsi, katesbesen autōn to pyr di᾽ hou palai tous anthrōpous katephlegon. Kai toutou symbolon ton kapnon tithēsi. Kai pyr apo prosōpou autou kataphlegēsetai. Tauta gar ho tou Theou Huios energei aphanōs kata tōn antikeimenōn dynameōn to pyr autōn sbennys heterǭ pyri kreittoni kai dynatōterǭ. [Horōntes gar hoi daimones ton Kyrion, en tę̄ parousią autou ekaionto apo prosōpou autou.] "Anthrakes anēphthēsan ap' autou. Hoi kata metousian tou theiou pyros phōtisthentes. Kai eklinen ouranous, kai katebē. Leukotata prophēteuei tēn katabasin tou Kyriou. Eiē d᾽ an sēmantikon tou ; Hetapeinōsen heauton mechri thanatou. Kai gnophos hypo tous podas autou. To kryphion tēs en tę̄ oikonomią poreias dēloi kai to aoraton tou Theou ; hina mē di' hōn eipen eis sōmatikas helkysthōmen ennoias. Epebē epi cheroubim kai epetasthē, epetasthē epi pterygōn anemōn. Tēn analēpsin autou dia toutōn dēloi ; cheroubim kai pterygas anemōn tēn nephelēn phēsi [hētis auton hypelaben; ē to tēs epiphaneias oxy, to tēs parousias kai boētheias tachos peri hēs en tais Praxesi gegraptai; Kai tauta eipōn blepontōn autōn epērthē, kai nephelē hypelaben auton apo tōn ophthalmōn autōn. Kai etheto skotos apokryphēn autou. Tēn aphanē kai lanthanousan tou Sōtēros syn anthrōpois diatribēn. Kyklǭ autou hē skēnē autou. Skēnēn autou tēn hagian Ekklēsian sēmainei, en hę̄ kataskēnōsai epēngeltai. Kyklǭ de autou, phēsi, kata to eirēmenon; ῾Opou dyo ē treis eisi synēgmenoi en tǭ emǭ onomati, ekei eimi en mesǭ autōn. Skoteinon hydōr en nephelais aerōn. Touto phēsi dia to amaurōs tous peri autou logous en tois prophētais keisthai, hoitines kai nephelai prosēgoreuthēsan. Apo tēs tēlaugēseōs enōpion autou hai nephelai diēlthon. To phōs, phēsi, tēs epiphaneias autou phaneras tas prophēteias epoiēsen. Epeidē de kai apeilai tois prophētikois enkeintai logois, kai tautas dia tēs chalazēs kai anthrakōn ę̄nixato. Ē houtōs, apo tēs tou kērygmatos eklampseōs emprosthen autou dielthontes hoi apostoloi nephelōn dikēn ton kosmon katērdeusan. Hai de chalazai kolaseōn eidē tous apistountas amynomenai.] Chalaza kai anthrakes pyros. Dia toutōn sēmainei ta meta tēn analēpsin autou symbebēkota tois echthrois, tois noētois phēmi. "Ōsper de ton Israēl ex Aigyptiōn eleutherōn chalazan kai pyr ebrexen, houtō kai panta ta ethnē tēs tōn daimonōn douleias eleutherōn chalazan ebrexe kai anthrakas pyros. Tauta de eien an timōrētikai dynameis, di᾽ hōn tas noētas aigyptias katheilen. Kai ōphthēsan hai pēgai tōn hydatōn. Meta tēn kathairesin tōn echthrōn ōphthēsan hai pēgai tōn hydatōn; dēladē ho sōtērios tou Euangeliou logos, hostis kai themelios tēs oikoumenēs gegonen; ep' auton gar epǭkodomēthēmen. Ē kai houtōs; pēgas noēseis tous hagious prophētas, hate dē ton sōtērion anablyzontas logon. Houtō gar gegraptai peri autōn; Kai antlēsete hydōr met' euphrosynēs ek pēgōn tou sōtēriou. Themelia de tēs oikoumenēs tēn Mōÿseōs tou pansophou Graphēn. Krēpida gar pisteōs kai theognōsias en autę̄ kai prōtē tetheimenēn heurēkamen to Christou mystērion en typois ōdinousan hama tois prophētais. Ōphthēsan toinyn anti tou, ephanerōthēsan. Ēgoun pēgas noēseis kai themelia tēs hyp᾽ ouranon, tous hagious apostolous anapēgazousi gar kai autoi ton sōtērion logon kai krēpida tę̄ hyp᾿ ouranon katebalonto tēn pistin. Pēgas de hydatōn kai themelia tēs oikoumenēs noēseis palin to sōtērion baptisma. Apo epitimēseōs sou, Kyrie. Prosypakousteon to, anę̄rethēsan hoi prolechthentes echthroi. Apo empneuseōs pneumatos orgēs sou. Ou parauta Theos kolazei tous hamartanontas ; ē gar an ardēn apōlonto ; proanaphōnei de tēs orgēs tas kolaseis Paideusō gar autous en tę̄ orgę̄ tēs thlipseōs autōn. Kai touto esti to empneein auton pneuma tēs orgēs autou. Proselabeto me ex hydatōn pollōn. Hydata tous peirasmous phēsi. [Ex hydatōn pollōn. Hydata tous peirasmous phēsi. Legei ho Dauïd; Elabe me, ētoi tēn anthrōpeian physin; ebaptisthēsan gar en tę̄ hēmerą tēs Pentēkostēs hōsei psychai trischiliai hypo tōn apostolōn. Rhysetai me ek tōn echthrōn mou dynatōn, kai ek tōn misountōn me. Eis ta pepragmena autǭ epi tę̄ hamartią kai tę̄ metanoią metebē. "O de legei toiouton estin. Ēdē men, tēs exomologēseōs mou epakousas ho Kyrios, gegone moi antistērigma, mellontos mou peritrepesthai kai mega ptōma hypomenein, ei meta tēn hamartian eis pantelē exepipton apostasian. Plēn alla kai pantelōs rhysetai me didous aphesin tēs hamartias kata ton prophēteuomenon kairon tēs autou parousias, kai touto poiēsei euergetōn me ho Kyrios, Hoti ēthelēse me. Ei mē gar ēthelēse me, ouk an ton prophētēn autou pros me apesteile. Kai antapodōsei moi Kyrios. Pepeismai, phēsin, hoti kata ton kairon tēs dikaiokrisias autou, ou mnēmoneusas mou tas hamartias, kata tēn dikaiosynēn mou antapodōsei. Tas gar allas mou praxeis tas en dikaiosynę̄ hōsper zygǭ antiparaballōn kai antistēsas tǭ hamartēmati mou, kata poly pleonazousas heurēsei tou genomenou moi hamartēmatos. Didaskei de ho logos to dynasthai ton kata tina astheneian ōlisthēkota analambanein heauton dia deuterōn, katorthōmatōn. Dikaiosynēn tēn katholou aretēn legei ; tēn praktikēn katharotēta cheirōn tas praktikas energeias amolyntous genomenas to apo beltistēs hexeōs apoteleisthai. kotas analambanein dei heautous dia deuterōn katorthōmatōn. Ei kai anexereunēta de kai ta krimata kai abyssǭ eoikota dia to akatalēpton, all᾽ oun panta enōpion esti tou theophilous. [Hoti panta ta krimata, kai ta hexēs. Ōlisthētēs sēs euergesias; epeidēper, dikaios ōn, oidas meta hosiou hosiousthai. Ei gar hēmēn enapomeinas tę̄ hamartią kai pantelē diastrophēn hypomeinas, oida, hoti kai sy autos ho megas kritēs tę̄ emę̄ hamartią katallēlon epēgages to sautou krima. Epeidē de ephylaxa tas hodous sou, toutou charin ho meta hosiou hosioumenos kai meta athōou athōoumenos, ou kata tēn en kairǭ tini gegenēmenēn moi diastrophēn hērmosō, kata de tēn meta tauta zōēn, kai ton en 26. Meta hosiou hosios esę̄. Eikotōs katēxiōsas me dikaiosynę̄ mou bion tēn amoibēn moi parexeis en tǭ sǭ dikastēriǭ "hoti sy laon tapeinon sōseis. Epi ton choron anapempei tōn apostolōn. Kai ophthalmous hyperēphanōn tapeinōseis. Touto eis tous Pharisaious kai grammateis teinei. Hoti sy phōtieis lychnon mou, Kyrie. Ton noun phēsin. ῾O Theos mou, phōtieis to skotos mou. Tēn agnoian, phēsi, tēn en emoi diaskedaseis. ῾Oti en soi rhysthēsomai apo peiratēriou, kai en tǭ Theǭ mou hyperbēsomai teichos. Hoti perielabon me hoi echthroi mou, phēsin, eis to apokleisai. Peiratērion de kai legei tas hēdonas, kai teichos ton diabolon. Ho Theos mou amōmos hē hodos autou. Entautha, phēsi, tēn agnōmosynēn kai tēn kakian kai tēn apeithē gnōmēn kai tēn sklērotēta tōn agnōmonōn kai acharistōn kai sklērokardiōn Ioudaiōn katamemphetai. Epeidē epelambanonto tou Sōtēros hēmōn Christou, hōs para ton theion prattontos nomon. Kai mēn kai tōn logōn autou eloidoroun kai dieballon hōs blasphēmōn, legontes pros allēlous, hoti Blasphēmei. Tis gar dynatai aphienai hamartias? Ek ponēras syneidēseōs kai kakou logismou tauta pros ton tōn holōn Kyrion kai Theon dianooumenoi, kai logizomenoi ha dielogizonto. Ta logia autou pepyrōmena. Kai ta peri toutou logia autou hōs to pepyrōmenon argyrion, kathara pasēs mempseōs, bebasanismena, dedokikasmena. ῾Oti tis Theos plēn tou Kyriou? ē tis Theos plēn tou Theou hēmōn? Ho gar tou Theou Logos monos Theos alēthēs, dio kai Monogenēs, dia to monos einai Theos hōs ho Patēr. Eipōn de peri Christou, hōs physei Theos, nyn legei, Ē tis Theos? monon einai legōn, kat᾿ auton, ton Patera. Hēmin de heis Theos ho Patēr ou gar esti Theos heteros, hina ho men toutǭ, ho de ekeinǭ paraschę̄ tēn aitēsin. Isōs de kai ek parallēlou tous dyo proēnenkato stichous ; houtō, phēsin, ho alēthēs Theos, hōs epepoithein, en men tǭ nikan dynamin periezōnnye, kai ablabē moi tēn peri ta praktea etithei hodon. Ho Theos ho perizōnnyōn me dynamin. Homoion to eirēmenon ; Heōs hou endysēsthe ex hypsous dynamin. Kai etheto amōmon tēn hodon mou. Toutesti dia tōn euangelikōn thespismatōn hamōmon me paoeskeuase trechein hodon. Kai epi ta hypsēla histōn me. Toutesti ta anō didaskei phronein. Katartizomenos tous podas mou. Analōtikoi gar hoi hagioi tōn iobolōn pathōn; elabon gar dynamin kata tōn noētōn opheōn, kai dia touto elaphois pareikazontai; kai autai gar analōtikai tōn aisthētōn hyparchousin opheōn; Hōsei elaphou; elabon gar exousian patein epanō opheōn kai skorpiōn kai epi pasan tēn dynamin tou echthrou. Didaskōn cheiras mou eis polemon. Eis euchēn gar autas ekteinōn periginomai tōn dysmenōn. Kai ethou toxon chalkoun tous brachionas mou. Tas dynameis tēs psychēs andrikas dikēn toxou chalkou kataskeuasas. Dia men tou chalkou to eutonon deiknysi kai to atrōton, dia de tou toxou͵ to hypo tōn hēmeterōn symbolikōs brachionōn aphiesthai belē. Didaskōn cheiras mou eis polemon. Epiteuktikon einai kata tēn machēn didaskōn, kai titheis tous brachionas hōs toxon, hōsanei chalkous poiōn kata tēn ischyn toutous. Ē legei tas dynameis tēs psychēs andrikas dikēn toxou chalkou kateskeuasen. Ho chalkos symbolon esti praktikēs; Diephtheire gar, phēsi, ton chalkon sou, phēsin ho Iezekiēl pros tēn Hierousalēm. Kai edōkas moi hyperaspismon sōtērias. Hyperēspisas mou, phēsi, dia tou sōtēriou sou. Touto de estin hē tēs oikonomias epidēmia - (Kai hē paideia sou anōrthōse me. Paideian tēn euangelikēn legei ; ē paideian tēn ek nomou phēsi paideusin ; hoion dia pantōn me, phēsin, euergetōn dedōkas kai nomous, di' hōn epaideuomēn to deon. Manthanōn gar ekeithen hōs ou dei adikein, apeichomēn toutou. ᾿All' hina mē blaptōmai palin ek tēs toiautēs epieikeias, hikanēn periechę̄s boētheian, platysmon parechomenos, ē paideian tēn paideutikēn legei didaskalian, kata to; Epilabou paideias; ē tēn epiponon agōgēn, kata to ; Mē oligōrei paideias Kyriou.] Kai dexia sou antelabeto mou. Dexia tou Patros ho Huios. Kai hē paideia sou anōrthōse me eis telos. Hē euangelikē dēlonoti didaskalia. Kai hē paideia sou autē me didaxei. To, Kai hē paideia sou autē me didaxei, Theodotiōnos estin, anti tou, Ē paideia sou anōrthōse me eis telos, eirēmenou tois Hebdomēkonta. Heplatynas ta diabēmata mou. Estēsas gar epi petran tous podas mou, hētis estin hē pistis hēmōn. Kai ouk ēsthenēsan ta ichnē mou. Perielōn gar ta skandala kai tas pagidas, as kateskeuazon hoi echthroi, katērtisen hēmin tēn poreian. [Eplatynas ta diabēmata mou. Perielōn phēsi ta skandala kai tas pagidas has kateskeuazon hoi echthroi, eleutheran moi tēn poreian epoiēsas. Diabēmata legei katho ek kakias pros aretēn diabainei tis, ha kat᾿ archas men epipona esti tǭ tēn tethlimmenēn hodeuonti; tę̄ de prokopę̄ platynetai. Tǭ gar meta tous tēs aretēs ponous anapaulan dechesthai ischyropoieitai ta ichnē; estēse gar epi petran tous podas hēmōn.] Katadiōxō tous echthrous mou. Ōs kateskeuasmenos dia tēs theias charitos eis dromon, peri tēs nikēs tharrhei. Ekthlipsō autous, kai mē dynōntai stēnai. Ekthlipsin tōn echthrōn hē apatheia katergazetai. Kai periezōsas me dynamin. Palin to pan tēs nikēs tǭ dedōkoti tēn ischyn anatithēsi. Kai tous echthrous mou edōkas moi nōton. ᾿Anti tou eis phygēn etrepsas. Idiōn gar tōn pheugontōn nōta didonai. Nōta de didoasin hoi echthroi hēmōn daimones mēketi logismous empatheis embalein dynamenoi tę̄ psychę̄. Kai tous misountas me exōlothreusas. Ton Saoul, ton ᾿Achitophel, ton ᾿Abessalōm, kai myrious heterous. Ekekraxan, kai ouk ēn ho sōzōn. Tauta peri tōn aisthētōn echthrōn phēsin hōs ek prosōpou tou Kyriou. Oute gar allophyloi tous oikeious kalountes eis epikourian theous tēs par' autōn pronoias apelausan, oute ho Saoul kai ᾿Abessalōm kai ho Semeei kai hoi loipoi tōn Israēlitōn polemioi ton Theon eschēkasi symmachon. Kai leptynō autous hōsei choun. Phroudoi, phēsi, genēsontai pantelōs tēs sēs moi charitos synergousēs. ῾Rhysai me ex antilogiōn laou. Eti tou Kyriou to prosōpon apostrephomenou men di' apeitheian tōn Ioudaiōn, aitountos de ta ethnē eis klēronomian autou. Katastēseis me eis kephalēn ethnōn. ᾿All' ouk ismen ton Dauïd tōn ethnōn basileusanta; oukoun dia tou ex autou kata sarka techthentos hē prophēteia plēroutai. Ho gar ek Dauïd kata sarka techtheis, Dauïd kai autos onomazomenos kata ton theion Iezechiēl, ho Despotēs, legō, Christos, pantōn ebasileuse tōn ethnōn; aei men hōs Theos tōn hapantōn despozōn, meta de tēn enanthrōpēsin kai tēn ethelousion tōn eis auton pepisteukotōn douleian dexamenos. Laos hon ouk egnōn edouleuse moi. [Tou autou tou Christou; apostrephomenos gar tous apeitheis Ioudaious, aitei ta ethnē eis klēronomian.] Ouk agnoias esti sēmantikon, panta gar oiden hōs Theos; all᾿ hoti hoi kata kairous tēn oikeiotēta tēn pros eme mē lachontes allotrioi an eien kai xenoi kai porrhō tēs emēs apechontes oikeiotētos. Huioi allotrioi epseusanto me. Ho klētheis huios prōtotokos Israēl allotrios eklēthē dia tēn apistian huios. Huioi allotrioi epalaiōthēsan. Pan to palaioumenon engys aphanismou. Zę̄ Kyrios, kai eulogētos ho Theos mou. Eukairōs to, Zę̄ Kyrios epephōnēsen. Epeidē emnēmoneusen tēs antilogias tou laou, en hę̄ eboōn legontes Aire, haire; staurōson auton. Kai hypsōthētō ho Theos tēs sōtērias mou. Ei kai etapeinōsen heauton, phēsi, labōn tēn tou doulou morphēn, all' hypsēlos estin. Homoion de tǭ eirēmenǭ to, Ho Theos auton hyperypsōse, kai echarisato autǭ onoma to hyper pan onoma. Ho Theos ho didous ekdikēseis emoi. Ek tou apistou laou tōn Ioudaiōn dēlonoti. Kai hypotaxas laous hyp᾿ eme. Ta ethnē, phēsin, hypetagēsan tǭ Christǭ. Ho rhystēs mou ex echthrōn mou. Tōn archontōn tou ex Israēl laou phēsin. Apo tōn epanistamenōn ep᾿ eme. Tou Iouda legei. Ho rhystēs mou ek tōn echthrōn mou orgilōn. Ek tou laou apistou. Orgiloi echthroi ho Ioudaïkos laos Samareitēn auton kertomountes. ᾿Anēr de adikos ho Ioudas, ē Pilatos, anaitiōs kolasas. Dia touto ē dia tas eis eme euergesias eucharistēsō soi epi pantōn eite Ioudaiōn eite ethnōn, kai en hymnois exō to onoma sou.] Dia touto exomologēsomai soi en ethnesi, Kyrie. Epeidē ta kai ta eirgasō, egō, phēsin ho prophētēs, epeidan sy autos ho Kyrios ta ethnē kalesę̄s, di' autōn soi exomologēsomai, adontōn autōn hous pepoiēka hymnous. Ou monon de touto, alla kai megalynō, phēsi, tas sōtērias tou basileōs autōn tōn ethnōn; hēn epoiēse sōtērian en mesǭ tēs gēs. Megalynō, toutesti tois pasi diaboēsō lamprōs. Epeidē kai tautēn eirgasato, phēsi. poiōn eleon epi ton christhenta autou laon; eis basileion gar hierateuma echristhēmen. Poiōn de tǭ laǭ to eleos kai moi tǭ Dauïd, paraskeuaseis genesthai autǭ kai tǭ spermati mou. Sperma gar tou Dauïd kai ho ex ethnōn laos; hate dē gegonōs teknon tou ek spermatos kata sarka gennēthentos Dauïd.
To the end. For the servant of the Lord, David, who spoke to the Lord the words of this song on the day when the Lord delivered him from the hand of all his enemies and from the hand of Saul; and he said: 17. Argument. The psalm contains the uprising of enemies and an appeal to God for help, the descent of the Only-begotten and his ascension, what was done against the demons after the ascension, the casting out of Israel, and the calling of the nations. The words “from the hand of his enemies and from the hand of Saul” may be referred to the spiritual enemies and their ruler. “I will love you, O Lord, my strength; the Lord is my firm support and my refuge.” Perceiving the benefits of God, he dedicates to him what is the greatest gift, love, I mean; which the Saviour too set first among the commandments. “Praising, I will call upon the Lord, and I shall be saved from my enemies.” Here we are taught to give thanks for the good things already received, and again to ask for what is lacking. Then he recounts the enemies’ manifold uprisings. “The pangs of death encompassed me.” He mentions here no mortal war, it says, but invisible powers encircling his soul within. “And torrents of lawlessness troubled me. The pangs of Hades surrounded me; the snares of death came upon me first.” Torrents of lawlessness are lawless thoughts; these same, when they linger in us, are also called pangs, and again snares, when they put us to death through sin in act. “And the earth was shaken and became trembling.” He sets forth what happened then at the descent of the Lord; for all who dwell on the earth were stirred, and every country was filled with the report about him. “And the foundations of the mountains were troubled.” Mountains are the wicked powers that lift themselves up against the glory of God; and by their foundations he means their deep thoughts. “And they were shaken, because God was angry with them”: because for a long age they had deceived those on the earth through the superstition of many gods. “Smoke went up in his anger.” In his anger, he says, he quenched their fire, by which of old they burned men; and he makes the smoke a sign of this. “And fire will blaze from his face.” For the Son of God does these things invisibly against the opposing powers, quenching their fire with another fire, better and stronger. [For the demons, seeing the Lord, were burned before his face at his coming.] “Coals were kindled by him”: those enlightened by sharing in the divine fire. “And he bowed the heavens and came down.” Most clearly he prophesies the descent of the Lord. It might signify “He humbled himself to death.” “And thick darkness was under his feet.” It shows the hiddenness of his journey in the dispensation and the invisibility of God, so that we may not be drawn to bodily notions by what he said. “He mounted on cherubim and flew; he flew on the wings of the winds.” By these words he shows his ascension; by cherubim and wings of the winds he means the cloud [that took him up; or the swiftness of his appearing, the speed of his coming and help; about which it is written in the Acts, “And when he had said this, as they were looking on, he was lifted up, and a cloud took him from their eyes.” “And he made darkness his hiding place”: the Saviour’s unseen and unnoticed sojourn with men. “Around him is his tent.” By his tent he means the holy Church, in which he has promised to dwell. “Around him,” he says, according to the saying, “Where two or three are gathered in my name, there I am in the midst of them.” “Dark water in clouds of the air.” He says this because the words about him lie obscurely in the prophets, who were also called clouds. “From the brightness before him the clouds passed.” The light of his appearing, he says, made the prophecies clear. And since threats too lie in the prophetic words, he hinted at these by the hail and coals. Or thus: going before him from the shining of the preaching, the apostles watered the world like clouds; and the hailstones are kinds of punishment repelling the unbelieving.] “Hail and coals of fire.” By these he signifies what befell the enemies after his ascension, the spiritual enemies, I mean. Just as, in freeing Israel from the Egyptians, he rained hail and fire, so too, in freeing all the nations from slavery to the demons, he rained hail and coals of fire. These would be punishing powers, through which he brought down the spiritual Egyptians. “And the springs of the waters were seen.” After the overthrow of the enemies the springs of the waters were seen: clearly, the saving word of the Gospel, which also became the foundation of the world; for we have been built upon it. Or thus: by springs you will understand the holy prophets, since they pour forth the saving word. For so it is written of them, “And you will draw water with gladness from the springs of salvation.” And the foundations of the world are the Scripture of the all-wise Moses. For we have found laid in it, first, a groundwork of faith and of the knowledge of God, travailing in types with the mystery of Christ, together with the prophets. “Were seen,” then, stands for “were made manifest.” Or by the springs and foundations of the world under heaven you will understand the holy apostles; for they too pour forth the saving word, and they laid faith as a groundwork for the world under heaven. And again by springs of water and foundations of the world you will understand saving baptism. “At your rebuke, O Lord.” One must supply: the enemies mentioned before were destroyed. “At the blast of the breath of your anger.” God does not punish sinners at once, for otherwise they would have perished utterly; but he announces beforehand the punishments of his anger: “For I will discipline them in the anger of their affliction.” And this is his breathing out the breath of his anger. “He took me up out of many waters.” By waters he means temptations. [“Out of many waters.” By waters he means temptations. David says, “He took me,” that is, human nature; for about three thousand souls were baptized by the apostles on the day of Pentecost. “He will deliver me from my mighty enemies and from those who hate me.” He has passed to what he did in his sin and his repentance. What he says is this: the Lord has already heard my confession and become my prop, when I was about to be overturned and to suffer a great fall, if after the sin I had fallen into utter apostasy. But he will also deliver me completely, granting forgiveness of the sin at the prophesied time of his coming; and the Lord will do this as my benefactor, “because he willed me.” For if he had not willed me, he would not have sent his prophet to me. “And the Lord will repay me.” I am persuaded, he says, that at the time of his righteous judgment he will not remember my sins but will repay me according to my righteousness. For setting my other deeds done in righteousness against my sin as on a scale, and weighing them against it, he will find them far outweighing the sin that I committed. The word teaches that one who has slipped through some weakness can recover himself by later right actions. By righteousness he means virtue in general; by the practical purity of hands, practical activities that have become undefiled, that is, being brought to completion from the best disposition. … those who have slipped must recover themselves by later right actions. And though the judgments are unsearchable and like an abyss because they cannot be grasped, yet all are before the one who loves God. [“For all your judgments,” and so on. … of your benefaction; since, being righteous, you know how to be holy with the holy. For if I had remained in the sin and suffered complete perversion, I know that you yourself, the great judge, would have brought your judgment upon my sin to match it. But since I kept your ways, for this reason you who are holy with the holy and innocent with the innocent have dealt with me not according to the perversion that befell me at one time, but according to my life afterward, and … “With the holy you will be holy.” Rightly you have counted me worthy … you will give me the reward of my righteous life at your judgment seat. “For you will save a humble people.” He refers this to the company of the apostles. “And you will humble the eyes of the proud.” This points to the Pharisees and scribes. “For you will light my lamp, O Lord.” He means the mind. “My God, you will lighten my darkness.” You will scatter, he says, the ignorance that is in me. “For in you I shall be delivered from the robbers’ lair, and in my God I shall leap over a wall.” For my enemies surrounded me, he says, to shut me in. By the robbers’ lair he means pleasures, and by the wall the devil. “My God, his way is blameless.” Here, he says, he censures the ingratitude, the wickedness, the disobedient mind and the hardness of the ungrateful, thankless and hard-hearted Jews, since they attacked our Saviour Christ as one acting against the divine law. Moreover they reviled and slandered his words as blasphemous, saying to one another, “He blasphemes. For who can forgive sins?” Out of an evil conscience and a wicked mind they thought these things about the Lord and God of all, and reasoned what they reasoned. “His words are tried by fire.” And his words about this are like silver tried by fire, clean of every fault, tested and proved. “For who is God but the Lord? Or who is God but our God?” For the Word of God alone is true God; that is why he is also Only-begotten, because he alone is God as the Father is. Having spoken of Christ as God by nature, he now says, “Or who is God?” saying that only the Father is God as he is. “For us there is one God, the Father”; for there is no other God, so that one might grant the request to this man and another to that. Perhaps he has also put forward the two lines in parallel: so, he says, the true God, as I trusted, girded me with power to conquer, and made my way in what was to be done unharmed. “God who girds me with power.” Similar is the saying, “Until you are clothed with power from on high.” “And he made my way blameless.” That is, through the commands of the Gospel he prepared me to run a blameless way. “And who sets me on the heights.” That is, he teaches me to think the things above. “Making my feet sure.” For the saints destroy the venomous passions; they have received power against the spiritual serpents, and for this reason they are likened to deer; for these too destroy the visible serpents. “Like a deer”: for they received authority “to tread upon serpents and scorpions, and over all the power of the enemy.” “Training my hands for war.” For stretching them out in prayer I overcome my foes. “And you made my arms a bow of bronze”: having made the powers of the soul manly, like a bow of bronze. By the bronze he shows vigour and invulnerability; by the bow, that arrows are sent forth, symbolically, by our arms. “Training my hands for war”: teaching them to be successful in battle, and setting the arms like a bow, as if making them bronze in strength. Or he means that he made the powers of the soul manly, like a bow of bronze. Bronze is a symbol of the practical life; for “He destroyed your bronze,” Ezekiel says to Jerusalem. “And you gave me the shield of salvation.” You shielded me, he says, through your salvation. And this is the coming of the dispensation. (“And your discipline set me upright.” He means the discipline of the Gospel; or he means the discipline that comes from the law: as if he says, benefiting me in every way you have also given laws, through which I was trained in what is right. For learning from them that one must not do wrong, I kept from it. But so that I might not be harmed in turn by such gentleness, you surround me with sufficient help, granting me room. Or by discipline he means instructive teaching, according to the saying, “Take hold of discipline”; or the laborious training, according to the saying, “Do not make light of the discipline of the Lord.”] “And your right hand upheld me.” The right hand of the Father is the Son. “And your discipline set me upright to the end”: the teaching of the Gospel, clearly. “And your discipline itself will teach me.” “And your discipline itself will teach me” is Theodotion’s, instead of “Your discipline set me upright to the end,” as it is said in the Seventy. “You enlarged my steps.” For you set my feet upon a rock, which is our faith. “And my footprints did not grow weak.” For, taking away the stumbling blocks and the snares that the enemies prepared, he made our journey sure. [“You enlarged my steps.” Taking away, he says, the stumbling blocks and the snares that the enemies prepared, you made my journey free. He speaks of steps inasmuch as one steps across from vice to virtue; and these at first are toilsome for one who travels the hard-pressed way, but with progress they are widened. For by receiving rest after the labours of virtue the footprints are made strong; for he set our feet upon a rock.] “I will pursue my enemies.” As one prepared for the race by divine grace, he is confident of victory. “I will crush them, and they will not be able to stand.” Freedom from passion brings about the crushing of the enemies. “And you girded me with power.” Again he ascribes the whole of the victory to the one who gave the strength. “And you made my enemies turn their backs to me”: instead of “you put them to flight.” For it is the mark of those who flee to turn their backs. And our enemies the demons turn their backs when they can no longer cast passionate thoughts into the soul. “And you utterly destroyed those who hate me”: Saul, Ahithophel, Absalom, and countless others. “They cried out, and there was none to save.” He says this of the visible enemies, as in the person of the Lord. For neither did the foreigners, calling their own gods to their aid, enjoy any providence from them, nor did Saul and Absalom and Shimei and the rest of the enemies among the Israelites have God as their ally. “And I will grind them fine as dust.” They will be utterly gone, he says, as your grace works with me. “Deliver me from the contradictions of the people.” Still it is the person of the Lord, who turns away because of the Jews’ disobedience and asks for the nations as his inheritance. “You will make me head of the nations.” But we do not know that David reigned over the nations; therefore the prophecy is fulfilled through the one born from him according to the flesh. For the one born from David according to the flesh, who is himself also named David according to the divine Ezekiel, the Master, I mean, Christ, reigned over all the nations: always ruling all things as God, but after the becoming man he also received the willing service of those who believed in him. “A people whom I did not know served me.” [The words are Christ’s own; for turning away from the disobedient Jews, he asks for the nations as his inheritance.] This does not signify ignorance, for he knows all things as God; but that those who at various times did not obtain kinship with me would be strangers and foreigners, far removed from kinship with me. “Foreign sons lied to me.” The one who was called the firstborn son, Israel, was called a foreign son because of unbelief. “Foreign sons grew old.” Everything that grows old is near to vanishing. “The Lord lives, and blessed be my God.” He fittingly called out, “The Lord lives,” since he had mentioned the people’s contradiction, in which they shouted, saying, “Away, away, crucify him!” “And let the God of my salvation be exalted.” Even if he humbled himself, he says, taking the form of a servant, yet he is exalted. Similar to what is said is the verse, “God highly exalted him and gave him the name that is above every name.” “God who gives me vengeance”: on the unbelieving people of the Jews, clearly. “And who subjected peoples under me.” The nations, he says, were subjected to Christ. “My deliverer from my enemies.” He means the rulers of the people of Israel. “From those who rise up against me.” He means Judas. “My deliverer from my wrathful enemies”: from the unbelieving people. The wrathful enemies are the Jewish people, who taunted him as a Samaritan. And the unjust man is Judas, or Pilate, who punished him without cause. For this reason, or for your benefits toward me, I will give thanks to you among all, whether Jews or nations, and in hymns I will hold your name.] “For this reason I will give thanks to you among the nations, O Lord.” Since you have done such and such things, I, says the prophet, when you yourself, the Lord, call the nations, will give thanks to you through them, as they sing the hymns that I have made. And not only this, but I will also magnify, he says, the salvations of the king of the nations themselves, the salvation that he wrought in the midst of the earth. “I will magnify,” that is, I will proclaim it splendidly to all. Since he also brought this about, he says, “showing mercy to his anointed” people; for we were anointed as a royal priesthood. And showing the mercy to the people and to me, David, you will cause it to come to him and to my seed. For the people from the nations too is the seed of David, since it has become the child of the one born of David’s seed according to the flesh.
Ps 18:1–50 (17:2-Ps LXX) (quotation, high confidence) · Matt 22:37 (allusion, high confidence) · Phil 2:8 (quotation, high confidence) · Acts 1:9 (quotation, high confidence) · Matt 18:20 (quotation, high confidence) · Exod 9:23 (allusion, high confidence) · Isa 12:3 (quotation, high confidence) · 1 Cor 3:11 (allusion, medium confidence) · Hos 7:12 (quotation, medium confidence) · Acts 2:41 (allusion, high confidence) · 2 Sam 12:1 (allusion, high confidence) · Mark 2:7 (quotation, high confidence) · 1 Cor 8:6 (quotation, high confidence) · Luke 24:49 (quotation, high confidence) · Col 3:2 (allusion, medium confidence) · Luke 10:19 (quotation, high confidence) · Prov 4:13 (quotation, high confidence) · Prov 3:11 (quotation, high confidence) · Heb 12:5 (quotation, medium confidence) · Ps 40:2 (39:3 LXX) (allusion, high confidence) · Ezek 34:23 (allusion, medium confidence) · Exod 4:22 (allusion, medium confidence) · Heb 8:13 (quotation, high confidence) · John 19:15 (quotation, high confidence) · Phil 2:7 (allusion, high confidence) · Phil 2:9 (quotation, high confidence) · John 8:48 (allusion, high confidence) · 1 Pet 2:9 (allusion, high confidence) · Rom 1:3 (allusion, medium confidence)
Notes and citation
Summary: The commentary reads Psalm 17 (Psalm 18 in English Bibles) of Christ’s descent, ascension, and victory over the demons, of David’s repentance and restoration, and of Christ’s rejection by many of his own people and his reign over the nations.
- Square brackets as printed in Migne (scholia from other sources): in the scan OCR several open or close without a partner (one opens at “Out of many waters” and another at “For all your judgments,” and one closes after “I will hold your name”); they are kept as printed. In the passage on Ps 18:20–26 (LXX 17:21–27) lines from different columns are interleaved in the scan OCR; broken words and sentences there are marked … and translated by sense where possible. The round bracket before “And your discipline set me upright” opens in the scan and is not closed. Migne’s running head printed inside the name Shimei (ΣεΡιον. ΧΙΧ, μεεὶ) is removed. Theodotion’s Greek version of Ps 18:35 (LXX 17:36) is cited by name. Polemic against the Jews (ungrateful, hard-hearted) is the commentary’s own, translated as written. The quotation from Ezekiel (“He destroyed your bronze”) is unidentified; perhaps a loose recollection of Ezek 16:36 (LXX “you poured out your bronze”). Quotations and allusions: Matt 22:37–38; Phil 2:8; Acts 1:9; Matt 18:20; Exod 9:23–24; Isa 12:3; 1 Cor 3:10–11; Hos 7:12 (LXX, adapted); Acts 2:41; 2 Sam 12:1; Mark 2:7; 1 Cor 8:6; Luke 24:49; Col 3:2; Luke 10:19; Prov 4:13; Prov 3:11 (Heb 12:5); Ps 40:2 (LXX 39:3); Ezek 34:23; Exod 4:22; Heb 8:13; John 19:15; Phil 2:7–9; John 8:48; 1 Pet 2:9; Rom 1:3. Psalm verses are given in the Protestant numbering (Psalm 18); the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (Migne's running head printed inside a word; OCR slip; word split at a line break; word split at a line break, with Migne's margin letter E; word split at a line break, with a stray mark): ἐπανάστασιν ἐχυρῶν → ἐπανάστασιν ἐχθρῶν; ση μαντικὸν → σημαντικὸν; ἀδρατον → ἀόρατον; Σκο· τεινὸν → Σκοτεινὸν; και θεῖλεν → καθεῖλεν; ἀσθέ νειαν → ἀσθένειαν; ἀπει θῆ → ἀπειθῆ; καταμέμ φεται → καταμέμφεται; και θαρὰ → καθαρὰ; ἐλά- Ε φοις → ἐλάφοις; ἔλα6ον → ἔλαβον; ἀπειχό μην → ἀπειχόμην; πλαι τυσμὸν → πλατυσμὸν; ΠαΕι τρὸς → Πατρὸς; μυμίους → μυρίους; ΣεΡιον. ΧΙΧ, μεεὶ → Σεμεεὶ; Κυ ρίου τὸ πρόσωπον → Κυρίου τὸ πρόσωπον; με γαλυνῶ → μεγαλυνῶ.
Topics: Christology, Trinity, Baptism
Cite (SBL): Athanasius, Exp. Ps. 17 (PG 27:109–124; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/17). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/17
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-17) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 18
18PG 27:123–126
Εἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΗ΄. Ὑπόθεσις. Εἰσαγωγικὴν διδασκαλίαν περιέχει ο παρὼν ψαλμὸς ἐκ προσώπου τῶν ἀποστόλων πρὸς τὰ ἔθνη. Διὸ καὶ οὐρανὸν, καὶ ἥλιον, καὶ τὰ ἕτερα στοιχεῖα, οὓς καὶ μεγάλους ἐνόμιζε θεοὺς ταῦτα ἀνυμνεῖν τὸν ποιητὴν αὐτῶν λέγουσιν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. "Ομοιον τὸ εἰρημένον · Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἢ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νύξ... Ἡ ἡμέρα, φησὶ, καὶ ἡ νὺξ εὐτάκτως καὶ εὐαρμόστως ἀντιπαραχωροῦσαι τοὺς δρόμους͵ ἀλλήλαις, δι᾿ αὐτῶν τῶν πραγμάτων τὸν δημιουργὸν αὐτῶν ἀνακηρύττουσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι. Καθ' ὑποστιγμὴν ἡ ( ἀνάγνωσις. ᾿Αντιπίπτων δὲ, ὑποτέμνεται· τὸ δὲ ἀντιπίπτον ἐστί· Καὶ μὴν οὐ φθέγγονται; Διὸ λέγει· ᾿Αρα οὐκ εἰσὶ τινὰ πράγματα ἃ, καὶ μὴ ἀφιέντα φωνὴν, τὸν τεχνίτην ἀνακηρύττουσι; Ναὶ μὴν καὶ γὰρ ἐκ τῆς καλῶς ἡρμοσμένης νηὸς ἡ τέχνη τοῦ ναυπηγοῦ φαίνεται· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Οὐκ· οὖν καὶ τὰ ποιήματα τὰ προειρημένα οὕτω κηρύττει ἀπὸ μεγέθους καὶ καλλονῆς καὶ εὐαρμοστίας τὸν δημιουργόν · ὡς εἰς πᾶσαν αὐτῶν τὴν οἰκουμένην διαδραμεῖν τὸ κήρυγμα. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. Τῷ ἡλίῳ, φησὶν, ἔθετο τὸ σκήνωμα, ἤτοι οἶκον. Ποῦ δὲ ἔθετο ἢ ἐν τῷ προειρημένῳ οὐρανῷ καὶ στερεώματι; Τοῦτον δὲ τὸν οἶκον καὶ παστὸν ὠνόμασεν. Ὥσπερ δὲ ἡμέρα καὶ νὺξ τῇ εὐτάκτῳ συμφωνίᾳ κηρύττουσι τὸν δημιουργὸν, οὕτω καὶ ὁ ἥλιος, τὸ τὸν δρόμον μετά τινος εὐαρμοστίας ποιεῖσθαι, δηλοῖ τοῦ προστάττοντος τὴν δύναμιν. Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς. Ὁ εὐαγγελικὸς δηλονότι. Ὡς ἤδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγωγηθέντες οἱ ἐξ ἐθνῶν, ἕνα εἶναι τὸν δημιουργὸν, διδάσκονται λοιπὸν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπιστρέψαι τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς ἀλήθειαν. Ἡ μαρτυρία Κυ· ρίου πιστή σοφίζουσα νήπια. ὧν ἐμαρτύρησεν περὶ ἑαυτοῦ ὁ Μονογενὴς τὸ · Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· καὶ, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω· καὶ, Ἐγώ εἰμι ἡ ζωή [Σοφίζουσα νήπια, βεβαιοῦσα τοὺς ἀποστόλους, ἢ νήπια τοὺς ἐν Χριστῷ γενομένους νηπίους φησὶ καὶ ἄφρονας, καὶ τοὺς ἀνθρώπους σοφίας ἀπείρους. Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν. ᾿Αντὶ τοῦ, ἡ δικαίωσις ἡ γενομένη ἐν τῇ ἡμετέρᾳ κρίσει. Κρίνας γὰρ ἡμῶν τὴν κρίσιν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ αἰῶνος, διδοὺς ἡμῖν εὐφροσύνην ἐν καρδίᾳ. Ἡ ἐντολὴ Κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς. Τοὺς τῆς διανοίας φησὶν ὀφθαλμοὺς πόρρωθεν τὴν αὐγὴν ἀναπέμπουσα. ῾Ο φόβος Κυρίου ἀγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος. Ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νομικοῦ φόβου τὸ τοιοῦτον· ἐκεῖνος γὰρ κολαστής. Ἡμῶν ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχή. Διὸ καὶ ἁγνὸς εἴρηται ὁ φόβος, ὡς ἀγνοὺς ποιῶν· τῷ γὰρ φόβῳ Κυρίου, φησὶν, ἐκκλίνει τις ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὢν ὁ φόβος, ἐν οἷς ἂν γένηται καὶ αὐτοὺς αἰωνίους ποιεῖ. Ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Μισθὸς γὰρ φυλακῆς γίνεται ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. [Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά. Ὁ μυσταγωγηθεὶς τῷ εὐαγγελικῷ νόμῳ νέος λαὸς, καὶ τὰ κρίματα ἀληθινὰ φυλάττειν εἰπὼν, εὐχὴν ἀναπέμπει, καὶ τὸν κατὰ διάνοιαν λογισμὸν καθαρὸς εὑρεθῆναι ὡσαύτως καὶ τῶν ἐκτὸς ῥυσθῆναι δαιμόνων.
Eis telos, PsALMOS tǭ Dauïd. IĒ΄. Hypothesis. Eisagōgikēn didaskalian periechei o parōn psalmos ek prosōpou tōn apostolōn pros ta ethnē. Dio kai ouranon, kai hēlion, kai ta hetera stoicheia, hous kai megalous enomize theous tauta anymnein ton poiētēn autōn legousin. Hoi ouranoi diēgountai doxan Theou. "Omoion to eirēmenon ; Ta gar aorata autou apo ktiseōs kosmou tois poiēmasi nooumena kathoratai, ē te aïdios autou dynamis kai theiotēs. Hēmera tę̄ hēmerą ereugetai rhēma kai nyx... Hē hēmera, phēsi, kai hē nyx eutaktōs kai euarmostōs antiparachōrousai tous dromous͵ allēlais, di᾿ autōn tōn pragmatōn ton dēmiourgon autōn anakēryttousin. Ouk eisi laliai oude logoi. Kath' hypostigmēn hē ( anagnōsis. ᾿Antipiptōn de, hypotemnetai; to de antipipton esti; Kai mēn ou phthengontai? Dio legei; ᾿Ara ouk eisi tina pragmata ha, kai mē aphienta phōnēn, ton technitēn anakēryttousi? Nai mēn kai gar ek tēs kalōs hērmosmenēs nēos hē technē tou naupēgou phainetai; kai epi tōn allōn de hōsautōs. Ouk; oun kai ta poiēmata ta proeirēmena houtō kēryttei apo megethous kai kallonēs kai euarmostias ton dēmiourgon ; hōs eis pasan autōn tēn oikoumenēn diadramein to kērygma. En tǭ hēliǭ etheto to skēnōma autou. Tǭ hēliǭ, phēsin, etheto to skēnōma, ētoi oikon. Pou de etheto ē en tǭ proeirēmenǭ ouranǭ kai stereōmati? Touton de ton oikon kai paston ōnomasen. Hōsper de hēmera kai nyx tę̄ eutaktǭ symphōnią kēryttousi ton dēmiourgon, houtō kai ho hēlios, to ton dromon meta tinos euarmostias poieisthai, dēloi tou prostattontos tēn dynamin. Ho nomos Kyriou amōmos epistrephōn psychas. Ho euangelikos dēlonoti. Hōs ēdē de apo tōn proeirēmenōn stoicheiōn paidagōgēthentes hoi ex ethnōn, hena einai ton dēmiourgon, didaskontai loipon kai ton euangelikon nomon, hōs kai epistrepsai tōn ethnōn hapantōn tas psychas eis alētheian. Hē martyria Ky; riou pistē sophizousa nēpia. hōn emartyrēsen peri heautou ho Monogenēs to ; Egō phōs eis ton kosmon elēlytha; kai, Egō ek tou Patros exēlthon, kai hēkō; kai, Egō eimi hē zōē [Sophizousa nēpia, bebaiousa tous apostolous, ē nēpia tous en Christǭ genomenous nēpious phēsi kai aphronas, kai tous anthrōpous sophias apeirous. Ta dikaiōmata Kyriou euthea euphrainonta kardian. ᾿Anti tou, hē dikaiōsis hē genomenē en tę̄ hēmeterą krisei. Krinas gar hēmōn tēn krisin, exebale ton archonta tou aiōnos, didous hēmin euphrosynēn en kardią. Hē entolē Kyriou tēlaugēs phōtizousa ophthalmous. Tous tēs dianoias phēsin ophthalmous porrōthen tēn augēn anapempousa. ῾O phobos Kyriou agnos diamenōn eis aiōna aiōnos. Hōs pros antidiastolēn tou nomikou phobou to toiouton; ekeinos gar kolastēs. Hēmōn hagneia estin hamartēmatōn apochē. Dio kai hagnos eirētai ho phobos, hōs agnous poiōn; tǭ gar phobǭ Kyriou, phēsin, ekklinei tis apo kakou. Aiōnios de ōn ho phobos, en hois an genētai kai autous aiōnious poiei. En tǭ phylassein auta antapodosis pollē. Misthos gar phylakēs ginetai ha ophthalmos ouk oide, kai ous ouk ēkouse, kai epi kardian anthrōpou ouk anebē. [Kai gar ho doulos sou phylassei auta. Ho mystagōgētheis tǭ euangelikǭ nomǭ neos laos, kai ta krimata alēthina phylattein eipōn, euchēn anapempei, kai ton kata dianoian logismon katharos heurethēnai hōsautōs kai tōn ektos rhysthēnai daimonōn.
To the end. A psalm of David. 18. Argument. The present psalm contains introductory teaching, in the person of the apostles, addressed to the nations. That is why they say that the heaven and the sun and the other elements, which the nations also regarded as great gods, sing the praise of their maker. “The heavens tell the glory of God.” Similar is the saying, “For his invisible things, from the creation of the world, are clearly seen, being understood through the things that are made, both his eternal power and divinity.” “Day to day pours forth speech, and night …” Day and night, he says, giving way to each other in their courses in good order and harmony, proclaim their maker by the facts themselves. “There are no speeches nor words.” The reading is with a slight pause. Raising an objection, he cuts it short; the objection is: “And yet they do not utter a sound?” That is why he says, “Are there not, then, some things which, though they give no voice, proclaim their craftsman?” Yes indeed; for from a well-fitted ship the shipwright’s skill is seen, and likewise with other things. So too the works mentioned before proclaim their maker by their greatness, beauty and harmony, so that their proclamation runs through all the world. “In the sun he has set his tent.” For the sun, he says, he set a tent, that is, a house. And where did he set it but in the heaven and firmament mentioned before? This house he also called a bridal chamber. And just as day and night proclaim the maker by their orderly concord, so too the sun, by making its course with a certain harmony, shows the power of the one who commands it. “The law of the Lord is blameless, turning souls”: the law of the Gospel, clearly. Since those from the nations have already been trained by the elements mentioned before to know that the maker is one, they are next taught the law of the Gospel as well, so that it turns the souls of all the nations to the truth. “The testimony of the Lord is faithful, making infants wise”: the things to which the Only-begotten testified about himself: “I have come as light into the world,” and “I came forth from the Father and have come,” and “I am the life.” [“Making infants wise”: making the apostles firm; or by infants he means those who have become infants in Christ, and the foolish, and men inexperienced in wisdom. “The ordinances of the Lord are right, gladdening the heart.” Instead of: the vindication that took place in our judgment. For, judging our cause, he cast out the ruler of the age, giving us gladness in heart. “The commandment of the Lord is far-shining, enlightening the eyes.” He means the eyes of the mind, sending forth its radiance from afar. “The fear of the Lord is pure, enduring for ever and ever.” This is said by way of contrast with the fear under the law; for that fear punishes. Our purity is abstaining from sins. That is why the fear is called pure, as making men pure; for “by the fear of the Lord,” it says, “one turns aside from evil.” And being eternal, the fear makes eternal those in whom it comes to be. “In keeping them there is great reward.” For the wage of keeping is what “eye has not seen, and ear has not heard, and has not entered into the heart of man.” [“For your servant keeps them.” The new people, initiated into the mysteries by the law of the Gospel, having said that it keeps the true judgments, offers up a prayer both to be found pure in the thoughts of the mind and likewise to be delivered from the demons outside.
Ps 19:1–13 (18:2-Ps LXX) (quotation, high confidence) · Rom 1:20 (quotation, high confidence) · Rom 10:18 (echo, low confidence) · John 12:46 (quotation, high confidence) · John 16:28 (quotation, high confidence) · John 11:25 (quotation, high confidence) · 1 Cor 3:1 (allusion, medium confidence) · John 12:31 (allusion, high confidence) · Prov 16:6 (quotation, medium confidence) · 1 Cor 2:9 (quotation, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 18 (Psalm 19 in English Bibles) as the apostles teaching the nations that heaven, day and night, and the sun proclaim their maker, and that the law of the Gospel turns souls to the truth.
- Square brackets as printed in Migne: in the scan OCR two brackets open (at “Making infants wise” and at “For your servant keeps them”) without closing. “The law of the Lord” is taken by the commentary as the law of the Gospel, and its fear contrasted with the fear under the law, as written. Quotations and allusions: Rom 1:20; Rom 10:18; John 12:46; John 16:28; John 11:25; 1 Cor 3:1; John 12:31; Prov 16:6 (LXX); 1 Cor 2:9. Psalm verses are given in the Protestant numbering (Psalm 19); the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (OCR slip; word split at a line break; word split at a line break, with Migne's margin letter C; word split at a line break, with an OCR slip): ἀνα τιπίπτον → ἀντιπίπτον; ἡ λίῳ → ἡλίῳ; φνόμασεν → ὠνόμασεν; Πο τρὸς → Πατρὸς; ὄφρονας → ἄφρονας; μυ-C σταγωγηθεὶς → μυσταγωγηθεὶς.
Cite (SBL): Athanasius, Exp. Ps. 18 (PG 27:123–126; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/18). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/18
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-18) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 19
19PG 27:125–128
Εἰς τὸ τέλος. ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΘ΄. Υπόθεσις. Λέγεται μὲν ὁ ψαλμὸς ὡς ἐκ προσώπου τῶν περὶ τὸν Δαυΐδ ἑταίρων, αὐτῷ τῷ Δαυΐδ ἐπευχομένων ποιοῦντι θυσίαν. Αναφέρεται δὲ καὶ εἰς πρόσωπον τῶν ἀποστόλων, ὡς ἐν ἡμέρᾳ τοῦ σταυροῦ ῥηθέντος. Επακούσαι σου ὁ Κύριος ἐν ἡμέρᾳ θλίψεως. Προστεθείη σοι· Σκεπάσαι σε, φυλάξαι σε. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Λέγοι δ᾽ ἂν ταῦτα πρὸς τὴν τοῦ αθυμοῦντος παραμυθίαν ἢ ὁ ἐνυπάρχων τῇ ψυχῇ Λόγος, ἢ τὸ ἅγιον Πνεῦμα. Εὐχῆς δὲ δεῖ τῷ θλιβομένῳ, καὶ τοῦ μὴ καταβαλεῖν τὰς ἐλπίδας · οὕτω γὰρ Θεὸς ἐπήκοος γίνεται. Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου. Σωτήριος τοῦ Πατρὸς ἐν κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν κόσμῳ ὁ σταυρός. Αγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου. Τὸ σωτήριον, φησὶν, ὃ δέδωκας τῷ ἀνθρωπίνῳ γένει, διὰ τῆς σῆς ἀναστάσεως πᾶσι φανερὸν κατέστησας. 7. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. Τίνα ἦν τὰ αἰτήματα, ἢ τὸ, Πάτερ ἄγιε, τήρησον αὐτοὺς ἐκ τοῦ κόσμου; Δῆλον δὲ, ὅτι τοὺς πιστεύοντας εἰς αὐτόν. ["Ἢ τὸν Δαυΐδ ἢ τὸν Ἐζεκίαν· ἐφ᾽ ἱερέων γὰρ καὶ βασιλέων, ἢ διὰ τὴν κατὰ σάρκα τοῦ Κυρίου οἱκονομίαν καὶ ἀνάστασιν· ἢ καὶ ὅτι σωζομένων ἡμῶν, αὐτὸς λέγει σώζεσθαι, οὗ καὶ μελήσει μὲν σώματος ὄντες ἑνός. Διὸ καὶ νῦν εἶπεν· Ἐν γὰρ τῷ παρόντι γινώσκομεν σωζόμενον τὸν Χριστὸν, τῷ ἀπεντεῦθεν ἀῤῥαβῶνα ἡμᾶς δέχεσθαι σωτηρίας. Ἔσωσας δὲ διὰ τῆς δυναστείας τῆς δεξιᾶς σου. Δεξιὰν τὰς πράξεις, τὰς μεγάλας δυνάμεις, τὴν βοήθειαν εἰπών· ἢ τὰς θεοσημείας προαναφωνεί τοῦ Χριστοῦ.] Νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ, ὡς ἤδη φωταγωγηθεὶς διὰ τοῦ Πνεύματος τὰ περὶ τῆς ἀναστάσεως. Ἐν δυναστείαις τῆς σωτηρίας τῆς δεξιᾶς αὐτοῦ. Ἔσωσεν ἡμᾶς, φησὶ, δυνάμεις μεγάλας ἐργασάμενος. Τὰς πράξεις γὰρ ἐνταῦθα σημαίνει διὰ τὰς δεξιὰς δυνάμεις τοῖς προσιοῦσιν ὀρέγειν. Ἐκεῖνοι μὲν, φησὶ, πεποιθότες ἐπὶ τούτοις, ἔπεσον· ἡμεῖς δὲ, ἐν ὀνόματι Κυρίου καθωπλισμένοι, ἐσώθημεν.] Δεξιὰν δὲ πάλιν ἐνταῦθα ἀνθρωπίνως εἶπε, τὴν θείαν οὕτως ὀνομάζων ἐνέργειαν. Οὗτοι ἐν ἄρμασι, καὶ οὗτοι ἐν ἵπποις. Ὥσπερ τῶν αἰσθητῶν Αἰγυπτίων σώζων τὸν Ἰσραὴλ, ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν, οὕτω καὶ πάντων ἀνθρώπων σώζων τὸ γένος τῶν νοητῶν Αἰγυπτίων, συνέτριψε τὰ ἅρματα. Κύριε, σῶσον τὸν βασιλέα. Τοιγάρτοι τοσαύτης ἀπολαύσαντες ἀντιλήψεως ἱκετεύομεν, Δέσποτα, καὶ ἡμᾶς αὐτοὺς καὶ τὸν ἡμέτερον βασιλέα ταύτης μεταλαγχάνειν διηνεκῶς.
Eis to telos. PsALMOS tǭ Dauïd. ITh΄. Ypothesis. Legetai men ho psalmos hōs ek prosōpou tōn peri ton Dauïd hetairōn, autǭ tǭ Dauïd epeuchomenōn poiounti thysian. Anapheretai de kai eis prosōpon tōn apostolōn, hōs en hēmerą tou staurou rhēthentos. Epakousai sou ho Kyrios en hēmerą thlipseōs. Prostetheiē soi; Skepasai se, phylaxai se. Exaposteilai soi boētheian ex hagiou, kai ek Siōn antilaboito sou. Legoi d᾽ an tauta pros tēn tou athymountos paramythian ē ho enyparchōn tę̄ psychę̄ Logos, ē to hagion Pneuma. Euchēs de dei tǭ thlibomenǭ, kai tou mē katabalein tas elpidas ; houtō gar Theos epēkoos ginetai. Agalliasometha epi tǭ sōtēriǭ sou. Sōtērios tou Patros en kosmǭ ho Huios; sōtērion tou Huiou en kosmǭ ho stauros. Agalliasometha en tǭ sōtēriǭ sou. To sōtērion, phēsin, ho dedōkas tǭ anthrōpinǭ genei, dia tēs sēs anastaseōs pasi phaneron katestēsas. 7. Plērōsai Kyrios panta ta aitēmata sou. Tina ēn ta aitēmata, ē to, Pater agie, tērēson autous ek tou kosmou? Dēlon de, hoti tous pisteuontas eis auton. ["Ē ton Dauïd ē ton Ezekian; eph᾽ hiereōn gar kai basileōn, ē dia tēn kata sarka tou Kyriou hoikonomian kai anastasin; ē kai hoti sōzomenōn hēmōn, autos legei sōzesthai, hou kai melēsei men sōmatos ontes henos. Dio kai nyn eipen; En gar tǭ paronti ginōskomen sōzomenon ton Christon, tǭ apenteuthen arrhabōna hēmas dechesthai sōtērias. Esōsas de dia tēs dynasteias tēs dexias sou. Dexian tas praxeis, tas megalas dynameis, tēn boētheian eipōn; ē tas theosēmeias proanaphōnei tou Christou.] Nyn egnōn, hoti esōse Kyrios ton Christon autou, hōs ēdē phōtagōgētheis dia tou Pneumatos ta peri tēs anastaseōs. En dynasteiais tēs sōtērias tēs dexias autou. Esōsen hēmas, phēsi, dynameis megalas ergasamenos. Tas praxeis gar entautha sēmainei dia tas dexias dynameis tois prosiousin oregein. Ekeinoi men, phēsi, pepoithotes epi toutois, epeson; hēmeis de, en onomati Kyriou kathōplismenoi, esōthēmen.] Dexian de palin entautha anthrōpinōs eipe, tēn theian houtōs onomazōn energeian. Houtoi en armasi, kai houtoi en hippois. Hōsper tōn aisthētōn Aigyptiōn sōzōn ton Israēl, harmata Pharaō kai tēn dynamin autou errhipsen eis thalassan, houtō kai pantōn anthrōpōn sōzōn to genos tōn noētōn Aigyptiōn, synetripse ta harmata. Kyrie, sōson ton basilea. Toigartoi tosautēs apolausantes antilēpseōs hiketeuomen, Despota, kai hēmas autous kai ton hēmeteron basilea tautēs metalanchanein diēnekōs.
To the end. A psalm of David. 19. Argument. The psalm is spoken as from the person of David’s companions, praying for David himself as he offers sacrifice. It is also referred to the person of the apostles, as spoken on the day of the cross. “May the Lord hear you in the day of affliction.” May he be added to you: may he shelter you, may he guard you. “May he send you help from the sanctuary, and from Zion may he uphold you.” These things might be said, for the comfort of one who is downcast, either by the Word that dwells in the soul or by the Holy Spirit. The afflicted needs prayer, and must not cast down his hopes; for so God becomes ready to hear. “We will rejoice in your salvation.” The Son is the Father’s salvation in the world; the cross is the Son’s salvation in the world. “We will rejoice in your salvation.” The salvation, he says, that you have given to the human race you have made manifest to all through your resurrection. … “May the Lord fulfil all your requests.” What were the requests but “Holy Father, keep them from the world”? Clearly he means those who believe in him. [Either David or Hezekiah; for it is said of priests and kings; or because of the Lord’s dispensation according to the flesh and his resurrection; or else because, when we are saved, he says that he himself is saved, whose members we are, being one body. That is why he also said “now”: for at the present time we know Christ as saved, in that from now on we receive the pledge of salvation. “You saved by the might of your right hand”: calling the deeds, the great mighty works, the help, a right hand; or he foretells the divine signs of Christ.] “Now I know that the Lord has saved his anointed”: as one already enlightened by the Spirit about the resurrection. “In the might of the salvation of his right hand.” He saved us, he says, by working great mighty works. For here he signifies the deeds, because he reaches out his right-hand powers to those who approach. They, he says, trusting in these things, fell; but we, armed in the name of the Lord, were saved.] Here again he spoke of the right hand in human fashion, naming the divine activity in this way. “Some in chariots, and some in horses.” Just as, in saving Israel from the visible Egyptians, he cast Pharaoh’s chariots and his army into the sea, so too, in saving the whole race of men from the spiritual Egyptians, he broke the chariots. “O Lord, save the king.” Therefore, having enjoyed such great help, we beseech you, O Master, that both we ourselves and our king may share in it continually.
Ps 20:1–9 (19:2-Ps LXX) (quotation, high confidence) · John 17:11 (quotation, high confidence) · John 17:15 (allusion, medium confidence) · Exod 15:4 (allusion, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 19 (Psalm 20 in English Bibles) as a prayer for the king, referred also to the apostles on the day of the cross, and of the salvation God has shown through Christ’s resurrection.
- Square brackets as printed in Migne: one bracketed passage is complete, and one bracket closes without an opening in the scan OCR (after “we were saved”). A stray verse number (“7.”) is not translated (marked …). The words “whose members we are, being one body” translate a garbled phrase (οὗ καὶ μελήσει μὲν σώματος ὄντες ἑνός) by sense. Quotations and allusions: John 17:11, 15; Exod 15:4. Psalm verses are given in the Protestant numbering (Psalm 20); the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (OCR slip): ἔγκων → ἔγνων.
Topics: Christology
Cite (SBL): Athanasius, Exp. Ps. 19 (PG 27:125–128; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/19). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/19
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-19) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 20
20PG 27:127–132
Εἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Κ΄. Ὑπόθεσις. Δαυΐδ μετὰ τοῦ Κυρίου ἑαυτοῦ καὶ υἱοῦ τὸ κατὰ Καὶ τοῦτον τὸν ψαλμὸν οἱ προδηλωθέντες ἑταῖροι τοῦ βασιλέως ἀναπέμπουσιν, ὡς ἤδη αὐτοῦ εὐφραινομένου διὰ τὸ ἐκ σπέρματος αὐτοῦ γεγεννημένον τῷ κόσμῳ σωτήριον. Τοῦτο γὰρ ἦν ὁ ἐπεθύμει κατὰ ψυχὴν, καὶ ἐδέετο λαβεῖν. Ὅπερ καὶ δοθὲν γέγονεν αὐτῷ οἷά τις στέφανος ἐκ λίθου τιμίου τὴν κεφαλὴν δοξάζων· δοξάζεται γὰρ ἐν πᾶσι τοῖς ἔθνεσιν ὁ σάρκα. Οὐ μόνον δὲ στέφανος αὐτῷ γέγονε τὸ σωτήριον, ἀλλὰ καὶ ζωὴ, καὶ μακροημέρευσις, καὶ δόξα, καὶ μεγαλοπρέπεια, καὶ εὐφροσύνη, καὶ χαρὰ, καὶ ἐλπὶς, καὶ ἔλεος οὐ σαλευόμενον. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος. Ἐν ἁπάσαις, φησὶ, ταῖς γενεαῖς ἀοίδιμος ἔσται καὶ πολυθρύλλητος, τοσαύτην ἐσχηκὼς παρὰ σοῦ παῤῥησίαν. Τὸ γὰρ μετὰ τοῦ προσώπου σου, παρὰ τῷ προσώπῳ σου, τέθεικεν ὁ Σύμμαχος. Εὐφροσύνην τοί νυν ἔξει, φησὶ, καὶ διηνεκή θυμηδίαν τοῦ προσώπου, τουτέστι τῆς σῆς εὐμενείας τυγχάνων. Αἴτιον δὲ τούτων αὐτῷ γέγονε τὸ ἐπὶ σοὶ πεποιθέναι. Εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Πρόσωπον τοῦ Πατρὸς ὁ Υἱός. ῾Ο ἑωρακώς, φησὶν, ἐμὲ, ἑώρακε τὸν Πατέρα. Μετὰ τούτου εὐφραίνεσθαι κατ' οὐρανὸν ὡς νυμφαγωγοὶ μετὰ τοῦ νυμφίου μέλλομεν. *Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει. Κρείττων ἐστὶ τῶν πολεμούντων τῆς σῆς χάριτος ἀπολαύων. ᾿Απολαύει δὲ ταύτης ἀνθρώπων μὲν οὐδενὶ θαῤῥῶν, τῇ δὲ σῇ ἐλπίδι χρώμενος μόνῃ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. Ὡς πρὸς αὐτὸν τὸν Κύριον ὁ λόγος διὰ τὰ γεγονότα κατ᾿ αὐτοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ. [Λέγει δὲ, ὅτι θηρεύσει τοὺς ἁμαρτήσαντας. Εἰ γὰρ ἐν τῷ τηροῦντι τὰς ἐντολὰς ἡ ἀγάπη τοῦ Θεοῦ τελειοὔται, δῆλον, ὡς ὁ μὴ τηρῶν μισεῖ· ὃς καὶ ἀπολωλεκέναι λέγεται. Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. ᾿Αντὶ τοῦ, Πυρὸς ἀποδείξεις μετόχους. Τοῦτο γὰρ ἑαυτοῖς ἐθησαύρισαν ἐν τῇ δευτέρᾳ σου ἐπιφανείᾳ, ὅταν καὶ ἀποδιδῶς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Ὁργὴν φησι τὴν τιμωρίαν τὴν γενησομένην αὐτοῖς διὰ τὴν εἰς αὐτὸν ὕβριν. Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς. Τοὺς λόγους τοὺς πονηροὺς καὶ τὰ ἐνθυμήματα. Ταῦτα δὲ εἰσιν ἐπιβουλαὶ αἱ παρ᾿ αὐτῶν, αϊ καὶ ἀνῄρηνται διὰ τῆς ἀναστάσεως. Τὰς διδασκαλίας καὶ τὰ ἄθεα δόγματα, ἃ μετὰ τὴν τελευτὴν αὐτῶν, ὡς ἀγαθὸς ὁ Θεὸς ἀπωλείᾳ παραδίδωσι. Καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός. ῞Οτι θήσεις αὐτοὺς νῶτον. Ὁ δὲ Σύμμαχος οὗτως ἡρμήνευσεν· ῞Οτι θήσεις αὐτοὺς ἀποστρόφους, τουτέστιν ὀπίσω καὶ παρακολούθημα τῶν ἐθνῶν. Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Καταλέλοιπας αὐτοῖς, φησὶν, ἐπιστροφῆς καιρὸν πρὸς τὸ μετανοῆσαι. Αὕτη δὲ ἐστι μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν κλῆσις καὶ ἐπιστροφή. Ποιήσεις τοὺς ἀπιστήσαντας Ἰουδαίους. Οὓς δὲ ὁ Θεὸς ἀποστρέφεται, τίθησι νῶτον μὴ δυναμένους εἶναι πρόσωπον, πρὸς τὸ τὰ ὀπίσθια κατανοοῦντας διὰ τῶν ποιημάτων πάλιν πρὸς αὐτὸν ἀναφέρεσθαι. Τοὺς γὰρ μὴ οἴους τε ὁρᾶν τὸ πρόσωπον, τῷ μὴ ἔχειν καρδίαν καθαρὰν, τίθεται κατανοεῖν τὰ ὀπίσθια αὐτοῦ, τὰ μετ᾿ αὐτὸν ὄντα δημιουργήματα· ἵνα τὴν κτίσιν θεωροῦντες ἔννοιαν αὐτοῦ λάβωσι, καὶ προσβαλόντες τῷ θεῷ αὐτῶν, τὸ τοῦ Θεοῦ πρόσωπον ἴδωσι. Περίλοιπα δὲ τοῦ Θεοῦ τὰ ἀνωτέρω τῶν κτισμάτων τῶν αἰσθητῶν. Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου. Ομοιον τῷ· Ἐλθέτω ἡ βασιλεία σου. Τὴν δευτέραν δὲ σαφῶς παρουσίαν εὔχεται διὰ τοῦτο γενέσθαι· "Ἄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Τότε γὰρ πᾶσα δικαίων ψυχὴ, ἐν ταῖς ἄνω γενομένη μοναῖς, τὰς πνευματικὰς ἀναπέμπει λατρείας.
Eis telos, PsALMOS tǭ Dauïd. K΄. Hypothesis. Dauïd meta tou Kyriou heautou kai huiou to kata Kai touton ton psalmon hoi prodēlōthentes hetairoi tou basileōs anapempousin, hōs ēdē autou euphrainomenou dia to ek spermatos autou gegennēmenon tǭ kosmǭ sōtērion. Touto gar ēn ho epethymei kata psychēn, kai edeeto labein. Hoper kai dothen gegonen autǭ hoia tis stephanos ek lithou timiou tēn kephalēn doxazōn; doxazetai gar en pasi tois ethnesin ho sarka. Ou monon de stephanos autǭ gegone to sōtērion, alla kai zōē, kai makroēmereusis, kai doxa, kai megaloprepeia, kai euphrosynē, kai chara, kai elpis, kai eleos ou saleuomenon. Kyrie, en tę̄ dynamei sou euphranthēsetai ho basileus. Hoti dǭēs autǭ eulogian eis aiōna aiōnos. En hapasais, phēsi, tais geneais aoidimos estai kai polythryllētos, tosautēn eschēkōs para sou parrhēsian. To gar meta tou prosōpou sou, para tǭ prosōpǭ sou, tetheiken ho Symmachos. Euphrosynēn toi nyn exei, phēsi, kai diēnekē thymēdian tou prosōpou, toutesti tēs sēs eumeneias tynchanōn. Aition de toutōn autǭ gegone to epi soi pepoithenai. Euphraneis auton en charą meta tou prosōpou sou. Prosōpon tou Patros ho Huios. ῾O heōrakōs, phēsin, eme, heōrake ton Patera. Meta toutou euphrainesthai kat' ouranon hōs nymphagōgoi meta tou nymphiou mellomen. *Hoti ho basileus elpizei epi Kyrion, kai en tǭ eleei. Kreittōn esti tōn polemountōn tēs sēs charitos apolauōn. ᾿Apolauei de tautēs anthrōpōn men oudeni tharrhōn, tę̄ de sę̄ elpidi chrōmenos monę̄. Heuretheiē hē cheir sou pasi tois echthrois sou. Hōs pros auton ton Kyrion ho logos dia ta gegonota kat᾿ autou para tou Ioudaiōn laou. [Legei de, hoti thēreusei tous hamartēsantas. Ei gar en tǭ tērounti tas entolas hē agapē tou Theou teleioutai, dēlon, hōs ho mē tērōn misei; hos kai apolōlekenai legetai. Hoti thēseis autous hōs klibanon pyros eis kairon tou prosōpou sou. ᾿Anti tou, Pyros apodeixeis metochous. Touto gar heautois ethēsaurisan en tę̄ deuterą sou epiphaneią, hotan kai apodidōs hekastǭ kata ta erga autou. Kyrios en orgę̄ autou syntaraxei autous, kai kataphagetai autous pyr. Horgēn phēsi tēn timōrian tēn genēsomenēn autois dia tēn eis auton hybrin. Ton karpon autōn apo gēs apoleis. Tous logous tous ponērous kai ta enthymēmata. Tauta de eisin epiboulai hai par᾿ autōn, aï kai anę̄rēntai dia tēs anastaseōs. Tas didaskalias kai ta athea dogmata, ha meta tēn teleutēn autōn, hōs agathos ho Theos apōleią paradidōsi. Kai to sperma autōn apo huiōn anthrōpōn. Euergesia estin hamartiōn ekpesein kai ennoiōn ponērōn. Sperma gar hamartias logismos ponēros. ῾Oti thēseis autous nōton. Ho de Symmachos houtōs hērmēneusen; ῾Oti thēseis autous apostrophous, toutestin opisō kai parakolouthēma tōn ethnōn. En tois periloipois sou hetoimaseis to prosōpon autōn. Kataleloipas autois, phēsin, epistrophēs kairon pros to metanoēsai. Hautē de esti meta to plērōma tōn ethnōn klēsis kai epistrophē. Poiēseis tous apistēsantas Ioudaious. Hous de ho Theos apostrephetai, tithēsi nōton mē dynamenous einai prosōpon, pros to ta opisthia katanoountas dia tōn poiēmatōn palin pros auton anapheresthai. Tous gar mē oious te horan to prosōpon, tǭ mē echein kardian katharan, tithetai katanoein ta opisthia autou, ta met᾿ auton onta dēmiourgēmata; hina tēn ktisin theōrountes ennoian autou labōsi, kai prosbalontes tǭ theǭ autōn, to tou Theou prosōpon idōsi. Periloipa de tou Theou ta anōterō tōn ktismatōn tōn aisthētōn. Hypsōthēti, Kyrie, en tę̄ dynamei sou. Omoion tǭ; Elthetō hē basileia sou. Tēn deuteran de saphōs parousian euchetai dia touto genesthai; "Asomen kai psaloumen tas dynasteias sou. Tote gar pasa dikaiōn psychē, en tais anō genomenē monais, tas pneumatikas anapempei latreias.
To the end. A psalm of David. 20. Argument. David, with his own Lord and son according to the … This psalm too the companions of the king mentioned before offer up, since he already rejoices because of the salvation born to the world from his seed. For this was what he desired in his soul and prayed to receive. And when it was given, it became to him like a crown of precious stone glorifying his head; for the one who is from him according to the flesh is glorified among all the nations. And the salvation became to him not only a crown, but also life, length of days, glory, majesty, gladness, joy, hope, and mercy that is not shaken. “O Lord, in your power the king will rejoice.” “For you will give him blessing for ever and ever.” In all generations, he says, he will be sung and celebrated, having received such boldness from you. For “with your face” Symmachus has rendered “before your face.” He will have gladness, then, he says, and continual joy of your face, that is, by obtaining your favour. And the cause of these things for him was his trust in you. “You will gladden him with joy with your face.” The face of the Father is the Son. “He who has seen me,” he says, “has seen the Father.” With him we are to rejoice in heaven, like the bridegroom’s attendants with the bridegroom. “For the king hopes in the Lord, and in the mercy …” He is stronger than those who make war, since he enjoys your grace. And he enjoys it by trusting in no man, but relying only on hope in you. “May your hand be found by all your enemies.” The word is as to the Lord himself, because of what was done against him by the people of the Jews. [He says that he will hunt down those who have sinned. For if the love of God is perfected in the one who keeps the commandments, it is clear that the one who does not keep them hates; and he is also said to have lost it. “For you will make them like a furnace of fire at the time of your face.” Instead of: you will show them to be sharers of fire. For this they have stored up for themselves at your second appearing, when you also repay each according to his works. “The Lord in his anger will throw them into confusion, and fire will devour them.” By anger he means the punishment that will come upon them because of their outrage against him. “You will destroy their fruit from the earth”: their wicked words and designs. These are the plots made by them, which were also undone through the resurrection. Their teachings and godless doctrines, which after their death God, being good, gives over to destruction. “And their seed from among the sons of men.” It is a kindness to be rid of sins and wicked thoughts; for a wicked thought is the seed of sin. “For you will make them a back.” Symmachus rendered it thus: “For you will make them turn away,” that is, behind, and following after the nations. “Among those you leave you will prepare their face.” You have left them, he says, a time of turning back, to repent. And this is the calling and turning back after the fullness of the nations. You will make the unbelieving Jews … Those from whom God turns away he makes a back, unable to be a face, so that by considering his back parts through the things he has made they may be brought back to him again. For those who cannot see his face, because they do not have a pure heart, he sets to consider his back parts, the created things that come after him; so that by contemplating the creation they may gain a notion of him, and, applying themselves to their God, may see the face of God. And God’s remaining things are those above the visible creatures. “Be exalted, O Lord, in your power.” Similar is “Your kingdom come.” He clearly prays that the second coming may take place for this reason: “We will sing and make music of your mighty deeds.” For then every soul of the righteous, having come to the dwellings above, offers up spiritual worship.
Ps 21:1–13 (20:2-Ps LXX) (quotation, high confidence) · John 14:9 (quotation, high confidence) · Matt 9:15 (allusion, medium confidence) · 1 John 2:5 (allusion, high confidence) · Rom 2:6 (allusion, high confidence) · Rom 11:25 (allusion, high confidence) · Exod 33:23 (allusion, high confidence) · Matt 5:8 (allusion, medium confidence) · Rom 1:20 (allusion, medium confidence) · Matt 6:10 (quotation, high confidence) · John 14:2 (allusion, medium confidence)
Notes and citation
Summary: The commentary reads Psalm 20 (Psalm 21 in English Bibles) of the king’s joy in the salvation born from his seed, of the punishment of Christ’s enemies at his second coming, and of their time to repent.
- The opening of the argument is garbled in the scan OCR: the words “David, with his own Lord and son according to the …” stand apart from the sentence they belong to, and “the one who is from him according to the flesh” is translated by sense from a phrase whose middle is lost (ὁ σάρκα). A bracket opens at “He says that he will hunt down” and does not close. The words “You will make the unbelieving Jews …” are an incomplete line, translated as printed. Symmachus’ Greek version is cited twice. Quotations and allusions: John 14:9; Matt 9:15; 1 John 2:5; Rom 2:5–6; Rom 11:25; Exod 33:23; Matt 5:8; Rom 1:20; Matt 6:10; John 14:2. Psalm verses are given in the Protestant numbering (Psalm 21); the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (OCR slip; word split at a line break; word split at a line break, with a stray mark): σα: φῶς → σαφῶς; Ασο μεν → Ἄσομεν; ὐδενὶ → οὐδενὶ.
Topics: Christology, Eschatology
Cite (SBL): Athanasius, Exp. Ps. 20 (PG 27:127–132; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/20). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/20
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-20) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.