Who Is the Rich Man That Is Saved?

The whole work on one page. Select a passage number to open that passage with its notes, Scripture references, and citation.

Show

Chapter 1

1.1Stählin 3:156

Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφοροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ προσποιούμενοι χαρίσασθαι τὰ ἀχάριστα.

Those who bring speeches of praise as gifts to the rich would rightly seem to me to deserve to be judged not only flatterers and servile, since they pretend to bestow as a great favor what is no favor at all,

1.2Stählin 3:156

ἀλλὰ καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι· ἀσεβεῖς μὲν, ὅτι παρέντες αἰνεῖν καὶ δοξάζειν τὸν μόνον τέλειον καὶ ἀγαθὸν θεόν, ἐξ οὗ τὰ πάντα καὶ διʼ οὗ τὰ πάντα καὶ εἰς ὃν τὰ πάντα, περιάπτουσι το........... τὸ γέρας ἀνθρώποις ἐνασ........... βίῳ κυλινδουμένοις.......

but also impious and treacherous: impious because, neglecting to praise and glorify the only perfect and good God, from whom are all things and through whom are all things and to whom are all things, they attach … the prize to men … wallowing in … life …

1.3Stählin 3:156

τὸ κεφάλαιον ὑποκείμενον τῇ κρίσει τοῦ θεοῦ· ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθʼ αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, διʼ ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἳ δὲ προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, διʼ ὃν θαυμάζονται. παρασκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου· τῷ γὰρ ὑψουμένῳ καὶ μεγαλυνομένῳ παραπέπηγεν ἀντίστροφος ἡ πρὸς τὸ ταπεινὸν μεταβολὴ καὶ πτῶσις, ὡς ὁ θεῖος διδάσκει λόγος.

the chief thing, which is subject to the judgment of God. They are treacherous because, although wealth by itself is enough to puff up the souls of its possessors, to corrupt them and turn them aside from the way by which salvation can be reached, these people further dazzle the minds of the rich with the pleasures of immoderate praise, exalting them and preparing them to despise absolutely everything except the wealth for which they are admired. As the proverb says, they channel fire onto fire, pour pride upon pride, and load wealth, a heavy thing by nature, with a heavier burden of arrogance, when they ought rather to take it away and cut it back as a dangerous and deadly disease. For to the one who is exalted and magnified the opposite change is attached, a turn to humiliation and a fall, as the divine Word teaches.

1.4Stählin 3:156

ἐμοὶ δὲ φαίνεται μακρῷ φιλανθρωπότερον εἶναι τοῦ θεραπεύειν............ τοὺς πλουτοῦντας.......... ἐπὶ κακῷ τὸ συναίρεσθαι.......... τὴν σωτηρίαν αὐτοῖς.............. ἅπαντα τὸν δυνατὸν τρόπον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ βραβεῖον τῆς αἰωνίου ζωῆς ἀναιρήσεται.

To me it seems far more humane, instead of flattering … the rich … to their harm, to help … their salvation … in every possible way: on the one hand by asking it of God, who surely and gladly grants such things to his own children; on the other by healing their souls with the Word through the grace of the Savior, enlightening them and leading them to the possession of the truth. Whoever obtains it and is made illustrious by good works will alone carry off the prize of eternal life.

1.5Stählin 3:156

δεῖται δὲ καὶ ἡ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ ἡ πολιτεία διαθέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.

But prayer needs a soul that is strong and persevering, measured out to the last day of life; and the way of life needs a good and steadfast disposition that reaches out to all the commandments of the Savior.

Chapter 2

2.1Stählin 3:156

Κινδυνεύει δὲ οὐχ ἁπλοῦν τι εἶναι τὸ αἴτιον τοῦ τὴν σωτηρίαν χαλεπωτέραν τοῖς πλουτοῦσι δοκεῖν ἢ τοῖς ἀχρημάτοις τῶν ἀνθρώπων, ἀλλὰ ποικίλον.

It may be that the reason why salvation seems harder for the rich than for people without money is not a single one but manifold.

2.2Stählin 3:156–161

οἱ μὲν γὰρ αὐτόθεν καὶ προχείρως ἀκούσαντες τῆς τοῦ κυρίου φωνῆς, ὅτι ῥᾷον κάμηλος διὰ τρήματος ῥαφίδος διεκδύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπογνόντες ἑαυτοὺς ὡς οὐ βιωσόμενοι, τῷ κόσμῳ πάντα χαριζόμενοι καὶ τῆς ἐνταῦθα ζωῆς ὡς μόνης ἑαυτοῖς ὑπολειπομένης ἐκκρεμασθέντες ἀπέστησαν πλέον τῆς ἐκεῖ ὁδοῦ, μηκέτι πολυπραγμονήσαντες μήτε τίνας τοὺς πλουσίους ὁ δεσπότης καὶ διδάσκαλος προσαγορεύει μήτε ὅπως τὸ ἀδύνατον ἐν ἀνθρώποις δυνατὸν γίνεται.

For some, hearing the Lord's saying straight off and carelessly, that a camel will more easily pass through the eye of a needle than a rich man into the kingdom of heaven, have despaired of themselves as not destined to live; surrendering everything to the world and clinging to life here as the only one left them, they have gone further from the way to the life there, no longer inquiring whom the Master and Teacher calls rich, nor how what is impossible with men becomes possible.

2.3Stählin 3:161

ἄλλοι δὲ τοῦτο μὲν συνῆκαν ὀρθῶς καὶ προσηκόντως, τῶν δὲ ἔργων τῶν εἰς τὴν σωτηρίαν ἀναφερόντων ὀλιγωρήσαντες οὐ παρεσκευάσαντο τὴν δέουσαν παρασκευὴν εἰς τὸ τῶν ἐλπιζομένων τυχεῖν.

Others understood this rightly and fittingly, but, neglecting the works that lead to salvation, did not make the preparation needed to obtain what they hope for.

2.4Stählin 3:161

λέγω δὲ ταῦτα. ἑκάτερα περὶ τῶν πλουσίων τῶν καὶ τῆς δυνάμεως τοῦ σωτῆρος καὶ τῆς ἐπιφανοῦς σωτηρίας ᾐσθημένων, τῶν δὲ ἀμυήτων τῆς ἀληθείας ὀλίγον μοι μέλει. Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως................

I say both of these things about the rich who have perceived the Savior's power and his manifest salvation; for those uninitiated into the truth I care little. It is necessary, then, for those who … with love of truth and love of the brethren …

Chapter 3

3.1Stählin 3:161

καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς διὰ οἰκείαν φιλοκέρδειαν, πρῶτον μὲν αὐτῶν ἐξαιρεῖν τῷ λόγῳ τὴν κενὴν ἀπόγνωσιν καὶ δηλοῦν μετὰ τῆς δεούσης ἐξηγήσεως τῶν λογίων τοῦ κυρίου διότι οὐκ ἀποκέκοπται τέλεον αὐτοῖς ἡ κληρονομία τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν ὑπακούσωσι ταῖς ἐντολαῖς·

neither insolently to treat the rich who have been called with arrogance, nor again to fawn on them out of their own love of gain, but first to remove from them by the Word their empty despair, and to show, with the needed interpretation of the Lord's sayings, that the inheritance of the kingdom of heaven is not entirely cut off from them if they obey the commandments.

3.2Stählin 3:161

εἶθʼ ὁπόταν μάθωσιν ὡς ἀδεὲς δεδίασι δέος καὶ ὅτι βουλομένους αὐτοὺς ὁ σωτὴρ ἀσμένως δέχεται, τότε καὶ προδεικνύναι καὶ μυσταγωγεῖν, ὅπως ἂν καὶ διʼ οἵων ἔργων τε καὶ διαθέσεων ἐπαύραιντο τῆς ἐλπίδος, ὡς οὔτʼ ἀμηχάνου καθεστώσης αὐτοῖς οὔτε τοὐναντίον εἰκῇ

Then, when they have learned that they fear a groundless fear and that the Savior gladly receives them if they are willing, one should show them in advance and initiate them into how, and by what works and dispositions, they may enjoy what they hope for, since it is neither impossible for them nor, on the other hand, obtained at random

3.3Stählin 3:161

περιγινομένης. ἀλλʼ ὅνπερ τρόπον ἔχει τὸ τῶν ἀθλητῶν, ἵνα μικρὰ καὶ ἐπίκηρα μεγάλοις καὶ ἀφθάρτοις παραβάλωμεν, τουτὶ καὶ ἐφʼ ἑαυτοῦ ὁ κατὰ κόσμον πλουτῶν λογιζέσθω.

by chance. But in the way it is with athletes (to compare small and perishable things with great and incorruptible ones), let the one who is rich in the world's goods consider this in his own case too.

3.4Stählin 3:161

καὶ γὰρ ἐκείνων ὁ μὲν ὅτι δυνήσεται νικᾶν καὶ στεφάνων τυγχάνειν ἀπελπίσας οὐδʼ ὅλως ἐπὶ τὴν ἄθλησιν ἀπεγράψατο. ὁ δὲ ταύτην μὲν ἐμβαλόμενος τῇ γνώμῃ τὴν ἐλπίδα, πόνους δὲ καὶ γυμνάσια καὶ τροφὰς μὴ προσιέμενος προσφόρους, ἀστεφάνωτος διεγένετο καὶ διήμαρτε τῶν ἐλπίδων.

For among athletes, one who has given up hope of being able to win and gain crowns does not even enter his name for the contest; another, who has cast this hope into his mind but does not undertake the labors, exercises, and suitable diet, goes away uncrowned and misses his hopes.

3.5Stählin 3:161

οὕτως τις καὶ τὴν ἐπίγειον ταύτην περιβεβλημένος περιβολὴν μήτε τὴν ἀρχὴν ἑαυτὸν τῶν ἄθλων τοῦ σωτῆρος ἐκκηρυσσέτω, πιστός γε ὢν καὶ τὸ μεγαλεῖον συνορῶν τῆς τοῦ θεοῦ φιλανθρωπίας, μήτε μὴν αὖθις ἀνάσκητος καὶ ἀναγώνιστος μείνας ἀκονιτὶ κἀνιδρωτὶ τῶν στεφάνων τῆς ἀφθαρσίας ἐλπιζέτω μεταλαβεῖν·

So too let one who is clothed with this earthly wealth neither shut himself out from the start from the Savior's contests, if he is a believer and perceives the greatness of God's love for mankind, nor again hope to share in the crowns of incorruption while remaining untrained and without contest, without dust and without sweat.

3.6Stählin 3:161–162

ἀλλʼ αὑτὸν ὑποβαλέτω φέρων γυμναστῇ μὲν τῷ λόγῳ. ἀγωνοθέτῃ δὲ τῷ Χριστῷ· τροφὴ δὲ αὐτῷ καὶ ποτὸν γενέσθω τεταγμένον ἡ καινὴ διαθήκη τοῦ κυρίου. γυμνάσια δὲ αἱ ἐντολαί. εὐσχημοσύνη δὲ καὶ κόσμος αἱ καλαὶ διαθέσεις, ἀγάπη, πίστις. ἐλπίς, γνῶσις ἀληθείας............. πραότης, εὐσπλαγχνία, σεμνότης, ἵνʼ, ὅταν ἡ ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τοῦ δρόμου καὶ τῆς ἐντεῦθεν ἐξόδου καθάπερ ἐκ σταδίου τοῦ βίου, μετʼ ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.

Rather, let him submit himself to the Word as his trainer and to Christ as the president of the games. Let his appointed food and drink be the new covenant of the Lord; his exercises, the commandments; his grace and adornment, the fair dispositions: love, faith, hope, knowledge of the truth, … gentleness, compassion, dignity; so that when the last trumpet sounds for the race and the departure from here, as from the stadium of life, he may stand victorious with a good conscience before the Judge of the games, acknowledged worthy of the fatherland above, into which he returns with crowns and the proclamations of angels.

Chapter 4

4.1Stählin 3:162

Δοίη τοίνυν ἡμῖν ὁ σωτὴρ ἐντεῦθεν ἀρξαμένοις τοῦ λόγου τἀληθῆ καὶ τὰ πρέποντα καὶ τὰ σωτήρια συμβαλέσθαι τοῖς ἀδελφοῖς πρός τε τὴν ἐλπίδα πρῶτον αὐτὴν καὶ δεύτερον πρὸς τὴν τῆς ἐλπίδος προσαγωγήν.

May the Savior grant us, then, beginning our discourse from here, to contribute to the brethren what is true, fitting, and saving, first for hope itself, and second for access to what is hoped for.

4.2Stählin 3:162

ὃ δὲ χαρίζεται δεομένοις καὶ αἰτοῦντας διδάσκει καὶ λύει τὴν ἄγνοιαν καὶ τὴν ἀπόγνωσιν ἀποσείεται, τοὺς αὐτοὺς πάλιν εἰσάγων λόγους περὶ τῶν πλουσίων. ἑαυτῶν ἑρμηνέας γινομένους καὶ ἐξηγητὰς ἀσφαλεῖς.

He grants it to those who ask, teaches those who inquire, dispels ignorance and shakes off despair, bringing forward again the very words about the rich, which become their own interpreters and safe expositors.

4.3Stählin 3:162

οὐδὲν γὰρ οἷον αὐτῶν αὖθις ἀκοῦσαι τῶν ῥητῶν. ἅπερ ἡμᾶς ἐν τοῖς εὐαγγελίοις ἄχρι νῦν διετάρασσεν ἀβασανίστως καὶ διημαρτημένως ὑπὸ νηπιότητος ἀκροωμένους.

For there is nothing like hearing the very sayings again, which up to now have troubled us in the Gospels because we heard them without examination and mistakenly, through childishness.

4.4Stählin 3:162

»ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσελθών τις ἐγονυπέτει λέγων·

“As he was going out on the way, a man came up and knelt before him, saying,

4.5Stählin 3:162

›διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον κληρονομήσω;‹ ὁ δὲ Ἰησοῦς λέγει· τί με ἀγαθὸν λέγεις; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.

‘Good Teacher, what shall I do to inherit eternal life?’ And Jesus says, ‘Why do you call me good? No one is good but one, God.

4.6Stählin 3:162

τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ὃ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· ›πάντα ταῦτα ἐφύλαξα ἐκ νεότητός μου.

You know the commandments: do not commit adultery, do not murder, do not steal, do not bear false witness, honor your father and mother.’ And he answered and said to him, ‘All these I have kept from my youth.’

4.7Stählin 3:162

ὁ δὲ Ἰησοῦς ἐμβλέψας ἠγάπησεν αὐτὸν καὶ εἶπεν· ›ἕν σοι ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, πώλησον ὅσα ἔχεις καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.‹ ὃ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος·

And Jesus, looking at him, loved him and said, ‘One thing you lack: if you wish to be perfect, sell what you have and distribute to the poor, and you will have treasure in heaven; and come, follow me.’ But he was gloomy at the saying and went away grieving;

4.8Stählin 3:162

ἦν γὰρ ἔχων χρήματα πολλὰ καὶ ἀγρούς. περιβλεψάμενος δὲ ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· ›πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ.‹ οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ.

for he had many possessions and fields. And Jesus, looking around, says to his disciples, ‘How hard it will be for those who have riches to enter the kingdom of God!’ And the disciples were amazed at his words.

4.9Stählin 3:162–163

πάλιν δὲ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· ›τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· εὐκόλως διὰ τῆς τρυμαλιᾶς τῆς βελόνης κάμηλος εἰσελεύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τοῦ θεοῦ.‹ οἳ δὲ περισσῶς ἐξεπλήσσοντο καὶ ἔλεγον· ›τίς οὖν δύναται σωθῆναι;‹ ὃ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· ›ὅ τι παρὰ ἀνθρώποις ἀδύνατον, παρὰ θεῷ δυνατόν.‹ ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ·

Again Jesus answered and said to them, ‘Children, how hard it is for those who trust in riches to enter the kingdom of God! A camel will more easily go through the eye of the needle than a rich man into the kingdom of God.’ And they were exceedingly astonished and said, ‘Who then can be saved?’ And he, looking at them, said, ‘What is impossible with men is possible with God.’ Peter began to say to him,

4.10Stählin 3:163

›ἴδε ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.‹ ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς [λέγγει]·› ἀμὴν ὑμῖν λέγω, ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου. ἀπολήψεται ἑκατονταπλασίονα. νῦν ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς ἔχειν μετὰ διωγμὼν εἰς ποῦ· ἐν δὲ τῷ ἐρχομένῳ ζωή[ν] ἐστιν αἰώνιος. [ἐν δὲ] ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.«

‘See, we have left everything and followed you.’ And Jesus answered, ‘Truly I say to you, whoever leaves his own possessions, and parents, and brothers, and riches for my sake and for the sake of the gospel will receive a hundredfold. Now in this time, to have fields and riches and houses and brothers with persecutions—to what end? But in the age to come there is eternal life. And the first will be last, and the last first.’”

Chapter 5

5.1Stählin 3:163

Ταῦτα μὲν ἐν τῷ κατὰ Μάρκον εὐαγγελίῳ γέγραπται· καὶ ἐν τοῖς ἄλλοις δὲ πᾶσιν τοῖς ἀνωμολογημένοις ὀλίγον μὲν ἴσως ἑκασταχοῦ τῶν ῥημάτων ἐναλλάσσει, πάντα δὲ τὴν αὐτὴν τῆς γνώμης συμφωνίαν ἐπιδείκνυται.

This is written in the Gospel according to Mark; and in all the other acknowledged Gospels the wording perhaps varies a little here and there, but all show the same agreement in meaning.

5.2Stählin 3:163

δεῖ δὲ σαφῶς εἰδότας ὡς οὐδὲν ἀνθρωπίνως ὁ σωτήρ. ἀλλὰ πάντα θείᾳ σοφίᾳ καὶ μυστικῇ διδάσκει τοὺς ἑαυτοῦ, μὴ σαρκίνως ἀκροᾶσθαι τῶν λεγομένων. ἀλλὰ τὸν ἐν αὐτοῖς κεκρυμμένον νοῦν μετὰ τῆς ἀξίας ζητήσεως καὶ συνέσεως ἐρευνᾶν καὶ καταμανθάνειν.

We must know clearly that the Savior teaches nothing in a merely human way, but teaches his own everything with divine and mystical wisdom; we must not hear what is said in a fleshly way, but search out and learn the meaning hidden in it with due inquiry and understanding.

5.3Stählin 3:163

καὶ γὰρ τὰ ὑπʼ αὐτοῦ τοῦ κυρίου δοκοῦντα ἡπλῶσθαι πρὸς τοὺς μαθητὰς τῶν ᾐνιγμένως ὑπειρημένων οὐδὲν ἥττονος [ἔτι καὶ νῦν]. ἀλλὰ πλείονος ἔτι καὶ νῦν τῆς ἐπιστάσεως εὑρίσκεται δεόμενα διὰ τὴν ὑπερβάλλουσαν τῆς φρονήσεως ἐν αὐτοῖς ὑπερβολήν.

For even the things the Lord himself seems to have made plain to the disciples, among what he had said in riddles, are found to need no less, but even more attention still, because of the surpassing excess of wisdom in them.

5.4Stählin 3:163

ὅπου δὲ καὶ τὰ νομιζόμενα ὑπʼ αὐτοῦ διοῖχθαι τοῖς ἔσω καὶ αὐτοῖς τοῖς τῆς βασιλείας τέκνοις ὑπʼ αὐτοῦ καλουμένοις ἔτι χρῄζει φροντίδος πλείονος, ἦ πού γε τὰ δόξαντα μὲν ἁπλῶς ἐξενηνέχθαι καὶ διὰ τοῦτο μηδὲ διηρωτημένα πρὸς τῶν ἀκουσάντων, εἰς ὅλον δὲ τὸ τέλος αὐτὸ τῆς σωτηρίας διαφέροντα. ἐσκεπασμένα δὲ θαυμαστῷ καὶ ὑπερουρανίῳ διανοίας βάθει, οὐκ ἐπιπολαίως δέχεσθαι ταῖς ἀκοαῖς προσῆκεν, ἀλλὰ καθιέντας τὸν νοῦν ἐπʼ αὐτὸ τὸ πνεῦμα τοῦ σωτῆρος καὶ τὸ τῆς γνώμης ἀπόρρητον.

And where even the things thought to have been opened up by him to those within, those whom he himself calls children of the kingdom, still need further thought, surely the things that seem to have been spoken simply, and for that reason were not even questioned by those who heard them, but which bear on the whole goal of salvation itself, and are covered with a wonderful and supercelestial depth of meaning, should not be received superficially by the ears, but by directing the mind to the very spirit of the Savior and the secret of his thought.

Chapter 6

6.1Stählin 3:163–164

Ἠρώτηται μὲν γὰρ ἡδέως ὁ κύριος ἡμῶν καὶ σωτὴρ ἐρώτημα καταλληλότατον αὐτῷ, ἡ ζωὴ περὶ ζωῆς, ὁ σωτὴρ περὶ σωτηρίας. ὁ διδάσκαλος περὶ κεφαλαίου [οὐ τῶν διδασκομένων δογμάτων. ἡ ἀλήθεια περὶ τῆς ἀληθινῆς ἀθανασίας, ὁ λόγος περὶ τοῦ πατρῴου λόγου. ὁ τέλειος περὶ τῆς τελείας ἀναπαύσεως, ὁ ἄφθαρτος περὶ τῆς βεβαίας ἀφθαρσίας.

Our Lord and Savior is gladly asked a question most fitting for him: the Life about life, the Savior about salvation, the Teacher about the chief point of the doctrines taught, the Truth about true immortality, the Word about the Father's word, the Perfect about perfect rest, the Incorruptible about sure incorruption.

6.2Stählin 3:164

ἠρώτηται περὶ τούτων ὑπὲρ ὧν καὶ κατελήλυθεν. ἃ παιδεύει. ἃ διδάσκει. ἃ παρέχει, ἵνα δείξῃ τὴν τοῦ εὐαγγελίου ὑπόθεσιν. ὅτι δόσις ἐστὶν αἰωνίου ζωῆς.

He is asked about the things for which he came down, which he trains us in, teaches, and provides, so as to show the theme of the gospel: that it is the gift of eternal life.

6.3Stählin 3:164

πρόοιδε δὲ ὡς θεὸς καὶ ἃ μέλλει διερωτηθήσεσθαι καὶ ἃ μέλλει τις αὐτῷ ἀποκρίνεσθαι. τίς γὰρ καὶ μᾶλλον ἢ ὁ προφήτης προφητῶν καὶ κύριος παντὸς προφητικοῦ πνεύματος;

As God, he knows beforehand both what he will be asked and what someone will answer him. For who should know this better than the Prophet of prophets and Lord of every prophetic spirit?

6.4Stählin 3:164

κληθεὶς δὲ ἀγαθός. ἀπʼ αὐτοῦ πρώτου τοῦ ῥήματος τούτου τὸ ἐνδόσιμον λαβὼν ἐντεῦθεν καὶ τῆς διδασκαλίας ἄρχεται, ἐπιστρέφων τὸν μαθητὴν ἐπὶ τὸ θεὸν τὸν ἀγαθὸν καὶ πρῶτον καὶ μόνον ζωῆς αἰωνίου ταμίαν, ἣν ὁ υἱὸς δίδωσιν ἡμῖν παρʼ ἐκείνου λαβών.

Being called good, he takes his cue from this very first word and begins his teaching from it, turning the disciple to God, the good, the first, and the only dispenser of eternal life, which the Son gives us, having received it from him.

Chapter 7

7.1Stählin 3:164

Οὐκοῦν τὸ μέγιστον καὶ κορυφαιότατον τῶν πρὸς τὴν ζωὴν μαθημάτων ἀπὸ τῆς ἀρχῆς εὐθὺς ἐγκαταθέσθαι τῇ ψυχῇ δεῖ, γνῶναι τὸν θεὸν τὸν αἰώνιον καὶ δοτῆρα αἰωνίων καὶ πρῶτον καὶ ὑπέρτατον καὶ ἕνα καὶ ἀγαθὸν θεόν.

Therefore the greatest and highest of the lessons for life must be laid up in the soul from the very beginning: to know the eternal God, giver of eternal things, first, supreme, one, and good.

7.2Stählin 3:164

ὅν ἔστι κτήσασθαι διὰ γνώσεως καὶ καταλήψεως· αὕτη γὰρ ἄτρεπτος καὶ ἀσάλευτος ἀρχὴ καὶ κρηπὶς ζωῆς, ἐπιστήμη θεοῦ τοῦ ὄντως ὄντος καὶ τὰ ὄντα. τουτέστι τὰ αἰώνια, δωρουμένου, ἐξ οὗ καὶ τὸ εἶναι τοῖς ἄλλοις ὑπάρχει καὶ τὸ μεῖναι λαβεῖν.

He may be gained through knowledge and apprehension; for this is the unchanging and unshakable beginning and foundation of life: the knowledge of God, who truly is and who bestows the things that are, that is, the eternal things; from him the others have both their being and their continuing.

7.3Stählin 3:164

ἡ μὲν γὰρ τούτου ἄγνοια θάνατός ἐστιν, ἡ δὲ ἐπίγνωσις αὐτοῦ καὶ οἰκείωσις καὶ ἡ πρὸς αὐτὸν ἀγάπη καὶ ἐξομοίωσις μόνη ζωή.

For ignorance of him is death, but knowledge of him, intimacy with him, love for him, and likeness to him are the only life.

Chapter 8

8.1Stählin 3:164

Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν »οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«. ἔπειτα τὸ μέγεθος τοῦ σωτῆρος μετʼ ἐκεῖνον καὶ τὴν καινότητα τῆς χάριτος μαθεῖν, ὅτι δὴ κατὰ τὸν ἀπόστολον »ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ«· καὶ οὐκ ἴσα τὰ διὰ δούλου πιστοῦ διδόμενα τοῖς ὑπὸ [τοῦ] υἱοῦ γνησίου δωρουμένοις.

He urges the one who would live the true life, then, first to know him “whom no one knows except the Son and he to whom the Son reveals him”; then, after him, to learn the greatness of the Savior and the newness of grace, since, according to the apostle, “the law was given through Moses, grace and truth through Jesus Christ”; and the things given through a faithful servant are not equal to those bestowed by a true Son.

8.2Stählin 3:164–165

εἰ γοῦν ἱκανὸς ἦν ὁ Μωσέως νόμος ζωὴν αἰώνιον παρασχεῖν, μάτην μὲν ὁ σωτὴρ αὐτὸς παραγίνεται καὶ πάσχει διʼ ἡμᾶς ἀπὸ γενέσεως μέχρι τοῦ σημείου τὴν ἀνθρωπότητα διατρέχων, μάτην δὲ ὁ πάσας πεποιηκὼς »ἐκ νεότητος« τὰς νομίμους ἐντολὰς παρὰ ἄλλου αἰτεῖ γονυπετῶν ἀθανασίαν.

If the law of Moses had been able to provide eternal life, the Savior himself would have come and suffered for us in vain, running through the course of humanity from birth to the sign of the cross; and in vain would the one who had done all the commandments of the law “from his youth” kneel and ask immortality from another.

8.3Stählin 3:165

οὐδὲ γὰρ πεπλήρωκε μόνον τὸν νόμον, ἀλλὰ καὶ εὐθὺς ἀπὸ πρώτης ἡλικίας ἀρξάμενος· ἐπεὶ καὶ τί μέγα ἢ ὑπέρλαμπρον γῆρας ἄγονον ἀδικημάτων ὧν ἐπιθυμίαι τίκτουσι νεανικαὶ ἢ ὀργὴ ζέουσα ἢ ἔρως χρημάτων; ἀλλʼ εἴ τις ἐν σκιρτήματι νεοτησίῳ καὶ τῷ καύσωνι τῆς ἡλικίας παρέσχηται φρόνημα πεπανὸν καὶ πρεσβύτερον τοῦ χρόνου, θαυμαστὸς οὗτος ἀγωνιστὴς καὶ διαπρεπὴς καὶ τὴν γνώμην πολιός.

For he had not only fulfilled the law but had begun doing so from his earliest age. For what is great or splendid about an old age that bears none of the wrongs that youthful desires, boiling anger, or love of money produce? But if someone in the leaping of youth and the heat of that age has shown a mind ripe and older than his years, he is a marvelous contestant, distinguished, and gray-haired in judgment.

8.4Stählin 3:165

ἀλλʼ ὅμως οὗτος ὁ τοιοῦτος ἀκριβῶς πέπεισται, διότι αὐτῷ πρὸς μὲν δικαιοσύνην οὐδὲν ἐνδεῖ, ζωῆς δὲ ὅλως προσδεῖ· διὸ αὐτὴν αἰτεῖ παρὰ τοῦ δοῦναι μόνου δυναμένου· καὶ πρὸς μὲν τὸν νόμον ἄγει παρρησίαν, τοῦ θεοῦ δὲ τὸν υἱὸν ἱκετεύει.

Yet this man is fully persuaded that he lacks nothing for righteousness, but lacks life altogether; so he asks for it from the one who alone can give it. Toward the law he has confidence, but he supplicates the Son of God.

8.5Stählin 3:165

»ἐκ πίστεως εἰς πίστιν« μετατάσσεται· ὡς σφαλερῶς ἐν νόμῳ σαλεύων καὶ ἐπικινδύνως ναυλοχῶν εἰς τὸν σωτῆρα μεθορμίζεται.

He passes “from faith to faith”; as one tossing dangerously in the law and lying at anchor in peril, he moves his anchorage to the Savior.

Chapter 9

9.1Stählin 3:165

Ὁ γοῦν Ἰησοῦς οὐκ ἐλέγχει μὲν αὐτὸν ὡς πάντα τὰ ἐκ νόμου μὴ πεπληρωκότα, ἀλλὰ καὶ ἀγαπᾷ καὶ ὑπερασπάζεται τῆς ἐν οἷς ἔμαθεν εὐπειθείας, ἀτελῆ δὲ εἶναί φησιν ὡς πρὸς τὴν αἰώνιον ζωήν, ὡς οὐ τέλεια πεπληρωκότα καὶ νόμου μὲν ἐργάτην, ἀργὸν δὲ ζωῆς ἀληθινῆς. καλὰ μὲν οὖν κἀκεῖνα (τίς δʼ οὔ φησιν;

At any rate, Jesus does not rebuke him as though he had not fulfilled all the things of the law; he loves him and warmly welcomes his obedience in what he had learned. But he says he is imperfect with respect to eternal life, as one who had not done perfect things, a worker of the law but idle in regard to true life. Those things too are good (who denies it?

9.2Stählin 3:165

ἡ γὰρ »ἐντολὴ ἁγία«) ἄχρι παιδαγωγίας τινὸς μετὰ φόβου καὶ προπαιδείας ἐπὶ τὴν τοῦ Ἰησοῦ νομοθεσίαν τὴν ἄκραν καὶ χάριν προχωροῦντα. πλήρωμα δὲ »νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι«, οὐχὶ δὲ δούλους ποιῶν ὡς δοῦλος, ἀλλὰ καὶ υἱοὺς καὶ ἀδελφοὺς καὶ συγκληρονόμους τοὺς ἐπιτελοῦντας τὸ θέλημα τοῦ πατρός.

for “the commandment is holy”), as far as a kind of instruction with fear and preliminary training, advancing toward the supreme legislation and grace of Jesus. But “Christ is the fulfillment of the law for righteousness to everyone who believes,” not making slaves as a slave does, but sons and brothers and joint heirs, those who do the will of the Father.

Chapter 10

10.1Stählin 3:165

»Εἰ θέλεις τέλειος γενέσθαι.« οὐκ ἄρα πω τέλειος ἦν· οὐδὲν γὰρ τελείου τελειότερον. καὶ θείως τὸ »εἰ θέλεις« τὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης αὐτῷ ψυχῆς ἐδήλωσεν. ἐπὶ τῷ ἀνθρώπῳ γὰρ ἦν ἡ αἵρεσις ὡς ἐλευθέρῳ, ἐπὶ θεῷ δὲ ἡ δόσις ὡς κυρίῳ.

“If you wish to be perfect.” So he was not yet perfect, for nothing is more perfect than the perfect. And divinely the words “if you wish” showed the free will of the soul conversing with him. For the choice lay with the man, as free, but the gift with God, as Lord.

10.2Stählin 3:165–166

δίδωσι δὲ βουλομένοις καὶ ὑπερεσπουδακόσι καὶ δεομένοις, ἵνʼ οὕτως ἴδιον αὐτῶν ἡ σωτηρία γένηται. οὐ γὰρ ἀναγκάζει ὁ θεός, βία γὰρ ἐχθρὸν θεῷ, ἀλλὰ τοῖς ζητοῦσι πορίζει καὶ τοῖς αἰτοῦσι παρέχει καὶ τοῖς κρούουσιν ἀνοίγει.

He gives to those who wish, who are very earnest, and who ask, so that salvation may thus become their own. For God does not compel (force is hateful to God), but provides for those who seek, gives to those who ask, and opens to those who knock.

10.3Stählin 3:166

εἰ θέλεις οὖν, εἰ ὄντως θέλεις καὶ μὴ ἑαυτὸν ἐξαπατᾷς, κτῆσαι τὸ ἐνδέον. »ἕν σοι λείπει«, τὸ ἕν, τὸ ἐμόν. τὸ ἀγαθόν. τὸ ἤδη ὑπὲρ νόμον. ὅπερ νόμος οὐ δίδωσιν. ὅπερ νόμος οὐ χωρεῖ, ὃ τῶν ζώντων ἴδιόν ἐστιν.

If you wish, then, if you truly wish and are not deceiving yourself, acquire what is lacking. “One thing you lack”: the one thing, the thing that is mine, the good, what is already beyond the law, what the law does not give, what the law does not contain, what belongs to those who live.

10.4Stählin 3:166

ἀμέλει ὁ πάντα τὰ τοῦ νόμου πληρώσας »ἐκ νεότητος« καὶ τὰ ὑπέρογκα φρυαξάμενος τὸ ἓν τοῦτο προσθεῖναι τοῖς ὅλοις οὐ δεδύνηται. τὸ τοῦ σωτῆρος ἐξαίρετον, ἵνα λάβῃ ζωὴν αἰώνιον, ἣν ποθεῖ· ἀλλὰ δυσχεράνας ἀπῆλθεν, ἀχθεσθεὶς τῷ παραγγέλματι τῆς ζωῆς.

Indeed, the one who had fulfilled all the things of the law “from his youth” and boasted of extraordinary things was unable to add this one thing to them all, the Savior's special gift, so as to receive the eternal life he longed for. Instead he went away displeased, vexed at the commandment of the life

10.5Stählin 3:166

ὑπὲρ ἧς ἱκέτευεν. οὐ γὰρ ἀληθῶς ζωὴν ἤθελεν, ὡς ἔφασκεν, ἀλλὰ δόξαν προαιρέσεως ἀγαθῆς μόνην περιεβάλλετο.

for which he was pleading. For he did not truly want life, as he claimed, but was only clothing himself with the reputation of a good intention.

10.6Stählin 3:166

καὶ περὶ πολλὰ μὲν οἷός τε ἦν ἀσχολεῖσθαι, τὸ δὲ ἕν, τὸ τῆς ζωῆς ἔργον, ἀδύνατος καὶ ἀπρόθυμος καὶ ἀσθενὴς ἐκτελεῖν· ὁποῖόν τι καὶ πρὸς τὴν Μάρθαν εἶπεν ὁ σωτὴρ ἀσχολουμένην περὶ πολλὰ καὶ περιελκομένην καὶ ταρασσομένην διακονικῶς, τὴν δὲ ἀδελφὴν αἰτιωμένην, ὅτι τὸ ὑπηρετεῖν ἀπολιποῦσα τοῖς ποσὶν αὐτοῦ παρακάθηται μαθητικὴν ἄγουσα σχολήν· »σὺ περὶ πολλὰ ταράσσῃ· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, καὶ οὐκ ἀφαιρεθήσεται αὐτῆς.«

He was able to busy himself with many things, but the one thing, the work of life, he was powerless, unwilling, and too weak to accomplish. It was something like what the Savior said to Martha, who was busy with many things, distracted and troubled with serving, and who blamed her sister because she had left the serving and sat at his feet, spending her time as a disciple: “You are troubled about many things; but Mary has chosen the good portion, and it will not be taken away from her.”

10.7Stählin 3:166

οὕτως καὶ τοῦτον ἐκέλευε τῆς πολυπραγμοσύνης ἀφέμενον ἑνὶ προστετηκέναι καὶ προσκαθέζεσθαι, τῇ χάριτι τοῦ ζωὴν αἰώνιον προστιθέντος.

So too he told this man to let go of his busyness and cling and sit close to the one thing, the grace of him who adds eternal life.

Chapter 11

11.1Stählin 3:166

Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκετείας. τῆς ἐλπίδος, τῆς ζωῆς, τῶν προπεπονημένων;

What, then, was it that drove him to flight and made him desert the Teacher, his supplication, his hope, his life, his previous labors?

11.2Stählin 3:166

»πώλησον τὰ ὑπάρχοντά σου.« τί δὲ τοῦτό ἐστιν; οὐχ ὃ προχείρως δέχονταί τινες, τὴν ὑπάρχουσαν οὐσίαν ἀπορρῖψαι προστάσσει καὶ ἀποστῆναι τῶν χρημάτων, ἀλλὰ τὰ δόγματα τὰ περὶ χρημάτων ἐξορίσαι τῆς ψυχῆς, τὴν πρὸς αὐτὰ συμπάθειαν. τὴν ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὰ πτοίαν καὶ νόσον, τὰς μερίμνας, τὰς ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμπνίγουσιν.

“Sell your possessions.” What is this? It is not what some hastily take it to mean, that he commands us to throw away the property we have and give up our money; but to banish from the soul its opinions about money, its attachment to it, its excessive desire, its excitement and disease over it, its anxieties, the thorns of life that choke the seed of life.

11.3Stählin 3:166–167

οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γʼ ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφʼ ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, »ἀγνοοῦντες« δὲ θεὸν καὶ »δικαιοσύνην θεοῦ«, κατʼ αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες

For it is nothing great or enviable simply to lack money without a reason connected with life. (Otherwise those who have nothing at all, destitute and beggars for their daily bread, the poor lying along the roads, “not knowing” God and “the righteousness of God,” would be most blessed and most beloved of God and the only ones to have eternal life,

11.4Stählin 3:167

αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν. οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ Δημόκριτοι καὶ Κράτητες.

simply because they are utterly without resources and means of life and short of the smallest necessities.) Nor is it new to renounce wealth and give it to the poor or to one's country, which many did before the Savior's coming, some for the sake of leisure for letters and dead wisdom, others for empty fame and vainglory: men like Anaxagoras, Democritus, and Crates.

Chapter 12

12.1Stählin 3:167

Τί οὖν ὡς καινὸν καὶ ἴδιον θεοῦ παραγγέλλει καὶ μόνον ζωοποιοῦν, ὃ τοὺς προτέρους οὐκ ἔσωσεν; εἰ δὲ ἐξαίρετόν τι ἡ »καινὴ κτίσις«, ὁ υἱὸς τοῦ θεοῦ, μηνύει καὶ διδάσκει, οὐ τὸ φαινόμενον, ὅπερ ἄλλοι πεποιήκασι, παρεγγυᾷ, ἀλλʼ ἕτερόν τι διὰ τούτου σημαινόμενον μεῖζον καὶ θειότερον καὶ τελεώτερον, τὸ τὴν ψυχὴν αὐτὴν καὶ τὴν διάθεσιν γυμνῶσαι τῶν ὑπόντων παθῶν καὶ πρόρριζα τὰ ἀλλότρια τῆς γνώμης ἐκτεμεῖν καὶ ἐκβαλεῖν. τοῦτο γὰρ ἴδιον μὲν τοῦ πιστοῦ τὸ μάθημα.

Why, then, does he command as new, proper to God, and alone life-giving what did not save those before? If “the new creation,” the Son of God, reveals and teaches something special, he does not enjoin the visible act, which others have done, but something else signified by it, greater, more divine, and more perfect: to strip the soul itself and its disposition of the passions that lie hidden in it, and to cut out by the roots and cast away what is alien to the mind. This is the lesson proper to the believer,

12.2Stählin 3:167

ἄξιον δὲ τοῦ σωτῆρος τὸ δίδαγμα. οἱ γάρ τοι πρότεροι, καταφρονήσαντες τῶν ἐκτός, τὰ μὲν κτήματα ἀφῆκαν καὶ παραπώλεσαν, τὰ δὲ πάθη τῶν ψυχῶν οἶμαι ὅτι καὶ προσεπέτειναν· ἐν ὑπεροψίᾳ γὰρ ἐγένοντο καὶ ἀλαζονείᾳ καὶ κενοδοξίᾳ καὶ περιφρονήσει τῶν ἄλλων ἀνθρώπων ὡς αὐτοί τι ὑπὲρ ἄνθρωπον ἐργασάμενοι.

and the teaching worthy of the Savior. For those before, who despised external things, let go and got rid of their possessions, but I think they even increased the passions of their souls; for they fell into arrogance, boastfulness, vainglory, and contempt for other people, as though they themselves had done something beyond human.

12.3Stählin 3:167

πῶς ἂν οὖν ὁ σωτὴρ παρῄνει τοῖς εἰς ἀεὶ βιωσομένοις τὰ βλάψοντα καὶ λυμανούμενα πρὸς τὴν ζωήν, ἣν ἐπαγγέλλεται;

How then would the Savior recommend to those who are to live forever things that would harm and damage them with regard to the life he promises?

12.4Stählin 3:167

καὶ γὰρ αὖ κἀκεῖνό ἐστι· δύναταί τις ἀποφορτισάμενος τὴν κτῆσιν οὐδὲν ἧττον ἔτι τὴν ἐπιθυμίαν καὶ τὴν ὄρεξιν τῶν χρημάτων ἔχειν ἐντετηκυῖαν καὶ συζῶσαν καὶ τὴν μὲν χρῆσιν ἀποβεβληκέναι, ἀπορῶν δὲ ἅμα καὶ ποθῶν ἅπερ ἐσπάθησε διπλῇ λυπεῖσθαι, καὶ τῇ τῆς ὑπηρεσίας ἀπουσίᾳ καὶ τῇ

And there is this too: one can unload one's property and still have the desire and craving for money no less, rooted and living in one; one can have lost the use of it, yet, being in want and longing for what one squandered, be doubly grieved, both by the absence of its service and by

12.5Stählin 3:167

τῆς μετανοίας συνουσίᾳ. ἀνέφικτον γὰρ καὶ ἀμήχανον δεόμενον τῶν πρὸς τὸ βιοτεύειν ἀναγκαίων μὴ οὐ κατακλᾶσθαι τὴν γνώμην καὶ ἀσχολίαν ἄγειν ἀπὸ τῶν κρειττόνων, ὁπωσοῦν καὶ ὁθενοῦν ταῦτα πειρώμενον ἐκπορίζειν.

the company of regret. For it is unattainable and impossible for one who lacks the necessities of life not to be broken in mind and distracted from better things, trying to procure them by any means and from any source.

Chapter 13

13.1Stählin 3:167–168

Καὶ πόσῳ χρησιμώτερον τὸ ἐναντίον, ἱκανὰ κεκτημένον αὐτόν τε περὶ τὴν κτῆσιν μὴ κακοπαθεῖν καὶ οἷς καθῆκεν ἐπικουρεῖν; τίς γὰρ ἂν κοινωνία καταλείποιτο παρὰ ἀνθρώποις, εἰ μηδεὶς ἔχοι μηδέν;

And how much more useful is the opposite: that one who possesses enough should not himself suffer want in the matter of possessions, and should help those whom it is fitting to help? For what sharing would be left among people if no one had anything?

13.2Stählin 3:168

πῶς δʼ ἂν τοῦτο τὸ δόγμα πολλοῖς ἄλλοις καὶ καλοῖς τοῦ κυρίου δόγμασιν οὐχὶ φανερῶς ἐναντιούμενον εὑρίσκοιτο καὶ μαχόμενον;

How would this doctrine not be found plainly contradicting and fighting against many other fine doctrines of the Lord?

13.3Stählin 3:168

»ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνʼ ὅταν ἐκλίπῃ, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.« »κτήσασθε θησαυροὺς ἐν οὐρανῷ, ὅπου μήτε σὴς μήτε βρῶσις ἀφανίζει μήτε κλέπται διορύσσουσι.«

“Make friends for yourselves by means of the mammon of unrighteousness, so that when it fails they may receive you into the eternal dwellings.” “Store up for yourselves treasures in heaven, where neither moth nor rust destroys, nor thieves break in.”

13.4Stählin 3:168

πῶς ἄν τις πεινῶντα τρέφοι καὶ διψῶντα ποτίζοι καὶ γυμνὸν σκεπάζοι καὶ ἄστεγον συνάγοι, ἃ τοῖς μὴ ποιήσασιν ἀπειλεῖ πῦρ καὶ σκότος τὸ ἐξώτερον, εἰ πάντων αὐτὸς ἕκαστος φθάνοι τούτων ὑστερῶν;

How could anyone feed the hungry, give drink to the thirsty, clothe the naked, and take in the homeless, for failing to do which he threatens fire and the outer darkness, if each person were already lacking all these things himself?

13.5Stählin 3:168

ἀλλὰ μὴν αὐτός τε ἐπιξενοῦται Ζακχαίῳ καὶ Λευεὶ καὶ Ματθαίῳ τοῖς πλουσίοις καὶ τελώναις, καὶ τὰ μὲν χρήματα αὐτοὺς οὐ κελεύει μεθεῖναι, τὴν δὲ δικαίαν χρῆσιν ἐπιθεὶς καὶ τὴν ἄδικον ἀφελὼν καταγγέλλει·

But in fact he himself is a guest of Zacchaeus and of Levi and Matthew, rich men and tax collectors, and he does not command them to give up their money; rather, imposing its just use and removing the unjust, he announces:

13.6Stählin 3:168

»σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ.« οὕτω τὴν χρείαν αὐτῶν ἐπαινεῖ, ὥστε καὶ μετὰ τῆς προσθήκης ταύτης τὴν κοινωνίαν ἐπιτάσσει, ποτίζειν τὸν διψῶντα, ἄρτον διδόναι τῷ πεινῶντι, ὑποδέχεσθαι τὸν ἄστεγον, ἀμφιεννύναι τὸν γυμνόν.

“Today salvation has come to this house.” He so praises their use of it that with this addition he also enjoins sharing: to give drink to the thirsty, bread to the hungry, to receive the homeless, to clothe the naked.

13.7Stählin 3:168

εἰ δὲ τὰς χρείας οὐχ οἷόν τε ἐκπληροῦν ταύτας μὴ ἀπὸ χρημάτων, τῶν δὲ χρημάτων ἀφίστασθαι κελεύει, τί ἂν ἕτερον εἴη ποιῶν ὁ κύριος ἢ τὰ αὐτὰ διδόναι τε καὶ μὴ διδόναι παραινῶν, τρέφειν καὶ μὴ τρέφειν, ὑποδέχεσθαι καὶ ἀποκλείειν, κοινωνεῖν καὶ μὴ κοινωνεῖν, ὅπερ ἁπάντων ἀλογώτατον. Οὐκ ἄρα ἀπορριπτέον τὰ καὶ τοὺς πέλας ὠφελοῦντα χρήματα·

But if these needs cannot be met except from money, and he commands us to give up money, what else would the Lord be doing but advising us both to give and not to give the same things, to feed and not to feed, to receive and to shut out, to share and not to share, which is the most absurd of all? So money that benefits one's neighbors too is not to be thrown away;

Chapter 14

14.1Stählin 3:168

κτήματα γάρ ἐστι κτητὰ ὄντα καὶ χρήματα χρήσιμα ὄντα καὶ εἰς χρῆσιν ἀνθρώπων ὑπὸ τοῦ θεοῦ παρεσκευασμένα, ἃ δὴ παράκειται καὶ ὑποβέβληται καθάπερ ὕλη τις καὶ ὄργανα πρὸς χρῆσιν ἀγαθὴν τοῖς εἰδόσι.

for they are possessions because they are possessed, and goods because they are useful and prepared by God for the use of human beings. They lie at hand and are placed under us like material and instruments for good use by those who know how.

14.2Stählin 3:168

τὸ ὄργανον, ἐὰν χρῇ τεχνικῶς, τεχνικόν ἐστιν, ἐὰν ὑστερῇς τῆς τέχνης, ἀπολαύει τῆς σῆς ἀμουσίας, ὂν ἀναίτιον.

If you use an instrument skillfully, it is skillful; if you fall short in skill, it shares in your lack of art, though it is not to blame.

14.3Stählin 3:168

τοιοῦτον καὶ ὁ πλοῦτος ὄργανόν ἐστι.

Wealth too is such an instrument.

14.4Stählin 3:168–169

δύνασαι χρῆσθαι δικαίως αὐτῷ· πρὸς δικαιοσύνην καθυπηρετεῖ· ἀδίκως τις αὐτῷ χρῆται· πάλιν ὑπηρέτης ἀδικίας εὑρίσκεται· πέφυκε γὰρ ὑπηρετεῖν, ἀλλʼ οὐκ ἄρχειν. οὐ χρὴ τοίνυν τὸ ἐξ ἑαυτοῦ μὴ ἔχον μήτε τὸ ἀγαθὸν μήτε τὸ κακόν. ἀναίτιον ὄν, αἰτιᾶσθαι, ἀλλὰ τὸ δυνάμενον καὶ καλῶς τούτοις χρῆσθαι καὶ κακῶς, ἀφʼ ὧν ἂν ἕληται, κατʼ αὐτὸ τοῦτο αἴτιον ὄν. τοῦτο δʼ ἐστὶ νοῦς ἀνθρώπου.

You can use it justly: it serves righteousness. Someone uses it unjustly: again it is found a servant of injustice. For its nature is to serve, not to rule. We must not, then, blame what has in itself neither good nor evil and is not responsible, but what is able to use these things both well and badly, according to what it chooses, and is responsible for that very reason. And this is the human mind,

14.5Stählin 3:169

καὶ κριτήριον ἐλεύθερον ἔχων ἐν ἑαυτῷ καὶ τὸ αὐτεξούσιον τῆς μεταχειρίσεως τῶν δοθέντων· ὥστε μὴ τὰ κτήματά τις ἀφανιζέτω μᾶλλον ἢ τὰ πάθη τῆς ψυχῆς, τὰ μὴ συγχωροῦντα τὴν ἀμείνω χρῆσιν τῶν ὑπαρχόντων.

which has in itself free judgment and free will in handling what has been given it. So let no one destroy his possessions, but rather the passions of the soul, which do not allow the better use of what one has,

14.6Stählin 3:169

ἵνα καλὸς καὶ ἀγαθὸς γενόμενος καὶ τούτοις τοῖς κτήμασι χρῆσθαι δυνηθῇ καλῶς. τὸ οὖν ἀποτάξασθαι πᾶσι τοῖς ὑπάρχουσι καὶ πωλῆσαι πάντα τὰ ὑπάρχοντα τοῦτον τὸν τρόπον ἐκδεκτέον ὡς ἐπὶ τῶν ψυχικῶν παθῶν διειρημένον.

so that, having become noble and good, he may be able to use these possessions nobly too. To renounce all one's possessions, then, and sell all that one has, must be understood in this way, as spoken of the passions of the soul.

Chapter 15

15.1Stählin 3:169

Ἐγὼ γοῦν κἀκεῖνο φήσαιμʼ ἄν· ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς. καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς. πονηρά, ὁ κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρχοντα π[ρ]ότερον ταῦτα παραιτεῖται ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει, ἢ ἐκεῖνα μᾶλλον ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα γίνεται;

I would say this too: since some things are within the soul and others outside it, and the latter also seem good if the soul uses them well and evil if it uses them badly, does the one who commands us to give away our possessions reject the things whose removal still leaves the passions remaining, or rather those whose removal makes possessions too useful?

15.2Stählin 3:169

ὁ τοίνυν ἀποβαλὼν τὴν κοσμικὴν περιουσίαν ἔτι δύναται πλουτεῖν τῶν παθῶν καὶ τῆς ὕλης μὴ παρούσης· ἡ γάρ τοι διάθεσις τὸ αὑτῆς ἐνεργεῖ καὶ τὸν λογισμὸν ἄγχει καὶ πιέζει καὶ φλεγμαίνει ταῖς συντρόφοις ἐπιθυμίαις· οὐδὲν οὖν προὔργου γέγονεν αὐτῷ πτωχεύειν χρημάτων πλουτοῦντι τῶν παθῶν.

The one who has thrown away his worldly wealth can still be rich in passions, even when their material is absent; for the disposition does its own work, and chokes and oppresses the reason and inflames it with the desires bred with it. So it has done him no good to be poor in money while rich in passions.

15.3Stählin 3:169

οὐ γὰρ τὰ ἀπόβλητα ἀπέβαλεν, ἀλλὰ τὰ ἀδιάφορα, καὶ τῶν μὲν ὑπηρετικῶν ἑαυτὸν περιέκοψεν, ἐξέκαυσε δὲ τὴν ὕλην τῆς κακίας τὴν ἔμφυτον τῇ τῶν ἐκτὸς ἀπορίᾳ.

For he has not thrown away what should be thrown away, but what is indifferent; he has cut himself off from what serves him, but set on fire the innate material of vice by the lack of external things.

15.4Stählin 3:169

ἀποτακτέον οὖν τοῖς ὑπάρχουσι τοῖς βλαβεροῖς. οὐχὶ τοῖς ἐὰν ἐπίστηταί τις τὴν ὀρθὴν χρῆσιν καὶ συνωφελεῖν δυναμένοις.

We must renounce, then, those possessions that are harmful, not those that can also help, if one knows how to use them rightly.

15.5Stählin 3:169

ὠφελεῖ δὲ τὰ μετὰ φρονήσεως καὶ σωφροσύνης καὶ εὐσεβείας οἰκονομούμενα, ἀπωστέα δὲ τὰ ἐπιζήμια· τὰ δὲ ἐκτὸς οὐ βλάπτει.

What is managed with prudence, self-control, and godliness is beneficial; what is harmful must be thrust away; external things do not harm.

15.6Stählin 3:169

Οὕτως οὖν ὁ κύριος καὶ τὴν τῶν ἐκτὸς χρείαν εἰσάγει. κελεύων ἀποθέσθαι οὐ τὰ βιωτικά, ἀλλὰ τὰ τούτοις κακῶς χρώμενα· ταῦτα

So the Lord also admits the use of external things, commanding us to put away not the means of living but the things that use them badly; and these

Chapter 16

16.1Stählin 3:169

δὲ ἦν τὰ τῆς ψυχῆς ἀρρωστήματα καὶ πάθη. ὁ τούτων πλοῦτος παρὼν μὲν ἅπασι θανατηφόρος, ἀπολόμενος δὲ σωτήριος· οὗ δεῖ καθαρεύουσαν. τουτέστι πτωχεύουσαν καὶ γυμνήν. τὴν ψυχὴν παρασχόμενον οὕτως ἤδη τοῦ σωτῆρος ἀκοῦσαι λέγοντος· »δεῦρο ἀκολούθει μοι.«

were the infirmities and passions of the soul. The wealth of these, when present, brings death to all; when destroyed, it brings salvation. Of this one must render the soul pure, that is, poor and naked, and so then hear the Savior saying, “Come, follow me.”

16.2Stählin 3:169–170

ὁδὸς γὰρ αὐτὸς ἤδη τῷ καθαρῷ τὴν καρδίαν γίνεται, εἰς δὲ ἀκάθαρτον ψυχὴν θεοῦ χάρις οὐ παραδύεται· ἀκάθαρτος δὲ ἡ πλουτοῦσα τῶν ἐπιθυμιῶν καὶ ὠδίνουσα πολλοῖς ἔρωσι καὶ κοσμικοῖς.

For he himself becomes the way for the pure in heart; but the grace of God does not slip into an impure soul, and impure is the soul that is rich in desires and in labor with many worldly loves.

16.3Stählin 3:170

ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεὰς [καὶ] τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπʼ αὐτῶν εἰς ἀνθρώπων σωτηρίαν καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτὸν καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὧν κέκτηται μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγκεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζόμενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρονόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·

The one who holds possessions, gold and silver and houses, as gifts of God, and serves God who gave them by using them for the salvation of others; who knows that he possesses them for the sake of the brethren rather than for himself; who is superior to their possession, not a slave to what he possesses, nor carrying them about in his soul, nor defining and limiting his life by them, but always laboring at some fine and divine work; and who, if he must ever be deprived of them, is able to bear their loss with a cheerful mind as calmly as their abundance: this is the one who is blessed by the Lord and called poor in spirit, a ready heir of the kingdom of heaven, not one who is unable to live as a rich man.

Chapter 17

17.1Stählin 3:170

ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι. ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες [ἐν] οἷς εἵλετο; »ὅπου γὰρ ὁ νοῦς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ.«

But the one who carries his wealth in his soul, and in his heart, instead of the Spirit of God, carries gold or land, always making his property boundless and forever looking for more, bent downward and fettered by the snares of the world, being earth and destined to go to earth: how can he desire and care for the kingdom of heaven, a man who wears not a heart but a field or a mine, and who must of necessity be found in the things he has chosen? “For where the mind of man is, there is his treasure also.”

17.2Stählin 3:170

Θησαυροὺς δέ γε ὁ κύριος οἶδε διττούς, τὸν μὲν ἀγαθόν, »ὁ« γὰρ »ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν«, τὸν δὲ πονηρόν. »ὁ« γὰρ »κακὸς ἐκ τοῦ κακοῦ θησαυροῦ προφέρει τὸ κακόν, ὅτι ἐκ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.«

The Lord knows two kinds of treasure: the good, for “the good man brings out good from the good treasure of his heart”; and the evil, for “the evil man brings out evil from the evil treasure, because out of the abundance of the heart the mouth speaks.”

17.3Stählin 3:170

ὥσπερ οὖν θησαυρὸς οὐχ εἷς παρʼ αὐτῷ καθὸ καὶ παρʼ ἡμῖν, ὁ τὸ αἰφνίδιον μέγα κέρδος ἐν εὑρήσει διδούς.

As, then, treasure is not one thing with him, as with us too, there being the treasure that gives sudden great gain when it is found,

17.4Stählin 3:170

ἀλλὰ καὶ δεύτερος, ὁ ἀκερδὴς καὶ ἄζηλος καὶ δύσκτητος καὶ ἐπιζήμιος, οὕτως καὶ πλοῦτος ὃ μέν τις ἀγαθῶν, ὃ δὲ κακῶν, εἴ γε τὸν πλοῦτον καὶ τὸν θησαυρὸν οὐκ ἀπηρτημένους ἴσμεν ἀλλήλων τῇ φύσει. καὶ ὁ μέν τις πλοῦτος κτητὸς ἂν εἴη καὶ περίβλητος, ὃ δὲ ἄκτητος καὶ ἀπόβλητος· τὸν αὐτὸν δὲ τρόπον καὶ πτωχεία μακαριστὴ μὲν ἡ πνευματική.

and also a second kind, profitless, unenviable, hard to get, and harmful, so too there is a wealth of good things and a wealth of evil things, since we know that wealth and treasure are not separated from each other by nature. The one wealth is to be acquired and embraced, the other not acquired but thrown away. In the same way, poverty too is blessed when it is spiritual.

17.5Stählin 3:170–171

διὸ καὶ προσέθηκεν ὁ Ματθαῖος· »μακάριοι οἱ πτωχοί·« πῶς; »τῷ πνεύματι.« καὶ πάλιν· »μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην τοῦ θεοῦ·« οὐκοῦν ἄθλιοι οἱ ἐναντίοι πτωχοί, θεοῦ μὲν ἄμοιροι, ἀμοιρότεροι δὲ τῆς ἀνθρωπίνης κτήσεως, ἄγευστοι δὲ δικαιοσύνης θεοῦ.

That is why Matthew added: “Blessed are the poor.” How? “In spirit.” And again: “Blessed are those who hunger and thirst for the righteousness of God.” So wretched are the opposite kind of poor, who have no share in God, and still less in human possessions, and have not tasted the righteousness of God.

Chapter 18

18.1Stählin 3:171

Ὥστε τοὺς πλουσίους μαθηματικῶς ἀκουστέον, τοὺς δυσκόλως εἰσελευσομένους εἰς τὴν βασιλείαν, μὴ σκαιῶς μηδὲ ἀγροίκως μηδὲ σαρκίνως· οὐ γὰρ οὕτως λέλεκται. οὐδὲ ἐπὶ τοῖς ἐκτὸς ἡ σωτηρία. οὔτε εἰ πολλὰ οὔτε εἰ ὀλίγα ταῦτα ἢ μικρὰ ἢ μεγάλα ἢ ἔνδοξα ἢ ἄδοξα ἢ εὐδόκιμα ἢ ἀδόκιμα, ἀλλʼ ἐπὶ τῇ τῆς ψυχῆς ἀρετῇ. πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ καὶ φιλαδελφίᾳ καὶ γνώσει καὶ πραότητι καὶ ἀτυφίᾳ καὶ ἀληθείᾳ, ὧν ἆθλον ἡ σωτηρία.

So the rich who will enter the kingdom with difficulty must be understood in a learned way, as disciples should, not clumsily, rustically, or in a fleshly way; for it is not said in that way. Salvation does not depend on external things, whether they are many or few, small or great, glorious or inglorious, esteemed or unesteemed, but on the virtue of the soul: faith, hope, love, brotherly love, knowledge, gentleness, humility, and truth, of which salvation is the prize.

18.2Stählin 3:171

οὐδὲ γὰρ διὰ κάλλος σώματος ζήσεταί τις ἢ τοὐναντίον ἀπολεῖται· ἀλλʼ ὁ μὲν τῷ δοθέντι σώματι ἁγνῶς καὶ κατὰ θεὸν χρώμενος ζήσεται. ὁ δὲ φθείρων τὸν ναὸν θεοῦ φθαρήσεται.

No one will live because of bodily beauty, nor perish for the opposite; but the one who uses the body given him purely and according to God will live, and the one who destroys the temple of God will be destroyed.

18.3Stählin 3:171

δύναται δέ τις καὶ αἰσχρὸς ἀσελγαίνειν καὶ κατὰ κάλλος σωφρονεῖν· οὐδὲ ἰσχὺς καὶ μέγεθος σώματος ζωοποιεῖ οὐδὲ τῶν μελῶν οὐδενία ἀπολλύει. ἀλλʼ ἡ τούτοις ψυχὴ χρωμένη τὴν αἰτίαν ἐφʼ ἑκάτερα παρέχεται.

An ugly man can be licentious, and a beautiful one self-controlled. Neither strength and size of body give life, nor does the insignificance of the limbs destroy; but the soul that uses them provides the cause in either direction.

18.4Stählin 3:171

ὑπόφερε γοῦν. φησί. παιόμενος τὸ πρόσωπον. ὅπερ δύναται καὶ ἰσχυρός τις ὢν καὶ εὐεκτῶν ὑπακοῦσαι καὶ πάλιν ἀσθενικός τις ὢν ἀκρασίᾳ γνώμης παραβῆναι.

“Endure,” he says, “when struck on the face,” which a strong and healthy man can obey, and again a weak man can transgress through lack of self-control.

18.5Stählin 3:171

οὕτως καὶ ἄπορός τις ὢν καὶ ἄβιος εὑρεθείη ποτʼ ἂν μεθύων ταῖς ἐπιθυμίαις. καὶ χρήμασι πλούσιος νήφων καὶ πτωχεύων ἡδονῶν. πεπεισμένος. συνετός, καθαρός, κεκολασμένος.

So too one who is without resources and livelihood might sometimes be found drunk with desires, and one rich in money sober, poor in pleasures, obedient, prudent, pure, disciplined.

18.6Stählin 3:171

εἰ τοίνυν ἐστὶ τὸ ζησόμενον μάλιστα καὶ πρῶτον ἡ ψυχὴ καὶ περὶ ταύτην ἀρετὴ μὲν φυομένη σῴζει, κακία δὲ θανατοῖ, δῆλον ἤδη σαφῶς ὅτι αὕτη καὶ πτωχεύουσα ὧν ἄν τις ὑπὸ πλούτου διαφθείρηται σῴζεται, καὶ πλουτοῦσα τούτων ὧν ἐπιτρίβει πλοῦτος θανατοῦται·

If, then, it is above all and first the soul that is to live, and virtue growing in it saves while vice kills, it is now clear that the soul is saved when it is poor in the things by which one is corrupted through wealth, and is killed when it is rich in the things that wealth ruins.

18.7Stählin 3:171

καὶ μηκέτι ζητῶμεν ἀλλαχοῦ τὴν αἰτίαν τοῦ τέλους πλὴν ἐν τῇ τῆς ψυχῆς καταστάσει καὶ διαθέσει πρός τε ὑπακοὴν θεοῦ καὶ καθαρότητα πρός τε παράβασιν ἐντολῶν καὶ κακίας συλλογήν.

And let us no longer seek the cause of our end anywhere else than in the state and disposition of the soul, toward obedience to God and purity, or toward transgression of the commandments and the accumulation of vice.

Chapter 19

19.1Stählin 3:171

Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος, ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκα πλουτῶν καὶ τὴν ζωὴν εἰς τὴν ἔξω κτῆσιν μετενηνοχὼς τὴν παρερχομένην καὶ φθειρομένην καὶ ἄλλοτε ἄλλου γινομένην καὶ ἐν τῷ τέλει μηδενὸς μηδαμῇ.

The one who is truly and nobly rich, then, is the one rich in virtues and able to use every fortune in a holy and faithful way; the counterfeit rich man is the one rich according to the flesh, who has transferred his life to external possession, which passes away and perishes, belongs now to one and now to another, and in the end to no one at all.

19.2Stählin 3:171–172

πάλιν αὖ κατὰ τὸν αὐτὸν τρόπον καὶ γνήσιος πτωχὸς καὶ νόθος ἄλλος πτωχὸς καὶ ψευδώνυμος. ὃ μὲν κατὰ πνεῦμα πτωχός. τὸ ἴδιον, ὃ δὲ κατὰ κόσμον. τὸ ἀλλότριον.

Again, in the same way, there is a genuine poor man and another, counterfeit and falsely named: the one poor in spirit, which is what matters, the other poor in the world's goods, which is foreign to him.

19.3Stählin 3:172

τῷ δὴ κατὰ κόσμον οὐ πτωχῷ καὶ πλουσίῳ κατὰ τὰ πάθη ὁ κατὰ πνεῦμα οὐ πτωχὸς καὶ κατὰ θεὸν πλούσιος ›ἀπόστηθι‹ φησί ›τῶν ὑπαρχόντων ἐν τῇ ψυχῇ σου κτημάτων ἀλλοτρίων. ἵνα καθαρὸς τῇ καρδίᾳ γενόμενος ἴδῃς τὸν θεόν, ὅπερ καὶ διʼ ἑτέρας φωνῆς ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

To the one who is not poor in the world's goods but rich in passions, the one who is poor in spirit and rich toward God says: ‘Withdraw from the alien possessions that are in your soul, so that, becoming pure in heart, you may see God, which in other words is to enter the kingdom of heaven.

19.4Stählin 3:172

καὶ πῶς αὐτῶν ἀποστῇς; πωλήσας. τί οὖν; χρήματα ἀντὶ κτημάτων λάβῃς; ἀντίδοσιν πλούτου πρὸς πλοῦτον ποιησάμενος.

And how will you withdraw from them? By selling them. What then? Will you take money instead of possessions, making an exchange of wealth for wealth,

19.5Stählin 3:172

ἐξαργυρίσας τὴν φανερὰν οὐσίαν; οὐδαμῶς· ἀλλὰ ἀντὶ τῶν πρότερον ἐνυπαρχόντων τῇ ψυχῇ, ἣν σῶσαι ποθεῖς, ἀντεισαγόμενος ἕτερον πλοῦτον θεοποιὸν καὶ ζωῆς χορηγὸν αἰωνίου, τὰς κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ διαθέσεις. ἀνθʼ ὧν σοι περιέσται μισθὸς καὶ τιμή.

turning your visible property into cash? Not at all; but instead of what was formerly in your soul, which you long to save, bring in another wealth, which makes you divine and supplies eternal life: the dispositions that accord with God's commandment. In return for these you will have reward and honor,

19.6Stählin 3:172

διηνεκὴς σωτηρία καὶ αἰώνιος ἀφθαρσία. οὕτως καλῶς πωλεῖς τὰ ὑπάρχοντα, τὰ πολλὰ καὶ περισσὰ καὶ ἀποκλείοντά σοι τοὺς οὐρανούς. ἀντικαταλλασσόμενος αὐτῶν τὰ σῶσαι δυνάμενα. ἐκεῖνα ἐχέτωσαν οἱ σάρκινοι πτωχοὶ καὶ τούτων δεόμενοι, σὺ δὲ τὸν πνευματικὸν πλοῦτον ἀντιλαβὼν ἔχοις ἂν ἤδη θησαυρὸν ἐν οὐρανοῖς.‹

perpetual salvation and eternal incorruption. In this way you sell well your possessions, the many, superfluous things that shut heaven against you, exchanging them for what can save. Let those things be had by the fleshly poor, who lack these; but you, receiving spiritual wealth in exchange, would already have treasure in heaven.’

Chapter 20

20.1Stählin 3:172

Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄνθρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα καὶ μὴ ἔχειν καὶ χρῆσθαι τῷ κόσμῳ καὶ μὴ χρῆσθαι, ἀπῆλθε στυγνὸς καὶ κατηφής, λιπὼν τὴν τάξιν τῆς ζωῆς. ἧς ἐπιθυμεῖν μόνον. ἀλλʼ οὐχὶ καὶ τυχεῖν ἠδύνατο, τὸ δύσκολον ποιήσας ἀδύνατον αὐτὸς ἑαυτῷ.

Not understanding this properly, the man who was very rich and observant of the law, nor how the same person can be both poor and rich, and have money and not have it, and use the world and not use it, went away gloomy and downcast, leaving the rank of life, which he could only desire but not obtain, having made the difficult impossible for himself.

20.2Stählin 3:172

δύσκολον γὰρ ἦν μὴ περιάγεσθαι μηδὲ καταστράπτεσθαι τὴν ψυχὴν ὑπὸ τῶν προσόντων ἁβρῶν τῷ προδήλῳ πλούτῳ καὶ ἀνθηρῶν γοητευμάτων, οὐκ ἀδύνατον δὲ τὸ καὶ ἐν τούτῳ λαβέσθαι σωτηρίας, εἴ τις ἑαυτὸν ἀπὸ τοῦ αἰσθητοῦ πλούτου ἐπὶ τὸν νοητὸν καὶ θεοδίδακτον μεταγάγοι καὶ μάθοι τοῖς ἀδιαφόροις χρῆσθαι καλῶς καὶ ἰδίως καὶ ὡς ἂν εἰς ζωὴν αἰώνιον ὁρμήσαι.

For it was difficult for the soul not to be led astray or dazzled by the luxuries attached to evident wealth and its flowery enchantments; but it was not impossible even in this state to lay hold of salvation, if one would lead himself away from sensible wealth to the wealth that is intelligible and taught by God, and learn to use indifferent things well and in the right way, so as to set out toward eternal life.

20.3Stählin 3:172–173

καὶ οἱ μαθηταὶ δὲ τὸ πρῶτον μὲν καὶ αὐτοὶ περιδεεῖς καὶ καταπλῆγες γεγόνασιν. ἀκούσαντες τί δήποτε; ἆρά γε ὅτι χρήματα καὶ αὐτοὶ ἐκέκτηντο πολλά; ἀλλὰ καὶ αὐτὰ ταῦτα τὰ δικτύφια καὶ ἄγκιστρα καὶ τὰ ὑπηρετικὰ σκαφίδια ἀφῆκαν πάλαι, ἅπερ ἦν αὐτοῖς μόνα.

The disciples too were at first very frightened and astonished. Having heard what? Was it because they too had much money? On the contrary, they had long since left those very nets, hooks, and service boats, which were all they had.

20.4Stählin 3:173

τί οὖν φοβηθέντες λέγουσι· »τίς δύναται σωθῆναι;« καλῶς ἤκουσαν καὶ ὡς μαθηταὶ τοῦ παραβολικῶς καὶ ἀ σαφῶς λεχθέντος ὑπὸ τοῦ κυρίου καὶ ᾔσθοντο τοῦ βάθους τῶν λόγων.

Why then do they say in fear, “Who can be saved?” They heard well, as disciples, what the Lord had spoken in a parable and obscurely, and they perceived the depth of the words.

20.5Stählin 3:173

ἕνεκα μὲν οὖν χρημάτων ἀκτημοσύνης εὐέλπιδες ἦσαν πρὸς σωτηρίαν· ἐπειδὴ δὲ συνῄδεσαν ἑαυτοῖς μήπω τὰ πάθη τέλεον ἀποτεθειμένοις (ἀρτιμαθεῖς γὰρ ἦσαν καὶ νεωστὶ πρὸς τοῦ σωτῆρος ἠνδρολογημένοι), »περισσῶς ἐξεπλήσσοντο« καὶ ἀπεγίνωσκον ἑαυτοὺς οὐδέν τι ἧττον ἐκείνου τοῦ πολυχρημάτου καὶ δεινῶς τῆς κτήσεως περιεχομένου. ἥν γε προέκρινεν ζωῆς αἰωνίου.

As far as having no money was concerned, they were hopeful of salvation; but since they were conscious that they had not yet completely put away their passions (for they had only just begun to learn and had recently been enlisted by the Savior), “they were exceedingly astonished” and despaired of themselves no less than that man who had much money and clung terribly to the possession he preferred to eternal life.

20.6Stählin 3:173

ἄξιον οὖν ἦν τοῖς μαθηταῖς φόβου πάντως. εἰ καὶ ὁ χρήματα κεκτημένος καὶ ὁ τῶν παθῶν ἔγκυος, ὧν ἐπλούτουν καὶ αὐτοί, παραπλησίως ἀπελασθήσονται οὐρανῶν· ἀπαθῶν γὰρ καὶ καθαρῶν ψυχῶν ἐστιν ἡ σωτηρία.

It was therefore entirely worthy of fear for the disciples if both the one who possesses money and the one pregnant with passions, in which they too were rich, will likewise be driven from heaven; for salvation belongs to souls that are free from passion and pure.

Chapter 21

21.1Stählin 3:173

Ὁ δὲ κύριος ἀποκρίνεται διότι »τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ«. πάλιν καὶ τοῦτο μεγάλης σοφίας μεστόν ἐστιν. ὅτι καθʼ αὑτὸν μὲν ἀσκῶν καὶ διαπονούμενος ἀπάθειαν ὁ ἄνθρωπος οὐδὲν ἀνύει, ἐὰν δὲ γένηται δῆλος ὑπερεπιθυμῶν τούτου καὶ διεσπουδακώς.

But the Lord answers that “what is impossible with men is possible with God.” This too is full of great wisdom: that a man exercising and laboring for freedom from passion by himself achieves nothing; but if he shows himself very eager and earnest for it,

21.2Stählin 3:173

τῇ προσθήκῃ τῆς παρὰ θεοῦ δυνάμεως περιγίνεται· βουλομέναις μὲν γὰρ ταῖς ψυχαῖς ὁ θεὸς συνεπιπνεῖ, εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας. καὶ τὸ δοθὲν ἐκ θεοῦ πνεῦμα συνεστάλη· τὸ μὲν γὰρ ἄκοντας σῴζειν ἐστὶ βιαζομένου, τὸ δὲ αἱρουμένους χαριζομένου.

he prevails by the addition of power from God. For God breathes together with souls that are willing, but if they fall away from their eagerness, the spirit given by God is also withdrawn. For to save the unwilling is the act of one who uses force, but to save those who choose is the act of one who shows grace.

21.3Stählin 3:173

οὐδὲ τῶν καθευδόντων καὶ βλακευόντων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ἀλλʼ οἱ »βιασταὶ ἁρπάζουσιν αὐτήν«· αὕτη γὰρ μόνη βία καλή, θεὸν βιάσασθαι καὶ παρὰ θεοῦ ζωὴν ἁρπάσαι, ὁ δὲ γνοὺς τοὺς βιαίως, μᾶλλον δὲ βεβαίως ἀντεχομένους [συνεχώρησεν] εἶξεν· χαίρει γὰρ ὁ θεὸς τὰ τοιαῦτα ἡττώμενος. τοιγάρτοι τούτων ἀκούσας ὁ μακάριος Πέτρος.

Nor does the kingdom of God belong to those who sleep and are lazy, but “the violent seize it.” For this is the only good violence: to do violence to God and seize life from God. And he, knowing those who hold on violently, or rather steadfastly, yields; for God rejoices to be defeated in such things. So, hearing these things, the blessed Peter,

21.4Stählin 3:173

ὁ ἐκλεκτός. ὁ ἐξαίρετος, ὁ πρῶτος τῶν μαθητῶν. ὑπὲρ οὗ μόνου καὶ ἑαυτοῦ τὸν φόρον ὁ σωτὴρ ἐκτελεῖ, ταχέως ἥρπασε καὶ συνέβαλε τὸν λόγον.

the chosen, the eminent, the first of the disciples, for whom alone, together with himself, the Savior pays the tax, quickly seized and understood the saying.

21.5Stählin 3:173–174

καὶ τί φησιν; »ἴδε ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.« τὰ δὲ »πάντα« εἰ μὲν τὰ κτήματα τὰ ἑαυτοῦ λέγει. τέσσαρας ὀβολοὺς ἴσως.

And what does he say? “See, we have left everything and followed you.” If by “everything” he means his own possessions, he boasts of leaving perhaps four obols,

21.6Stählin 3:174

τὸ τοῦ λόγου, καταλιπὼν μεγαλύνεται καὶ τούτων ἀνταξίαν ἀποφαίνων ἂν λάθοι τὴν βασιλείαν τῶν οὐρανῶν· εἰ δέ, ἅπερ ἄρτι νῦν λέγομεν, τὰ παλαιὰ νοητὰ κτήματα καὶ ψυχικὰ νοσήματα ἀπορρίψαντες ἕπονται κατʼ ἴχνος τοῦ διδασκάλου, τοῦτʼ ἂν ἀνάπτοιτο ἤδη τοῖς ἐν οὐρανοῖς ἐγγραφησομένοις.

as the saying goes, and would unwittingly declare the kingdom of heaven equivalent to them. But if, as we have just now been saying, they throw away their old possessions of the mind and the diseases of the soul and follow in the footsteps of the Teacher, this would now attach them to those who will be enrolled in heaven.

21.7Stählin 3:174

τοῦτο γὰρ ἀκολουθεῖν ὄντως τῷ σωτῆρι. ἀναμαρτησίαν καὶ τελειότητα τὴν ἐκείνου μετερχόμενον καὶ πρὸς ἐκεῖνον ὥσπερ κάτοπτρον κοσμοῦντα καὶ ῥυθμίζοντα τὴν ψυχὴν καὶ πάντα διὰ πάντων ὁμοίως διατιθέντα.

For this is truly to follow the Savior: to pursue his sinlessness and perfection, and, looking to him as to a mirror, to adorn and order the soul, and to arrange everything in every way alike.

Chapter 22

22.1Stählin 3:174

»Ἀποκριθεὶς δὲ Ἰησοῦς· ἀμὴν ὑμῖν λέγω. ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου. ἀπολήψεται ἑκατονταπλασίονα.«

“And Jesus answered, ‘Truly I say to you, whoever leaves his own possessions, and parents, and brothers, and riches for my sake and for the sake of the gospel will receive a hundredfold.’”

22.2Stählin 3:174

ἀλλὰ μηδὲ τοῦθʼ ἡμᾶς ἐπιταρασσέτω μηδὲ τὸ ἔτι τούτου σκληρότερον ἀλλαχοῦ ταῖς φωναῖς ἐξενηνεγμένον· »ὃς οὐ μισεῖ πατέρα καὶ μητέρα καὶ παῖδας. προσέτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, ἐμὸς μαθητὴς εἶναι οὐ δύναται.«

But let not this trouble us, nor the even harder saying uttered elsewhere: “Whoever does not hate father and mother and children, and moreover his own life, cannot be my disciple.”

22.3Stählin 3:174

οὐ γὰρ εἰσηγεῖται μῖσος καὶ διάλυσιν ἀπὸ τῶν φιλτάτων ὁ τῆς εἰρήνης θεός. ὅ γε καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν παραινῶν.

For the God of peace, who exhorts us to love even our enemies, does not introduce hatred and separation from those dearest to us.

22.4Stählin 3:174

εἰ δὲ τοὺς ἐχθροὺς ἀγαπητέον, ἀνάλογον ἀπʼ ἐκείνων ἀνιόντι καὶ τοὺς ἐγγυτάτω γένους· ἢ εἰ μισητέον τοὺς πρὸς αἵματος, πολὺ μᾶλλον τοὺς ἐχθροὺς προβάλλεσθαι κατιὼν ὁ λόγος διδάσκει, ὥστε ἀλλήλους ἀναιροῦντες ἐλέγχοιντʼ ἂν οἱ λόγοι.

If enemies are to be loved, then, by analogy, rising from them, so are one's nearest kin; or if blood relatives are to be hated, much more, descending, the saying teaches us to reject our enemies; so the sayings would refute each other by cancelling each other out.

22.5Stählin 3:174

ἀλλʼ οὐδʼ ἀναιροῦσιν οὐδʼ ἐγγύς, ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ διαθέσεως καὶ ἐπὶ τῷ αὐτῷ ὅρῳ πατέρα μισοίη τις ἂν καὶ ἐχθρὸν ἀγαπῴη ὁ μήτε ἐχθρὸν ἀμυνόμενος μήτε πατέρα Χριστοῦ πλέον αἰδούμενος.

But they do not cancel each other out, not even nearly; for from the same mind and disposition, and with the same aim, one might hate a father and love an enemy: the one who neither takes revenge on an enemy nor honors a father more than Christ.

22.6Stählin 3:174

ἐν ἐκείνῳ μὲν γὰρ τῷ λόγῳ μῖσος ἐκκόπτει καὶ κακοποιίαν, ἐν τούτῳ δὲ τὴν πρὸς τὰ σύντροφα δυσωπίαν.

In the one saying he cuts out hatred and doing harm; in the other, false shame toward those we grew up with,

22.7Stählin 3:174

εἰ βλάπτοι πρὸς σωτηρίαν, εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω. ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω.

if it harms salvation. If, at any rate, someone has a godless father, son, or brother, who becomes a hindrance to faith and an obstacle to the life above, let him not side with him or agree with him, but dissolve the fleshly relationship because of the spiritual enmity.

Chapter 23

23.1Stählin 3:174–175

Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν, ὁ μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγειν ›ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συναδίκει καὶ μὴ πείθου τῷ Χριστοῦ νόμῳ‹ καὶ ὁπόσα ἂν εἴποι βλάσφημος ἄνθρωπος καὶ νεκρὸς τῇ

Imagine the matter to be a lawsuit. Let your father seem to stand before you and say, ‘I begot you and reared you; follow me, join me in wrongdoing, and do not obey the law of Christ,’ and whatever else a man might say who is a blasphemer and dead by

23.2Stählin 3:175

φύσει. ἑτέρωθεν δὲ ἄκουε τοῦ σωτῆρος· ›ἐγώ σε ἀνεγέννησα, κακῶς ὑπὸ κόσμου πρὸς θάνατον γεγεννημένον, ἠλευθέρωσα, ἰασάμην, ἐλυτρωσάμην· ἐγώ σοι παρέξω ζωὴν ἄπαυστον, αἰώνιον, ὑπερκόσμιον· ἐγώ σοι δείξω θεοῦ πατρὸς ἀγαθοῦ πρόσωπον· »μὴ κάλει σεαυτῷ πατέρα ἐπὶ γῆς·« »οἱ νεκροὶ τοὺς νεκροὺς θαπτέτωσαν, σὺ δέ μοι ἀκολούθει·«

nature. On the other side, hear the Savior: ‘I have begotten you again, who were born badly by the world for death; I have set you free, healed you, redeemed you. I will give you life unceasing, eternal, above the world; I will show you the face of God, the good Father. “Call no one on earth your father.” “Let the dead bury the dead, but you follow me.”

23.3Stählin 3:175

ἀνάξω γάρ σε εἰς ἀνάπαυσιν καὶ ἀπόλαυσιν ἀρρήτων καὶ ἀλέκτων ἀγαθῶν, »ἃ μήτε ὀφθαλμὸς εἶδε μήτε οὖς ἤκουσε μήτε ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη. εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι καὶ ἰδεῖν ἅπερ ἡτοίμασεν ὁ θεὸς τοῖς ἁγίοις ἀγαθὰ καὶ τοῖς φιλοῦσιν αὐτὸν τέκνοις.«

For I will lead you up to rest and to the enjoyment of unspeakable and indescribable good things, “which eye has not seen nor ear heard, nor have they entered into the heart of men, into which angels long to look and see what good things God has prepared for the saints and for the children who love him.”

23.4Stählin 3:175

ἐγώ σου τροφεὺς ἄρτον ἐμαυτὸν διδούς, οὗ γευσάμενος οὐδεὶς ἔτι πεῖραν θανάτου λαμβάνει, καὶ πόμα καθʼ ἡμέραν ἐνδιδοὺς ἀθανασίας· ἐγὼ διδάσκαλος ὑπερουρανίων παιδευμάτων· ὑπὲρ σοῦ πρὸς τὸν θάνατον διηγωνισάμην καὶ τὸν σὸν ἐξέτισα θάνατον, ὃν ὤφειλες ἐπὶ τοῖς προημαρτημένοις καὶ τῇ

I am your nourisher, giving myself as bread, which no one who has tasted any longer experiences death; and giving daily the drink of immortality. I am the teacher of supercelestial lessons. For you I contended with death and paid your death, which you owed for your former sins and for your

23.5Stählin 3:175

πρὸς θεὸν ἀπιστίᾳ.‹ τούτων τῶν λόγων ἑκατέρωθεν διακούσας ὑπὲρ σεαυτοῦ δίκασον καὶ τὴν ψῆφον ἀνένεγκε τῇ σαυτοῦ σωτηρίᾳ· κἂν ἀδελφὸς ὅμοια λέγῃ κἂν τέκνον κἂν γυνὴ κἂν ὁστισοῦν. πρὸ πάντων ἐν σοὶ Χριστὸς ὁ νικῶν ἔστω· ὑπὲρ σοῦ γὰρ ἀγωνίζεται.

unbelief toward God.’ Having heard these words from both sides, judge for yourself and cast your vote for your own salvation. Even if a brother says the same, or a child, or a wife, or anyone at all, before all things let Christ, who conquers, be in you; for he contends on your behalf.

Chapter 24

24.1Stählin 3:175

Δύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε Χριστὸς τῆς κτήσεως, ὁ κύριος οὐ φθονεῖ. ἀλλʼ ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπʼ αὐτῶν καὶ ἀνατρεπόμενον; ἄφες. ῥῖψον.

Can you rise above your wealth? Say so, and Christ does not draw you away from possessing it; the Lord does not begrudge it. But do you see yourself overcome and overthrown by it? Let it go, throw it away,

24.2Stählin 3:175

μίσησον, ἀπόταξαι, φύγε· »κἂν ὁ δέξιός σου ὀφθαλμὸς σκανδαλίζῃ σε. ταχέως ἔκκοψον αὐτόν·« αἱρετώτερον ἑτεροφθάλμῳ βασιλεία θεοῦ ἢ ὁλοκλήρῳ τὸ πῦρ· κἂν χεὶρ κἂν ποὺς κἂν ἡ ψυχή, μίσησον αὐτήν. ἂν γὰρ ἐνταῦθα ἀπόληται ὑπὲρ Χριστοῦ, ἐκεῖ σωθήσεται.

hate it, renounce it, flee it. “Even if your right eye causes you to stumble, cut it out quickly”; the kingdom of God with one eye is preferable to the fire with both. Whether it is a hand, a foot, or your own life, hate it; for if it perishes here for Christ's sake, it will be saved there.

Chapter 25

25.1Stählin 3:175

Ταύτης δὲ ὁμοίως ἔχεται τῆς γνώμης καὶ τὸ ἑπόμενον. »νῦν δὲ ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς ἔχειν μετὰ διωγμῶν εἰς ποῦ;«

The following saying holds to the same meaning: “But now in this time, to have fields and riches and houses and brothers with persecutions—to what end?”

25.2Stählin 3:175–176

οὔτε γὰρ ἀχρημάτους οὔτε ἀνεστίους οὔτε ἀναδέλφους ἐπὶ τὴν ζωὴν καλεῖ. ἐπεὶ καὶ πλουσίους κέκληκεν, ἀλλʼ ὃν τρόπον προειρήκαμεν, καὶ ἀδελφοὺς κατὰ ταὐτὸν ὥσπερ Πέτρον μετὰ Ἀνδρέου καὶ Ἰάκωβον μετὰ Ἰωάννου, τοὺς Ζεβεδαίου παῖδας, ἀλλʼ ὁμονοοῦντας ἀλλήλοις τε καὶ Χριστῷ.

For he does not call to life those without money, or without homes, or without brothers; since he has also called the rich, but in the way we have described before, and brothers in the same way, like Peter with Andrew, and James with John, the sons of Zebedee, but brothers of one mind with each other and with Christ.

25.3Stählin 3:176

τὸ δὲ »μετὰ διωγμῶν« ταῦτα ἕκαστα ἔχειν ἀποδοκιμάζει· διωγμὸς δὲ ὃ μέν τις ἔξωθεν περιγίνεται τῶν ἀνθρώπων ἢ διʼ ἔχθραν ἢ διὰ φθόνον ἢ διὰ φιλοκέρδειαν ἢ κατʼ ἐνέργειαν διαβολικὴν τοὺς πιστοὺς ἐλαυνόντων·

But the words “with persecutions” reject having each of these things. One kind of persecution comes from outside, from people who harass the faithful out of enmity, envy, love of gain, or at the devil's instigation;

25.4Stählin 3:176

ὁ δὲ χαλεπώτατος ἔνδοθέν ἐστι διωγμός, ἐξ αὐτῆς ἑκάστῳ τῆς ψυχῆς προπεμπόμενος λυμαινομένης ὑπὸ ἐπιθυμιῶν ἀθέων καὶ ἡδονῶν ποικίλων καὶ φαύλων ἐλπίδων καὶ φθαρτικῶν ὀνειροπολημάτων, ὅταν ἀεὶ τῶν πλειόνων ὀρεγομένη καὶ λυσσῶσα ὑπὸ ἀγρίων ἐρώτων καὶ φλεγομένη, καθάπερ κέντροις ἢ μύωψι τοῖς προσκειμένοις αὐτῇ πάθεσιν ἐξαιμάσσηται πρὸς σπουδὰς μανιώδεις καὶ ζωῆς ἀπόγνωσιν καὶ θεοῦ καταφρόνησιν.

but the hardest persecution is from within, sent forth for each person from his own soul, which is ruined by godless desires, various pleasures, base hopes, and corrupting dreams, when, always craving more, raging and inflamed with savage loves, it is goaded as with spurs or gadflies by the passions that beset it, until it bleeds, into frenzied pursuits, despair of life, and contempt of God.

25.5Stählin 3:176

οὗτος ὁ διωγμὸς βαρύτερος καὶ χαλεπώτερος, ἔνδοθεν ὁρμώμενος, ἀεὶ συνών, ὃν οὐδὲ ἐκφυγεῖν ὁ διωκόμενος δύναται·

This persecution is heavier and harder, starting from within and always present, and the one persecuted cannot even escape it;

25.6Stählin 3:176

τὸν γὰρ ἐχθρὸν ἐν ἑαυτῷ περιάγει πανταχοῦ. οὕτω καὶ πύρωσις ἡ μὲν ἔξωθεν προσπίπτουσα δοκιμασίαν κατεργάζεται, ἡ δὲ ἔνδοθεν θάνατον διαπράσσεται.

for he carries the enemy about in himself everywhere. So too burning that falls on one from outside works testing, but burning from within brings about death.

25.7Stählin 3:176

καὶ πόλεμος ὁ μὲν ἐπακτὸς ῥᾳδίως καταλύεται, ὁ δὲ ἐν τῇ ψυχῇ μέχρι θανάτου παραμετρεῖται. μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπʼ ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς.

And a war brought from outside is easily ended, but war in the soul lasts until death. If, with such persecution, you have sensible wealth, and brothers by blood, and other pledges, abandon the whole possession of these that leads to evil; give yourself peace; be set free from long persecution; turn from them to the gospel; choose the Savior before all, the advocate and paraclete of your soul, the ruler of boundless life.

25.8Stählin 3:176

»τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια·« καὶ ἐν μὲν τῷ παρόντι χρόνῳ ὠκύμορα καὶ ἀβέβαια. »ἐν δὲ τῷ ἐρχομένῳ ζωή[ν] ἐστιν αἰώνιος.«

“For the things that are seen are temporary, but the things that are not seen are eternal”; and in the present time they are short-lived and unstable, but “in the age to come there is eternal life.”

Chapter 26

26.1Stählin 3:176–177

»Ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.« τοῦτο πολύχουν μέν ἐστι κατὰ τὴν ὑπόνοιαν καὶ τὸν σαφηνισμόν, οὐ μὴν ἔν γε τῷ παρόντι τὴν ζήτησιν ἀπαιτεῖ· οὐ γὰρ μόνον ῥέπει πρὸς τοὺς πολυκτήμονας, ἀλλʼ ἁπλῶς πρὸς ἅπαντας ἀνθρώπους τοὺς πίστει καθάπαξ ἑαυτοὺς ἐπιδιδόντας. ὥστε τοῦτο μὲν ἀνακείσθω τὰ νῦν.

“The first will be last and the last first.” This saying is rich in meaning and in explanation, but it does not require investigation at present; for it does not apply only to those with many possessions, but simply to all people who have once given themselves over to faith. So let it be set aside for now.

26.2Stählin 3:177

τὸ δέ γε προκείμενον ἡμῖν οἶμαι μηδέν τι ἐνδεέστερον τῆς ἐπαγγελίας δεδεῖχθαι, ὅτι τοὺς πλουσίους οὐδένα τρόπον ὁ σωτὴρ κατʼ αὐτόν γε τὸν πλοῦτον καὶ τὴν περιβολὴν τῆς κτήσεως ἀποκέκλεικεν οὐδʼ αὐτοῖς ἀποτετάφρευκεν τὴν σωτηρίαν, εἴ γε δύναιντο καὶ βούλοιντο ὑποκύπτειν τοῦ θεοῦ ταῖς ἐντολαῖς καὶ τῶν προσκαίρων προτιμῷεν τὴν ἑαυτῶν ζωὴν καὶ βλέποιεν πρὸς τὸν κύριον ἀτενεῖ τῷ βλέμματι, καθάπερ εἰς ἀγαθοῦ κυβερνήτου νεῦμα δεδορκότες, τί βούλεται, τί προστάσσει, τί σημαίνει, τί δίδωσι τοῖς αὑτοῦ ναύταις [τὸ] σύνθημα, ποῦ καὶ πόθεν τὸν ὅρμον ἐπαγγέλλεται.

But I think our subject has been shown no less than was promised: that the Savior has in no way shut out the rich on account of their wealth itself and the possession of property, nor has he fenced off salvation from them, if only they are able and willing to bow beneath God's commandments, to value their own life above temporary things, and to look to the Lord with steady gaze, as men watching the nod of a good helmsman, to see what he wishes, what he commands, what he signals, what watchword he gives his sailors, where and from where he announces the harbor.

26.3Stählin 3:177

τί γὰρ ἀδικεῖ τις, εἰ προσέχων τὴν γνώμην καὶ φειδόμενος πρὸ τῆς πίστεως βίον ἱκανὸν συνελέξατο; ἢ καὶ τὸ τούτου μᾶλλον ἀνέγκλητον, εἰ εὐθὺς ὑπὸ τοῦ θεοῦ τοῦ τὴν τύχην νέμοντος εἰς οἶκον τοιούτων ἀνθρώπων εἰσῳκίσθη καὶ γένος ἀμφιλαφὲς τοῖς χρήμασιν [ἰσχῦον] καὶ τῷ πλούτῳ κρατοῦν;

For what wrong does someone do if, by applying his mind and being thrifty, he gathered a sufficient livelihood before coming to faith? Or, even more blameless than this, if from the start he was placed by God, who distributes fortune, in a household of such people, and in a family abounding in money and powerful through wealth?

26.4Stählin 3:177

εἰ γὰρ διὰ τὴν ἀκούσιον ἐν πλούτῳ γένεσιν ἀπελήλαται ζωῆς, ἀδικεῖται μᾶλλον ὑπὸ τοῦ γειναμένου θεοῦ, προσκαίρου μὲν ἡδυπαθείας κατηξιωμένος, ἀιδίου δὲ ζωῆς ἀπεστερημένος,

For if, because of an involuntary birth in wealth, he were driven from life, he would rather be wronged by God who gave him birth, being granted temporary luxury but deprived of eternal life.

26.5Stählin 3:177

τί δʼ ὅλως πλοῦτον ἐχρῆν ἐκ γῆς ἀνατεῖλαί ποτε, εἰ χορηγὸς καὶ πρόξενός ἐστι θανάτου;

And why should wealth ever have sprung up from the earth at all, if it is the supplier and agent of death?

26.6Stählin 3:177

ἀλλʼ εἰ δύναταί τις ἐνδοτέρω τῶν ὑπαρχόντων κάμπτειν τῆς ἐξουσίας καὶ μέτρια φρονεῖν καὶ σωφρονεῖν καὶ θεὸν μόνον ζητεῖν καὶ θεὸν ἀναπνεῖν καὶ θεῷ συμπολιτεύεσθαι.

But if one is able to turn back short of the power his possessions give him, to think modestly, to be self-controlled, to seek God alone, to breathe God, and to live as a fellow citizen with God,

26.7Stählin 3:177

πτωχὸς οὗτος παρέστηκε ταῖς ἐντολαῖς, ἐλεύθερος, ἀήττητος, ἄνοσος, ἄτρωτος ὑπὸ χρημάτων· εἰ δὲ μή, θᾶττον κάμηλος διὰ βελόνης εἰσελεύσεται ἢ ὁ τοιοῦτος πλούσιος ἐπὶ τὴν βασιλείαν τοῦ θεοῦ παρελεύσεται.

this man stands before the commandments poor, free, unconquered, free of disease, unwounded by riches. But if not, a camel will sooner go through a needle than such a rich man pass into the kingdom of God.

26.8Stählin 3:177

σημαινέτω μὲν οὖν τι καὶ ὑψηλότερον ἡ κάμηλος διὰ στενῆς ὁδοῦ καὶ τεθλιμμένης φθάνουσα τὸν πλούσιον, ὅπερ ἐν τῇ περὶ ἀρχῶν καὶ θεολογίας ἐξηγήσει μυστήριον τοῦ σωτῆρος ὑπάρχει μαθεῖν·

Let the camel, passing through a narrow and hard way before the rich man, signify something higher too, which is a mystery of the Savior to be learned in the exposition on first principles and theology.

Chapter 27

27.1Stählin 3:177

οὐ μὴν ἀλλὰ τό γε φαινόμενον πρῶτον καὶ διʼ ὃ λέλεκται τῆς παραβολῆς παρεχέσθω. διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη προκατεγνωσμένους οὐδὲ καταποντιστέον αὖ πάλιν τὸν πλοῦτον οὐδὲ καταδικαστέον ὡς τῆς ζωῆς ἐπίβουλον καὶ πολέμιον, ἀλλὰ μαθητέον τίνα τρόπον καὶ πῶς πλούτῳ χρηστέον καὶ τὴν ζωὴν κτητέον.

Nevertheless, let the evident, primary meaning of the parable, and the reason it was spoken, be set out. Let it teach the prosperous that they must not neglect their own salvation as though already condemned, nor, on the other hand, sink their wealth in the sea or condemn it as a plotter and enemy of life, but learn in what way and how wealth is to be used and life obtained.

27.2Stählin 3:177–178

ἐπειδὴ γὰρ οὔτε ἐκ παντὸς ἀπόλλυταί τις, ὅτι πλουτεῖ δεδιώς, οὔτε ἐκ παντὸς σῴζεται θαρρῶν καὶ πιστεύων ὡς σωθήσεται, φέρε σκεπτέον ἥντινα τὴν ἐλπίδα αὐτοῖς ὁ σωτὴρ ὑπογράφει καὶ πῶς ἂν τὸ μὲν ἀνέλπιστον ἐχέγγυον γένοιτο, τὸ δὲ ἐλπισθὲν εἰς κτῆσιν ἀφίκοιτο.

For since no one is wholly lost because he is rich and fearful, nor wholly saved because he is confident and believes that he will be saved, come, let us consider what hope the Savior sketches for them, and how what seemed hopeless may become assured, and what is hoped for may come into possession.

27.3Stählin 3:178

Φησὶν οὖν ὁ διδάσκαλος, τίς ἡ μεγίστη τῶν ἐντολῶν ἠρωτημένος· »ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου«, ταύτης μείζω μηδεμίαν ἐντολὴν εἶναι, καὶ

The Teacher, then, asked which is the greatest of the commandments, says: “You shall love the Lord your God with all your soul and with all your strength,” and that no commandment is greater than this; and

27.4Stählin 3:178

μάλα εἰκότως, καὶ γὰρ καὶ περὶ τοῦ πρώτου καὶ περὶ τοῦ μεγίστου παρήγγελται. αὐτοῦ τοῦ θεοῦ πατρὸς ἡμῶν, διʼ οὗ καὶ γέγονε καὶ ἔστι τὰ πάντα καὶ εἰς ὃν τὰ σῳζόμενα πάλιν ἐπανέρχεται.

very fittingly, for it gives command concerning the first and the greatest, God our Father himself, through whom all things have come to be and are, and to whom what is saved returns again.

27.5Stählin 3:178

ὑπὸ τούτου τοίνυν προαγαπηθέντας καὶ τοῦ γενέσθαι τυχόντας οὐχ ὅσιον ἄλλο τι πρεσβύτερον ἄγειν καὶ τιμιώτερον, ἐκτίνοντας μόνην τὴν χάριν ταύτην μικρὰν ἐπὶ μεγίστοις, ἄλλο δὲ μηδοτιοῦν ἔχοντας ἀνενδεεῖ καὶ τελείῳ θεῷ πρὸς ἀμοιβὴν ἐπινοῆσαι, αὐτῷ δὲ τῷ ἀγαπᾶν τὸν πατέρα εἰς οἰκείαν ἰσχὺν καὶ δύναμιν ἀφθαρσίαν κομιζομένους, ὅσον γὰρ ἀγαπᾷ τις θεόν, τοσούτῳ καὶ πλέον ἐνδοτέρω τοῦ θεοῦ παραδύεται. Δευτέραν δὲ τάξει καὶ οὐδέν τι μικροτέραν ταύτης εἶναι

Since we were loved by him first and received our existence from him, it is not holy to hold anything else older or more honorable. We repay only this small thanks for the greatest gifts, being unable to think of anything else at all to give in return to God, who needs nothing and is perfect; but by the very act of loving the Father with all our own strength and power we gain incorruption. For the more one loves God, the more one enters within God. He says that the second in order, and no smaller than this,

Chapter 28

28.1Stählin 3:178

λέγει τό· »ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν·« οὐκοῦν τὸν θεὸν ὑπὲρ σεαυτόν.

is this: “You shall love your neighbor as yourself”; therefore God above yourself.

28.2Stählin 3:178

πυνθανομένου δὲ τοῦ προσδιαλεγομένου »τίς ἐστιν πλησίον;«

And when the man conversing with him asked, “Who is my neighbor?”

28.3Stählin 3:178

οὐ τὸν αὐτὸν τρόπον Ἰουδαίοις προωρίσατο τὸν πρὸς αἵματος οὐδὲ τὸν πολίτην οὐδὲ τὸν προσήλυτον οὐδὲ τὸν ὁμοίως περιτετμημένον οὐδὲ τὸν ἑνὶ καὶ ταὐτῷ νόμῳ χρώμενον· ἀλλὰ ἄνωθεν καταβαίνοντα ἀπὸ Ἱερουσαλὴμ ἄγει τῷ λόγῳ τινὰ εἰς Ἱεριχὼ καὶ τοῦτον δείκνυσιν ὑπὸ λῃστῶν συγκεκεντημένον, ἐρριμμένον ἡμιθνῆτα ἐπὶ τῆς ὁδοῦ, ὑπὸ ἱερέως παροδευόμενον, ὑπὸ Λευίτου παρορώμενον, ὑπὸ δὲ τοῦ Σαμαρείτου τοῦ ἐξωνειδισμένου καὶ ἀφωρισμένου κατελεούμενον, ὃς οὐχὶ κατὰ τύχην ὡς ἐκεῖνοι παρῆλθεν, ἀλλʼ ἧκε συνεσκευασμένος ὧν ὁ κινδυνεύων ἐδεῖτο, οἶνον, ἔλαιον, ἐπιδέσμους, κτῆνος, μισθὸν τῷ πανδοχεῖ, τὸν μὲν ἤδη διδόμενον, τὸν δὲ προσυπισχνούμενον. »τίς«, ἔφη, »τούτων γέγονε πλησίον τῷ τὰ δεινὰ παθόντι;«

he did not define him in the same way as the Jews, as the blood relative, or fellow citizen, or proselyte, or one likewise circumcised, or one who uses one and the same law. Instead, in his story he leads a man going down from above, from Jerusalem to Jericho, and shows him stabbed by robbers, thrown half-dead on the road, passed by by a priest, overlooked by a Levite, but pitied by the Samaritan, who was reviled and excluded. He did not pass by by chance like them, but came equipped with what the man in danger needed: wine, oil, bandages, a beast, and payment for the innkeeper, some given at once and more promised. “Which of these,” he said, “became a neighbor to the one who suffered these terrible things?”

28.4Stählin 3:178–179

τοῦ δὲ ἀποκριναμένου ὅτι »ὁ τὸν ἔλεον πρὸς αὐτὸν ἐπιδειξάμενος· καὶ σὺ τοίνυν πορευθεὶς οὕτω ποίει«, ὡς τῆς ἀγάπης βλαστανούσης εὐποιίαν.

And when he answered, “The one who showed mercy to him,” he said, “You too, then, go and do likewise,” since love bears the fruit of good deeds.

Chapter 29

29.1Stählin 3:179

Ἐν ἀμφοτέραις μὲν οὖν ταῖς ἐντολαῖς ἀγάπην εἰσηγεῖται, τάξει δʼ αὐτὴν διῄρηκε, καὶ ὅπου μὲν τὰ πρωτεῖα τῆς ἀγάπης ἀνάπτει τῷ θεῷ, ὅπου δὲ τὰ δευτερεῖα νέμει τῷ πλησίον.

In both commandments, then, he introduces love, but he has divided it by order: in one place he attaches the first place of love to God, in the other he assigns the second place to the neighbor.

29.2Stählin 3:179

τίς δʼ ἂν ἄλλος οὗτος εἴη πλὴν αὐτὸς ὁ σωτήρ; ἢ τίς μᾶλλον ἡμᾶς ἐλεήσας ἐκείνου, τοὺς ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὀλίγου τεθανατωμένους τοῖς πολλοῖς τραύμασι. φόβοις, ἐπιθυμίαις. ὀργαῖς, λύπαις, ἀπάταις, ἡδοναῖς;

And who else could this neighbor be but the Savior himself? Or who has had more mercy on us than he, when we had almost been put to death by the world rulers of darkness with many wounds: fears, desires, angers, griefs, deceits, pleasures?

29.3Stählin 3:179

τούτων δὲ τῶν τραυμάτων μόνος ἰατρὸς Ἰησοῦς, ἐκκόπτων ἄρδην τὰ πάθη πρόρριζα, οὐχ ὥσπερ ὁ νόμος ψιλὰ τὰ ἀποτελέσματα, τοὺς καρποὺς τῶν πονηρῶν φυτῶν, ἀλλὰ τὴν ἀξίνην τὴν ἑαυτοῦ πρὸς τὰς ῥίζας τῆς κακίας προσαγαγών.

Of these wounds Jesus is the only physician, who cuts the passions out utterly, root and all; not like the law, which cuts off only the effects, the fruits of evil plants, but applying his own axe to the roots of vice.

29.4Stählin 3:179

οὗτος ὁ τὸν οἶνον, τὸ αἷμα τῆς ἀμπέλου τῆς Δαβίδ, ἐκχέας ἡμῶν ἐπὶ τὰς τετρωμένας ψυχάς, οὗτος ὁ τὸ ἔλαιον, τὸν ἐκ σπλάγχνων πατρὸς ἔλεον, προσενεγκὼν καὶ ἐπιδαψιλευόμενος, οὗτος ὁ τοὺς τῆς ὑγείας καὶ σωτηρίας δεσμοὺς ἀλύτους ἐπιδείξας, ἀγάπην, πίστιν, ἐλπίδα, οὗτος ὁ διακονεῖν ἀγγέλους καὶ ἀρχὰς καὶ ἐξουσίας ἡμῖν ἐπιτάξας ἐπὶ μεγάλῳ μισθῷ, διότι καὶ αὐτοὶ ἐλευθερωθήσονται ἀπὸ τῆς ματαιότητος τοῦ κόσμου παρὰ τὴν ἀποκάλυψιν τῆς δόξης τῶν υἱῶν τοῦ θεοῦ.

He it is who poured out on our wounded souls the wine, the blood of the vine of David; he it is who brought and lavishly supplied the oil, the mercy from the heart of the Father; he it is who showed the unbreakable bandages of health and salvation: love, faith, hope; he it is who ordered angels, principalities, and powers to serve us, for a great reward, because they too will be set free from the vanity of the world at the revelation of the glory of the sons of God.

29.5Stählin 3:179

τοῦτον οὖν ἀγαπᾶν ἴσα χρὴ τῷ θεῷ. ἀγαπᾷ δὲ Χριστὸν Ἰησοῦν ὁ τὸ θέλημα αὐτοῦ ποιῶν καὶ φυλάσσων αὐτοῦ τὰς ἐντολάς.

We must love him, then, equally with God. And he loves Christ Jesus who does his will and keeps his commandments.

29.6Stählin 3:179

»οὐ γὰρ πᾶς ὁ λέγων μοι ›κύριε κύριε‹ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου.« καί· »τί με λέγετε ›κύριε κύριε‹ καὶ οὐ ποιεῖτε ἃ λέγω;« καί· »ὑμεῖς μακάριοι οἱ ὁρῶντες καὶ ἀκούοντες ἃ μήτε δίκαιοι μήτε προφῆται«, ἐὰν ποιῆτε ἃ λέγω.

“For not everyone who says to me, ‘Lord, Lord,’ will enter the kingdom of heaven, but the one who does the will of my Father.” And: “Why do you call me ‘Lord, Lord,’ and do not do what I say?” And: “Blessed are you who see and hear what neither the righteous nor the prophets saw,” if you do what I say.

Chapter 30

30.1Stählin 3:179

Πρῶτος μὲν οὖν οὗτός ἐστιν ὁ Χριστὸν ἀγαπῶν. δεύτερος δὲ ὁ τοὺς ἐκείνῳ πεπιστευκότας τιμῶν καὶ περιέπων. ὃ γὰρ ἄν τις εἰς μαθητὴν ἐργάσηται, τοῦτο εἰς ἑαυτὸν ὁ κύριος ἐκδέχεται καὶ πᾶν ἑαυτοῦ ποιεῖται.

First, then, is the one who loves Christ; second, the one who honors and cares for those who have believed in him. For whatever one does to a disciple, the Lord receives as done to himself and makes it all his own.

30.2Stählin 3:179

»δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ ἐδίψησα καὶ ἐδώκατέ μοι πιεῖν. καὶ ξένος ἤμην καὶ συνηγάγετέ με.

“Come, you who are blessed by my Father, inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry and you gave me to eat, and I was thirsty and you gave me to drink, and I was a stranger and you took me in;

30.3Stählin 3:179–180

γυμνὸς ἤμην καὶ ἐνεδύσατέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δὲ εἴδομέν σε ξένον καὶ συνηγάγομεν. ἢ γυμνὸν καὶ περιεβάλομεν; ἢ πότε σε εἴδομεν ἀσθενοῦντα καὶ ἐπεσκεψάμεθα;

I was naked and you clothed me, I was sick and you visited me, I was in prison and you came to me. Then the righteous will answer him, saying, ‘Lord, when did we see you hungry and feed you, or thirsty and give you drink? When did we see you a stranger and take you in, or naked and clothe you? Or when did we see you sick and visit you,

30.4Stählin 3:180

ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ; ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν. ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων.

or in prison and come to you?’ The King will answer and say to them, ‘Truly I say to you, inasmuch as you did it to one of the least of these my brothers,

30.5Stählin 3:180

ἐμοὶ ἐποιήσατε.« πάλιν ἐκ τῶν ἐναντίων τοὺς ταῦτα μὴ παρασχόντας αὐτοῖς εἰς τὸ πῦρ ἐμβάλλει τὸ αἰώνιον, ὡς αὐτῷ μὴ παρεσχηκότας.

you did it to me.’” Again, conversely, he casts into the eternal fire those who did not provide these things for them, as not having provided them for him.

30.6Stählin 3:180

καὶ ἀλλαχοῦ· »ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, ὁ ὑμᾶς μὴ δεχόμενος ἐμὲ ἀθετεῖ.«

And elsewhere: “Whoever receives you receives me; whoever does not receive you rejects me.”

Chapter 31

31.1Stählin 3:180

Τούτους καὶ τέκνα καὶ παιδία καὶ νήπια καὶ φίλους ὀνομάζει καὶ μικροὺς ἐνθάδε ὡς πρὸς τὸ μέλλον ἄνω μέγεθος αὐτῶν. »μὴ καταφρονήσητε« λέγων »ἑνὸς τῶν μικρῶν τούτων· τούτων γὰρ οἱ ἄγγελοι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.«

These he calls children, little children, infants, and friends, and little ones here, in view of their future greatness above: “Do not despise one of these little ones; for their angels always behold the face of my Father in heaven.”

31.2Stählin 3:180

καὶ ἑτέρωθι· »μὴ φοβεῖσθε. τὸ μικρὸν ποίμνιον· ὑμῖν γὰρ εὐδόκησεν ὁ πατὴρ παραδοῦναι τὴν βασιλείαν« τῶν οὐρανῶν.

And elsewhere: “Do not be afraid, little flock; for it has pleased the Father to give you the kingdom” of heaven.

31.3Stählin 3:180

κατὰ τὰ αὐτὰ καὶ τοῦ μεγίστου ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τὸν ἐλάχιστον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστι τὸν ἑαυτοῦ μαθητήν, εἶναι μείζω λέγει.

In the same way he says that the least in the kingdom of heaven, that is, his own disciple, is greater than John, the greatest among those born of women.

31.4Stählin 3:180

καὶ πάλιν· »ὁ δεχόμενος δίκαιον ἢ προφήτην εἰς ὄνομα δικαίου ἢ προφήτου τὸν ἐκείνων μισθὸν λήψεται. ὁ δὲ μαθητὴν ποτίσας εἰς ὄνομα μαθητοῦ ποτήριον ψυχροῦ ὕδατος τὸν μισθὸν οὐκ ἀπολέσει.« οὐκοῦν οὗτος μόνος ὁ μισθὸς οὐκ ἀπολλύμενός ἐστι.

And again: “Whoever receives a righteous man or a prophet in the name of a righteous man or a prophet will receive their reward; and whoever gives a disciple a cup of cold water to drink in the name of a disciple will not lose his reward.” So this is the only reward that is not lost.

31.5Stählin 3:180

καὶ αὖθις· »ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας.

And again: “Make friends for yourselves by means of the mammon of unrighteousness,

31.6Stählin 3:180

ἵνα ὅταν ἐκλίπῃ, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.« φύσει μὲν ἅπασαν κτῆσιν, ἣν αὐτός τις ἐφʼ ἑαυτοῦ κέκτηται ὡς ἰδίαν οὖσαν καὶ οὐκ εἰς κοινὸν τοῖς δεομένοις κατατίθησιν, ἄδικον οὖσαν ἀποφαίνων, ἐκ δὲ ταύτης τῆς ἀδικίας ἐνὸν καὶ πρᾶγμα δίκαιον ἐργάσασθαι καὶ σωτήριον, ἀναπαῦσαί τινα τῶν ἐχόντων αἰώνιον σκηνὴν παρὰ τῷ πατρί.

so that when it fails they may receive you into the eternal dwellings.” He shows that by nature all property that someone possesses for himself as his own, and does not put into the common stock for those in need, is unrighteous; but that from this unrighteousness it is possible to do something righteous and saving: to refresh one of those who have an eternal dwelling with the Father.

31.7Stählin 3:180

Ὅρα πρῶτον μὲν ὡς οὐκ ἀπαιτεῖσθαί σε κεκέλευκεν οὐδὲ ἐνοχλεῖσθαι περιμένειν, ἀλλὰ αὐτὸν ζητεῖν τοὺς εὖ πεισομένους ἀξίους

See first that he has not commanded you to wait to be asked or pestered, but to seek out yourself those who are to be benefited and who are worthy,

31.8Stählin 3:180–181

τε ὄντας τοῦ σωτῆρος μαθητάς, καλὸς μὲν οὖν καὶ ὁ τοῦ ἀποστόλου λόγος· »ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός«, χαίροντα τῷ διδόναι καὶ μὴ φειδομένως σπείροντα, ἵνα μὴ οὕτως καὶ θερίσῃ. δίχα γογγυσμῶν καὶ διακρίσεως καὶ λύπης [καὶ] κοινωνοῦντα, ὅπερ ἐστὶν εὐεργεσία καθαρά.

being disciples of the Savior. Fine too is the apostle's saying: “For God loves a cheerful giver,” who rejoices in giving and does not sow sparingly, so that he may not reap sparingly either, who shares without grumbling, hesitation, or grief, which is pure beneficence.

31.9Stählin 3:181

κρείττων δʼ ἐστὶ τούτου ὁ τοῦ κυρίου λελεγμένος ἐν ἄλλῳ χωρίῳ· »παντὶ τῷ αἰτοῦντί σε δίδου·« θεοῦ γὰρ ὄντως ἡ τοιαύτη φιλοδωρία. οὑτοσὶ δὲ ὁ λόγος ὑπὲρ ἅπασάν ἐστι θεότητα, μηδὲ αἰτεῖσθαι περιμένειν, ἀλλʼ αὐτὸν ἀναζητεῖν, ὅστις ἄξιος εὖ παθεῖν,

But better than this is the saying of the Lord in another place: “Give to everyone who asks you”; for such generosity truly belongs to God. But this saying goes beyond all divinity: not even to wait to be asked, but oneself to search out whoever is worthy to be benefited,

Chapter 32

32.1Stählin 3:181

ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον σκηνήν. ὢ καλῆς ἐμπορίας, ὢ θείας ἀγορᾶς· ὠνεῖται χρημάτων τις ἀφθαρσίαν. καὶ δοὺς τὰ διολλύμενα τοῦ κόσμου μονὴν τούτων αἰώνιον ἐν οὐρανοῖς ἀντιλαμβάνει.

and then to appoint so great a reward for sharing: an eternal dwelling. O fine trading! O divine market! One buys incorruption with money, and, giving the perishing things of the world, receives in exchange an eternal abode for them in heaven.

32.2Stählin 3:181

πλεῦσον ἐπὶ ταύτην, ἂν σωφρονῇς. τὴν πανήγυριν, ὦ πλούσιε, κἂν δέῃ, περίελθε γῆν ὅλην. μὴ φείσῃ κινδύνων καὶ πόνων, ἵνʼ ἐνταῦθα βασιλείαν οὐράνιον ἀγοράσῃς.

Sail to this fair, O rich man, if you are wise; if need be, go round the whole earth; do not spare dangers and labors, so that here you may buy a heavenly kingdom.

32.3Stählin 3:181

τί σε λίθοι διαφανεῖς καὶ σμάραγδοι τοσοῦτον εὐφραίνουσι καὶ οἰκία. τροφὴ πυρὸς ἢ χρόνου παίγνιον ἢ σεισμοῦ πάρεργον ἢ ὕβρισμα τυράννου;

Why do transparent stones and emeralds delight you so much, and a house, food for fire, or a plaything of time, or a byproduct of an earthquake, or an outrage of a tyrant?

32.4Stählin 3:181

ἐπιθύμησον ἐν οὐρανοῖς οἰκῆσαι καὶ βασιλεῦσαι μετὰ θεοῦ, ταύτην σοὶ τὴν βασιλείαν ἄνθρωπος δώσει θεὸν ἀπομιμούμενος· ἐνταῦθα μικρὰ λαβὼν ἐκεῖ διʼ ὅλων αἰώνων σύνοικόν σε ποιήσεται.

Desire to dwell in heaven and reign with God. A man imitating God will give you this kingdom; receiving little here, he will make you his fellow resident there through all the ages.

32.5Stählin 3:181

ἱκέτευσον ἵνα λάβῃ· σπεῦσον, ἀγωνίασον, φοβήθητι μή σε ἀτιμάσῃ· οὐ γὰρ κεκέλευσται λαβεῖν, ἀλλὰ σὺ παρασχεῖν.

Beg him to accept; hurry, strive, fear that he may slight you; for he has not been commanded to receive, but you to give.

32.6Stählin 3:181

οὐ μὴν οὐδʼ εἶπεν ὁ κύριος· ›δὸς‹ ἢ ›παράσχες‹ ἢ ›εὐεργέτησον‹ ἢ ›βοήθησον‹, ›φίλον‹ δὲ ›ποίησαι‹· ὁ δὲ φίλος οὐκ ἐκ μιᾶς δόσεως γίνεται, ἀλλʼ ἐξ ὅλης ἀναπαύσεως καὶ συνουσίας μακρᾶς· οὔτε γὰρ ἡ πίστις οὔτε ἡ ἀγάπη οὔτε ἡ καρτερία μιᾶς ἡμέρας, ἀλλʼ »ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται«.

Nor did the Lord say, ‘Give,’ or ‘Provide,’ or ‘Do good,’ or ‘Help,’ but ‘Make a friend’; and a friend is made not from one gift, but from complete refreshment and long companionship. For neither faith, nor love, nor endurance is a matter of one day, but “the one who endures to the end will be saved.”

Chapter 33

33.1Stählin 3:181

Πῶς οὖν ὁ ἄνθρωπος ταῦτα δίδωσιν; ὅτι διὰ τὴν ἐκείνου τιμὴν καὶ εὔνοιαν καὶ οἰκείωσιν ὁ κύριος δίδωσι· »δώσω γὰρ οὐ μόνον τοῖς φίλοις, ἀλλὰ καὶ τοῖς φίλοις τῶν φίλων.«

How then does a man give these things? Because the Lord gives them on account of that man's honor, goodwill, and intimacy with him: “For I will give not only to my friends, but also to the friends of my friends.”

33.2Stählin 3:181–182

καὶ τίς οὗτός ἐστιν ὁ φίλος τοῦ θεοῦ; σὺ μὲν μὴ κρῖνε, τίς ἄξιος καὶ τίς ἀνάξιος· ἐνδέχεται γάρ σε διαμαρτεῖν περὶ τὴν δόξαν· ὡς ἐν ἀμφιβόλῳ δὲ τῆς ἀγνοίας ἄμεινον καὶ τοὺς ἀναξίους εὖ ποιεῖν διὰ τοὺς ἀξίους ἢ φυλασσόμενον τοὺς ἧσσον ἀγαθοὺς μηδὲ τοῖς σπουδαίοις περιπεσεῖν.

And who is this friend of God? Do not you judge who is worthy and who is unworthy; for you may be quite mistaken in your opinion. In the uncertainty of ignorance it is better to do good even to the unworthy for the sake of the worthy, than, guarding against the less good, not to meet the earnest either.

33.3Stählin 3:182

ἐκ μὲν γὰρ τοῦ φείδεσθαι καὶ προσποιεῖσθαι δοκιμάζειν τοὺς εὐλόγως ἢ μὴ τευξομένους ἐνδέχεταί σε καὶ θεοφιλῶν ἀμελῆσαί τινων, οὗ τὸ ἐπιτίμιον κόλασις ἔμπυρος αἰώνιος· ἐκ δὲ τοῦ προΐεσθαι πᾶσιν ἑξῆς τοῖς χρῄζουσιν ἀνάγκη πάντως εὑρεῖν τινα καὶ τῶν σῶσαι παρὰ θεῷ δυναμένων.

For by being sparing and pretending to test who will deserve to receive or not, you may neglect some who are loved by God, the penalty for which is eternal punishment by fire; but by giving to all in turn who are in need, you must surely find one of those who can save you with God.

33.4Stählin 3:182

»μὴ κρῖνε« τοίνυν, »ἵνα μὴ κριθῇς· ᾧ μέτρῳ μετρεῖς. τούτῳ καὶ ἀντιμετρηθήσεταί σοι· μέτρον καλόν. πεπιεσμένον καὶ σεσαλευμένον.

“Do not judge,” then, “so that you may not be judged. With the measure you measure, it will be measured back to you; a good measure, pressed down and shaken,

33.5Stählin 3:182

ὑπερεκχυνόμενον, ἀποδοθήσεταί σοι.« πᾶσιν ἄνοιξον τὰ σπλάγχνα τοῖς τοῦ θεοῦ μαθηταῖς ἀπογεγραμμένοις. μὴ πρὸς σῶμα ἀπιδὼν ὑπερόπτως.

running over, will be given back to you.” Open your heart to all who are enrolled as God's disciples, not looking at the body with contempt,

33.6Stählin 3:182

μὴ πρὸς ἡλικίαν ἀμελῶς διατεθείς, μηδʼ εἴ τις ἀκτήμων ἢ δυσείμων ἢ δυσειδὴς ἢ ἀσθενὴς φαίνεται, πρὸς τοῦτο τῇ ψυχῇ δυσχεράνῃς καὶ ἀποστραφῇς. σχῆμα τοῦτʼ ἔστιν ἔξωθεν ἡμῖν περιβεβλημένον τῆς εἰς κόσμον παρόδου προφάσει, ἵνʼ εἰς τὸ κοινὸν τοῦτο παιδευτήριον εἰσελθεῖν δυνηθῶμεν· ἀλλʼ ἔνδον κρυπτὸς ἐνοικεῖ ὁ πατὴρ καὶ ὁ τούτου παῖς ὁ ὑπὲρ ἡμῶν ἀποθανὼν καὶ μεθʼ ἡμῶν ἀναστάς.

nor disposed carelessly toward their age; nor, if someone appears without property, or ill-clad, or ugly, or weak, be disgusted at this in your soul and turn away. This is a form thrown around us from outside, on the occasion of our passage into the world, so that we may be able to enter this common school; but within dwells hidden the Father and his Son, who died for us and rose with us.

Chapter 34

34.1Stählin 3:182

Τοῦτο τὸ σχῆμα τὸ βλεπόμενον ἐξαπατᾷ τὸν θάνατον καὶ τὸν διάβολον· ὁ γὰρ ἐντὸς πλοῦτος καὶ τὸ κάλλος αὐτοῖς ἀθέατός ἐστι· καὶ μαίνονται περὶ τὸ σαρκίον, οὗ καταφρονοῦσιν ὡς ἀσθενοῦς. τῶν ἔνδον ὄντες τυφλοὶ κτημάτων, οὐκ ἐπιστάμενοι πηλίκον τινὰ »θησαυρὸν ἐν ὀστρακίνῳ σκεύει« βαστάζομεν, δυνάμει θεοῦ πατρὸς καὶ αἵματι θεοῦ παιδὸς καὶ δρόσῳ πνεύματος ἁγίου περιτετειχισμένον. ἀλλὰ σύ γε μὴ ἐξαπατηθῇς.

This visible form deceives death and the devil; for the inner wealth and beauty are invisible to them, and they rage around the poor flesh, which they despise as weak, being blind to the inner possessions, not knowing what a great “treasure in an earthen vessel” we carry, walled around by the power of God the Father, the blood of God the Son, and the dew of the Holy Spirit. But do not you be deceived.

34.2Stählin 3:182

ὁ γεγευμένος ἀληθείας καὶ κατηξιωμένος τῆς μεγάλης λυτρώσεως, ἀλλὰ τὸ ἐναντίον τοῖς ἄλλοις ἀνθρώποις σεαυτῷ κατάλεξον στρατὸν ἄοπλον, ἀπόλεμον, ἀναίμακτον, ἀόργητον, ἀμίαντον, γέροντας θεοσεβεῖς. ὀρφανοὺς θεοφιλεῖς, χήρας πραότητι ὡπλισμένας.

you who have tasted truth and been counted worthy of the great redemption. On the contrary, unlike other people, enroll for yourself an army without weapons, without war, without bloodshed, without anger, without stain: God-fearing old men, orphans dear to God, widows armed with gentleness,

34.3Stählin 3:182–183

ἄνδρας ἀγάπῃ κεκοσμημένους. τοιούτους κτῆσαι τῷ σῷ πλούτῳ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ δορυφόρους, ὧν στρατηγεῖ θεός. διʼ οὓς καὶ ναῦς βαπτιζομένη κουφίζεται, μόναις ἁγίων εὐχαῖς κυβερνωμένη. καὶ νόσος ἀκμάζουσα δαμάζεται, χειρῶν ἐπιβολαῖς διωκομένη. καὶ προσβολὴ λῃστῶν ἀφοπλίζεται, εὐχαῖς εὐσεβέσι σκυλευομένη, καὶ δαιμόνων βία θραύεται προστάγμασι συντόνοις ἐλεγχομένη.

men adorned with love. Acquire such bodyguards with your wealth, for body and soul, whose general is God. Through them a sinking ship is lightened, steered by the prayers of the saints alone; raging disease is subdued, put to flight by the laying on of hands; the attack of robbers is disarmed, despoiled by godly prayers; and the violence of demons is shattered, rebuked by earnest commands.

Chapter 35

35.1Stählin 3:183

Ἐνεργοὶ οὗτοι πάντες [οἱ] στρατιῶται καὶ φύλακες βέβαιοι. οὐδεὶς ἀργός, οὐδεὶς ἀχρεῖος. ὃ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ. ὃ δὲ παραμυθήσασθαι κάμνοντα, ὃ δὲ δακρῦσαι καὶ στενάξαι συμπαθῶς ὑπὲρ σοῦ πρὸς τὸν κύριον τῶν ὅλων, ὃ δὲ διδάξαι τι τῶν πρὸς τὴν σωτηρίαν χρησίμων, ὃ δὲ νουθετῆσαι μετὰ παρρησίας, ὃ δὲ συμβουλεῦσαι μετʼ εὐνοίας, πάντες δὲ φιλεῖν ἀληθῶς, ἀδόλως, ἀφόβως. ἀνυποκρίτως, ἀκολακεύτως.

All these are active soldiers and sure guards. No one is idle, no one useless. One can obtain your pardon from God; another can comfort you when you are sick; another can weep and groan in sympathy for you before the Lord of all; another can teach you something useful for salvation; another can admonish you with boldness; another can counsel you with goodwill; and all can love you truly, without guile, without fear, without hypocrisy, without flattery,

35.2Stählin 3:183

ἀπλάστως. ὦ γλυκεῖαι θεραπεῖαι φιλούντων, ὦ μακάριοι διακονίαι θαρρούντων, ὦ πίστις εἰλικρινὴς θεὸν μόνον δεδιότων, ὦ λόγων ἀλήθεια παρὰ τοῖς ψεύσασθαι μὴ δυναμένοις, ὦ κάλλος ἔργων παρὰ τοῖς θεῷ διακονεῖν πεπεισμένοις. πείθειν θεόν, ἀρέσκειν θεῷ· οὐ σαρκὸς τῆς σῆς ἅπτεσθαι δοκοῦσιν. ἀλλὰ τῆς ἑαυτοῦ ψυχῆς ἕκαστος, οὐκ ἀδελφῷ λαλεῖν, ἀλλὰ τῷ βασιλεῖ τῶν αἰώνων ἐν σοὶ κατοικοῦντι.

without pretense. O sweet services of those who love! O blessed ministries of those who are bold! O sincere faith of those who fear God alone! O truth of words among those who cannot lie! O beauty of works among those persuaded that they serve God, persuading God, pleasing God! They think they touch not your flesh but each one his own soul; they think they speak not to a brother but to the King of the ages, who dwells in you.

Chapter 36

36.1Stählin 3:183

Πάντες οὖν οἱ πιστοὶ καλοὶ καὶ θεοπρεπεῖς καὶ τῆς προσηγορίας ἄξιοι, ἣν ὥσπερ διάδημα περίκεινται. οὐ μὴν ἀλλʼ εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον ᾗ ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπʼ ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι. κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια. καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος »φῶς τοῦ κόσμου« καὶ »ἅλας τῆς γῆς« καλεῖ.

All the faithful, then, are noble and godlike and worthy of the name they wear like a diadem. Yet there are already some more elect than the elect, and the more so the less conspicuous they are: those who in some way draw their ship up out of the surge of the world and bring themselves to safety, not wishing to seem holy, and ashamed if anyone calls them so, hiding the unspeakable mysteries in the depth of their mind, and disdaining to have their nobility seen in the world. These the Word calls “the light of the world” and “the salt of the earth.”

36.2Stählin 3:183

τοῦτʼ ἔστι τὸ σπέρμα, εἰκὼν καὶ ὁμοίωσις θεοῦ, καὶ τέκνον αὐτοῦ γνήσιον καὶ κληρονόμον, ὥσπερ ἐπί τινα ξενιτείαν ἐνταῦθα πεμπόμενον ὑπὸ μεγάλης οἰκονομίας καὶ ἀναλογίας τοῦ πατρός·

This is the seed, the image and likeness of God, his true child and heir, sent here as on a sojourn abroad by the Father's great plan and fitting order;

36.3Stählin 3:183

διʼ ὃ καὶ τὰ φανερὰ καὶ τὰ ἀφανῆ τοῦ κόσμου δεδημιούργηται, τὰ μὲν εἰς δουλείαν, τὰ δὲ εἰς ἄσκησιν. τὰ δὲ εἰς μάθησιν αὐτῷ. καὶ πάντα, μέχρις ἂν ἐνταῦθα τὸ σπέρμα μένῃ. συνέχεται, καὶ συναχθέντος αὐτοῦ πάντα τάχιστα λυθήσεται.

for whose sake both the visible and the invisible things of the world were created, some for its service, some for its training, some for its instruction. And all things hold together as long as the seed remains here; and when it has been gathered in, all things will very quickly be dissolved.

Chapter 37

37.1Stählin 3:183–184

Τί γὰρ ἔτι δεῖ; θεῶ τὰ τῆς ἀγάπης μυστήρια, καὶ τότε ἐποπτεύσεις τὸν κόλπον τοῦ πατρός, ὃν ὁ μονογενὴς θεὸς μόνος ἐξηγήσατο. ἔστι δὲ καὶ αὐτὸς ὁ θεὸς ἀγάπη καὶ διʼ ἀγάπην ἡμῖν ἐθεάθη.

For what more is needed? Behold the mysteries of love, and then you will gaze into the bosom of the Father, whom the only-begotten God alone has declared. God himself is love, and for love's sake he became visible to us.

37.2Stählin 3:184

καὶ τὸ μὲν ἄρρητον αὐτοῦ πατήρ. τὸ δὲ εἰς ἡμᾶς συμπαθὲς γέγονε μήτηρ. ἀγαπήσας ὁ πατὴρ ἐθηλύνθη.

What is ineffable in him is Father; what has compassion for us has become Mother. The Father, by loving, became feminine.

37.3Stählin 3:184

καὶ τούτου μέγα σημεῖον ὃν αὐτὸς ἐγέννησεν ἐξ αὑτοῦ· καὶ ὁ τεχθεὶς ἐξ ἀγάπης καρπὸς ἀγάπη. διὰ τοῦτο καὶ αὐτὸς κατῆλθε. διὰ τοῦτο ἄνθρωπον ἐνέδυ. διὰ τοῦτο τὰ ἀνθρώπων ἑκὼν ἔπαθεν. ἵνα πρὸς τὴν ἡμετέραν ἀσθένειαν οὓς ἠγάπησε μετρηθεὶς ἡμᾶς πρὸς τὴν ἑαυτοῦ δύναμιν ἀντιμετρήσῃ.

And a great sign of this is the one whom he begot from himself; and the fruit born of love is love. For this he came down; for this he put on man; for this he willingly suffered what belongs to men, so that, having been measured to the weakness of us whom he loved, he might measure us in return to his own power.

37.4Stählin 3:184

καὶ μέλλων σπένδεσθαι καὶ λύτρον ἑαυτὸν ἐπιδιδοὺς καινὴν ἡμῖν διαθήκην καταλιμπάνει· »ἀγάπην ὑμῖν δίδωμι τὴν ἐμήν.« τίς δέ ἐστιν αὕτη καὶ πόση;

And when he was about to be poured out as a libation and was giving himself as a ransom, he left us a new covenant: “I give you my love.” What is this love, and how great?

37.5Stählin 3:184

ὑπὲρ ἡμῶν ἑκάστου κατέθηκε τὴν ψυχὴν τὴν ἀνταξίαν τῶν ὅλων· ταύτην ἡμᾶς ὑπὲρ ἀλλήλων ἀνταπαιτεῖ. εἰ δὲ τὰς ψυχὰς ὀφείλομεν τοῖς ἀδελφοῖς. καὶ τοιαύτην τὴν συνθήκην πρὸς τὸν σωτῆρα ἀνθωμολογήμεθα. ἔτι τὰ τοῦ κόσμου. τὰ πτωχὰ καὶ ἀλλότρια καὶ παραρρέοντα. καθείρξομεν ταμιευόμενοι; ἀλλήλων ἀποκλείσομεν, ἃ μετὰ μικρὸν ἕξει τὸ πῦρ;

For each of us he laid down his life, which was worth the whole universe; this he demands of us in return, for one another. And if we owe our lives to the brethren, and have made such a covenant with the Savior, shall we still shut up and hoard the things of the world, which are beggarly, alien, and flowing away? Shall we shut out from one another what the fire will soon have?

37.6Stählin 3:184

θείως γε καὶ ἐπιπνόως ὁ Ἰωάννης »ὁ μὴ φιλῶν« φησὶ »τὸν ἀδελφὸν ἀνθρωποκτόνος ἐστί«, σπέρμα τοῦ Κάιν, θρέμμα τοῦ διαβόλου. θεοῦ σπλάγχνον οὐκ ἔχει, ἐλπίδα κρειττόνων οὐκ ἔχει. ἄσπορός ἐστιν, ἄγονός ἐστιν. οὐκ ἔστι κλῆμα τῆς ἀεὶ ζώσης ὑπερουρανίας ἀμπέλου, ἐκκόπτεται, τὸ πῦρ ἄθρουν ἀναμένει.

Divinely and inspiredly John says, “He who does not love his brother is a murderer”: a seed of Cain, a nursling of the devil. He has not the heart of God, he has no hope of better things. He is seedless, he is barren. He is not a branch of the ever-living supercelestial vine; he is cut off; he awaits the fire all at once.

Chapter 38

38.1Stählin 3:184

Σὺ δὲ μάθε τὴν »καθʼ ὑπερβολὴν ὁδόν«, ἣν δείκνυσι Παῦλος ἐπὶ σωτηρίαν· »ἡ ἀγάπη τὰ ἑαυτῆς οὐ ζητεῖ«, ἀλλʼ ἐπὶ τὸν ἀδελφὸν ἐκκέχυται· περὶ τοῦτον ἐπτόηται, περὶ τοῦτον σωφρόνως μαίνεται.

But you, learn the “still more excellent way” that Paul shows to salvation: “Love does not seek its own,” but is poured out on the brother; it is excited about him; about him it is sensibly mad.

38.2Stählin 3:184

»ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· ἡ τελεία ἀγάπη ἐκβάλλει τὸν φόβον· οὐ περπερεύεται, οὐ φυσιοῦται. οὐκ ἐπιχαίρει τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει. πάντα πιστεύει, πάντα ἐλπίζει. πάντα ὑπομένει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, προφητεῖαι καταργοῦνται. γλῶσσαι παύονται, ἰάσεις ἐπὶ γῆς καταλείπονται. μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ ἐν τούτοις ἡ ἀγάπη.«

“Love covers a multitude of sins. Perfect love casts out fear. It does not boast, it is not puffed up; it does not rejoice in injustice but rejoices with the truth; it bears all things, believes all things, hopes all things, endures all things. Love never fails. Prophecies are abolished, tongues cease, healings are left behind on earth. But these three remain: faith, hope, love; and the greatest of these is love.”

38.3Stählin 3:184–185

καὶ δικαίως· πίστις μὲν γὰρ ἀπέρχεται, ὅταν αὐτοψίᾳ πεισθῶμεν ἰδόντες θεόν, καὶ ἐλπὶς ἀφανίζεται τῶν ἐλπισθέντων ἀποδοθέντων, ἀγάπη δὲ εἰς πλήρωμα συνέρχεται καὶ μᾶλλον αὔξεται τῶν τελείων παραδοθέντων.

And rightly: for faith passes away when we are convinced by seeing God with our own eyes, and hope vanishes when what was hoped for has been granted; but love comes together into fullness and grows the more when perfect things have been given.

38.4Stählin 3:185

ἐὰν ταύτην ἐμβάληταί τις τῇ ψυχῇ, δύναται, κἂν ἐν ἁμαρτήμασιν ᾖ γεγεννημένος, κἂν πολλὰ τῶν κεκωλυμένων εἰργασμένος, αὐξήσας τὴν ἀγάπην καὶ μετάνοιαν καθαρὰν λαβὼν ἀναμαχέσασθαι τὰ ἐπταισμένα.

If someone implants this in his soul, even if he was born in sins and has done many forbidden things, he can, by increasing love and taking up pure repentance, retrieve his failures.

38.5Stählin 3:185

μηδὲ γὰρ τοῦτο εἰς ἀπόγνωσίν σοι καὶ ἀπόνοιαν καταλελείφθω, εἰ καὶ τὸν πλούσιον μάθοις ὅστις ἐστὶν

Let not this, too, be left to you as a cause of despair and hopelessness, if you have learned who the rich man is

Chapter 39

39.1Stählin 3:185

ὁ χώραν ἐν οὐρανοῖς οὐκ ἔχων καὶ τίνα τρόπον τοῖς οὖσι χρώμενος ἄν τις τό τε ἐπίρρητον τοῦ πλούτου καὶ χαλεπὸν εἰς ζωὴν διαφύγοι καὶ δύναιτο τῶν αἰωνίων [τῶν] ἀγαθῶν ἐπαύρασθαι, εἴη δὲ τετυχηκὼς ἢ διʼ ἄγνοιαν ἢ διʼ ἀσθένειαν ἢ περίστασιν ἀκούσιον μετὰ τὴν σφραγῖδα καὶ τὴν λύτρωσιν περιπετής τισιν ἁμαρτήμασιν ἢ παραπτώμασιν, ὡς ὑπενηνέχθαι τέλεον, ὅτι οὗτος κατεψήφισται παντάπασιν ὑπὸ τοῦ θεοῦ.

who has no place in heaven, and in what way someone using what he has might escape the reproach of wealth and its difficulty for life and be able to enjoy the eternal good things; but if he happens, through ignorance, weakness, or involuntary circumstance, after the seal and the redemption, to have fallen into some sins or transgressions, so as to have been completely carried away, let him not suppose that he has been utterly condemned by God.

39.2Stählin 3:185

παντὶ γὰρ τῷ μετʼ ἀληθείας ἐξ ὅλης τῆς καρδίας ἐπιστρέψαντι πρὸς τὸν θεὸν ἀνεῴγασιν αἱ θύραι καὶ δέχεται τρισάσμενος πατὴρ υἱὸν ἀληθῶς μετανοοῦντα· ἡ δʼ ἀληθινὴ μετάνοια τὸ μηκέτι τοῖς αὐτοῖς ἔνοχον εἶναι, ἀλλὰ ἄρδην ἐκριζῶσαι τῆς ψυχῆς ἐφʼ οἷς ἑαυτοῦ κατέγνω θάνατον ἁμαρτήμασιν· τούτων γὰρ ἀναιρεθέντων αὖθις εἰς σὲ θεὸς εἰσοικισθήσεται.

For to everyone who turns to God in truth with his whole heart the doors are open, and the thrice-glad Father receives a son who truly repents. True repentance is to be no longer liable for the same things, but to root out utterly from the soul the sins for which one condemned oneself to death; when these are removed, God will again come to dwell in you.

39.3Stählin 3:185

μεγάλην γάρ φησι καὶ ἀνυπέρβλητον εἶναι χαρὰν καὶ ἑορτὴν ἐν οὐρανοῖς τῷ πατρὶ καὶ τοῖς ἀγγέλοις ἑνὸς ἁμαρτωλοῦ ἐπιστρέψαντος καὶ μετανοήσαντος.

For he says that there is great and unsurpassable joy and festival in heaven for the Father and the angels when one sinner turns and repents.

39.4Stählin 3:185

διὸ καὶ κέκραγεν· »ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν· κἂν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν ἔριον, ὡς χιόνα λευκανῶ, κἂν μελάντερον τοῦ σκότους, ὡς ἔριον λευκὸν ἐκνίψας ποιήσω.«

That is why he has cried out: “I desire mercy and not sacrifice. I do not desire the death of the sinner, but his repentance. Though your sins be like scarlet wool, I will make them white as snow; though they be blacker than darkness, I will wash them and make them like white wool.”

39.5Stählin 3:185–186

θεῷ γὰρ μόνῳ δυνατὸν ἄφεσιν ἁμαρτιῶν παρασχέσθαι καὶ μὴ λογίσασθαι παραπτώματα, ὅπου γε καὶ ἡμῖν παρακελεύεται τῆς ἡμέρας ἑκάστης ὁ κύριος ἀφιέναι τοῖς ἀδελφοῖς μετανοοῦσιν.

For God alone can grant forgiveness of sins and not count transgressions, while the Lord also commands us to forgive our repentant brothers every day.

39.6Stählin 3:186

εἰ δὲ ἡμεῖς πονηροὶ ὄντες ἴσμεν ἀγαθὰ δόματα διδόναι. πόσῳ μᾶλλον »ὁ πατὴρ τῶν οἰκτιρμῶν«. ὁ ἀγαθὸς πατὴρ »πάσης παρακλήσεως«. ὁ πολύσπλαγχνος καὶ πολυέλεος πέφυκε μακροθυμεῖν· τοὺς ἐπιστρέψαντας περιμένει· ἐπιστρέψαι δέ ἐστιν ὄντως ἀπὸ τῶν ἁμαρτημάτων τὸ παύσασθαι καὶ μηκέτι βλέπειν εἰς τὰ ὀπίσω.

And if we, being evil, know how to give good gifts, how much more “the Father of mercies,” the good Father “of all comfort,” who is very compassionate and very merciful, by nature is patient and waits for those who turn back. And to turn back is truly to cease from sins and no longer look behind.

Chapter 40

40.1Stählin 3:186

Τῶν μὲν οὖν προγεγενημένων θεὸς δίδωσιν ἄφεσιν. τῶν δὲ ἐπιόντων αὐτὸς ἕκαστος ἑαυτῷ. καὶ τοῦτʼ ἔστι μεταγνῶναι τὸ καταγνῶναι τῶν παρῳχημένων καὶ αἰτήσασθαι τούτων ἀμνηστίαν παρὰ πατρός, ὃς μόνος τῶν ἁπάντων οἷός τέ ἐστιν ἄπρακτα ποιῆσαι τὰ πεπραγμένα ἐλέῳ τῷ παρʼ αὑτοῦ καὶ δρόσῳ πνεύματος ἀπαλείψας τὰ προημαρτημένα.

For past sins, then, God gives forgiveness; for those to come, each person to himself. And this is repentance: to condemn one's past deeds and to ask the Father to forget them, who alone of all is able to undo what has been done, by the mercy that comes from him, and to wipe out former sins by the dew of the Spirit.

40.2Stählin 3:186

»ἐφʼ οἷς γὰρ ἂν εὕρω ὑμᾶς«, φησίν, »ἐπὶ τούτοις καὶ κρινῶ·«

“For in whatever I find you,” he says, “in that I will also judge you.”

40.3Stählin 3:186

καὶ παρʼ ἕκαστα βοᾷ τὸ τέλος πάντων· ὥστε καὶ τῷ τὰ μέγιστα εὖ πεποιηκότι κατὰ τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῆς καταστροφῆς τοῦ δράματος ἐξάθλῳ γενομένῳ, τῷ τε χεῖρον καὶ ἐπισεσυρμένως βιώσαντι πρότερον ἔστιν ὕστερον μετανοήσαντι πολλοῦ χρόνου πολιτείαν πονηρὰν ἐκνικῆσαι τῷ μετὰ τὴν μετάνοιαν χρόνῳ·

And at every point the end of all things cries out: so that for one who has done the greatest good in his life, but at the end has run aground on vice, all his previous labors are useless, since at the catastrophe of the drama he has been put out of the contest; while one who lived worse and carelessly before can, repenting later, overcome a long evil way of life by the time after repentance.

40.4Stählin 3:186

ἀκριβείας δὲ δεῖ πολλῆς, ὥσπερ τοῖς μακρᾷ νόσῳ πεπονηκόσι σώμασι διαίτης χρεία καὶ προσοχῆς πλείονος.

But much care is needed, just as bodies worn out by long illness need a diet and more attention.

40.5Stählin 3:186–187

ὁ κλέπτης, ἄφεσιν βούλει λαβεῖν; μηκέτι κλέπτε· ὁ μοιχεύσας, μηκέτι πυρούσθω· ὁ πορνεύσας, λοιπὸν ἁγνευέτω· ὁ ἁρπάσας, ἀποδίδου καὶ προσαποδίδου· ὁ ψευδομάρτυς. ἀλήθειαν ἄσκησον· ὁ ἐπίορκος, μηκέτι ὄμνυε· καὶ τὰ ἄλλα πάθη σύντεμε, ὀργήν, ἐπιθυμίαν, λύπην. φόβον, ἵνα εὑρεθῇς ἐπὶ τῆς ἐξόδου πρὸς τὸν ἀντίδικον ἐνταῦθα διαλελύσθαι φθάνων.

Thief, do you want to receive forgiveness? Steal no more. Adulterer, burn no longer. Fornicator, from now on be chaste. Robber, give back, and give back more. False witness, practice truth. Perjurer, swear no more. And cut short the other passions: anger, desire, grief, fear; so that at your departure you may be found to have already been reconciled here with your adversary.

40.6Stählin 3:187

ἔστιν μὲν οὖν ἀδύνατον ἴσως ἀθρόως ἀποκόψαι πάθη σύντροφα, ἀλλὰ μετὰ θεοῦ δυνάμεως καὶ ἀνθρωπείας ἱκεσίας καὶ ἀδελφῶν βοηθείας καὶ εἰλικρινοῦς μετανοίας καὶ συνεχοῦς μελέτης κατορθοῦται.

It is perhaps impossible to cut off all at once passions that have grown up with us; but with God's power, human supplication, the help of the brethren, sincere repentance, and constant practice, it is achieved.

Chapter 41

41.1Stählin 3:187

Διὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι ἑαυτῷ τινα ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην. αἰδοῦ κἂν ἕνα, φοβοῦ κἂν ἕνα, μελέτησον ἀκούειν κἂν ἑνὸς παρρησιαζομένου καὶ στύφοντος ἅμα καὶ θεραπεύοντος.

That is why you, who are proud, powerful, and rich, must by all means set over yourself some man of God as a trainer and helmsman. Respect even one, fear even one, practice listening to even one who speaks boldly, who is both severe and healing.

41.2Stählin 3:187

οὐδὲ γὰρ τοῖς ὀφθαλμοῖς συμφέρει τὸν ἀεὶ χρόνον ἀκολάστοις μένειν, ἀλλὰ καὶ δακρῦσαι καὶ δηχθῆναί ποτε ὑπὲρ τῆς ὑγείας τῆς πλείονος.

For it does not benefit the eyes to remain unchecked all the time; they must sometimes weep and smart for the sake of better health.

41.3Stählin 3:187

οὕτω καὶ ψυχῇ διηνεκοῦς ἡδονῆς οὐδὲν ὀλεθριώτερον· ἀποτυφλοῦται γὰρ ἀπὸ τῆς τήξεως, ἐὰν ἀκίνητος τῷ παρρησιαζομένῳ διαμείνῃ λόγῳ.

So too nothing is more ruinous to the soul than continual pleasure; for it is blinded by the melting, if it remains unmoved by the word that speaks boldly.

41.4Stählin 3:187

τοῦτον καὶ ὀργισθέντα φοβήθητι, καὶ στενάξαντα † λυπήθητι, καὶ ὀργὴν παύοντα αἰδέσθητι, καὶ κόλασιν παραιτούμενον φθάσον.

Fear this man when he is angry; be grieved when he groans; respect him when he ceases from anger; and anticipate him when he pleads for your punishment to be averted.

41.5Stählin 3:187

οὗτος ὑπὲρ σοῦ πολλὰς νύκτας ἀγρυπνησάτω, πρεσβεύων ὑπὲρ σοῦ πρὸς θεὸν καὶ λιτανείαις συνήθεσι μαγεύων τὸν πατέρα· οὐ γὰρ ἀντέχει τοῖς τέκνοις αὐτοῦ τὰ σπλάγχνα δεομένοις.

Let him spend many sleepless nights for you, interceding for you with God and charming the Father with familiar litanies; for he does not hold out his heart against his children when they plead.

41.6Stählin 3:187

δεήσεται δὲ καθαρῶς ὑπὸ σοῦ προτιμώμενος ὡς ἄγγελος τοῦ θεοῦ καὶ μηδὲν ὑπὸ σοῦ λυπούμενος, ἀλλʼ ὑπὲρ σοῦ. τοῦτό ἐστι μετάνοια ἀνυπόκριτος.

And he will plead purely if he is honored by you above others as an angel of God, and is grieved not at all by you, but for you. This is repentance without hypocrisy.

41.7Stählin 3:187

»θεὸς οὐ μυκτηρίζεται« οὐδὲ προσέχει κενοῖς ῥήμασι· μόνος γὰρ ἀνακρίνει μυελοὺς καὶ νεφροὺς καρδίας καὶ τῶν ἐν πυρὶ κατακούει καὶ τῶν ἐν κοιλίᾳ κήτους ἱκετευόντων ἐξακούει καὶ πᾶσιν ἐγγύς ἐστι τοῖς πιστεύουσι καὶ πόρρω τοῖς ἀθέοις, ἂν μὴ μετανοήσωσιν.

“God is not mocked,” nor does he pay attention to empty words; for he alone examines the marrow and reins of the heart, and hears those in the fire, and listens to those praying in the belly of the whale, and is near to all who believe and far from the godless, unless they repent.

Chapter 42

42.1Stählin 3:187–188

Ἵνα δὲ ἐπιθαρρήσῃς, οὕτω μετανοήσας ἀληθῶς, ὅτι σοὶ μένει σωτηρίας ἐλπὶς ἀξιόχρεως, ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον περὶ Ἰωάννου τοῦ ἀποστόλου παραδεδομένον καὶ μνήμῃ πεφυλαγμένον.

And so that you may take courage, if you repent truly in this way, that a worthy hope of salvation remains for you, hear a story that is no story but a true account, handed down and preserved in memory, about John the apostle.

42.2Stählin 3:188

ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον. ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων. ὅπου δὲ ὅλας ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλῆρον ἕνα γέ τινα κληρώσων τῶν ὑπὸ τοῦ πνεύματος σημαινομένων.

When, after the tyrant's death, he moved from the island of Patmos to Ephesus, he used to go, when invited, to the neighboring regions of the Gentiles, in some places to appoint bishops, in others to set whole churches in order, in others to choose by lot to the clergy some one of those indicated by the Spirit.

42.3Stählin 3:188

ἐλθὼν οὖν καὶ ἐπί τινα τῶν οὐ μακρὰν πόλεων, ἧς καὶ τοὔνομα λέγουσιν ἔνιοι, καὶ τὰ ἄλλα ἀναπαύσας τοὺς ἀδελφούς, ἐπὶ πᾶσι τῷ καθεστῶτι προσβλέψας ἐπισκόπῳ. νεανίσκον ἱκανὸν τῷ σώματι καὶ τὴν ὄψιν ἀστεῖον καὶ θερμὸν τὴν ψυχὴν ἰδών, »τοῦτον« ἔφη »σοὶ παρακατατίθεμαι μετὰ πάσης σπουδῆς ἐπὶ τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ μάρτυρος«. τοῦ δὲ δεχομένου καὶ πάνθʼ ὑπισχνουμένου καὶ πάλιν τὰ αὐτὰ διετείνατο καὶ διεμαρτύρατο.

Coming then to one of the cities not far off, whose name some people even give, and having comforted the brethren in other matters, he finally looked at the bishop who had been appointed and, seeing a young man strong in body, handsome in appearance, and ardent in soul, said, “This one I entrust to you with all earnestness, with the church and Christ as witness.” When the bishop accepted him and promised everything, John again gave the same charge and called on witnesses.

42.4Stählin 3:188

εἶτα ὃ μὲν ἀπῆρεν ἐπὶ τὴν Ἔφεσον, ὁ δὲ πρεσβύτερος ἀναλαβὼν οἴκαδε τὸν παραδοθέντα νεανίσκον ἔτρεφε, συνεῖχεν. ἔθαλπε, τὸ τελευταῖον ἐφώτισε· καὶ μετὰ τοῦτο ὑφῆκε τῆς πλείονος ἐπιμελείας καὶ παραφυλακῆς, ὡς τὸ τέλειον αὐτῷ φυλακτήριον ἐπιστήσας, τὴν σφραγῖδα τοῦ κυρίου.

Then he set off for Ephesus, and the presbyter took home the young man entrusted to him, reared him, kept him close, cherished him, and finally baptized him. After this he relaxed his greater care and guardianship, as though he had set over him the perfect safeguard, the seal of the Lord.

42.5Stählin 3:188–189

τῷ δὲ ἀνέσεως πρὸ ὥρας λαβομένῳ προσφθείρονταί τινες ἥλικες ἀργοὶ καὶ ἀπερρωγότες, ἐθάδες κακῶν· καὶ πρῶτον μὲν διʼ ἑστιάσεων πολυτελῶν αὐτὸν ὑπάγονται. εἶτά που καὶ νύκτωρ ἐπὶ λωποδυσίαν ἐξιόντες συνεπάγονται, εἶτά τι καὶ μεῖζον συμπράττειν ἠξίουν.

But, as he had gained freedom too early, some idle, dissolute young men of his age, accustomed to evil, corrupted him. First they drew him on with expensive banquets; then they took him along when they went out at night to rob; then they thought fit to have him join in something greater.

42.6Stählin 3:189

ὃ δὲ κατʼ ὀλίγον προσειθίζετο καὶ διὰ μέγεθος φύσεως ἐκστὰς ὥσπερ ἄστομος καὶ εὔρωστος ἵππος ὀρθῆς ὁδοῦ καὶ τὸν χαλινὸν ἐνδακὼν μειζόνως κατὰ τῶν βαράθρων ἐφέρετο.

And he gradually grew used to it, and through the greatness of his nature, bolting from the right road like an unbridled and powerful horse, and biting the bit, he rushed all the more headlong toward the pits.

42.7Stählin 3:189

ἀπογνοὺς δὲ τελέως τὴν ἐν θεῷ σωτηρίαν οὐδὲν ἔτι μικρὸν διενοεῖτο, ἀλλὰ μέγα τι πράξας, ἐπειδήπερ ἅπαξ ἀπολώλει, ἴσα τοῖς ἄλλοις παθεῖν ἠξίου. αὐτοὺς δὴ τούτους ἀναλαβὼν καὶ λῃστήριον συγκροτήσας, ἕτοιμος λῄσταρχος ἦν, βιαιότατος, μιαιφονώτατος, χαλεπώτατος. χρόνος ἐν μέσῳ, καί τινος ἐπιπεσούσης χρείας ἀνακαλοῦσι τὸν Ἰωάννην.

Having completely despaired of salvation in God, he no longer planned anything small, but, doing something great, since he was lost once for all, he thought fit to suffer the same as the others. Taking these very men and forming a band of robbers, he became a ready robber chief, most violent, most bloodthirsty, most cruel. Time passed, and some need arose, and they summoned John again.

42.8Stählin 3:189

ὃ δέ, ἐπεὶ τὰ ἄλλα ὧν χάριν ἧκεν κατεστήσατο, »ἄγε δή«, ἔφη. »ὦ ἐπίσκοπε, τὴν παραθήκην ἀπόδος ἡμῖν, ἣν ἐγώ τε καὶ ὁ Χριστός σοι παρακατεθέμεθα ἐπὶ τῆς ἐκκλησίας, ἧς προκαθέζῃ. μάρτυρος.« ὃ δὲ τὸ μὲν πρῶτον ἐξεπλάγη, χρήματα οἰόμενος.

When he had settled the other matters for which he had come, he said, “Come now, bishop, return to us the deposit that Christ and I entrusted to you, with the church over which you preside as witness.” At first the bishop was astonished, thinking he was being falsely accused about money

42.9Stählin 3:189

ἅπερ οὐκ ἔλαβε, συκοφαντεῖσθαι, καὶ οὔτε πιστεύειν εἶχεν ὑπὲρ ὧν οὐκ εἶχεν οὔτε ἀπιστεῖν Ἰωάννῃ· ὡς δὲ »τὸν νεανίσκον« εἶπεν »ἀπαιτῶ καὶ τὴν ψυχὴν τοῦ ἀδελφοῦ«, στενάξας κάτωθεν ὁ πρεσβύτης καί τι καὶ ἐπιδακρύσας, »ἐκεῖνος« ἔφη »τέθνηκε«. »πῶς καὶ τίνα θάνατον;« »θεῷ τέθνηκεν« εἶπεν· »ἀπέβη γὰρ πονηρὸς καὶ ἐξώλης καί, τὸ κεφάλαιον. λῃστής, καὶ νῦν ἀντὶ τῆς ἐκκλησίας τὸ ὄρος κατείληφε μεθʼ ὁμοίου στρατιωτικοῦ.«

he had not received, and he could neither believe about what he did not have nor disbelieve John. But when John said, “I demand the young man and the soul of the brother,” the old man groaned deeply, and even shed tears, and said, “He is dead.” “How, and by what death?” “He is dead to God,” he said; “for he turned out wicked and depraved and, to sum up, a robber; and now, instead of the church, he has taken to the mountain with a troop like himself.”

42.10Stählin 3:189

καταρρηξάμενος τὴν ἐσθῆτα ὁ ἀπόστολος καὶ μετὰ μεγάλης οἰμωγῆς πληξάμενος τὴν κεφαλήν. »καλόν γε« ἔφη »φύλακα τῆς τἀδελφοῦ ψυχῆς κατέλιπον· ἀλλʼ ἵππος ἤδη μοι παρέστω καὶ ἡγεμὼν γενέσθω μοί τις τῆς ὁδοῦ.« ἤλαυνεν, ὥσπερ εἶχεν, αὐτόθεν ἀπὸ τῆς ἐκκλησίας.

The apostle tore his clothes and, beating his head with great lamentation, said, “A fine guardian of the brother's soul I left! But let a horse be brought to me now, and let someone guide me on the way.” He rode off, just as he was, straight from the church.

42.11Stählin 3:189

ἐλθὼν δὲ εἰς τὸ χωρίον ὑπὸ τῆς προφυλακῆς τῶν λῃστῶν ἁλίσκεται, μήτε φεύγων μήτε παραιτούμενος.

Coming to the place, he was taken by the robbers' outpost, neither fleeing nor begging off,

42.12Stählin 3:189–190

ἀλλὰ βοῶν· »ἐπὶ τοῦτʼ ἐλήλυθα, ἐπὶ τὸν ἄρχοντα ὑμῶν ἀγάγετέ με.« ὃς τέως, ὥσπερ ὥπλιστο, ἀνέμενεν· ὡς δὲ προσιόντα ἐγνώρισε τὸν Ἰωάννην, εἰς φυγὴν αἰδεσθεὶς ἐτράπετο.

but crying out, “This is what I have come for; take me to your leader.” The leader meanwhile waited, armed as he was; but when he recognized John approaching, he turned to flight, ashamed.

42.13Stählin 3:190

ὃ δὲ ἐδίωκεν ἀνὰ κράτος, ἐπιλαθόμενος τῆς ἡλικίας τῆς ἑαυτοῦ, κεκραγώς· »τί με φεύγεις, τέκνον, τὸν σαυτοῦ πατέρα, τὸν γυμνόν, τὸν γέροντα; ἐλέησόν με. τέκνον, μὴ φοβοῦ· ἔχεις ἔτι ζωῆς ἐλπίδας· ἐγὼ Χριστῷ λόγον δώσω ὑπὲρ σοῦ· ἂν δέῃ, τὸν σὸν θάνατον ἑκὼν ὑπομενῶ, ὡς ὁ κύριος τὸν ὑπὲρ ἡμῶν· ὑπὲρ σοῦ τὴν ψυχὴν ἀντιδώσω τὴν ἐμήν. στῆθι, πίστευσον· Χριστός με ἀπέστειλεν.«

But John pursued him with all his might, forgetting his age, and crying out, “Why do you flee from me, child, your own father, unarmed and old? Have pity on me, child; do not be afraid. You still have hope of life. I will give account to Christ for you. If need be, I will willingly endure your death, as the Lord did for us. For you I will give my own life in exchange. Stand, believe; Christ has sent me.”

42.14Stählin 3:190

ὃ δὲ ἀκούσας πρῶτον ἔστη μὲν κάτω βλέπων. εἶτα ἔρριψε τὰ ὅπλα, εἶτα τρέμων ἔκλαιε πικρῶς· προσελθόντα δὲ τὸν γέροντα περιέλαβεν, ἀπολογούμενος ταῖς οἰμωγαῖς ὡς ἐδύνατο καὶ τοῖς δάκρυσι βαπτιζόμενος ἐκ δευτέρου. μόνην ἀποκρύπτων τὴν δεξιάν.

When he heard this, he first stood still, looking down; then he threw away his weapons; then, trembling, he wept bitterly. When the old man came up, he embraced him, pleading his defense with laments as best he could, and baptized a second time with his tears, hiding only his right hand.

42.15Stählin 3:190

ὃ δὲ ἐγγυώμενος, ἐπομνύμενος ὡς ἄφεσιν αὐτῷ παρὰ τοῦ σωτῆρος εὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην καταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψιλέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατεπᾴδων αὐτοῦ τὴν γνώμην, οὐ πρότερον ἀπῆλθεν, ὥς φασι, πρὶν αὐτὸν ἐπιστῆσαι τῇ ἐκκλησίᾳ, διδοὺς μέγα παράδειγμα μετανοίας ἀληθινῆς καὶ μέγα γνώρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπομένης.

But John, pledging and swearing that he had found forgiveness for him from the Savior, begging, kneeling, kissing that very right hand as though cleansed by repentance, brought him back to the church. Interceding for him with abundant prayers, struggling with him in continual fasts, and charming his mind with varied spells of words, he did not leave, they say, until he had restored him to the church, giving a great example of true repentance and a great token of regeneration, a trophy of a visible resurrection.

42.16Stählin 3:190

* * * φαιδροῖς γεγηθότες, ὑμνοῦντες, ἀνοιγνύντες τοὺς οὐρανούς. πρὸ δὲ πάντων αὐτὸς ὁ σωτὴρ προαπαντᾷ δεξιούμενος, φῶς ὀρέγων ἄσκιον, ἄπαυστον, ὁδηγῶν εἰς τοὺς κόλπους τοῦ πατρός, εἰς τὴν αἰώνιον ζωήν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

… rejoicing with radiant [faces], singing hymns, opening the heavens. And before all the Savior himself comes to meet him, welcoming him, holding out a light without shadow and unceasing, leading him into the bosom of the Father, into eternal life, into the kingdom of heaven.

42.17Stählin 3:190

πιστευέτω ταῦτά τις καὶ θεοῦ μαθηταῖς καὶ ἐγγυητῇ θεῷ, προφητείαις, εὐαγγελίοις, λόγοις ἀποστολικοῖς· τούτοις συζῶν καὶ τὰ ὦτα ὑπέχων καὶ τὰ ἔργα ἀσκῶν ἐπʼ αὐτῆς τῆς ἐξόδου τὸ τέλος καὶ τὴν ἐπίδειξιν τῶν δογμάτων ὄψεται.

Let someone believe these things, both God's disciples and God who is their guarantor: prophecies, Gospels, apostolic words. Living with these, lending them his ears, and practicing the works, he will see at his very departure the end and proof of the doctrines.

42.18Stählin 3:190–191

ὁ γὰρ ἐνταῦθα τὸν ἄγγελον τῆς μετανοίας προσιέμενος οὐ μετανοήσει τότε, ἡνίκα ἂν καταλίπῃ τὸ σῶμα, οὐδὲ καταισχυνθήσεται, τὸν σωτῆρα προσιόντα μετὰ τῆς αὑτοῦ δόξης καὶ στρατιᾶς ἰδών· οὐ δέδιε τὸ πῦρ· εἰ δέ τις αἱρεῖται μένειν ἐπεξαμαρτάνων ἑκάστοτε ἐπὶ ταῖς ἡδοναῖς καὶ τὴν ἐνταῦθα τρυφὴν τῆς αἰωνίου ζωῆς προτιμᾷ καὶ διδόντος τοῦ σωτῆρος ἄφεσιν ἀποστρέφεται, μήτε τὸν θεὸν ἔτι μήτε τὸν πλοῦτον μήτε τὸ προπεσεῖν αἰτιάσθω, τὴν δὲ ἑαυτοῦ ψυχὴν ἑκουσίως ἀπολουμένην.

For whoever welcomes the angel of repentance here will not repent then, when he leaves the body, nor will he be ashamed when he sees the Savior coming with his glory and his army; he does not fear the fire. But if someone chooses to remain, sinning again and again for pleasures, and prefers luxury here to eternal life, and turns away when the Savior offers forgiveness, let him no longer blame God, or wealth, or his fall, but his own soul, perishing willingly.

42.19Stählin 3:191

τῷ δὲ ἐπιβλέποντι τὴν σωτηρίαν καὶ ποθοῦντι καὶ μετὰ ἀναιδείας καὶ βίας αἰτοῦντι παρέξει τὴν ἀληθινὴν κάθαρσιν καὶ τὴν ἄτρεπτον ζωὴν ὁ πατὴρ ὁ ἀγαθὸς ὁ ἐν τοῖς οὐρανοῖς.

But to the one who looks to salvation, longs for it, and asks for it with persistence and force, the good Father who is in heaven will grant the true cleansing and the unchanging life.

42.20Stählin 3:191

ᾧ διὰ τοῦ παιδὸς Ἰησοῦ Χριστοῦ, τοῦ κυρίου ζώντων καὶ νεκρῶν, καὶ διὰ τοῦ ἁγίου πνεύματος εἴη δόξα, τιμή, κράτος, αἰώνιος μεγαλειότης καὶ νῦν καὶ εἰς γενεὰς γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

To him, through his Child Jesus Christ, the Lord of the living and the dead, and through the Holy Spirit, be glory, honor, power, and eternal majesty, both now and to generations of generations and to the ages of ages. Amen.