Expositions on the Psalms 44–47
Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).
Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 44
44PG 27:207–214
Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ. ΜΔ΄. Ὑπόθεσις. Τὴν προκειμένην ᾠδὴν ἀνατίθησι τῷ ᾿Αγαπητῷ ὁ Δαυΐδ, τουτέστι Χριστῷ, τῷ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐληλυθότι, καὶ τὴν ἀλλοίωσιν πεποιηκότι, τουτέστι, τὴν μεταβολὴν τὴν ἐξ εἰδωλολατρείας εἰς θεοσέβειαν. Μέμνηται δὲ καὶ τῶν υἱῶν Κορέ, εἰς τοὺς ἀποστόλους ἀναπέμπων τὸ πρόσωπον. Ταῦτα δὲ πάντα ἀναγκαῖον συνιέναι ἡμᾶς· διὸ καὶ εἰς σύνεσιν ἐπιγέγραπται. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Τοῦτό φησιν ὁ Πατὴρ περὶ τοῦ Υἱοῦ· γεγένηται γὰρ Θεὸς ἐκ Θεοῦ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. "Ωσπερ βασιλεὺς ὑπάρχων ὡς Θεὸς εἰς βασιλείας ἀρχὴν λέγεται ἔρχεσθαι διὰ τὸ σεσαρκῶσθαι αὐτόν· οὕτω καὶ ἅπερ οἶδε φυσικῶς ὡς Θεὸς, ταῦτα πάλιν ἀκούειν λέγεται διὰ τὸ ἀνθρώπινον οἰκονομικῶς. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὃν εἴρηκε λόγον, τοῦτον καὶ γλῶσσαν αὐτοῦ ἀποκαλεῖ. Κάλαμος δὲ γραμματέως ὀξυγράφου ὠνόμασται, διὰ τὸ λέγειν τι καὶ εὐθέως γίνεσθαι, ὡς τὸ· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη· καὶ, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι· καὶ εὐθέως ἀνέστη. Οὐ μὴν ἀλλὰ καὶ τό· Λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὴν σύγκρισιν τοῦ ἀγαθοῦ Πνεύματος ἔστιν ἰδεῖν ἀφ᾿ ὧν ὁ Ἰωάννης φησὶν, ὅτι Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Κάλαμος γὰρ καλὸς καὶ ὁ Μωσέως · ἔγραψε γὰρ ἡμῖν νόμον παιδαγωγόν ἀλλὰ οὐ τοιοῦτος ὡς καὶ ἔγραψε τὰ ὀνόματα ἡμῶν ἐν οὐρανοῖς. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Γλυκύφωνος γὰρ ὁ Κύριος ἡμῶν λέγων· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσότερον ἔχωσι· καὶ, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· καὶ, διδοὺς ζωὴν τῷ κόσμῳ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Εἰς μάχην τὴν ὑπὲρ ἡμῶν διεγείρει τὸν Μονογενῆ. Εἶτα καὶ ἐπειδὴ στρατιωτικὸν αὐτῷ σχῆμα δέδωκεν, ῥομφαίαν εἰπὼν, καὶ μηρὸν προσεπάγει. Αὐτοῦ γὰρ ὡς Θεοῦ, καὶ οὐκ ἔξωθεν ἡ ῥομφαία · δυνατὸς γάρ ἐστι, τουτέστι τῶν δυνάμεων Κύριος· καὶ τοῦτο κατὰ φύσιν αὐτῷ. Ἔστι δὲ καὶ ὡραῖος μὲν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ ὑπερκόσμιον κάλλος κατανοεῖν δυναμένοις. Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἐνήρμοσεν πρὸς τὴν τῶν ἀπιστούντων ἀπειλὴν καὶ τῶν ἀντικειμένων τὰς φάλαγγας. Περὶ γοῦν τῶν ἀπειθούντων φησὶν ὁ ψαλμός· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ρομφαίαν αὐτοῦ στιλβώσει. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ωραιότης δὲ καὶ κάλλος τοῦ στρατευσαμένου ἡ θεότης αὐτοῦ καὶ ἡ κατὰ πάντων ὑπεροχή. Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε. Ἔντεινον τὰ τόξα σου, φησί, κατευοδοῦ δὲ δεδικαιωμένους ὑπὸ σοῦ, ὧν βασιλεύεις, φησὶν, ἀπαλλάξας αὐτοὺς τοῦ τυράννου. Δείκνυσι νοερὰν οὖσαν τὴν νίκην· ὅπλων γάρ μνημονεύσας, μέμνηται καὶ πραότητος. Πράου δέ ἐστι τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι τοῖς ἀδικουμένοις. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἐπειδὴ γὰρ ῥομφαίας ἐμνημόνευσεν, ἀκόλουθον καὶ δεξιᾶς ἐποιήσατο μνήμην. Δεξιὰ δὲ αὐτοῦ τὰ δεξιὰ βουλεύματα, οἷς κεχρημένος τὴν τῆς ἁμαρτίας οὐκ ἐδέξατο προσβολήν. Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Βέλη τοὺς ἁγίους ἀποστόλους φησὶν, οἱ καὶ ἐν καρδίᾳ καιρίας δεδώκασι πληγὰς τοῖς ἐχθροῖς τοῦ Βασιλέως τῶν βασιλευόντων. Ταῦτα δὲ τὰ βέλη, πλήξαντα εἰς καρδίαν τοὺς νοητοὺς ἐχθροὺς, ἴσχυσε προσενέγκαι τὴν ὑπ᾿ οὐρανὸν ὑπὸ πόδας Χριστοῦ, καὶ τῆς αὐτοῦ βασιλείας ὑποθεῖναι τοῖς ζυγοῖς. Ἐν ὑπερβατῷ δὲ οἱ στίχοι, ἵνα ὦσιν οὕτως · Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίαις τῶν ἐχθρῶν τοῦ βασιλέως. Ο θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οἱ κεκλημένοι διὰ τῶν ἀποστόλων, ὁμολογοῦντες τοῦ Μονογενοῦς τὴν θεότητα, φασίν· Ο θρόνος σου, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἡ εὐθύτης παρὰ τῇ θείᾳ Γραφῇ δικαιοσύνην σημαίνει. Λέγει τοίνυν, ὡς οἱ βασιλευόμενοι παρὰ Χριστοῦ, τὴν τῆς δικαιοσύνης μάθοιεν βαδίζειν ὁδόν. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. Ἐπειδὴ, τὴν τροπὴν παθοῦσα, ἡ ἀνθρώπων φύσις καταλείψασα τὴν δικαιοσύνην ἠγάπησε τὴν ἀνομίαν, ταύτῃ τοι γέγονεν ἄνθρωπος ὁ Μονογενής, κατορθῶν ἐν ἑαυτῷ τῇ ἀνθρώπων φύσει τὸ ἀγαπᾶν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν· καὶ ἡ τῆς ἐνανθρωπήσεως αὕτη αἰτία. Διό φησιν· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός. Διὰ τοῦτο δὲ, ποῖον ; ἢ ὥστε καὶ τοὺς ἐν μεθέξει σου γενομένους ἀγαλλιᾶσθαι· ἅτε δὴ ὡς ἡλεημένους διὰ τὸ κατωρθῶσθαι αὐτοῖς διὰ σοῦ τὸ ἀγαπᾶν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἐπὶ τοῦτο ἤλειψέ σε ὁ Θεὸς, ὁ Θεός σου, φησί· τὸ γὰρ ἔχρισεν, ἤλειψεν ἑρμηνεύεται. Συνῆπται δὲ ἡ τούτου ἑρμηνεία ἄνωθεν εἰς τὸ, Ἠγάπησας δικαιοσύνην. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Ἱμάτια τοῦ Μονογενοῦς νοηθεῖεν ἂν δυνάμεις, μεγαλοπρέπεια, δόξα, κατὰ τὸ ῾Ο Κύριος περικαλλεστάτας φησίν. Βασιλέας δὲ ὀνομάζει τοὺς ἐβασίλευσεν, εὑπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Αὕτη δὴ οὖν ἡ δόξα αὐτοῦ καὶ ἡ μεγαλοπρέπεια εὐώδης γέγονεν ἡμῖν, καὶ ὡς ἐν τάξει θυμιάματος παντὸς κατὰ τὸ ἀλλαχοῦ εἰρημένον· Μύρον ἐκκενωθὲν ὄνομά σου· καὶ τὸ, Εἰς ὀσμὴν εὐωδίας του δραμοῦμαι. Ἔστιν ἡ στακτὴ σμύρνης εἶδος λεπτότατον· ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ὅσον μὲν γὰρ αὐτοῦ ῥυτὸν εἰς στακτὴν τὸ δὲ παχύτερον ἀπομένον σμύρνα ἀπομερίζεται προσαγορεύεται. Ἡ δὲ κασία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ξυλώδη κάρφη περιτεινόμενος. Ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν ηὔφρανάν σε. Βάρεις μὲν οἱ πολυτελεῖς καὶ ἐξαίρετοι οἶκοι, ἤτοι οἱ ναοί. Ελεφαντίνας δὲ τὰς ἀπεξεσμένας οἱονεὶ καὶ ἁγίους ἀποστόλους, οἳ καὶ συμβασιλεύουσι τῷ Χριστῷ. Θυγατέρας δὲ αὐτῶν τὰς δι᾿ αὐτῶν εἰς θεογνωσίαν ἀναγεγεννημένας ψυχὰς, αϊ καὶ ναοὺς τὰς ἑαυτῶν καρδίας ἀποτελοῦσι περικαλλεστάτους, εἰς τιμὴν τοῦ Θεοῦ εὐφραινούσας αὐτόν. Ὅμοιον οὖν ὡς εἰ λέγῃ· Εὐφρανθήσῃ, φησὶν, ὦ Δέσποτα, ἀπὸ βάρεων ἐλεφαντίνων ὧν κατεσκεύασαν εἰς σὴν τιμὴν αἱ τῶν βασιλέων θυγατέρες. Παρέστη ή βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Βασίλισσα μὲν ἡ Ἐκκλησία, ὡς νύμφη γενομένη τοῦ μεγάλου βασιλέως· ἡ δὲ στάσις ἡ ἐκ δεξιῶν τὴν τιμὴν σημαίνει ἧς ἀπολαύσει ἐν τῷ μέλλοντι αἰῶνι· ἱματισμὸς δὲ αὐτῆς ποικίλος πίστις, ἐλπὶς, ἀγάπη· ἔχει δὲ καὶ ἕτερον ἱμάτιον λαμπρότερον, τὸν Χριστὸν αὐτόν. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ῎Ακουσον, θύγατερ, καὶ ἴδε. Καὶ πάλιν ὡς πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος οὗτος. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐκ ἂν γάρ τις καθαρὸς τῇ διὰ Χριστοῦ προσέρχεται πίστει, μὴ παντελῆ λήθην τῶν προτέρων ποιησάμενος κακῶν. Λαὸς δὲ πάλαι τῆς Ἐκκλησίας οἱ εἰδωλολάτραι. Οἶκος δὲ τοῦ πατρὸς αὐτῆς, οἱ σοφοὶ τοῦ αἰῶνος, ἐν οἷς κατοικεῖ ὥσπερ ἐν οἴκοις ὁ Σατανᾶς. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Ἀπὸ ἑνὸς ἔθνους, τοῦ Τυρίων φημὶ, τὴν τῶν ἐθνῶν κλῆσιν κατασημαίνει. Τοὺς Τυρίους δὲ ὠνόμασε, διὰ τὸ μάλιστα αὐτοὺς ἐχθροὺς εἶναι τοῦ εὐσεβοῦς πολιτεύματος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Τοῦτό φησιν εὐαγγελιζόμενος καὶ αὐτοὺς τοὺς βασιλεῖς, καὶ τοὺς ἐν ὑπεροχαῖς ὄντας Προσκύνησον τὴν Ἐκκλησίαν, ἤτοι τὸν ἑαυτῆς Κύριον. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς. Τὸ εὐσεβὲς ἔσωθεν σημαίνει· νοητὸς γὰρ ὁ κόσμος τῆς Ἐκκλησίας· κροσσοὺς δὲ τὰς πολυειδεῖς ἀρετάς. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ὅμοιον τὸ, Αρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Πάλιν δὲ διὰ τῆς παρθένου τὴν Ἐκκλησίαν σημαίνει· Ἡρμοσάμην γὰρ ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Θεῷ. Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Τῆς γὰρ παρθενίας πλησίον ἡ ἐγκράτεια. Ὅσαι τοίνυν ἐγκρατεύονται ψυχαὶ δηλονότι ἀπὸ πράξεων πονηρῶν, καὶ αὐταὶ συναπαχθήσονται. Συμβαίνει δὲ τὰς ἀπαγομένας εὐφροσύνην καὶ ἀγαλλίασιν αἰώνιον εὑρεῖν. Ἀχθήσονται εἰς ναὸν βασιλέως. Τὸν ἐπουράνιόν φησιν. ᾿Αντὶ τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σου. Ἐπειδὴ εἶπεν αὐτῇ, Ἐπιλάθου τοῦ πατρός σου, φησὶν, ἀντὶ τῶν πάλαι πατέρων σου, τουτέστιν ἀντὶ τῶν διδασκάλων, ἔσονταί σοι υἱοί. Υἱοὺς δὲ τοὺς ἁγίους ἀποστόλους φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου Οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; Ἢ καὶ τούτους τῶν Ἐκκλησιῶν ἡγουμένους, οι γεγόνασι μὲν τῆς Ἐκκλησίας υἱοὶ, κατεστάθησαν δὲ ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν παρὰ τοῦ Κυρίου Ἰησοῦ, κατὰ τὸ εἰρημένον· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη. Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν· μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τῶν θείων συγγραμμάτων δηλονότι· ἐν ταῖς ἱεραῖς συλλαβαῖς μνημονεύεται τὸ τοῦ Θεοῦ ὄνομα. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα. Διὰ τὸ κήρυγμα · ὡς πρὸς τὸν Χριστὸν δὲ ὁ λόγος. Διὰ τὸ μνημονεύειν αὐτοὺς διὰ τῶν Γραφῶν τῶν θαυμασίων τοῦ Θεοῦ ὧν ἐποίησεν ἀπὸ γενεῶν ἀρχαίων, καὶ διδάσκειν τὰς ἐρχομένας γενεάς. Εἰς τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ ὑπὲρ τῶν κρυφίων. Ε
Eis to telos hyper tōn alloiōthēsomenōn tois huiois Kore eis synesin, ǭdē hyper tou Agapētou. MD΄. Hypothesis. Tēn prokeimenēn ǭdēn anatithēsi tǭ ᾿Agapētǭ ho Dauïd, toutesti Christǭ, tǭ ep᾿ eschatōn tōn hēmerōn elēlythoti, kai tēn alloiōsin pepoiēkoti, toutesti, tēn metabolēn tēn ex eidōlolatreias eis theosebeian. Memnētai de kai tōn huiōn Kore, eis tous apostolous anapempōn to prosōpon. Tauta de panta anankaion synienai hēmas; dio kai eis synesin epigegraptai. Exēreuxato hē kardia mou logon agathon. Touto phēsin ho Patēr peri tou Huiou; gegenētai gar Theos ek Theou. Legō egō ta erga mou tǭ basilei. "Ōsper basileus hyparchōn hōs Theos eis basileias archēn legetai erchesthai dia to sesarkōsthai auton; houtō kai haper oide physikōs hōs Theos, tauta palin akouein legetai dia to anthrōpinon oikonomikōs. Hē glōssa mou kalamos grammateōs oxygraphou. Hon eirēke logon, touton kai glōssan autou apokalei. Kalamos de grammateōs oxygraphou ōnomastai, dia to legein ti kai eutheōs ginesthai, hōs to; Thelō, katharisthēti; kai eutheōs ekatharisthē; kai, Neaniske, soi legō, egerthēti; kai eutheōs anestē. Ou mēn alla kai to; Logon syntetmēmenon poiēsei Kyrios en tę̄ oikoumenę̄ holę̄. Hōraios kallei para tous huious tōn anthrōpōn. Tēn synkrisin tou agathou Pneumatos estin idein aph᾿ hōn ho Iōannēs phēsin, hoti Ho nomos dia Mōseōs edothē, hē de charis kai hē alētheia dia Iēsou Christou egeneto. Kalamos gar kalos kai ho Mōseōs ; egrapse gar hēmin nomon paidagōgon alla ou toioutos hōs kai egrapse ta onomata hēmōn en ouranois. Exechythē charis en cheilesi sou. Glykyphōnos gar ho Kyrios hēmōn legōn; Egō ēlthon hina zōēn echōsi, kai perissoteron echōsi; kai, Egō eimi ho artos ho ek tou ouranou katabas; kai, didous zōēn tǭ kosmǭ. Perizōsai tēn rhomphaian sou epi ton mēron sou, dynate. Eis machēn tēn hyper hēmōn diegeirei ton Monogenē. Eita kai epeidē stratiōtikon autǭ schēma dedōken, rhomphaian eipōn, kai mēron prosepagei. Autou gar hōs Theou, kai ouk exōthen hē rhomphaia ; dynatos gar esti, toutesti tōn dynameōn Kyrios; kai touto kata physin autǭ. Esti de kai hōraios men tois epegnōkosi tēn epiphaneian autou, kai to hyperkosmion kallos katanoein dynamenois. Tǭ de mērǭ tēn rhomphaian enērmosen pros tēn tōn apistountōn apeilēn kai tōn antikeimenōn tas phalangas. Peri goun tōn apeithountōn phēsin ho psalmos; Ean mē epistraphēte, tēn romphaian autou stilbōsei. Tę̄ hōraiotēti sou kai tǭ kallei sou. Ōraiotēs de kai kallos tou strateusamenou hē theotēs autou kai hē kata pantōn hyperochē. Kai enteinon, kai kateuodou, kai basileue. Enteinon ta toxa sou, phēsi, kateuodou de dedikaiōmenous hypo sou, hōn basileueis, phēsin, apallaxas autous tou tyrannou. Deiknysi noeran ousan tēn nikēn; hoplōn gar mnēmoneusas, memnētai kai praotētos. Praou de esti ta men eis heauton apheinai tois adikoumenois. Kai hodēgēsei se thaumastōs hē dexia sou. Epeidē gar rhomphaias emnēmoneusen, akolouthon kai dexias epoiēsato mnēmēn. Dexia de autou ta dexia bouleumata, hois kechrēmenos tēn tēs hamartias ouk edexato prosbolēn. Ta belē sou ēkonēmena, dynate. Belē tous hagious apostolous phēsin, hoi kai en kardią kairias dedōkasi plēgas tois echthrois tou Basileōs tōn basileuontōn. Tauta de ta belē, plēxanta eis kardian tous noētous echthrous, ischyse prosenenkai tēn hyp᾿ ouranon hypo podas Christou, kai tēs autou basileias hypotheinai tois zygois. En hyperbatǭ de hoi stichoi, hina ōsin houtōs ; Ta belē sou ēkonēmena, dynate, en kardiais tōn echthrōn tou basileōs. O thronos sou, ho Theos, eis ton aiōna tou aiōnos. Hoi keklēmenoi dia tōn apostolōn, homologountes tou Monogenous tēn theotēta, phasin; O thronos sou, ho Theos eis ton aiōna tou aiōnos. Rhabdos euthytētos hē rhabdos tēs basileias sou. Hē euthytēs para tę̄ theią Graphę̄ dikaiosynēn sēmainei. Legei toinyn, hōs hoi basileuomenoi para Christou, tēn tēs dikaiosynēs mathoien badizein hodon. Ēgapēsas dikaiosynēn, kai emisēsas anomian. Epeidē, tēn tropēn pathousa, hē anthrōpōn physis kataleipsasa tēn dikaiosynēn ēgapēse tēn anomian, tautę̄ toi gegonen anthrōpos ho Monogenēs, katorthōn en heautǭ tę̄ anthrōpōn physei to agapan dikaiosynēn kai misein anomian; kai hē tēs enanthrōpēseōs hautē aitia. Dio phēsin; Dia touto echrise se ho Theos. Dia touto de, poion ? ē hōste kai tous en methexei sou genomenous agalliasthai; hate dē hōs hēleēmenous dia to katōrthōsthai autois dia sou to agapan dikaiosynēn kai misein anomian. Dia touto echrise se ho Theos, ho Theos sou. Epi touto ēleipse se ho Theos, ho Theos sou, phēsi; to gar echrisen, ēleipsen hermēneuetai. Synēptai de hē toutou hermēneia anōthen eis to, Ēgapēsas dikaiosynēn. Smyrna kai staktē kai kasia apo tōn himatiōn sou. Himatia tou Monogenous noētheien an dynameis, megaloprepeia, doxa, kata to ῾O Kyrios perikallestatas phēsin. Basileas de onomazei tous ebasileusen, heuprepeian enedysato, enedysato Kyrios dynamin kai periezōsato. Hautē dē oun hē doxa autou kai hē megaloprepeia euōdēs gegonen hēmin, kai hōs en taxei thymiamatos pantos kata to allachou eirēmenon; Myron ekkenōthen onoma sou; kai to, Eis osmēn euōdias tou dramoumai. Estin hē staktē smyrnēs eidos leptotaton; ekthlibentos gar tou arōmatos, hoson men gar autou rhyton eis staktēn to de pachyteron apomenon smyrna apomerizetai prosagoreuetai. Hē de kasia phloios tis esti leptotatos kai euōdēs, xylōdē karphē periteinomenos. Apo bareōn elephantinōn ex hōn ēuphranan se. Bareis men hoi polyteleis kai exairetoi oikoi, ētoi hoi naoi. Elephantinas de tas apexesmenas hoionei kai hagious apostolous, hoi kai symbasileuousi tǭ Christǭ. Thygateras de autōn tas di᾿ autōn eis theognōsian anagegennēmenas psychas, aï kai naous tas heautōn kardias apotelousi perikallestatous, eis timēn tou Theou euphrainousas auton. Homoion oun hōs ei legę̄; Euphranthēsę̄, phēsin, ō Despota, apo bareōn elephantinōn hōn kateskeuasan eis sēn timēn hai tōn basileōn thygateres. Parestē ē basilissa ek dexiōn sou en himatismǭ diachrysǭ. Basilissa men hē Ekklēsia, hōs nymphē genomenē tou megalou basileōs; hē de stasis hē ek dexiōn tēn timēn sēmainei hēs apolausei en tǭ mellonti aiōni; himatismos de autēs poikilos pistis, elpis, agapē; echei de kai heteron himation lamproteron, ton Christon auton. Hosoi gar, phēsin, eis Christon ebaptisthēte, Christon enedysasthe. ᾿Akouson, thygater, kai ide. Kai palin hōs pros tēn Ekklēsian ho logos houtos. Kai epilathou tou laou sou kai tou oikou tou patros sou. Ouk an gar tis katharos tę̄ dia Christou proserchetai pistei, mē pantelē lēthēn tōn proterōn poiēsamenos kakōn. Laos de palai tēs Ekklēsias hoi eidōlolatrai. Oikos de tou patros autēs, hoi sophoi tou aiōnos, en hois katoikei hōsper en oikois ho Satanas. Kai thygatēr Tyrou en dōrois. Apo henos ethnous, tou Tyriōn phēmi, tēn tōn ethnōn klēsin katasēmainei. Tous Tyrious de ōnomase, dia to malista autous echthrous einai tou eusebous politeumatos. To prosōpon sou litaneusousin hoi plousioi tou laou. Touto phēsin euangelizomenos kai autous tous basileis, kai tous en hyperochais ontas Proskynēson tēn Ekklēsian, ētoi ton heautēs Kyrion. Pasa hē doxa tēs thygatros tou basileōs esōthen en krossōtois chrysois. To eusebes esōthen sēmainei; noētos gar ho kosmos tēs Ekklēsias; krossous de tas polyeideis aretas. Apenechthēsontai tǭ basilei parthenoi opisō autēs. Homoion to, Arpagēsometha en nephelais eis apantēsin tou Kyriou eis aera. Palin de dia tēs parthenou tēn Ekklēsian sēmainei; Hērmosamēn gar hymas parthenon hagnēn parastēsai tǭ Theǭ. Hai plēsion autēs apenechthēsontai soi. Tēs gar parthenias plēsion hē enkrateia. Hosai toinyn enkrateuontai psychai dēlonoti apo praxeōn ponērōn, kai autai synapachthēsontai. Symbainei de tas apagomenas euphrosynēn kai agalliasin aiōnion heurein. Achthēsontai eis naon basileōs. Ton epouranion phēsin. ᾿Anti tōn paterōn sou egennēthēsan huioi sou. Epeidē eipen autę̄, Epilathou tou patros sou, phēsin, anti tōn palai paterōn sou, toutestin anti tōn didaskalōn, esontai soi huioi. Huious de tous hagious apostolous phēsi, kata to eirēmenon hypo tou Kyriou Hoi huioi hymōn en tini ekbalousi? Ē kai toutous tōn Ekklēsiōn hēgoumenous, oi gegonasi men tēs Ekklēsias huioi, katestathēsan de archontes epi pasan tēn gēn para tou Kyriou Iēsou, kata to eirēmenon; Poreuthentes, mathēteusate panta ta ethnē. Katastēseis autous archontas epi pasan tēn gēn; mnēsthēsontai tou onomatos sou en pasę̄ geneą kai geneą. Dia tōn theiōn syngrammatōn dēlonoti; en tais hierais syllabais mnēmoneuetai to tou Theou onoma. Dia touto laoi exomologēsontai soi eis ton aiōna. Dia to kērygma ; hōs pros ton Christon de ho logos. Dia to mnēmoneuein autous dia tōn Graphōn tōn thaumasiōn tou Theou hōn epoiēsen apo geneōn archaiōn, kai didaskein tas erchomenas geneas. Eis telos hyper tōn huiōn Kore hyper tōn kryphiōn. E
To the end, for those who will be changed, for the sons of Korah, for understanding; a song for the Beloved. 44. Argument. David dedicates the song before us to the Beloved, that is, to Christ, who came at the last of the days and brought about the change, that is, the change from idolatry to godliness. He also mentions the sons of Korah, referring the person to the apostles. And it is necessary for us to understand all these things; that is why it is also entitled “for understanding.” “My heart has poured forth a good word.” The Father says this about the Son; for he was begotten God from God. “I speak my works to the king.” Just as, though he is king as God, he is said to come into the rule of a kingdom because he took flesh, so too what he knows by nature as God, he is said to hear again because of the human, by the dispensation. “My tongue is the pen of a swift scribe.” The Word that he spoke he also calls his tongue. And it is named the pen of a swift scribe because he says something and it happens at once, as in “I will; be clean,” and at once he was cleansed; and “Young man, I say to you, arise,” and at once he rose. Moreover, there is also “The Lord will make a cut-short word in the whole world.” “Beautiful in beauty beyond the sons of men.” The comparison with the good Spirit can be seen from what John says, that “the law was given through Moses; grace and truth came through Jesus Christ.” For Moses’ pen too was a good one; for he wrote for us a law as a tutor; but not such as to write our names in heaven. “Grace has been poured out on your lips.” For our Lord is sweet-voiced, saying, “I came that they may have life, and have it more abundantly,” and “I am the bread that came down from heaven,” and “giving life to the world.” “Gird your sword upon your thigh, O mighty one.” He rouses the Only-begotten to the battle on our behalf. Then, since he has given him a soldier’s bearing in speaking of a sword, he also adds the thigh. For the sword is his own as God, and not from outside; for he is mighty, that is, the Lord of the powers; and this belongs to him by nature. And he is beautiful to those who have recognized his appearing and are able to contemplate the beauty above the world. He fitted the sword to the thigh against the threat of the unbelieving and the ranks of the adversaries. At any rate the psalm says of the disobedient, “Unless you turn back, he will burnish his sword.” “In your comeliness and your beauty.” The comeliness and beauty of the one who went to war is his divinity and his pre-eminence over all. “And bend your bow, and prosper, and reign.” Bend your bows, he says, and prosper those who have been justified by you, over whom you reign, he says, having freed them from the tyrant. He shows that the victory is spiritual; for having mentioned weapons, he also mentions meekness. And it belongs to the meek to forgive the wrongs done to himself. “And your right hand will guide you wonderfully.” For since he had mentioned a sword, it followed that he should also mention a right hand. His right hand is his right counsels, using which he did not admit the assault of sin. “Your arrows are sharpened, O mighty one.” By arrows he means the holy apostles, who in the heart also dealt deadly wounds to the enemies of the King of those who reign. These arrows, having struck the spiritual enemies in the heart, were able to bring the world under heaven under the feet of Christ and to put it under the yoke of his kingdom. The lines are in transposed order, so that they run thus: “Your arrows are sharpened, O mighty one, in the hearts of the king’s enemies.” “Your throne, O God, is for ever and ever.” Those called through the apostles, confessing the divinity of the Only-begotten, say, “Your throne, O God, is for ever and ever.” “A sceptre of uprightness is the sceptre of your kingdom.” In the divine Scripture uprightness signifies righteousness. He says, then, that those ruled by Christ will learn to walk the way of righteousness. “You loved righteousness and hated lawlessness.” Since human nature, having suffered change, abandoned righteousness and loved lawlessness, for this reason the Only-begotten became man, achieving in himself for human nature the loving of righteousness and the hating of lawlessness; and this is the cause of the becoming man. That is why he says, “Therefore God anointed you.” “Therefore,” for what? Surely so that those who have come to share in you may also rejoice, as having received mercy, since loving righteousness and hating lawlessness has been achieved for them through you. “Therefore God, your God, anointed you.” For this, he says, God, your God, anointed you with oil; for “anointed” is interpreted “smeared with oil.” And the interpretation of this has been joined above to “You loved righteousness.” “Myrrh and stacte and cassia from your garments.” The garments of the Only-begotten might be understood as powers, majesty, glory, according to “The Lord reigned, he put on majesty; the Lord put on power and girded himself.” And this glory and majesty of his has become fragrant to us, as in the rank of every incense, according to what is said elsewhere: “Your name is ointment poured out,” and “We will run after the fragrance of your ointment.” Stacte is the finest kind of myrrh; for when the spice is pressed, what flows from it is set apart as stacte, and the thicker part that remains is called myrrh. And cassia is a very fine and fragrant bark, stretched around woody twigs. “From ivory palaces, from which they gladdened you.” Palaces are the costly and choice houses, that is, the temples. And by ivory he means those that are polished, as it were; and … the holy apostles, who also reign together with Christ. And their daughters are the souls reborn through them to the knowledge of God, who also make their own hearts most beautiful temples, gladdening him to the honour of God. So it is as if he said: you will be gladdened, O Master, from the ivory palaces that the daughters of kings have built to your honour. … very beautiful, he says. And he calls kings … “The queen stood at your right hand in clothing woven with gold.” The queen is the Church, as having become the bride of the great King; and the standing at the right hand signifies the honour that she will enjoy in the age to come; and her many-coloured clothing is faith, hope, love; and she has another, more splendid garment, Christ himself. For “As many of you as were baptized into Christ,” it says, “have put on Christ.” “Hear, O daughter, and see.” This word too is addressed as to the Church. “And forget your people and your father’s house.” For no one comes pure to faith in Christ without utterly forgetting his former evils. The Church’s people of old were the idolaters; and her father’s house is the wise of this age, in whom Satan dwells as in houses. “And the daughter of Tyre with gifts.” From one nation, that of the Tyrians, I mean, he signifies the calling of the nations. And he named the Tyrians because they were above all the enemies of the godly commonwealth. “The rich of the people will entreat your face.” He says this proclaiming the good news to the kings themselves and to those in high positions: worship the Church, that is, her Lord. “All the glory of the king’s daughter is within, in golden fringes.” It signifies the godliness within; for the adornment of the Church is spiritual; and by fringes he means the manifold virtues. “Virgins will be brought to the king after her.” Similar is “We will be caught up in the clouds to meet the Lord in the air.” And again by the virgin he signifies the Church; for “I betrothed you to present you as a pure virgin to God.” “Her companions will be brought to you.” For self-control is near to virginity. As many souls, then, as practise self-control, from wicked deeds, clearly, they too will be brought along with her. And it follows that those brought find eternal gladness and rejoicing. “They will be led into the temple of the king”: the heavenly one, he means. “In place of your fathers sons have been born to you.” Since he said to her, “Forget your father,” he says: in place of your fathers of old, that is, in place of your teachers, you will have sons. By sons he means the holy apostles, according to what the Lord said: “By whom do your sons cast them out?” Or also those who lead the churches, who became sons of the Church and were appointed rulers over all the earth by the Lord Jesus, according to the saying, “Go and make disciples of all the nations.” “You will make them rulers over all the earth; they will remember your name in every generation and generation”: through the divine writings, clearly; in the sacred syllables the name of God is remembered. “Therefore peoples will give thanks to you for ever”: because of the preaching; and the word is addressed as to Christ. Because they remember through the Scriptures the wonders of God that he did from ancient generations, and teach the generations to come. “To the end, for the sons of Korah, concerning the hidden things.”
Ps 45:1–17 (44:2-Ps LXX) (quotation, high confidence) · Heb 1:8–9 (allusion, high confidence) · Matt 8:3 (quotation, high confidence) · Luke 7:14 (quotation, high confidence) · Isa 10:23 (quotation, high confidence) · Rom 9:28 (quotation, medium confidence) · John 1:17 (quotation, high confidence) · Gal 3:24 (allusion, high confidence) · Luke 10:20 (allusion, high confidence) · John 10:10 (quotation, high confidence) · John 6:51 (quotation, high confidence) · John 6:33 (quotation, high confidence) · Ps 7:12 (7:13 LXX) (quotation, high confidence) · 1 Tim 6:15 (allusion, medium confidence) · Ps 93:1 (92:1 LXX) (quotation, high confidence) · Song 1:3 (quotation, high confidence) · Song 1:4 (quotation, high confidence) · 1 Cor 13:13 (allusion, medium confidence) · Gal 3:27 (quotation, high confidence) · 1 Thess 4:17 (quotation, high confidence) · 2 Cor 11:2 (quotation, high confidence) · Matt 12:27 (quotation, high confidence) · Matt 28:19 (quotation, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 44 (Psalm 45 in English Bibles) as the Father’s song of the Son, the Beloved: his divinity and incarnation, his spiritual victory through the apostles, and the Church as his bride and queen.
- In the comment on Ps 45:8–9 (LXX 44:9–10) lines from two places are interleaved in the scan OCR, and the lemma about “kings’ daughters” is lost; the words are translated in their evident order, and broken phrases are marked … (“very beautiful, he says. And he calls kings …”). “The comparison with the good Spirit” translates the printed τὴν σύγκρισιν τοῦ ἀγαθοῦ Πνεύματος; its connection to the verse is unclear. The words “To the end, for the sons of Korah, concerning the hidden things” at the end are the title of the next psalm (LXX 45), printed here in the scan OCR, followed by a stray letter (Ε), not translated. “God from God” is the commentary’s phrase. Quotations and allusions: Heb 1:8–9; Matt 8:3; Luke 7:14; Isa 10:23 (Rom 9:28); John 1:17; Gal 3:24; Luke 10:20; John 10:10; John 6:51; John 6:33; Ps 7:12 (LXX 7:13); 1 Tim 6:15; Ps 93:1 (LXX 92:1); Song 1:3–4; 1 Cor 13:13; Gal 3:27; 1 Thess 4:17; 2 Cor 11:2; Matt 12:27; Matt 28:19. Psalm verses are given in the Protestant numbering (Psalm 45); the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (Latin letter in the scan OCR; OCR slip; OCR slip, words run together; stray mark in the scan OCR; word split at a line break; words run together): των ανθρώ πων → τῶν ἀνθρώπων; Γλυ κύφωνος → Γλυκύφωνος; γὰρὡς → γὰρ ὡς; ἔντεινοr → ἔντεινον; βα σιλευόντων → βασιλευόντων; ἐἑλεφαντίνων → ἐλεφαντίνων; αὐ“τόν → αὐτόν; ἔσω θεν → ἔσωθεν; Αὐπλησίον → Αἱ πλησίον; ἔσυνταί → ἔσονταί; συγγραμ μάτων → συγγραμμάτων.
Topics: Christology, Trinity
Cite (SBL): Athanasius, Exp. Ps. 44 (PG 27:207–214; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/44). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/44
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-44) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 45
45PG 27:213–218
ΨΑΛΜΟΣ ΜΕ'. Υπόθεσις. Τὴν τῶν ἐθνῶν κλῆσιν ὁ παρὼν κατασημαίνει ψαλμὸς, καὶ τῶν νοητῶν ἐχθρῶν ἐκβολὴν, καὶ τὴν κάθειρξιν αὐτῶν τὴν ἐν τῇ ἀβύσσῳ. Ἐπειδὴ δὲ ταῦτα ὥσπερ διὰ παραβολῶν εἴρηται, εἰκότως ὑπὲρ κρυφίων ἐπιγέγραπται ὁ ψαλμός. "Αδουσι δὲ αὐτὸν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ πρό γε πάντων οἱ ἀπόστολοι αὐτοῦ. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις. Ταῦτά φησι διὰ τοὺς ἐπαναστάντας αὐτοῖς παρὰ τῶν νοητῶν τε καὶ αἰσθητῶν ἐχθρῶν διωγμούς. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν. Διὰ τὸ ἔχειν σε, φησὶν, βοηθὸν, πάσης ταραχῆς ἐπανισταμένης ἡμῖν καταφρονήσομεν. Ἐταράττετο γὰρ ἡ πᾶσα γῆ, ἀρχομένου τοῦ κηρύγματος, τῶν μενόντων ἐν ἀπιστίᾳ ἐπανισταμένων τοῖς πιστεύουσι τῷ κηρύγματι. Καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Καρδίας θαλασσῶν τὰς ἀβύσσους φησίν · ὄρη δὲ τὰς ἀντικειμένας δυνάμεις. Ὡς μέλλοντες οὖν εἰς τὴν ἄβυσσον ἐκβάλλεσθαι οἱ δαίμονες, διήγειρον τὸν κατ' αὐτῶν πόλεμον. Ἀλλ᾿ οὐ φοβηθησόμεθα τοὺς τοιούτους, φασίν. [Βοηθὸς ἐν θλίψεσι. Διὰ τὸ ἔχειν σε, φησί, βοηθὸν, πάσης ταραχῆς ἐπανισταμένης ἡμῖν καταφρονήσομεν. Ἤ ὄρη τοὺς δαίμονάς φησι, τοὺς πάλαι ὑψηλοὺς καὶ περιφανεῖς, καὶ ὄρεσι διὰ τοῦτο ὁμοιουμένους.] Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Ὕδατα ἐν τούτοις τὰ πλήθη φησὶν, ἃ καὶ συνετάραξε τὸ ξένον τοῦ κηρύγματος. Έταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Ἡ ἰσχὺς, φησὶ, τοῦ κηρυττομένου κατέσεισε τοὺς ἀκαθάρτους δαίμονας τοὺς πάλαι ὑψηλοὺς καὶ περιφανεῖς, καὶ ὄρεσι διὰ τοῦτο ὡμοιομένους. Τοῦ ποταμοῦ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ποταμὸν τὸν εὐαγγελικὸν λόγον φησὶν, ὃς καὶ εὐφραίνει τὴν Ἐκκλησίαν. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος. "Αγιος γάρ ἐστιν ἐν ἁγίοις ἀναπαυόμενος, κατασκηνῶν ἐν ἁγίοις· ἥτις ἐστὶν ἡ Ἐκκλησία. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται, τῆς Ἐκκλησίας δηλονότι. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ. Τὸ νεῦσαι πρωΐ περὶ τὸν ὄρθρον. Τὸ γὰρ, βοηθήσει αὐτῇ, καὶ ἐνταῦθα τὸ πρόσωπον τῆς Ἐκκλησίας νοηθεῖεν ἂν οἱ ἅγιοι ἀπόστολοι, καὶ οἱ κατὰ διαδοχὴν ἡγούμενοι αὐτῆς, οὓς καὶ νευροῖ συντόνως πρὸς τὸ δύνασθαι ἀντιλαμβάνεσθαι τοῦ κηρύγματος. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι. Ἐπολέμησαν μὲν, φησὶν, κατὰ τῆς Ἐκκλησίας τὰ ἔθνη· ἀλλ᾽ ὅμως ἔκλιναν αὐτῶν οἱ βασιλεῖς, τουτέστιν ἥττηνται καὶ πεφεύγασιν· ἀλλ᾽ ὕστερον ἔκαμψαν καὶ αὐτοὶ τῷ Χριστῷ αὐχένα. Λέγει γὰρ, ὅτι ταχὺ οἰκοδομηθήσῃ ὑφ᾽ ὧν καθῃρέθης. Ὕψωσαν γὰρ τὴν Ἐκκλησίαν, παγκάλως δῶρα προσφέροντες. Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὑψιστος, καὶ ἐσαλεύθη ἡ γῆ. Ὁ Χριστὸς ἐπὶ σταυροῦ. Φωνὴν αὐτοῦ τὸν εὐαγγελικὸν λόγον φησίν. Ἐὰν γὰρ ἀκούσῃ φωνὴν Κυρίου ψυχή λογική, σαλεύεται μεταβαίνουσα ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Τὴν νίκην τὴν γενομένην κατὰ τῶν νοητῶν ἐχθρῶν αὐτῷ τῷ Κυρίῳ ἀνατίθησιν. Εὐκαίρως δὲ τοῦ Ἰακὼβ ἡ μνήμη διὰ τὴν πάλην τὴν γενομένην πρὸς αὐτόν. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. Τὴν γενομένην διὰ τοῦ κηρύγματος εἰρήνην κατασημαίνει, διὰ τοῦ πάντα πόλεμον λέγειν πεπαῦσθαι ἀπὸ τῆς γῆς. Τέρατα δὲ τοὺς ἀφανισμοὺς, ἤτοι τὰς καταργήσεις, φησίν· κατήργησε γὰρ πάντα πόλεμον. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεούς κατακαύσει ἐν πυρί. Τόξον νῦν, καὶ τὸ ὅπλον, καὶ ὁ θυρεὸς κατάστασιν χειρίστην σημαίνει, καὶ λογισμοὺς πονηρούς. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Εἰ μὴ γάρ τις πάσης κοσμικῆς φροντίδος γένηται ἐκτὸς, οὐ δύναται γνῶναι τὸν Θεόν. Σχολῆς γὰρ χρεία πρὸς τὸ γνῶναι τὸν Θεόν. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Τὴν ἐπικράτησιν τοῦ κηρύγματος τὴν κατὰ τῶν ἐθνῶν αὐτοῖς ἐπαγγέλλεται. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Τὴν εὐχαριστίαν ἀναδιπλασιάζουσιν οἱ εἰς Χριστὸν πιστεύσαντες. Εἰς τέλος ὑπὲρ τῶν υἱῶν Κορέ
PsALMOS ME'. Ypothesis. Tēn tōn ethnōn klēsin ho parōn katasēmainei psalmos, kai tōn noētōn echthrōn ekbolēn, kai tēn katheirxin autōn tēn en tę̄ abyssǭ. Epeidē de tauta hōsper dia parabolōn eirētai, eikotōs hyper kryphiōn epigegraptai ho psalmos. "Adousi de auton hoi pisteusantes eis Christon, kai pro ge pantōn hoi apostoloi autou. Ho Theos hēmōn kataphygē kai dynamis. Tauta phēsi dia tous epanastantas autois para tōn noētōn te kai aisthētōn echthrōn diōgmous. Dia touto ou phobēthēsometha en tǭ tarassesthai tēn gēn. Dia to echein se, phēsin, boēthon, pasēs tarachēs epanistamenēs hēmin kataphronēsomen. Etaratteto gar hē pasa gē, archomenou tou kērygmatos, tōn menontōn en apistią epanistamenōn tois pisteuousi tǭ kērygmati. Kai metatithesthai orē en kardiais thalassōn. Kardias thalassōn tas abyssous phēsin ; orē de tas antikeimenas dynameis. Hōs mellontes oun eis tēn abysson ekballesthai hoi daimones, diēgeiron ton kat' autōn polemon. All᾿ ou phobēthēsometha tous toioutous, phasin. [Boēthos en thlipsesi. Dia to echein se, phēsi, boēthon, pasēs tarachēs epanistamenēs hēmin kataphronēsomen. Ē orē tous daimonas phēsi, tous palai hypsēlous kai periphaneis, kai oresi dia touto homoioumenous.] Ēchēsan kai etarachthēsan ta hydata autōn. Hydata en toutois ta plēthē phēsin, ha kai synetaraxe to xenon tou kērygmatos. Etarachthēsan ta orē en tę̄ krataiotēti autou. Hē ischys, phēsi, tou kēryttomenou kateseise tous akathartous daimonas tous palai hypsēlous kai periphaneis, kai oresi dia touto hōmoiomenous. Tou potamou hormēmata euphrainousi tēn polin tou Theou. Potamon ton euangelikon logon phēsin, hos kai euphrainei tēn Ekklēsian. Hēgiase to skēnōma autou ho ῾Ypsistos. "Agios gar estin en hagiois anapauomenos, kataskēnōn en hagiois; hētis estin hē Ekklēsia. Ho Theos en mesǭ autēs, kai ou saleuthēsetai, tēs Ekklēsias dēlonoti. Boēthēsei autę̄ ho Theos to pros prōï. To neusai prōï peri ton orthron. To gar, boēthēsei autę̄, kai entautha to prosōpon tēs Ekklēsias noētheien an hoi hagioi apostoloi, kai hoi kata diadochēn hēgoumenoi autēs, hous kai neuroi syntonōs pros to dynasthai antilambanesthai tou kērygmatos. Etarachthēsan ethnē, eklinan basileiai. Epolemēsan men, phēsin, kata tēs Ekklēsias ta ethnē; all᾽ homōs eklinan autōn hoi basileis, toutestin hēttēntai kai pepheugasin; all᾽ hysteron ekampsan kai autoi tǭ Christǭ auchena. Legei gar, hoti tachy oikodomēthēsę̄ hyph᾽ hōn kathę̄rethēs. Hypsōsan gar tēn Ekklēsian, pankalōs dōra prospherontes. Edōke phōnēn autou ho Hypsistos, kai esaleuthē hē gē. Ho Christos epi staurou. Phōnēn autou ton euangelikon logon phēsin. Ean gar akousę̄ phōnēn Kyriou psychē logikē, saleuetai metabainousa apo kakias eis aretēn, kai apo agnōsias eis epignōsin Theou. Kyrios tōn dynameōn meth' hēmōn, antilēptōr hēmōn ho Theos Iakōb. Tēn nikēn tēn genomenēn kata tōn noētōn echthrōn autǭ tǭ Kyriǭ anatithēsin. Eukairōs de tou Iakōb hē mnēmē dia tēn palēn tēn genomenēn pros auton. Deute kai idete ta erga tou Theou, ha etheto terata epi tēs gēs. Tēn genomenēn dia tou kērygmatos eirēnēn katasēmainei, dia tou panta polemon legein pepausthai apo tēs gēs. Terata de tous aphanismous, ētoi tas katargēseis, phēsin; katērgēse gar panta polemon. Toxon syntripsei, kai synthlasei hoplon, kai thyreous katakausei en pyri. Toxon nyn, kai to hoplon, kai ho thyreos katastasin cheiristēn sēmainei, kai logismous ponērous. Scholasate, kai gnōte, hoti egō eimi ho Theos. Ei mē gar tis pasēs kosmikēs phrontidos genētai ektos, ou dynatai gnōnai ton Theon. Scholēs gar chreia pros to gnōnai ton Theon. Hypsōthēsomai en tois ethnesin, hypsōthēsomai en tę̄ gę̄. Tēn epikratēsin tou kērygmatos tēn kata tōn ethnōn autois epangelletai. Kyrios tōn dynameōn meth' hēmōn, antilēptōr hēmōn ho Theos Iakōb. Tēn eucharistian anadiplasiazousin hoi eis Christon pisteusantes. Eis telos hyper tōn huiōn Kore
A psalm. 45. Argument. The present psalm signifies the calling of the nations, and the casting out of the spiritual enemies and their imprisonment in the abyss. And since these things are said as in parables, the psalm is fittingly entitled “concerning the hidden things.” Those who have believed in Christ sing it, and before all his apostles. “Our God is our refuge and strength.” They say this because of the persecutions raised against them by both spiritual and visible enemies. “Therefore we will not fear when the earth is troubled.” Because we have you as helper, he says, we will despise every disturbance that rises against us. For the whole earth was troubled when the preaching began, as those who remained in unbelief rose up against those who believed the preaching. “And when the mountains are moved into the hearts of the seas.” By the hearts of the seas he means the abysses; and by mountains, the opposing powers. As those who were about to be cast into the abyss, then, the demons stirred up the war against them. But we will not fear such as these, they say. [“A helper in afflictions.” Because we have you as helper, he says, we will despise every disturbance that rises against us. Or by mountains he means the demons, who were of old lofty and conspicuous, and for this reason likened to mountains.] “Their waters roared and were troubled.” By waters here he means the multitudes, which the strangeness of the preaching threw into confusion. “The mountains were troubled by his might.” The strength of what was preached, he says, shook the unclean demons, who were of old lofty and conspicuous, and for this reason likened to mountains. “The rushings of the river gladden the city of God.” By the river he means the word of the Gospel, which also gladdens the Church. “The Most High has sanctified his tent.” For he is holy, resting among the holy, dwelling among the holy; and this is the Church. “God is in her midst, and she will not be shaken”: in the midst of the Church, clearly. “God will help her toward morning.” … to nod at morning, about daybreak. For “he will help her”: here too the person of the Church might be understood as the holy apostles and those who lead it by succession, whom he strengthens vigorously so that they may be able to hold to the preaching. “The nations were troubled, kingdoms bent down.” The nations, he says, made war against the Church; yet their kings bent down, that is, were defeated and fled; but later they too bowed their necks to Christ. For he says, “You will quickly be built up by those by whom you were pulled down.” For they exalted the Church, bringing gifts most nobly. “The Most High gave his voice, and the earth was shaken.” Christ on the cross. By his voice he means the word of the Gospel. For if a rational soul hears the voice of the Lord, it is shaken, passing from wickedness to virtue and from ignorance to the knowledge of God. “The Lord of the powers is with us; the God of Jacob is our upholder.” He ascribes to the Lord himself the victory won over the spiritual enemies. And Jacob is fittingly mentioned because of the wrestling that took place with him. “Come and see the works of God, the wonders he has set on the earth.” It signifies the peace that came about through the preaching, by saying that every war has ceased from the earth. And by wonders he means the destructions, that is, the abolitions; for he abolished every war. “He will break the bow, and shatter the weapon, and burn the shields with fire.” Here the bow and the weapon and the shield signify a most wicked condition and wicked thoughts. “Be still, and know that I am God.” For unless one is outside every worldly care, he cannot know God; for there is need of stillness to know God. “I will be exalted among the nations, I will be exalted in the earth.” He promises them the prevailing of the preaching over the nations. “The Lord of the powers is with us; the God of Jacob is our upholder.” Those who have believed in Christ redouble their thanksgiving. “To the end, for the sons of Korah.”
Ps 46:1–11 (45:2-Ps LXX) (quotation, high confidence) · Isa 57:15 (allusion, medium confidence) · Isa 49:17 (quotation, high confidence) · Gen 32:24 (allusion, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 45 (Psalm 46 in English Bibles) as the song of the apostles and believers: the preaching of the Gospel, the casting down of the demons, and the peace and knowledge of God that it brings to the nations.
- The title of this psalm (“To the end, for the sons of Korah, concerning the hidden things”) is printed at the end of the previous section in the scan OCR; the last words of this section (“To the end, for the sons of Korah”) begin the title of the next psalm. The square-bracketed passage is printed in brackets by Migne (a scholion from another source). The comment on “toward morning” is garbled in the scan OCR (“… to nod at morning, about daybreak”) and is translated by sense; so is the sentence about “those who lead it by succession.” “Christ on the cross” stands alone in the text, as printed. Quotations and allusions: Isa 57:15 (LXX); Isa 49:17 (LXX); Gen 32:24–28. Psalm verses are given in the Protestant numbering (Psalm 46); the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (OCR slip; word split at a line break, with Migne's margin letter D; word split at a line break, with a stray letter): ἐπανιστα-D μένης → ἐπανισταμένης; τέγατα → τέρατα; κηρύγμαη τος → κηρύγματος; Κύμιος → Κύριος.
Cite (SBL): Athanasius, Exp. Ps. 45 (PG 27:213–218; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/45). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/45
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-45) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 46
46PG 27:217–218
ΨΑΛΜΟΣ ΜG'. Ὑπόθεσις. “Αδεται ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων παραινούντων τοῖς ἔθνεσιν ἀνασκιρτᾷν διὰ πράξεων ἀγαθῶν ἐπὶ τῇ γενομένῃ νίκῃ κατὰ τῶν ἀλιτηρίων δαιμόνων. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. ᾿Αντὶ τοῦ, Πράξεις ἀγαθὰς ἐπιτηδεύσατε. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἐπινίκιος ᾠδὴ ἐστιν ὁ ψαλμός. Ὡς οὖν πεπτωκότων τῶν ἀντικειμένων δυνάμεων, ἄδειν τὰ ἔθνη παρακελεύεται. "Οτι Κύριος "Υψιστος φοβερός. Ὕψιστος μὲν διὰ τὴν Ἐκκλησίαν γενόμενος, φοβερὸς δὲ κατὰ τῶν ἐχθρῶν. Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Οὐκ ἔτι, φησὶν, οἱ πονηροὶ τῶν ἐπὶ γῆς ἄρχουσιν. Δέδωκε γὰρ αὐτοῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ αὐτὰ τὰ ἔθνη τῶν πονηρῶν δαιμόνων ὑπέταξεν αὐτῶν τοῖς ποσίν. Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Χαίρουσιν ἐπὶ τοῖς δεδομένοις αὐτοῖς παρὰ τοῦ Κυρίου κλήροις. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ. Καὶ τίς ἂν εἴη ἡ κληρονομία Κυρίου ἢ περὶ ἧς λέλεκται παρὰ τοῦ Πατρὸς, Αἴτησαι ἀπ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου; Τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. Τὴν καλλονὴν Ἰακώβ φησι τὴν προφητείαν τὴν περὶ τῶν ἐθνῶν, περὶ ἧς εἶπεν· Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν· Αὕτη δὲ καὶ ἡγαπημένη ἐστίν. Καὶ τίνι ἡγαπημένη ἢ τῷ τὴν ψυχὴν αὐτοῦ τεθεικότι ὑπὲρ αὐτῆς; Ταύτην οὖν τὴν ἠγαπημένην, φησὶν, ἐξελέξατο. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Ἡ εἰς οὐρανοὺς ἄνοδος διὰ τούτων τοῦ Κυρίου σημαίνεται. Κύριος ἐν φωνῇ σάλπιγγος. Τὰς αἰνέσεις τῶν συναναβαινόντων αὐτῷ σάλπιγγος ὠνόμασε φωνήν. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ Βασιλεῖ ἡμῶν, ψάλατε. Ἐπειδὴ οἱ ἄγγελοι, φησί, τὸν ἀναβαίνοντα ὑμνοῦσι, καὶ ὑμεῖς, ὦ ἔθνη, τὴν αὐτὴν ἀποσώζοντες λειτουργίαν, ψάλατε τῷ βασιλεύσαντι Θεῷ τῆς γῆς· τῶν γὰρ κατὰ Θεὸν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν, Εὐθυμεῖ, φησὶν, ἐν ὑμῖν τις; ψαλλέτω. Ψάλλετε συνετῶς. Μὴ διὰ κιθαρῶν, ὡς οἱ πρώην· τοῦτο γὰρ τὸ, συνετῶς.] Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Παρεδέξαντο γὰρ τὴν εἰς αὐτὸν πίστιν. ῾Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Τὴν μέλλουσαν αὐτοῦ ἄφιξιν σημαίνει, δι' ἧς καθίσει κρῖναι τὴν οἰκουμένην. ῞Αρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Αβραάμ. Ομοιον τὸ, Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες᾿ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ῞Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ἐν τῇ γῇ, φησὶ, τῶν πραέων τῇ ἀποδοθησομένῃ τοῖς ἁγίοις οἱ κραταιοὶ τοῦ Θεοῦ ὑπερυψώθησαν, καὶ ὑπερεδοξάσθησαν, ὡς ἐδιδάχθημεν, ἐκ τοῦ φήσαντος λόγου· Καθήσεσθε ἐπὶ θρόνων δώδεκα.
PsALMOS MG'. Hypothesis. “Adetai ho psalmos ek prosōpou tōn hagiōn apostolōn parainountōn tois ethnesin anaskirtąn dia praxeōn agathōn epi tę̄ genomenę̄ nikę̄ kata tōn alitēriōn daimonōn. Panta ta ethnē, krotēsate cheiras. ᾿Anti tou, Praxeis agathas epitēdeusate. Alalaxate tǭ Theǭ en phōnę̄ agalliaseōs. Epinikios ǭdē estin ho psalmos. Hōs oun peptōkotōn tōn antikeimenōn dynameōn, adein ta ethnē parakeleuetai. "Oti Kyrios "Ypsistos phoberos. Hypsistos men dia tēn Ekklēsian genomenos, phoberos de kata tōn echthrōn. Basileus megas epi pasan tēn gēn. Ouk eti, phēsin, hoi ponēroi tōn epi gēs archousin. Dedōke gar autois patein epanō opheōn kai skorpiōn, kai auta ta ethnē tōn ponērōn daimonōn hypetaxen autōn tois posin. Hypetaxe laous hēmin kai ethnē hypo tous podas hēmōn. Chairousin epi tois dedomenois autois para tou Kyriou klērois. Exelexato hēmin tēn klēronomian heautǭ. Kai tis an eiē hē klēronomia Kyriou ē peri hēs lelektai para tou Patros, Aitēsai ap᾿ emou, kai dōsō soi ethnē tēn klēronomian sou? Tēn kallonēn Iakōb hēn ēgapēsen. Tēn kallonēn Iakōb phēsi tēn prophēteian tēn peri tōn ethnōn, peri hēs eipen; Kai autos estai prosdokia ethnōn; Hautē de kai hēgapēmenē estin. Kai tini hēgapēmenē ē tǭ tēn psychēn autou tetheikoti hyper autēs? Tautēn oun tēn ēgapēmenēn, phēsin, exelexato. Anebē ho Theos en alalagmǭ. Hē eis ouranous anodos dia toutōn tou Kyriou sēmainetai. Kyrios en phōnę̄ salpingos. Tas aineseis tōn synanabainontōn autǭ salpingos ōnomase phōnēn. Psalate tǭ Theǭ hēmōn, psalate; psalate tǭ Basilei hēmōn, psalate. Epeidē hoi angeloi, phēsi, ton anabainonta hymnousi, kai hymeis, ō ethnē, tēn autēn aposōzontes leitourgian, psalate tǭ basileusanti Theǭ tēs gēs; tōn gar kata Theon euthymountōn esti to psallein, Euthymei, phēsin, en hymin tis? psalletō. Psallete synetōs. Mē dia kitharōn, hōs hoi prōēn; touto gar to, synetōs.] Ebasileusen ho Theos epi ta ethnē. Paredexanto gar tēn eis auton pistin. ῾Ho Theos kathētai epi thronou hagiou autou. Tēn mellousan autou aphixin sēmainei, di' hēs kathisei krinai tēn oikoumenēn. ῾Archontes laōn synēchthēsan meta tou Theou Abraam. Omoion to, Kathēsesthe epi dōdeka thronous krinontes᾿ tas dōdeka phylas tou Israēl. ῾Hoti tou Theou hoi krataioi tēs gēs sphodra epērthēsan. En tę̄ gę̄, phēsi, tōn praeōn tę̄ apodothēsomenę̄ tois hagiois hoi krataioi tou Theou hyperypsōthēsan, kai hyperedoxasthēsan, hōs edidachthēmen, ek tou phēsantos logou; Kathēsesthe epi thronōn dōdeka.
A psalm. 46. Argument. The psalm is sung in the person of the holy apostles, urging the nations to leap for joy, through good deeds, at the victory won over the accursed demons. “All you nations, clap your hands”: instead of: practise good deeds. “Shout to God with the voice of rejoicing.” The psalm is a song of victory. As though the opposing powers had fallen, then, he urges the nations to sing. “For the Lord Most High is fearful.” Most High, having become so through the Church, and fearful against the enemies. “A great king over all the earth.” No longer, he says, do the wicked rule those on earth. For he has given them power to tread upon serpents and scorpions, and he has put the very nations of the wicked demons under their feet. “He has subjected peoples to us, and nations under our feet.” They rejoice at the lots given them by the Lord. “He chose for us his inheritance for himself.” And what would the inheritance of the Lord be but that of which the Father has said, “Ask of me, and I will give you the nations as your inheritance”? “The beauty of Jacob, which he loved.” By the beauty of Jacob he means the prophecy about the nations, of which he said, “And he will be the expectation of the nations.” And this is also the beloved. And beloved by whom but by the one who laid down his life for her? This beloved, then, he says, he has chosen. “God has gone up with a shout.” By these words the Lord’s ascent into heaven is signified. “The Lord with the sound of a trumpet.” He called the praises of those who went up with him the sound of a trumpet. “Sing to our God, sing; sing to our King, sing.” Since the angels, he says, sing hymns to the one who goes up, you too, O nations, keeping the same service, sing to God who has become king of the earth; for singing belongs to those who are cheerful according to God. “Is anyone among you cheerful?” it says; “let him sing.” “Sing with understanding”: not with lyres, as those of former times; for this is what “with understanding” means.] “God has become king over the nations”: for they accepted faith in him. “God sits on his holy throne.” It signifies his coming that is to be, at which he will sit to judge the world. “The rulers of the peoples were gathered with the God of Abraham.” Similar is “You will sit on twelve thrones judging the twelve tribes of Israel.” “For the mighty ones of God on the earth have been greatly exalted.” In the land of the meek, he says, which will be given to the saints, the mighty ones of God have been highly exalted and highly glorified, as we have been taught from the word that said, “You will sit on twelve thrones.”
Ps 47:1–9 (46:2-Ps LXX) (quotation, high confidence) · Luke 10:19 (allusion, high confidence) · Ps 2:8 (quotation, high confidence) · Gen 49:10 (quotation, high confidence) · John 10:11 (allusion, medium confidence) · Jas 5:13 (quotation, high confidence) · Matt 19:28 (quotation, high confidence) · Ps 37:11 (36:11 LXX) (allusion, low confidence)
Notes and citation
Summary: The commentary reads Psalm 46 (Psalm 47 in English Bibles) as the apostles calling the nations to rejoice in Christ’s victory over the demons and his ascension, and to sing to him with understanding.
- A square bracket closes after “this is what ‘with understanding’ means” without an opening in the scan OCR. “Not with lyres, as those of former times” is the commentary’s own remark, translated as written. Quotations and allusions: Luke 10:19; Ps 2:8; Gen 49:10 (LXX); John 10:11; Jas 5:13; Matt 19:28; Ps 37:11 (LXX 36:11). Psalm verses are given in the Protestant numbering (Psalm 47); the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (Cyrillic look-alike letters in the scan OCR; OCR slip; word split at a line break, with an OCR slip): περὶ ξπλέλεκται → περὶ ἧς λέλεκται; Τὴν κаллоνὴν → Τὴν καλλονὴν; ἀποδοθησα μένῃ → ἀποδοθησομένῃ.
Topics: Christology
Cite (SBL): Athanasius, Exp. Ps. 46 (PG 27:217–218; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/46). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/46
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-46) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 47
47PG 27:219–222
ΨΑΛΜΟΣ ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρα Σαββάτου. ΜΖ'. Ὑπόθεσις.. Καὶ οὗτος ᾄδεται ὁ ψαλμὸς ἀπὸ προσώπου τῶν ἁγιων ἀποστόλων, διηγουμένων τοὺς διὰ τὸ κήρυγμα διωγμοὺς, καὶ τὰς νίκας τὰς ἐπὶ τούτων γινομένας. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Οὐκ ἔτι, φησὶν, ἐπὶ τὴν Ἰουδαίαν μόνην, ἀλλὰ καὶ ἐπὶ τὸ ὄρος τὸ ἡγιασμένον. Ὄρος δὲ ἐνταῦθα τὴν Ἐκκλησίαν φησὶ, διὰ τὸ ὑψηλὸν τῶν περὶ Θεοῦ δογμάτων. Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς. Ἐξέτεινε, φησὶ, τὸ ἀγαλλίαμα ἐπὶ πάσης τῆς γῆς· εἰς πᾶσαν γὰρ τὴν γῆν τὸ ἀγαλλίαμα τῆς αὐτοῦ θεοφανείας και τὴν χάριν ἐπλάτυνεν. ῎Ορη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἡ μὲν Ἱερουσαλὴμ ἐν τῷ νότῳ κεῖται, τὰ δὲ ἔθνη ἐν τῷ βοῤῥᾷ. Ἐπειδὴ δὲ μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ὡς μόνοι τὴν Σιὼν οἰκοῦντες, δείκνυσιν ὁ λόγος, ὅτι Σιών ἐστι τὰ ἔθνη τὰ παραδεξάμενα τὸν εὐαγγελικὸν λόγον. Τὸ γὰρ ἐδραίωμα τῆς Σιὼν τὸ κλίμα ἐστὶ τοῦ βοῤῥᾶ, ὅπερ κλίμα τοῦ διὰ τῶν πλευρῶν δηλοῦται βοῤῥᾶ· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κλίμα τοῦ βοῤῥᾶ, τὰ πλευρὰ εἴρηκεν. Πρότερον μὲν ἦν ὁ Παῦλος πλευρὰ τοῦ βοῤῥᾶ, ἐφ᾽ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νῦν δὲ γέγονεν ὄρη Σιὼν, ἔχων ἐν ἑαυτῷ τὸν λαλοῦντα Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιών καὶ ἀποστρέψαντα ἀσέβειαν ἀπὸ Ἰακώβ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ταῦτα, φησὶ, τὰ πλευρα τοῦ βοῤῥᾶ, ἤτοι τὰ ἔθνη, ἡ πόλις κληθεῖεν ἂν, ἐν οἷς ( γινώσκεται ὁ Θεὸς ἀντιλαμβανόμενος καὶ σώζων αὐτοὺς ἐκ τῶν πειρασμῶν. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Αἱ βάρεις οἱ μεγάλοι καὶ ἐξαίρετοι τῆς τοῦ Θεοῦ πόλεως οἱ ἐν αὐτῇ ὑπερέχοντες εἶεν ἄν. ῞Οτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν. ῾Ο πόλεμος ὁ κατὰ τῶν ἀποστόλων διὰ τὸ κήρυγμα γενόμενος ὑπὸ τῶν αἰσθητῶν βασιλέων τῶν ἐθνῶν, καὶ μὴν καὶ τῶν ἀοράτων δαιμόνων τῶν πάλαι βασιλευόντων, διελύθη καὶ ἡφανίσθη. Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν. Κατεπλάγησαν, φησὶ, καὶ ἐξέστησαν τὴν γενομένην βοήθειαν παρὰ τοῦ Θεοῦ τοῖς ἁγίοις θεωροῦντες. Ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτούς. Ἡ γὰρ ὑπερβολὴ τῆς ἰσχύος Η τοῦ σώζοντος, τὸ θαῦμα αὐτοῖς καὶ τὴν κατάπληξιν εἴργασται. Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. Πλοίοις Θαρσεῖς, οἱονεὶ πολυτίμοις καὶ πολυφόρτοις, τοὺς βασιλεῖς παρεικάζει. Πνεῦμα δὲ βίαιον, δι' οὗ αὐτοὺς συνέτριψε, νοήσεις τινὰς δυνάμεις δι᾽ ὧν τοὺς ἐχθροὺς τῶν ἀποστόλων κατεπολέμησεν Καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν. "Ην ἐπηγγείλω, φησὶν, ὦ Δέσποτα, σωτηρίαν ἡμῖν, ταύτην δι' ἔργων τεθεάμεθα. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Ὅπου τὴν ἐπαγγελίαν εἶδον πληρωθεῖσαν σημαίνει. Ποῦ δὲ ἢ ἐν τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ πόλις τοῦ Θεοῦ; ῾Ο Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς αἰῶνα. "Ομοιον τῷ εἰρημένῳ παρὰ τοῦ Κυρίου· Ἐγὼ ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου. ᾿Αντὶ τοῦ, τεθεάμεθα, προσεδοκήσαμεν, φησὶν, εἰς ἅπασαν τὴν γῆν τὸ ὄνομα τοῦ Θεοῦ δοξασθησόμενον, ἐκ τοῦ ἐλέου τεκμαιρόμενοι μὴ περιοψομένους τοὺς ἀνθρώπους ἐκτὸς τοῦ Ἰσραὴλ, ἀλλὰ καὶ ἐγκαθιδρυμένοι τόπῳ τε καὶ ναῷ, τὸν παγκόσμιον ἠλπίσαμεν ἔλεον, εἰδότες τὸ ὄνομά σου καθολικὸν καὶ ἐπὶ πᾶσιν ὄν. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσἰς σου. Τοῦτό φησι, διότι πᾶσιν ἁπλῶς καὶ ἀπροσωπολήπτως δέδωκε τὴν χάριν, κατὰ τὸ εἰρημένον Ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος. Εὐφρανθήτω ὄρος Σιών. Ὅρος Σιών, ἡ Ἐκκλησία δηλονότι. Καὶ ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας. Θυγατέρας τῆς Ἰουδαίας τὰς τῶν ἁγίων ἀποστόλων εἶναί φησι ψυχάς· ἦσαν γὰρ ἐξ Ἰουδαίων. Ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Κρίνας τὴν κρίσιν τῶν ἐθνῶν, ἐξήλασας τὸν κατ' αὐτῶν πόλεμον τῶν δαιμόνων. Κυκλώσατε Σιών, καὶ περιλάβετε αὐτήν. Ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις παρακελεύεται, οιονεὶ τεῖχος αὐτοὺς γενέσθαι τῆς Σιὼν, τουτέστιν τοῦ θεοσεβοῦς πολιτεύματος. Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Καὶ τίνες ἂν εἶεν οἱ πύργοι τῆς Ἐκκλησίας ἢ οἱ κατὰ καιρὸν αὐτῆς ἡγούμενοι καὶ οἱ δίκαιοι, οἷς καὶ διηγοῦνται τὰ μεγαλεῖα τοῦ Θεοῦ οἱ ἀπόστολοι; [Ταῖς τὴν Ἐκκλησίαν καὶ τὸ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις προσφωνεῖ τὸ Πνεῦμα τὸ ἅγιον λέγον· Κυκλώσατε τοὺς πύργους. Τὰ γὰρ κρείττονα τῆς πόλεως ὡς ἀναγκαιότερα πρὸς παραφυλακὴν ἀριθμῷ παραδέδοται τοῖς φρουροῖς.] Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς. Δύναμις πάλιν τῆς Ἐκκλησίας οἱ ὑποστηρίζοντες αὐτὴν λόγοι, οὓς καὶ ἐξ ὅλης καρδίας κελεύει τοὺς ἁγίους ἀποστόλους νουθετεῖν. Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς. "Εκαστος, φησὶ, μέρους βασιλευέτω τῶν ἐθνῶν. Διείλαντο γὰρ, φησὶ, τὴν οἰκουμένην οἱ δώδεκα. "Όπως διηγήσησθε εἰς γενεάν ἑτέραν. Οἱ γὰρ ἀπόστολοι καὶ ταῖς μετ᾿ αὐτοὺς διηγοῦνται γενεαῖς, δι' ὧν καταλελοίπασι συγγραμμάτων περὶ Χριστοῦ. ῞Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα. Τῆς διανεμήσεως τὴν αἰτίαν φησί. Τούτου χάριν διδάξατε καὶ διέλεσθε, ἵνα καὶ ταῖς ὕστερον γενησομέναις γενεαῖς ἀκουστὸν γένηται, ὅτι οὗτος ὁ δικαίως ποιμάνας λαὸν (λέγει δὲ Κύριον) οὗτός ἐστιν ὁ καὶ εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας μέλλων ποιμαίνειν.
PsALMOS ǭdēs tois huiois Kore deutera Sabbatou. MZ'. Hypothesis.. Kai houtos ądetai ho psalmos apo prosōpou tōn hagiōn apostolōn, diēgoumenōn tous dia to kērygma diōgmous, kai tas nikas tas epi toutōn ginomenas. Megas Kyrios kai ainetos sphodra en polei tou Theou hēmōn, en orei hagiǭ autou. Ouk eti, phēsin, epi tēn Ioudaian monēn, alla kai epi to oros to hēgiasmenon. Oros de entautha tēn Ekklēsian phēsi, dia to hypsēlon tōn peri Theou dogmatōn. Eurizōn agalliamati pasēs tēs gēs. Exeteine, phēsi, to agalliama epi pasēs tēs gēs; eis pasan gar tēn gēn to agalliama tēs autou theophaneias kai tēn charin eplatynen. ᾿Orē Siōn ta pleura tou borrha. Hē men Hierousalēm en tǭ notǭ keitai, ta de ethnē en tǭ borrhą. Epeidē de mega ephronoun hoi Ioudaioi hōs monoi tēn Siōn oikountes, deiknysin ho logos, hoti Siōn esti ta ethnē ta paradexamena ton euangelikon logon. To gar edraiōma tēs Siōn to klima esti tou borrha, hoper klima tou dia tōn pleurōn dēloutai borrha; anti gar tou eipein to klima tou borrha, ta pleura eirēken. Proteron men ēn ho Paulos pleura tou borrha, eph᾽ hou exekauthē panta ta kaka epi tēs gēs; nyn de gegonen orē Siōn, echōn en heautǭ ton lalounta Christon, ton elthonta ek Siōn kai apostrepsanta asebeian apo Iakōb. Hē polis tou basileōs tou megalou. Tauta, phēsi, ta pleura tou borrha, ētoi ta ethnē, hē polis klētheien an, en hois ( ginōsketai ho Theos antilambanomenos kai sōzōn autous ek tōn peirasmōn. Ho Theos en tais baresin autēs ginōsketai, hotan antilambanētai autēs. Hai bareis hoi megaloi kai exairetoi tēs tou Theou poleōs hoi en autę̄ hyperechontes eien an. ῾Oti idou hoi basileis tēs gēs synēchthēsan. ῾O polemos ho kata tōn apostolōn dia to kērygma genomenos hypo tōn aisthētōn basileōn tōn ethnōn, kai mēn kai tōn aoratōn daimonōn tōn palai basileuontōn, dielythē kai hēphanisthē. Autoi idontes houtōs ethaumasan. Kateplagēsan, phēsi, kai exestēsan tēn genomenēn boētheian para tou Theou tois hagiois theōrountes. Etarachthēsan, esaleuthēsan, tromos epelabeto autous. Hē gar hyperbolē tēs ischyos Ē tou sōzontos, to thauma autois kai tēn kataplēxin eirgastai. En pneumati biaiǭ syntripseis ploia Tharseis. Ploiois Tharseis, hoionei polytimois kai polyphortois, tous basileis pareikazei. Pneuma de biaion, di' hou autous synetripse, noēseis tinas dynameis di᾽ hōn tous echthrous tōn apostolōn katepolemēsen Kathaper ēkousamen, houtōs eidomen. "Ēn epēngeilō, phēsin, ō Despota, sōtērian hēmin, tautēn di' ergōn tetheametha. En polei Kyriou tōn dynameōn, en polei tou Theou hēmōn. Hopou tēn epangelian eidon plērōtheisan sēmainei. Pou de ē en tę̄ Ekklēsią, hētis esti polis tou Theou? ῾O Theos ethemeliōsen autēn eis aiōna. "Omoion tǭ eirēmenǭ para tou Kyriou; Egō epi tēn petran oikodomēsō mou tēn Ekklēsian. Hypelabomen, ho Theos, to eleos sou en mesǭ tou naou sou. ᾿Anti tou, tetheametha, prosedokēsamen, phēsin, eis hapasan tēn gēn to onoma tou Theou doxasthēsomenon, ek tou eleou tekmairomenoi mē periopsomenous tous anthrōpous ektos tou Israēl, alla kai enkathidrymenoi topǭ te kai naǭ, ton pankosmion ēlpisamen eleon, eidotes to onoma sou katholikon kai epi pasin on. Kata to onoma sou, ho Theos, houtōs kai hē ainesis sou. Touto phēsi, dioti pasin haplōs kai aprosōpolēptōs dedōke tēn charin, kata to eirēmenon En Christǭ Iēsou ouk eni doulos, oude eleutheros. Euphranthētō oros Siōn. Horos Siōn, hē Ekklēsia dēlonoti. Kai agalliasthōsan hai thygateres tēs Ioudaias. Thygateras tēs Ioudaias tas tōn hagiōn apostolōn einai phēsi psychas; ēsan gar ex Ioudaiōn. Heneken tōn krimatōn sou, Kyrie. Krinas tēn krisin tōn ethnōn, exēlasas ton kat' autōn polemon tōn daimonōn. Kyklōsate Siōn, kai perilabete autēn. Tauta to Pneuma to hagion tois apostolois parakeleuetai, oionei teichos autous genesthai tēs Siōn, toutestin tou theosebous politeumatos. Diēgēsasthe en tois pyrgois autēs. Kai tines an eien hoi pyrgoi tēs Ekklēsias ē hoi kata kairon autēs hēgoumenoi kai hoi dikaioi, hois kai diēgountai ta megaleia tou Theou hoi apostoloi? [Tais tēn Ekklēsian kai to theosebes politeuma phrourousais theiais dynamesin, angelois te hagiois prosphōnei to Pneuma to hagion legon; Kyklōsate tous pyrgous. Ta gar kreittona tēs poleōs hōs anankaiotera pros paraphylakēn arithmǭ paradedotai tois phrourois.] Thesthe tas kardias hymōn eis tēn dynamin autēs. Dynamis palin tēs Ekklēsias hoi hypostērizontes autēn logoi, hous kai ex holēs kardias keleuei tous hagious apostolous nouthetein. Kai katadielesthe tas bareis autēs. "Ekastos, phēsi, merous basileuetō tōn ethnōn. Dieilanto gar, phēsi, tēn oikoumenēn hoi dōdeka. "Opōs diēgēsēsthe eis genean heteran. Hoi gar apostoloi kai tais met᾿ autous diēgountai geneais, di' hōn kataleloipasi syngrammatōn peri Christou. ῾Hoti houtos estin ho Theos hēmōn eis ton aiōna. Tēs dianemēseōs tēn aitian phēsi. Toutou charin didaxate kai dielesthe, hina kai tais hysteron genēsomenais geneais akouston genētai, hoti houtos ho dikaiōs poimanas laon (legei de Kyrion) houtos estin ho kai eis tous mellontas kai ateleutētous aiōnas mellōn poimainein.
A psalm of a song, for the sons of Korah, for the second day of the week. 47. Argument. This psalm too is sung in the person of the holy apostles, recounting the persecutions caused by the preaching and the victories won over them. “Great is the Lord and greatly to be praised in the city of our God, on his holy mountain.” No longer, he says, over Judea alone, but also over the sanctified mountain. And here he calls the Church a mountain, because of the loftiness of its doctrines about God. “Rooting well, with the rejoicing of all the earth.” He has extended, he says, the rejoicing over all the earth; for he spread the rejoicing of his divine appearing and his grace over all the earth. “The mountains of Zion, the sides of the north.” Jerusalem lies in the south, and the nations in the north. Since the Jews were proud as being the only ones who dwelt in Zion, the word shows that the nations that have received the word of the Gospel are Zion. For the foundation of Zion is the region of the north, which region is shown by “the sides” of the north; for instead of saying “the region of the north” he said “the sides.” Formerly Paul was a side of the north, from which all evils were kindled upon the earth; but now he has become the mountains of Zion, having in himself Christ who speaks, who came from Zion and turned away ungodliness from Jacob. “The city of the great King.” These sides of the north, he says, that is, the nations, might be called the city in which God is known as upholding them and saving them from temptations. “God is known in her palaces, when he upholds her.” The palaces, the great and choice ones of the city of God, would be those who excel in it. “For behold, the kings of the earth were gathered.” The war waged against the apostles because of the preaching by the visible kings of the nations, and moreover by the invisible demons who reigned of old, was broken up and made to vanish. “They themselves, seeing, so marvelled.” They were astounded, he says, and amazed, seeing the help that came from God to the saints. “They were troubled, they were shaken, trembling took hold of them.” For the surpassing strength of the one who saves worked wonder and astonishment in them. “With a violent wind you will shatter the ships of Tarshish.” He likens the kings to ships of Tarshish, as costly and heavily laden. And by the violent wind by which he shattered them you will understand certain powers through which he made war on the enemies of the apostles. “As we have heard, so we have seen.” The salvation, he says, O Master, that you promised us, we have beheld in deeds. “In the city of the Lord of the powers, in the city of our God.” It signifies where they saw the promise fulfilled. And where but in the Church, which is the city of God? “God has founded her for ever.” Similar to what was said by the Lord: “On the rock I will build my Church.” “We have received, O God, your mercy in the midst of your temple”: instead of “we have beheld.” We expected, he says, that the name of God would be glorified in all the earth, judging from his mercy that he would not overlook men outside Israel; but, though we were settled in one place and temple, we hoped for the mercy that embraces the whole world, knowing your name to be universal and over all. “As is your name, O God, so also is your praise.” He says this because he has given grace to all simply and without partiality, according to the saying, “In Christ Jesus there is neither slave nor free.” “Let Mount Zion be glad”: Mount Zion, the Church, clearly. “And let the daughters of Judea rejoice.” He says that the daughters of Judea are the souls of the holy apostles; for they were from the Jews. “Because of your judgments, O Lord.” Judging the cause of the nations, you drove out the war of the demons against them. “Go around Zion and encompass her.” The Holy Spirit commands this to the apostles, that they become, as it were, a wall of Zion, that is, of the godly commonwealth. “Tell it in her towers.” And who would the towers of the Church be but those who lead her in each time, and the righteous, to whom the apostles also tell the great deeds of God? [The Holy Spirit addresses the divine powers and holy angels that guard the Church and the godly commonwealth, saying, “Go around the towers.” For the stronger parts of the city, as more necessary for guarding, are handed over to the guards by number.] “Set your hearts on her strength.” Again, the strength of the Church is the words that support her, which he commands the holy apostles to teach with their whole heart. “And divide up her palaces.” Let each one, he says, rule over a part of the nations. For the twelve, it says, divided the world among them. “That you may tell it to another generation.” For the apostles tell the generations after them too, through the writings they have left about Christ. “For this is our God for ever.” He states the reason for the division. For this reason teach and divide, so that it may be heard by the generations that come later too that this one, who shepherded the people righteously (he means the Lord), is the one who will shepherd them also for the ages to come that have no end.
Ps 48:1–14 (47:2-Ps LXX) (quotation, high confidence) · Jer 1:14 (allusion, high confidence) · 2 Cor 13:3 (allusion, medium confidence) · Rom 11:26 (quotation, high confidence) · Matt 16:18 (quotation, high confidence) · Gal 3:28 (quotation, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 47 (Psalm 48 in English Bibles) as the apostles’ song of the Church, the new Zion gathered from the nations, which God founded and defended against persecuting kings and demons.
- A stray mark and a stray letter (Η) in the scan OCR are not translated. The square-bracketed passage is printed in brackets by Migne (a scholion from another source). The tradition that the twelve apostles divided the world among them is cited by the commentary as a saying. Quotations and allusions: Jer 1:14 (LXX); 2 Cor 13:3; Rom 11:26; Matt 16:18; Gal 3:28; Col 3:11. Psalm verses are given in the Protestant numbering (Psalm 48); the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (Latin letters in the scan OCR; OCR slip; words run together): ὁψαλμὸς → ὁ ψαλμὸς; Ἡ πάλις → Ἡ πόλις; ἐπηγpeγείλω → ἐπηγγείλω.
Cite (SBL): Athanasius, Exp. Ps. 47 (PG 27:219–222; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/47). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/47
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-47) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.