Expositions on the Psalms 68–70

Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).

Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 68

68PG 27:305–314

Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ Δαυΐδ. ΨΑΛΜΟΣ ΞΗ'. Ὑπόθέσις. Περιέχει ὁ ψαλμὸς προσευχὴν παρὰ τοῦ Σωτῆρος ἐκ προσώπου τῆς ἀνθρωπότητος προσφερομένην, τὰς τε αἰτίας δι᾽ ἂς αὐτῷ τὸν ἐπὶ τοῦ σταυροῦ προσήνεγκαν θάνατον. Ἔτι τε αὐτὸ τὸ πάθος διηγεῖται σαφῶς, καὶ τὰς μετὰ τὸ πάθος τοῖς Ἰουδαίοις συμβησομένας συμφοράς· πρὸς δὲ τούτοις καὶ εἰσαγωγὴν τῆς εὐαγγελικῆς πολιτείας, τῆς τε ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας τὴν διδασκαλίαν, εἰς ἦν καὶ περιγράφει τὸν ψαλμόν. Ὅτι δὲ πᾶσαν ἣν ηὔξατο ὁ Σωτήρ προσευχὴν, ἐκ προσώπου τῆς ἀνθρώπου φύσεως ηὔξατο, τοῦτο ἐπισημαίνει ἐπὶ τῷ τέλει τοῦ ψαλμοῦ, καί φησιν, "Οτι ἐξήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐπειδὴ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε, περὶ ἡμῶν ὀδυνᾶται· εἰκότως καὶ προσεύχεται ῥυσθῆναι ἐκ τῶν πειρασμῶν, χειμάῤῥου δίκην κυκλωσάντων αὐτοῦ τὴν ψυχήν. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ταῦτα γὰρ ἡ ἀνθρωπεία φύσις ἐπεπόνθει, κατενεχθεῖσα ὑπὸ τῆς ἁμαρτίας εἰς θάνατον, καὶ εἰς αὐτὸν τὸν τοῦ ᾅδου χῶρον· ὃν καὶ ὕλην βυθοῦ καὶ θαλάσσης βάθος ἐν τοῖς παροῦσιν ὀνομάζει. Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Τίνα ἦν ἃ ἔκραξε, καὶ ἐπὶ τίσιν, ἐν τοῖς ἑξῆς σαφῶς ἐδίδαξεν, εἰπών· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, καὶ, Μή με καταποντισάτω καταιγὶς ὕδατος, καὶ τὰ ἑξῆς ἐπιλεγόμενα. Ηὔχετο γὰρ, ὡς ἔφην, ὑπὲρ τῆς ἀνθρώπου φύσεως· ὅπως καταργηθῇ τοῦ θανάτου τὸ κράτος, μὴ συγκλείοντος κατ᾿ αὐτῆς τὸ στόμα τοῦ ᾄδου· διὸ καὶ λέγει· Μηδέ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς. μου οἱ μισοῦντές με δωρεάν. Πολλοὶ γὰρ οἱ τῆς ἀνθρωπείας φύσεως ἐπίβουλοι δαίμονες, οἱ μηδὲν ἠδικημένοι παρ᾿ ἡμῶν, καὶ σπεύδοντες ἀνελεῖν. Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές μὲ ἀδίκως. Δείκνυσιν, ὡς ἀδίκως ἡ κατ᾿ αὐτοῦ ψῆφος ἐξενήνεκται. Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου. Αφροσύνην φησὶ τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν, τὴν τοῦ πάθους φημί. Γέγονε γὰρ, κατὰ τὸν ἱερὸν ᾿Απόστολον, ὁ τοῦ Κυρίου σταυρὸς Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία. Σὺ οὖν, ὦ Πάτερ, φησὶν, ἔγνως τὴν διὰ τοῦ σταυροῦ οἰκονομίαν. Τοῦτο δὲ λέγει, ἐπειδὴ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Ὅμοιον τῷ· Τὸν μὴ γνόντα ἁμαρτίαν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησε. Καὶ τοῦτό ἐστι τὸ· Ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Τὸ μὲν. ἐπ᾿ ἐμὲ, ἀντὶ τοῦ, δι᾿ ἐμὲ, ἤτοι διὰ τοῦ ἐμοῦ ὑπὲρ αὐτῶν πάθους· τὸ δὲ, Μὴ αἰσχυνθείησαν, ἀντὶ τοῦ, μηκέτι αἰσχυνθείησαν, ὡς πάλαι αὐτῶν ἠσχυνομένων δι᾽ ἣν ὑπέμειναν φθοράν. Ὁ δὲ νοῦς οὗτος· Ἐπειδὴ ἐγὼ, φησὶ, κατεδεξάμην ὑπὲρ αὐτῶν γεύσασθαι θανάτου, ἀναιρεθείη ἡ πάλαι κατ᾿ αὐτῶν γενομένη διὰ τὸν θάνατον αἰσχύνη. Αἰσχύνη γὰρ ἦν τοῦ κατ' εἰκόνα Θεοῦ κτισθέντος ἀνθρώπου βασιλεύων ὁ θάνατος. Σημαίνει οὖν, ὡς διὰ τῆς αὐτοῦ ἀναστάσεως ἐκ μέσου γενήσεται ὁ θάνατος. Συνῆπται οὖν ἐν ταύτῃ τῇ ἑρμηνείᾳ καὶ ὁ ἕτερος στίχος, ὁ τούτου παρόμοιος· Μηδὲ ἐντραπείησαν ἐπ᾿ ἐμὲ οἱ ζητοῦντές σε. Καλῶς καὶ ἄνω εἶπε τὸ, ἐπ᾿ ἐμὲ, καὶ ὧδε. Ἐπειδὴ · γὰρ αὐτὸς ἦν ὁ προτρέψας, ἡττηθεὶς αἰσχύνην ἔφερε τοῖς πεισθεῖσιν, ὡς ἀπάτῃ καὶ εὐκολίᾳ τὸν κίνδυνον ἑλομένοις. "Οτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν. Αἶτῶ, φησὶν, ἐκποδὼν γενέσθαι τὸν θάνατον· ἐπειδὴ καί σοι γεγονὼς ὑπήκοος, αὐτὸν ἀναδέδειγμαι. ᾿Απηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου. Τοῦτό φησι διὰ τὴν γενομένην αὐτῷ ἐπὶ τοῦ πάθους παρὰ πάντων ἐγκατάλειψιν. ῞Οτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Ἠρνήσαντό με, φησὶν, ἐπειδὴ ἤλεγχον ἀσεβεῖς αὐτοὺς γενομένους περὶ τὸν οἶκον τὸν σόν. Διηγεῖται δὲ τὴν ἱστορίαν σαφῶς ὁ Ἰωάννης· ὅτε ἐξέβαλε μετὰ φραγγελίου ἐκ τοῦ ἱεροῦ. Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. Οὐ μόνον ξένος ἐγενήθην, φησὶ, καὶ ἀπηλλοτριωμένος, ἀλλὰ καὶ ὠνειδιζόμην ἐξ ἐκείνων τῶν ἀπὸ πονηρῶν πράξεων ὀνειδιζόντων σε. Δι' οὐδὲν δὲ ἕτερον τὰ τοιαῦτα ἔπασχον ἢ διὰ τὸν ζῆλον τοῦ οἴκου σου. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου. ᾿Αλγῶν, φησὶ, διὰ τὴν ἐσομένην αὐτῶν ἀπώλειαν τῶν ψυχῶν, τὸ καὶ τὸ ἐποίουν. Οἱ δὲ ὑπὲρ ὧν τὰ τοιαῦτα ἔδρων, ἐν παντὶ καιρῷ καὶ τόπῳ ἐπὶ στόματος ἐμὲ ἔφερον, ἃς ὑπὲρ αὐτῶν ἐποιούμην κακοπαθείας ὀνειδίζοντές με. Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε. Ει καὶ πονηρά, φησὶν, ἀνταπεδίδοσάν μοι ἀντὶ ἀγαθῶν, ἀλλ᾽ οὖν τὰς ὑπὲρ αὐτῶν ἐγὼ οὐ παύομαι ποιούμενος προσευχάς. Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ εὐαγγελιστὴς, καὶ παρὰ τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούντων εὐχόμενον. Καιρὸς εὐδοκίας. Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Ὁ εἰς τοῦτο ἐλθών φησι· Καιρὸς εὐδοκίας, ὁ Θεός. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ταῦτα ἦν ἃ καὶ προσευχόμενος ὑπὲρ τῆς ἀνθρωπότητος ἔκραζεν, ὡς καὶ λέγειν αὐτόν· Ἐβραγχίασεν ὁ λάρυγξ μου. Τὸ δὲ, ἐβραγχίασε, τὸ ἐκτενὲς τῆς προσευχῆς κατασημαίνει. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός. Ὅρου καὶ κατάρας φρικτῆς προκειμένης, ἵνα κἂν ἄγγελος εὐαγγελίσηται, ἢ διδάξῃ ἡμᾶς παρ᾿ ὁ ὁ Παῦλος ἐδίδαξεν, ἀνάθεμα ἔστω. Τίς ἐστιν ὁ ὑπερκεφαλῆσαι Παῦλον, μᾶλλον δὲ τὸν ἐν αὐτῷ λαλοῦντὰ Χριστὸν δυνάμενος; Οὐκοῦν καὶ εἰς ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρτυρεῖ λέγων. ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, τουτέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, τουτἐστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας· καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ᾿ ὧν ἔπαθε τὴν ὑπακοήν. Ἐνταῦθα Παῦλος, μᾶλλον δὲ ὁ ἐν αὐτῷ λαλῶν Χριστὸς, καὶ τὰ σεσιγημένα καὶ λείποντα τοῖς εὐαγγελισταῖς ἡμᾶς ἐδίδαξε, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων λέγων γενέσθαι τὴν προσευχὴν, τοῦ, Πάτερ, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο, οὐκ ἐν ὑποκρίσει, οὐκ ἐπὶ τὸ δελεάσαι τὸν Σατανᾶν, οὐ τὸ τοῦ κόσμου οἰκειούμενος θέλημα· ἀλλ' ἐξ οἰκείου προσώπου ὁ Χριστὸς οἰκονομικῶς ἑκουσίως προσεύχεται μετὰ κραυγῆς, μετὰ δακρύων, μετὰ ἱδρώτων καὶ θρόμβου αἵματος, μετὰ ἀγγέλου ἐνισχύοντος, καὶ οἱονεὶ παρακαλοῦντος καὶ παρηγοροῦντος αὐτὸν, καίπερ Υἱὸς Θεοῦ ἀληθῶς ὑπάρχων. Ἀλλὰ καὶ ἐν ἀγωνίᾳ γενόμενος προσηύχετο, ὥς φησιν ὁ εὐαγγελιστὴς, ἀλλὰ καὶ ἐκτενέστερον, ἀλλὰ καὶ δὶς, καὶ τρὶς τὴν εὐχὴν τῷ Πατρὶ προσάγει. Τοῦ οὖν Παύλου, μᾶλλον δὲ πάλιν λέγω τοῦ Χριστοῦ, τοῦ ἐν αὐτῷ τῷ Παύλῳ λαλοῦντος, εἰς ἑαυτὸν ἀναφέροντος τὴν τοιαύτην προσευχήν · τίς ἐστιν ὁ παραχαράξαι δυνάμενος, ἃ αὐτὸς ὁ Χριστὸς περὶ ἑαυτοῦ ἐμαρτύρησεν; Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου. Ἐπειδὴ ἀποστραφεὶς ἦν ὁ Θεὸς καὶ Πατήρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν τὴν ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν αὐτὸν ἐπιστρέψαι πρὸς αὐτὴν τὸ πρόσωπον παρακαλεῖ. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν· ἐκ τοῦ κατασχόντος, δηλονότι τοῦ θανάτου. Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου. Ομοιον τῷ εἰρημένῳ· Ὅτι ἕνεκέν σου ὑπήνεγκα όνειδισμόν. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου. Ἐντεῦθεν ἡμῖν τὸ πάθος διηγεῖται· ὁ σαφῶς καὶ οἱ εὐαγγελισταὶ διηγήσαντο. Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα. Ἐντεῦθεν τὰ συμβησόμενα τοῖς Ἰουδαίοις μετὰ τὸ πάθος κατασημαίνει. "Ομοιον δὲ ὡσεὶ λέγοι· Τὰ παραπλήσια ὑπομείνοιεν ὧν πεῖραν παρεσκεύασάν με λαβεῖν. Οὐαὶ γὰρ πονηρῷ, ὅτι πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, Πῶς γὰρ οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Οὐ γὰρ πρόσκαιρος αὐτοῖς, ὥσπερ ἐπὶ Βαβυλωνίων, γέγονεν ἡ αἰχμαλωσία. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη. Τοῦτό φησι διὰ τὴν πόρθησιν τὴν συμβᾶσαν τῇ Ἱερουσαλήμ. Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν. Ἐξ αὐτῶν δηλονότι· οὐ γὰρ τις τῶν Ἰουδαίων ἔτι τὰς ἐν Ἱερουσαλήμ κατοικεῖ σκηνάς. ῞Οτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν. Αἰτίας παράθεσις δι᾽ ἣν τὰ τοιαῦτα πείσονται. "Ομοιον δὲ τῷ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα. Τοῦτον οὖν, φησὶ, τὸν κατὰ σὴν εὐδοκίαν ἐν παταγμῷ διὰ τὸ πάθος γενόμενον αὐτοὶ οὐ παραδεξάμενοι, ἔξω που τῆς ἑαυτῶν σωτηρίας ἀπήλασαν. Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου παρέθηκαν. Τοῦτό φησιν, ἐπειδὴ αὐτὸς μὲν ἐταπείνωσεν ἑαυτὸν, οἱ δὲ καὶ θανάτῳ περιέβαλον. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν. Καὶ τοῦτο λέγει, ἐπειδὴ μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν αὐτὸν ἐσυκοφάντησαν. Καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου. Πόῤῥω γενήσονται, φησὶ, τῆς τοῖς δικαίοις ἀποδοθησομένης τρυφῆς. Ἑξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. Εἰ καὶ ἐνεγράφησαν, φησὶ, κατὰ τὸ αὐτῶν εἶναι τὰς ἐπαγγελίας, ἀλλ' ἐπειδὴ τὰ καὶ τὰ ἐποίησαν, εἰκότως ἐξαλειφθήσονται. Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου, κ.τ.λ. Ἐντεῦθεν ἡ εὐαγγελική πολιτεία κηρύττεται, ἧς ἦρξεν ὁ κατὰ Θεὸν πτωχός· ᾧ καὶ εἴρηται· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Εἰσέρχεται δὲ οὗτος ὁ πτωχὸς χορὸς εὐχαριστῶν ἐπὶ τῇ γενομένῃ αὐτῷ σωτηρίᾳ παρὰ τοῦ Μονογενοῦς. Αὐτὸς γάρ ἐστι τὸ πρόσωπον τοῦ Πατρός. Ἐπαγγέλλεται δὲ μηκέτι τὰς δι' αἱμάτων προσφέρειν θυσίας· τὰς δι' αἰνέσεως δὲ μᾶλλον καὶ πνευματικῆς ᾠδῆς. Ἰδέτωσαν πτωχοὶ, καὶ εὐφρανθήτωσαν κ. τ. λ. Ταῦτα γνόντες, φησὶν, οἱ τῷ πνεύματι πτωχοί, ἀγαλλιασθήσονται. Λέγουσι δὲ ταῦτα οἱ ἀπόστολοι διὰ τοὺς δι᾿ αὐτῶν πιστεύσαντας εἰς Χριστόν. "Οτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος. Καὶ ποίας εὐχῆς, ἢ ἧς ὑπὲρ αὐτῶν ηὔχετο ὁ Μονογενής; Περὶ τίνος δὲ ηὔχετο, ἡ ῥυσθῆναι αὐτοὺς ἐκ τῶν τοῦ θανάτου δεσμῶν; Διό φησι· Καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε. Διέρρηξε γὰρ πάντων τὰ δεσμὰ, εἰρηκὼς τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, ᾿Ανακαλύφθητε. Καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε. Καὶ οὐ διέπτυσεν ἡμᾶς ἐν συμφοραῖς ὄντας, καλῶς δὲ αὐτοὺς πεπεδημένους εἶπε δι' ὧν ἔπασχον ταῦτα, Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Εἰ χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πολλῷ πλέον χαρήσονται συμπάσης ἐλευθερωθείσης τῆς γῆς. Εἰ δὲ οὐρανὸς ἐπὶ τῇ τῶν ἀνθρώπων χαίρει σωτηρίᾳ, καὶ αἰνεῖ ἐπὶ τούτῳ τὸν Θεόν· πολλῷ μᾶλλον καὶ αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα· διὸ προσέθηκε· Θάλασσα καὶ πάντα τὰ ἔρποντα ἐν αὐτοῖς. Τοῦτό φησιν, ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. Τὸ δὲ, ἐν αὐτοῖς, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσση. "Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. Τίνα φησὶν εἶναι τὴν Σιὼν ἢ τὴν ἁγίαν Ἐκκλησίαν, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ διεγηγερμέναι δηλονότι τῶν ἀνθρώπων ψυχαί; Πεσοῦσαι γὰρ ἦσαν ὅτε ἠγνόουν τὸν Θεόν. Αὗται δὲ εἰσιν αἱ διὰ τῆς ἐξομολογήσεως ἀνεγερθεῖσαι. Ἰουδαία γὰρ ἐξομολόγησις έρμηνεύεται. Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν. Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοικήσουσιν αὐτὰς. Οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι· τοῦτο γὰρ ἐπήγαγεν. Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτὴν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ. Δοῦλοι μὲν αὐτοῦ οἱ ἅγιοι ἀπόστολοι, ὡς Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ· σπέρμα δὲ αὐτῶν οἱ δι' αὐτῶν εἰς Χριστὸν πιστεύσαντες.

Eis to telos hyper tōn alloiōthēsomenōn, tǭ Dauïd. PsALMOS XĒ'. Hypothesis. Periechei ho psalmos proseuchēn para tou Sōtēros ek prosōpou tēs anthrōpotētos prospheromenēn, tas te aitias di᾽ as autǭ ton epi tou staurou prosēnenkan thanaton. Eti te auto to pathos diēgeitai saphōs, kai tas meta to pathos tois Ioudaiois symbēsomenas symphoras; pros de toutois kai eisagōgēn tēs euangelikēs politeias, tēs te en pneumati kai alētheią latreias tēn didaskalian, eis ēn kai perigraphei ton psalmon. Hoti de pasan hēn ēuxato ho Sōtēr proseuchēn, ek prosōpou tēs anthrōpou physeōs ēuxato, touto episēmainei epi tǭ telei tou psalmou, kai phēsin, "Oti exēkouse tōn penētōn ho Kyrios, kai tous pepedēmenous autou ouk exoudenōsen. Sōson me, ho Theos, hoti eisēlthosan hydata heōs psychēs mou. Epeidē tas hamartias hēmōn anelabe, peri hēmōn odynatai; eikotōs kai proseuchetai rhysthēnai ek tōn peirasmōn, cheimarrhou dikēn kyklōsantōn autou tēn psychēn. Enepagēn eis hylēn bythou, kai ouk estin hypostasis. Tauta gar hē anthrōpeia physis epeponthei, katenechtheisa hypo tēs hamartias eis thanaton, kai eis auton ton tou hądou chōron; hon kai hylēn bythou kai thalassēs bathos en tois parousin onomazei. Ekopiasa krazōn, ebranchiasen ho larynx mou. Tina ēn ha ekraxe, kai epi tisin, en tois hexēs saphōs edidaxen, eipōn; Rhystheiēn ek tōn misountōn me, kai ek tou bathous tōn hydatōn, kai, Mē me katapontisatō kataigis hydatos, kai ta hexēs epilegomena. Ēucheto gar, hōs ephēn, hyper tēs anthrōpou physeōs; hopōs katargēthę̄ tou thanatou to kratos, mē synkleiontos kat᾿ autēs to stoma tou ądou; dio kai legei; Mēde syschetō ep' eme phrear to stoma autou. Eplēthynthēsan hyper tas trichas tēs kephalēs. mou hoi misountes me dōrean. Polloi gar hoi tēs anthrōpeias physeōs epibouloi daimones, hoi mēden ēdikēmenoi par᾿ hēmōn, kai speudontes anelein. Ekrataiōthēsan hoi echthroi mou, hoi ekdiōkontes me adikōs. Deiknysin, hōs adikōs hē kat᾿ autou psēphos exenēnektai. Ho Theos, sy egnōs tēn aphrosynēn mou. Aphrosynēn phēsi tēn nomistheisan para tois anthrōpois mōrian, tēn tou pathous phēmi. Gegone gar, kata ton hieron ᾿Apostolon, ho tou Kyriou stauros Ioudaiois men skandalon, ethnesi de mōria. Sy oun, ō Pater, phēsin, egnōs tēn dia tou staurou oikonomian. Touto de legei, epeidē gegonen hypēkoos tǭ Patri mechri thanatou, thanatou de staurou. Kai hai plēmmeleiai mou apo sou ouk apekrybēsan. Homoion tǭ; Ton mē gnonta hamartian hamartian hyper hēmōn epoiēse. Kai touto esti to; Apo sou ouk ekrybēsan. Mē aischyntheiēsan ep' eme hoi hypomenontes se, Kyrie, Kyrie tōn dynameōn. To men. ep᾿ eme, anti tou, di᾿ eme, ētoi dia tou emou hyper autōn pathous; to de, Mē aischyntheiēsan, anti tou, mēketi aischyntheiēsan, hōs palai autōn ēschynomenōn di᾽ hēn hypemeinan phthoran. Ho de nous houtos; Epeidē egō, phēsi, katedexamēn hyper autōn geusasthai thanatou, anairetheiē hē palai kat᾿ autōn genomenē dia ton thanaton aischynē. Aischynē gar ēn tou kat' eikona Theou ktisthentos anthrōpou basileuōn ho thanatos. Sēmainei oun, hōs dia tēs autou anastaseōs ek mesou genēsetai ho thanatos. Synēptai oun en tautę̄ tę̄ hermēneią kai ho heteros stichos, ho toutou paromoios; Mēde entrapeiēsan ep᾿ eme hoi zētountes se. Kalōs kai anō eipe to, ep᾿ eme, kai hōde. Epeidē ; gar autos ēn ho protrepsas, hēttētheis aischynēn ephere tois peistheisin, hōs apatę̄ kai eukolią ton kindynon helomenois. "Oti heneka sou hypēnenka oneidismon. Aitō, phēsin, ekpodōn genesthai ton thanaton; epeidē kai soi gegonōs hypēkoos, auton anadedeigmai. ᾿Apēllotriōmenos egenēthēn tois adelphois mou. Touto phēsi dia tēn genomenēn autǭ epi tou pathous para pantōn enkataleipsin. ῾Oti ho zēlos tou oikou sou katephage me. Ērnēsanto me, phēsin, epeidē ēlenchon asebeis autous genomenous peri ton oikon ton son. Diēgeitai de tēn historian saphōs ho Iōannēs; hote exebale meta phrangeliou ek tou hierou. Kai hoi oneidismoi tōn oneidizontōn se epepeson ep᾿ eme. Ou monon xenos egenēthēn, phēsi, kai apēllotriōmenos, alla kai ōneidizomēn ex ekeinōn tōn apo ponērōn praxeōn oneidizontōn se. Di' ouden de heteron ta toiauta epaschon ē dia ton zēlon tou oikou sou. Kai synekalypsa en nēsteią tēn psychēn mou. ᾿Algōn, phēsi, dia tēn esomenēn autōn apōleian tōn psychōn, to kai to epoioun. Hoi de hyper hōn ta toiauta edrōn, en panti kairǭ kai topǭ epi stomatos eme epheron, has hyper autōn epoioumēn kakopatheias oneidizontes me. Egō de tę̄ proseuchę̄ mou pros se, Kyrie. Ei kai ponēra, phēsin, antapedidosan moi anti agathōn, all᾽ oun tas hyper autōn egō ou pauomai poioumenos proseuchas. Kai touto dēlon ex hōn parethēken auton ho euangelistēs, kai para tǭ staurǭ hyper tōn staurountōn euchomenon. Kairos eudokias. Hote ēlthe to plērōma tou chronou, exapesteilen ho Theos ton Huion autou genomenon ek gynaikos, genomenon hypo nomon, hina tous hypo nomon exagorasę̄. Ho eis touto elthōn phēsi; Kairos eudokias, ho Theos. Sōson me apo pēlou, hina mē empagō. Tauta ēn ha kai proseuchomenos hyper tēs anthrōpotētos ekrazen, hōs kai legein auton; Ebranchiasen ho larynx mou. To de, ebranchiase, to ektenes tēs proseuchēs katasēmainei. Mē me katapontisatō kataigis hydatos, mēde katapietō me bythos. Horou kai kataras phriktēs prokeimenēs, hina kan angelos euangelisētai, ē didaxę̄ hēmas par᾿ ho ho Paulos edidaxen, anathema estō. Tis estin ho hyperkephalēsai Paulon, mallon de ton en autǭ lalounta Christon dynamenos? Oukoun kai eis heauton tēn toiautēn euchēn anapherei, kai martyrei legōn. en tę̄ pros Hebraious Epistolę̄, hoti en tais hēmerais tēs sarkos autou, toutestin epi ton stauron erchomenos, deēseis te kai hiketērias pros ton dynamenon sōzein auton ek thanatou, toutesti pros ton Patera, meta kraugēs ischyras kai dakryōn prosēnenke, kai eisakoustheis apo tēs eulabeias; kaiper ōn Huios, emathen aph᾿ hōn epathe tēn hypakoēn. Entautha Paulos, mallon de ho en autǭ lalōn Christos, kai ta sesigēmena kai leiponta tois euangelistais hēmas edidaxe, meta kraugēs ischyras kai dakryōn legōn genesthai tēn proseuchēn, tou, Pater, parelthetō ap᾿ emou to potērion touto, ouk en hypokrisei, ouk epi to deleasai ton Satanan, ou to tou kosmou oikeioumenos thelēma; all' ex oikeiou prosōpou ho Christos oikonomikōs hekousiōs proseuchetai meta kraugēs, meta dakryōn, meta hidrōtōn kai thrombou haimatos, meta angelou enischyontos, kai hoionei parakalountos kai parēgorountos auton, kaiper Huios Theou alēthōs hyparchōn. Alla kai en agōnią genomenos prosēucheto, hōs phēsin ho euangelistēs, alla kai ektenesteron, alla kai dis, kai tris tēn euchēn tǭ Patri prosagei. Tou oun Paulou, mallon de palin legō tou Christou, tou en autǭ tǭ Paulǭ lalountos, eis heauton anapherontos tēn toiautēn proseuchēn ; tis estin ho paracharaxai dynamenos, ha autos ho Christos peri heautou emartyrēsen? Mē apostrepsę̄s to prosōpon sou apo tou paidos sou. Epeidē apostrapheis ēn ho Theos kai Patēr dia tēn en Adam parabasin tēn anthrōpou physin, toutou charin palin auton epistrepsai pros autēn to prosōpon parakalei. Prosches tę̄ psychę̄ mou, kai lytrōsai autēn; ek tou kataschontos, dēlonoti tou thanatou. Heneka tōn echthrōn mou rhysai me. Ex hēs peponthamen adikias para tōn noētōn echthrōn, apo tautēs epi ton eleon ton hēmeteron diegeirei ton Patera. Sy gar ginōskeis ton oneidismon mou. Omoion tǭ eirēmenǭ; Hoti heneken sou hypēnenka oneidismon. Oneidismon prosedokēsen hē psychē mou. Enteuthen hēmin to pathos diēgeitai; ho saphōs kai hoi euangelistai diēgēsanto. Genēthētō hē trapeza autōn enōpion autōn eis pagida. Enteuthen ta symbēsomena tois Ioudaiois meta to pathos katasēmainei. "Omoion de hōsei legoi; Ta paraplēsia hypomeinoien hōn peiran pareskeuasan me labein. Ouai gar ponērǭ, hoti ponēra kata ta erga tōn cheirōn autou symbēsetai autǭ. Skotisthētōsan hoi ophthalmoi autōn tou mē blepein, Pōs gar ouk eskotisthēsan, mē dexamenoi ton tēs dikaiosynēs hēlion? Kai ton nōton autōn diapantos synkampson. Ou gar proskairos autois, hōsper epi Babylōniōn, gegonen hē aichmalōsia. Genēthētō hē epaulis autōn ērēmōmenē. Touto phēsi dia tēn porthēsin tēn symbasan tę̄ Hierousalēm. Kai en tois skēnōmasin autōn mē estō ho katoikōn. Ex autōn dēlonoti; ou gar tis tōn Ioudaiōn eti tas en Hierousalēm katoikei skēnas. ῾Oti hon sy epataxas autoi katediōxan. Aitias parathesis di᾽ hēn ta toiauta peisontai. "Omoion de tǭ; Pataxō ton poimena, kai diaskorpisthēsontai ta probata. Touton oun, phēsi, ton kata sēn eudokian en patagmǭ dia to pathos genomenon autoi ou paradexamenoi, exō pou tēs heautōn sōtērias apēlasan. Kai epi to algos tōn traumatōn mou parethēkan. Touto phēsin, epeidē autos men etapeinōsen heauton, hoi de kai thanatǭ periebalon. Prosthes anomian epi tēn anomian autōn. Kai touto legei, epeidē meta ton stauron kai tēn anastasin auton esykophantēsan. Kai mē eiselthetōsan en dikaiosynę̄ sou. Porrhō genēsontai, phēsi, tēs tois dikaiois apodothēsomenēs tryphēs. Hexaleiphthētōsan ek biblou zōntōn. Ei kai enegraphēsan, phēsi, kata to autōn einai tas epangelias, all' epeidē ta kai ta epoiēsan, eikotōs exaleiphthēsontai. Ptōchos kai algōn eimi egō, hē sōtēria sou, ho Theos, antelabeto mou, k.t.l. Enteuthen hē euangelikē politeia kēryttetai, hēs ērxen ho kata Theon ptōchos; hǭ kai eirētai; Makarioi hoi ptōchoi tǭ pneumati. Eiserchetai de houtos ho ptōchos choros eucharistōn epi tę̄ genomenę̄ autǭ sōtērią para tou Monogenous. Autos gar esti to prosōpon tou Patros. Epangelletai de mēketi tas di' haimatōn prospherein thysias; tas di' aineseōs de mallon kai pneumatikēs ǭdēs. Idetōsan ptōchoi, kai euphranthētōsan k. t. l. Tauta gnontes, phēsin, hoi tǭ pneumati ptōchoi, agalliasthēsontai. Legousi de tauta hoi apostoloi dia tous di᾿ autōn pisteusantas eis Christon. "Oti eisēkouse tōn penētōn ho Kyrios. Kai poias euchēs, ē hēs hyper autōn ēucheto ho Monogenēs? Peri tinos de ēucheto, hē rhysthēnai autous ek tōn tou thanatou desmōn? Dio phēsi; Kai tous pepedēmenous autou ouk exoudenōse. Dierrēxe gar pantōn ta desma, eirēkōs tois en desmois, Exelthete; kai tois en tǭ skotei, ᾿Anakalyphthēte. Kai tous pepedēmenous autou ouk exoudenōse. Kai ou dieptysen hēmas en symphorais ontas, kalōs de autous pepedēmenous eipe di' hōn epaschon tauta, Ainesatōsan auton hoi ouranoi kai hē gē. Ei chara ginetai en ouranǭ epi heni hamartōlǭ metanoounti, pollǭ pleon charēsontai sympasēs eleutherōtheisēs tēs gēs. Ei de ouranos epi tę̄ tōn anthrōpōn chairei sōtērią, kai ainei epi toutǭ ton Theon; pollǭ mallon kai autoi hoi sōthentes epi tēs gēs ainesousi ton sōsanta; dio prosethēke; Thalassa kai panta ta erponta en autois. Touto phēsin, epeidē kai en tais nēsois emellon to sōtērion tou Theou paradechesthai. To de, en autois, kai en tę̄ gę̄ kai en tę̄ thalassē. "Hoti ho Theos sōsei tēn Siōn, kai oikodomēthēsontai hai poleis tēs Ioudaias. Tina phēsin einai tēn Siōn ē tēn hagian Ekklēsian, hēs kai hai poleis ǭkodomēthēsan, hai diegēgermenai dēlonoti tōn anthrōpōn psychai? Pesousai gar ēsan hote ēgnooun ton Theon. Hautai de eisin hai dia tēs exomologēseōs anegertheisai. Ioudaia gar exomologēsis ermēneuetai. Kai katoikēsousin ekei, kai klēronomēsousin autēn. Hoi nyn, phēsin, aichmalōtoi, tēs epanodou tychontes, kai tas oikeias oikodomēsousi poleis, kai katoikēsousin autas. Ouk autoi de monoi, alla kai hoi toutōn paides kai hoi ekgonoi; touto gar epēgagen. Kai to sperma tōn doulōn autou kathexousin autēn, kai hoi agapōntes to onoma sou kataskēnōsousin en autę̄. Douloi men autou hoi hagioi apostoloi, hōs Paulos, doulos Iēsou Christou; sperma de autōn hoi di' autōn eis Christon pisteusantes.

To the end, for those who will be changed, of David. Psalm 68. Argument. The psalm contains a prayer offered by the Saviour in the person of humanity, and the reasons for which they brought on him the death of the cross. It also narrates the passion itself clearly, and the misfortunes that would befall the Jews after the passion; and besides these, the introduction of the gospel way of life and the teaching of the worship in spirit and truth, with which it also closes the psalm. That every prayer the Saviour prayed he prayed in the person of human nature, he indicates at the end of the psalm, where he says, “For the Lord has heard the poor, and has not despised his prisoners.” “Save me, O God, for the waters have come in as far as my soul.” Since he took up our sins, he is in pain for us; fittingly, then, he also prays to be delivered from the trials that, like a torrent, have surrounded his soul. “I am stuck fast in the mire of the deep, and there is no foothold.” For human nature had suffered these things, carried down by sin into death and into the very region of Hades, which in the present words he calls the mire of the deep and the depth of the sea. “I am weary with crying; my throat has become hoarse.” What he cried, and over what, he taught clearly in what follows, saying, “May I be delivered from those who hate me, and from the depth of the waters,” and “Let not the storm of water drown me,” and what is said after that. For he was praying, as I said, for human nature, that the might of death might be abolished, so that Hades would not close its mouth upon it; that is why he says, “Nor let the pit close its mouth upon me.” “Those who hate me without cause are more than the hairs of my head.” For many are the demons who plot against human nature, who have suffered no wrong from us and are eager to destroy us. “My enemies who persecute me unjustly have grown strong.” He shows that the sentence against him was passed unjustly. “O God, you know my folly.” By folly he means what men thought foolishness, namely the passion. For, according to the holy apostle, the cross of the Lord became “a stumbling block to Jews and folly to Gentiles.” You, then, O Father, he says, know the dispensation through the cross. He says this because he became obedient to the Father to the point of death, even death on a cross. “And my offences were not hidden from you.” Like: “Him who knew no sin he made to be sin for us.” And this is “They were not hidden from you.” “Let not those who wait for you be put to shame because of me, Lord, Lord of the powers.” “Because of me” stands for “on account of me,” that is, on account of my passion for them; and “let them not be put to shame” stands for “let them no longer be put to shame,” as they had formerly been put to shame because of the corruption they endured. The sense is this: Since I, he says, have consented to taste death for them, may the shame that formerly came upon them through death be taken away. For death reigning over man, who was created in the image of God, was a shame. He signifies, then, that through his resurrection death will be taken out of the way. Joined to this interpretation is also the other verse, which resembles it: “Nor let those who seek you be disgraced because of me.” Rightly both above and here he said “because of me.” For since he was the one who had urged them on, had he been defeated he would have brought shame on those who were persuaded, as though they had chosen the danger through deception and credulity. “For for your sake I have borne reproach.” I ask, he says, that death be taken out of the way; since, having become obedient to you, I have taken it upon myself. “I became a stranger to my brothers.” He says this because of the abandonment by all that befell him at the passion. “For the zeal of your house has eaten me up.” They denied me, he says, because I convicted them of having acted ungodly concerning your house. John narrates the story clearly, when he drove them out of the temple with a whip. “And the reproaches of those who reproach you fell on me.” Not only, he says, did I become a foreigner and a stranger, but I was also reproached by those who reproach you through their wicked deeds. And I suffered such things for no other reason than the zeal for your house. “And I covered my soul with fasting.” Grieving, he says, over the destruction of their souls that was to come, I did this and that. But those for whom I did such things kept me in their mouths at every time and place, reproaching me with the hardships I underwent for them. “But I with my prayer to you, Lord.” Even if they repaid me evil for good, he says, still I do not cease making prayers for them. And this is plain from the way the evangelist presented him, praying even at the cross for those who were crucifying him. “A time of good pleasure.” “When the fullness of time had come, God sent his Son, born of a woman, born under the law, to redeem those under the law.” The one who came for this says, “A time of good pleasure, O God.” “Save me from the mire, so that I may not stick fast.” These were the things he cried out when praying for humanity, so that he also says, “My throat has become hoarse.” And “has become hoarse” indicates the intensity of the prayer. “Let not the storm of water drown me, nor the deep swallow me.” A rule and a dreadful curse is laid down, that even if an angel preach good news or teach us contrary to what Paul taught, let him be anathema. Who is there who can surpass Paul, or rather Christ who speaks in him? He, then, also refers such a prayer to himself, and bears witness, saying in the Epistle to the Hebrews that in the days of his flesh, that is, when he was coming to the cross, he offered up petitions and supplications, with loud crying and tears, to him who was able to save him from death, that is, to the Father, and was heard because of his reverence; although he was a Son, he learned obedience from what he suffered. Here Paul, or rather Christ who speaks in him, taught us also what was passed over in silence and left out by the evangelists, saying that the prayer, “Father, let this cup pass from me,” was made with loud crying and tears: not in pretence, not to bait Satan, not as making the will of the world his own; but Christ prays in his own person, by dispensation, willingly, with crying, with tears, with sweat and drops of blood, with an angel strengthening him and, as it were, encouraging and comforting him, although he is truly the Son of God. Moreover, being in agony he prayed, as the evangelist says, and more earnestly, and he brings the prayer to the Father twice and three times. Since, then, Paul, or rather again, I say, Christ who speaks in Paul himself, refers such a prayer to himself, who is there who can falsify what Christ himself testified about himself? “Do not turn your face away from your servant.” Since God the Father had turned away from human nature because of the transgression in Adam, for this reason he asks him to turn his face toward it again. “Attend to my soul and redeem it”: from what held it, clearly, from death. “Deliver me because of my enemies.” From the injustice we have suffered from the spiritual enemies, from this he rouses the Father to mercy toward us. “For you know my reproach.” Like the saying, “For for your sake I have borne reproach.” “My soul expected reproach.” From here he narrates the passion to us, which the evangelists too narrated clearly. “Let their table before them become a snare.” From here he points to what would happen to the Jews after the passion. It is as if he said: May they endure the like of what they made me experience. For “Woe to the wicked, for evil will befall him according to the works of his hands.” “Let their eyes be darkened so that they do not see.” For how were they not darkened, when they did not receive the sun of righteousness? “And bend their back continually.” For their captivity was not temporary, as under the Babylonians. “Let their homestead be made desolate.” He says this because of the sack that befell Jerusalem. “And let there be no one dwelling in their tents.” None of them, clearly; for no one of the Jews any longer dwells in the tents in Jerusalem. “For they persecuted the one whom you struck.” A statement of the reason why they will suffer such things. Like: “I will strike the shepherd, and the sheep will be scattered.” This one, then, he says, who according to your good pleasure came to be struck through the passion, they did not receive, but drove him away somewhere outside their own salvation. “And they added to the pain of my wounds.” He says this because he humbled himself, but they even surrounded him with death. “Add lawlessness to their lawlessness.” And he says this because after the cross and the resurrection they slandered him. “And let them not enter into your righteousness.” They will be far, he says, from the delight that will be rendered to the righteous. “Let them be blotted out of the book of the living.” Even if they were enrolled, he says, in that the promises were theirs, yet since they did this and that, they will fittingly be blotted out. “I am poor and in pain; your salvation, O God, has taken hold of me,” and so on. From here the gospel way of life is proclaimed, which the one who is poor according to God began; to whom it was also said, “Blessed are the poor in spirit.” This poor choir enters, giving thanks for the salvation that came to it from the Only-begotten; for he is the face of the Father. And it promises no longer to offer sacrifices through bloods, but rather those through praise and spiritual song. “Let the poor see and be glad,” and so on. Knowing these things, he says, the poor in spirit will exult. The apostles say this because of those who believed in Christ through them. “For the Lord has heard the needy.” And what prayer, if not the one the Only-begotten prayed for them? And what did he pray for, if not that they be delivered from the bonds of death? That is why he says, “And has not despised his prisoners.” For he broke the bonds of all, having said to those in bonds, “Come out,” and to those in darkness, “Be uncovered.” “And has not despised his prisoners.” And he did not spurn us when we were in misfortunes; and he rightly called them prisoners because of the things through which they were suffering these. “Let the heavens and the earth praise him.” If there is joy in heaven over one sinner who repents, much more will they rejoice when the whole earth has been set free. And if heaven rejoices at the salvation of men and praises God for it, much more will those saved on earth themselves praise the one who saved them; that is why he added, “The sea and all that creep in them.” He says this because in the islands too they were to receive the salvation of God. And “in them” means both on the earth and in the sea. “For God will save Zion, and the cities of Judea will be built.” What does he say Zion is, if not the holy church, whose cities too were built, the souls of men raised up, clearly? For they had fallen when they did not know God. And these are the ones raised up through confession; for Judea is interpreted “confession.” “And they will dwell there and inherit it.” Those who are now captives, he says, having obtained their return, will build their own cities and dwell in them. And not they alone, but also their children and descendants; for this is what he added: “And the seed of his servants will possess it, and those who love your name will dwell in it.” His servants are the holy apostles, as Paul is “a servant of Jesus Christ”; and their seed are those who have believed in Christ through them.

Ps 69:1–36 (68:2-Ps LXX) (quotation, high confidence) · 1 Cor 1:23 (quotation, high confidence) · Phil 2:8 (allusion, high confidence) · 2 Cor 5:21 (quotation, high confidence) · Heb 2:9 (echo, medium confidence) · Gen 1:27 (echo, low confidence) · John 2:15 (allusion, high confidence) · John 2:17 (allusion, high confidence) · Luke 23:34 (allusion, high confidence) · Gal 4:4 (quotation, high confidence) · Gal 4:5 (quotation, high confidence) · Gal 1:8 (quotation, high confidence) · 2 Cor 13:3 (allusion, medium confidence) · Heb 5:7 (quotation, high confidence) · Heb 5:8 (quotation, high confidence) · Matt 26:39 (quotation, high confidence) · Luke 22:43 (allusion, high confidence) · Luke 22:44 (allusion, high confidence) · Isa 3:11 (quotation, high confidence) · Mal 4:2 (3:20 LXX) (echo, low confidence) · Zech 13:7 (quotation, high confidence) · Matt 26:31 (quotation, medium confidence) · Matt 5:3 (quotation, high confidence) · Isa 49:9 (quotation, high confidence) · Luke 15:7 (quotation, high confidence) · Rom 1:1 (quotation, medium confidence)

Notes and citation

Summary: The commentary reads Psalm 69 as Christ’s prayer in the person of humanity, describing his passion and agony, the misfortunes of the Jews who rejected him, and the gospel way of life of the poor in spirit, who praise him for deliverance from death.

  • The commentary’s statements on Christ’s prayer “in the person of human nature” and his agony (“not in pretence, not to bait Satan”) are translated exactly as written. “I have taken it upon myself” renders ἀναδέδειγμαι by sense (probably for ἀναδέδεγμαι). The readings about the Jews (their lasting captivity and exclusion from Jerusalem) are the commentary’s own, translated as written. Quotations: 1 Cor 1:23; 2 Cor 5:21; Gal 4:4–5; Gal 1:8; Heb 5:7–8; Matt 26:39; Isa 3:11; Zech 13:7 (Matt 26:31); Matt 5:3; Isa 49:9; Luke 15:7; Rom 1:1. Allusions: Phil 2:8; Heb 2:9; Gen 1:27; John 2:15–17; Luke 23:34; 2 Cor 13:3; Luke 22:43–44; Mal 4:2 (LXX 3:20). Psalm verses are given in the Protestant numbering; the Septuagint counts the title as verse 1.

Notes on the original text

  • Digital text corrected (OCR slip; stray letter in the scan OCR; word split at a line break): ἐξή κουσε → ἐξήκουσε; οἱ ἐχθροί μεν → οἱ ἐχθροί μου; Αφρο σύνην → Αφροσύνην; ᾿Απηλλο τριωμένος → ᾿Απηλλοτριωμένος; Ἠρνή σαντό → Ἠρνήσαντό; ξένος ῃ ἐγενήθην → ξένος ἐγενήθην; ποιούμε νος → ποιούμενος; Έπαγα γέλλεται → Ἐπαγγέλλεται; ἀγαλλιασθή σονται → ἀγαλλιασθήσονται.

Topics: Christology, Prayer

Cite (SBL): Athanasius, Exp. Ps. 68 (PG 27:305–314; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/68). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-68) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 69

69PG 27:313–316

Εἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ, ΕΘ'. Εἰς ἀνάμνησιν εἰς τὸ σῶσαί με Κύριον, Υπόθεσις. Τοῦτον ἄδει τὸν ψαλμὸν ἐκ προσώπου τῆς ἀνθρωπότητος, ἀξιούσης εἰς τὸ βοηθεῖν αὐτῇ διαναστῆναι τὸν Θεόν. Οὕτω γὰρ συνέβαινεν ἐντραπῆναι μὲν τοὺς ἀντικειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφρανθῆναι δὲ τοὺς ὅσοι χαίρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς. ῾Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, κ. τ. λ. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν. Διαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ἀποστραφήτωσαν εἰςτὰ ὀπίσω, κ.τ. λ. Καὶ πάλιν κἀνταῦθα ἐν τοῖς παροῦσι στίχοις ἐπαρᾶται μὲν τοῖς αὐτὸν ἐπιβουλεύουσι, καὶ θέλουσιν αὐτὸν κακῶς παθεῖν· καὶ λέγει πρὸς αὐτούς· Οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι τράποιντο εἰς φυγὴν μετὰ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι. Οἱ ἐπὶ τῷ γενομένῳ μοι πάλαι πτώματι διὰ τὴν τοῦ θανάτου κατάραν ἐπιχαρέντες, Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. Ἀντὶ τοῦ, Τῆς τῶν προειρημένων δικαιοσύνης ἐστέρημαι, καὶ πτωχίᾳ συζῶν, τῆς δικαιοσύνης οὐκ ἔχω τὸν πλοῦτον· διὸ τῆς σῆς ἐπικουρίας ἱκετεύω τυχεῖν. Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. Τῆς σῆς γὰρ προμηθείας τετύχηκα. Ἐπάκουσον ὅτι τάχιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν.

Eis telos, PsALMOS tǭ Dauïd, ETh'. Eis anamnēsin eis to sōsai me Kyrion, Ypothesis. Touton adei ton psalmon ek prosōpou tēs anthrōpotētos, axiousēs eis to boēthein autę̄ dianastēnai ton Theon. Houtō gar synebainen entrapēnai men tous antikeimenous autę̄ polemious daimonas, euphranthēnai de tous hosoi chairousin epi tę̄ sōtērią autēs. ῾Ho Theos, eis tēn boētheian mou prosches, k. t. l. Aischynthētōsan kai entrapētōsan. Diamartoien, phēsin, hoi tēs emēs sphagēs ephiemenoi, kai tēn enteuthen aischynēn karpōsainto. Apostraphētōsan eista opisō, k.t. l. Kai palin kantautha en tois parousi stichois eparatai men tois auton epibouleuousi, kai thelousin auton kakōs pathein; kai legei pros autous; Hoi tois emois kakois ephēdomenoi trapointo eis phygēn meta aischynēs, tēn emēn horōntes metabolēn. Apostraphētōsan parautika aischynomenoi. Hoi epi tǭ genomenǭ moi palai ptōmati dia tēn tou thanatou kataran epicharentes, Egō de ptōchos eimi kai penēs. Anti tou, Tēs tōn proeirēmenōn dikaiosynēs esterēmai, kai ptōchią syzōn, tēs dikaiosynēs ouk echō ton plouton; dio tēs sēs epikourias hiketeuō tychein. Boēthos mou kai rhystēs mou ei sy, Kyrie, mē chronisę̄s. Tēs sēs gar promētheias tetychēka. Epakouson hoti tachista, kai mē anabalę̄ tēn aitēsin.

To the end, a psalm of David. 69. For remembrance, that the Lord may save me. Argument. He sings this psalm in the person of humanity, which asks God to rise up to help it. For so it came about that the hostile demons opposed to it were put to shame, while all who rejoice at its salvation were made glad. “O God, attend to my help,” and so on. “Let them be put to shame and disgraced.” May those who long for my slaughter, he says, fail, and reap the shame that comes from it. “Let them be turned back,” and so on. And again here too, in the present verses, he calls down a curse on those who plot against him and want him to suffer harm; and he says to them: May those who delight in my misfortunes turn to flight with shame, seeing my change. “Let them be turned back at once in shame.” Those who rejoiced at the fall that befell me long ago through the curse of death … “But I am poor and needy.” That is: I am deprived of the righteousness of those mentioned before, and living in poverty I do not have the wealth of righteousness; that is why I beseech you to obtain your aid. “You are my helper and my deliverer, Lord; do not delay.” For I have obtained your providence. Hear me as quickly as possible, and do not put off my request.

Textual problem in this passage: see the notes.

Ps 70:1–5 (69:2-Ps LXX) (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 70 as humanity’s plea for God’s swift help against the demons who rejoiced at its fall into death.

  • The heading’s numeral is misread in the scan OCR (“ΕΘ΄” for ΞΘ΄, 69). A sentence breaks off in the scan OCR (“Those who rejoiced at the fall … through the curse of death …”), where a line is lost; a stray verse number follows it. A stray syllable before “He sings” is removed. The lemmata are abridged with “and so on” (κ.τ.λ.) as printed. Psalm verses are given in the Protestant numbering; the Septuagint counts the title as verse 1.

Notes on the original text

  • Digital text corrected (stray letters in the scan OCR; stray verse number in the scan OCR): Ει Τοῦτον → Τοῦτον; 6. Ἐγὼ δὲ → Ἐγὼ δὲ.

Cite (SBL): Athanasius, Exp. Ps. 69 (PG 27:313–316; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/69). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-69) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 70

70PG 27:315–324

Τῷ Δαυΐδ ΨΑΛΜΟΣ, εἰς τὸ τέλος, τῶν υἱῶν Ἰωναδάβ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. ᾿Ανεπίγραφος παρ' Ἑβραίοις. Ο'. Ὑπόθεσις. Οἱ υἱοὶ τοῦ Ἰωναδάβ γεγόνασιν ἄνδρες εὐλαβεῖς τε καὶ δίκαιοι, καὶ τῶν τοῦ πατρὸς ἐντολῶν φύλακες ἀκριβεῖς, καὶ οὕτω θεοσεβεῖς καὶ τὸ ἦθος χρηστοὶ, ὡς καὶ μάρτυρα τῆς αὐτῶν ἀρετῆς γενέσθαι Θεὸν τῷ προφήτῃ διαλεγόμενον Ἱερεμίᾳ. Ἐπὶ τούτων δὲ καὶ ἡ πρώτη τῆς Ἱερουσαλήμ ὑπὸ Χαλδαίων αἰχμαλωσία γεγένηται. Σχοῖεν δ᾽ ἂν οὗτοι πρόσωπον τοῦ ἀποστολικοῦ χοροῦ, τοῦ καὶ σφόδρα τὰς τοῦ ἐπουρανίου Πατρὸς φυλάξαντος ἐντολὰς, καὶ τοὺς ἐπαίνους εἰληφότος διὰ τῶν πρὸς αὐτοὺς εἰρημένων μακαρισμῶν. Ὁμοίως γοῦν καὶ ἐπὶ τούτων τῶν ἀποστόλων, φημὶ, ἡ πρώτη τῆς Ἱερουσαλήμ αἰχμαλωσία ὑπὸ Ῥωμαίων ἐγένετο. Εἰσἁγονται οὖν οὗτοι οἱ θεοφιλεῖς, τουτέστιν ὁ ἀποστολικὸς χορὸς, διὰ τοῦ προκειμένου ψαλμοῦ εὐχήν τε καὶ εὐχαριστίαν ὑπὲρ ἑαυτῶν ἀναφέροντες τῷ Θεῷ, ἐφ' οἷς θλιβομένους αὐτοὺς ἀπὸ τε τῶν διωκόντων διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπό τε τῶν νοητῶν ἐπιβούλων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ἔτι τε ὑπισχνούμενοι μόνας τὰς δι' αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μέγα θάρσος τῆς πεποιθήσεως αὐτῷ προβάλλεται, τὴν ἐπὶ τῷ Θεῷ ἐλπίδα. Ἐν τῇ δικαιοσύνη σου ῥῦσαί με. Δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι' οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας εἰς φθοράν. δρομῆς κακῶν. Απάλλαξόν με, φησὶ, τούτων τῶν Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Εἰδὼς ὁ ἀποστολικὸς χορὸς, ὡς αὐτὸς ἐπήγγελται τοῖς εἰς αὐτὸν πιστεύουσιν ἔσεσθαι τεῖχος πυρὸς κυκλόθεν, τὴν τοιαύτην ὑπόσχεσιν ἔργῳ εἰς ἑαυτὸν πληροῦσθαι παρακαλεῖ. "Οτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. Αὐτὸς γάρ ἐστιν ἡ πέτρα, ἐφ᾿ ἣν οἱ οἱκοδομηθέντες τὸν θεμέλιον ἔχομεν· καὶ αὐτὸς τὸ τεῖχος τὸ συνέχον ἡμᾶς, πρὸς τὸ μηδὲν παθεῖν ἐξ ἐπικρατούντων, καὶ ὑπὸ τὴν δουλείαν ὥσπερ χειρί τινι ἀγόντων ἀνδρῶν, ἁμαρτίας πεπληρωμένων, ἀνόμων τε καὶ ἀδίκων. Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Τοῦ ἁμαρτωλοῦ, τῶν Ἰουδαίων φησιν· αὐτὸς γὰρ ἦν ὁ καὶ παράνομος καὶ ἄδικος· παράνομος μὲν, ὅτι τοὺς ἀθώους κατέκρινεν· ἄδικος δὲ, ὅτι οὐδεμίαν εἰς αὐτοὺς εἶχεν εὔλογον πρόφασιν, Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου. Ῥῦσαί με, φησὶν, ἐξ αὐτοῦ τοῦ παρανόμου λαοῦ, διότι καὶ διὰ σὲ τὰ τοιαῦτα ὑπομένω καὶ διὰ τὴν εἰς σὲ ἐλπίδα, ἣν ἐδεξάμην ἐκ τῆς πρώτης καὶ ἐξ ἀρχῆς μου διὰ σοῦ γεννήσεως, κατὰ τὸ εἰρημένον· "Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός. Δείκνυσιν, ὡς ὁ Χριστὸς δι᾽ ὅν τὰ τοιαῦτα ὑπέμενον, αὐτός ἐστιν ὁ καὶ ἔτι κυομένους αὐτοὺς ἐν γαστρὶ τῇ δημιουργικῇ ἑαυτοῦ προνοίᾳ ἐξαγαγὼν εἰς φῶς. Ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. Ἐπειδὴ, φησὶ, σὺ αὐτὸς ὁ Κύριος, καὶ ἐν τῇ κοιλίᾳ τῆς μητρός μου ἔτι ὄντα ἔσκεπες τῇ θείᾳ σου δυνάμει, καὶ ἐῤῥύσω ἐκ τοῦ παρανομοῦντος λαοῦ· τούτου χάριν καὶ αὐτὸς ἐγὼ, ἅτε τῆς οὕτω συνεχοῦς ἠσθημένος εὐεργεσίας, οὐ παύομαι τοὺς εἰς σὲ ὕμνους ἀναπέμπων διηνεκῶς. Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγενόμην περίβλεπτος. Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς. Τέρας μὲν τὸ παράδοξον καὶ μέγα τι φησίν· ὁ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ καὶ ἤρθην ὑψοῦ, φησὶ, καὶ μέγας τις καὶ ἐξαίρετος ἐν τοῖς πολλοῖς τεθάρσημαι ἔθνεσιν· ἀλλ' οὐκ οἰκείᾳ δυνάμει τὸ τοιοῦτον ἔσχον ἀγαθόν. Σὺ γὰρ ἧς αὐτὸς ὁ κράτιστόν με καὶ γενναῖον διὰ τῆς σαυτοῦ βοηθείας ποιῶν. Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου. Ἐπειδὴ τῶν τοιούτων ὑπαρχθεισῶν μοι εὐεργεσιῶν, ἄνθρωπος ῶν, οὐ δύναμαι τὰς ἀξίας ἀποδοῦναι ἀμοιβάς· τούτου χάριν ἐκ τῆς σῆς σοφίας αἰνέσεώς μου τὸ στόμα πληρωθῆναι ἀξιῶ· οὕτω γὰρ καὶ μόλις τὴν σὴν δόξαν ὑμνῆσαι δυνήσομαι. Ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. Ἐπειδὰν, πληρωθέντος μου τοῦ στόματος αἰνέσεως, φησὶ, τὴν σὴν δόξαν ἄρξωμαι ὑμνεῖν, ὑμνήσω καὶ διὰ πάσης ἡμέρας τὴν μεγαλοπρέπειάν σου. Δόξαν δὲ ἣν ἐπὶ γῆς ἐποιήσατο οἰκονομίαν φησὶ, δι' ἧς ἐπλήρωσε τὴν γῆν τῆς δόξης αὐτοῦ. Μεγαλοπρέπειαν δὲ τὴν θεότητα λέγει, δι' ἧς πάντα ἐκεῖνα ἀνομαλῶς εἰργάσατο. [Πληρωθήτω τὸ στόμα μου αἰνέσεως. Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σωφρονεῖν· πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν; Ὁ γὰρ ἐλπίζων διαπαντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου, οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ, διαπαντὸς, οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς · ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλήψεται, ἵνα ἢ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς ἁγίας Τριάδος.] Μὴ ἀποῤῥίψης με εἰς καιρὸν γήρως. Γῆρας ἐνταῦθα τὴν ἀσθένειάν φησι. Λέγει οὖν, ὅτι Μὴ γένοιτο, ὦ Δέσποτα, καιρὸς καθ' ὃν ἀσθενὴς ὧν ἐπιδειχθείην Εὔχεται οὖν μηδέποτε τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπεσεῖν. Αὐτὸς γὰρ ἐστιν ἡ ἰσχὺς ἡμῶν. Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπης με. Εἰ καὶ συνέβη ἄνθρωπον ὄντα, φησὶ, ποτὲ ἁμαρτεῖν, μὴ διὰ τὴν ἁμαρτίαν ἐγκαταλίπης με, Κύριε· ἀλλὰ ἀνακάλεσαι πάλιν ὡς φιλάνθρωπος. Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί. Τὸ,"Οτι εἶπον, ἀντὶ τοῦ· Μήποτε εἴποιεν οἱ ἐχθροί μου, Ἐπιθώμεθα αὐτῷ· ἔσται γὰρ ἡμῖν εἰς προνομὴν, μὴ ἐπικουροῦντος Θεοῦ. Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ' ἐμοῦ. Ἐπειδὴ τοίνυν ἐκεῖνοι ταῦτά φασι, μὴ ἐπιμήκιστον ὑπερθῇς τὴν βοήθειαν. Ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐκλειπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου. Ἐπειδὰν, ἐκείνων ἐπιτιομένων, φησὶ, διὰ τὸ δόξαι με ἐγκαταλειφθῆναι παρὰ σοῦ, εἰ βοηθήσῃς αὐτὸς, αὐτοὶ εἰς αἰσχύνην ἀποστραφήσονται, ἅτε ματαίας εὑρόντες, ἂς κατὰ τῆς ψυχῆς μου ἐποιήσαντο διαβολάς. Τίνες δὲ αἱ διαβολαὶ ἡ αἰ λέγουσαι· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν; Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σέ. Οὐ παύονται γὰρ διὰ τῶν ἰδίων συγγραμμάτων ὁμολογοῦντες τὴν ἐλπίδα τὴν εἰς Χριστόν. Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. Διὰ τῆς ὑμνολογίας τῶν δι᾿ αὐτῶν σωζομένων. Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου. Ἐπὶ στόματος ἀεὶ, φησὶν, ὦ Δέσποτα, τὴν σὴν φέρειν δικαιοσύνην οὐ παύομαι. Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ. Ἐγεννήθη γὰρ ἡμῖν δικαιοσύνη ἀπὸ Θεοῦ κατὰ τὸν ἱερὸν ᾿Απόστολον. Ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου. Διαπαντὸς μνησθήσομαι, φησὶ, τῆς οἰκονομίας δι' ἧς ἡμῖν τὴν σωτηρίαν ἐχαρίσω. Ὅτι οὐκ ἔγνων γραμματείας. Γραμματείας ἢ τοὺς ματαίους καὶ πολυπλόκους τοῦ βίου περισπασμούς φησιν, ἢ τὰς διὰ τοῦ νόμου κεκελευσμένας πολυτρόπους προσάγεσθαι θυσίας. Ἐπειδὴ ταύτας συμπάσας, φησὶν, ἐπεβαλόμην, εἰς τὰς ἄνω, εἰσελεύσομαι μονὰς, εἰς τοῦτο δύναμίν μοι τοῦ Κυρίου παρέχοντος. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἡμῖν ἔσται; Ὅτε καὶ τῆς τῶν οὐρανῶν βασιλείας τὴν ὑπόσχεσιν διὰ ταῦτα ἐδέχοντο. Εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου. Τῇ σῇ δυνάμει καὶ βοηθείᾳ τεύξομαι τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. Πάντα τὰ εἰρημένα ἀφεὶς, φησὶ, μόνης μνημονεύσω τῆς δικαιοσύνης, δι' ἧς ἡμᾶς τῆς ἁμαρτίας ἠλευθέρωσας. Ὁ Θεός μου, ἃ ἐδίδαξάς μοι ἐκ νεότητός μου. Ἀπὸ γὰρ πρώτης, ὡς εἰπεῖν, ἡμέρας, ἧς αὐτοὺς ἐξελέξατο, παρέδωκεν αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. Οὐκ ἀμνήμων, φησὶν, ὧν ἐδιδάχθην γεγένημαι· ἀλλ᾽ ἅπερ αὐτὸς ἔμαθον, ταῦτα καὶ τοῖς ἄλλοις ἀπήγγειλα. Καὶ ἕως γήρως καὶ πρεσβείου. Ἐπειδὴ αὐτὸς ὁ Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὑπέσχετο λέγων αὐτοῖς· Ἰδοὺ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τούτου χάριν αἰτεῖ ταύτην αὐτῷ πληρωθῆναι τὴν ὑπόσχεσιν. Ὁ Θεός μου, μὴ ἐγκαταλείπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου. Ἐὰν μὴ ἐγκαταλείπῃς με, φησὶ, κατὰ τὴν σὴν ὑπόσχεσιν, ὦ Δέσποτα, τότε γενήσεται δυνατὸν τὸν σὸν ἀπαγγεῖλαι βραχίονα τῇ ἐξ ἐθνῶν ἐσομένῃ πιστῇ γενεᾷ. Τίς δὲ ὁ βραχίων ἐπιφέρει λέγων· Τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. Καὶ δυναστείαν μὲν, διὰ τὸ δῆσαι τὸν ἰσχυρόν φησι, καὶ διαρπάσαι τὰ σκεύη αὐτοῦ δικαιοσύνην δὲ, ὅτι ἀδίκως ἡμᾶς αἰχμαλωσίᾳ κατεχομένους λελύτρωται. Ὁ Θεὸς ἕως τῶν ὑψίστων. ᾿Απαγγελῶ, φησὶν, ὅτι οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐρανοῖς διὰ τοῦ ἰδίου ἐλυτρώσω αἵματος. Ὅμοιον δὲ τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Ὁ Θεὸς, τίς ὅμοιός σοι; Εὐχαριστεῖ ἐφ' οἷς, καίτοι πάλαι διὰ τὴν ἁμαρτίαν δικαίως καταδεδικασμένος θανάτῳ, οὐκ ἐναπέμεινεν τῷ θανάτῳ· ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀπολέλυται διὰ Χριστοῦ τῆς φθορᾶς. Όσας ἔδειξάς μοι θλίψεις πολλάς; Οἴων γάρ με καὶ ὅσων πεῖραν λαβεῖν ἐποίησας κακῶν; Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με. Ἐπλεόνασας ἐπ' ἐμὲ τὴν μεγαλοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. Ο διπλασιασμὸς ἔοικε σημαίνειν τὴν ἐπὶ τοῖς μετὰ τὸ βάπτισμα πλημμελήμασι γινομένην μετάνοιαν δεκτὴν ὑπάρχειν τῷ, ὡς εἴρηται, πλεονάσαντι ἐφ᾿ ἡμᾶς τὴν αὐτοῦ ἀγαθότητά τε καὶ δικαιοσύνην. Διὸ πρότερον μὲν τὸ, ἐζωοποίησάς με, ὡς ἐπὶ ἀναγεννήσεως εἴρηται· δεύτερον δὲ τὸ, παρεκάλεσας, ὡς ἐπὶ καταπονουμένου τῇ τῶν ἁμαρτημάτων ἀθυμίᾳ. Ἔστι μέντοι καὶ ἐπὶ τῆς ἐξ Αἰγύπτου μὲν λυτρώσεως τὰ πρότερα μὲν ἐκδέξασθαι, ἐπὶ τῆς τοῦ Κυρίου δὲ παρουσίας τὰ δεύτερα νοῆσαι, ὅτε καὶ ἡ παντελής ἡμῖν γέγονε παράκλησις. Οἱ γὰρ ἐξ Αἰγύπτου έξεληλυθότες, εἰ καὶ ἐῤῥύσθησαν τοῦ προσκαίρου θανάτου, ἀλλ᾽ ὑπέπιπτον τῷ αἰωνίῳ, ὡς μηδέπω τῆς ἀναστάσεως δεδωρημένης. Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Οΰτω, φησὶν, ἐμαυτὸν παρασκευάσω διὰ τῆς ἐξομολογήσεως ἐπιτήδειον γενηθῆναι πρὸς τὸ σκεῦος ὑμνολογίας κληθῆναι. Εἰ δὲ σκεῦος κληθῆναι ἐκλογῆς λέλεκται, δηλονὅτι καὶ σκεῦος ὑμνολογίας. Ψαλῶ σοι ἐν κιθάρᾳ. Τῇ τῆς ψυχῆς ἁρμονίᾳ φησίν· Ὅταν γὰρ μηδὲν ἐναντίον ἑαυτῇ μήτε κατὰ τὸν βίον μήτε περὶ τὰ δόγματα ποιῇ ἢ πάσχῃ ἡ ψυχὴ, τότε δὴ τότε νοητή κιθάρα κληθείη δικαίως. Αγαλλιάσονται τὰ χείλη μου, ὅταν ψαλῶ σοι. Τοῦτο πρὸς ἀντιδιαστολὴν τοῦ νόμου λέλεκται· ὅτι ἐκεῖνα μὲν τὰ ἐπιτάγματα ἦν φορτικά, ὡς δυσκατόρθωτα, ταῦτα δὲ χρηστά τε καὶ ἐλαφρὰ, ὡς καὶ ἡδονῆς ἀποπληροῦντα τοὺς ἀξιωθέντας αὐτῶν. Καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω, τῆς ἁμαρτίας τῆς φθορᾶς, τῆς δουλείας τοῦ Σατανᾶ, τοῦ θανάτου αὐτοῦ. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι, καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. Ὅταν ἐκ μέσου γένωνται, φησὶν, οἱ νοητοί μου ἐχθροὶ, καὶ τὴν ἄβυσσον οἰκοῦντες περιβάλωνται αἱσχύνην· τότε δὴ, ὡς μηδενὸς ἔτι παρεμποδίζοντος, ἀκαταλήκτοις ὕμνοις αἰνέσω σε, Δέσποτα.

Tǭ Dauïd PsALMOS, eis to telos, tōn huiōn Iōnadab, kai tōn prōtōn aichmalōtisthentōn. ᾿Anepigraphos par' Hebraiois. O'. Hypothesis. Hoi huioi tou Iōnadab gegonasin andres eulabeis te kai dikaioi, kai tōn tou patros entolōn phylakes akribeis, kai houtō theosebeis kai to ēthos chrēstoi, hōs kai martyra tēs autōn aretēs genesthai Theon tǭ prophētę̄ dialegomenon Hieremią. Epi toutōn de kai hē prōtē tēs Hierousalēm hypo Chaldaiōn aichmalōsia gegenētai. Schoien d᾽ an houtoi prosōpon tou apostolikou chorou, tou kai sphodra tas tou epouraniou Patros phylaxantos entolas, kai tous epainous eilēphotos dia tōn pros autous eirēmenōn makarismōn. Homoiōs goun kai epi toutōn tōn apostolōn, phēmi, hē prōtē tēs Hierousalēm aichmalōsia hypo Rhōmaiōn egeneto. Eisagontai oun houtoi hoi theophileis, toutestin ho apostolikos choros, dia tou prokeimenou psalmou euchēn te kai eucharistian hyper heautōn anapherontes tǭ Theǭ, eph' hois thlibomenous autous apo te tōn diōkontōn dia tou euangelikou kērygmatos, apo te tōn noētōn epiboulōn tēs autōn psychēs daimonōn diesōsen; eti te hypischnoumenoi monas tas di' aineseōs anapempein thysias, apēllagmenoi dēlonoti tēs kata nomon latreias. Epi soi, Kyrie, ēlpisa, mē kataischyntheiēn eis ton aiōna. Mega tharsos tēs pepoithēseōs autǭ proballetai, tēn epi tǭ Theǭ elpida. En tę̄ dikaiosynē sou rhysai me. Dikaiosynē tou Patros ho Huios, di' hou errhysthēmen tēs katechousēs hēmas hamartias eis phthoran. dromēs kakōn. Apallaxon me, phēsi, toutōn tōn Genou moi eis Theon hyperaspistēn. Eidōs ho apostolikos choros, hōs autos epēngeltai tois eis auton pisteuousin esesthai teichos pyros kyklothen, tēn toiautēn hyposchesin ergǭ eis heauton plērousthai parakalei. "Oti stereōma mou kai kataphygē mou ei sy. Autos gar estin hē petra, eph᾿ hēn hoi hoikodomēthentes ton themelion echomen; kai autos to teichos to synechon hēmas, pros to mēden pathein ex epikratountōn, kai hypo tēn douleian hōsper cheiri tini agontōn andrōn, hamartias peplērōmenōn, anomōn te kai adikōn. Ho Theos mou, rhysai me ek cheiros hamartōlou, kai ek cheiros paranomountos kai adikountos. Tou hamartōlou, tōn Ioudaiōn phēsin; autos gar ēn ho kai paranomos kai adikos; paranomos men, hoti tous athōous katekrinen; adikos de, hoti oudemian eis autous eichen eulogon prophasin, Hoti sy ei hē hypomonē mou, Kyrie, Kyrie, hē elpis mou ek neotētos mou. Rhysai me, phēsin, ex autou tou paranomou laou, dioti kai dia se ta toiauta hypomenō kai dia tēn eis se elpida, hēn edexamēn ek tēs prōtēs kai ex archēs mou dia sou gennēseōs, kata to eirēmenon; "Hosoi elabon auton, edōken autois exousian tekna Theou genesthai. Epi se epestērichthēn apo gastros. Deiknysin, hōs ho Christos di᾽ hon ta toiauta hypemenon, autos estin ho kai eti kyomenous autous en gastri tę̄ dēmiourgikę̄ heautou pronoią exagagōn eis phōs. Ek koilias mētros mou sy mou ei skepastēs. Epeidē, phēsi, sy autos ho Kyrios, kai en tę̄ koilią tēs mētros mou eti onta eskepes tę̄ theią sou dynamei, kai errhysō ek tou paranomountos laou; toutou charin kai autos egō, hate tēs houtō synechous ēsthēmenos euergesias, ou pauomai tous eis se hymnous anapempōn diēnekōs. En soi hē hymnēsis mou diapantos. Se hymnōn kai doxazōn diatelō, kai dia tēs sēs pronoias egenomēn peribleptos. Hōsei teras egenēthēn tois pollois. Teras men to paradoxon kai mega ti phēsin; ho de legei toiouton estin; Ei kai ērthēn hypsou, phēsi, kai megas tis kai exairetos en tois pollois tetharsēmai ethnesin; all' ouk oikeią dynamei to toiouton eschon agathon. Sy gar hēs autos ho kratiston me kai gennaion dia tēs sautou boētheias poiōn. Plērōthētō to stoma mou aineseōs, hopōs hymnēsō tēn doxan sou. Epeidē tōn toioutōn hyparchtheisōn moi euergesiōn, anthrōpos ōn, ou dynamai tas axias apodounai amoibas; toutou charin ek tēs sēs sophias aineseōs mou to stoma plērōthēnai axiō; houtō gar kai molis tēn sēn doxan hymnēsai dynēsomai. Holēn tēn hēmeran tēn megaloprepeian sou. Epeidan, plērōthentos mou tou stomatos aineseōs, phēsi, tēn sēn doxan arxōmai hymnein, hymnēsō kai dia pasēs hēmeras tēn megaloprepeian sou. Doxan de hēn epi gēs epoiēsato oikonomian phēsi, di' hēs eplērōse tēn gēn tēs doxēs autou. Megaloprepeian de tēn theotēta legei, di' hēs panta ekeina anomalōs eirgasato. [Plērōthētō to stoma mou aineseōs. Dynaton men diapantos ainein ton Theon, kai diapantos eulogein, kai diapantos sōphronein; pōs de dynaton diapantos elpizein? Ho gar elpizōn diapantos, oudepote tynchanei tou pragmatos ekeinou, hou elpizei tychein. Kai ho men erei to, diapantos, ou kata tou platous tōn aiōnōn tetheisthai, alla kata tēs zōēs tēs aisthētēs ; heteros de kai kata tou platous tōn aiōnōn to diapantos eklēpsetai, hina ē to peras tēs elpidos hē gnōsis tēs hagias Triados.] Mē aporrhipsēs me eis kairon gērōs. Gēras entautha tēn astheneian phēsi. Legei oun, hoti Mē genoito, ō Despota, kairos kath' hon asthenēs hōn epideichtheiēn Euchetai oun mēdepote tēs eis Christon elpidos ekpesein. Autos gar estin hē ischys hēmōn. En tǭ ekleipein tēn ischyn mou mē enkatalipēs me. Ei kai synebē anthrōpon onta, phēsi, pote hamartein, mē dia tēn hamartian enkatalipēs me, Kyrie; alla anakalesai palin hōs philanthrōpos. Hoti eipon hoi echthroi mou emoi. To,"Oti eipon, anti tou; Mēpote eipoien hoi echthroi mou, Epithōmetha autǭ; estai gar hēmin eis pronomēn, mē epikourountos Theou. Ho Theos mou, mē makrynę̄s ap' emou. Epeidē toinyn ekeinoi tauta phasi, mē epimēkiston hyperthę̄s tēn boētheian. Ho Theos mou, eis tēn boētheian mou prosches. Aischynthētōsan kai ekleipetōsan hoi endiaballontes tēn psychēn mou. Epeidan, ekeinōn epitiomenōn, phēsi, dia to doxai me enkataleiphthēnai para sou, ei boēthēsę̄s autos, autoi eis aischynēn apostraphēsontai, hate mataias heurontes, as kata tēs psychēs mou epoiēsanto diabolas. Tines de hai diabolai hē ai legousai; Ho Theos enkatelipen auton? Egō de diapantos elpiō epi se. Ou pauontai gar dia tōn idiōn syngrammatōn homologountes tēn elpida tēn eis Christon. Kai prosthēsō epi pasan tēn ainesin sou. Dia tēs hymnologias tōn di᾿ autōn sōzomenōn. To stoma mou anangelei tēn dikaiosynēn sou. Epi stomatos aei, phēsin, ō Despota, tēn sēn pherein dikaiosynēn ou pauomai. Dikaiosynē gar tou Patros ho Monogenēs autou. Egennēthē gar hēmin dikaiosynē apo Theou kata ton hieron ᾿Apostolon. Holēn tēn hēmeran tēn sōtērian sou. Diapantos mnēsthēsomai, phēsi, tēs oikonomias di' hēs hēmin tēn sōtērian echarisō. Hoti ouk egnōn grammateias. Grammateias ē tous mataious kai polyplokous tou biou perispasmous phēsin, ē tas dia tou nomou kekeleusmenas polytropous prosagesthai thysias. Epeidē tautas sympasas, phēsin, epebalomēn, eis tas anō, eiseleusomai monas, eis touto dynamin moi tou Kyriou parechontos. Homoion de tǭ eirēmenǭ; Idou hēmeis aphēkamen panta, kai ēkolouthēsamen soi; ti hēmin estai? Hote kai tēs tōn ouranōn basileias tēn hyposchesin dia tauta edechonto. Eiseleusomai en dynasteią Kyriou. Tę̄ sę̄ dynamei kai boētheią teuxomai tēs eisodou tēs eis tēn gēn tēs epangelias. Kyrie, mnēsthēsomai tēs dikaiosynēs sou monou. Panta ta eirēmena apheis, phēsi, monēs mnēmoneusō tēs dikaiosynēs, di' hēs hēmas tēs hamartias ēleutherōsas. Ho Theos mou, ha edidaxas moi ek neotētos mou. Apo gar prōtēs, hōs eipein, hēmeras, hēs autous exelexato, paredōken autois ta peri tēs basileias tōn ouranōn. Kai mechri tou nyn apangelō ta thaumasia sou. Ouk amnēmōn, phēsin, hōn edidachthēn gegenēmai; all᾽ haper autos emathon, tauta kai tois allois apēngeila. Kai heōs gērōs kai presbeiou. Epeidē autos ho Christos meta tēn ek nekrōn anabiōsin hypescheto legōn autois; Idou meth' hymōn eimi pasas tas hēmeras heōs tēs synteleias tou aiōnos; toutou charin aitei tautēn autǭ plērōthēnai tēn hyposchesin. Ho Theos mou, mē enkataleipę̄s me, heōs an apangeilō ton brachiona sou. Ean mē enkataleipę̄s me, phēsi, kata tēn sēn hyposchesin, ō Despota, tote genēsetai dynaton ton son apangeilai brachiona tę̄ ex ethnōn esomenę̄ pistę̄ geneą. Tis de ho brachiōn epipherei legōn; Tēn dynasteian sou kai tēn dikaiosynēn sou. Kai dynasteian men, dia to dēsai ton ischyron phēsi, kai diarpasai ta skeuē autou dikaiosynēn de, hoti adikōs hēmas aichmalōsią katechomenous lelytrōtai. Ho Theos heōs tōn hypsistōn. ᾿Apangelō, phēsin, hoti ou monon ta epi gēs, alla kai ta en ouranois dia tou idiou elytrōsō haimatos. Homoion de tǭ; Hoti kai autē hē ktisis eleutherōthēsetai apo tēs douleias tēs phthoras. Ho Theos, tis homoios soi? Eucharistei eph' hois, kaitoi palai dia tēn hamartian dikaiōs katadedikasmenos thanatǭ, ouk enapemeinen tǭ thanatǭ; alla tę̄ tou Theou philanthrōpią apolelytai dia Christou tēs phthoras. Osas edeixas moi thlipseis pollas? Oiōn gar me kai hosōn peiran labein epoiēsas kakōn? Kai epistrepsas ezōopoiēsas me, kai ek tōn abyssōn tēs gēs anēgages me. Epleonasas ep' eme tēn megalosynēn sou, kai epistrepsas parekalesas me. O diplasiasmos eoike sēmainein tēn epi tois meta to baptisma plēmmelēmasi ginomenēn metanoian dektēn hyparchein tǭ, hōs eirētai, pleonasanti eph᾿ hēmas tēn autou agathotēta te kai dikaiosynēn. Dio proteron men to, ezōopoiēsas me, hōs epi anagennēseōs eirētai; deuteron de to, parekalesas, hōs epi kataponoumenou tę̄ tōn hamartēmatōn athymią. Esti mentoi kai epi tēs ex Aigyptou men lytrōseōs ta protera men ekdexasthai, epi tēs tou Kyriou de parousias ta deutera noēsai, hote kai hē pantelēs hēmin gegone paraklēsis. Hoi gar ex Aigyptou exelēlythotes, ei kai errhysthēsan tou proskairou thanatou, all᾽ hypepipton tǭ aiōniǭ, hōs mēdepō tēs anastaseōs dedōrēmenēs. Kai gar egō exomologēsomai soi en skeuesi psalmou tēn alētheian sou, ho Theos. Oÿtō, phēsin, emauton paraskeuasō dia tēs exomologēseōs epitēdeion genēthēnai pros to skeuos hymnologias klēthēnai. Ei de skeuos klēthēnai eklogēs lelektai, dēlonoti kai skeuos hymnologias. Psalō soi en kitharą. Tę̄ tēs psychēs harmonią phēsin; Hotan gar mēden enantion heautę̄ mēte kata ton bion mēte peri ta dogmata poię̄ ē paschę̄ hē psychē, tote dē tote noētē kithara klētheiē dikaiōs. Agalliasontai ta cheilē mou, hotan psalō soi. Touto pros antidiastolēn tou nomou lelektai; hoti ekeina men ta epitagmata ēn phortika, hōs dyskatorthōta, tauta de chrēsta te kai elaphra, hōs kai hēdonēs apoplērounta tous axiōthentas autōn. Kai hē psychē mou hēn elytrōsō, tēs hamartias tēs phthoras, tēs douleias tou Satana, tou thanatou autou. Eti de kai hē glōssa mou holēn tēn hēmeran meletēsei tēn dikaiosynēn sou, hotan aischynthōsi, kai entrapōsin hoi zētountes ta kaka moi. Hotan ek mesou genōntai, phēsin, hoi noētoi mou echthroi, kai tēn abysson oikountes peribalōntai haischynēn; tote dē, hōs mēdenos eti parempodizontos, akatalēktois hymnois ainesō se, Despota.

Of David, a psalm, to the end, of the sons of Jonadab and of the first who were taken captive. Without a title among the Hebrews. 70. Argument. The sons of Jonadab were devout and righteous men, exact keepers of their father’s commandments, and so God-fearing and kindly in character that God himself became a witness to their virtue, speaking with the prophet Jeremiah. It was in their time that the first captivity of Jerusalem by the Chaldeans took place. These would bear the person of the apostolic choir, which kept the commandments of the heavenly Father very strictly and received praise through the beatitudes spoken to them. Likewise, then, in the time of these apostles, I say, the first captivity of Jerusalem by the Romans took place. These friends of God, then, that is, the apostolic choir, are introduced through the present psalm, offering up to God prayer and thanksgiving for themselves, because he kept them safe when they were afflicted, both by those who persecuted them because of the preaching of the gospel and by the spiritual demons who plotted against their soul; and further promising to send up only the sacrifices of praise, since they had been freed, clearly, from the worship according to the law. “In you, Lord, I have hoped; let me never be put to shame.” He puts forward great confidence in his trust: his hope in God. “In your righteousness deliver me.” The Son is the righteousness of the Father, through whom we were delivered from the sin that held us fast for corruption. Free me, he says, from these [assaults] of evils. “Be to me a God who shields me.” The apostolic choir, knowing that he has promised to be a wall of fire round about those who believe in him, asks that such a promise be fulfilled in deed for itself. “For you are my firmness and my refuge.” For he is the rock on which we who have been built upon it have our foundation; and he is the wall that holds us together, so that we suffer nothing from men who prevail over us and lead us, as by a hand, into slavery, men full of sin, lawless and unjust. “My God, deliver me from the hand of the sinner, and from the hand of the transgressor and wrongdoer.” By the sinner he means the Jews; for it was the people who was both transgressor and wrongdoer: transgressor because it condemned the innocent, wrongdoer because it had no reasonable pretext against them. “For you are my endurance, Lord, Lord, my hope from my youth.” Deliver me, he says, from this lawless people itself, because it is both for your sake that I endure such things and because of my hope in you, which I received from my first and original birth through you, according to the saying, “As many as received him, to them he gave power to become children of God.” “On you I have leaned from the womb.” He shows that Christ, for whose sake they were enduring such things, is himself the one who, while they were still being carried in the womb, brought them out into the light by his creative providence. “From my mother’s womb you are my protector.” Since, he says, you yourself, the Lord, sheltered me by your divine power even while I was still in my mother’s womb, and delivered me from the lawless people, for this reason I too, having perceived so constant a kindness, do not cease sending up hymns to you continually. “In you is my hymn always.” I continue singing hymns to you and glorifying you, and through your providence I have become renowned. “I became like a wonder to many.” By a wonder he means something marvellous and great; and what he says is this: Even if I was lifted on high, he says, and have been admired among the many nations as someone great and exceptional, yet I did not obtain such a good by my own power. For it was you yourself who made me most strong and noble by your help. “Let my mouth be filled with praise, so that I may sing of your glory.” Since, being a man, I cannot render a worthy return for such kindnesses as have been given me, for this reason I ask that my mouth be filled with praise from your wisdom; for so I shall be able, though barely, to sing of your glory. “All the day long your majesty.” When, he says, my mouth has been filled with praise and I begin to sing your glory, I will also sing your majesty all day long. By glory he means the dispensation he carried out on earth, through which he filled the earth with his glory; and by majesty he means the Godhead, through which he accomplished all those things. [“Let my mouth be filled with praise.” It is possible to praise God always, and to bless him always, and to be self-controlled always; but how is it possible to hope always? For one who hopes always never obtains the thing he hopes to obtain. One will say that “always” is not set down for the breadth of the ages but for this perceptible life; another will take “always” of the breadth of the ages too, so that the end of hope is the knowledge of the holy Trinity.] “Do not cast me off in the time of old age.” Here he calls weakness old age. He says, then: May there never be a time, Master, when I am shown to be weak. He prays, then, never to fall from his hope in Christ; for he is our strength. “When my strength fails, do not forsake me.” Even if it happened, he says, that, being a man, I sinned at some time, do not forsake me, Lord, because of the sin, but call me back again, since you love mankind. “For my enemies spoke to me.” “For they spoke” stands for “lest my enemies should say, Let us attack him, for he will be our plunder, since God does not help him.” “My God, do not be far from me.” Since, then, they say such things, do not put off your help very long. “My God, attend to my help. Let those who slander my soul be put to shame and fail.” When they attack, he says, because I seem to have been forsaken by you, if you yourself help, they will be turned back in shame, having found vain the slanders they made against my soul. And what were the slanders, if not those that said, “God has forsaken him”? “But I will hope in you always.” For they do not cease confessing their hope in Christ through their own writings. “And I will add to all your praise”: through the hymnody of those saved through them. “My mouth will declare your righteousness.” I do not cease, he says, Master, always to carry your righteousness on my lips. For the righteousness of the Father is his Only-begotten; for he “became for us righteousness from God,” according to the holy apostle. “All the day long your salvation.” I will always remember, he says, the dispensation through which you granted us salvation. “For I have not known writings.” By writings he means either the vain and intricate distractions of life, or the many kinds of sacrifices commanded to be offered by the law. Since, he says, I have cast all of these off, I will enter into the dwelling places above, the Lord giving me power for this. It is like the saying, “Behold, we have left everything and followed you; what then will we have?” when they also received the promise of the kingdom of heaven because of this. “I will enter in the might of the Lord.” By your power and help I shall obtain entrance into the land of promise. “Lord, I will remember your righteousness alone.” Leaving everything that has been mentioned, he says, I will remember only the righteousness through which you freed us from sin. “My God, the things you taught me from my youth.” For from the first day, so to speak, on which he chose them, he handed down to them the things concerning the kingdom of heaven. “And until now I will declare your wonders.” I have not been forgetful, he says, of what I was taught; but what I myself learned, this I also declared to others. “Even to old age and grey hairs.” Since Christ himself, after his return to life from the dead, promised, saying to them, “Behold, I am with you all the days until the consummation of the age,” for this reason he asks that this promise be fulfilled for him. “My God, do not forsake me until I declare your arm.” If you do not forsake me, he says, according to your promise, Master, then it will be possible to declare your arm to the faithful generation that will come from the nations. And what the arm is he adds, saying, “Your might and your righteousness.” Might, he says, because he bound the strong man and plundered his goods; and righteousness, because he redeemed us when we were unjustly held in captivity. “O God, even to the highest places.” I will declare, he says, that you redeemed by your own blood not only the things on earth but also those in the heavens. Like this: “For the creation itself will be set free from the slavery of corruption.” “O God, who is like you?” He gives thanks because, although he had long ago been justly condemned to death because of sin, he did not remain in death, but by the love of God for mankind has been released from corruption through Christ. “How many afflictions you showed me!” For of what sort and how many evils did you make me experience? “And you turned and gave me life, and brought me up again from the depths of the earth. You multiplied your greatness upon me, and you turned and comforted me.” The doubling seems to signify that the repentance made for offences after baptism is acceptable to him who, as has been said, multiplied his goodness and righteousness upon us. That is why the first, “you gave me life,” is said as of regeneration; and the second, “you comforted me,” as of one worn down by despondency over his sins. It is also possible to take the first of the redemption from Egypt and to understand the second of the coming of the Lord, when complete comfort came to us. For those who came out of Egypt, even if they were delivered from temporal death, still fell under the eternal, since the resurrection had not yet been given. “For I will also confess your truth to you with instruments of psalmody, O God.” So, he says, I will make myself fit through confession to be called an instrument of hymnody. And if one is said to be called a vessel of election, clearly one may also be a vessel of hymnody. “I will sing psalms to you with the harp.” He means the harmony of the soul. For when the soul does or suffers nothing at odds with itself, either in its life or in its doctrines, then indeed it would rightly be called a spiritual harp. “My lips will exult when I sing psalms to you.” This is said in contrast with the law: those commandments were burdensome, being hard to fulfil, while these are kind and light, so that they fill with pleasure those counted worthy of them. “And my soul, which you redeemed”: from the sin of corruption, from the slavery of Satan, from his death. “And my tongue too will meditate on your righteousness all day long, when those who seek evil for me are put to shame and disgraced.” When my spiritual enemies, he says, are taken out of the way, and, dwelling in the abyss, are clothed with shame, then indeed, since nothing hinders me any longer, I will praise you, Master, with unceasing hymns.

Textual problem in this passage: see the notes.

Ps 71:1–24 (70:1-Ps LXX) (quotation, high confidence) · Jer 35:6 (42:6 LXX) (allusion, high confidence) · Jer 35:18 (42:18 LXX) (allusion, medium confidence) · 2 Kgs 10:15 (echo, low confidence) · Zech 2:5 (quotation, high confidence) · 1 Cor 3:11 (echo, medium confidence) · John 1:12 (quotation, high confidence) · 1 Cor 1:30 (quotation, high confidence) · Matt 19:27 (quotation, high confidence) · Matt 28:20 (quotation, high confidence) · Matt 12:29 (allusion, high confidence) · Col 1:20 (echo, medium confidence) · Rom 8:21 (quotation, high confidence) · Acts 9:15 (allusion, high confidence) · Matt 11:30 (echo, medium confidence)

Notes and citation

Summary: The commentary reads Psalm 71 in the person of the apostles, like the faithful Rechabites, giving thanks for deliverance from persecutors and demons through Christ, God’s righteousness, and praising him for life given through regeneration and repentance.

  • Square brackets enclose a passage that Migne prints in brackets (a scholion from another source). After “the sin that held us fast for corruption” the scan OCR has displaced words (“… of evils. Free me, he says, from these …”) and the lemma of verse 2 is missing; “assaults” is supplied in brackets by sense. “Admired” renders τεθάρσημαι by sense (probably for τεθαύμασμαι); “cast off” renders ἐπεβαλόμην by sense (probably for ἀπεβαλόμην); an adverb after “through which he accomplished all those things” (ἀνομαλῶς) is unclear and is left untranslated. The readings about the Jews are the commentary’s own, translated as written. Quotations: Zech 2:5; John 1:12; 1 Cor 1:30; Matt 19:27; Matt 28:20; Rom 8:21. Allusions: Jer 35:1–19 (LXX 42); 2 Kgs 10:15; 1 Cor 3:11; Matt 12:29; Col 1:20; Acts 9:15; Matt 11:30. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.

Notes on the original text

  • Digital text corrected (OCR slip; word split at a line break): πρόσ ωπον → πρόσωπον; διω κόντων → διωκόντων; δι καιοσύνη → δικαιοσύνη; ἁμαρ τίας → ἁμαρτίας; Δείκνυ σιν → Δείκνυσιν; φέ ρειν → φέρειν; ἠκολουθήσαμέν σο.· → ἠκολουθήσαμέν σοι·; ἐσχυρόν → ἰσχυρόν.

Cite (SBL): Athanasius, Exp. Ps. 70 (PG 27:315–324; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/70). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-70) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.