Expositions on the Psalms 50–54
Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).
Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 50
50PG 27:237–244
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυΐδ. Ν΄. Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. Ὑπόθεσις. Τοῦτον ἄδει τὸν ψαλμὸν ἐξομολόγησιν δύο ἐγκλημάτων περιέχοντα, τῆς τε μιαιφονίας Οὐρίου καὶ μοιχείας πρὸς Βηρσαβεέ. Ὑποδείκνυσι καὶ πᾶσιν ἀνθρώποις σωτηρίας ὁδὸν τὴν μετάνοιαν, οἷόν τινα τέχνην τῆς διηνεκοῦς κατὰ τοῦ ἐχθροῦ νίκης. Ὁ γὰρ ταύτην ἀεὶ μελετῶν καὶ κατορθῶν διαπαντὸς γίνεται νικητὴς τοῦ ἀεὶ προσπαλαίοντος. Εἰσάγει δὲ καὶ τὴν διὰ τοῦ βαπτίσματος ἀπολύτρωσιν, Ῥαντιεῖς με, λέγων. Ναὶ μὴν καὶ διδάσκει, ὡς πεφύλακται αὐτῷ τὸ τῆς προφητείας χάρισμα. Οὐ γὰρ αἰτεῖ ὡς ἐστερημένος αὐτοῦ, ἀλλὰ μὴ ἀφαιρεθῆναι ἱκετεύει λέγων· Μὴ ἀντανέλῃς.] Εἰσάγει δὲ καὶ τῆς καθ' ὅλου γενησομένης τῶν ἁμαρτημάτων λυτρώσεως τὴν διὰ τοῦ ἁγίου βαπτίσματος προφητείαν, καὶ τῆς ἐν πνεύματι λατρείας διδασκαλίαν. Πανταχοῦ δὲ τῶν δύο παρανομημάτων εὑρήσεις ἐξιλεούμενον. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ὡς ἐπὶ μεγάλου ἁμαρτήματος, τοῦ μεγάλου ἐλέου τοῦ Θεοῦ δέεται τυχεῖν. Καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Μόνων γάρ ἐστι τῶν τοῦ Θεοῦ οἰκτιρμῶν τῆς μιαιφονίας απολοῦσαι τὰς χεῖρας. [Σαφέστερον δὲ ὁ λέγει ποιῶν φησιν· Ἐπὶ πλεῖον πλῦνόν με. Κάνταῦθα τὸν πλεονασμὸν ἥτησε τῆς καθάρσεως, διὰ τὸ δεῖξαι πανταχοῦ τὸ πλημμέλημα μέγα· ἢ, ἐπεὶ παρὰ Νάθαν ἤκουσε τὴν συγχώρησιν, καὶ αἱ παντοδαπαὶ δὲ συμφοραὶ τὸ πολὺ ὑπετέμνοντο τῆς ἁμαρτίας, φησὶ νῦν, ὅτι Δέομαι ῥυμμάτων καὶ ἐκπλύσεων, ἵνα τέλεον ὁ προστετηκὼς ἀποξεσθῇ ῥύπος.] Ἐπὶ πλεῖον πλῦνὸν μὲ ἀπὸ τῆς ἀνομίας μου, τῆς ἐπὶ τῷ φόνῳ, φησί. Καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με, τῆς ἐπὶ μοιχείᾳ. "Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Καὶ τοῦτο ἐπὶ τῷ φόνῳ εἴρηκε. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. ῎Ανω καὶ κάτω περιστρέφει τῆς ἁμαρτίας τὴν μνήμην τῆς ἐπὶ τῇ μοιχείᾳ γινομένης, ὡς οὐκ ἐώσης αὐτὸν οὔτε ἀναχωρούσης, ἀλλὰ διαπαντὸς συνοῦσαν αὐτῷ καὶ ἄγχουσαν. [Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Αμαρτίαν δὲ τὴν μοιχείαν. Ἰστέον, ὡς ἁμαρτία μὲν ἡ τοῦ ἀγαθοῦ ἀπόπτωσίς ἐστιν· ἀνομία δὲ ἡ περὶ τὸν θεῖον νόμον πλημμέλεια· καὶ ταῦτα ἔχουσιν ἀρχὴν ἑκάτερον τούτων. Συμφέρονται δὲ καὶ κατὰ ταυτόν· ὅτε γὰρ ἁμαρτάνων τοῦ κατὰ φύσιν καὶ ἐν τῇ φύσει ἀπέτυχε σκοποῦ· τῇ γὰρ ἀνθρωπείᾳ φύσει σκοπὸς τὸ κατὰ τὸν λόγον ζῇν τῆς ἀλογίας πόῤῥω ἀπῳκισμένη. Ωσαύτως καὶ ὁ ἀνομῶν πλημμελεῖ περὶ τὸν ἐν τῇ φύσει δεδομένον νόμον, διαγενόμενος ἀκρατῶς. Καλῶς οὖν καὶ ἀπόστολος Ἰωάννης καὶ μαθητὴς τοῦ Χριστοῦ εἰς ταυτὸν ἀμφότερα περιέστησεν εἰπών· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ· ἄλλως· Ἡ ἁμαρτία κατάλληλος τῇ ἀνομίᾳ. Πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει, οὐ παντὸς ἁμαρτάνοντος ἀνομοῦντος. Δύναται δὲ καὶ ἐκ παραλλήλου εἰρῆσθαι διὰ τὸ· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ.] Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. ᾿Αντὶ τοῦ· Τοὺς πάντων ἀποκρυψάμενος ὀφθαλμοὺς ἐν τῷ παρανομήματι, τοὺς σοὺς μόνους οὐ διέλαθον. Διό φησι· Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Πολλῶν γὰρ ἀπολαύσας παρὰ σοῦ, τοῖς ἐναντίοις ἡμειψάμην. Καὶ οὐ τοῦτο λέγει, ὡς οὐκ ἠδίκησε τὸν Οὐρίαν· πῶς γάρ; ἀλλ᾽ ὅτι ἡ μεγίστη παρανομία εἰς αὐτὸν τετόλμηται τὸν Θεὸν τὸν ἐκλεξάμενον καὶ βασιλέα ἐκ προβατέως πεποιηκότα· ἢ ἐπεὶ τοὺς πάντων ἀποκρυψάμενος ὀφθαλμοὺς, τοὺς τοῦ Θεοῦ οὐκ ἔλαθεν, ἀλλ᾽ ἡλέγχθη διὰ τοῦ προφήτου· ἢ ὡς μὲν βασιλεὺς νόμῳ ἀνθρώπων οὐχ ὑπέκειτο, ὡς δὲ θεοσεβής τῷ Θεῷ μόνῳ· ἢ ἐπεὶ ἀνθρώπων μὲν οὐδεὶς ἤλεγχεν, Θεὸς δὲ διωρθώσατο μόνος. Σοὶ, φησὶ, μόνῳ ἥμαρτον. Ὅπως ἂν δικαιωθῆς ἐν τοῖς λόγοις σου. Ἤλεγξάς με, φησὶ, διὰ τοῦ προφήτου παρανομήσαντα· καὶ σὺ μὲν δίκαιος ὧν καὶ τῶν ἐχθρῶν πάντοτε ῥυσάμενος, καὶ βασιλείᾳ καὶ προφητείᾳ τιμήσας· ἐγὼ δὲ βέβηλος καὶ μιαιφόνος. Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Απόδειξις ἤτοι ὁμολογία τῶν ἁμαρτημάτων. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἐπειδὴ ὁ προηγούμενος σκοπὸς τοῦ Θεοῦ ἦν τοῦ μὴ διὰ γάμου γενέσθαι ἡμᾶς καὶ φθορᾶς· ἡ δὲ παράβασις τῆς ἐντολῆς τὸν γάμον εἰσήγαγε διὰ τὸ ἀνομῆσαι τὸν ᾿Ἀδὰμ, τουτέστιν ἀθετῆσαι τὸν ἐκ Θεοῦ δοθέντα αὐτῷ νόμον. Πάντες οὖν οἱ ἐξ Ἀδὰμ γενόμενοι ἐν ἀνομίαις συλλαμβάνονται ὑποπίπτοντες τῇ τοῦ προπάτορος καταδίκῃ. Τὸ δὲ, Καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου, σημαίνει ὅτι ἡ Εὔα, ἁπάντων ἡμῶν ἡ μήτηρ, πρώτη ἐκίσσησε τὴν ἁμαρτίαν, ὥσπερ ὀργῶσα τὴν ἡδονήν. Διὰ τοῦτο καὶ ἡμεῖς, τῇ τῆς μητρὸς καταπίπτοντες καταδίκῃ, κισσᾶσθαι λέγομεν ἐν ἁμαρτίαις. Δείκνυσιν, ὡς ἐξ ἀρχῆς ἡ ἀνθρώπων φύσις ὑπὸ τὴν ἁμαρτίαν πέπτωκεν ὑπὸ τῆς ἐν Εὔᾳ παραβάσεως, καὶ ὑπὸ κατάραν ἡ γέννησις γέγονεν. ῎Ανωθεν δὲ ὑφαίνει τὸν λόγον, τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς δεῖξαι βουλόμενος. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ο νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ὁ ἀλήθεια ὢν, ἀληθείας ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ οὕτως ἀποκαθαριεῖς ἡμῖν δι᾽ ὑσσώπου ὡς καὶ ὑπὲρ χιόνα λευκανθῆναι. Υσσώπῳ δὲ τὴν τοῦ ἁγίου Πνεύματος ἐνέργειαν ἀφομοιοί, θερμὴν οὖσαν καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσαν. Ἡ ἀποκάθαρσις δι' Ισσώπου γενήσεται, ἤτοι διὰ τοῦ ἁγίου Πνεύματος. Ύσσωπος γὰρ βοτάνη καθαρτική.] Τὸ δὲ, Τὰ ἄδηλα καὶ τὰ κρύφιά σου ἐδήλωσάς μοι τῆς σοφίας, δηλοῦντὸς ἐστιν, ὡς πάντα αὐτῷ τὰ ἐσόμενα ὅσα ἐν τῇ ἰδίᾳ σοφίᾳ ἔθετο ὁ Θεὸς διὰ τοῦ ἁγίου Πνεύματος ἀπεκάλυψεν. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. Εἰπὼν, ὅτι Δέδωκας νόμους θείους καὶ διατάξεις, λέγει τὸ μεῖζον, ὅτι Καθαρμούς τινας ἐν τῷ νόμῳ έχαρίσω, καὶ δι᾽ ὑσσώπου ῥαντίσματος· κατὰ τοῦτον οὖν τὸν σκοπὸν καὶ ἡμῖν νῦν παράσχου τὰ ὅμοια, ὁ αὐτὸς ὧν Θεός. Η μυστήριον ἔοικέ τι αἰνίττεσθαι. Ἐπεὶ γὰρ Μωσῆς ἐν Αἰγύπτῳ τὸ αἷμα τοῦ προβάτου δι' ὑσσώπου ταῖς φλιαῖς διεκελεύετο ἐπιῤῥαίνεσθαι, τιμιωτέρῳ καὶ ἡμεῖς ἡγοράσθημεν αἵματι. Ἐπεὶ οὖν φυλακτήριον ἐκεῖνο ἐγένετο μή τι παθεῖν τοὺς ἐνοικοῦντας ὑπὸ τοῦ ὀλοθρεύοντος, εἰκότως ὁ Δαυΐδ, τὴν τοῦ αἵματος ἐκείνου μνήμην ἐν ἀποῤῥήτῳ ποιούμενος, Ῥαντιεῖς με ὑσσώπῳ, φησὶ, καὶ τὰ ἑξῆς· αἰνιττόμενος τὴν διὰ τοῦ αἵματος τοῦ ἀληθινοῦ Χριστοῦ ἀμνοῦ γενησομένην ἅπασιν ἀποκάθαρσιν, καὶ γλιχόμενος οἷον ταύτης τυχεῖν, ἢ μόνη ἀκριβῶς ῥύψαι δύναται καὶ χιόνος θεῖναι λευκότερον. Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην. Ακουστήν μοι γενέσθαι, φησὶ, παρασκευάσεις πάλιν διὰ τοῦ πνεύματος τὴν ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν καὶ εὐφροσύνην. Τίς δὲ ἂν εἴη αὕτη ἡ ἐκείνη ἡ γνῶσις ἡ περὶ ἀναστάσεως, ἣν ἐδίδαξεν εἰπὼν, ᾿Αγαλλιάσονται ὀστέα τεταπεινωμένα; Πότε δὲ ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ᾿ ὅν, ὡς ἕτερός φησι προφήτης, Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ; ᾿Αγαλλιάσεται ὀστέα τεταπεινωμένα. ᾿Αγαλλιάσεται ἡ ἰσχὺς τῆς ψυχῆς μου, ὅτι πρότερον ὑπὸ τῆς ἁμαρτίας ἀσθενοῦσα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. Πάλιν ἐπὶ τὴν ἐξομολόγησιν ἀνατρέχει. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τὴν παλαιωθεῖσάν μου, φησὶ, ψυχὴν σεσαθρωμένην ὑπὸ τῆς ἁμαρτίας ἀνακαίνισον. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. ᾿Αντὶ τοῦ, ἐδραῖον· ὅμοιον ὡσεὶ λέγει· ᾿Ασφάλισαι τὸν νοῦν τοῦ μηκἐτι εἶναι εὔκολον καταπίπτειν εἰς ἁμαρτίαν. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Εὔχεται πάλιν πνεῦμα εἰς αὐτὸν ἐλθεῖν τὸ προφητικόν. Καταλελοιπὸς γὰρ ἦν αὐτὸν διὰ τὴν ἁμαρτίαν. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηριου σου. Εἰς ἅπαν τὸ τῶν ἀνθρώπων γένος ἀναφέρεται. Αγαλλίασιν μὲν σωτηρίου τὴν παρουσίαν τοῦ Κυρίου φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Συμεών· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου· εὔχεται δὲ καὶ αὐτὸς αὐτοῦ μεταλαβεῖν. Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Ὅπερ εἶπεν ἀνωτέρω πνεῦμα εὐθὲς, ἐνταῦθα ἡγεμονικὸν καλεῖ. Διδάξω ἀνόμους τὰς ὁδούς σου. Ἐπειδὴ ἂν, φησὶ, ῥυσάμενός με τῆς ἁμαρτίας, αὖθις ἐπιδῶς με τὸ σὸν ἅγιον Πνεῦμα. Τότε δὴ πάλιν τὰς σὰς ὁδοὺς βαδίζειν διδάξω τοὺς παραβαίνοντας. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. Πάλιν ἱκετηρίαν ὑπὲρ τοῦ τοῦ Οὐρίου φόνου τίθεται, ὅπως ἂν ῥυσθείη τοῦ ἐξ αὐτοῦ μιασμοῦ· ἢ μᾶλλον, ἐξ αἱμάτων, τῶν δι' αἵματος θυσιῶν, ὡς τὰ ἐπαγόμενα τοῦ ψαλμοῦ διαδείκνυσιν εἰπόντος· Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν καὶ τὰ ἑξῆς. Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Διαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου· οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπολαύσας, ἀλλ᾽ ὑμνῶν σε διατελέσω καὶ τὰς σὰς διηγούμενος χάριτας. Ἐπειδὴ τὰς ἐν νόμῳ, φησὶ, παρῃτήσω θυσίας, οὐ γὰρ δύνανται ἀφιέναι ἁμαρτίας τούτου χάριν ἣν ἡγάπησάς σοι προσήνεγκα. Αὕτη δὲ ἐστιν ἡ διὰ μετανοίας καὶ καρδίας συντετριμμένης. ᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών. Σιὼν ἐνταῦθα τὴν Ἐκκλησίαν φησίν. Ὅταν γὰρ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιῶσαι τὰ πάντα ἐν τῷ Υἱῷ αὐτοῦ, τότε καὶ τὰς ἀγαθὰς αὐτοῦ τῇ Ἐκκλησίᾳ αὐτοῦ δέδωκεν ἐπαγγελίας. Καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τείχη Ἱερουσαλὴμ τοὺς ἁγίους φησὶν ἱερουργοὺς τοὺς περιφράττοντας τὴν Ἐκκλησίαν αὐτοῦ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης. Ὅταν, φησὶν, ἀγαθυνεῖς τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλήμ, τότε δὴ τότε καὶ ἀνενεχθήσονται θυσίαι, οὐχ αἱ δι' αἱμάτων, ἀλλ᾽ αἱ τῆς δικαιοσύνης, αἱ τῆς αἰνέσεως δηλονότι. ᾿Αναφορὰν καὶ ὁλοκαυτώματα, καὶ αὐτὰ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς ἀναιμάκτου θυσίας δηλοῖ. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ αὐτοὺς δικαιοσύνης, ὥστε εἶναι πάντα δικαιοσύνης, θυσίας, ἀναφορὰς δικαιοσύνης, ὁλοκαυτώματα δικαιοσύνης, μόσχους δικαιοσύνης.
Eis to telos PsALMOS ǭdēs tǭ Dauïd. N΄. En tǭ elthein pros auton Nathan ton prophētēn, hēnika eisēlthe pros Bērsabee. Hypothesis. Touton adei ton psalmon exomologēsin dyo enklēmatōn periechonta, tēs te miaiphonias Ouriou kai moicheias pros Bērsabee. Hypodeiknysi kai pasin anthrōpois sōtērias hodon tēn metanoian, hoion tina technēn tēs diēnekous kata tou echthrou nikēs. Ho gar tautēn aei meletōn kai katorthōn diapantos ginetai nikētēs tou aei prospalaiontos. Eisagei de kai tēn dia tou baptismatos apolytrōsin, Rhantieis me, legōn. Nai mēn kai didaskei, hōs pephylaktai autǭ to tēs prophēteias charisma. Ou gar aitei hōs esterēmenos autou, alla mē aphairethēnai hiketeuei legōn; Mē antanelę̄s.] Eisagei de kai tēs kath' holou genēsomenēs tōn hamartēmatōn lytrōseōs tēn dia tou hagiou baptismatos prophēteian, kai tēs en pneumati latreias didaskalian. Pantachou de tōn dyo paranomēmatōn heurēseis exileoumenon. Eleēson me, ho Theos, kata to mega eleos sou. Hōs epi megalou hamartēmatos, tou megalou eleou tou Theou deetai tychein. Kai kata to plēthos tōn oiktirmōn sou exaleipson to anomēma mou. Monōn gar esti tōn tou Theou oiktirmōn tēs miaiphonias apolousai tas cheiras. [Saphesteron de ho legei poiōn phēsin; Epi pleion plynon me. Kantautha ton pleonasmon hētēse tēs katharseōs, dia to deixai pantachou to plēmmelēma mega; ē, epei para Nathan ēkouse tēn synchōrēsin, kai hai pantodapai de symphorai to poly hypetemnonto tēs hamartias, phēsi nyn, hoti Deomai rhymmatōn kai ekplyseōn, hina teleon ho prostetēkōs apoxesthę̄ rhypos.] Epi pleion plynon me apo tēs anomias mou, tēs epi tǭ phonǭ, phēsi. Kai apo tēs hamartias mou katharison me, tēs epi moicheią. "Oti tēn anomian mou egō ginōskō. Kai touto epi tǭ phonǭ eirēke. Kai hē hamartia mou enōpion mou esti diapantos. ᾿Anō kai katō peristrephei tēs hamartias tēn mnēmēn tēs epi tę̄ moicheią ginomenēs, hōs ouk eōsēs auton oute anachōrousēs, alla diapantos synousan autǭ kai anchousan. [Epi pleion plynon me apo tēs anomias mou, kai apo tēs hamartias mou katharison me. Amartian de tēn moicheian. Isteon, hōs hamartia men hē tou agathou apoptōsis estin; anomia de hē peri ton theion nomon plēmmeleia; kai tauta echousin archēn hekateron toutōn. Sympherontai de kai kata tauton; hote gar hamartanōn tou kata physin kai en tę̄ physei apetyche skopou; tę̄ gar anthrōpeią physei skopos to kata ton logon zę̄n tēs alogias porrhō apǭkismenē. Ōsautōs kai ho anomōn plēmmelei peri ton en tę̄ physei dedomenon nomon, diagenomenos akratōs. Kalōs oun kai apostolos Iōannēs kai mathētēs tou Christou eis tauton amphotera periestēsen eipōn; Pas ho poiōn tēn hamartian kai tēn anomian poiei; allōs; Hē hamartia katallēlos tę̄ anomią. Pas gar ho anomōn hamartanei, ou pantos hamartanontos anomountos. Dynatai de kai ek parallēlou eirēsthai dia to; Pas ho poiōn tēn hamartian kai tēn anomian poiei.] Soi monǭ hēmarton, kai to ponēron enōpion sou epoiēsa. ᾿Anti tou; Tous pantōn apokrypsamenos ophthalmous en tǭ paranomēmati, tous sous monous ou dielathon. Dio phēsi; Kai to ponēron enōpion sou epoiēsa. Pollōn gar apolausas para sou, tois enantiois hēmeipsamēn. Kai ou touto legei, hōs ouk ēdikēse ton Ourian; pōs gar? all᾽ hoti hē megistē paranomia eis auton tetolmētai ton Theon ton eklexamenon kai basilea ek probateōs pepoiēkota; ē epei tous pantōn apokrypsamenos ophthalmous, tous tou Theou ouk elathen, all᾽ hēlenchthē dia tou prophētou; ē hōs men basileus nomǭ anthrōpōn ouch hypekeito, hōs de theosebēs tǭ Theǭ monǭ; ē epei anthrōpōn men oudeis ēlenchen, Theos de diōrthōsato monos. Soi, phēsi, monǭ hēmarton. Hopōs an dikaiōthēs en tois logois sou. Ēlenxas me, phēsi, dia tou prophētou paranomēsanta; kai sy men dikaios hōn kai tōn echthrōn pantote rhysamenos, kai basileią kai prophēteią timēsas; egō de bebēlos kai miaiphonos. Kai nikēsę̄s en tǭ krinesthai se. ᾿Apodeixis ētoi homologia tōn hamartēmatōn. Idou gar en anomiais synelēphthēn, kai en hamartiais ekissēse me hē mētēr mou. Epeidē ho proēgoumenos skopos tou Theou ēn tou mē dia gamou genesthai hēmas kai phthoras; hē de parabasis tēs entolēs ton gamon eisēgage dia to anomēsai ton ᾿Adam, toutestin athetēsai ton ek Theou dothenta autǭ nomon. Pantes oun hoi ex Adam genomenoi en anomiais syllambanontai hypopiptontes tę̄ tou propatoros katadikę̄. To de, Kai en hamartiais ekissēse me hē mētēr mou, sēmainei hoti hē Eua, hapantōn hēmōn hē mētēr, prōtē ekissēse tēn hamartian, hōsper orgōsa tēn hēdonēn. Dia touto kai hēmeis, tę̄ tēs mētros katapiptontes katadikę̄, kissasthai legomen en hamartiais. Deiknysin, hōs ex archēs hē anthrōpōn physis hypo tēn hamartian peptōken hypo tēs en Euą parabaseōs, kai hypo kataran hē gennēsis gegonen. ᾿Anōthen de hyphainei ton logon, to megethos tēs tou Theou dōreas deixai boulomenos. Idou gar alētheian ēgapēsas, ta adēla kai ta kryphia tēs sophias sou edēlōsas moi. O nous houtos; Sy, phēsi, Kyrie, ho alētheia ōn, alētheias agapōn, boulomenos hēmas en alētheią diagein, apokatharieis hēmas tēs archaias hamartias; kai houtōs apokatharieis hēmin di᾽ hyssōpou hōs kai hyper chiona leukanthēnai. Yssōpǭ de tēn tou hagiou Pneumatos energeian aphomoioi, thermēn ousan kai panta ton en hēmin rhypon aposmēchousan. Hē apokatharsis di' Issōpou genēsetai, ētoi dia tou hagiou Pneumatos. Yssōpos gar botanē kathartikē.] To de, Ta adēla kai ta kryphia sou edēlōsas moi tēs sophias, dēlountos estin, hōs panta autǭ ta esomena hosa en tę̄ idią sophią etheto ho Theos dia tou hagiou Pneumatos apekalypsen. Rhantieis me hyssōpǭ, kai katharisthēsomai. Eipōn, hoti Dedōkas nomous theious kai diataxeis, legei to meizon, hoti Katharmous tinas en tǭ nomǭ echarisō, kai di᾽ hyssōpou rhantismatos; kata touton oun ton skopon kai hēmin nyn paraschou ta homoia, ho autos hōn Theos. Ē mystērion eoike ti ainittesthai. Epei gar Mōsēs en Aigyptǭ to haima tou probatou di' hyssōpou tais phliais diekeleueto epirrhainesthai, timiōterǭ kai hēmeis hēgorasthēmen haimati. Epei oun phylaktērion ekeino egeneto mē ti pathein tous enoikountas hypo tou olothreuontos, eikotōs ho Dauïd, tēn tou haimatos ekeinou mnēmēn en aporrhētǭ poioumenos, Rhantieis me hyssōpǭ, phēsi, kai ta hexēs; ainittomenos tēn dia tou haimatos tou alēthinou Christou amnou genēsomenēn hapasin apokatharsin, kai glichomenos hoion tautēs tychein, ē monē akribōs rhypsai dynatai kai chionos theinai leukoteron. Akoutieis me agalliasin kai euphrosynēn. Akoustēn moi genesthai, phēsi, paraskeuaseis palin dia tou pneumatos tēn en eschatois kairois esomenēn agalliasin kai euphrosynēn. Tis de an eiē hautē hē ekeinē hē gnōsis hē peri anastaseōs, hēn edidaxen eipōn, ᾿Agalliasontai ostea tetapeinōmena? Pote de agalliasontai ta sesēmmena hēmōn osta ē kata ton tēs anastaseōs kairon, kath᾿ hon, hōs heteros phēsi prophētēs, Ta osta hēmōn hōs botanē anatelei? ᾿Agalliasetai ostea tetapeinōmena. ᾿Agalliasetai hē ischys tēs psychēs mou, hoti proteron hypo tēs hamartias asthenousa. Apostrepson to prosōpon sou apo tōn hamartiōn mou. Palin epi tēn exomologēsin anatrechei. Kardian katharan ktison en emoi, ho Theos. Tēn palaiōtheisan mou, phēsi, psychēn sesathrōmenēn hypo tēs hamartias anakainison. Kai pneuma euthes enkainison en tois enkatois mou. ᾿Anti tou, edraion; homoion hōsei legei; ᾿Asphalisai ton noun tou mēketi einai eukolon katapiptein eis hamartian. Kai to Pneuma to hagion mē antanelę̄s ap᾿ emou. Euchetai palin pneuma eis auton elthein to prophētikon. Kataleloipos gar ēn auton dia tēn hamartian. Apodos moi tēn agalliasin tou sōtēriou sou. Eis hapan to tōn anthrōpōn genos anapheretai. Agalliasin men sōtēriou tēn parousian tou Kyriou phēsi, kata to eirēmenon hypo tou Symeōn; hoti eidon hoi ophthalmoi mou to sōtērion sou; euchetai de kai autos autou metalabein. Kai pneumati hēgemonikǭ stērixon me. Hoper eipen anōterō pneuma euthes, entautha hēgemonikon kalei. Didaxō anomous tas hodous sou. Epeidē an, phēsi, rhysamenos me tēs hamartias, authis epidōs me to son hagion Pneuma. Tote dē palin tas sas hodous badizein didaxō tous parabainontas. Rhysai me ex haimatōn, ho Theos ho Theos tēs sōtērias mou. Palin hiketērian hyper tou tou Ouriou phonou tithetai, hopōs an rhystheiē tou ex autou miasmou; ē mallon, ex haimatōn, tōn di' haimatos thysiōn, hōs ta epagomena tou psalmou diadeiknysin eipontos; Hoti, ei ēthelēsas thysian, edōka an kai ta hexēs. Agalliasetai hē glōssa mou tēn dikaiosynēn sou. Touto ho Symmachos houtōs hērmēneuse; Dialalēsei hē glōssa mou tēn eleēmosynēn sou; ou gar sigēsō tēs apheseōs apolausas, all᾽ hymnōn se diatelesō kai tas sas diēgoumenos charitas. Epeidē tas en nomǭ, phēsi, parę̄tēsō thysias, ou gar dynantai aphienai hamartias toutou charin hēn hēgapēsas soi prosēnenka. Hautē de estin hē dia metanoias kai kardias syntetrimmenēs. ᾿Agathynon, Kyrie, en tę̄ eudokią sou tēn Siōn. Siōn entautha tēn Ekklēsian phēsin. Hotan gar ēudokēsen ho Theos kai Patēr anakephalaiōsai ta panta en tǭ Huiǭ autou, tote kai tas agathas autou tę̄ Ekklēsią autou dedōken epangelias. Kai oikodomēthētō ta teichē Hierousalēm. Teichē Hierousalēm tous hagious phēsin hierourgous tous periphrattontas tēn Ekklēsian autou. Tote eudokēseis thysian dikaiosynēs. Hotan, phēsin, agathyneis tēn Siōn kai oikodomēthę̄ ta teichē Hierousalēm, tote dē tote kai anenechthēsontai thysiai, ouch hai di' haimatōn, all᾽ hai tēs dikaiosynēs, hai tēs aineseōs dēlonoti. ᾿Anaphoran kai holokautōmata, kai auta ta tēs dikaiosynēs kai ta tēs anaimaktou thysias dēloi. Tote anoisousin epi to thysiastērion sou moschous. Kai autous dikaiosynēs, hōste einai panta dikaiosynēs, thysias, anaphoras dikaiosynēs, holokautōmata dikaiosynēs, moschous dikaiosynēs.
To the end. A psalm of an ode, of David. 50. When Nathan the prophet came to him, after he had gone in to Bathsheba. Argument. He sings this psalm, which contains a confession of two crimes: the murder of Uriah and the adultery with Bathsheba. He also shows all people repentance as the way of salvation, as a kind of art of unbroken victory over the enemy; for whoever always practises it and succeeds in it becomes at every moment the victor over the one who is always wrestling against him. He also introduces the redemption through baptism, when he says, “You will sprinkle me.” Yes, and he teaches too that the gift of prophecy had been kept for him; for he does not ask for it as one deprived of it, but begs that it not be taken away, saying, “Do not take away.”] He also introduces the prophecy, through holy baptism, of the redemption from sins that was to come for all, and teaching about worship in the Spirit. Everywhere you will find him seeking atonement for the two transgressions. “Have mercy on me, O God, according to your great mercy.” As for a great sin, he asks to obtain God’s great mercy. “And according to the multitude of your compassions blot out my lawlessness.” For it belongs to God’s compassions alone to wash the hands clean of murder. [He makes clearer what he means when he says, “Wash me yet more.” Here too he asked for an abundance of cleansing, to show that the offence was great in every respect; or, since he had heard of the pardon from Nathan, and misfortunes of every kind were cutting away much of the sin, he now says, “I need soaps and washings, so that the filth that has clung to me may be scraped off completely.”] “Wash me yet more from my lawlessness”: the lawlessness of the murder, he means. “And cleanse me from my sin”: the sin of the adultery. “For I know my lawlessness.” This too he said of the murder. “And my sin is before me continually.” He turns over and over the memory of the sin committed in the adultery, as a sin that does not let him go or depart from him, but is with him continually and chokes him. [“Wash me yet more from my lawlessness, and cleanse me from my sin.” By sin he means the adultery. It should be known that sin is a falling away from the good, while lawlessness is an offence against the divine law; and each of these has its own origin. But they also meet in the same thing. For when one sins, one misses the goal that is according to nature and in nature; for the goal of human nature is to live according to reason, far removed from unreason. In the same way the one who acts lawlessly offends against the law given in nature, living without self-control. Rightly, then, did John too, apostle and disciple of Christ, bring both to the same point, saying, “Everyone who commits sin also commits lawlessness.” Another explanation: sin corresponds to lawlessness; for everyone who acts lawlessly sins, but not everyone who sins acts lawlessly. It can also be said in parallel, because of “Everyone who commits sin also commits lawlessness.”] “Against you only have I sinned, and done what is evil before you.” That is: though I hid from the eyes of all in my transgression, I did not escape yours alone. That is why he says, “and done what is evil before you”; for after enjoying many things from you, I repaid you with the opposite. He does not say this as though he had not wronged Uriah (how could that be?), but because the greatest transgression had been dared against God himself, who chose him and made him king from a shepherd; or because, though he hid from the eyes of all, he did not escape God’s, but was convicted through the prophet; or because as king he was not subject to the law of men, but as a God-fearing man he was subject to God alone; or because no human being convicted him, but God alone corrected him. “Against you only,” he says, “have I sinned.” “So that you may be justified in your words.” You convicted me, he says, through the prophet, as a transgressor; and you are righteous, who always rescued me from my enemies and honoured me with kingship and prophecy, while I am profane and a murderer. “And prevail when you are judged.” A demonstration, that is, a confession, of the sins. “For behold, I was conceived in lawlessnesses, and in sins my mother craved me.” For God’s original purpose was that we should not come into being through marriage and corruption; but the transgression of the commandment brought in marriage, because Adam acted lawlessly, that is, set aside the law given him by God. All who are born from Adam, then, are conceived in lawlessnesses, falling under the condemnation of the forefather. And “in sins my mother craved me” signifies that Eve, the mother of us all, was the first to crave sin, as one lusting for pleasure. For this reason we too, falling under our mother’s condemnation, say that we are craved in sins. He shows that from the beginning human nature fell under sin through the transgression in Eve, and birth came under a curse. He weaves the account from far back, wishing to show the greatness of God’s gift. “For behold, you have loved truth; the hidden and secret things of your wisdom you have made plain to me.” The sense is this: You, Lord, he says, who are the truth and love truth, wishing us to live in truth, will cleanse us of the ancient sin; and you will cleanse us in this way, through hyssop, so that we are made white even beyond snow. He likens hyssop to the working of the Holy Spirit, which is warm and scours away all the filth in us. The cleansing will come through hyssop, that is, through the Holy Spirit; for hyssop is a cleansing herb.] And “the hidden and secret things of your wisdom you have made plain to me” is the word of one who shows that God revealed to him through the Holy Spirit all the things to come that he had laid up in his own wisdom. “You will sprinkle me with hyssop, and I shall be cleansed.” Having said, You have given divine laws and ordinances, he says the greater thing: You granted certain purifications in the law, including through sprinkling with hyssop; according to this purpose, then, grant us now the like as well, since you are the same God. Or he seems to hint at a mystery. For since in Egypt Moses ordered the blood of the lamb to be sprinkled on the doorposts with hyssop, we too have been bought with a more precious blood. Since, then, that became a safeguard, so that those who dwelt within suffered nothing from the destroyer, David fittingly, making a hidden remembrance of that blood, says, “You will sprinkle me with hyssop,” and what follows. He hints at the cleansing that would come to all through the blood of Christ, the true lamb, and longs, as it were, to obtain it, since it alone can wash perfectly and make whiter than snow. “You will make me hear exultation and gladness.” You will make audible to me again, he says, through the Spirit, the exultation and gladness that will be in the last times. And what would this be but that knowledge about the resurrection which he taught when he said, “Bones that have been humbled will exult”? When will our decayed bones exult, if not at the time of the resurrection, when, as another prophet says, “Our bones will spring up like grass”? “Bones that have been humbled will exult.” The strength of my soul will exult, which was formerly weakened by sin. “Turn your face away from my sins.” Again he runs back to confession. “Create a clean heart in me, O God.” Renew my soul, he says, which has grown old and been rotted by sin. “And renew a right spirit within my inward parts.” That is, a firm one; it is as if he said: Make my mind secure, so that it no longer falls easily into sin. “And do not take your Holy Spirit away from me.” He prays again that the prophetic spirit may come upon him; for it had left him because of the sin. “Restore to me the exultation of your salvation.” This refers to the whole human race. By the exultation of salvation he means the coming of the Lord, according to what was said by Symeon, “For my eyes have seen your salvation”; and he prays that he too may share in it. “And establish me with a governing spirit.” What he called above a right spirit he here calls governing. “I will teach the lawless your ways.” Once you have rescued me from sin, he says, and given me your Holy Spirit again, then indeed I will teach transgressors to walk again in your ways. “Deliver me from bloods, O God, God of my salvation.” Again he makes supplication for the murder of Uriah, that he may be delivered from the defilement that came from it; or rather, “from bloods” means from sacrifices made with blood, as what follows in the psalm shows, where it says, “For if you had wanted sacrifice, I would have given it,” and so on. “My tongue will exult in your righteousness.” Symmachus rendered this as follows: “My tongue will proclaim your mercy”; for I will not be silent after enjoying forgiveness, but will go on singing your praise and recounting your favours. Since, he says, you refused the sacrifices of the law (for they cannot forgive sins), for this reason I have offered you the one you loved; and this is the one offered through repentance and a broken heart. “Do good, Lord, in your good pleasure to Zion.” Here he calls the church Zion. For when God the Father was well pleased to sum up all things in his Son, then he also gave his good promises to his church. “And let the walls of Jerusalem be built.” By the walls of Jerusalem he means the holy priests who fence in his church. “Then you will be pleased with a sacrifice of righteousness.” When, he says, you do good to Zion and the walls of Jerusalem are built, then indeed sacrifices will be offered up, not those made with bloods but those of righteousness, that is, those of praise. By “offering and whole burnt offerings” he also means those of righteousness and of the bloodless sacrifice. “Then they will offer calves on your altar.” These too are of righteousness, so that all are of righteousness: sacrifices, offerings of righteousness, whole burnt offerings of righteousness, calves of righteousness.
Textual problem in this passage: see the notes.
Ps 51:1–19 (50:3-Ps LXX) (quotation, high confidence) · 2 Sam 11:4 (allusion, high confidence) · 2 Sam 12:1 (allusion, high confidence) · 2 Sam 12:13 (allusion, medium confidence) · John 4:23 (echo, low confidence) · 1 John 3:4 (quotation, high confidence) · Gen 3:6 (allusion, medium confidence) · Exod 12:22 (allusion, high confidence) · Exod 12:23 (allusion, high confidence) · 1 Pet 1:19 (echo, medium confidence) · 1 Cor 6:20 (echo, medium confidence) · Isa 66:14 (quotation, high confidence) · Luke 2:30 (quotation, high confidence) · Eph 1:10 (allusion, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 51 as David’s confession of murder and adultery, teaching repentance, the inherited condemnation from Adam and Eve, cleansing through Christ’s blood and the Spirit, and the bloodless sacrifices of the church.
- Square brackets enclose passages that Migne prints in brackets (scholia from other sources); they are translated and kept in brackets. Two brackets close without an opening in the scan OCR (after “Do not take away” and after “a cleansing herb”). The lemma for verses 16–17 (“For if you had wanted sacrifice … a broken spirit”) is not in the scan text before the comment “Since, he says, you refused the sacrifices of the law”; a line may be lost. “Craved me” renders ἐκίσσησε (LXX), which the commentary explains as Eve’s craving for sin. The statement that God’s original purpose was that humans should not come into being through marriage, and that marriage entered with the transgression, is the commentary’s own view, translated as written. “From bloods” keeps the literal plural, which the comment explains. Symmachus is the second-century Greek translator of the Old Testament. Quotations: 1 John 3:4; Isa 66:14; Luke 2:30. Allusions: 2 Sam 11–12; Exod 12:22–23; Eph 1:10. Psalm verses are given in the Protestant numbering; the Septuagint counts the title as verses 1–2.
Notes on the original text
- Digital text corrected (OCR slip; stray letter in the scan OCR; word split at a line break): Γοῦτον → Τοῦτον; τοὺ ἀεὶ → τοῦ ἀεὶ; ἐκλεξά μενον → ἐκλεξάμενον; Αγαλ λίασιν → Αγαλλίασιν; συντετριμ μένης → συντετριμμένης; Ο ηὐδόκησεν → ηὐδόκησεν; περιφράτ τοντας → περιφράττοντας; ὁλοκαυτώ ματα → ὁλοκαυτώματα; ἀναι-· μάκτου → ἀναιμάκτου; Σι· ών → Σιών.
Cite (SBL): Athanasius, Exp. Ps. 50 (PG 27:237–244; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/50). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/50
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-50) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 51
51PG 27:243–248
Εἰς τὸ τέλος, συνέσεως τῷ Δαυΐδ, ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγείλαι τῷ Σαούλ καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαυΐδ εἰς τὸν οἶκον ᾿Αβιμέλεχ. ΝΑ'. Ὑπόθεσις. Ἡνίκα ἔφυγε Δαυΐδ ἀπὸ προσώπου Σαούλ, καὶ κατήχθη φεύγων οἶκον ᾿Αβιμέλεχ, τῶν τε ἄρτων τῶν ἱερέων ἐγεύσατο, τήν τε ῥομφαίαν τοῦ Γολιάθ δέδεκται· ἀπελθών τις ἀπαγγέλλει ταῦτα τῷ Σαούλ. Δωὴκ δὲ οὗτος ὁ Σύρος ὃς καὶ τοσοῦτον ἐξεπολέμωσε τὴν ψυχὴν τοῦ Σαούλ, ὡς ἀποστείλαντα πᾶσαν τὴν πόλιν τῶν ἱερέων ἀνελεῖν, καὶ μηδὲ κτήνους αὐτῶν φείσασθαι. Ταῦτα οὖν ἀκηκοὼς ὁ Δαυΐδ τὰ προκείμενα λέγει, εἰς πρόσωπον τοῦ Σύρου ἀποτεινόμενος. Ἔχει δὲ καὶ ἀναφορὰν καὶ εἰς τὸ τοῦ Ἰουδαίων λαοῦ πρόσωπον καὶ τοῦ Ἰούδα. Περιέχει δὲ καὶ ἀγαθῶν ἐπαγγελίαν τῶν ἐσομένων, καὶ τὴν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἴδρυσιν τῶν ἁγίων αὐτοῦ, διὰ τοῦ λέγειν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Διὸ δὴ καὶ συνέσεως καὶ εἰς τὸ τέλος ἐπιγράφεται ὁ ψαλμός. Χρεία γὰρ πολλῆς συνέσεως εἰς τὸ γνωρίσαι τῆς οἰκονομίας τοῦ κατὰ σάρκα Δαυΐδ τὸ μυστήριον. Τί ἐγκαυχῇ ἐν κακίᾳ, ὁ δυνατός; Ὡς πρὸς αὐτὸν τὸν Σύρον, ἢ τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον, ἀποτείνει τὸν λόγον. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Τοῦτό φησι, διὰ τὸ ὥσπερ ξυρῆσαι καὶ ἐκκόψαι πᾶσαν τῶν ἱερέων τὴν πόλιν. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην. Ἠδίκει γὰρ καταψευδόμενος τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων σὺν αὐτῷ, καὶ τὰ μὴ πραχθέντα κατ' αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν, ὡς ἐπηρώτησε τὸν Θεὸν περὶ τοῦ Δαυΐδ, ψεῦδος ἦν, καὶ οὐκ ἀλήθεια. Ἡγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Πάντα γὰρ πρὸς ἐπιβουλὴν, καὶ φθόνον καὶ θάνατον τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἀπάντων τῶν σὺν αὐτῷ τεθανατωμένων διεπράξατο· διὰ ῥήματα καταποντισμοῦ οἱ λόγοι τῆς τοῦ Δωήκ ψευδολογίας εἴρηται. ᾿Αθρόως γὰρ πᾶσαν τὴν πόλιν τῶν ἱερέων ὥσπερ ἐν βυθῷ κατεπόντισε τοῖς ἑαυτοῦ ῥήμασι. Λέγοιτο δ᾽ ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων, καὶ αὐτοῦ δὲ τοῦ Ἰούδα. Ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου. Μετετέθησαν γὰρ τῆς ἱερᾶς αὐτῶν σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν κατὰ τοῦ Κυρίου σταυρόν. Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ὅμοιον τὸ, Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. [Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος. Λέγοιτο δ' ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα, διὰ τὸ ἡγαπηκέναι, τὰ βλαβερὰ εἰς τέλος, ἀντὶ τοῦ, παντελῶς. Διὰ τοῦτο καθελεῖ σε, ὡς οὐ καλῶς οἰκοδομηθέντα, ὁ καθαιρῶν ὑπερηφάνους, καὶ ὡς κακῶς φυτευθέντα, ἐκτίλαι σε, μεταστήσαι, ἢ ἐκριζώσαι, καὶ ἀπὸ τῆς κατοικήσεώς σου, τουτέστιν ἀπὸ τοῦ συγκατοικεῖν, ἐκβάλοι.]. "Οψονται δίκαιοι, καὶ φοβηθήσονται. Τῶν γὰρ ἀσεβῶν ἀναιρουμένων, οἱ δίκαιοι περίφοβοι γίνονται. Καὶ σὺ μὲν, φησὶ, ταῦτα ὑπομένεις· οἱ δὲ δίκαιοι, τουτέστιν οἱ σοῦ λαοὶ, θεασάμενοι τὴν σὴν ἀπώλειαν, φόβῳ κατασχεθήσονται. ἱκανὴ γὰρ ἡ εἰς σὲ τιμωρία κἀκείνους φοβῆσαι· καίτοι διὰ τὴν εἰς ἐκείνους εὐεργεσίαν τοιαῦτά σου πάσχειν μέλλοντος. Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ᾽ ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ. Ἠγάπησε γὰρ χρυσίον μᾶλλον ὁ προδότης λαβεῖν, ἢ βοηθὸν ἔχειν τὸν Ἰησοῦν. Καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. ᾿Αντὶ τοῦ· Καὶ ἐνίσχυσε πληρῶσαι τὴν ματαίαν αὐτοῦ καρδίαν, οὐ μεταμεληθεὶς τῆς ἀσεβείας ἐπαύσατο. [᾿Αλλ' ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ. Καλῶς δὲ τὸν πλοῦτον καὶ τὴν δυναστείαν ματαιότητα ἐκάλεσεν ἀπὸ τοῦ πράγματος· οὔτε γὰρ τὸν Δωὴκ ὤνησαν, οὔτε Ασσυρίους, ὁπότε ἑνὸς ἀγγέλου παρουσία αὐτοὺς ἀπέκτεινε, καὶ ἄταφοι ἔκειντο.] Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. ᾿Αειθαλής γὰρ τῶν πιστευόντων εἰς Χριστὸν ἡ δόξα. [Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, καὶ τὰ ἑξῆς. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ, ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἴποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω καὶ τὸν Ἰὼβ ἀνδρεῖον μὲν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς. Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα. Ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ ὀνομάζουσι τὸν Κύριον, διὰ τὸ γενέσθαι ἡμῖν δι' αὐτοῦ ἔλεος· ἀνεκεφαλαιώσατο γὰρ ἐν ἑαυτῷ τὰ πάντα, καὶ ἀνεστοιχείωσεν. Καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου. Ἐν τῷ ὀνόματί σου, φησὶ, σχοίην πεποίθησιν, καὶ ταύτην ἐναντίον πάντων τῶν σῶν ἁγίων ἐξαγγελῶ. Ἔσται γάρ μοι τὸ πρᾶγμα χρηστόν τε καὶ ἀγαθόν.
Eis to telos, syneseōs tǭ Dauïd, en tǭ elthein Dōēk ton Idoumaion kai anangeilai tǭ Saoul kai eipein autǭ; Ēlthe Dauïd eis ton oikon ᾿Abimelech. NA'. Hypothesis. Hēnika ephyge Dauïd apo prosōpou Saoul, kai katēchthē pheugōn oikon ᾿Abimelech, tōn te artōn tōn hiereōn egeusato, tēn te rhomphaian tou Goliath dedektai; apelthōn tis apangellei tauta tǭ Saoul. Dōēk de houtos ho Syros hos kai tosouton exepolemōse tēn psychēn tou Saoul, hōs aposteilanta pasan tēn polin tōn hiereōn anelein, kai mēde ktēnous autōn pheisasthai. Tauta oun akēkoōs ho Dauïd ta prokeimena legei, eis prosōpon tou Syrou apoteinomenos. Echei de kai anaphoran kai eis to tou Ioudaiōn laou prosōpon kai tou Iouda. Periechei de kai agathōn epangelian tōn esomenōn, kai tēn en tǭ oikǭ tou Theou idrysin tōn hagiōn autou, dia tou legein; Egō de hōsei elaia katakarpos en tǭ oikǭ tou Theou. Dio dē kai syneseōs kai eis to telos epigraphetai ho psalmos. Chreia gar pollēs syneseōs eis to gnōrisai tēs oikonomias tou kata sarka Dauïd to mystērion. Ti enkauchę̄ en kakią, ho dynatos? Hōs pros auton ton Syron, ē ton energēsanta en autǭ diabolon, apoteinei ton logon. Hōsei xyron ēkonēmenon epoiēsas dolon. Touto phēsi, dia to hōsper xyrēsai kai ekkopsai pasan tōn hiereōn tēn polin. Ēgapēsas kakian hyper agathōsynēn. Ēdikei gar katapseudomenos tou hiereōs kai tōn loipōn hapantōn syn autǭ, kai ta mē prachthenta kat' autou legōn; to gar eipein, hōs epērōtēse ton Theon peri tou Dauïd, pseudos ēn, kai ouk alētheia. Hēgapēsas panta rhēmata katapontismou, glōssan dolian. Panta gar pros epiboulēn, kai phthonon kai thanaton tou hiereōs kai tōn loipōn apantōn tōn syn autǭ tethanatōmenōn diepraxato; dia rhēmata katapontismou hoi logoi tēs tou Dōēk pseudologias eirētai. ᾿Athroōs gar pasan tēn polin tōn hiereōn hōsper en bythǭ katepontise tois heautou rhēmasi. Legoito d᾽ an tauta dikaiōs kai epi tōn archontōn tōn Ioudaiōn, kai autou de tou Iouda. Ektilai se kai metanasteusai se apo skēnōmatos sou. Metetethēsan gar tēs hieras autōn skēnēs, gegonotes aichmalōtoi dia ton kata tou Kyriou stauron. Kai to rhizōma sou ek gēs zōntōn. Homoion to, Exaleiphthētōsan ek biblou zōntōn. [Dia touto ho Theos katheloi se eis telos. Legoito d' an tauta dikaiōs kai epi tōn archontōn Ioudaiōn kai autou tou Iouda, dia to hēgapēkenai, ta blabera eis telos, anti tou, pantelōs. Dia touto kathelei se, hōs ou kalōs oikodomēthenta, ho kathairōn hyperēphanous, kai hōs kakōs phyteuthenta, ektilai se, metastēsai, ē ekrizōsai, kai apo tēs katoikēseōs sou, toutestin apo tou synkatoikein, ekbaloi.]. "Opsontai dikaioi, kai phobēthēsontai. Tōn gar asebōn anairoumenōn, hoi dikaioi periphoboi ginontai. Kai sy men, phēsi, tauta hypomeneis; hoi de dikaioi, toutestin hoi sou laoi, theasamenoi tēn sēn apōleian, phobǭ kataschethēsontai. hikanē gar hē eis se timōria kakeinous phobēsai; kaitoi dia tēn eis ekeinous euergesian toiauta sou paschein mellontos. Idou anthrōpos hos ouk etheto ton Theon boēthon autou, all᾽ epēlpisen epi tǭ plēthei tou ploutou autou. Ēgapēse gar chrysion mallon ho prodotēs labein, ē boēthon echein ton Iēsoun. Kai enedynamōthē epi tę̄ mataiotēti autou. ᾿Anti tou; Kai enischyse plērōsai tēn mataian autou kardian, ou metamelētheis tēs asebeias epausato. [᾿All' epēlpisen epi tǭ plēthei tou ploutou autou. Kalōs de ton plouton kai tēn dynasteian mataiotēta ekalesen apo tou pragmatos; oute gar ton Dōēk ōnēsan, oute Assyrious, hopote henos angelou parousia autous apekteine, kai ataphoi ekeinto.] Egō de hōsei elaia katakarpos. ᾿Aeithalēs gar tōn pisteuontōn eis Christon hē doxa. [Ho de karpos tou Pneumatos estin agapē, chara, eirēnē, kai ta hexēs. Touton toinyn ton karpon echōn en heautǭ ho hagios elegen; Egō de hōsei elaia katakarpos; elaią de katakarpǭ homoioi heauton, epeidē, eleēmosynēs epikratousēs en autǭ, akolouthōs eiponto hai loipai aretai. Houtō kai ton Iōb andreion men, kai ton Iōsēph sōphrona, kai tous loipous apo tēs epikratousēs aretēs onomazontes autous. Ēlpisa epi to eleos tou Theou eis ton aiōna. Eleos tou Theou hai theiai Graphai onomazousi ton Kyrion, dia to genesthai hēmin di' autou eleos; anekephalaiōsato gar en heautǭ ta panta, kai anestoicheiōsen. Kai hypomenō to onoma sou, hoti chrēston enantion tōn hosiōn sou. En tǭ onomati sou, phēsi, schoiēn pepoithēsin, kai tautēn enantion pantōn tōn sōn hagiōn exangelō. Estai gar moi to pragma chrēston te kai agathon.
To the end. Of understanding, of David, when Doeg the Idumaean came and told Saul and said to him, “David has come to the house of Abimelech.” 51. Argument. When David fled from the face of Saul and in his flight put in at the house of Abimelech, he both ate the bread of the priests and received the sword of Goliath; and someone went and reported this to Saul. This was Doeg the Syrian, who so stirred up Saul’s soul to hostility that he sent and destroyed the whole city of the priests and did not spare even their cattle. Having heard this, then, David says what follows, directing it at the person of the Syrian. It also refers to the person of the Jewish people and of Judas. It contains too a promise of the good things to come, and the establishment of his saints in the house of God, when it says, “But I am like a fruitful olive tree in the house of God.” That is why the psalm is entitled both “of understanding” and “to the end”; for much understanding is needed to recognise the mystery of the dispensation of David according to the flesh. “Why do you boast in wickedness, O mighty man?” He directs his words as to the Syrian himself, or to the devil who was at work in him. “Like a sharpened razor you have worked deceit.” He says this because he shaved off, as it were, and cut down the whole city of the priests. “You have loved wickedness more than goodness.” For he did wrong by lying against the priest and all the others with him, and by saying against him things that had not been done; for to say that he had inquired of God about David was a lie and not the truth. “You have loved all words of drowning, a deceitful tongue.” For he did everything with a view to plotting, envy, and the death of the priest and of all the rest who were put to death with him. The words of Doeg’s lying are called “words of drowning”; for by his words he drowned the whole city of the priests at once, as in the deep. These things might rightly be said also of the rulers of the Jews, and of Judas himself. “May he pluck you up and remove you from your dwelling.” For they were removed from their sacred tabernacle, having become captives because of the cross raised against the Lord. “And your root from the land of the living.” Like “Let them be blotted out of the book of the living.” [“Therefore may God destroy you to the end.” These things might rightly be said also of the rulers of the Jews and of Judas himself, because they loved harmful things. “To the end” means “utterly.” Therefore he who brings down the proud will destroy you, as a building not well built, and, as a plant badly planted, will pluck you up, remove or uproot you, and cast you out of your dwelling, that is, from dwelling together with them.] “The righteous will see and be afraid.” For when the ungodly are destroyed, the righteous become full of fear. And you, he says, suffer these things; but the righteous, that is, your peoples, seeing your destruction, will be seized with fear. For the punishment that falls on you is enough to frighten them too, even though it is for their benefit that you are about to suffer such things. “Behold the man who did not make God his helper, but hoped in the abundance of his wealth.” For the betrayer loved to take gold rather than to have Jesus as his helper. “And he grew strong in his vanity.” That is: he had the strength to fulfil his vain heart; he did not repent and cease from his ungodliness. [“But he hoped in the abundance of his wealth.” He rightly called wealth and power vanity, from the fact itself; for they profited neither Doeg nor the Assyrians, when the coming of one angel killed them and they lay unburied.] “But I am like a fruitful olive tree.” For the glory of those who believe in Christ is evergreen. [“But the fruit of the Spirit is love, joy, peace,” and so on. Having this fruit in himself, then, the saint said, “But I am like a fruitful olive tree.” He likens himself to a fruitful olive tree because mercy prevailed in him, and the other virtues followed in consequence; just as we call Job brave and Joseph chaste, and the rest, naming them from the virtue that prevails in them. “I have hoped in the mercy of God for ever.” The divine Scriptures call the Lord the mercy of God, because through him mercy came to us; for he summed up all things in himself and formed them anew from their elements. “And I will wait for your name, for it is good before your holy ones.” In your name, he says, may I have confidence, and I will declare it before all your saints; for the thing will be kind and good for me.
Textual problem in this passage: see the notes.
Ps 52:1–9 (51:3-Ps LXX) (quotation, high confidence) · 1 Sam 21:1 (allusion, high confidence) · 1 Sam 21:9 (allusion, high confidence) · 1 Sam 22:9 (allusion, high confidence) · 1 Sam 22:19 (allusion, high confidence) · Ps 69:28 (68:29 LXX) (quotation, high confidence) · Matt 26:15 (allusion, medium confidence) · 2 Kgs 19:35 (allusion, high confidence) · Gal 5:22 (quotation, high confidence) · Eph 1:10 (allusion, medium confidence)
Notes and citation
Summary: The commentary reads Psalm 52 as David’s words against Doeg, who caused the slaughter of the priests, applies them also to the Jewish leaders and Judas, and takes the fruitful olive tree as the evergreen glory of believers in Christ.
- Square brackets enclose passages that Migne prints in brackets (scholia from other sources); they are translated and kept in brackets. The last bracket (from “But the fruit of the Spirit”) has no closing bracket in the scan OCR. “Abimelech” is the Septuagint’s name for the priest called Ahimelech in 1 Sam 21–22 (Hebrew text). The olive (ἐλαία) is linked with mercy (ἐλεημοσύνη) by the sound of the Greek words. The application of the psalm to the Jewish people and their captivity is the commentary’s own reading, translated as written. Quotations: Ps 69:28 (LXX 68:29); Gal 5:22. Allusions: 1 Sam 21:1–9; 22:9–19; Matt 26:15; 2 Kgs 19:35; Eph 1:10. Psalm verses are given in the Protestant numbering; the Septuagint counts the title as verses 1–2.
Notes on the original text
- Digital text corrected (OCR slip; word split at a line break): ψευ δολογίας → ψευδολογίας; εὐεογεσίαν → εὐεργεσίαν; ἄνθρω πος → ἄνθρωπος; ἐλεημο σύνης → ἐλεημοσύνης; ἐναν τίον → ἐναντίον.
Cite (SBL): Athanasius, Exp. Ps. 51 (PG 27:243–248; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/51). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/51
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-51) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 52
52PG 27:247–250
Εἰς τέλος ὑπὲρ Μαελέθ συνέσεως τῷ Δαυΐδ. ΝΒ΄. Υπόθεσις. ῎Αδει τὸν παρόντα ὑπὲρ τοῦ χοροῦ τῶν ἀποστόλων καὶ πιστευσάντων εἰς Χριστόν· οἳ καὶ ἡγαλλιῶντο καὶ ηὐφραίνοντο. Μαελὲθ δὲ ἑρμηνεύεται χορὸς, ἤτοι χορεία. ᾿Αναγκαίως δὲ τὰ πρὸ τῆς παρουσίας τοῦ Κυρίου λέγει, ἵνα δείξῃ ὅση τῆς παρουσίας ὠφέλεια. Ἰστέον δὲ, ὡς καὶ τὴν αὐτὴν διάνοιαν πᾶσαν ὁ τρισκαιδέκατος ψαλμὸς περιέχει, καὶ τὰς αὐτὰς λέξεις σχεδὸν ἁπάσας· ὥστε ἐξ ἐκείνου φανερὸν γενέσθαι τοῖς ἐπιζητοῦσι τὴν ἑρμηνείαν. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός... Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπειδὴ, μὴ λογισάμενοι τὸν Θεὸν ἐφορῶντα τὰ ἀνθρώπινα, κρίνοντα κρίσει δικαίᾳ, καὶ πᾶσαν ἀθεμιτουργίαν εἴργοντα, τούτου χάριν ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψε. Τοῦτο γὰρ σαφῶς τὴν εἰς ἀνθρώπους τοῦ Κυρίου πάροδον σημαίνει. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός. Οὐχ ὑπερβολικῶς ταῦτα εἴρηται· οὐδὲν γὰρ ὑπερβολικῶς, μετ' ἀληθείας δὲ πάντα παρὰ τῇ Γραφῇ εἴρηται. Πάντες τοίνυν Ἰουδαῖοι ἐξέκλιναν τὴν ὁδὸν τὴν λέγουσαν. Ἐγώ εἰμι ἡ ὁδός. Ὅθεν καὶ ἀχρεῖοι γεγόνασι, ταύτην παραλαβεῖν οὐ βουληθέντες, οὐδενὸς ποιοῦντος τὸ ἀγαθόν. Ἐν ἀγνοίᾳ γὰρ αὐτοῦ πάντες ἐτύγχανον ὑπὸ τοῦ νομικοῦ πεπωρωμένοι γράμματος.
Eis telos hyper Maeleth syneseōs tǭ Dauïd. NB΄. Ypothesis. ᾿Adei ton paronta hyper tou chorou tōn apostolōn kai pisteusantōn eis Christon; hoi kai hēgalliōnto kai ēuphrainonto. Maeleth de hermēneuetai choros, ētoi choreia. ᾿Anankaiōs de ta pro tēs parousias tou Kyriou legei, hina deixę̄ hosē tēs parousias ōpheleia. Isteon de, hōs kai tēn autēn dianoian pasan ho triskaidekatos psalmos periechei, kai tas autas lexeis schedon hapasas; hōste ex ekeinou phaneron genesthai tois epizētousi tēn hermēneian. Eipen aphrōn en kardią autou; Ouk esti Theos... Ho Theos ek tou ouranou diekypsen epi tous huious tōn anthrōpōn. Epeidē, mē logisamenoi ton Theon ephorōnta ta anthrōpina, krinonta krisei dikaią, kai pasan athemitourgian eirgonta, toutou charin ho Theos ek tou ouranou diekypse. Touto gar saphōs tēn eis anthrōpous tou Kyriou parodon sēmainei. Pantes exeklinan, hama ēchreiōthēsan, ouk esti poiōn agathon, ouk estin heōs henos. Ouch hyperbolikōs tauta eirētai; ouden gar hyperbolikōs, met' alētheias de panta para tę̄ Graphę̄ eirētai. Pantes toinyn Ioudaioi exeklinan tēn hodon tēn legousan. Egō eimi hē hodos. Hothen kai achreioi gegonasi, tautēn paralabein ou boulēthentes, oudenos poiountos to agathon. En agnoią gar autou pantes etynchanon hypo tou nomikou pepōrōmenoi grammatos.
To the end, for Maeleth, of understanding, of David. 52. Argument. He sings the present psalm for the choir of the apostles and of those who believed in Christ, who exulted and rejoiced. Maeleth is interpreted as “choir,” or “dance.” He necessarily speaks of what came before the Lord’s coming, to show how great the benefit of the coming is. It should be known that the thirteenth psalm contains the whole of the same thought and almost all the same words, so that the interpretation will be plain from that one to those who look for it. “The fool said in his heart, ‘There is no God’ …” “God looked down from heaven upon the sons of men.” Since they did not reckon that God oversees human affairs, judges with righteous judgment, and restrains all lawlessness, for this reason God looked down from heaven. For this clearly signifies the Lord’s coming among men. “All have turned aside, together they have become worthless; there is none who does good, there is not even one.” This is not said by exaggeration; for in Scripture nothing is said by exaggeration, but everything with truth. All the Jews, then, turned aside from the way that says, “I am the way.” Hence they have become worthless, unwilling to receive it, with no one doing what is good. For they were all in ignorance of him, hardened by the letter of the law.
Ps 53:1–3 (52:2-Ps LXX) (quotation, high confidence) · Ps 14:1 (13:1 LXX) (allusion, high confidence) · John 14:6 (quotation, high confidence) · 2 Cor 3:14 (echo, low confidence)
Notes and citation
Summary: The commentary reads Psalm 53 as sung for the apostles and believers, refers the reader to its near-twin Psalm 14, and takes God’s looking down from heaven as the Lord’s coming among men.
- The thirteenth psalm in the Septuagint numbering is Psalm 14. The “…” after the first lemma is printed in the text. The commentary breaks off after verse 3 (LXX 4), consistent with its reference to Psalm 14 for the interpretation. The statement about the Jews is the commentary’s own reading, translated as written. Quotation: John 14:6. Psalm verses are given in the Protestant numbering; the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (word split at a line break): ὠφέ λεια → ὠφέλεια; ὑπερβολι κῶς → ὑπερβολικῶς.
Cite (SBL): Athanasius, Exp. Ps. 52 (PG 27:247–250; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/52). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/52
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-52) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 53
53PG 27:249–250
Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαυΐδ κέκρυπται παρ' ἡμῖν; ΝΓ'. Ὑπόθεσις. Φεύγων ὁ Δαυΐδ τὸν Σαούλ ἐκάθισεν ἐν τῇ ἐρήμῳ Ζήφ. Εἶτα ἀπελθόντες οἱ Ζιφαῖοι πρὸς τὸν Σαούλ ἀπήγγειλαν τὸν τόπον ἐν ᾧ ἦν ἀποδιδράσκων. Ἠξίουν δὲ ἐλθόντα συλλαβέσθαι αὐτόν. Ὁ δὲ, μετὰ χεῖρας τὴν λύραν λαβών, ἅτε ἐγνωκὼς τῷ προφητικῷ πνεύματι, ὡς οὐδὲν δεινὸν πείσεται παρὰ τοῦ Σαούλ, τὰ προκείμενα ᾄδει. Καὶ γὰρ ἀπελθὼν εἰς σύλληψιν αὐτοῦ Σαούλ, ἤκουσεν ἀγγελίαν τῶν ἀλλοφύλων, καὶ ὑπέστρεψε σπεύδων μετὰ τῶν ἀνδρῶν αὐτοῦ. Ἔχοι δ᾽ ἂν τὰ παρόντα ἀναφορὰν καὶ εἰς τὸ πρόσωπον τοῦ ἀποστολικοῦ χοροῦ, ὡς τὰς ἐπαναστάσεις τὰς παρὰ τοῦ ἔθνους τῶν Ἰουδαίων, καὶ βασιλέων δὲ τῶν ἐθνῶν τὸν θυμὸν διηγούμενος, τὸν Θεὸν ἀξιοῖ ἐξ ἁπάντων σωθῆναι διὰ τοῦ ὀνόματος αὐτοῦ. Προφητικῶς τε ἀποφαίνει, ὡς περιστρέψει τοῖς ἐχθροῖς εἰς κεφαλὴν ὁ Θεὸς τὰ κακὰ, αὐτὸς δὲ τὰς ἐπινικίους προσάξει θυσίας. Διὸ καὶ συνέσεως ἐπιγέγραπται, εἰς τὸν εἰρημένον νοῦν ἀναπέμποντος ἡμᾶς τοῦ ψαλμοῦ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Οὐχὶ δι᾽ ἄλλου τινὸς ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ σωθῆναι ἀξιοῖ. Ἐπειδὴ δὲ, φησὶ, τὸ σὸν ὄνομα ἐπικαλοῦμαι, ἐν αὐτῷ τούτῳ τὴν σωτηρίαν μου παράσχου. Καὶ ἐν δυναστείᾳ σου, τουτέστι τῷ Υἱῷ σου, κρινεῖς με· ἀντὶ τοῦ· Οὐκ ἄλλοις κριταῖς, ἀλλὰ τῇ δυνάμει σου εἰς ἐξέτασιν παραδοθῆναι.] Καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Κρίνας γὰρ τὴν κρίσιν αὐτῶν, τοὺς μὲν ἀπωλείᾳ παρέδωκε, τοὺς δὲ ἔσωσεν ἀπὸ τῶν ἐχθρῶν. Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου. Δέξαι μου τὰς ἱκετείας σὺν εὐμενείᾳ. Ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. "Ομοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν.
Eis telos en hymnois syneseōs tǭ Dauïd. En tǭ elthein tous Ziphaious kai eipein tǭ Saoul; Ouk idou Dauïd kekryptai par' hēmin? NG'. Hypothesis. Pheugōn ho Dauïd ton Saoul ekathisen en tę̄ erēmǭ Zēph. Eita apelthontes hoi Ziphaioi pros ton Saoul apēngeilan ton topon en hǭ ēn apodidraskōn. Ēxioun de elthonta syllabesthai auton. Ho de, meta cheiras tēn lyran labōn, hate egnōkōs tǭ prophētikǭ pneumati, hōs ouden deinon peisetai para tou Saoul, ta prokeimena ądei. Kai gar apelthōn eis syllēpsin autou Saoul, ēkousen angelian tōn allophylōn, kai hypestrepse speudōn meta tōn andrōn autou. Echoi d᾽ an ta paronta anaphoran kai eis to prosōpon tou apostolikou chorou, hōs tas epanastaseis tas para tou ethnous tōn Ioudaiōn, kai basileōn de tōn ethnōn ton thymon diēgoumenos, ton Theon axioi ex hapantōn sōthēnai dia tou onomatos autou. Prophētikōs te apophainei, hōs peristrepsei tois echthrois eis kephalēn ho Theos ta kaka, autos de tas epinikious prosaxei thysias. Dio kai syneseōs epigegraptai, eis ton eirēmenon noun anapempontos hēmas tou psalmou. Ho Theos, en tǭ onomati sou sōson me. Ouchi di᾽ allou tinos ē dia tou onomatos autou sōthēnai axioi. Epeidē de, phēsi, to son onoma epikaloumai, en autǭ toutǭ tēn sōtērian mou paraschou. Kai en dynasteią sou, toutesti tǭ Huiǭ sou, krineis me; anti tou; Ouk allois kritais, alla tę̄ dynamei sou eis exetasin paradothēnai.] Kai en tę̄ dynamei sou krineis me. Krinas gar tēn krisin autōn, tous men apōleią paredōke, tous de esōsen apo tōn echthrōn. Ho Theos, eisakouson tēs proseuchēs mou. Dexai mou tas hiketeias syn eumeneią. Enōtisai ta rhēmata tou stomatos mou. "Omoion tǭ; Kai nyn, Kyrie, epide epi tas apeilas autōn.
To the end, among hymns, of understanding, of David, when the Ziphites came and said to Saul, “Is not David hidden among us?” 53. Argument. Fleeing Saul, David stayed in the wilderness of Ziph. Then the Ziphites went to Saul and reported the place where he was hiding as a fugitive, and urged him to come and seize him. But David took his lyre in his hands, since he knew by the prophetic spirit that he would suffer nothing terrible from Saul, and sings what follows. And in fact Saul, who had set out to capture him, heard news of the foreigners and turned back in haste with his men. These words could also refer to the person of the apostolic choir, which, recounting the uprisings of the Jewish nation and the fury of the kings of the nations, asks God to be saved from them all through his name. And he declares prophetically that God will turn the evils back on the heads of the enemies, while he himself will bring the sacrifices of victory. That is why it is entitled “of understanding,” since the psalm sends us back to the sense just described. “O God, save me by your name.” He asks to be saved not through anything else but through his name. Since, he says, I call upon your name, by this very name grant me my salvation. And “by your might,” that is, by your Son, “you will judge me”; that is: I ask to be handed over for examination not to other judges but to your power.] “And by your power you will judge me.” For having judged their case, he gave some over to destruction and saved others from their enemies. “O God, hear my prayer.” Receive my supplications with kindness. “Give ear to the words of my mouth.” Like: “And now, Lord, look upon their threats.”
Textual problem in this passage: see the notes.
Ps 54:1–2 (53:3-Ps LXX) (quotation, high confidence) · 1 Sam 23:19 (allusion, high confidence) · 1 Sam 23:27 (allusion, high confidence) · 1 Sam 23:28 (allusion, high confidence) · Acts 4:29 (quotation, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 54 as David’s prayer when the Ziphites betrayed him to Saul, applies it also to the apostles under persecution, and takes God’s “might” as his Son.
- A square bracket closes without an opening in the scan OCR (after “not to other judges but to your power”); Migne prints the preceding words as a scholion from another source. The commentary in the scan ends at verse 2 (LXX 4); nothing on the rest of the psalm follows before Psalm 54 begins. Quotation: Acts 4:29. Allusions: 1 Sam 23:19–28. Psalm verses are given in the Protestant numbering; the Septuagint counts the title as verses 1–2.
Notes on the original text
- Digital text corrected (OCR slip; word split at a line break): προφψητικῷ → προφητικῷ; αὐ· τῷ → αὐτῷ; νῦr → νῦν.
Topics: Persecution
Cite (SBL): Athanasius, Exp. Ps. 53 (PG 27:249–250; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/53). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/53
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-53) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 54
54PG 27:249–254
Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. ΝΔ΄. Ὑπόθεσις. Τῷ Πνεύματι θεωρήσας ὁ Προφήτης τὰ ἐσόμενα κατὰ Χριστοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ καὶ αὐτοῦ τοῦ Ἰούδα, λύπης πληρούμενος καὶ ἀμηχανίας, ἣν καὶ ἀδολεσχίαν ἐν τῷ παρόντι ὠνόμασε, διατελεῖ ταραττόμενος καὶ ἀπορῶν ἐν τοῖς τολμωμένοις, παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τὴν προσευχὴν αὐτοῦ, καὶ τοῦτο αὐτῷ παρασχεῖν· εἶτα δεύτερον γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν· καὶ τρίτον τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος· καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει Πρόσχες μοι, καὶ εἰσάκουσόν μου. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου. Διαφόρους ἱκετείας προσφέρει δεχθῆναι ταύτας ἀντιβολῶν. Μὴ παρίδης γάρ με, φησὶ, ποτνιώμενον, ἀλλ᾽ εὐμενῶς μοι πρόσχες, καὶ τὴν βοήθειαν ὤρεξον. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην. Αμηχανίας γὰρ ἐπληροῦτο, βλέπων τὴν κατὰ τοῦ Σωτῆρος γινομένην παρανομίαν, ἣν καὶ διδάσκει ἐφεξῆς λέγων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ὁ δὲ πᾶς νοῦς οὗτος· Πρόσχες ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίᾳ πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, εἰσάκουσόν μου. Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ανομίαι. Πάντα γὰρ τὰ κατὰ τοῦ Σωτῆρος συμβάντα πρὸς τὸ οἰκεῖον ἀναφέρει πρόσωπον. [Διὰ μνησικακίαν μοι ταῦτα ἐποίουν τεχθεῖσαν ἐξ ὀργῆς ἀλόγου. Κότος ἡ ἐπίμονος ὀργή. Διὰ ταύτην δὲ τὴν αἰτίαν περιδεὴς ἐγενόμην καὶ τεταραγμένος, ὡς ἐπιστάντος μοι ἤδη τοῦ θανάτου, καὶ τοσαύτη μοι ἦλθεν ἀγωνία καὶ φόβος, ὡς μηδὲ δοκεῖν τὴν ἀκτῖνα φαίνειν, ἀλλ᾽ ἐσκοτίσθαι · καὶ ἐλογισάμην τὴν φυγὴν εἶναι πάντων ἀμείνω, καὶ ηὐχόμην γενέσθαι μοι πτέρυγας ἐπὶ τῷ μεταστῆναι καὶ ἀλλαχοῦ καταπαῦσαι.] Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Ἰδοὺ ἡ καρδία μου, φησὶ, διέστρεψε τὰ ἔνδον μου· ἀλλὰ καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾿ ἐμέ. Ἤτοι δὲ τοῦ σωτηρίου θανάτου λέγει, ἐφ᾽ ᾧ δειλίας ὁ Προφήτης ἐπληροῦτο ἀνθρωπίνῳ λογισμῷ κινούμενος· ἢ τοῦ τῶν ψυχῶν θανάτου, τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. ᾿Αλλὰ φόβος καὶ τρόμος ἐπέπεσε τῷ Προφήτῃ ὁρῶντι τὸν ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα, ἔκρυπτε δὲ αὐτὸν σκότος, ὡς ἂν σκότου ἀληθῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα. Εἶτα, ὥσπερ ἀπολειφθεὶς ἐν μέσῳ τῶν ταῦτα δρώντων, μήτε μίαν τε ἔχων ἀποφυγήν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἐπαρθῆναι, καὶ πτηνὸς γενόμενος δι' ἀέρος ἐκφυγεῖν. Προσεδεχόμην τὸν Θεὸν σώζοντά με, ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Καταιγίδα ὀνομάζει τὴν διὰ τοῦ πάθους αὐτῷ συμβᾶσαν λύπην. Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Αἰτίαν παρατίθησι δι' ἣν καὶ τὴν προσευχὴν ἐποιήσατο. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Ταῦτα εἰς πρόσωπον τοῦ προδότου ἀναφέροιτ᾽ ἂν δικαίως. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου. ᾿Αντὶ τοῦ, Κατεστάθης ἡγεμὼν ὑπ᾿ ἐμοῦ, ὁ Ἰούδας δηλονότι. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα. Όμοιον ὡσεὶ λέγοι· Τῆς αὐτῆς τραπέζης πολλάκις ἠξιωμένος. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Τοῦτό φησι διὰ τὸ συνεληλυθέναι αὐτῷ πολλάκις εἰς τὸ ἱερόν. Ἐλθέτω δὴ θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾄδου ζῶντες. Ἐπειδὴ οὐκ ἐθέλησάν σε τὴν ζωὴν παραδέξασθαι, ταύτῃ τοι θάνατος διαδέξεται αὐτούς. Τὸ δὲ, Καταβήτωσαν εἰς ἄδου ζῶντες, ὅτι δὴ, γινώσκοντες αὐτὸν εἶναι τὸν κληρονόμον, εἶπον· Δεῦτε, ἀποκτείνωμεν αὐτόν· τὴν γὰρ γνῶσιν ἀντὶ τῆς ζωῆς ἐτεθείκει. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσἡκουσέ μου. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα. Καὶ τί ἐκέκραξεν ; ἢ λυτρωθῆναι τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν ζητούντων ἀπολέσαι αὐτήν. Διὸ δὴ καὶ εἰσήκουσται. Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι. ᾿Αντὶ τοῦ, Οὐ παύσομαι διηγούμενος, ὅτι δὴ εἰσακούσας λελύτρωσαι τὴν ψυχήν μου. Ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. Ὅτι οἱ πολλοὶ συνίεσαν κατ' ἐμοῦ βουλόμενοι τὴν ψυχήν μου ἐξαίρειν. Οὐ γὰρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Ταπεινωθήσονται, φησὶν, ἐπειδὴ οὐδὲ ἔχουσι τῆς ψυχῆς αὐτῶν ἀντάλλαγμα. "Απαξ γὰρ ἀρνησάμενοι τὸ τίμιον αἷμα Χριστοῦ, τὸ εἰλημμένον ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, οὐκέτι εὐποροῦσι λύτρου. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι. Αὐτὸς μὲν ἐξέτεινε τὴν παρεκτικὴν χεῖρα τῶν ἀγαθῶν εἰς τὸ μεταλαβεῖν αὐτοὺς τῆς εὐλογίας· οἱ δὲ οὐ μόνον οὐκ ἐδέξαντο · ἀλλὰ καὶ τὴν διαθήκην ἐβεβήλωσαν, δηλονότι τὴν εὐαγγελικήν. Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπειδὴ κακοῦργοι περὶ τὸν εὐεργέτην γεγόνασι, ταύτῃ τοι καὶ εἰς πάντα ἄνεμον αὐτοὺς διεσκόρπισε. Καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν. Πάλιν περὶ τοῦ Ἰούδα τὸν λόγον ἀποτείνεται· Τῇ καρδίᾳ, φησὶ, κατεδέξατο τὸ προδοῦναι Χριστόν. Καὶ δὴ λόγους προσέφερεν ἁπαλούς τε καὶ λείους, ἀλλ᾽ ἦσαν κακίας πλήρεις. Τίνες δὲ οἱ λόγοι ἢ τὸ, Χαῖρε, ῾Ῥαββὶ, ἐπὶ προδοσίᾳ λεγόμενον Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. "Όμοιον τό· Μὴ μεριμνήσητε τί φάγητε, ἢ τί πίητε, ἢ τί ἐνδύσησθε. Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. ᾿Αντὶ τοῦ· Ἐκσπάσει τοὺς δικαίους ἐν παντὶ καιρῷ ἀπὸ πάσης ἐπαναστάσεως ἐχθρῶν. Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Τοὺς ἐπαναστάντας δηλονότι καὶ σταυρῷ παραδόντας. Φρέαρ γὰρ διαφθορᾶς τὸν ἄδην φησίν. ῎Ανδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν.῎Ανδρας αἱμάτων τοὺς τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντάς φησιν, οἳ καὶ τῆς ζωῆς οὐ πεπληρώκασι τὸν χρόνον, τῇ Ῥωμαίων παραδοθέντες μαχαίρᾳ.
Eis telos en hymnois syneseōs tǭ Dauïd. ND΄. Hypothesis. Tǭ Pneumati theōrēsas ho Prophētēs ta esomena kata Christou para tou Ioudaiōn laou kai autou tou Iouda, lypēs plēroumenos kai amēchanias, hēn kai adoleschian en tǭ paronti ōnomase, diatelei tarattomenos kai aporōn en tois tolmōmenois, parakalei ton Theon enōtisasthai tēn proseuchēn autou, kai touto autǭ paraschein; eita deuteron gnōnai tēn dia tēs proseuchēs anapempomenēn deēsin; kai triton tēn katastasin theasasthai tou tēn proseuchēn anapempontos; kai houtōs auton kataxiōsai tēs heautou akoēs; dio epilegei Prosches moi, kai eisakouson mou. Enōtisai, ho Theos, tēn proseuchēn mou. Diaphorous hiketeias prospherei dechthēnai tautas antibolōn. Mē paridēs gar me, phēsi, potniōmenon, all᾽ eumenōs moi prosches, kai tēn boētheian ōrexon. Elypēthēn en tę̄ adoleschią mou, kai etarachthēn. Amēchanias gar eplērouto, blepōn tēn kata tou Sōtēros ginomenēn paranomian, hēn kai didaskei ephexēs legōn; Apo phōnēs echthrou kai apo thlipseōs hamartōlou. Ho de pas nous houtos; Prosches hopōs elypēthēn, hopōs etarachthēn, hopōs adoleschią peplērōmai; apodexamenos te tauta, eisakouson mou. Hoti exeklinan ep' eme anomiai. Panta gar ta kata tou Sōtēros symbanta pros to oikeion anapherei prosōpon. [Dia mnēsikakian moi tauta epoioun techtheisan ex orgēs alogou. Kotos hē epimonos orgē. Dia tautēn de tēn aitian perideēs egenomēn kai tetaragmenos, hōs epistantos moi ēdē tou thanatou, kai tosautē moi ēlthen agōnia kai phobos, hōs mēde dokein tēn aktina phainein, all᾽ eskotisthai ; kai elogisamēn tēn phygēn einai pantōn ameinō, kai ēuchomēn genesthai moi pterygas epi tǭ metastēnai kai allachou katapausai.] Hē kardia mou etarachthē en emoi, kai deilia thanatou epepesen ep' eme. Idou hē kardia mou, phēsi, diestrepse ta endon mou; alla kai deilia thanatou epepesen ep᾿ eme. Ētoi de tou sōtēriou thanatou legei, eph᾽ hǭ deilias ho Prophētēs eplērouto anthrōpinǭ logismǭ kinoumenos; ē tou tōn psychōn thanatou, tōn apollysthai mellontōn dia ta toiauta tolmēmata. ᾿Alla phobos kai tromos epepese tǭ Prophētę̄ horōnti ton agapēton tou Theou toiauta hypo tōn asebōn paschonta, ekrypte de auton skotos, hōs an skotou alēthōs axia ta kata tou Sōtēros drōmena. Eita, hōsper apoleiphtheis en mesǭ tōn tauta drōntōn, mēte mian te echōn apophygēn, mēde hopoi klinas heauton ektos tōn kakōn genoito, euchetai meteōros eparthēnai, kai ptēnos genomenos di' aeros ekphygein. Prosedechomēn ton Theon sōzonta me, apo oligopsychias kai apo kataigidos. Kataigida onomazei tēn dia tou pathous autǭ symbasan lypēn. Hoti eidon anomian kai antilogian en tę̄ polei. Aitian paratithēsi di' hēn kai tēn proseuchēn epoiēsato. Hoti, ei echthros ōneidise me, hypēnenka an. Tauta eis prosōpon tou prodotou anapheroit᾽ an dikaiōs. Sy de, anthrōpe isopsyche, hēgemōn mou kai gnōste mou. ᾿Anti tou, Katestathēs hēgemōn hyp᾿ emou, ho Ioudas dēlonoti. Hos epi to auto eglykanas moi edesmata. Omoion hōsei legoi; Tēs autēs trapezēs pollakis ēxiōmenos. En tǭ oikǭ tou Theou eporeuthēmen en homonoią. Touto phēsi dia to synelēlythenai autǭ pollakis eis to hieron. Elthetō dē thanatos ep' autous, kai katabētōsan eis ądou zōntes. Epeidē ouk ethelēsan se tēn zōēn paradexasthai, tautę̄ toi thanatos diadexetai autous. To de, Katabētōsan eis adou zōntes, hoti dē, ginōskontes auton einai ton klēronomon, eipon; Deute, apokteinōmen auton; tēn gar gnōsin anti tēs zōēs etetheikei. Egō pros ton Theon ekekraxa, kai ho Kyrios eisēkouse mou. Egō pros ton Theon ekekraxa. Kai ti ekekraxen ? ē lytrōthēnai tēn psychēn autou apo tōn zētountōn apolesai autēn. Dio dē kai eisēkoustai. Hesperas kai prōi kai mesēmbrias diēgēsomai. ᾿Anti tou, Ou pausomai diēgoumenos, hoti dē eisakousas lelytrōsai tēn psychēn mou. Hoti en pollois ēsan syn emoi. Hoti hoi polloi syniesan kat' emou boulomenoi tēn psychēn mou exairein. Ou gar estin autois antallagma. Tapeinōthēsontai, phēsin, epeidē oude echousi tēs psychēs autōn antallagma. "Apax gar arnēsamenoi to timion haima Christou, to eilēmmenon antallagma hyper tēs tou kosmou zōēs, ouketi euporousi lytrou. Exeteine tēn cheira autou en tǭ apodidonai. Autos men exeteine tēn parektikēn cheira tōn agathōn eis to metalabein autous tēs eulogias; hoi de ou monon ouk edexanto ; alla kai tēn diathēkēn ebebēlōsan, dēlonoti tēn euangelikēn. Diemeristhēsan apo orgēs tou prosōpou autou. Epeidē kakourgoi peri ton euergetēn gegonasi, tautę̄ toi kai eis panta anemon autous dieskorpise. Kai ēngisan hai kardiai autōn. Palin peri tou Iouda ton logon apoteinetai; Tę̄ kardią, phēsi, katedexato to prodounai Christon. Kai dē logous prosepheren hapalous te kai leious, all᾽ ēsan kakias plēreis. Tines de hoi logoi ē to, Chaire, ῾Rhabbi, epi prodosią legomenon Epirrhipson epi Kyrion tēn merimnan sou, kai autos se diathrepsei. "Omoion to; Mē merimnēsēte ti phagēte, ē ti piēte, ē ti endysēsthe. Ou dōsei eis ton aiōna salon tǭ dikaiǭ. ᾿Anti tou; Ekspasei tous dikaious en panti kairǭ apo pasēs epanastaseōs echthrōn. Sy de, ho Theos, kataxeis autous eis phrear diaphthoras. Tous epanastantas dēlonoti kai staurǭ paradontas. Phrear gar diaphthoras ton adēn phēsin. ᾿Andres haimatōn kai doliotētos ou mē hēmiseusōsi tas hēmeras autōn.᾿Andras haimatōn tous ton archēgon tēs zōēs apokteinantas phēsin, hoi kai tēs zōēs ou peplērōkasi ton chronon, tę̄ Rhōmaiōn paradothentes machairą.
To the end, among hymns, of understanding, of David. 54. Argument. Having beheld by the Spirit what would be done against Christ by the Jewish people and by Judas himself, the prophet is filled with grief and helplessness, which in the present psalm he also calls “my musing”; he remains troubled and at a loss at what is dared. He begs God to give ear to his prayer and to grant him this; then, second, to take note of the petition sent up through the prayer; and third, to look on the state of the one who sends up the prayer, and so to count him worthy of his hearing. That is why he adds, “Attend to me and hear me.” “Give ear, O God, to my prayer.” He offers various supplications, entreating that they be received. Do not overlook me, he says, as I implore you, but attend to me graciously and stretch out your help. “I was grieved in my musing, and I was troubled.” For he was filled with helplessness, seeing the lawlessness that was being done against the Saviour, which he also explains next, saying, “At the voice of the enemy and at the affliction of the sinner.” The whole sense is this: Attend to how I was grieved, how I was troubled, how I have been filled with musing; and having accepted this, hear me. “For they turned lawlessnesses upon me.” For he refers everything that happened against the Saviour to his own person. [They did these things to me out of rancour born of unreasoning anger. Resentment is lasting anger. For this reason I became terrified and troubled, as though death were already upon me; and such anguish and fear came upon me that even the sunbeam seemed not to shine but to be darkened. And I reckoned that flight was best of all, and I prayed that wings might be given me to move away and find rest elsewhere.] “My heart was troubled within me, and the fear of death fell upon me.” See, he says, my heart has turned my inward parts upside down; and more, the fear of death fell upon me. He speaks either of the saving death, at which the prophet was filled with fear, moved by human reasoning; or of the death of the souls of those who were to perish because of such outrages. Fear and trembling fell upon the prophet as he saw the beloved of God suffering such things at the hands of the ungodly, and darkness covered him, since the things done against the Saviour were truly worthy of darkness. Then, as though left behind in the midst of those who were doing these things, having not a single way of escape and nowhere to turn so as to be out of the evils, he prays to be lifted up on high and, becoming winged, to escape through the air. “I waited for God, who saves me from faintness of soul and from the storm.” He calls the grief that came upon him through the passion a storm. “For I saw lawlessness and contradiction in the city.” He gives the reason for which he made the prayer. “For if an enemy had reproached me, I would have borne it.” These things may rightly be referred to the person of the betrayer. “But you, a man of like soul, my leader and my acquaintance.” That is: You were appointed a leader by me; Judas, clearly. “Who together with me made the food sweet.” It is as if he said: You who were often counted worthy of the same table. “We walked in the house of God in harmony.” He says this because he had often gone up with him to the temple. “Let death come upon them, and let them go down alive into Hades.” Since they were not willing to receive you, the life, therefore death will take them in its turn. And “let them go down alive into Hades,” because, knowing that he was the heir, they said, “Come, let us kill him”; for he had set knowledge in the place of life. “I cried to God, and the Lord heard me.” “I cried to God.” And what did he cry, but that his soul might be redeemed from those who sought to destroy it? That is why he was heard. “Evening and morning and at noon I will tell of it.” That is: I will not cease telling that you heard me and redeemed my soul. “For they were with me in great numbers.” For the many had gathered against me, wishing to take away my life. “For they have no exchange.” They will be humbled, he says, since they do not even have an exchange for their soul. For having once denied the precious blood of Christ, which was received as an exchange for the life of the world, they no longer have the means of a ransom. “He stretched out his hand in repaying.” He stretched out his hand that bestows good things, so that they might share in the blessing; but they not only did not receive it but even profaned the covenant, the covenant of the gospel, clearly. “They were divided by the wrath of his face.” Since they became evildoers toward their benefactor, therefore he scattered them to every wind. “And their hearts drew near.” Again he directs his words at Judas. In his heart, he says, he accepted the betrayal of Christ. And indeed he spoke soft and smooth words, but they were full of wickedness. And what were the words, if not “Hail, Rabbi,” said for a betrayal? “Cast your care upon the Lord, and he will sustain you.” Like: “Do not be anxious about what you will eat or what you will drink or what you will wear.” “He will not give the righteous to be shaken for ever.” That is: he will draw the righteous out at every time from every uprising of enemies. “But you, O God, will bring them down into the pit of corruption.” Those who rose up, clearly, and handed him over to the cross. By the pit of corruption he means Hades. “Men of bloods and of deceit will not live out half their days.” By men of bloods he means those who killed the author of life, who did not fulfil the span of their life either, having been handed over to the sword of the Romans.
Textual problem in this passage: see the notes.
Ps 55:1–23 (54:2-Ps LXX) (quotation, high confidence) · John 14:6 (allusion, medium confidence) · Matt 21:38 (quotation, high confidence) · Matt 26:49 (quotation, high confidence) · Matt 6:25 (quotation, high confidence) · Matt 6:31 (allusion, medium confidence) · Acts 3:15 (allusion, medium confidence) · 1 Pet 1:19 (echo, low confidence)
Notes and citation
Summary: The commentary reads Psalm 55 as the prophet’s anguish at foreseeing the passion, applies the treacherous companion to Judas, and the judgment on the men of blood to Christ’s killers.
- Square brackets enclose a passage that Migne prints in brackets (a scholion from another source); it is translated and kept in brackets. “Musing” renders ἀδολεσχία, which the argument explains as helplessness. After “These things” the scan OCR has a stray marginal word (“Beloved”), left untranslated. The application to the Jewish people, Judas, and the Roman war is the commentary’s own reading, translated as written. Quotations: Matt 21:38; Matt 26:49; Matt 6:25, 31. Allusions: John 14:6; Acts 3:15. Psalm verses are given in the Protestant numbering; the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (Latin from Migne's facing column printed into the text; OCR slip; column marker in the scan OCR; marginal word printed into a word split at a line break; stray letter and stop in the scan OCR; word split at a line break): προσευχήν κου → προσευχήν μου; ὑπὸ. Ο τῶν → ὑπὸ τῶν; ὀλι γοψυχίας → ὀλιγοψυχίας; Ταῦ᾿Αγαπητός. τα → Ταῦτα; (22΄) → ; σταυρῷitus. → σταυρῷ.
Topics: Christology
Cite (SBL): Athanasius, Exp. Ps. 54 (PG 27:249–254; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/54). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/54
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-54) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.