Commentary on Isaiah
The whole work on one page. Select a passage number to open that passage with its notes, Scripture references, and citation.
Chapter 1
1.1PG 24:89–101
Ὅρασις ἣν ἴδεν Ἡσαΐας υἱὸς Ἁμὼς, ἣν ἴδεν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, οἱ ἐβασίλευσαν τῆς Ἰουδαίας. "Ακουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δὲ με ἠθέτησαν. Σύνθετος ὁ ἄνθρωπὸς ἐκ ψυχῆς καὶ σώματος· ἡ σὰρξ ἀπὸ τῆς γῆς, ἡ ψυχὴ οὐρανία. Ἐπεὶ οὖν πρὸς ἀμφότερα αὐτῶν ἡ συγγένειά ἐστιν, ἐπὶ τῶν οἰκειοτάτων αὐτοῦ τὴν μαρτυρίαν ἐλέγχει Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Γεννήσεως εἴδη δύο· ἡ μὲν ἡ κατὰ Θεὸν μόρφωσις, ἐξ ἔργων καὶ παραδοχῆς δογμάτων ἐπιτελουμένη · ὡς γεννᾷ Παῦλος δι' Εὐαγγελίου τοὺς μαθητὰς αὐτοῦ. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δὲ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.» Βοῦς μὲν καὶ ὄνος, φυσικῇ φαντασίᾳ τοὺς τρέφοντας ἐπιγινώσκουσιν· οἱ δὲ τοσαύτης ἀξιωθέντες παρὰ τοῦ Θεοῦ προνοίας, ὡς μὴ μόνον λογικοὺς καταστῆναι, ἀλλὰ καὶ λαὸν Θεοῦ χρηματίσαι καταξιωθῆναι, υἱῶν τε προσηγορίᾳ τιμηθῆναι, οὐδ᾽ ὁμοίως τοῖς ἀλόγοις θρέμμασι τὸν γεννήσαντα καὶ θρέψαντα, τιμήσαντά τε καὶ ὑψώσαντα αὐτοὺς Κύριον έγνωσαν. Οἶμαι δὲ διὰ τούτων προφητικῶς αἰνίττεσθαι, ὡς τὸν Χριστὸν τοῦ Θεοῦ αὐτὸν ὄντα τὸν Κύριον, μόνοις αὐτοῖς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιδημήσαντα κατὰ τὴν ἐνανθρώπησιν, οὐ παραδέξονται, οὐδὲ ἐπιγνώσονται αὐτὸν, οὐδὲ νοήσουσιν, ἀλλ᾽ οὐδὲ συνήσουσι. Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτίας, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ· ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Διὰ ταῦτα γοῦν ἀπελέγχει τὸ Ἰουδαίων ἔθνος, καὶ ταλανίζει αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς πάντων τῶν ἐθνῶν χείρους, καὶ ὡς τὸ μηδὲν ὠφεληθέντας, μήτε ἐκ τῆς υἱοθεσίας, μήτε ἐξ ἧς παρὰ Θεοῦ τιμῆς ἠξιώθησαν · ὑψωθέντες καὶ πλείστων ὅσων ἐξαιρέτων παρὰ αὐτοῦ τετυχηκότες· ἀλλ᾿ οὐδὲ ἐξ ὧν πολλάκις ἐπλήγησαν δι' ὑπερβολὴν ἀγάπης Θεοῦ τυπτόμενοι καὶ κολαζόμενοι, τῶν ἀσεβημάτων αὐτῶν ἕνεκεν· Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.» Τις δὲ ἦν ὂν ἐγκατέλιπον, ἢ ὁ Χριστός· ὃν διὰ τὸ παρωργικέναι καὶ ἐγκαταλελοιπέναι, τὰ ἑξῆς ἐπιλεγόμενα πεπόνθασιν; Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· ἀπὸ ποδῶν ἕως κεφαλὴν οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία. Τραῦμα, μώλωψ, πληγὴ φλεγμαίνουσα. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἕλαιον, οὔτε καταδεσμούς. Πῶς δὲ καὶ οἷόν τε ἦν ἕτερον αὐτοὺς ὑγείας καὶ σωτηρίας ποιητικὸν εὑρέσθαι φάρμακον ἀρνησαμένους τὸν Κύριον· μηδὲ ἐπεγνωκότας αὐτὸν, μηδὲ συνιέντας ἐπιδημήσαντα αὐτοῖς τὸν τῶν ψυχῶν ἰατρὸν, τὸν μόνον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῶν ὁμοῦ καὶ σωμάτων ἰάσασθαι δυνάμενον, Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν· καὶ ἠρέμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη Εἰς φρουρὰν τῶν ἐν ταῖς ἀμπέλοις καρπῶν αἱ σκηναὶ πήγνυνται. Ὅταν μὲν οὖν εὐθηνῇ τοῖς οἰκείοις καρποῖς ἡ ἄμπελος, σπουδάζεται ἡ σκηνὴ καὶ πάσης ἀξιοῦται ἐπιμελείας ·
Horasis hēn iden Hēsaïas huios Hamōs, hēn iden kata tēs Ioudaias kai kata Hierousalēm en basileią Oziou, kai Iōatham, kai Achaz, kai Ezekiou, hoi ebasileusan tēs Ioudaias. "Akoue, ourane, kai enōtizou, gē, hoti Kyrios elalēsen. Huious egennēsa kai hypsōsa; autoi de me ēthetēsan. Synthetos ho anthrōpos ek psychēs kai sōmatos; hē sarx apo tēs gēs, hē psychē ourania. Epei oun pros amphotera autōn hē syngeneia estin, epi tōn oikeiotatōn autou tēn martyrian elenchei Huious egennēsa kai hypsōsa. Gennēseōs eidē dyo; hē men hē kata Theon morphōsis, ex ergōn kai paradochēs dogmatōn epiteloumenē ; hōs genną Paulos di' Euangeliou tous mathētas autou. Egnō bous ton ktēsamenon, kai onos tēn phatnēn tou kyriou autou; Israēl de me ouk egnō, kai ho laos me ou synēken.» Bous men kai onos, physikę̄ phantasią tous trephontas epiginōskousin; hoi de tosautēs axiōthentes para tou Theou pronoias, hōs mē monon logikous katastēnai, alla kai laon Theou chrēmatisai kataxiōthēnai, huiōn te prosēgorią timēthēnai, oud᾽ homoiōs tois alogois thremmasi ton gennēsanta kai threpsanta, timēsanta te kai hypsōsanta autous Kyrion egnōsan. Oimai de dia toutōn prophētikōs ainittesthai, hōs ton Christon tou Theou auton onta ton Kyrion, monois autois ex hapantōn tōn ethnōn epidēmēsanta kata tēn enanthrōpēsin, ou paradexontai, oude epignōsontai auton, oude noēsousin, all᾽ oude synēsousi. Ouai ethnos hamartōlon, laos plērēs hamartias, sperma ponēron, huioi anomoi. Enkatelipete ton Kyrion, kai parōrgisate ton hagion tou Israēl; apēllotriōthēsan eis ta opisō. Dia tauta goun apelenchei to Ioudaiōn ethnos, kai talanizei autous to Pneuma to hagion, hōs pantōn tōn ethnōn cheirous, kai hōs to mēden ōphelēthentas, mēte ek tēs huiothesias, mēte ex hēs para Theou timēs ēxiōthēsan ; hypsōthentes kai pleistōn hosōn exairetōn para autou tetychēkotes; all᾿ oude ex hōn pollakis eplēgēsan di' hyperbolēn agapēs Theou typtomenoi kai kolazomenoi, tōn asebēmatōn autōn heneken; Hon gar agapą Kyrios paideuei, mastigoi de panta huion, hon paradechetai.» Tis de ēn on enkatelipon, ē ho Christos; hon dia to parōrgikenai kai enkataleloipenai, ta hexēs epilegomena peponthasin? Ti eti plēgēte prostithentes anomian? pasa kephalē eis ponon, kai pasa kardia eis lypēn; apo podōn heōs kephalēn ouk estin en autǭ holoklēria. Trauma, mōlōps, plēgē phlegmainousa. Ouk esti malagma epitheinai, oute helaion, oute katadesmous. Pōs de kai hoion te ēn heteron autous hygeias kai sōtērias poiētikon heuresthai pharmakon arnēsamenous ton Kyrion; mēde epegnōkotas auton, mēde synientas epidēmēsanta autois ton tōn psychōn iatron, ton monon pasan noson kai pasan malakian psychōn homou kai sōmatōn iasasthai dynamenon, Hē gē hymōn erēmos, hai poleis hymōn pyrikaustoi tēn chōran hymōn enōpion hymōn allotrioi katesthiousin autēn; kai ēremōtai katestrammenē hypo laōn allotriōn, hōs skēnē en ampelōni, kai hōs opōrophylakion en sikyēlatǭ, hōs polis poliorkoumenē Eis phrouran tōn en tais ampelois karpōn hai skēnai pēgnyntai. Hotan men oun euthēnę̄ tois oikeiois karpois hē ampelos, spoudazetai hē skēnē kai pasēs axioutai epimeleias ;
“The vision which Isaiah son of Amoz saw, which he saw against Judea and against Jerusalem in the reign of Uzziah and Jotham and Ahaz and Hezekiah, who reigned over Judea. Hear, O heaven, and give ear, O earth, for the Lord has spoken: Sons I have begotten and raised up, but they have rejected me.” A human being is composite, of soul and body: the flesh is from the earth, the soul is heavenly. Since, then, he is akin to both, he makes his charge before the witnesses most closely his own: “Sons I have begotten and raised up.” There are two kinds of begetting: one is the forming according to God, brought to completion through works and the acceptance of doctrines, as Paul begets his disciples through the gospel. “The ox knows its owner, and the donkey its master’s manger; but Israel has not known me, and the people has not understood me.” Ox and donkey recognize those who feed them by natural instinct; but those who were granted such providence from God that they were not only made rational but were also deemed worthy to be called the people of God, and were honored with the name of sons, did not even, as the irrational beasts do, know the Lord who begot and fed them, honored and raised them up. I think that through these words it is prophetically hinted that when the Christ of God, who is himself the Lord, came to dwell among them alone of all the nations by his becoming man, they would not receive him, nor recognize him, nor perceive him, nor even understand him. “Woe, sinful nation, a people full of sin, an evil seed, lawless sons! You have forsaken the Lord and provoked the Holy One of Israel to anger; they have been estranged backward.” For these reasons, then, the Holy Spirit convicts the nation of the Jews and calls it wretched, as worse than all the nations, and as having profited nothing either from the adoption as sons or from the honor of which they were counted worthy by God, raised up as they were and granted very many special gifts by him; nor even from the many times they were struck, beaten and chastised because of their impieties out of the exceeding love of God: “For whom the Lord loves he disciplines, and he scourges every son whom he receives.” And who was it whom they forsook, if not the Christ? Because they provoked and forsook him, they have suffered what is said next. “Why will you still be struck, adding lawlessness? Every head is in pain, and every heart in grief. From the feet to the head there is no soundness in it: wound, bruise, festering sore. It is not possible to apply a poultice, nor oil, nor bandages.” And how indeed was it possible for them to find another remedy to bring health and salvation, when they had denied the Lord and had neither recognized nor understood the physician of souls who had come to dwell among them, the only one able to heal every disease and every infirmity of souls and bodies alike? “Your land is desolate, your cities burned with fire; your country, strangers devour it before you, and it is made desolate, overthrown by foreign peoples, like a booth in a vineyard, and like a watchman’s hut in a cucumber field, like a besieged city.” Booths are pitched to guard the fruit in the vineyards. So when the vine flourishes with its own fruit, the booth is attended to and thought worthy of every care,
1.2PG 24:89–101
ὥστε ἀπ᾿ αὐτῆς κατοπτεύειν τὸν φύλακα, μήποτε τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν. Ὅταν δὲ ἄκαρπος ᾖ, ἀμελεῖται ἀναγκαίως τῆς ἀμπέλου τὰ φυλακτήρια. Διὰ τοῦτο τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὴν ἐγκατάλειψιν ἀπειλεῖ, ὡς μὴ καρποφοροῦντος τὰ ἐπιβάλλοντα. Φοβηθῶμεν οὖν εἶναι ἄκαρποι, μὴ ἐγκαταλειφθῶμεν ὑπὸ τῆς ὀργῆς τοῦ Θεοῦ. Τὸ φυλάσσον ἡμᾶς, τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν. Ὅταν μὲν οὖν καρποφορῇ ἡ ψυχὴ ἄξια τῶν αἰωνίων ἀποθηκῶν, παραμένει καὶ φυλάσσει, καὶ πόῤῥωθεν ἀπείργει τὰς τοῦ μονιοῦ τοῦ ἀγρίου ἐπιβουλάς· ὅταν δὲ σταφυλὴν χολῆς γεωργῇ καὶ βότρυν πικρίας ἐκφέρῃ, ἐγκαταλιμπάνει τὴν ἄκαρπον ψυχήν καὶ τότε ὑπὸ παντὸς λογισμοῦ θηριώδους καὶ πάσης ἀλόγου ἐπιθυμίας καταπεσεῖται. Πολλαχοῦ δὲ τροπικῶς ἀμπελῶνα τὸν Ἰσραὴλ ὁ λόγος προσαγορεύει· ὡς τὸ, ῎Αμπελον ἐξ Αἰγύπτου μετῆρας· καὶ, Αμπελὼν ἐγενήθη τῷ ἡγαπημένῳ· καὶ, Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Εἰ δὲ ὁ συνοπτικῶς. Ἰσραὴλ ἀμπελῶν, σκηνὴ τῆς ἀμπέλου ταύτης ὁ οἶκος τάχα ὁ τοῦ ναοῦ · σκήνωμα γὰρ δόξης ἐλέγετο, καὶ, σκήνωμα, οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Ἕως μὲν οὖν ὅτε ἐποίει καρπὸν πολὺν, καὶ ἡ σκηνὴ διὰ τὴν τῶν καρπῶν φυλακὴν συνειστήκει· ἐπεὶ δὲ ὁ φυτεύσας αὐτὴν ἔμεινε τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, αἷς τὸν Κύριον ἐστεφάνωσαν, καὶ ἐστράφη πᾶσα εἰς πικρίαν· ἐποίησε γὰρ σταφυλὴν χολῆς καὶ βότρυν πικρίας· διὸ καὶ εἰς τὸ βρῶμα ἔδωκαν τῷ Κυρίῳ χολήν · διὰ τοῦτο ἐγκατελείφθη ἡ σκηνὴ τοῦ ἀμπελῶνος. Ἰδοὺ γὰρ, φησὶν, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος·, τότε ἐπληρώθη ἡ ἀπειλὴ αὕτη · Εγκατελείφθη γὰρ ὡς σκηνὴ ἐν ἀμπελῶνι. Ἐξ ἐκείνου λοιπὸν καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα. Διὰ τοῦτο οὐκέτι προφῆται παρ' αὐτοῖς, οὐκέτι οὐρανία χάρις· ἀλλὰ γέγονεν εἰς χέρσον καὶ καταπάτημα, οἵ τε φραγμοὶ τοῦ ναοῦ ἐκείνου καθηρέθησαν, ὁ ὑπερασπισμὸς τῶν ἁγίων δυνάμεων, κἄν τι ἐργάσωνται κατὰ τὸν νόμον, εἰς ἀπώλειάν ἐστι. Καὶ ὡς ὀπωροφυλάκιον, φησὶν, ἐν σικυηλάτῳ. Σημαίνει τοίνυν διὰ τούτου τὴν παντελῆ αὐτῶν ἀκαρπίαν· ἕως μὲν γὰρ καρπῶν ἀγαθῶν πεπλήρωται, τὸν φρουροῦντα καὶ φυλάσσοντα ἐκέκτασης δε σκηνὴν πηξάμενος, ἄνωθεν ἀφ᾽ ὑψηλοῦ ἀφορᾶ καὶ περισκοπεῖ, καὶ φυλάττει τὸν ἀμπελῶνα. Εἰ δ᾽ ὁ τούτου καρπὸς ἀφαιρεθῇ, τηνικαῦτα ὁ φύλαξ, ὡς μὴ εἰς μάταιον κάμνῃ, τὴν σκηνὴν ἔρημον ἀπολιπών, ἀναχωρεῖ τῆς φυλακῆς. Καὶ εἰ μὴ Κύριος Σαβαώθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὠμοιώθημεν. Ακούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ἐπειδήπερ ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ σεμνυνόμενοι, μέγα ἐφρόνουν, ὡς τοῦ ᾿Ἀβραὰμ ὄντες σπέρμα καὶ τοῦ Ἰσραὴλ ἀπόγονοι· εἰκότως τὸ μεγάλαυχον αὐτῶν ὁ λόγος ταπεινοῖ, καὶ τὸ μάταιον οἴημα καθαιρεῖ · τοὺς μὲν ἄρχοντας τοῦ διαβοήτου Ἰσραὴλ, Σοδόμων ἄρχοντας ὀνομάζων, αὐτὸν δὲ τὸν χρηματίζοντα λαὸν τοῦ Θεοῦ, λαὸν Γομόῤῥας ἀποκαλῶν, ὡς διὰ τῶν ἴσων ἐπιτηδευμάτων τοῖς πάλαι ἀσεβήσασιν ὁμοιωθέντα· Σοδόμων ἄρχουσι καὶ Γόμόῤῥας λαῷ παραβάλλει αὐτοὺς, διὰ τὴν μέλλουσαν αὐτοῖς ἐπελεύσεσθαι καταστροφήν· ὡς τοῖς τὰ Σόδομα καὶ Γόμοῤῥα οἰκήσασιν ἀνδράσι πάντων ἀνθρώπων ἀσεβεστάτοις γενέσθαι μνημονευομένοις.
hōste ap᾿ autēs katopteuein ton phylaka, mēpote trygōsin autēn hoi paraporeuomenoi tēn hodon. Hotan de akarpos ę̄, ameleitai anankaiōs tēs ampelou ta phylaktēria. Dia touto tou Israēlitikou laou tēn enkataleipsin apeilei, hōs mē karpophorountos ta epiballonta. Phobēthōmen oun einai akarpoi, mē enkataleiphthōmen hypo tēs orgēs tou Theou. To phylasson hēmas, to Pneuma to hagion estin. Hotan men oun karpophorę̄ hē psychē axia tōn aiōniōn apothēkōn, paramenei kai phylassei, kai porrhōthen apeirgei tas tou moniou tou agriou epiboulas; hotan de staphylēn cholēs geōrgę̄ kai botryn pikrias ekpherę̄, enkatalimpanei tēn akarpon psychēn kai tote hypo pantos logismou thēriōdous kai pasēs alogou epithymias katapeseitai. Pollachou de tropikōs ampelōna ton Israēl ho logos prosagoreuei; hōs to, ᾿Ampelon ex Aigyptou metēras; kai, Ampelōn egenēthē tǭ hēgapēmenǭ; kai, Egō de ephyteusa se ampelon karpophoron, pasan alēthinēn. Ei de ho synoptikōs. Israēl ampelōn, skēnē tēs ampelou tautēs ho oikos tacha ho tou naou ; skēnōma gar doxēs elegeto, kai, skēnōma, hou kateskēnōsen en anthrōpois. Heōs men oun hote epoiei karpon polyn, kai hē skēnē dia tēn tōn karpōn phylakēn syneistēkei; epei de ho phyteusas autēn emeine tou poiēsai staphylēn, epoiēse de akanthas, hais ton Kyrion estephanōsan, kai estraphē pasa eis pikrian; epoiēse gar staphylēn cholēs kai botryn pikrias; dio kai eis to brōma edōkan tǭ Kyriǭ cholēn ; dia touto enkateleiphthē hē skēnē tou ampelōnos. Idou gar, phēsin, aphietai hymin ho oikos hymōn erēmos;, tote eplērōthē hē apeilē hautē ; Enkateleiphthē gar hōs skēnē en ampelōni. Ex ekeinou loipon kai tais nephelais eneteilato tou mē brexai epi ton ampelōna. Dia touto ouketi prophētai par' autois, ouketi ourania charis; alla gegonen eis cherson kai katapatēma, hoi te phragmoi tou naou ekeinou kathērethēsan, ho hyperaspismos tōn hagiōn dynameōn, kan ti ergasōntai kata ton nomon, eis apōleian esti. Kai hōs opōrophylakion, phēsin, en sikyēlatǭ. Sēmainei toinyn dia toutou tēn pantelē autōn akarpian; heōs men gar karpōn agathōn peplērōtai, ton phrourounta kai phylassonta ekektasēs de skēnēn pēxamenos, anōthen aph᾽ hypsēlou aphora kai periskopei, kai phylattei ton ampelōna. Ei d᾽ ho toutou karpos aphairethę̄, tēnikauta ho phylax, hōs mē eis mataion kamnę̄, tēn skēnēn erēmon apolipōn, anachōrei tēs phylakēs. Kai ei mē Kyrios Sabaōth enkatelipen hēmin sperma, hōs Sodoma an egenēthēmen, kai hōs Gomorrha an ōmoiōthēmen. Akousate logon Kyriou, archontes Sodomōn; prosechete nomon Theou, laos Gomorrhas. Epeidēper epi tę̄ tōn paterōn aretę̄ semnynomenoi, mega ephronoun, hōs tou ᾿Abraam ontes sperma kai tou Israēl apogonoi; eikotōs to megalauchon autōn ho logos tapeinoi, kai to mataion oiēma kathairei ; tous men archontas tou diaboētou Israēl, Sodomōn archontas onomazōn, auton de ton chrēmatizonta laon tou Theou, laon Gomorrhas apokalōn, hōs dia tōn isōn epitēdeumatōn tois palai asebēsasin homoiōthenta; Sodomōn archousi kai Gomorrhas laǭ paraballei autous, dia tēn mellousan autois epeleusesthai katastrophēn; hōs tois ta Sodoma kai Gomorrha oikēsasin andrasi pantōn anthrōpōn asebestatois genesthai mnēmoneuomenois.
so that from it the watchman may keep a lookout, lest those who pass along the road strip it. But when it is fruitless, the vine’s guard-posts are necessarily neglected. That is why he threatens the Israelite people with abandonment, as not bearing the fruit it ought. Let us fear, then, to be fruitless, lest we be abandoned by the wrath of God. What guards us is the Holy Spirit. When the soul bears fruit worthy of the eternal storehouses, he remains and guards it and keeps far off the plots of the solitary wild boar; but when it cultivates a grape of gall and brings forth a cluster of bitterness, he abandons the fruitless soul, and then it will fall prey to every bestial thought and every irrational desire. In many places the Word figuratively calls Israel a vineyard: as in “You brought a vine out of Egypt”; and “The beloved had a vineyard”; and “I planted you a fruitful vine, wholly true.” If, to put it briefly, Israel is the vineyard, the booth of this vine is perhaps the house of the temple; for it was called the tabernacle of glory, and “the tabernacle where he dwelt among men.” As long as it bore much fruit, the booth also stood to guard the fruit; but when the one who planted it waited for it to produce grapes, and it produced thorns, with which they crowned the Lord, and it turned wholly to bitterness (for it produced a grape of gall and a cluster of bitterness, and so they gave the Lord gall for food), therefore the booth of the vineyard was abandoned. For “Behold,” he says, “your house is left to you desolate.” Then this threat was fulfilled: for it was left like a booth in a vineyard. From that time on he also commanded the clouds not to rain upon the vineyard. That is why there are no longer prophets among them, no longer heavenly grace; it has become waste land and trampled ground, and the hedges of that temple, the protection of the holy powers, have been pulled down, and whatever they may do according to the law ends in destruction. “And like a watchman’s hut,” he says, “in a cucumber field.” By this, then, he signifies their utter fruitlessness. For as long as it is full of good fruit, it has the one who watches and guards it; he pitches a booth and from on high looks out and surveys and guards the vineyard. But if its fruit is taken away, then the watchman, so as not to labor in vain, leaves the booth deserted and withdraws from his watch. “And unless the Lord of Sabaoth had left us a seed, we would have become like Sodom and been made like Gomorrah. Hear the word of the Lord, rulers of Sodom; give heed to the law of God, people of Gomorrah.” Since they prided themselves on the virtue of their fathers and thought highly of themselves as the seed of Abraham and descendants of Israel, the Word fittingly humbles their boasting and pulls down their empty conceit, naming the rulers of renowned Israel rulers of Sodom, and calling the very people styled the people of God the people of Gomorrah, as having become like those impious of old through the same practices. He compares them to the rulers of Sodom and the people of Gomorrah because of the overthrow that was about to come upon them, since the men who lived in Sodom and Gomorrah are remembered as the most impious of all men.
1.3PG 24:89–101
Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ᾽ ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πρὸς οὖν τοὺς τὰ δεινότατα κατὰ τοῦ Κυρίου τολμήσαντας, θυσίαις δὲ καὶ σπονδαῖς, καὶ ταῖς ἄλλαις κατὰ τὸν νόμον σωματικαῖς λατρείαις ἱλάσκεσθαι τὸν Θεὸν νομίζοντας, ὁ λόγος ἀποτείνεται φάσκων, Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; καὶ τὰ ἑξῆς. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστι. Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. ᾿Αλλ' ὅτι μὴ ἔγνωσαν τὸν Κύριον, καὶ ὅτι μὴ συνῆκαν αὐτὸν, ὅτι ἐγκατέλιπον αὐτὸν, καὶ παρώξυναν τὸν ἅγιον τοῦ Ἰσραὴλ, καὶ πρὸς ἅπασι τούτοις, ὅτι αἱ χεῖρες αὐτῶν γεγόνασιν αἵματος πλήρεις διὰ τῆς κατὰ τοῦ Χριστοῦ μιαιφονίας, ἣν μετὰ μυρίας προφητοκτονίας εἰργάσαντο, καὶ γεγόνασιν αἵματος πλήρεις, πάντα γοῦν διεξελθὼν, καὶ τὴν τοῦ νόμου λύσιν, καὶ τοῦ ναοῦ τὴν κατάλυσιν, καὶ τὰς παντοδαπὰς τιμωρίας, τὸ εἶδος τῆς ἁμαρτίας ἐδίδαξεν, οὗ χάριν πεπόνθασι· καὶ κατηγορεῖ αὐτῶν, οὐκ εἰδώλων θεραπείαν, οὐδὲ μοιχείαν καὶ πλεονεξίαν, ἀλλὰ μιαιφονίαν. Πάσης γὰρ δυσσεβείας καὶ παρανομίας, χαλεπωτέρα ἡ κατὰ τοῦ Κυρίου μανία · αὐτῶν γάρ ἐστιν ἡ φωνὴ, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Τοῦτο τὸ αἷμα, τῆς παλαιᾶς αὐτοὺς ἐστέρησεν εὐκληρίας· τοῦτο τὸ αἷμα μετοίκους τῆς οἰκουμένης ἀπέφηνε. Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν. Σφόδρα γοῦν ἀκολούθως τὰ πρῶτα εἰρηκὼς ὁ Θεὸς, ἔτι καὶ ταῦτα πρὸς τοὺς δηλωθέντας ἄρχοντας Σοδόμων, καὶ τὸν λαὸν Γομόῤῥας διεξέρχεται ἐπὶ ἀγαθὰς ἐλπίδας αὐτοὺς προκαλούμενος, εἰ μεταθέμενοι τῆς κακίας καὶ τῆς ἐθελοθρησκείας τῆς κατὰ τὸν σωματικὸν νόμον ἀναχωρήσαντες, ὑπήκοοι γένοιντο τῆς Καινῆς Διαθήκης καὶ τοῦ καινοῦ νόμου καὶ λόγου. Διὸ μετὰ τὴν παρόρασιν τῶν ἐν τῇ Παλαιᾷ Διαθήκῃ, τὰ τῆς Καινῆς Διαθήκης εἰσάγει μυστήρια. "Α δὴ καὶ ἐν τοῖς Εὐαγγελίοις αὐτὸς παρεδίδου λέγων· · Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήρα. Ἤγουν μεταβαλόντες τῆς κακίας, μὴ μέχρι τούτου στῆτε, τὸν δὲ κατ' ἀρετὴν ἀναλάβετε βίον. Καὶ δεῦτε, καὶ διαλεχθῶμεν λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὧσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Εἶθ᾽ ὡς ἐν δικαστηρίῳ διελεγχθῶμεν ἐγώ τε καὶ ὑμεῖς· ἐγὼ μὲν ὅσα πέπονθα ὑφ᾽ ὑμῶν, ὅσα τε ὑμᾶς ἔτυχον εὐεργετήσας καταριθμούμενος, καὶ ὡς μετὰ τοσαῦτα πλημμελήματα πάντων κακῶν ἀμνήστειαν ποιούμενος, πεφοινιγμένας ὑμῶν τὰς ψυχὰς ἐκ τοῦ προλεχθέντος αἵματος ἐκάθηρα, λαμπροτέρας χιόνος αὐτὰς διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καταστήσας·
Ti moi plēthos tōn thysiōn hymōn, legei Kyrios? Plērēs eimi holokautōmatōn kriōn kai stear arnōn, kai haima taurōn kai tragōn ou boulomai, oud᾽ an erchēsthe ophthēnai moi. Tis gar exezētēse tauta ek tōn cheirōn hymōn? Pros oun tous ta deinotata kata tou Kyriou tolmēsantas, thysiais de kai spondais, kai tais allais kata ton nomon sōmatikais latreiais hilaskesthai ton Theon nomizontas, ho logos apoteinetai phaskōn, Ti moi plēthos tōn thysiōn hymōn, legei Kyrios? kai ta hexēs. Patein tēn aulēn mou ou prosthēsesthe. Ean pherēte semidalin, mataion thymiama, bdelygma moi esti. Tas noumēnias hymōn, kai ta Sabbata, kai hēmeran megalēn ouk anechomai, nēsteian kai argian kai tas noumēnias hymōn kai tas heortas hymōn misei hē psychē mou. Egenēthēte moi eis plēsmonēn; ouketi anēsō tas hamartias hymōn. Hotan tas cheiras ekteinēte pros me, apostrepsō tous ophthalmous mou aph᾿ hymōn; kai ean plēthynēte tēn deēsin, ouk eisakousomai hymōn; hai gar cheires hymōn haimatos plēreis. ᾿All' hoti mē egnōsan ton Kyrion, kai hoti mē synēkan auton, hoti enkatelipon auton, kai parōxynan ton hagion tou Israēl, kai pros hapasi toutois, hoti hai cheires autōn gegonasin haimatos plēreis dia tēs kata tou Christou miaiphonias, hēn meta myrias prophētoktonias eirgasanto, kai gegonasin haimatos plēreis, panta goun diexelthōn, kai tēn tou nomou lysin, kai tou naou tēn katalysin, kai tas pantodapas timōrias, to eidos tēs hamartias edidaxen, hou charin peponthasi; kai katēgorei autōn, ouk eidōlōn therapeian, oude moicheian kai pleonexian, alla miaiphonian. Pasēs gar dyssebeias kai paranomias, chalepōtera hē kata tou Kyriou mania ; autōn gar estin hē phōnē, To haima autou eph᾽ hēmas kai epi ta tekna hēmōn. Touto to haima, tēs palaias autous esterēsen euklērias; touto to haima metoikous tēs oikoumenēs apephēne. Lousasthe, katharoi genesthe, aphelete tas ponērias apo tōn psychōn hymōn apenanti tōn ophthalmōn hymōn; pausasthe apo tōn ponēriōn hymōn, mathete kalon poiein. Sphodra goun akolouthōs ta prōta eirēkōs ho Theos, eti kai tauta pros tous dēlōthentas archontas Sodomōn, kai ton laon Gomorrhas diexerchetai epi agathas elpidas autous prokaloumenos, ei metathemenoi tēs kakias kai tēs ethelothrēskeias tēs kata ton sōmatikon nomon anachōrēsantes, hypēkooi genointo tēs Kainēs Diathēkēs kai tou kainou nomou kai logou. Dio meta tēn parorasin tōn en tę̄ Palaią Diathēkę̄, ta tēs Kainēs Diathēkēs eisagei mystēria. "A dē kai en tois Euangeliois autos paredidou legōn; ; Ean mē tis anagennēthę̄ ex hydatos kai pneumatos, ou mē eiselthę̄ eis tēn basileian tōn ouranōn.» Ekzētēsate krisin, rhysasthe adikoumenon, krinate orphanǭ, kai dikaiōsate chēra. Ēgoun metabalontes tēs kakias, mē mechri toutou stēte, ton de kat' aretēn analabete bion. Kai deute, kai dialechthōmen legei Kyrios; kai ean ōsin hai hamartiai hymōn hōs phoinikoun, hōs chiona leukanō; ean de hōsin hōs kokkinon, hōs erion leukanō. Eith᾽ hōs en dikastēriǭ dielenchthōmen egō te kai hymeis; egō men hosa pepontha hyph᾽ hymōn, hosa te hymas etychon euergetēsas katarithmoumenos, kai hōs meta tosauta plēmmelēmata pantōn kakōn amnēsteian poioumenos, pephoinigmenas hymōn tas psychas ek tou prolechthentos haimatos ekathēra, lamproteras chionos autas dia tēs tou loutrou palingenesias katastēsas;
“What to me is the multitude of your sacrifices? says the Lord. I am full of whole burnt offerings of rams, and the fat of lambs and the blood of bulls and goats I do not want, not even if you come to appear before me. For who required these things from your hands?” To those, then, who dared the most terrible things against the Lord, yet thought to propitiate God with sacrifices and libations and the other bodily forms of worship under the law, the Word directs his speech, saying: “What to me is the multitude of your sacrifices? says the Lord,” and what follows. “You shall no longer trample my court. If you bring fine flour, it is in vain; incense is an abomination to me. Your new moons and sabbaths and the great day I cannot endure; fasting and idleness, and your new moons and your feasts my soul hates. You have become a surfeit to me; I will no longer forgive your sins. When you stretch out your hands to me, I will turn away my eyes from you; and if you multiply your petition, I will not listen to you; for your hands are full of blood.” But because they did not know the Lord, and because they did not understand him, because they forsook him and provoked the Holy One of Israel, and on top of all this because their hands had become full of blood through the murder of Christ, which they committed after countless murders of prophets, and so had become full of blood: having gone through everything, the abolition of the law, the destruction of the temple, and punishments of every kind, he taught the kind of sin for which they have suffered; and he accuses them not of the worship of idols, nor of adultery and greed, but of murder. For more grievous than all impiety and lawlessness is the madness against the Lord; for theirs is the cry, “His blood be on us and on our children.” This blood deprived them of their ancient good fortune; this blood made them sojourners throughout the world. “Wash yourselves, become clean; remove the wickedness from your souls before my eyes; cease from your wickedness, learn to do good.” Quite consistently, then, having said the first things, God goes on to address these too to the rulers of Sodom and the people of Gomorrah just mentioned, calling them forward to good hopes, if they would turn from their wickedness, withdraw from the self-chosen worship according to the bodily law, and become obedient to the New Covenant and the new law and Word. Therefore, after setting aside the things of the Old Covenant, he introduces the mysteries of the New Covenant, which he himself also delivered in the Gospels, saying: “Unless one is born again of water and spirit, he shall not enter the kingdom of heaven.” “Seek judgment, rescue the wronged, judge for the orphan, and vindicate the widow.” That is: having turned from wickedness, do not stop there, but take up the life of virtue. “And come, and let us reason together, says the Lord; and if your sins are like crimson, I will make them white as snow; and if they are like scarlet, I will make them white as wool.” Then, as in a court of law, let us argue it out, I and you: I, counting up all I have suffered at your hands and all the benefits I bestowed on you, and how after so many offenses I granted an amnesty of all evils and cleansed your souls, crimsoned with the blood already mentioned, making them brighter than snow through the bath of regeneration;
1.4PG 24:89–101
ὑμεῖς δὲ εἴ τις ὑμῖν πρὸς τὴν τοσαύτην χάριν ἔνεσται λόγος, εἰς φανερὸν τοῦτον ἄγετε. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐνταῦθα δὲ ὁ λόγος ὡς πρὸς Ἰουδαίους διαλεγόμενος, οἷα νηπίους αὐτοὺς διὰ τῆς σωματικῆς ἐπαγγελίας πείθεσθαι τοῖς εἰρημένοις προτρέπει· πρὸς δὲ τὸν ἀληθῆ λόγον, γῆς τῆς ψυχῆς νοουμένης κατὰ τὴν σωτήριον παραβολήν· ἢ τὸν ἐπουράνιον λέγεται παραδέχεσθαι σπόρον, ἀκόλουθόν ἐστιν ἀγαθὰ ψυχῆς νοεῖν ἤτοι τὰς κατ' ἀρετὴν προκοπὰς καὶ τελειώσεις, ἢ τὰ ἐπηγγελμένα αὐτῇ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Ὅθεν πρὸς μὲν τὴν λέξιν, αὐτίκα τοῖς λόγοις ἐπηκολούθει ἡ διὰ τῶν ἔργων ἔκβασις· παραχρῆμα γὰρ καὶ οὐκ εἰς μακρὰν οἱ ἀπειθήσαντες, τῇ τῶν πολεμίων μαχαίρᾳ παρεδόθησαν· ἐπελθόντων αὐτοῖς Ῥωμαίων, καὶ πολέμου νόμῳ πάντας χειρωσαμένων· εἰ δὲ καὶ διαβολική τίς ἐστι μάχαιρα, καὶ ταύτῃ ἔκδοτοι γεγόνασι, διὰ τὸ ἀπειθῆσαι τῇ κλήσει τῆς τοῦ Θεοῦ χάριτος. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς; Διδάσκει τοίνυν ὁ λόγος ὡς πάλαι μὲν τὴν πόλιν ᾤκησαν ἄνδρες πιστοὶ, δι' ὧν πιστὴ πόλις ἐχρημάτιζεν· ὥσπερ ἂν εἴ τις εἴποι, πιστῶν πόλις· ἀλλὰ καὶ πλήρης κρίσεως ἦν καὶ δικαιοσύνης, ὡς ἂν ἐναρέτων ψυχῶν οἰκητήριόν ποτε γενομένη· διὸ κεκοιμᾶσθαι ἐν αὐτῇ δικαιοσύνην, τουτἐστιν, ἐνοικῆσαι καὶ ἀναπεπαῦσθαι εἴρηται. Πάλαι γὰρ πλήρης τούτων ἐτύγχανε· τάχα που κατὰ τοὺς χρόνους Δαυΐδ, ὃς πρῶτος ἑλὼν τὴν πόλιν ἐκ χειρὸς ἀλλοφύλων, τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ τὴν σκηνὴν ἐν αὐτῇ κατεστήσατο, αὐτός τε αὐτὴν ᾤκησε βασίλειον ἀποδείξας ἑαυτοῦ, ὡς χρηματίσαι πόλιν Δαυΐδ. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἦν γὰρ τὸ ἀργύριον αὐτῶν ἀδόκιμον, ἐπειδὴ μετὰ τὸ ἐκπορνεῦσαι, καὶ φονευτὰς γενέσθαι, προσεποιοῦντο θεοσεβείας λόγον ἀπαγγέλλειν καὶ τὰς θείας Γραφὰς διερμηνεύειν καὶ δευτερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. Καὶ αὐτοὶ δὲ οἱ διδάσκαλοι αὐτῶν καπηλεύοντες τὴν διδασκαλίαν, κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες τὸν οἶνον ὕδατι, λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ ἐπιστυπτικὸν τῶν θεοπνεύστων Γραφῶν νοῦν διὰ τῆς μυθικῆς αὐτῶν καὶ ληρώδους δευτερώσεως. Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν. Ούτω καλούμενοι ὑπὸ τοῦ Σωτῆρος οὐχ ὑπήκουον · ἁπλῶς δὲ εἰπεῖν, Θεῷ ἀπειθοῦσιν, ἐκκλίνοντες ἀπ᾿ αὐτοῦ καὶ τοῖς διατεταγμένοις ὑπ' αὐτοῦ μὴ ἐμμένοντες, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, όρφανοῖς οὐ κρίνοντες, καὶ κρίσιν χηρῶν οὐ προσέχοντες. Τῷ οὖν προδότῃ Ἰούδα κλέπτοντι συνιόντες, τὴν ὀρθότητα τοῦ δικαίου δώροις ἐπίπρασκον. Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Δεσπότης Σαβαώθ, Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ᾽ οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω· καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾿ ἀρχῆς. Πυρώσω σε οὖν εἰς καθαρὸν, τουτέστιν, ἐπὶ τῷ καθᾶραι καὶ διακρῖναι τοὺς φαύλους ἀπὸ τῶν ἀστείων.
hymeis de ei tis hymin pros tēn tosautēn charin enestai logos, eis phaneron touton agete. Kai ean thelēte kai eisakousēte mou, ta agatha tēs gēs phagesthe; ean mē thelēte, mēde eisakousēte mou, machaira hymas katedetai; to gar stoma Kyriou elalēse tauta. Entautha de ho logos hōs pros Ioudaious dialegomenos, hoia nēpious autous dia tēs sōmatikēs epangelias peithesthai tois eirēmenois protrepei; pros de ton alēthē logon, gēs tēs psychēs nooumenēs kata tēn sōtērion parabolēn; ē ton epouranion legetai paradechesthai sporon, akolouthon estin agatha psychēs noein ētoi tas kat' aretēn prokopas kai teleiōseis, ē ta epēngelmena autę̄ en tę̄ tōn ouranōn basileią. Hothen pros men tēn lexin, autika tois logois epēkolouthei hē dia tōn ergōn ekbasis; parachrēma gar kai ouk eis makran hoi apeithēsantes, tę̄ tōn polemiōn machairą paredothēsan; epelthontōn autois Rhōmaiōn, kai polemou nomǭ pantas cheirōsamenōn; ei de kai diabolikē tis esti machaira, kai tautę̄ ekdotoi gegonasi, dia to apeithēsai tę̄ klēsei tēs tou Theou charitos. Pōs egeneto pornē polis pistē Siōn, plērēs kriseōs? en hę̄ dikaiosynē ekoimēthē en autę̄, nyn de phoneutai. Tina tōn prophētōn ouk apekteinan hoi pateres hymōn kai hymeis? Didaskei toinyn ho logos hōs palai men tēn polin ǭkēsan andres pistoi, di' hōn pistē polis echrēmatizen; hōsper an ei tis eipoi, pistōn polis; alla kai plērēs kriseōs ēn kai dikaiosynēs, hōs an enaretōn psychōn oikētērion pote genomenē; dio kekoimasthai en autę̄ dikaiosynēn, toutestin, enoikēsai kai anapepausthai eirētai. Palai gar plērēs toutōn etynchane; tacha pou kata tous chronous Dauïd, hos prōtos helōn tēn polin ek cheiros allophylōn, tēn kibōton tou Theou kai tēn skēnēn en autę̄ katestēsato, autos te autēn ǭkēse basileion apodeixas heautou, hōs chrēmatisai polin Dauïd. To argyrion hymōn adokimon; hoi kapēloi sou misgousi ton oinon hydati. Ēn gar to argyrion autōn adokimon, epeidē meta to ekporneusai, kai phoneutas genesthai, prosepoiounto theosebeias logon apangellein kai tas theias Graphas diermēneuein kai deuterōseis mythikas poieisthai tōn anagnōsmatōn. Kai autoi de hoi didaskaloi autōn kapēleuontes tēn didaskalian, kapēloi prosphyōs ōnomasthēsan mignyntes ton oinon hydati, logǭ exydarounti ton akraton kai epistyptikon tōn theopneustōn Graphōn noun dia tēs mythikēs autōn kai lērōdous deuterōseōs. Hoi archontes sou apeithousi, koinōnoi kleptōn. Outō kaloumenoi hypo tou Sōtēros ouch hypēkouon ; haplōs de eipein, Theǭ apeithousin, ekklinontes ap᾿ autou kai tois diatetagmenois hyp' autou mē emmenontes, agapōntes dōra, diōkontes antapodoma, orphanois ou krinontes, kai krisin chērōn ou prosechontes. Tǭ oun prodotę̄ Iouda kleptonti syniontes, tēn orthotēta tou dikaiou dōrois epipraskon. Dia touto tade legei Kyrios ho Despotēs Sabaōth, Ouai hoi ischyontes Israēl᾽ ou pausetai gar mou ho thymos en tois hypenantiois, kai krisin ek tōn echthrōn mou poiēsō; kai epaxō tēn cheira mou epi se, kai pyrōsō se eis katharon, tous de apeithountas apolesō, kai tous symboulous sou hōs to ap᾿ archēs. Pyrōsō se oun eis katharon, toutestin, epi tǭ katharai kai diakrinai tous phaulous apo tōn asteiōn.
and you, if you have any word to say against so great a grace, bring it into the open. “And if you are willing and listen to me, you shall eat the good things of the land; but if you are not willing and do not listen to me, a sword shall devour you; for the mouth of the Lord has spoken these things.” Here the Word, as addressing Jews, urges them like children to obey what has been said by means of a bodily promise. But according to the true sense, the land being understood as the soul, as in the saving parable in which it is said to receive the heavenly seed, it follows that we should understand the good things of the soul: either advances and perfections in virtue, or what is promised to it in the kingdom of heaven. So according to the letter, the outcome in deeds followed hard upon the words: for at once and not long after, those who disobeyed were handed over to the sword of their enemies, when the Romans came upon them and subdued them all by the law of war; and if there is also a diabolical sword, to this too they have been given up because they disobeyed the call of the grace of God. “How has the faithful city Zion, full of justice, become a harlot? Righteousness lodged in it, but now murderers.” “Which of the prophets did your fathers and you not kill?” The Word teaches, then, that of old faithful men lived in the city, through whom it was styled a faithful city, as if one were to say, a city of the faithful; and it was full of justice and righteousness, as having once been a dwelling of virtuous souls; therefore righteousness is said to have lodged in it, that is, to have dwelt and rested there. For of old it was full of these, perhaps in the times of David, who first took the city from the hand of the foreigners, established the ark of God and the tabernacle in it, and himself lived in it, making it his royal seat, so that it was called the city of David. “Your silver is counterfeit; your wine-dealers mix the wine with water.” For their silver was counterfeit, since after playing the harlot and becoming murderers they pretended to proclaim the word of piety and to interpret the divine Scriptures, and to make mythical deuteroseis of the readings. And their teachers themselves, peddling their teaching, were fittingly named wine-dealers, mixing the wine with water: by their speech they water down the unmixed and astringent sense of the God-inspired Scriptures through their mythical and trifling deuterosis. “Your rulers are disobedient, companions of thieves.” Called in this way by the Savior, they did not obey; and, to put it simply, they disobey God, turning aside from him and not abiding by what he ordained, “loving gifts, pursuing reward, not judging for orphans, and not attending to the cause of widows.” So, joining with Judas the traitor, who was a thief, they sold the uprightness of the just one for gifts. “Therefore thus says the Lord, the Master of Sabaoth: Woe to the mighty of Israel; for my wrath will not cease against my adversaries, and I will execute judgment on my enemies; and I will bring my hand upon you, and burn you to purity, and I will destroy the disobedient, … and your counselors as at the beginning.” “I will burn you to purity,” then, that is, so as to purify and separate the worthless from the good.
1.5PG 24:89–101
Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Καὶ πυρώσω εἰς καθαρὸν τὴν σκωρίαν σου·, κατὰ δὲ τὸν ᾿Ακύλαν· Καὶ πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου.» Ὥσπερ γὰρ οἱ καθαίροντες διὰ τοῦ πυρὸς χαλκὸν ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσι, καὶ οἱ τοὺς βότρυς τῆς ἀμπέλου ἐν ταῖς ληνοῖς πιέζοντες, τὸ γιγαρτῶδες, καὶ τὰ περισσὰ τῶν ἐκπατηθέντων βοτρύων ἀπορρίπτουσι, τὸν αὐτὸν τρόπον κἀγὼ, φησὶ, πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου. Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς. Τῇ μετὰ ταῦτα συστησομένῃ κοινῇ πόλει, ἣν τινα καὶ πόλιν δικαιοσύνης ὀνομάζει, καὶ μητρόπολιν πιστὴν Σιὼν, οὕτω προσειπὼν τὸ σύστημα τοῦ θεοφιλοῦς πολιτεύματος. Ὁ πάλαι μὲν συνετὸς παρὰ Ἰουδαίοις διεπεπτώκει· νῦν δὲ καθ' ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐγήγερται τεθεμελιωμένος ἐπὶ τὴν πέτραν. Αὐτοὶ δὲ τῆς καλῆς πόλεως οἱ προεστῶτες, κριταὶ, καὶ σύμβουλοι, οἱ ἀρχὴν μὲν ἀπὸ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν εἰλήφασιν· ἐκ δὲ τῆς ἐκείνων διαδοχῆς εἰσέτι καὶ νῦν, ὥσπερ ἐκ σπέρματος ἀγαθοῦ φύντες διαλάμπουσιν, πρόεδροι τῆς τοῦ Θεοῦ Ἐκκλησίας καθεστῶτες. Οἱ γὰρ σωτηρίας ἄξιοι παρὰ Θεῷ κριθέντες, μόνοι τεύξονται, φησὶ, τῆς ἐπαγγελίας, τῶν Ἰουδαίων μάτην φανταζομένων ἐπιστροφὴν ἔσεσθαι τοῦ παντὸς αὐτῶν ἔθνους. Αἰχμαλωσίας δὲ ἐλευθερίαν χρὴ νοεῖν, τὴν ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀληθῆ τοῦ Θεοῦ γνῶσιν μεταβολὴν τῶν ψυχῶν· ἣν καὶ ὁ Σωτήρ παρίστη, ὁπηνίκα ἐν τῇ συναγωγῇ λαβὼν τὴν βίβλον τοῦ Ἡσαΐου, τὴν τε περικοπὴν ἀναγνοὺς τὴν ἐκ προσώπου αὐτοῦ φήσασαν· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἴνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρύξαι αἰχμαλώτοις ἄφεσιν · · καὶ πτύξας τὴν βίβλον, εἶπε· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν· · διδάσκων δὴ, ὡς αὐτὸς εἴη ὁ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν. Καὶ συντριβήσονται οἱ ἄνομοι, και οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. ᾿Αλλ᾽ ἐκποδὼν γίνεσθαι τοὺς τῆς πονηρίας διδασκάλους. Τίνες δὲ ἦσαν οὗτοι, ἐδίδαξεν ὁ λόγος διὰ τῶν ἔμπροσθεν, εἰπών· Οὐαὶ ἔθνος ἁμαρτωλόν· λαὸς πλήρης ἀνομίας. Διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν.» Πλὴν ἐπὶ τοῖς αἱσχροῖς αἰσχύνη ἐκ συναισθήσεως αὐτοῖς ἐγγενομένη, τῆς ἀναισχύντου καὶ ἀναιδοῦς προαιρέσεως μεταβολὴν αὐτοῖς ἔμελλεν ἐμποιήσειν. «Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων·, οἱ πάλαι ὄντες ἀμπελὼν Κυρίου Σαβαώθ, καὶ ἐλαία εὔσκιος. Εἰ γοῦν τις θεάσαιτο τὰς παρ' αὐτοῖς τῶν θείων Γραφῶν ἐπαγγελίας, νομικῶν τε καὶ προφητικῶν Γραφῶν ἀναγνώσεις, βίβλων τε ἱστορικῶν καὶ στιχηρῶν λόγον, ὑμνῳδίας τε τρόπους, καὶ ψαλμῳδίας· ὄψεται παράδεισον ἀληθῶς, καὶ λειμῶνα παντοίων ἀγαθῶν. Εἰ δὲ ζητήσειε παρ' αὐτοῖς τὸν ἔμψυχον καὶ γόνιμον καὶ ζῶντα Λόγον, οὗ ὁ πίνων πηγὴν ἕξει ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον · οὐκ ἂν εὕροι. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες ·
Dio kata ton Symmachon eirētai; Kai pyrōsō eis katharon tēn skōrian sou;, kata de ton ᾿Akylan; Kai pyrōsō eis katharon to gigartōdes sou.» Hōsper gar hoi kathairontes dia tou pyros chalkon ē sidēron, tēn skōrian apoballousi, kai hoi tous botrys tēs ampelou en tais lēnois piezontes, to gigartōdes, kai ta perissa tōn ekpatēthentōn botryōn aporriptousi, ton auton tropon kagō, phēsi, pyrōsō eis katharon to gigartōdes sou. Kai meta tauta klēthēsę̄ polis dikaiosynēs, mētropolis pistē Siōn; meta gar krimatos sōthēsetai hē aichmalōsia autēs. Tę̄ meta tauta systēsomenę̄ koinę̄ polei, hēn tina kai polin dikaiosynēs onomazei, kai mētropolin pistēn Siōn, houtō proseipōn to systēma tou theophilous politeumatos. Ho palai men synetos para Ioudaiois diepeptōkei; nyn de kath' holēs tēs oikoumenēs dia tēs tou Christou Ekklēsias egēgertai tethemeliōmenos epi tēn petran. Autoi de tēs kalēs poleōs hoi proestōtes, kritai, kai symbouloi, hoi archēn men apo tōn apostolōn kai mathētōn tou Sōtēros hēmōn eilēphasin; ek de tēs ekeinōn diadochēs eiseti kai nyn, hōsper ek spermatos agathou phyntes dialampousin, proedroi tēs tou Theou Ekklēsias kathestōtes. Hoi gar sōtērias axioi para Theǭ krithentes, monoi teuxontai, phēsi, tēs epangelias, tōn Ioudaiōn matēn phantazomenōn epistrophēn esesthai tou pantos autōn ethnous. Aichmalōsias de eleutherian chrē noein, tēn apo tēs planēs epi tēn alēthē tou Theou gnōsin metabolēn tōn psychōn; hēn kai ho Sōtēr paristē, hopēnika en tę̄ synagōgę̄ labōn tēn biblon tou Hēsaïou, tēn te perikopēn anagnous tēn ek prosōpou autou phēsasan; Pneuma Kyriou ep' eme, hou eineken echrise me, euangelisasthai ptōchois apestalke me; kēryxai aichmalōtois aphesin ; ; kai ptyxas tēn biblon, eipe; Sēmeron hē Graphē hautē peplērōtai en tois ōsin hymōn; ; didaskōn dē, hōs autos eiē ho lytrōtēs tōn anthrōpinōn psychōn. Kai syntribēsontai hoi anomoi, kai hoi hamartōloi hama, kai hoi enkatalipontes ton Kyrion syntelesthēsontai. ᾿All᾽ ekpodōn ginesthai tous tēs ponērias didaskalous. Tines de ēsan houtoi, edidaxen ho logos dia tōn emprosthen, eipōn; Ouai ethnos hamartōlon; laos plērēs anomias. Dioti kataischynthēsontai epi tois eidōlois autōn, ha autoi ēboulonto, kai epaischynthēsontai epi tois kēpois autōn, ha epethymēsan.» Plēn epi tois haischrois aischynē ek synaisthēseōs autois engenomenē, tēs anaischyntou kai anaidous proaireseōs metabolēn autois emellen empoiēsein. «Esontai gar hōs terebinthos apobeblēkuia ta phylla, kai hōs paradeisos hydōr mē echōn;, hoi palai ontes ampelōn Kyriou Sabaōth, kai elaia euskios. Ei goun tis theasaito tas par' autois tōn theiōn Graphōn epangelias, nomikōn te kai prophētikōn Graphōn anagnōseis, biblōn te historikōn kai stichērōn logon, hymnǭdias te tropous, kai psalmǭdias; opsetai paradeison alēthōs, kai leimōna pantoiōn agathōn. Ei de zētēseie par' autois ton empsychon kai gonimon kai zōnta Logon, hou ho pinōn pēgēn hexei hydatos zōntos allomenou eis zōēn aiōnion ; ouk an heuroi. Kai estai hē ischys autōn hōs kalamē styppeiou, kai hai ergasiai autōn hōs spinthēres ;
So according to Symmachus it is said, “And I will burn your dross to purity,” and according to Aquila, “And I will burn your grape-skins to purity.” For as those who purify bronze or iron by fire throw away the dross, and those who press the grapes of the vine in the winepresses throw away the skins and the leftovers of the trodden clusters, in the same way I too, he says, will burn your grape-skins to purity. “And after these things you shall be called a city of righteousness, the faithful mother-city Zion; for with judgment her captivity shall be saved.” He speaks to the common city that will be established afterwards, which he names a city of righteousness and the faithful mother-city Zion, so addressing the community of the God-loving commonwealth. This, which of old stood among the Jews, had fallen into ruin, but now has been raised up throughout the whole world through the church of Christ, founded upon the rock. And the leaders of the fair city, its judges and counselors, are those who took their beginning from the apostles and disciples of our Savior, and from their succession even now, sprung as from good seed, shine forth, established as presiders of the church of God. For those judged worthy of salvation by God, he says, alone will obtain the promise, while the Jews vainly imagine that there will be a return of their whole nation. By freedom from captivity we must understand the change of souls from error to the true knowledge of God; which the Savior also showed when, in the synagogue, he took the book of Isaiah and read the passage that speaks in his person: “The Spirit of the Lord is upon me, because he anointed me; he has sent me to preach good news to the poor, to proclaim release to captives,” and, folding the book, said: “Today this Scripture has been fulfilled in your ears,” teaching that he himself was the redeemer of human souls. “And the lawless and the sinners shall be crushed together, and those who have forsaken the Lord shall be brought to an end.” That is, the teachers of wickedness are to be removed. Who these were the Word taught earlier, saying: “Woe, sinful nation, a people full of lawlessness.” “For they shall be ashamed of their idols, which they themselves desired, and they shall be put to shame for their gardens, which they longed for.” Yet the shame for their shameful deeds, arising in them from awareness, was to produce in them a change from their shameless and impudent disposition. “For they shall be like a terebinth that has shed its leaves, and like a garden that has no water”: they who of old were the vineyard of the Lord of Sabaoth and a shady olive tree. Indeed, if one looked at the promises of the divine Scriptures among them, the readings of the law and the prophets, the text of the historical books and of the books in verse, the modes of hymnody and psalmody, he would see a true garden and a meadow of good things of every kind. But if he sought among them the living, fruitful and life-giving Word, from whom whoever drinks will have a spring of living water welling up to eternal life, he would not find him. “And their strength shall be like a stalk of tow, and their works like sparks;
1.6PG 24:89–101
καὶ κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα· καὶ οὐκ ἔσται ὁ σβέσων. Οὐ σίτου, οὐδέ τινος ἑτέρου τῶν ἀναγκαίων καλάμη, διὰ τὸ ἀφῃρῆσθαι ἀπ᾿ αὐτῶν ἰσχύοντα καὶ ἰσχύουσαν, καὶ ἰσχὺν ἄρτου, καὶ τὰ ἑξῆς. Διὸ οὐδὲ δύνανται λέγειν τοῖς Χριστοῦ μαθηταῖς ὁμοίως · Πάντα ἰσχύομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Θεῷ· · καὶ, «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία; καὶ τὰ ἑξῆς. Οὕτω δὲ γέγονεν αὐτῶν ἡ ἰσχὺς ὡς καλάμη στυππείου, ὡς μὴ μόνον ἀπολέσαι τὴν ἐλευθερίαν, ἐν ᾗ πρότερον ἐκόμων, αὐτονομίᾳ καὶ βασιλείᾳ οἰκείᾳ χρώμενοι, ἀλλὰ καὶ τοῖς τυχοῦσι Ῥωμαίων στρατιώταις ἀνδράσι δουλεύειν. Καὶ αὐτῶν γὰρ αἱ ἐργασίαι πυρὶ αἴτιαι, ἄτε οὐ χρυσὸν οὐδὲ ἄργυρον οὐδὲ λίθους τιμίους, ξύλον δὲ μόνον καὶ καλάμην οἰκοδομούντων. Ὁρᾶς ὅπως πυρπόλησιν καὶ ἐμπρησμὸν ἀπειλεῖ αὐτοῖς ὁ λόγος · καὶ τοῦτο τέλος τῆς παρούσης κατ᾿ αὐτῶν προφητείας· ὃ δὴ καὶ παραχρῆμα πρὸς λέξιν ἀπέβη, καὶ οὐκ εἰς μακρὰν μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν πυρποληθείσης αὐτοῖς τῆς μητροπόλεως, τῶν τε ἐν αὐτῇ ἀσεβῶν ἐκ τῶν οἰκείων σπινθήρων τὸ ἄσβεστον πῦρ τὸ αἰώνιον, καὶ τὴν ἐκ Θεοῦ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῖς ταμιευσαμένων.
kai katakauthēsontai hoi anomoi, kai hoi hamartōloi hama; kai ouk estai ho sbesōn. Ou sitou, oude tinos heterou tōn anankaiōn kalamē, dia to aphę̄rēsthai ap᾿ autōn ischyonta kai ischyousan, kai ischyn artou, kai ta hexēs. Dio oude dynantai legein tois Christou mathētais homoiōs ; Panta ischyomen en tǭ endynamounti hēmas Theǭ; ; kai, «Tis hēmas chōrisei apo tēs agapēs tou Christou? thlipsis ē stenochōria? kai ta hexēs. Houtō de gegonen autōn hē ischys hōs kalamē styppeiou, hōs mē monon apolesai tēn eleutherian, en hę̄ proteron ekomōn, autonomią kai basileią oikeią chrōmenoi, alla kai tois tychousi Rhōmaiōn stratiōtais andrasi douleuein. Kai autōn gar hai ergasiai pyri aitiai, ate ou chryson oude argyron oude lithous timious, xylon de monon kai kalamēn oikodomountōn. Horas hopōs pyrpolēsin kai emprēsmon apeilei autois ho logos ; kai touto telos tēs parousēs kat᾿ autōn prophēteias; ho dē kai parachrēma pros lexin apebē, kai ouk eis makran meta tēn kata tou Sōtēros hēmōn tolman pyrpolētheisēs autois tēs mētropoleōs, tōn te en autę̄ asebōn ek tōn oikeiōn spinthērōn to asbeston pyr to aiōnion, kai tēn ek Theou orgēn en hēmerą orgēs autois tamieusamenōn.
and the lawless and the sinners shall be burned up together, and there shall be none to quench them.” Not a stalk of wheat, nor of any other necessary crop, because there has been taken away from them “the strong man and the strong woman, and the strength of bread,” and what follows. Therefore they cannot say, as the disciples of Christ do, “We can do all things in God who strengthens us,” and “Who shall separate us from the love of Christ? Shall tribulation or distress?” and what follows. Their strength became like a stalk of tow to such a degree that they not only lost the freedom in which they formerly prided themselves, enjoying self-government and a kingdom of their own, but even became slaves to any chance Roman soldiers. For their works too are causes of fire, since they build not with gold or silver or precious stones but only with wood and straw. You see how the Word threatens them with burning and conflagration; and this is the end of the present prophecy against them, which in fact came to pass at once according to the letter, not long after their outrage against our Savior, when their mother-city was burned, and the impious in it, out of their own sparks, stored up for themselves the eternal, unquenchable fire and the wrath of God in the day of wrath.
Chapter 2
2.1PG 24:101–105
Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ· ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾿ ἄκρων τῶν ὁρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἤξουσιν ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐξελέγξει λαὸν πολὺν αὐτός. Αὐτὸς δὲ καὶ διέκρινεν ἀνὰ μέσον τῶν ἐθνῶν, ἀφορίσας ἑαυτῷ τοὺς ἀξίους, καὶ ἐκλεξάμενος τοὺς κλητοὺς ἀπὸ τῶν μὴ τοιούτων. Οὕτως οὖν ἀνὰ μέσον τῶν ἐθνῶν διακρίνας ὁ εὐαγγελικὸς νόμος, λαὸν πολὺν ἤλεγξεν, ἤτοι τοὺς εἰς αὐτὸν πεπιστευκότας ἀπελέγξας τὴν ἐν αὐτοῖς προτέραν πλάνην, ἢ τοὺς μὴ εἰς αὐτὸν πεπιστευκότας ἐλέγξας παρὰ τὴν αὐτῶν αἰτίαν ἀπολλυμένους. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ μὴ ἄρῃ ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Οὐκέτι γὰρ διδάσκονται τὰ πολεμικὰ, ἃ δὴ πρότερον ὡς ἀναγκαῖα ἐκ παίδων κατ᾿ ἀγροὺς καὶ κατὰ πόλεις ἡσκοῦντο διὰ τὸν ἀπὸ τῶν πλησιοχώρων πολεμίων φόβον· ἀλλὰ καὶ οἱ καταδεξάμενοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, πάσης πολεμικῆς προαιρέσεως ἀπαλλαγέντες, ἐν εἰρήνῃ λοιπὸν διάγουσιν · ὡς μηκέτι ὑπὸ τῶν ἀντικειμένων δυνάμεων πολεμεῖσθαι, μηδὲ ὑποχειρίους εἶναι τῶν πάλαι κρατούντων αὐτῶν δαιμόνων. Οἷς καὶ ὁ Σωτὴρ αὐτὸς τὴν ἑαυτοῦ προξενῶν εἰρήνην φησί· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε, πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου. Ακολούθως τοίνυν ὁ προφήτης, διεξελθὼν τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν χυθεῖσαν εἰς πάντας ἀνθρώπους εἰρήνην, τὴν εἰς τοὺς οἰκείους ἐνδείκνυται φιλοστοργίαν, παρακαλῶν τὸν λαὸν αὐτοῦ, ὑποδέξασθαι τὴν πᾶσι τοῖς ἔθνεσι δωρηθεῖσαν τοῦ Χριστοῦ χάριν, καὶ τὸ φῶς τὸ εὐαγγελικόν. Συγκαταλέγει δὲ ἐκείνοις καὶ ἑαυτὸν, εἰς προτροπὴν καὶ παρόρμησιν τοῦ λαοῦ, παραινετικῶς παρακαλῶν τοῦ φωτὸς Κυρίου μεταλαγχάνειν· φῶς Κυρίου ὀνομάζων τὸν ἐκ Σιὼν προελθόντα νόμον τῆς Καινῆς Διαθήκης, καὶ τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. ᾿Ανῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήσθη ὡς τὸ ἀπ᾿ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. Διὰ τἱ δὲ αὐτὸν ἀνῆκεν, ὥσπερ ἀπολογούμενος ὑπὲρ τοῦ Θεοῦ, τὰς αἰτίας τίθησιν ἑξῆς ἐπιφέρων· «Ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν ὡς τὸ ἀπ᾿ ἀρχῆς κληδονισμῶν,· καὶ τὰ ἑξῆς· δι' ὧν παρίστησιν, ὅτι μὴ ἀλόγως αὐτοὺς ἀνῆκεν. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν·
Ho logos ho genomenos para Kyriou pros Ēsaïan huion Amōs peri tēs Ioudaias kai peri Hierousalēm; hoti estai en tais eschatais hēmerais emphanes to oros tou Kyriou, kai ho oikos tou Theou ep᾿ akrōn tōn horeōn, kai hypsōthēsetai hyperanō tōn bounōn, kai ēxousin ep᾿ auto panta ta ethnē Kai poreusontai ethnē polla, kai erousi; Deute, kai anabōmen eis to oros Kyriou, kai eis ton oikon tou Theou Iakōb; kai anangelei hēmin tēn hodon autou, kai poreusometha en autę̄. Ek gar Siōn exeleusetai nomos, kai logos Kyriou ex Hierousalēm. Kai krinei ana meson tōn ethnōn, kai exelenxei laon polyn autos. Autos de kai diekrinen ana meson tōn ethnōn, aphorisas heautǭ tous axious, kai eklexamenos tous klētous apo tōn mē toioutōn. Houtōs oun ana meson tōn ethnōn diakrinas ho euangelikos nomos, laon polyn ēlenxen, ētoi tous eis auton pepisteukotas apelenxas tēn en autois proteran planēn, ē tous mē eis auton pepisteukotas elenxas para tēn autōn aitian apollymenous. Kai synkopsousi tas machairas autōn eis arotra, kai tas zibynas autōn eis drepana; kai ou mē arę̄ ethnos ep᾿ ethnos machairan, kai ou mē mathōsin eti polemein. Ouketi gar didaskontai ta polemika, ha dē proteron hōs anankaia ek paidōn kat᾿ agrous kai kata poleis hēskounto dia ton apo tōn plēsiochōrōn polemiōn phobon; alla kai hoi katadexamenoi ton Kyrion hēmōn Iēsoun Christon, pasēs polemikēs proaireseōs apallagentes, en eirēnę̄ loipon diagousin ; hōs mēketi hypo tōn antikeimenōn dynameōn polemeisthai, mēde hypocheirious einai tōn palai kratountōn autōn daimonōn. Hois kai ho Sōtēr autos tēn heautou proxenōn eirēnēn phēsi; Eirēnēn tēn emēn didōmi hymin. Kai nyn, ho oikos tou Iakōb, deute, poreuthōmen en tǭ phōti Kyriou. Akolouthōs toinyn ho prophētēs, diexelthōn tōn ethnōn tēn klēsin, kai tēn chytheisan eis pantas anthrōpous eirēnēn, tēn eis tous oikeious endeiknytai philostorgian, parakalōn ton laon autou, hypodexasthai tēn pasi tois ethnesi dōrētheisan tou Christou charin, kai to phōs to euangelikon. Synkatalegei de ekeinois kai heauton, eis protropēn kai parormēsin tou laou, parainetikōs parakalōn tou phōtos Kyriou metalanchanein; phōs Kyriou onomazōn ton ek Siōn proelthonta nomon tēs Kainēs Diathēkēs, kai ton sōtērion kai euangelikon logon. ᾿Anēke gar ton laon autou, ton oikon Israēl, hoti eplēsthē hōs to ap᾿ archēs hē chōra autōn klēdonismōn, hōs hē tōn allophylōn, kai tekna polla allophyla egenēthē autois. Dia ti de auton anēken, hōsper apologoumenos hyper tou Theou, tas aitias tithēsin hexēs epipherōn; «Hoti eneplēsthē hē chōra autōn hōs to ap᾿ archēs klēdonismōn,; kai ta hexēs; di' hōn paristēsin, hoti mē alogōs autous anēken. Eneplēsthē gar hē chōra autōn argyriou kai chrysiou, kai ouk ēn arithmos tōn thēsaurōn autōn; kai eneplēsthē hē gē hippōn, kai ouk ēn arithmos tōn harmatōn autōn; kai eneplēsthē hē gē bdelygmatōn tōn ergōn tōn cheirōn autōn, kai prosekynēsan hois epoiēsan hoi daktyloi autōn;
“The word that came from the Lord to Isaiah son of Amoz concerning Judea and concerning Jerusalem: that in the last days the mountain of the Lord shall be manifest, and the house of God on the tops of the mountains, and it shall be exalted above the hills, and all the nations shall come to it. And many nations shall go and say: Come, and let us go up to the mountain of the Lord and to the house of the God of Jacob; and he will declare to us his way, and we will walk in it. For out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem. And he shall judge between the nations, and he shall convict many people.” And he did indeed distinguish between the nations, separating to himself those who were worthy and choosing the called from those who were not such. So the law of the gospel, having distinguished between the nations, convicted many people: either by convicting those who believed in it of their former error, or by convicting those who did not believe in it of perishing through their own fault. “And they shall beat their swords into plowshares and their spears into sickles; and nation shall not lift up sword against nation, and they shall no longer learn to make war.” For they are no longer taught the arts of war, which formerly they practised from childhood in the country and in the cities as a necessity, out of fear of the enemies on their borders; but those who have received our Lord Jesus Christ, freed from every warlike purpose, now live in peace, so that they are no longer warred upon by the opposing powers, nor are they subject to the demons who once ruled them. To them the Savior himself, bestowing his own peace, says: “My peace I give you.” “And now, house of Jacob, come, let us walk in the light of the Lord.” Consistently, then, the prophet, having gone through the calling of the nations and the peace poured out on all people, shows his affection for his own, exhorting his people to receive the grace of Christ given to all the nations, and the light of the gospel. He counts himself among them, to urge and spur on the people, exhorting them to share in the light of the Lord; and he calls “the light of the Lord” the law of the New Covenant that went forth from Zion, and the saving word of the gospel. “For he has let go his people, the house of Israel, because their land was filled, as at the beginning, with divinations, like that of the foreigners, and many foreign children were born to them.” Why he let them go he explains next, as if pleading God’s case, setting out the reasons: “Because their land was filled, as at the beginning, with divinations,” and what follows; by which he shows that it was not without reason that he let them go. “For their land was filled with silver and gold, and there was no number of their treasures; and the land was filled with horses, and there was no number of their chariots; and the land was filled with the abominations of the works of their hands, and they worshipped what their fingers had made;
2.2PG 24:101–105
καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ. Τίνων αὐτῶν, ἢ τῶν ἀλλοφύλων οἰκητόρων οἱ καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν; Ταῦτα πάντα σημαντικὰ τυγχάνει ἀλλοφύλων ἐθνῶν, μελλόντων οἰκεῖν αὐτὴν τε τὴν Ἱερουσαλήμ καὶ τὴν Ἰουδαίαν χώραν. "Α δὴ ἐπληροῦτο μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, καὶ μετὰ τὸν λόγον τὸν φωτίσαντα πάντα τὰ ἔθνη · ἐπειδὴ μὴ ὑπήκουσαν τοῦ κεκληκότος αὐτοὺς προφήτου· Δεῦτε καὶ πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου.» Καὶ οὐ μὴ ἀνήσω αὐτοὺς, καὶ συνεισέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος ᾿ αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται· ὅπερ ἡγοῦμαι περὶ τῆς ἡμέρας τῆς κρίσεως λέγεσθαι· διὸ οὐ περὶ μόνων Ἰουδαίων ὁ λόγος τὰ παρόντα θεσπίζει, καθολικῶς δὲ περὶ πάντων τῶν τοιῶνδε ἀνθρώπων. Προαναφωνεῖ τοίνυν καθαίρεσιν ἔσεσθαι τῆς ἐν ἀνθρώποις εἰδωλολατρείας · μόνον δὲ παρὰ τοῖς πᾶσιν ἀνθρώποις ὑψοῦσθαι τὸν Κύριον, παντὸς ὑψώματος ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ταπεινουμένου. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν, καὶ ἐπὶ πᾶν ὑψηλὸν ὄρος, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν, καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους· καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται ὕβρις τῶν ἀνθρώπων. · Ἐπιβαλῶ ἐπ᾿ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτοὺς. Τάχα δὲ καὶ κατὰ τὴν προσδοκωμένην τοῦ Κυρίου ἡμέραν τῆς κρίσεως, τὴν τῶν τοιούτων πάντων ἀπώλειαν ἔσεσθαι προφητεύει· ὧδέ πως αἰνιξάμενος ἐπικεκαλυμμένως τοὺς κρατοῦντας τοῦ αἰῶνος τούτου, καὶ τὰ ὕψη, καὶ τὰ ἀξιώματα, τὰς τε ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς ἐν τῷ βίῳ κοσμοκράτορας τοὺς τὸν Θεὸν μὴ ἐπεγνωκότας. Καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. ᾿Ἀλλὰ καὶ οἱ ἀσεβεῖς, τῆς τοῦ Κυρίου ἐπιστάσης ἡμέρας, τὰς δόξας αὐτῶν, ἃς εἶχον πρότερον ἐν τῇ ψυχῇ περὶ τῆς πολυθέου πλάνης, κατακρύψουσιν ἐν ταῖς διεῤῥωγυίαις αὐτῶν διανοίαις, ἐκβαλοῦσί τε καὶ ἀποῤῥίψουσι τοῦ ἑαυτῶν λογισμοῦ πᾶσαν τὴν ψευδῆ περὶ τῶν εἰδώλων ὑπόληψιν. Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησε προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Εἰδωλολατρούσης τῆς Ἱερουσαλήμ, μᾶλλον δὲ ἁπάσης πεπυρωμένης τῆς Ἰουδαίας, κατεχεῖτο τρόπον τινὰ τῆς Ἰουδαίας ὁ Βαβυλωνίων πόλεμος· οἱ, πᾶσαν καταδηώσαντες, ἀπεκτόνασι μὲν τοὺς κατειλημμένους· γύναια δὲ καὶ παῖδας ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν γῆν. Πλὴν τῆς ἐφόδου προαπηγγελμένης καὶ μελλούσης ἔσεσθαι, τοσοῦτον τοῖς Ἰουδαίοις γέγονε δεῖμα, καὶ ἀγωνίας εἰς τοῦτο πεπτώκασιν, ὡς ἐν σπηλαίοις καὶ ταῖς τῶν ἐρῶν ῥωγμαῖς κατακρύπτεσθαι, καὶ τόπους ἀβάτους καταλαμβάνειν, ἀπάσης αὐτῶν ἀτονούσης χειρὸς πρὸς τὴν τῶν ἐπιόντων ἀντίστασιν.
kai ekypsen anthrōpos, kai etapeinōthē anēr. Tinōn autōn, ē tōn allophylōn oikētorōn hoi kai prosekynēsan hois epoiēsan hoi daktyloi autōn? Tauta panta sēmantika tynchanei allophylōn ethnōn, mellontōn oikein autēn te tēn Hierousalēm kai tēn Ioudaian chōran. "A dē eplērouto meta tēn tou Sōtēros hēmōn parousian, kai meta ton logon ton phōtisanta panta ta ethnē ; epeidē mē hypēkousan tou keklēkotos autous prophētou; Deute kai poreuthōmen en tǭ phōti Kyriou.» Kai ou mē anēsō autous, kai syneiselthete eis tas petras, kai kryptesthe eis tēn gēn apo prosōpou tou phobou Kyriou, kai apo tēs doxēs tēs ischyos ᾿ autou, hotan anastę̄ thrausai tēn gēn. Hoi gar ophthalmoi Kyriou hypsēloi, ho de anthrōpos tapeinos. Kai tapeinōthēsetai to hypsos tōn anthrōpōn, kai hypsōthēsetai Kyrios monos en tę̄ hēmerą ekeinę̄; hēmera gar Kyriou Sabaōth epi panta hybristēn kai hyperēphanon, kai epi panta hypsēlon kai meteōron, kai tapeinōthēsontai; hoper hēgoumai peri tēs hēmeras tēs kriseōs legesthai; dio ou peri monōn Ioudaiōn ho logos ta paronta thespizei, katholikōs de peri pantōn tōn toiōnde anthrōpōn. Proanaphōnei toinyn kathairesin esesthai tēs en anthrōpois eidōlolatreias ; monon de para tois pasin anthrōpois hypsousthai ton Kyrion, pantos hypsōmatos epairomenou kata tēs gnōseōs tou Theou, tapeinoumenou. Kai epi pasan kedron tou Libanou tōn hypsēlōn kai meteōrōn, kai epi pan dendron balanou Basan, kai epi pan hypsēlon oros, kai epi panta bounon hypsēlon, kai epi panta pyrgon hypsēlon, kai epi pan teichos hypsēlon, kai epi pan ploion thalassēs, kai epi pasan thean ploiōn kallous; kai tapeinōthēsetai pas anthrōpos, kai peseitai hybris tōn anthrōpōn. ; Epibalō ep᾿ autous to diktyon mou, kathōs ta peteina tou ouranou kataxō autous. Tacha de kai kata tēn prosdokōmenēn tou Kyriou hēmeran tēs kriseōs, tēn tōn toioutōn pantōn apōleian esesthai prophēteuei; hōde pōs ainixamenos epikekalymmenōs tous kratountas tou aiōnos toutou, kai ta hypsē, kai ta axiōmata, tas te archas kai tas exousias, kai tous en tǭ biǭ kosmokratoras tous ton Theon mē epegnōkotas. Kai hypsōthēsetai Kyrios monos en tę̄ hēmerą ekeinę̄, kai ta cheiropoiēta panta katakrypsousin, eisenenkantes eis ta spēlaia kai eis tas schismas tōn petrōn, kai eis tas trōglas tēs gēs, apo prosōpou tou phobou Kyriou, kai apo tēs doxēs tēs ischyos autou, hotan anastę̄ thrausai tēn gēn. ᾿Alla kai hoi asebeis, tēs tou Kyriou epistasēs hēmeras, tas doxas autōn, has eichon proteron en tę̄ psychę̄ peri tēs polytheou planēs, katakrypsousin en tais dierrhōguiais autōn dianoiais, ekbalousi te kai aporrhipsousi tou heautōn logismou pasan tēn pseudē peri tōn eidōlōn hypolēpsin. Tę̄ gar hēmerą ekeinę̄ ekbalei anthrōpos ta bdelygmata autou ta argyra kai ta chrysa, ha epoiēse proskynein tois mataiois kai tais nykterisi, tou eiselthein eis tas trōglas tēs stereas petras kai tas schismas tōn petrōn apo prosōpou tou phobou Kyriou kai apo tēs doxēs tēs ischyos autou, hotan anastę̄ thrausai tēn gēn. Eidōlolatrousēs tēs Hierousalēm, mallon de hapasēs pepyrōmenēs tēs Ioudaias, katecheito tropon tina tēs Ioudaias ho Babylōniōn polemos; hoi, pasan katadēōsantes, apektonasi men tous kateilēmmenous; gynaia de kai paidas apekomisan eis tēn heautōn gēn. Plēn tēs ephodou proapēngelmenēs kai mellousēs esesthai, tosouton tois Ioudaiois gegone deima, kai agōnias eis touto peptōkasin, hōs en spēlaiois kai tais tōn erōn rhōgmais katakryptesthai, kai topous abatous katalambanein, apasēs autōn atonousēs cheiros pros tēn tōn epiontōn antistasin.
and man bowed down, and the man was humbled.” Of whom? Who else but the foreign inhabitants, who also worshipped what their fingers had made? All these things are signs of foreign nations who were to inhabit both Jerusalem itself and the land of Judea. These things were fulfilled after the coming of our Savior and after the word that enlightened all the nations, since they did not obey the prophet who called them: “Come, and let us walk in the light of the Lord.” “And I will not let them go; and enter together into the rocks and hide in the earth from the face of the fear of the Lord and from the glory of his strength, when he rises to shatter the earth. For the eyes of the Lord are lofty, but man is lowly. And the loftiness of men shall be humbled, and the Lord alone shall be exalted in that day; for the day of the Lord of Sabaoth is upon everyone insolent and proud, and upon everyone lofty and high, and they shall be humbled.” This I take to be said of the day of judgment; therefore the Word does not prophesy these things of the Jews alone, but universally of all people of this kind. He foretells, then, that the idolatry among humankind will be pulled down, and that the Lord alone will be exalted among all people, while every height raised up against the knowledge of God is humbled. “And upon every cedar of Lebanon, of the lofty and high, and upon every oak tree of Bashan, and upon every high mountain, and upon every high hill, and upon every high tower, and upon every high wall, and upon every ship of the sea, and upon every sight of beautiful ships; and every man shall be humbled, and the insolence of men shall fall.” “I will throw my net over them; like the birds of the sky I will bring them down.” Perhaps he also prophesies that at the expected day of the Lord, the day of judgment, all such things will be destroyed, hinting in this way, veiledly, at the rulers of this age, the heights and dignities, the principalities and powers, and the world-rulers in this life who have not known God. “And the Lord alone shall be exalted in that day, and they shall hide all the things made by hand, bringing them into the caves and into the clefts of the rocks and into the holes of the earth, from the face of the fear of the Lord and from the glory of his strength, when he rises to shatter the earth.” Moreover, the impious too, when the day of the Lord comes, will hide away in their broken minds the opinions they formerly held in their souls about the error of many gods, and will cast out and throw away from their reasoning every false notion about the idols. “For in that day a man shall cast out his abominations of silver and gold, which he made to worship, to the vain things and to the bats, so as to enter into the holes of the solid rock and the clefts of the rocks, from the face of the fear of the Lord and from the glory of his strength, when he rises to shatter the earth.” When Jerusalem was practising idolatry, or rather when all Judea was on fire, the war of the Babylonians in some way poured over Judea; they laid it all waste, killed those they caught, and carried off the women and children to their own land. But when the invasion had been foretold and was about to come, such terror came upon the Jews, and they fell into such anguish, that they hid in caves and in the clefts of the mountains and took to trackless places, every hand of theirs being too weak to resist the invaders.
Chapter 3
3.1PG 24:107–113
Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαώθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλήμ, ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα ἄνθρωπον, πολεμιστὴν καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον. Τοῦτο δὲ συμβήσεται αὐτοῖς, οὔτε δι᾽ εἰδωλολατρείαν, οὔτε δι᾿ ἑτέρας πράξεις τινάς· διὰ μόνην δὲ βουλὴν ἄθεον ἀληθῶς, καὶ ἀσεβῆ, καὶ πονηρὰν, τὴν κατὰ τοῦ Κυρίου. Θέα γοῦν ὅπως μετὰ πάσας τὰς κατ' αὐτῶν ἀπειλὰς ἐπάγει λέγων· Τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀπήγγειλαν καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες, ὅτι Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Τὸ σθαι ἀπ᾿ αὐτῶν ὁ λόγος ἀπειλεῖ. γὰρ αἴτιον τῶν ἀπειλουμένων ἁπάντων τοῦτο ἦν. Καὶ ἐκ τούτων δὲ ἀναμφιλέκτως οἶμαι συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι. ᾿Αθρόως οὖν ἐξέλιπε καὶ ἀφῃρέθη κατὰ τὴν προφητείαν, ἀπὸ τε τῆς Ἱερουσαλήμ καὶ ἀπὸ τῆς Ἰουδαίας, ὁμοῦ τὰ πάντα, οὐκ ἄλλοτε ἢ κατὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλήν. Καὶ πρῶτον ἀφῃρέθησαν ἰσχύοντα καὶ ἰσχύουσαν· ἢ κατὰ τὸν Ἀκύλαν, ἔρεισμα καὶ ἐρεισμόν· · ἢ κατὰ τὸν Σύμμαχον, στήριγμα καὶ στηριγμόν. Ὅπερ νοήσεις κατὰ τὸν ἀποστολικὸν λόγον, ὃς τοὺς βίῳ τῷ κατὰ Θεὸν ἐμπρέποντας στύλους τε καὶ ἑδραίωμα ὠνόμασε. Πάντως δέ που καὶ παρὰ τῷ προτέρῳ λαῷ ἡσάν τινες ὥσπερ ἑδραιώματα τοῦ παντὸς αὐτῶν ἔθνους, οὓς ἀρθήσεἸσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Νοητῶς δὲ ἐκλαμβανόμενος ταῦτα, ὅρα, ὅτι οὐκ ἄρτον, οὔτε, ὕδωρ εἶπεν ἀφελεῖν, ἀλλ᾿ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος · ὅπερ νοήσεις ἀφ᾿ ἑτέρου προφήτου φήσαντος· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀποστελῶ λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἔστιν οὖν ψυχῆς ἄρτος θρεπτικός τις λόγος, καὶ ποτὸν ὡσαύτως λογικόν· ὧν εἰ καὶ νομίζουσι μεταλαμβάνειν Ἰουδαίων παῖδες, ἐν τῷ τὰς θείας διέρχεσθαι Γραφὰς, καὶ περὶ τὰς ἐκμαθήσεις καὶ ἐπαγγελίας αὐτῶν φιλοκαλεῖν · ἀλλὰ τὴν ἰσχὺν τῶν θρεπτικῶν λόγων, καὶ τὸ θρεπτικὸν τῆς ζωοποιοῦ γῆς οὐκ ἂν εὔροις παρ' αὐτοῖς. ῎Αρτου τοίνυν πάλιν οὐκ αἰσθητοῦ μνημονεύει· ἀλλ' οὐδὲ ὑδάτων τῶν ἐν καταχρήσει κοινῇ· ἐκείνου δὲ μᾶλλον περὶ οὗ φησιν ὁ Δαυΐδ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Υδάτων τε διαμεμνῆσθαί φαμεν αὐτὸν νοητῶν, περὶ ὧν αὐτός πού φησιν ὁ προφήτης Ἡσαΐας· Καὶ ἀντλήσουσιν ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου · · καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Σύνες δὲ ἀκριβῶς τὰς περὶ τούτων τοῦ προφήτου φωνάς· οὐ γὰρ εἴρηκεν ἁπλῶς ἀφαιρεθήσεσθαι τῶν Ἰουδαίων ἄρτον τε καὶ ὕδωρ, ἀλλ᾽ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος· · καὶ δεῖ ἡμᾶς οἴεσθαι τοιοῦτὸν τι διδάσκειν βούλεσθαι αὐτόν. Ἡμεῖς γὰρ τοῖς ἰεροῖς περιτυγχάνοντες λόγοις, καὶ τὰς θείας ἀναγινώσκοντες Γραφὰς, εἶτα συνιέντες αὐτὰς, ἰσχὺν ἄρτου νοητοῦ δεχόμεθα·
Idou dē ho despotēs Kyrios Sabaōth aphelei apo tēs Ioudaias kai apo Hierousalēm, ischyonta kai ischyousan, ischyn artou kai ischyn hydatos, giganta kai ischyonta anthrōpon, polemistēn kai dikastēn, kai prophētēn, kai stochastēn, kai presbyteron. Touto de symbēsetai autois, oute di᾽ eidōlolatreian, oute di᾿ heteras praxeis tinas; dia monēn de boulēn atheon alēthōs, kai asebē, kai ponēran, tēn kata tou Kyriou. Thea goun hopōs meta pasas tas kat' autōn apeilas epagei legōn; Tēn de hamartian autōn hōs Sodomōn apēngeilan kai enephanisan. Ouai tę̄ psychę̄ autōn, hoti bebouleuntai boulēn ponēran kath' heautōn eipontes, hoti Dēsōmen ton dikaion, hoti dyschrēstos hēmin esti. To sthai ap᾿ autōn ho logos apeilei. gar aition tōn apeiloumenōn hapantōn touto ēn. Kai ek toutōn de anamphilektōs oimai synistasthai to meta tēn sōtērion parousian tauta telous tetychēkenai. ᾿Athroōs oun exelipe kai aphę̄rethē kata tēn prophēteian, apo te tēs Hierousalēm kai apo tēs Ioudaias, homou ta panta, ouk allote ē kata tēn tou Sōtēros hēmōn epiboulēn. Kai prōton aphę̄rethēsan ischyonta kai ischyousan; ē kata ton Akylan, ereisma kai ereismon; ; ē kata ton Symmachon, stērigma kai stērigmon. Hoper noēseis kata ton apostolikon logon, hos tous biǭ tǭ kata Theon emprepontas stylous te kai hedraiōma ōnomase. Pantōs de pou kai para tǭ proterǭ laǭ hēsan tines hōsper hedraiōmata tou pantos autōn ethnous, hous arthēseIschyn artou kai ischyn hydatos. Noētōs de eklambanomenos tauta, hora, hoti ouk arton, oute, hydōr eipen aphelein, all᾿ ischyn artou kai ischyn hydatos ; hoper noēseis aph᾿ heterou prophētou phēsantos; Idou hēmerai erchontai, legei Kyrios, kai apostelō limon epi tēn gēn; ou limon artou, oude dipsan hydatos, alla limon tou akousai logon Kyriou. Estin oun psychēs artos threptikos tis logos, kai poton hōsautōs logikon; hōn ei kai nomizousi metalambanein Ioudaiōn paides, en tǭ tas theias dierchesthai Graphas, kai peri tas ekmathēseis kai epangelias autōn philokalein ; alla tēn ischyn tōn threptikōn logōn, kai to threptikon tēs zōopoiou gēs ouk an eurois par' autois. ᾿Artou toinyn palin ouk aisthētou mnēmoneuei; all' oude hydatōn tōn en katachrēsei koinę̄; ekeinou de mallon peri hou phēsin ho Dauïd arton ouranou edōken autois, arton angelōn ephagen anthrōpos. Ydatōn te diamemnēsthai phamen auton noētōn, peri hōn autos pou phēsin ho prophētēs Hēsaïas; Kai antlēsousin hydōr met' euphrosynēs ek tōn pēgōn tou Sōtēriou ; ; kai mēn kai autos ho Sōtēr; Pas ho pinōn ek tou hydatos toutou, dipsēsei palin; hos d᾽ an pię̄ ek tou hydatos hou egō dōsō autǭ, genēsetai en autǭ pēgē hydatos allomenou eis zōēn aiōnion. Synes de akribōs tas peri toutōn tou prophētou phōnas; ou gar eirēken haplōs aphairethēsesthai tōn Ioudaiōn arton te kai hydōr, all᾽ ischyn artou kai ischyn hydatos; ; kai dei hēmas oiesthai toiouton ti didaskein boulesthai auton. Hēmeis gar tois ierois peritynchanontes logois, kai tas theias anaginōskontes Graphas, eita synientes autas, ischyn artou noētou dechometha;
“Behold now, the Master, the Lord of Sabaoth, will take away from Judea and from Jerusalem the strong man and the strong woman, the strength of bread and the strength of water, the giant and the strong man, the warrior and the judge, and the prophet, and the diviner, and the elder.” This will happen to them neither because of idolatry nor because of any other deeds, but only because of the truly godless, impious and wicked counsel against the Lord. See, at any rate, how after all the threats against them he goes on to say: “And they have declared and displayed their sin like that of Sodom. Woe to their soul, for they have taken wicked counsel against themselves, saying: Let us bind the righteous one, for he is troublesome to us.” [For … to be taken away from them, the Word threatens.] For this was the cause of all the things threatened. And from this, too, I think it is established beyond dispute that these things reached their fulfilment after the saving coming. So all at once, according to the prophecy, all things together failed and were taken away from Jerusalem and from Judea, at no other time than at the plot against our Savior. And first the strong man and the strong woman were taken away; or, as Aquila has it, “prop and propping”; or, as Symmachus, “support and supporting.” This you will understand according to the apostolic saying which named those adorned with a godly life “pillars” and “foundation.” Surely among the former people too there were some who were, as it were, foundations of their whole nation, whom … “The strength of bread and the strength of water.” Taking these things spiritually, notice that he did not say he would take away bread or water, but the strength of bread and the strength of water; which you will understand from another prophet who says: “Behold, days are coming, says the Lord, and I will send a famine upon the land: not a famine of bread, nor a thirst for water, but a famine of hearing the word of the Lord.” There is, then, a word that is the nourishing bread of the soul, and likewise a rational drink; and even if the children of the Jews think they partake of these when they go through the divine Scriptures and take pains over learning them and over their promises, yet the strength of the nourishing words, and the nourishment of the life-giving land, you would not find among them. So again he does not mean bread perceived by the senses, nor the waters in common use, but rather that of which David says: “He gave them the bread of heaven; man ate the bread of angels.” And we say he refers to spiritual waters, of which the prophet Isaiah himself says somewhere: “And they shall draw water with joy from the springs of salvation”; and indeed the Savior himself: “Everyone who drinks of this water will thirst again; but whoever drinks of the water that I shall give him, it will become in him a spring of water welling up to eternal life.” Understand precisely the prophet’s words on these things: for he did not say simply that bread and water would be taken away from the Jews, but “the strength of bread and the strength of water”; and we must suppose that he wishes to teach something of this kind. For when we meet with the sacred words and read the divine Scriptures, and then understand them, we receive the strength of spiritual bread;
3.2PG 24:107–113
Οὐ γὰρ ἐπ᾿ ἄρτῳ μόνῳ, φησὶ, ζήσεται ἄνθρωπος· ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ὁμοίως δὲ νοήσεις καὶ ἐφ᾽ ὑδάτων νοητῶν. Ἰουδαῖοί γε μὴν ἔχουσι μὲν τὸν ἄρτον καὶ τὸ ὕδωρ ἔτι· πολυπραγμονοῦσι γὰρ τὰ Μωϋσέως γράμματα, καὶ ἀναγινώσκουσι τὸν νόμον· ἐπειδὴ δὲ γινώσκουσιν οὐδὲν, οὐκ ἔχουσι τὴν ἰσχὺν τοῦ ἄρτου, οὔτε μὴν τὴν ἰσχὺν τοῦ ὕδατος. Ψιλὸν γὰρ αὐτοῖς καὶ μόνον τὸ γράμμα δέδοται, ἄρτου μὲν καὶ ὕδατος ὑπόληψιν ἔχον, τρέφον δὲ αὐτοὺς κατ' οὐδένα τρόπον εἰς εὐεξίαν τὴν νοητὴν. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος· Ἄχρι γὰρ σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἀφῃρῆσθαί φαμεν ἐκ τῆς Ἰουδαίων συναγωγῆς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος · καὶ λόγος ἐστὶ μυστικός. Ἡμεῖς μὲν γὰρ οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἁγιασμὸν, τὸν ἄρτον ἔχομεν τὸν ἐξ οὐρανοῦ, τουτέστι Χριστὸν, ἤτοι τὸ σῶμα αὐτοῦ. Εἰ δὲ δὴ τις ἔροιτο, ποία τίς ἐστιν ἡ ἰσχὺς αὐτοῦ, φαμὲν ὅτι ζωοποιός· δίδωσι γὰρ τῷ κόσμῳ ζωήν. Προσίεμεν δὲ ὁμοίως καὶ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος χάριτι, τοῦ ἁγιάζοντος ἡμᾶς ὕδατος τὴν ἰσχὺν εἶναι λέγοντες, ἁμαρτιῶν ἀπόθεσιν, ἀναγέννησιν πνευματικὴν εἰς συμμορφίαν τὴν εἰς αὐτὸν τὸν Χριστὸν· καὶ πρὸς ἐπὶ τούτοις, παῤῥησίαν εἰσόδου τῆς εἰς τὴν τῶν οὐρανῶν βασιλείαν. Ἐὰν γάρ τις, φησὶ, μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐστέρηνται δὲ οἱ Ἰουδαῖοι τῶν τοιούτων ἀγαθῶν· οὐ γὰρ ἐστι παρ' αὐτοῖς ἰσχὺς ἄρτου, τουτέστιν ἡ ἐν Χριστῷ ζωοποίησις, οὐδ᾽ ἔχουσι τὴν τοῦ ὕδατος ἰσχύν · ἀπομεμένηκε γὰρ ἐν αὐτοῖς ἀναπόνιπτος ἡ ἁμαρτία· οὐκ εἰσελαύνουσιν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸν εἰσκομίζοντα Χριστὸν ἀτιμάζοντες. Οὐ γὰρ ἐπίστευον λέγοντι Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ, Ἐγώ εἰμι ἡ θύρα., Καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Τίς οὖν ὁρῶν τοὺς παρὰ Ἰουδαίοις ὀνομαζομένους πατριάρχας, νεανίσκους ἀληθῶς, οὐ τὴν τῶν σωμάτων ἡλικίαν, ἀλλὰ τὰς ψυχὰς ἀτελεῖς καὶ ἐνδεεῖς φρενῶν, τοὺς τε λοιποὺς αὐτῶν διδασκάλους, οὐκ ἂν εἴποι ἐμπαίκτας εἶναι, καὶ οὓς ἡ προφητεία ἐδήλου; Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· · μηδεμιᾶς τάξεως οὔσης, μηδὲ λόγου Θεοῦ ἐν αὐτοῖς πολιτευομένου. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς γενοῦ ἡμῶν, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἐν τῷ οἴκῳ μοῦ ἐστιν ἄρτος, οὐδὲ ἱμάτιον. Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε. Διὸ καὶ εἰς τοσαύτην πτωχείαν φρενῶν καὶ ἔνδειαν ἐλάσειν αὐτοὺς φησιν, ὡς μηδὲ ἱματίου, μηδὲ ἄρτου εὐπορεῖν· ἱματίου μὲν, ἐκλαμβάνεσθαι δυναμένου νοητῶς, τοῦ εὐσχήμονος καὶ κοσμίου λόγου τοῦ καλύπτοντος αὐτῶν τῆς ψυχῆς τὴν ἀσχημοσύνην·
Ou gar ep᾿ artǭ monǭ, phēsi, zēsetai anthrōpos; all' epi panti rhēmati ekporeuomenǭ dia stomatos Theou. Homoiōs de noēseis kai eph᾽ hydatōn noētōn. Ioudaioi ge mēn echousi men ton arton kai to hydōr eti; polypragmonousi gar ta Mōÿseōs grammata, kai anaginōskousi ton nomon; epeidē de ginōskousin ouden, ouk echousi tēn ischyn tou artou, oute mēn tēn ischyn tou hydatos. Psilon gar autois kai monon to gramma dedotai, artou men kai hydatos hypolēpsin echon, trephon de autous kat' oudena tropon eis euexian tēn noētēn. Kai martyrēsei graphōn ho Paulos; Achri gar sēmeron, hēnika anaginōsketai Mōÿsēs, kalymma epi tēn kardian autōn keitai, mē anakalyptomenon, hoti en Christǭ katargeitai. Kai kath᾽ heteron de tropon aphę̄rēsthai phamen ek tēs Ioudaiōn synagōgēs ischyn artou kai ischyn hydatos ; kai logos esti mystikos. Hēmeis men gar hoi dia pisteōs keklēmenoi pros hagiasmon, ton arton echomen ton ex ouranou, toutesti Christon, ētoi to sōma autou. Ei de dē tis eroito, poia tis estin hē ischys autou, phamen hoti zōopoios; didōsi gar tǭ kosmǭ zōēn. Prosiemen de homoiōs kai tę̄ dia tou hagiou baptismatos chariti, tou hagiazontos hēmas hydatos tēn ischyn einai legontes, hamartiōn apothesin, anagennēsin pneumatikēn eis symmorphian tēn eis auton ton Christon; kai pros epi toutois, parrhēsian eisodou tēs eis tēn tōn ouranōn basileian. Ean gar tis, phēsi, mē gennēthę̄ ex hydatos kai pneumatos, ou dynatai eiselthein eis tēn basileian tōn ouranōn. Esterēntai de hoi Ioudaioi tōn toioutōn agathōn; ou gar esti par' autois ischys artou, toutestin hē en Christǭ zōopoiēsis, oud᾽ echousi tēn tou hydatos ischyn ; apomemenēke gar en autois anaponiptos hē hamartia; ouk eiselaunousin eis tēn tōn ouranōn basileian, ton eiskomizonta Christon atimazontes. Ou gar episteuon legonti Egō eimi hē hodos, kai, Egō eimi hē thyra., Kai pentēkontarchon, kai thaumaston symboulon, kai sophon architektona, kai syneton akroatēn. Kai epistēsō neaniskous archontas autōn, kai empaiktai kyrieusousin autōn. Tis oun horōn tous para Ioudaiois onomazomenous patriarchas, neaniskous alēthōs, ou tēn tōn sōmatōn hēlikian, alla tas psychas ateleis kai endeeis phrenōn, tous te loipous autōn didaskalous, ouk an eipoi empaiktas einai, kai hous hē prophēteia edēlou? Kai sympeseitai ho laos, anthrōpos pros anthrōpon, kai anthrōpos pros ton plēsion autou; ; mēdemias taxeōs ousēs, mēde logou Theou en autois politeuomenou. Hoti epilēpsetai anthrōpos tou adelphou autou, ē tou oikeiou tou patros autou, legōn; Himation echeis, archēgos genou hēmōn, kai to brōma to emon hypo se estō. Kai apokritheis en tę̄ hēmerą ekeinę̄ erei; Ouk esomai sou archēgos; ou gar en tǭ oikǭ mou estin artos, oude himation. Ouk esomai archēgos tou laou toutou, hoti aneitai Hierousalēm, kai hē Ioudaia sympeptōke. Dio kai eis tosautēn ptōcheian phrenōn kai endeian elasein autous phēsin, hōs mēde himatiou, mēde artou euporein; himatiou men, eklambanesthai dynamenou noētōs, tou euschēmonos kai kosmiou logou tou kalyptontos autōn tēs psychēs tēn aschēmosynēn;
“For man shall not live by bread alone,” he says, “but by every word that proceeds from the mouth of God.” You will understand the spiritual waters likewise. The Jews, it is true, still have the bread and the water; for they busy themselves with the writings of Moses and read the law; but since they understand nothing, they have neither the strength of the bread nor the strength of the water. For the bare letter alone has been given them, which has the appearance of bread and water but in no way feeds them to spiritual health. And Paul will bear witness when he writes: “For to this day, whenever Moses is read, a veil lies over their heart, not being lifted, because it is done away in Christ.” In another way too we say that the strength of bread and the strength of water have been taken away from the synagogue of the Jews; and this is a mystical sense. For we who have been called through faith to sanctification have the bread from heaven, that is, Christ, or his body. And if anyone should ask what its strength is, we say that it is life-giving; for it gives life to the world. In the same way we also approach the grace of holy baptism, saying that the strength of the water that sanctifies us is the putting away of sins, spiritual regeneration into conformity with Christ himself, and in addition to these, boldness of entry into the kingdom of heaven. For “unless one is born,” he says, “of water and spirit, he cannot enter the kingdom of heaven.” The Jews are deprived of such good things; for they do not have the strength of bread, that is, the giving of life in Christ, nor do they have the strength of the water; for sin has remained in them unwashed; they do not enter the kingdom of heaven, since they dishonor Christ who brings people into it. For they did not believe him when he said, “I am the way,” and “I am the door.” “And the captain of fifty, and the wonderful counselor, and the wise master builder, and the intelligent hearer. And I will set young men as their rulers, and mockers shall lord it over them.” Who, then, seeing those whom the Jews call patriarchs, truly young men, not in the age of their bodies but with souls immature and lacking sense, and their other teachers, would not say that they are mockers, those whom the prophecy indicated? “And the people shall fall, man against man, and man against his neighbor,” there being no order among them, nor the word of God governing their life. “For a man shall take hold of his brother, or of his father’s kinsman, saying: You have a garment; be our leader, and let my food be under you. And he shall answer in that day and say: I will not be your leader; for there is no bread in my house, nor a garment. I will not be leader of this people, for Jerusalem has been let go, and Judea has fallen.” Therefore he says he will drive them into such poverty and want of sense that they will have neither garment nor bread: the garment, which can be taken spiritually, being the seemly and orderly speech that covers the unseemliness of their soul;
3.3PG 24:107–113
ἄρτου δὲ τοῦ τῆς διανοίας θρεπτικοῦ. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες· διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν. Ἢ οὐχὶ τὰς ἑαυτῶν ἠκόνησαν γλώσσας κατὰ τοῦ Κυρίου, ὁπηνίκα τὰς ἀσεβεῖς ἡφίεσαν φωνὰς λέγοντες· Αἶρε, ἀἷρε αὐτὸν· τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν;» Τότε γὰρ ὡς ἀληθῶς ἡ γλῶσσα αὐτῶν καὶ τὰ ἐπιτηδεύματα αὐτῶν, κατὰ τὸν ᾿Ακύλαν, κατὰ τοῦ Κυρίου γέγονεν, εἰς τὸ παραπικρᾶναι αὐτὸν, κατὰ Σύμμαχον. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Διότι νῦν ἐταπεινώθὴ ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη αὐτῶν τοῦ προσώπου ἀντέστη αὐτοῖς. Τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσι Βουλόμενοι τὰ παρὰ τοῦ λαοῦ συνάγειν οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους δι' ἀπαρχῶν καὶ δεκατῶν, καὶ ἄλλων τῶν αὐτοῖς ὡς ἄρχουσι καὶ διδασκάλοις προσφερομένων, οὐκ ἐπέτρεπον τὴν εἰς Χριστὸν γνῶσιν αὐτοὺς ἀναλαβεῖν. Ἀπαιτοῦντες τοίνυν τὰ προλεχθέντα κέρδη, τούτων ἕνεκα οὐδὲ τοὺς ἁμαρτάνοντας ἤλεγχον· πάντα δὲ πρὸς κολακείαν ὁμιλοῦντες, ἐμακάριζον αὐτούς · καὶ ἀποτρέποντες τῆς εὐθείας ὁδοῦ, τῆς ἀγούσης ἐπὶ τὸν σωτήριον λόγον, διέστρεφον αὐτῶν τὰ τῆς ψυχῆς βήματα. ᾿Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Σφόδρα δὲ ἀκολούθως τὴν πρώτην τοῦ Σωτῆρος παρουσίαν θεσπίσας, καὶ τὴν τῶν ἀρχόντων τοῦ λαοῦ διαστροφὴν, τῆς δευτέρας ἀφίξεως αὐτοῦ παραδίδωσι τὴν γνῶσιν, λέγων· «Αὐτὸς Κύριος ἤξει εἰς κρίσιν, · καὶ τὰ ἑξῆς. Ὑμεῖς δὲ ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Οὓς ὡς παραστάντας τῷ τοῦ Κυρίου βήματι καταμέμφεται, καὶ εἰς πρόσωπον αὐτοὺς ἀπελέγχει· λαὸν δὲ αὐτοῦ ἀποκαλεῖ, καὶ ἀμπελῶνα αὐτοῦ ἐμπεπυρισμένον, τοὺς κατὰ συναρπαγὴν καὶ διαστροφὴν τῶν διδασκάλων ἠπατημένους, οὓς ἀνακαλούμενος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφων, ἀποτρέπει τῆς τῶν προλεχθέντων διαστρόφου διδασκαλίας. Τἱ ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; Ἔθος τοῖς ἀδικοῦσι καὶ ἀποστεροῦσιν, ἐπειδὰν ἐγκαλοῦνται παρὰ τῶν ἡδικημένων, ὕβρεσι καὶ λοιδορίαις καταισχύνειν αὐτοὺς, ἐξευτελίζοντες καὶ πληγὰς ἀπειλοῦντες. Τοῦτο οὖν φησι, Τὴν ὑμῖν προσήκουσαν ἐκ τῆς ἀδικίας αἰσχύνην ταύτην, ἐκ τῆς τυραννίδος ὑμῶν τοῖς πτωχοῖς περιτρέπετε. Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· καὶ ταπεινώσει Κύριος ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών, καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν. · Δύναται δὲ ταῦτα μὴ περὶ μόνων γυναικῶν λέγεσθαι, ἀλλὰ καὶ περὶ ψυχῶν χαύνων καὶ τεθηλυμένων.
artou de tou tēs dianoias threptikou. Kai hai glōssai autōn meta anomias, ta pros Kyrion apeithountes; dioti nyn etapeinōthē hē doxa autōn. Ē ouchi tas heautōn ēkonēsan glōssas kata tou Kyriou, hopēnika tas asebeis hēphiesan phōnas legontes; Aire, haire auton; to haima autou eph᾿ hēmas kai epi ta tekna hēmōn?» Tote gar hōs alēthōs hē glōssa autōn kai ta epitēdeumata autōn, kata ton ᾿Akylan, kata tou Kyriou gegonen, eis to parapikranai auton, kata Symmachon. Kai hai glōssai autōn meta anomias, ta pros Kyrion apeithountes. Dioti nyn etapeinōthē hē doxa autōn, kai hē aischynē autōn tou prosōpou antestē autois. Tēn de hamartian autōn hōs Sodomōn anēngeilan kai enephanisan. Ouai tę̄ psychę̄ autōn, dioti bebouleuntai boulēn ponēran kath' heautōn, eipontes; Dēsōmen ton dikaion, hoti dyschrēstos hēmin estin. Toinyn ta gennēmata tōn ergōn autōn phagontai. Ouai tǭ anomǭ, ponēra kata ta erga tōn cheirōn autou symbēsetai autǭ. Laos mou, hoi praktores hymōn kalamōntai hymas, kai hoi apaitountes kyrieuousin hymōn. Laos mou, hoi makarizontes hymas planōsin hymas, kai tēn tribon tōn podōn hymōn ektarassousi Boulomenoi ta para tou laou synagein hoi archontes tou Ioudaiōn ethnous di' aparchōn kai dekatōn, kai allōn tōn autois hōs archousi kai didaskalois prospheromenōn, ouk epetrepon tēn eis Christon gnōsin autous analabein. Apaitountes toinyn ta prolechthenta kerdē, toutōn heneka oude tous hamartanontas ēlenchon; panta de pros kolakeian homilountes, emakarizon autous ; kai apotrepontes tēs eutheias hodou, tēs agousēs epi ton sōtērion logon, diestrephon autōn ta tēs psychēs bēmata. ᾿Alla nyn katastēsetai eis krisin, kai stēsei eis krisin ton laon autou; autos Kyrios eis krisin hēxei meta tōn presbyterōn tou laou kai meta tōn archontōn autou. Sphodra de akolouthōs tēn prōtēn tou Sōtēros parousian thespisas, kai tēn tōn archontōn tou laou diastrophēn, tēs deuteras aphixeōs autou paradidōsi tēn gnōsin, legōn; «Autos Kyrios ēxei eis krisin, ; kai ta hexēs. Hymeis de enepyrisate ton ampelōna mou, kai harpagē tou ptōchou en tois oikois hymōn. Hous hōs parastantas tǭ tou Kyriou bēmati katamemphetai, kai eis prosōpon autous apelenchei; laon de autou apokalei, kai ampelōna autou empepyrismenon, tous kata synarpagēn kai diastrophēn tōn didaskalōn ēpatēmenous, hous anakaloumenos kai pros heauton epistrephōn, apotrepei tēs tōn prolechthentōn diastrophou didaskalias. Ti hymeis adikeite ton laon mou, kai to prosōpon tōn ptōchōn kataischynete? Ethos tois adikousi kai aposterousin, epeidan enkalountai para tōn hēdikēmenōn, hybresi kai loidoriais kataischynein autous, exeutelizontes kai plēgas apeilountes. Touto oun phēsi, Tēn hymin prosēkousan ek tēs adikias aischynēn tautēn, ek tēs tyrannidos hymōn tois ptōchois peritrepete. Tade legei Kyrios; Anth' hōn hypsōthēsan hai thygateres Siōn, kai eporeuthēsan hypsēlǭ trachēlǭ, kai en neumasin ophthalmōn, kai tę̄ poreią tōn podōn, hama syrousai tous chitōnas, kai tois posin hama paizousai; kai tapeinōsei Kyrios ho Theos archousas thygateras Siōn, kai Kyrios apokalypsei to schēma autōn. ; Dynatai de tauta mē peri monōn gynaikōn legesthai, alla kai peri psychōn chaunōn kai tethēlymenōn.
the bread, that which nourishes the mind. “And their tongues are with lawlessness, disobedient toward the Lord; therefore now their glory has been humbled.” Or did they not sharpen their tongues against the Lord when they let out those impious cries: “Away, away with him! His blood be on us and on our children”? For then truly their tongue and their practices, as Aquila has it, were against the Lord, “so as to embitter him,” as Symmachus has it. “And their tongues are with lawlessness, disobedient toward the Lord. Therefore now their glory has been humbled, and the shame of their face has risen against them. And they have declared and displayed their sin like that of Sodom. Woe to their soul, for they have taken wicked counsel against themselves, saying: Let us bind the righteous one, for he is troublesome to us. Therefore they shall eat the fruits of their works. Woe to the lawless one; evil shall befall him according to the works of his hands. My people, your exactors glean you, and those who demand payment lord it over you. My people, those who call you blessed lead you astray, and they confuse the path of your feet.” Wishing to collect from the people by first-fruits and tithes and the other things offered to them as rulers and teachers, the rulers of the Jewish nation did not allow them to take up the knowledge of Christ. Demanding, then, the gains already mentioned, for their sake they did not even reprove those who sinned, but speaking everything to flatter, they called them blessed; and by turning them aside from the straight road that leads to the saving word, they perverted the steps of their soul. “But now he shall stand for judgment, and he shall set his people for judgment; the Lord himself shall come to judgment with the elders of the people and with its rulers.” Quite consistently, having prophesied the first coming of the Savior and the perversity of the rulers of the people, he hands on the knowledge of his second arrival, saying: “The Lord himself shall come to judgment,” and what follows. “But you have set my vineyard on fire, and the plunder of the poor is in your houses.” These he blames as though they were standing before the Lord’s judgment seat, and convicts them to their face; but he calls his people, and his vineyard set on fire, those who were deceived by the seizing and perversion of the teachers; calling them back and turning them to himself, he turns them away from the perverse teaching of those just mentioned. “Why do you wrong my people and shame the face of the poor?” It is the habit of those who wrong and defraud, when they are accused by those they have wronged, to shame them with insults and abuse, belittling them and threatening blows. This, then, is what he says: The shame that belongs to you for your injustice, you turn onto the poor by your tyranny. “Thus says the Lord: Because the daughters of Zion were exalted and walked with lofty neck and with winks of the eyes and in the gait of their feet, trailing their tunics and playing with their feet together, the Lord God will humble the ruling daughters of Zion, and the Lord will uncover their form.” These things can be said not only of women but also of slack and effeminate souls.
Chapter 4
4.1PG 24:113–115
Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ᾿ ἡμᾶς. Μὴ γὰρ ἐνδεῖν τι αὐταῖς ἢ μόνον τὸ αὐτοῦ ὄνομα, καὶ δοκεῖν ἔχειν τὸν προεστῶτα. ὡς πρὸς σπάνιόν τινα τοῦτον, τῶν πολλῶν ἀπολωλότων, φασὶ πρὸς αὐτόν··· Πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ᾿ ἡμᾶς, ὁ καὶ τὰ ἑξῆς. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, οἳ κλήθήσονται πάντες, οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Καὶ ἔστιν ἔργῳ παραλαβεῖν ὅπως οἱ πρῶτοι ἐκ τοῦ Ἰσραὴλ εἰς τὸν Χριστὸν πεπιστευκότες, ἀπόστολοι, καὶ μαθηταὶ, καὶ εὐαγγελισταὶ τοῦ Σωτῆρος, ὑψώθησαν καὶ ἐδοξάσθησαν, ὡς πανταχοῦ γῆς καὶ καθ' ὅλης τῆς οἰκουμένης ἐπιφανεῖς αὐτοὺς γενέσθαι· καὶ εἰσέτι καὶ νῦν παρὰ πᾶσι τοῖς ἔθνεσιν, Ἔλλησί τε καὶ βαρβάροις, δοξάζεσθαι αὐτῶν καὶ τοὔνομα καὶ τὴν διδασκαλίαν. Μόνοι οὖν οὗτοι ἅγιοι κληθήσονται οἱ καταξιωθέντες γραφῆναι εἰς τὴν αἰώνιον ζωὴν τῆς ἐπουρανίου Ἱερουσαλήμ. Καὶ τούτοις παράθες τοῦ Σωτῆρος ἡμῶν τὴν πρὸς τοὺς ἀποστόλους φωνὴν, δι' ἧς εἴρηται, Ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον των υἱῶν καὶ των θυγατέρων Σιών, καὶ τὸ αἷμα Ἱερουσαλήμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Καὶ ἤξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὅρους Σιῶν, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ, καὶ ὡς φωτὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ, ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Σαφῶς γὰρ τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὃ καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου λέγων· Λούσασθε, καὶ καθαροὶ γένεσθε, καὶ νῦν ἐπαγγέλλεται. Λέγει δὲ ταῦτα περὶ τῶν κεκοινωνηκότων μὲν τῇ κατὰ τοῦ Σωτῆρος μιαιφονίᾳ, μικρὸν δὲ ὕστερον μεταβαλόντων καὶ γνωρισάντων αὐτοῦ τὸ Εὐαγγέλιον. Καὶ θυγατέρας Σιὼν ἐπιφέρει, τὰς ἐν τῇ ἔμπροσθεν περικοπῇ κατηγορηθείσας, ἐν τῷ λέγεσθαι· ᾿Ανθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ τὰ τούτοις ἑπόμενα. Αἷμα δὲ Ἱερουσαλήμ θαυμαστῶς ἀποκαλεῖ τὴν κατὰ τοῦ Σωτῆρος προαχθεῖσαν ἐν αὐτῇ μιαιφονίαν, διὰ τὸ ταύτην αἰτίαν γεγονέναι τῆς ἐσχάτης ἐρημίας τοῦ τόπου. Καὶ θέα εἰ μὴ σφόδρα σύμφωνός ἐστιν ὁ παρών λόγος τῇ εὐαγγελικῇ μαρτυρίᾳ περὶ τοῦ Σωτῆρος ἡμῶν, ἢ ἐδίδασκε λέγουσα · · Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Τὸ γὰρ, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως» τοῦ, ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐδὲν διαφέρει. Καὶ οἱ πυρωτικοὶ δὲ λόγοι, καθαπτόμενοι αὐτῶν, κάθαρσιν ἐνεποίουν τῶν ἁμαρτημάτων. Καὶ ὁ Σωτὴρ ὁμοίως ἐν τῷ Εὐαγγελίῳ βαπτίσειν λέγεται οὐχὶ ὕδατι, ἀλλ᾽ ἐν Πνεύματι καὶ ἐν πυρί. Τοῦτο γὰρ ἐδίδαξεν ὁ Ἰωάννης, περὶ μὲν ἑαυτοῦ εἰπὼν, Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι·, περὶ δὲ τοῦ Σωτῆρος· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.
Kai epilēpsontai hepta gynaikes anthrōpou henos legousai; Ton arton hēmōn phagometha, kai ta himatia hēmōn peribaloumetha; plēn to onoma to son keklēsthō eph᾿ hēmas. Mē gar endein ti autais ē monon to autou onoma, kai dokein echein ton proestōta. hōs pros spanion tina touton, tōn pollōn apolōlotōn, phasi pros auton;;; Plēn to onoma sou keklēsthō eph᾿ hēmas, ho kai ta hexēs. Tę̄ de hēmerą ekeinę̄ epilampsei ho Theos en boulę̄ meta doxēs epi tēs gēs, tou hypsōsai kai doxasai to kataleiphthen tou Israēl. Kai estai to hypoleiphthen en Siōn, kai to kataleiphthen en Hierousalēm, hoi klēthēsontai pantes, hoi graphentes eis zōēn en Hierousalēm. Kai estin ergǭ paralabein hopōs hoi prōtoi ek tou Israēl eis ton Christon pepisteukotes, apostoloi, kai mathētai, kai euangelistai tou Sōtēros, hypsōthēsan kai edoxasthēsan, hōs pantachou gēs kai kath' holēs tēs oikoumenēs epiphaneis autous genesthai; kai eiseti kai nyn para pasi tois ethnesin, Ellēsi te kai barbarois, doxazesthai autōn kai tounoma kai tēn didaskalian. Monoi oun houtoi hagioi klēthēsontai hoi kataxiōthentes graphēnai eis tēn aiōnion zōēn tēs epouraniou Hierousalēm. Kai toutois parathes tou Sōtēros hēmōn tēn pros tous apostolous phōnēn, di' hēs eirētai, Hoti ta onomata hymōn egraphē en tois ouranois. Hoti ekplynei Kyrios ton rhypon tōn huiōn kai tōn thygaterōn Siōn, kai to haima Hierousalēm ekkathariei ek mesou autōn en pneumati kriseōs kai pneumati kauseōs. Kai ēxei, kai estai pas topos tou horous Siōn, kai panta ta perikyklǭ autēs skiasei nephelē hēmeras, kai hōs kapnou, kai hōs phōtos kaiomenou nyktos, pasę̄ tę̄ doxę̄ skepasthēsetai. Kai estai eis skian apo kaumatos, kai en skepę̄ kai en apokryphǭ, apo sklērotētos kai hyetou. Saphōs gar to loutron tēs palingenesias, ho kai dia tōn emprosthen edēlou legōn; Lousasthe, kai katharoi genesthe, kai nyn epangelletai. Legei de tauta peri tōn kekoinōnēkotōn men tę̄ kata tou Sōtēros miaiphonią, mikron de hysteron metabalontōn kai gnōrisantōn autou to Euangelion. Kai thygateras Siōn epipherei, tas en tę̄ emprosthen perikopę̄ katēgorētheisas, en tǭ legesthai; ᾿Anth' hōn hypsōthēsan hai thygateres Siōn, kai eporeuthēsan hypsēlǭ trachēlǭ, kai ta toutois hepomena. Haima de Hierousalēm thaumastōs apokalei tēn kata tou Sōtēros proachtheisan en autę̄ miaiphonian, dia to tautēn aitian gegonenai tēs eschatēs erēmias tou topou. Kai thea ei mē sphodra symphōnos estin ho parōn logos tę̄ euangelikę̄ martyrią peri tou Sōtēros hēmōn, ē edidaske legousa ; ; Autos hymas baptisei en Pneumati hagiǭ kai pyri. To gar, en pneumati kriseōs kai pneumati kauseōs» tou, en Pneumati hagiǭ kai pyri, ouden diapherei. Kai hoi pyrōtikoi de logoi, kathaptomenoi autōn, katharsin enepoioun tōn hamartēmatōn. Kai ho Sōtēr homoiōs en tǭ Euangeliǭ baptisein legetai ouchi hydati, all᾽ en Pneumati kai en pyri. Touto gar edidaxen ho Iōannēs, peri men heautou eipōn, Egō men hymas baptizō en hydati;, peri de tou Sōtēros; Autos hymas baptisei en Pneumati hagiǭ kai pyri.
“And seven women shall take hold of one man, saying: We will eat our own bread and wear our own clothes; only let your name be called upon us.” That is, they lack nothing except his name and the appearance of having a protector. As to someone rare, since the many have perished, they say to him: “Only let your name be called upon us,” and what follows. “And in that day God shall shine forth in counsel with glory upon the earth, to exalt and glorify the remnant of Israel. And what is left in Zion and what remains in Jerusalem shall all be called [holy], those who are written for life in Jerusalem.” And one can see in fact how the first from Israel to believe in Christ, the apostles and disciples and evangelists of the Savior, were exalted and glorified, so that they became renowned everywhere on earth and throughout the whole world; and still even now among all the nations, Greeks and barbarians, both their name and their teaching are glorified. These alone, then, will be called holy who have been counted worthy to be written for the eternal life of the heavenly Jerusalem. And set beside these words the saying of our Savior to the apostles, in which it is said: “Your names have been written in heaven.” “For the Lord will wash away the filth of the sons and daughters of Zion, and will cleanse the blood of Jerusalem from their midst by a spirit of judgment and a spirit of burning. And he shall come, and every place of Mount Zion and all that is around it, a cloud shall overshadow by day, and as of smoke and as of a fire burning by night; it shall be covered with all the glory. And it shall be for a shade from the heat, and for a shelter and a hiding place from harshness and rain.” For clearly he now promises the bath of regeneration, which he also indicated earlier, saying: “Wash yourselves, and become clean.” He says these things of those who had shared in the murder of the Savior but a little later changed and came to know his gospel. And he adds “daughters of Zion,” those accused in the preceding passage, where it is said: “Because the daughters of Zion were exalted and walked with lofty neck,” and what follows. And he wonderfully calls “the blood of Jerusalem” the murder committed in it against the Savior, because it became the cause of the final desolation of the place. And see whether the present saying is not in close agreement with the gospel testimony about our Savior, which taught: “He will baptize you with the Holy Spirit and fire.” For “by a spirit of judgment and a spirit of burning” differs in nothing from “with the Holy Spirit and fire.” And the fiery words, laying hold of them, worked a cleansing of their sins. And the Savior likewise in the Gospel is said to baptize not with water but with the Spirit and with fire. For John taught this, saying of himself, “I baptize you with water,” and of the Savior: “He will baptize you with the Holy Spirit and fire.”
Chapter 5
5.1PG 24:115–121
῎Ασω δὴ τῷ ἡγαπημένῳ ἄσμα τοῦ ᾿Αγαπητοῦ μου, τῷ ἀμπελῶνί μου. Αμπελὼν ἐγενήθη τῷ ἡγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Διὰ τοίνυν τῆς ᾠδῆς ταύτης τὰς εἰς τὸν ἀμπελῶνα ἑαυτοῦ ἐργασίας καταριθμεῖται, καὶ τοῦ ἀμπελῶνος τὴν μοχθηρίαν ἐλέγχει· θεσπίζει δὲ καὶ τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι. Λέγεται γοῦν ἐν κέρατι εἶναι, διὰ τὸ συστῆναι βασιλικὴν μητρόπολιν ἐν αὐτῇ τῇ Ἱερουσαλήμ· εἴωθε γὰρ ἡ Γραφὴ κέρατα τῆς βασιλείας ὀνομάζειν. Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σορήκ· καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὥρυξα ἐν αὐτῷ · Περιέθηκεν οὖν αὐτῷ φραγμὸν, δηλαδὴ τῷ παντὶ λαῷ, πάντως που ἀγγέλοις αὐτὸν περιφράξας. Ἐχαράκωσε δὲ καὶ ἄλλως αὐτὸν, προφήταις καὶ ἁγίοις ἀνδράσιν ὑποστηρίξας. Ἀλλὰ καὶ κατεφύτευσεν αὐτὴν ἄμπελον Σορήκ· ἣν ὁ Σύμμαχος ἡρμήνευσεν ἐκλεκτήν. Τίς δὲ ἦν αὕτη ἡ ἄμπελος ἢ πάντως που ἡ θεόπνευστος Γραφή, καὶ ὁ τῆς θεοσεβείας λόγος, ἢ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ ἐν Εὐαγγελίοις περὶ ἑαυτοῦ διδάξας καὶ εἰπὼν, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός; Ἐξ αὐτοῦ γὰρ καὶ ὁ πρῶτος λαὸς τὴν τῶν θείων μαθητῶν [μαθημάτων] φυτείαν εἴληφε. Προλήνιον οὖν ὀρύττει ἐν αὐτῷ τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον. Καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, καὶ ἐποίησεν ἀκάνθας. Καὶ νῦν οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ, καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Νῦν οὖν ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τιμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν, ὡς εἰς χέρσον, ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Νεφέλας δηλῶν τοὺς προφήτας· ἀλλὰ καὶ διὰ τὸ καθαρὸν αὐτῶν καὶ διαυγές τοῦ βίου, νεφέλας αὐτοὺς καλεῖ· διὰ τούτων γὰρ ὁ οὐράνιος αὐτοῖς ἐχορηγεῖτο λόγος· οἷς ἀπειλεῖ ὁ Κύριος ἀποστήσειν αὐτῶν. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Κραυγὴν γὰρ ἀφίησι πᾶσα πρὸς θάνατον ἁμαρτία, βοώσης τῆς πράξεως αὐτῆς· οὕτω γοῦν εἴρηται τὸ, Φωνή αἵματος ῎Αβελ τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μέ. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἔξ, ποιήσει μέτρα τρία. Σπανίους τινὰς τοὺς ἐν αὐτοῖς εὑρεθησομένους σωτηρίας ἀξίους αἰνίττεται. Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῖ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τῆς ἀποστολικῆς λέξεως τὴν ἐξήγησιν τὸ παρὸν τοῦτο μέρος τῆς προφητείας περιέχει· διότι γὰρ, φησὶ, Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι·, τουτέστιν οἱ ἄρτι τὴν ἐκ τῆς νεότητος ἄνοιαν ἀποθέμενοι, καὶ ἀντὶ τῆς τοῦ λόγου δυνάμεως εὐτόνως καταπαλαίειν τὰ πάθη, ἀνατρεπόμενοι παρ' αὐτῶν, καὶ οἷόν τινα μέθην τὰ πάθη μεταδιώκοντες.
᾿Asō dē tǭ hēgapēmenǭ asma tou ᾿Agapētou mou, tǭ ampelōni mou. Ampelōn egenēthē tǭ hēgapēmenǭ en kerati, en topǭ pioni. Dia toinyn tēs ǭdēs tautēs tas eis ton ampelōna heautou ergasias katarithmeitai, kai tou ampelōnos tēn mochthērian elenchei; thespizei de kai ta mellonta autǭ symbēsesthai. Legetai goun en kerati einai, dia to systēnai basilikēn mētropolin en autę̄ tę̄ Hierousalēm; eiōthe gar hē Graphē kerata tēs basileias onomazein. Kai phragmon periethēka kai echarakōsa, kai ephyteusa ampelon Sorēk; kai ǭkodomēsa pyrgon en mesǭ autou, kai prolēnion hōryxa en autǭ ; Periethēken oun autǭ phragmon, dēladē tǭ panti laǭ, pantōs pou angelois auton periphraxas. Echarakōse de kai allōs auton, prophētais kai hagiois andrasin hypostērixas. Alla kai katephyteusen autēn ampelon Sorēk; hēn ho Symmachos hērmēneusen eklektēn. Tis de ēn hautē hē ampelos ē pantōs pou hē theopneustos Graphē, kai ho tēs theosebeias logos, ē kai autos ho tou Theou Logos, ho en Euangeliois peri heautou didaxas kai eipōn, Egō eimi hē ampelos hē alēthinē, kai ho Patēr mou ho geōrgos? Ex autou gar kai ho prōtos laos tēn tōn theiōn mathētōn [mathēmatōn] phyteian eilēphe. Prolēnion oun oryttei en autǭ to pro tou naou thysiastērion. Kai emeina tou poiēsai staphylēn, kai epoiēsen akanthas. Kai nyn hoi enoikountes en Hierousalēm, kai anthrōpos tou Iouda, krinate en emoi, kai ana meson tou ampelōnos mou. Ti poiēsō eti tǭ ampelōni mou, kai ouk epoiēsa autǭ? dioti emeina tou poiēsai staphylēn, epoiēse de akanthas. Nyn oun anangelō hymin ti poiēsō tǭ ampelōni mou; Aphelō ton phragmon autou, kai estai eis diarpagēn; kai kathelō ton toichon autou, kai estai eis katapatēma; kai anēsō ton ampelōna mou, kai ou mē timēthę̄, oud' ou mē skaphę̄, kai anabēsetai eis auton, hōs eis cherson, akantha. Kai tais nephelais enteloumai tou mē brexai eis auton hyeton. Nephelas dēlōn tous prophētas; alla kai dia to katharon autōn kai diauges tou biou, nephelas autous kalei; dia toutōn gar ho ouranios autois echorēgeito logos; hois apeilei ho Kyrios apostēsein autōn. Emeina tou poiēsai krisin, epoiēse de anomian, kai ou dikaiosynēn, alla kraugēn. Kraugēn gar aphiēsi pasa pros thanaton hamartia, boōsēs tēs praxeōs autēs; houtō goun eirētai to, Phōnē haimatos ᾿Abel tou adelphou sou boą pros me. Hou gar ergōntai deka zeugē boōn, poiēsei keramion hen; kai ho speirōn artabas ex, poiēsei metra tria. Spanious tinas tous en autois heurethēsomenous sōtērias axious ainittetai. Ouai hoi egeiromenoi to prōi, kai to sikera diōkontes, hoi menontes to opse; ho gar oinos autous synkausei. Tēs apostolikēs lexeōs tēn exēgēsin to paron touto meros tēs prophēteias periechei; dioti gar, phēsi, Methysoi basileian Theou ou klēronomēsousi;, toutestin hoi arti tēn ek tēs neotētos anoian apothemenoi, kai anti tēs tou logou dynameōs eutonōs katapalaiein ta pathē, anatrepomenoi par' autōn, kai hoion tina methēn ta pathē metadiōkontes.
“Let me sing to the beloved a song of my beloved, for my vineyard. The beloved had a vineyard on a horn, in a fertile place.” Through this song, then, he counts up his labors on his vineyard and convicts the vineyard of its badness; and he also prophesies what was going to happen to it. It is said to be “on a horn” because a royal mother-city was established in Jerusalem itself; for Scripture is accustomed to speak of the horns of a kingdom. “And I put a hedge around it and fenced it, and planted a choice vine, Sorek; and I built a tower in the middle of it, and dug a wine vat in it.” So he put a hedge around it, that is, around the whole people, surely fencing it about with angels. And he fenced it in another way too, propping it up with prophets and holy men. Moreover he planted in it a vine, Sorek, which Symmachus translated “choice.” And what was this vine but surely the God-inspired Scripture and the teaching of piety, or else the Word of God himself, who taught about himself in the Gospels and said, “I am the true vine, and my Father is the vinedresser”? For from him the former people too received the planting of the divine teachings. As the wine vat, then, he digs in it the altar in front of the temple. “And I waited for it to produce grapes, and it produced thorns. And now, you who dwell in Jerusalem and man of Judah, judge between me and my vineyard. What more shall I do for my vineyard that I have not done for it? For I waited for it to produce grapes, but it produced thorns. Now, then, I will tell you what I will do to my vineyard: I will take away its hedge, and it shall be for plunder; and I will pull down its wall, and it shall be for trampling; and I will abandon my vineyard, and it shall not be pruned nor dug, and thorns shall come up on it as on waste land. And I will command the clouds not to rain rain upon it.” By “clouds” he means the prophets; and he calls them clouds also because of the purity and clearness of their life; for through them the heavenly word was supplied to them; and the Lord threatens to withdraw them from them. “I waited for it to do judgment, but it did lawlessness, and not righteousness but a cry.” For every sin unto death sends up a cry, the deed itself crying out; so indeed it is said: “The voice of the blood of Abel your brother cries to me.” “For where ten yoke of oxen work, it shall yield one jar; and he who sows six artabas shall yield three measures.” He hints that those found among them worthy of salvation will be few. “Woe to those who rise in the morning and pursue strong drink, who wait for the evening; for the wine will inflame them.” This part of the prophecy contains the explanation of the apostolic saying: for, he says, “Drunkards will not inherit the kingdom of God”; that is, those who have only just put off the folly of youth and who, instead of vigorously wrestling down the passions by the power of reason, are overthrown by them and pursue the passions as a kind of drunkenness.
5.2PG 24:115–121
Εἰκὸς δὲ τοὺς Ἰουδαίους καὶ μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν, ὅτε ἐχρῆν αὐτοὺς πενθεῖν διὰ τὴν μέλλουσαν καταλήψεσθαι αὐτοὺς ὀργὴν, κραιπάλαις, καὶ οἰνοφλυγίαις, καὶ τῇ ἄλλῃ τρυφῇ σχολάζειν. Διὸ ταλανίζονται ὑπὸ τοῦ λόγου, ὡς ἀνεπαισθήτως ἔχοντες τῶν ὅσον οὔπω καταληψομένων αὐτοὺς κακῶν. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου, καὶ τυμπάνων τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. ᾿Αλλ᾽ οὐδὲ τοῖς θείοις προσέχειν λογίοις, καὶ τὴν ἐκεῖθεν ὠφέλειαν καρποῦσθαι οἷόν τε τοὺς κωμαστικὸν βίον ἀσπαζομένους, καὶ μέθῃ καὶ κορδακισμοῖς κεχρημένους. Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψος ὕδατος Ῥητῶς μὲν οὖν ἐπῆλθεν αὐτοῖς ταῦτα καθ' ἱστορίαν ἐπὶ Οὐεσπασιανοῦ καὶ ᾿Αδριανοῦ Ῥωμαίων αὐτοκρατόρων· καὶ κατὰ διάνοιαν δὲ στερηθέντες τοῦ λογικοῦ ἄρτου τῆς ζωῆς, ἔτι καὶ νῦν τροφῆς ἐπουρανίου τὰς ψυχὰς λιμώττουσι κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν Γραφήν· Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Καὶ τὸν ἀρχηγὸν δὲ τῆς ζωῆς ἀπαρνησάμενοι, τῷ τῆς ψυχῆς θανάτῳ περιπεπτώκασι· τόν τε λυτρωτὴν τῆς τῶν ψυχῶν αἰχμαλωσίας ἀποστραφέντες, τὸν ἐλθόντα κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, τοῖς νοητοῖς πολεμίοις παρεδόθησαν, καὶ τὴν ψυχῶν ὑπέμειναν αἰχμαλωσίαν. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκύ πικρόν. Καὶ ταῦτα δὲ τοῖς προλεχθεῖσιν ἔπεται ὡς ἐπὶ Χριστοῦ. Πολλῶν γὰρ ἐπακούσαντες διδασκαλικῶν λόγων τοῦ Σωτῆρος, τῶν τε μετ' αὐτὸν ἀποστόλων αὐτοῦ, οὐδὲν μὲν πρὸς ὠφέλειαν ἐκαρποῦντο· τῇ δὲ ἀπιστίᾳ ἐπιμένοντες καὶ τοῖς τῶν ἔργων ἀτοπήμασι, προσθήκας ἐποιοῦντο τῶν ἁμαρτημάτων. Καὶ ἄλλως δὲ ταῦτα τοῖς ἀνωτέρω κατηγορηθεῖσιν ἁρμόζει· οἱ γὰρ αὐτοὶ τὸν ὑγιῆ διαστρέφοντες λόγον, καὶ τὸ φῶς τοῦ σωτηρίου Εὐαγγελίου βλασφημοῦντες, πικρούς τε εἶναι τοὺς γλυκεῖς καὶ τροφίμους τοῦ Σωτῆρος ἡμῶν λόγους ἡγούμενοι, ἀνάπαλιν τοὺς μοχθηροὺς καὶ πονηροὺς λογισμοὺς ὡς ἀγαθοὺς προσεδέχοντο, καὶ τὸ σκότος τῆς πλάνης τὸ συνέχον αὐτῶν τὰς ψυχὰς, ἐν χώρᾳ φωτὸς ἐτίθεντο· τῆς τε κακίας τὴν πικρὰν καὶ δηλητήριον φύσιν, ὥσπερ τινὰ γλυκερὰν ἡδονὴν κατεδίωκον. Ἴδοις δ᾽ ἂν εἰσέτι καὶ νῦν τοιούτους τοὺς τῶν Ἰουδαίων παῖδας, τὴν μὲν ἀλήθειαν τοῦ Εὐαγγελίου ἀποστρεφομένους, τοὺς δὲ γραώδεις μύθους καὶ τὸ τῆς ἀγνοίας σκότος μεταδιώκοντας. Ταύτῃ τῇ προαιρέσει ἠρνήσαντο μὲν τὸν Χριστὸν, ᾐτήσαντο δὲ τὸν Βαραββᾶν, μετὰ λῃστῶν καὶ κακούργων τὴν ἑαυτῶν θέμενοι μερίδα. ᾿Αλλὰ καὶ τοῖς ἀθέοις καὶ ἀσεβέσιν ἔθνεσι συναγελαζόμενοι, τοὺς μὲν εἰδωλολάτρας ἀποδέχονται, τὸν δὲ σεμνὸν καὶ σώφρονα τοῦ Χριστοῦ λαὸν ἀποστρέφονται καὶ διώκουσιν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται οἱ κεραννύντες τὰ σίκερα.» Καθ' ἑτέραν δὲ ἐπιβολὴν μὴ προσέχοντες οἱ τῶν Ἰουδαίων καθηγηταὶ τοῖς τοῦ Σωτῆρος λόγοις, κακοῖς διδασκάλοις αὐτοὶ ἑαυτοῖς ἐχρήσαντο, ὡς συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.
Eikos de tous Ioudaious kai meta tēn kata tou Sōtēros hēmōn tolman, hote echrēn autous penthein dia tēn mellousan katalēpsesthai autous orgēn, kraipalais, kai oinophlygiais, kai tę̄ allę̄ tryphę̄ scholazein. Dio talanizontai hypo tou logou, hōs anepaisthētōs echontes tōn hoson oupō katalēpsomenōn autous kakōn. Meta gar kitharas kai psaltēriou, kai tympanōn ton oinon pinousi; ta de erga Kyriou ouk emblepousi, kai ta erga tōn cheirōn autou ou katanoousin. ᾿All᾽ oude tois theiois prosechein logiois, kai tēn ekeithen ōpheleian karpousthai hoion te tous kōmastikon bion aspazomenous, kai methę̄ kai kordakismois kechrēmenous. Toinyn aichmalōtos ho laos mou egenēthē, dia to mē eidenai autous ton Kyrion, kai plēthos egenēthē nekrōn dia limon kai dipsos hydatos Rhētōs men oun epēlthen autois tauta kath' historian epi Ouespasianou kai ᾿Adrianou Rhōmaiōn autokratorōn; kai kata dianoian de sterēthentes tou logikou artou tēs zōēs, eti kai nyn trophēs epouraniou tas psychas limōttousi kata tēn phaskousan peri autōn Graphēn; Epistrepsousin eis hesperan, kai limōxousin hōs kyōn, kai kyklōsousi polin. Kai ton archēgon de tēs zōēs aparnēsamenoi, tǭ tēs psychēs thanatǭ peripeptōkasi; ton te lytrōtēn tēs tōn psychōn aichmalōsias apostraphentes, ton elthonta kēryxai aichmalōtois aphesin kai typhlois anablepsin, tois noētois polemiois paredothēsan, kai tēn psychōn hypemeinan aichmalōsian. Ouai hoi legontes to ponēron kalon, kai to kalon ponēron; hoi tithentes to skotos phōs, kai to phōs skotos; hoi tithentes to pikron glyky, kai to glyky pikron. Kai tauta de tois prolechtheisin epetai hōs epi Christou. Pollōn gar epakousantes didaskalikōn logōn tou Sōtēros, tōn te met' auton apostolōn autou, ouden men pros ōpheleian ekarpounto; tę̄ de apistią epimenontes kai tois tōn ergōn atopēmasi, prosthēkas epoiounto tōn hamartēmatōn. Kai allōs de tauta tois anōterō katēgorētheisin harmozei; hoi gar autoi ton hygiē diastrephontes logon, kai to phōs tou sōtēriou Euangeliou blasphēmountes, pikrous te einai tous glykeis kai trophimous tou Sōtēros hēmōn logous hēgoumenoi, anapalin tous mochthērous kai ponērous logismous hōs agathous prosedechonto, kai to skotos tēs planēs to synechon autōn tas psychas, en chōrą phōtos etithento; tēs te kakias tēn pikran kai dēlētērion physin, hōsper tina glykeran hēdonēn katediōkon. Idois d᾽ an eiseti kai nyn toioutous tous tōn Ioudaiōn paidas, tēn men alētheian tou Euangeliou apostrephomenous, tous de graōdeis mythous kai to tēs agnoias skotos metadiōkontas. Tautę̄ tę̄ proairesei ērnēsanto men ton Christon, ę̄tēsanto de ton Barabban, meta lę̄stōn kai kakourgōn tēn heautōn themenoi merida. ᾿Alla kai tois atheois kai asebesin ethnesi synagelazomenoi, tous men eidōlolatras apodechontai, ton de semnon kai sōphrona tou Christou laon apostrephontai kai diōkousin. Ouai hoi synetoi en heautois, kai enōpion autōn epistēmones. Ouai hoi ischyontes hymōn, hoi pinontes ton oinon, kai hoi dynastai hoi kerannyntes ta sikera.» Kath' heteran de epibolēn mē prosechontes hoi tōn Ioudaiōn kathēgētai tois tou Sōtēros logois, kakois didaskalois autoi heautois echrēsanto, hōs synetoi en heautois, kai enōpion heautōn epistēmones.
It is likely that the Jews, even after their outrage against our Savior, when they ought to have mourned because of the wrath that was going to overtake them, gave themselves to carousing and drunkenness and other luxury. Therefore they are called wretched by the Word, as having no awareness of the evils that were all but upon them. “For with lyre and harp and drums they drink the wine, but they do not regard the works of the Lord, and they do not consider the works of his hands.” Nor indeed is it possible for those who embrace a life of revelry and give themselves to drunkenness and lewd dancing to attend to the divine oracles and reap the benefit from them. “Therefore my people has gone into captivity, because they do not know the Lord, and there has been a multitude of dead because of famine and thirst for water.” Literally, then, these things came upon them in history under Vespasian and Hadrian, emperors of the Romans; and in the spiritual sense, deprived of the rational bread of life, they still, even now, starve in their souls for heavenly food, according to the Scripture which says of them: “They shall return at evening, and shall be hungry like a dog, and shall go round the city.” And having denied the author of life, they have fallen into the death of the soul; and having turned away from the redeemer of souls from captivity, who came to proclaim release to captives and recovery of sight to the blind, they were handed over to the spiritual enemies and endured the captivity of souls. “Woe to those who call evil good and good evil, who put darkness for light and light for darkness, who put bitter for sweet and sweet for bitter.” These things too follow what was said before, as in the time of Christ. For though they heard many teaching words of the Savior and of his apostles after him, they reaped no benefit; but persisting in unbelief and in wrongful deeds, they added to their sins. And in another way too these things fit those accused above: for these same people, perverting the sound word and blaspheming the light of the saving gospel, thought the sweet and nourishing words of our Savior bitter, and conversely accepted bad and wicked reasonings as good; they put the darkness of error which held their souls in the place of light, and pursued the bitter and poisonous nature of wickedness as if it were a sweet pleasure. You may see the children of the Jews even now like this, turning away from the truth of the gospel and pursuing old wives’ tales and the darkness of ignorance. With this choice they denied Christ and asked for Barabbas, placing their own lot with robbers and evildoers. Moreover, consorting with the godless and impious nations, they accept the idolaters, but turn away from and persecute the reverent and sober people of Christ. “Woe to those who are wise in themselves and knowing in their own sight. Woe to your strong ones who drink the wine, and the mighty ones who mix strong drink.” In another application, the leaders of the Jews, not heeding the words of the Savior, used themselves as bad teachers, being wise in themselves and knowing in their own sight.
5.3PG 24:115–121
Ἔπειτα ὡς ἰσχύοντες καὶ πολλὰ δυνάμενοι ἐν τῷ λαῷ, μέθῃ μὲν τὴν ἑαυτῶν ψυχὴν περιέβαλλον, τῷ τῆς ἀγνοίας σκότῳ χαρούμενοι. Ἤδη δὲ καὶ ἑτέροις ποτὸν δεδολιωμένον ἐκίρνων, τὸ καλούμενον σίκερα· ὅπερ οἱ λοιποὶ ἑρμηνευταὶ μέθυσμα ὠνόμασαν· καὶ τοῦτο ἔπραττον, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. Ἡ ῥίζα αὐτῶν ὁ χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡσεὶ κονιορτὸς ἀναβήσεται. Ἡ ὡραιότης, φησί, τοῦ σώματος, καὶ ἡ τοῦ πλούτου δόξα καὶ τοῦ παντὸς ἔθνους ἡ εὐπρέπεια, ὅσον οὐδέπω κονιορτοῦ δίκην διασκεδασθήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ· ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Ποῖον νόμον, ἢ τάχα περὶ οὗ ἀνωτέρω ἔλεγεν, Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ; Ἐπειδὴ, φησὶν, οὐκ ἠβουλήθησαν τὸν νόμον τῆς καινῆς Διαθήκης· ἀλλὰ τὸν ζῶντα τοῦ Θεοῦ Λόγον παρώξυναν. Τούτου χάριν ἐθυμώθη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ· · ὃν αὐτὸς μὲν ἠβούλετο οἰκεῖον αὐτοῦ λαὸν εἶναί τε καὶ χρηματίζειν· οἱ δ᾽ οὐκ ἐβούλοντο. Σημαίνει δὲ διὰ τούτων πολεμίων ἔφοδον καὶ πλῆθος τῶν ἀναιρουμένων· ὡς καὶ αὐτὰ πληροῦσθαι τὰ ὄρη νεκρῶν σωμάτων, καὶ τὴν χώραν ἅπασαν τῶν θνησιμαίων αὐτῶν μεστὴν γενέσθαι. Πάντα δὲ ταῦτα αὐτοῖς συμβήσεται ἐκ τῆς τῶν πολεμίων ἐφόδου· ἣν οὐκ ἐξ ἑαυτῶν ἐποιήσαντο· Θεὸς δὲ ἦγεν αὐτοὺς, μονονουχί σύρων καὶ ἕλκων ἐπὶ τὴν τῶν καταγυμηθέντων πολιορκίαν. ᾿Αλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή· τοιγαροῦν ἀρεῖ σύσσημον τοῖς ἔθνεσι τοῖς μακρόθεν, καὶ συριεῖ αὐτοὺς ἀπ᾿ ἄκρου τῆς γῆς.» Ὑψηλὴ γοῦν ἡ τοῦ Θεοῦ χεὶρ κατ' αὐτῶν ὑπῆρχε διὰ τὸ ἐπίμονον αὐτῶν τῆς ἀπιστίας. Τὸ γὰρ δὴ χεῖρον, ὅτι οὐδὲ τούτων γινομένων, φησὶ, ἐπιεικέστεροι γεγόνασιν, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένουσιν. Καὶ βοήσει δι' αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνή θαλάσσης κυμαινούσης.» Ἐνταῦθα οὖν προσήκει ἐπιστῆσαι τὸν νοῦν, ὡς τὸ πλῆθος τῶν πολεμίων φωνῇ θαλάσσης ἐξομοιοῖ.
Epeita hōs ischyontes kai polla dynamenoi en tǭ laǭ, methę̄ men tēn heautōn psychēn perieballon, tǭ tēs agnoias skotǭ charoumenoi. Ēdē de kai heterois poton dedoliōmenon ekirnōn, to kaloumenon sikera; hoper hoi loipoi hermēneutai methysma ōnomasan; kai touto epratton, kapēleuontes ton logon tou Theou. Hē rhiza autōn ho chous estai, kai to anthos autōn hōsei koniortos anabēsetai. Hē hōraiotēs, phēsi, tou sōmatos, kai hē tou ploutou doxa kai tou pantos ethnous hē euprepeia, hoson oudepō koniortou dikēn diaskedasthēsetai. Ou gar ēthelēsan ton nomon Kyriou Sabaōth; alla to logion tou hagiou Israēl parōxynan. Poion nomon, ē tacha peri hou anōterō elegen, Ek gar Siōn exeleusetai nomos, kai logos Kyriou ex Hierousalēm? Epeidē, phēsin, ouk ēboulēthēsan ton nomon tēs kainēs Diathēkēs; alla ton zōnta tou Theou Logon parōxynan. Toutou charin ethymōthē Kyrios epi ton laon autou; ; hon autos men ēbouleto oikeion autou laon einai te kai chrēmatizein; hoi d᾽ ouk eboulonto. Sēmainei de dia toutōn polemiōn ephodon kai plēthos tōn anairoumenōn; hōs kai auta plērousthai ta orē nekrōn sōmatōn, kai tēn chōran hapasan tōn thnēsimaiōn autōn mestēn genesthai. Panta de tauta autois symbēsetai ek tēs tōn polemiōn ephodou; hēn ouk ex heautōn epoiēsanto; Theos de ēgen autous, mononouchi syrōn kai helkōn epi tēn tōn katagymēthentōn poliorkian. ᾿All᾽ eti hē cheir hypsēlē; toigaroun arei syssēmon tois ethnesi tois makrothen, kai syriei autous ap᾿ akrou tēs gēs.» Hypsēlē goun hē tou Theou cheir kat' autōn hypērche dia to epimonon autōn tēs apistias. To gar dē cheiron, hoti oude toutōn ginomenōn, phēsi, epieikesteroi gegonasin, alla tois autois epimenousin. Kai boēsei di' autous en tę̄ hēmerą ekeinę̄ hōs phōnē thalassēs kymainousēs.» Entautha oun prosēkei epistēsai ton noun, hōs to plēthos tōn polemiōn phōnę̄ thalassēs exomoioi.
Then, as strong ones with great power among the people, they wrapped their own soul in drunkenness, rejoicing in the darkness of ignorance. And they also mixed for others an adulterated drink, the so-called “strong drink,” which the other translators named “intoxicant”; and they did this by peddling the word of God. “Their root shall be dust, and their flower shall go up like powder.” The beauty of the body, he says, and the glory of wealth and the comeliness of the whole nation will before long be scattered like dust. “For they did not want the law of the Lord of Sabaoth, but provoked the oracle of the Holy One of Israel.” What law? Perhaps the one of which he spoke above: “For out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem”? Since, he says, they did not want the law of the New Covenant but provoked the living Word of God. “For this reason the Lord was angered against his people,” whom he wished to be and to be called his own people; but they did not wish it. By these words he signifies an invasion of enemies and the multitude of the slain, so that the very mountains are filled with dead bodies and the whole land becomes full of their carcasses. All these things will happen to them from the invasion of the enemies, which they did not make of themselves; God led them, all but dragging and hauling them to the siege of those condemned(?). “But still his hand is lifted high; therefore he will raise a signal to the nations far away and will whistle for them from the end of the earth.” The hand of God, then, was lifted high against them because of their persistence in unbelief. For the worst of it is that even when these things happen, he says, they have not become more reasonable, but persist in the same things. “And he shall roar over them in that day like the sound of a surging sea.” Here, then, one should notice that he likens the multitude of the enemies to the sound of the sea.
Chapter 6
6.1PG 24:121–131
Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Οζίας ὁ βασιλεύς. Διὰ τί μὴ ἔτι ζῶντος Οζίου τὴν προκειμένην ὄψιν ἑώρα, ἀλλ᾽ ἐν τῷ ἔτει ᾧ ἀπέθανεν ; οἶμαι, ὅτι, διὰ τὸ ἐπαρθῆναι αὐτὸν, καὶ τὴν μηδαμῶς προσήκουσαν αὐτῷ ἐγχειρῆσαι θυσίαν προσενεγκεῖν, ὥστε καὶ τὴν λέπραν ἐπανθῆσαι τῷ προσώπῳ αὐτοῦ, εἰκὸς ἦν ἀνακεχωρηκέναι τὴν χάριν τοῦ Θεοῦ πάντα τὸν χρόνον τῆς αὐτοῦ ζωῆς, καθ' ὂν λελεπρωμένος κατώκει τὴν Ἱερουσαλήμ. Λεπροῦ γὰρ βασιλέως οἱκοῦντος τὸν τόπον, εἰκότως ἀνακεχωρήκει ἡ δόξα τοῦ Θεοῦ. Ἐπεὶ δὲ ἐτελεύτα μὲν ἐκεῖνος, Ἰωάθαν δὲ ὁ υἱὸς αὐτοῦ τὴν βασιλείαν διεδέξατο, περὶ οὗ γέγραπται, Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου· εἰκότως κατ᾿ αὐτὸν ἐκεῖνον τὸν ἐνιαυτὸν ἐν ᾧ ὁ λελεπρωμένος μετηλλάχει τὸν βίον, ὁ δὲ εὐάρεστος τῷ Θεῷ τὴν βασιλείαν διεδέξατο, αὖθις ἡ δόξα Κυρίου ἐπανῄει ἐπὶ τὸν οἶκον, δηλαδὴ τὸν ναὸν Κυρίου. Ὁ δὴ καὶ ἱστορεῖ ὁ προφήτης λέγων, Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Οζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Οἶμαι δὲ καὶ διὰ τούτων παρίστασθαι τίς ποτ᾽ ἦν ὁ διὰ πάσης τῆς προφητείας δηλούμενος Κύριος Σαβαώθ. Τίς δὲ οὗτος ; Ὁ Μονογενής Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ὑποκαταβαίνων τοῦ ἰδίου μεγέθους, σμικρύνων δὲ ἑαυτὸν, ἐξ ἐκείνου ὁρατὸν καὶ καταληπτὸν ἀνθρώποις ποιεῖ. Ὤφθη καὶ τῷ Ἀβραὰμ, ἡνίκα εἶπεν αὐτῷ· Σπέρματί σου δώσω τὴν γῆν ταύτην Ἑπιλέγει οὖν ἡ Γραφή· «Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ· · καὶ πάλιν· ᾿Ἀβραὰμ ἐγένετο ἐτῶν ἐνενήκοντα, καὶ ὤφθη αὐτῷ Κύριος» καὶ πάλιν· «Καὶ ὤφθη Κύριος τῷ Ἀβραὰμ πρὸς τῇ δρυΐ τῇ Μαμβρῆ. Καὶ περὶ τοῦ Ἰσαὰκ εἴρηται· «Καὶ ἐπορεύθη, καὶ ἀνέβη ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ὤφθη Κύριος αὐτῷ ἐν τῇ νυκτὶ ἐκείνῃ· · καὶ αὖθις ἐπὶ τοῦ Ἰακὼβ εἴρηται· · Ἐγώ εἰμι ὁ Θεὸς, ὁ ὀφθείς σοι·· ἀλλὰ καὶ ὅτε ἦλθεν «εἰς Βαιθὴλ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ, ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ οἴκου Βαιθήλ· ἐκεῖ γὰρ αὐτῷ ἐφάνη ὁ Θεός. Καὶ πάλιν εἴρηται· Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἰακὼβ καὶ ἔτι ἐν Λουζᾶ·, καὶ ἄλλοτε εἶπεν αὐτῷ ἐν σχήματι ἀνθρώπου ὀφθείς· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομα σου Ἰακώβ· ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· · ὅτε καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Εἶδος Θεοῦ εἰπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.» Καὶ Μωϋσῆς δὲ τὸν χρηματίζοντα αὐτῷ Θεὸν ἱκέτευσε λέγων· Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτόν γνωστῶς ἴδω σε., Ὁ δὲ ἀπεκρίνατο αὐτῷ λέγων· Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω · εὕρηκας γὰρ χάριν ἐνώπιόν μου. ᾿Αλλὰ καὶ ὁ Ἰεζεκιὴλ τὸν ἐπὶ τῶν χερουβίμ καθήμενον εἶδεν, ὡς ὅρασιν ἀνθρώπου, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως ἄνω ὑπὲρ, ὅρασιν ἠλέκτρου.
Kai egeneto tou eniautou, hou apethanen Ozias ho basileus. Dia ti mē eti zōntos Oziou tēn prokeimenēn opsin heōra, all᾽ en tǭ etei hǭ apethanen ? oimai, hoti, dia to eparthēnai auton, kai tēn mēdamōs prosēkousan autǭ encheirēsai thysian prosenenkein, hōste kai tēn lepran epanthēsai tǭ prosōpǭ autou, eikos ēn anakechōrēkenai tēn charin tou Theou panta ton chronon tēs autou zōēs, kath' on leleprōmenos katōkei tēn Hierousalēm. Leprou gar basileōs hoikountos ton topon, eikotōs anakechōrēkei hē doxa tou Theou. Epei de eteleuta men ekeinos, Iōathan de ho huios autou tēn basileian diedexato, peri hou gegraptai, Kai epoiēse to euthes en ophthalmois Kyriou; eikotōs kat᾿ auton ekeinon ton eniauton en hǭ ho leleprōmenos metēllachei ton bion, ho de euarestos tǭ Theǭ tēn basileian diedexato, authis hē doxa Kyriou epanę̄ei epi ton oikon, dēladē ton naon Kyriou. Ho dē kai historei ho prophētēs legōn, Kai egeneto tou eniautou, hou apethanen Ozias ho basileus, eidon ton Kyrion kathēmenon epi thronou hypsēlou kai epērmenou; kai plērēs ho oikos tēs doxēs autou. Oimai de kai dia toutōn paristasthai tis pot᾽ ēn ho dia pasēs tēs prophēteias dēloumenos Kyrios Sabaōth. Tis de houtos ? Ho Monogenēs Huios, ho ōn eis ton kolpon tou Patros, hypokatabainōn tou idiou megethous, smikrynōn de heauton, ex ekeinou horaton kai katalēpton anthrōpois poiei. Ōphthē kai tǭ Abraam, hēnika eipen autǭ; Spermati sou dōsō tēn gēn tautēn Hepilegei oun hē Graphē; «Kai ǭkodomēsen ekei thysiastērion tǭ Kyriǭ tǭ ophthenti autǭ; ; kai palin; ᾿Abraam egeneto etōn enenēkonta, kai ōphthē autǭ Kyrios» kai palin; «Kai ōphthē Kyrios tǭ Abraam pros tę̄ dryï tę̄ Mambrē. Kai peri tou Isaak eirētai; «Kai eporeuthē, kai anebē epi to phrear tou horkou, kai ōphthē Kyrios autǭ en tę̄ nykti ekeinę̄; ; kai authis epi tou Iakōb eirētai; ; Egō eimi ho Theos, ho ophtheis soi;; alla kai hote ēlthen «eis Baithēl autos kai ho laos ho met᾿ autou, ǭkodomēsen ekei thysiastērion, kai ekalese to onoma tou oikou Baithēl; ekei gar autǭ ephanē ho Theos. Kai palin eirētai; Ōphthē de ho Theos tǭ Iakōb kai eti en Louza;, kai allote eipen autǭ en schēmati anthrōpou ophtheis; Ouk eti klēthēsetai to onoma sou Iakōb; all᾽ Israēl estai to onoma sou; ; hote kai ekalese to onoma tou topou Eidos Theou eipōn; Eidon gar Theon prosōpon pros prosōpon, kai esōthē mou hē psychē.» Kai Mōÿsēs de ton chrēmatizonta autǭ Theon hiketeuse legōn; Ei heurēka charin enōpion sou, emphanison moi seauton gnōstōs idō se., Ho de apekrinato autǭ legōn; Kai touton soi ton logon hon eirēkas poiēsō ; heurēkas gar charin enōpion mou. ᾿Alla kai ho Iezekiēl ton epi tōn cheroubim kathēmenon eiden, hōs horasin anthrōpou, apo tēs osphyos autou kai heōs katō pyr, kai apo tēs osphyos autou kai heōs anō hyper, horasin ēlektrou.
“And it came to pass in the year in which King Uzziah died.” Why did he not see the present vision while Uzziah was still alive, but in the year in which he died? I think that, because Uzziah was lifted up and undertook to offer a sacrifice that in no way belonged to him, so that leprosy broke out on his face, the grace of God had likely withdrawn for the whole time of his life during which he lived as a leper in Jerusalem. For while a leprous king dwelt in the place, the glory of God fittingly withdrew. But when he died and Jotham his son succeeded to the kingdom, of whom it is written, “And he did what was right in the eyes of the Lord,” fittingly in that very year in which the leper departed this life and the one pleasing to God succeeded to the kingdom, the glory of the Lord returned again to the house, that is, to the temple of the Lord. This the prophet relates, saying: “And it came to pass in the year in which King Uzziah died, I saw the Lord sitting on a throne, high and lifted up; and the house was full of his glory.” I think that through these words too it is shown who the Lord of Sabaoth was who is made known throughout the whole prophecy. Who is he? The only-begotten Son, who is in the bosom of the Father, who, descending from his own greatness and making himself small, from that point makes himself visible and comprehensible to human beings. He appeared also to Abraham when he said to him, “To your seed I will give this land.” So Scripture adds: “And he built there an altar to the Lord who had appeared to him”; and again: “Abraham was ninety years old, and the Lord appeared to him”; and again: “And the Lord appeared to Abraham by the oak of Mamre.” And of Isaac it is said: “And he went and went up to the well of the oath, and the Lord appeared to him that night”; and again of Jacob it is said: “I am the God who appeared to you”; and also when he came “to Bethel, he and the people with him, he built an altar there and called the name of the house Bethel; for there God appeared to him.” And again it is said: “And God appeared to Jacob again in Luz”; and on another occasion, appearing in the form of a man, he said to him: “Your name shall no longer be called Jacob, but Israel shall be your name”; when he also called the name of the place “Form of God,” saying: “For I saw God face to face, and my soul was preserved.” And Moses besought the God who spoke with him, saying: “If I have found favor before you, show yourself to me, that I may see you clearly.” And he answered him, saying: “This word also that you have spoken I will do; for you have found favor before me.” And Ezekiel too saw the one sitting on the cherubim, like the appearance of a man, from his loins and downward fire, and from his loins and upward, the appearance of amber.
6.2PG 24:121–131
Δι' ὧν ἁπάντων μανθάνομεν οὐχ ὁμοίας τὰς ὀπτασίας γεγενῆσθαι τοῖς προλεχθεῖσιν, ἀλλὰ διαφόρους· τῷ μὲν γὰρ Μωϋσῇ εἴρητο· Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται·» τὸ γὰρ πρόσωπον τοῦ Θεοῦ Λόγου καὶ ἡ θεότης τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ θνητῇ φύσει οὐκ ἂν γένοιτο καταληπτή· καὶ τῷ Ἰεζεκιὴλ δὲ ἡ τοῦ Λόγου δόξα δι' αἰνιγμάτων ἐθεωρεῖτο· τῷ δὲ Ἀβραὰμ ἐσχηματισμένος ἑωρᾶτο ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ ὑπὸ τὴν δρῦν γενέσθαι, καὶ τοὺς πόδας ἀπονίψασθαι, καὶ τραπέζης κοινωνῆσαι· ὁμοίως καὶ ἐπὶ τοῦ Ἰακώβ ἄνθρωπος εἰσῆκται παλαίων, ὃν ἡ μὲν Γραφὴ ἄνθρωπον ὀνομάζει, αὐτὸς δὲ ὁ χρηματίζων, Οὐ κληθήσεται τὸ ὄνομά σου, φησὶν, Ἰακώβ· ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, ὅθεν καὶ Ἰακώβ ἔλεγεν· «Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.» Ὁ δὲ παρὼν προφήτης ἰδεῖν καὶ αὐτὸς μαρτυρεῖται τὴν δόξαν αὐτοῦ. Οὐκοῦν τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δόξαν διὰ τῶν προκειμένων ἑώρακεν, οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, τοῖς δὲ τῆς διανοίας, πεφωτισμένοις ὑπὸ τοῦ ἁγίου Πνεύματος· ὡς γὰρ οἱ τοῦ σώματος ὑπὸ τῆς ἔξωθεν χορηγουμένης τοῦ φωτὸς αὐγῆς συνεργοῦνται εἰς τὸ βλέπειν τὰ αἰσθητὰ, τὸν αὐτὸν τρόπον τὰ τῆς κεκαθαρμένης ψυχῆς ὄμματα ὑπὸ νοεροῦ φωτὸς καταυγαζόμενα, τὰ θεῖα κατοπτεύειν δύναται. Διὸ καὶ ὁ Σωτὴρ τοῦτ᾽ ἐδίδασκε · · Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καὶ σεραφὶμ εἰστήκεισαν κύκλῳ αὐτοῦ, ἐξ πτέρυγες τῷ ἐνὶ, καὶ ἐξ πτέρυγες τῷ ἑνί.» Ασώματοί τινες θεῖαι καὶ ὑπερκόσμιοι δυνάμεις, ἃς καὶ ὁ Δανιὴλ ἐδήλου λέγων, «Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Δύο μὲν εἶναι τὰ σεραφὶμ ἐντεῦθεν ἐνόμισαν ἄλλοι· ἐγὼ δὲ, ἐπιστήσας τῇ διανοίᾳ τῆς λεγούσης Γραφῆς κύκλῳ αὐτοῦ τὰ σεραφὶμ ἑστάναι, ἡγοῦμαι ταῦτα στεφάνου δίκην πανταχόθεν ὥσπερ μέγαν βασιλέα δορυφοροῦντα. Ἕξ δὲ πτέρυγες τῷ ἑνὶ λέγονται προσπεφυκέναι, τῷ ἕκαστον κεκοσμῆσθαι, ὥσπερ πτέρυξιν, ἐμφύτοις ἀρεταῖς καὶ μετεωροπόροις, αἷς διιπτάμενα δι' οὐρανοῦ καὶ αἰθεροφόροι φέρονται, νοηταῖς τισι χρώμενα ἐνεργείαις, πραγμάτων τινῶν ἀῤῥήτων ἡμῖν ἀποτελεστικαῖς. Ὡς γὰρ ἐν ἀνθρώποις οἱ ἅγιοι τοῦ Θεοῦ χαρισμάτων μετεῖχον κρειττόνων, ὡς προφητεύειν τὰ μέλλοντα, καὶ νόσους ἰᾶσθαι, καὶ νεκροὺς ἀνιστᾶν, καὶ γλώσσαις λαλεῖν, σοφίας τε καὶ γνώσεως μετέχειν· ἢ καὶ ὥσπερ κατὰ τὸ σῶμα φυσικοῖς αἰσθητηρίοις κεχρήμεθα τὸν ἀριθμὸν πέντε, οὕτω που τάχα τὴν τῶν ἀγγέλων φύσιν εἰκὸς, δυνάμεσι θείαις τισὶ καί τινων παραδόξων ἐνεργητικαῖς, ἡμῖν δὲ ἀγνώστοις, κεχρῆσθαι· ὡς δὴ πτέρυγας ὁ λόγος ὠνόμασεν· ἐπεὶ καὶ περὶ τῶν ἀνέμων εἴρηται· Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· · οὐ πάντως ἐκπιπτόντων ἡμῶν ἐπὶ τὰ σωματικά σχήματα, ὡς τῶν ἀνέμων ὀρνέων δίκην πτερυσσομένων. Καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο, Τὸ πρόσωπον τοίνυν ἐκάλυπτον, οὐ τὸ τοῦ Κυρίου, ὡς ἂν οἰηθείη τις, ἀλλὰ τὸ ἑαυτῶν·
Di' hōn hapantōn manthanomen ouch homoias tas optasias gegenēsthai tois prolechtheisin, alla diaphorous; tǭ men gar Mōÿsę̄ eirēto; Ou dynēsę̄ idein to prosōpon mou; ou gar idę̄ anthrōpos to prosōpon mou, kai zēsetai;» to gar prosōpon tou Theou Logou kai hē theotēs tou Monogenous Huiou tou Theou thnētę̄ physei ouk an genoito katalēptē; kai tǭ Iezekiēl de hē tou Logou doxa di' ainigmatōn etheōreito; tǭ de Abraam eschēmatismenos heōrato en anthrōpou morphę̄, hōs kai hypo tēn dryn genesthai, kai tous podas aponipsasthai, kai trapezēs koinōnēsai; homoiōs kai epi tou Iakōb anthrōpos eisēktai palaiōn, hon hē men Graphē anthrōpon onomazei, autos de ho chrēmatizōn, Ou klēthēsetai to onoma sou, phēsin, Iakōb; all' Israēl estai to onoma sou, hoti enischysas meta Theou, hothen kai Iakōb elegen; «Eidon gar Theon prosōpon pros prosōpon, kai esōthē mou hē psychē.» Ho de parōn prophētēs idein kai autos martyreitai tēn doxan autou. Oukoun tēs tou Sōtēros hēmōn Iēsou Christou doxan dia tōn prokeimenōn heōraken, ou pantōs sarkos ophthalmois, tois de tēs dianoias, pephōtismenois hypo tou hagiou Pneumatos; hōs gar hoi tou sōmatos hypo tēs exōthen chorēgoumenēs tou phōtos augēs synergountai eis to blepein ta aisthēta, ton auton tropon ta tēs kekatharmenēs psychēs ommata hypo noerou phōtos kataugazomena, ta theia katopteuein dynatai. Dio kai ho Sōtēr tout᾽ edidaske ; ; Makarioi hoi katharoi tę̄ kardią, hoti autoi ton Theon opsontai. Kai seraphim eistēkeisan kyklǭ autou, ex pteryges tǭ eni, kai ex pteryges tǭ heni.» Asōmatoi tines theiai kai hyperkosmioi dynameis, has kai ho Daniēl edēlou legōn, «Chiliai chiliades eleitourgoun autǭ, kai myriai myriades pareistēkeisan emprosthen autou. Dyo men einai ta seraphim enteuthen enomisan alloi; egō de, epistēsas tę̄ dianoią tēs legousēs Graphēs kyklǭ autou ta seraphim hestanai, hēgoumai tauta stephanou dikēn pantachothen hōsper megan basilea doryphorounta. Hex de pteryges tǭ heni legontai prospephykenai, tǭ hekaston kekosmēsthai, hōsper pteryxin, emphytois aretais kai meteōroporois, hais diiptamena di' ouranou kai aitherophoroi pherontai, noētais tisi chrōmena energeiais, pragmatōn tinōn arrhētōn hēmin apotelestikais. Hōs gar en anthrōpois hoi hagioi tou Theou charismatōn meteichon kreittonōn, hōs prophēteuein ta mellonta, kai nosous iasthai, kai nekrous anistan, kai glōssais lalein, sophias te kai gnōseōs metechein; ē kai hōsper kata to sōma physikois aisthētēriois kechrēmetha ton arithmon pente, houtō pou tacha tēn tōn angelōn physin eikos, dynamesi theiais tisi kai tinōn paradoxōn energētikais, hēmin de agnōstois, kechrēsthai; hōs dē pterygas ho logos ōnomasen; epei kai peri tōn anemōn eirētai; Ho peripatōn epi pterygōn anemōn; ; ou pantōs ekpiptontōn hēmōn epi ta sōmatika schēmata, hōs tōn anemōn orneōn dikēn pteryssomenōn. Kai tais men dysi katekalypton to prosōpon, kai tais dysi katekalypton tous podas, kai tais dysin epetanto, To prosōpon toinyn ekalypton, ou to tou Kyriou, hōs an oiētheiē tis, alla to heautōn;
From all these we learn that the visions granted to those just mentioned were not alike but different. For to Moses it was said: “You cannot see my face; for no man shall see my face and live”; for the face of God the Word and the Godhead of the only-begotten Son of God could not be comprehended by a mortal nature. And to Ezekiel the glory of the Word was shown through riddles; but to Abraham he was seen in the shape of a human form, so that he was under the oak, had his feet washed, and shared a table. Likewise in the case of Jacob a man is introduced wrestling, whom Scripture calls a man, but he who spoke says: “Your name shall not be called Jacob, but Israel shall be your name, for you have prevailed with God”; and so Jacob said: “For I saw God face to face, and my soul was preserved.” The present prophet too is attested to have seen his glory. So through these words he saw the glory of our Savior Jesus Christ, not at all with the eyes of the flesh but with those of the mind, enlightened by the Holy Spirit. For as the eyes of the body are helped by the ray of light supplied from outside to see the things perceived by the senses, in the same way the eyes of the purified soul, illuminated by spiritual light, are able to behold divine things. Therefore the Savior too taught this: “Blessed are the pure in heart, for they shall see God.” “And seraphim stood around him; six wings to the one, and six wings to the one.” Certain bodiless, divine and supramundane powers, which Daniel too indicated, saying: “A thousand thousands ministered to him, and ten thousand times ten thousand stood before him.” Others have thought from this passage that the seraphim are two; but I, attending to the sense of Scripture, which says that the seraphim stood around him, think that they surround him on every side like a crown, as a guard about a great king. Six wings are said to grow on each one because each is adorned, as with wings, with innate virtues that soar aloft, by which they fly through heaven and are borne through the upper air, using certain spiritual energies that accomplish things unspeakable to us. For as among human beings the saints of God shared in higher gifts, so as to prophesy what was to come, heal diseases, raise the dead, speak in tongues, and share in wisdom and knowledge; or as we in the body use natural senses, five in number; so perhaps it is likely that the nature of the angels uses certain divine powers which work certain wonders but are unknown to us; and these the Word has named wings. For it is also said of the winds: “He who walks on the wings of the winds,” without our falling at all into bodily shapes, as though the winds flapped their wings like birds. “And with two they covered the face, and with two they covered the feet, and with two they flew.” They covered the face, then, not the Lord’s, as one might suppose, but their own,
6.3PG 24:121–131
ὡς μὴ τολμᾶν ἀτενὲς ἀφορᾶν εἰς τὸ θεωρούμενον. «Διὸ οὐδεὶς ἔγνω τὸν Υἱὸν, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Ἐκάλυπτον δὲ καὶ τοὺς πόδας, τὰ ἔσχατα τῆς οἰκείας πορείας καὶ ὡς ἂν εἴποι τις, τὰ βήματα τοῦ βίου τὰς πράξεις ἐπισκιάζοντα, μὴ ἀκαλύπτοις ποσὶ τῷ ἑαυτῶν παραστήκοιεν βασιλεῖ. Καὶ ἐκέκραγον ἕτερος πρὸς ἕτερον, ῞Αγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Οὐ μίαν γὰρ ἡφίεσαν φωνὴν, οὐδὲ ἀθρόως ὁμοῦ πάντα κοινῇ ταύτην ἀνέπεμπον, ἀλλ' ἔτερον πρὸς τὸ ἕτερον ἐμφαῖνον τὸ ἑαυτοῦ θαῦμα, καὶ τὴν ἔκπληξιν τὴν ἐπὶ τῷ θεωρουμένῳ· μᾶλλον δὲ ὑπερεξέπληττεν αὐτὰ ἡ ἀπὸ τῶν ὑψηλοτάτων ἐπὶ τὰ ταπεινὰ κατάβασις τοῦ Θεοῦ Λόγου. Ἐκέκραγον οὖν οὐχ ἅπαξ τὸν ἁγιασμὸν αὐτοῦ, ἀλλὰ καὶ πολλάκις · μᾶλλον δὲ εἰς ἀναρίθμητον καὶ εἰς ἄπειρον, καὶ εἰς ἀεὶ ὑπερεκπληττόμενα. Προγνώσει τοίνυν τοῦ μέλλοντος ὑπερεθαύμαζον τὰ σεραφίμ, ὁ δὴ καὶ ἀκολούθως τοῖς θεσπίσμασιν ἐτελεῖτο, μετὰ τὴν εἰς ἀνθρώπους τοῦ Σωτῆρος ἡμῶν παρουσίαν. Ἐξ ἐκείνου γὰρ ὡς ἀληθῶς πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσι, καὶ εἰς πᾶσαν ἐκηρύχθη τὴν γῆν, οὐ μόνον ἡ γνῶσις, ἀλλὰ καὶ ἡ δόξα τῆς περὶ αὐτοῦ θεολογίας. Καὶ ἐπήρθη ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Αἰνίττεται τοίνυν ὁ λόγος, ὡς ἄρα, πληρουμένης τῆς γῆς τῆς δόξης αὐτοῦ, γυμνοῦσθαι ἔμελλεν ὁ ἐν ἐκείνῳ τῷ τόπῳ, ὡς καὶ τοῦ ὑπερθύρου ἀρθέντος, καταληφθήσεσθαι, καπνοῦ τε πλήρης ἔσεσθαι παραδοθεὶς πυρί πυρὸς γὰρ σημεῖον ὁ καπνός. Ἠνίξατο τοίνυν διὰ τούτων ὁ λόγος, τὸν ἐπὶ τέλει κατειληφότα τὸν τόπον ἐμπρησμόν· μεθ᾽ ὃν ἐπληρώθη πᾶσα ἡ γῆ τῆς δόξης Κυρίου· οὐκ ἔτι ἑνὸς οἴκου, μυρίων δὲ καθ' ὅλην τὴν οἰκουμένην πολὺ κρειττόνων ἐκείνου συστάντων. Καὶ εἶπα· Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὧν καὶ ἀκάθαρτα τὰ χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαώθ εἶδον τοῖς ὀφθαλμοῖς μου.» Ὁμολογεῖ δὲ ἀκάθαρτος εἶναι οὐ τὴν ψυχὴν, ἀλλ᾿ οὐδὲ τὸ σῶμα· ἐπεὶ μηδεμίαν ἑαυτῷ ἀκάθαρτον πρᾶξιν συνήδει· μόνα δὲ τὰ χείλη ἀκάθαρτα ἐσχηκέναι φησὶ, ὡς τοῦ λοιποῦ σώματος αὐτῷ καθαρεύοντος καὶ τῆς ψυχῆς, κατὰ τὸ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται Καὶ τὰ χείλη δὲ ἀκάθαρτα εἶχεν οὐκ ἄλλοθεν, ἢ ἀπὸ τῆς πρὸς τοὺς ἀκαθάρτους ὁμιλίας. Ἠναγκάζετο γὰρ, ὡς εἰκὸς, ἀκαθάρτοις ἀνδράσι προσομιλῶν, ἄξια τῆς ἐκείνων φθέγγεσθαι μοχθηρίας, δι' ὧν ἐμολύνετο τὰ χείλη. Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν σεραφὶμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα πυρὸς, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τὰ χείλη μου. Καὶ εἶπε· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου.» Τοιοῦτός ἐστιν ὁ ἄνθραξ τοῦ θυσιαστηρίου, τάχα που τοῦ φιλανθρώπου Κυρίου πληροῦντος τὸ ἑαυτοῦ θυσιαστήριον τοιούτων τινῶν σωτηρίων καὶ καθαρτικῶν ἀνθράκων. Διὸ λέλεκταί που· ῎Ανθρακες ἀνήφθησαν ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Θεὸς δὲ αὐτὸς παρὰ Μωϋσῇ πῦρ καταναλίσκον εἴρηται· καὶ Σωτὴρ ἐν Εὐαγγελίοις βαπτίσαι ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ μεμαρτύρηται·
hōs mē tolman atenes aphoran eis to theōroumenon. «Dio oudeis egnō ton Huion, ei mē monos ho gennēsas auton Patēr. Ekalypton de kai tous podas, ta eschata tēs oikeias poreias kai hōs an eipoi tis, ta bēmata tou biou tas praxeis episkiazonta, mē akalyptois posi tǭ heautōn parastēkoien basilei. Kai ekekragon heteros pros heteron, ῾Agios, hagios, hagios Kyrios Sabaōth; plērēs pasa hē gē tēs doxēs autou.» Ou mian gar hēphiesan phōnēn, oude athroōs homou panta koinę̄ tautēn anepempon, all' eteron pros to heteron emphainon to heautou thauma, kai tēn ekplēxin tēn epi tǭ theōroumenǭ; mallon de hyperexeplētten auta hē apo tōn hypsēlotatōn epi ta tapeina katabasis tou Theou Logou. Ekekragon oun ouch hapax ton hagiasmon autou, alla kai pollakis ; mallon de eis anarithmēton kai eis apeiron, kai eis aei hyperekplēttomena. Prognōsei toinyn tou mellontos hyperethaumazon ta seraphim, ho dē kai akolouthōs tois thespismasin eteleito, meta tēn eis anthrōpous tou Sōtēros hēmōn parousian. Ex ekeinou gar hōs alēthōs pasin egnōsthē tois ethnesi, kai eis pasan ekērychthē tēn gēn, ou monon hē gnōsis, alla kai hē doxa tēs peri autou theologias. Kai epērthē hyperthyron apo tēs phōnēs, hēs ekekragon, kai ho oikos eplēsthē kapnou. Ainittetai toinyn ho logos, hōs ara, plēroumenēs tēs gēs tēs doxēs autou, gymnousthai emellen ho en ekeinǭ tǭ topǭ, hōs kai tou hyperthyrou arthentos, katalēphthēsesthai, kapnou te plērēs esesthai paradotheis pyri pyros gar sēmeion ho kapnos. Ēnixato toinyn dia toutōn ho logos, ton epi telei kateilēphota ton topon emprēsmon; meth᾽ hon eplērōthē pasa hē gē tēs doxēs Kyriou; ouk eti henos oikou, myriōn de kath' holēn tēn oikoumenēn poly kreittonōn ekeinou systantōn. Kai eipa; Ō talas egō, hoti katanenygmai, hoti anthrōpos hōn kai akatharta ta cheilē echōn, en mesǭ laou akatharta cheilē echontos egō oikō; kai ton basilea Kyrion Sabaōth eidon tois ophthalmois mou.» Homologei de akathartos einai ou tēn psychēn, all᾿ oude to sōma; epei mēdemian heautǭ akatharton praxin synēdei; mona de ta cheilē akatharta eschēkenai phēsi, hōs tou loipou sōmatos autǭ kathareuontos kai tēs psychēs, kata to, Makarioi hoi katharoi tę̄ kardią, hoti autoi ton Theon opsontai Kai ta cheilē de akatharta eichen ouk allothen, ē apo tēs pros tous akathartous homilias. Ēnankazeto gar, hōs eikos, akathartois andrasi prosomilōn, axia tēs ekeinōn phthengesthai mochthērias, di' hōn emolyneto ta cheilē. Kai apestalē pros me hen tōn seraphim, kai en tę̄ cheiri autou eichen anthraka pyros, hon tę̄ labidi elaben apo tou thysiastēriou, kai hēpsato ta cheilē mou. Kai eipe; Idou hēpsato touto tōn cheileōn sou.» Toioutos estin ho anthrax tou thysiastēriou, tacha pou tou philanthrōpou Kyriou plērountos to heautou thysiastērion toioutōn tinōn sōtēriōn kai kathartikōn anthrakōn. Dio lelektai pou; ᾿Anthrakes anēphthēsan ap᾿ autou. Kai ho Theos de autos para Mōÿsę̄ pyr katanaliskon eirētai; kai Sōtēr en Euangeliois baptisai en Pneumati hagiǭ kai pyri memartyrētai;
so as not to dare to gaze intently at what was seen. “Therefore no one has known the Son except only the Father who begot him.” And they covered their feet too, overshadowing the extremities of their own course and, as one might say, the steps of their life, their actions, so as not to stand before their king with uncovered feet. “And they cried one to another: Holy, holy, holy, Lord of Sabaoth; the whole earth is full of his glory.” For they did not utter a single cry, nor did they all send it up together at once in common, but each to the other showed its own wonder and amazement at what it beheld; or rather, what amazed them beyond measure was the descent of God the Word from the highest to the lowly. So they proclaimed his holiness not once but many times, or rather without number and without end, being forever amazed beyond measure. By foreknowledge of what was to come, then, the seraphim wondered beyond measure at that which was indeed accomplished in accordance with the prophecies after the coming of our Savior among human beings. For from that time truly not only the knowledge but also the glory of the theology concerning him became known to all the nations and was proclaimed in all the earth. “And the lintel was lifted up at the voice with which they cried, and the house was filled with smoke.” The Word hints, then, that when the earth was filled with his glory, what was in that place was going to be laid bare, so that, the lintel being lifted, it would be captured and, handed over to fire, would be full of smoke; for smoke is a sign of fire. Through these words, then, the Word hinted at the burning which at the end overtook the place; after which the whole earth was filled with the glory of the Lord, no longer one house, but countless houses far better than that one being established throughout the whole world. “And I said: O wretched man that I am, for I am pierced to the heart; for being a man and having unclean lips, I dwell in the midst of a people having unclean lips; and I have seen the King, the Lord of Sabaoth, with my eyes.” He confesses that he is unclean not in his soul, nor even in his body, since he was conscious of no unclean deed; he says that only his lips were unclean, since the rest of his body and his soul were clean, according to the saying, “Blessed are the pure in heart, for they shall see God.” And his lips were unclean from no other source than his dealings with the unclean. For he was compelled, as is likely, in conversing with unclean men, to say things worthy of their badness, and by these his lips were defiled. “And one of the seraphim was sent to me, and in his hand he had a coal of fire, which he had taken with the tongs from the altar, and he touched my lips. And he said: Behold, this has touched your lips.” Such is the coal of the altar, the merciful Lord perhaps filling his own altar with saving and cleansing coals of this kind. Therefore it is said somewhere: “Coals were kindled from him.” And God himself is called in Moses a consuming fire; and the Savior is attested in the Gospels to baptize with the Holy Spirit and fire,
6.4PG 24:121–131
διὰ τούτων ἁπάντων παιδεύοντος ἡμᾶς τοῦ λόγου μὴ ἄλλως δύνασθαί τινα τυχεῖν ἀφέσεως ἁμαρτημάτων ἢ διὰ τοῦ θείου πυρός. Εἰκότως οὖν καὶ ὁ τοσοῦτος προφήτης δι᾽ ἄνθρακος πυρὸς καθαίρεται. Ποίας δὲ ἀνομίας καὶ ἁμαρτίας ἀφαιρεῖται ἢ ὧν τὰ χείλη αὐθαρσιν, ἀκολούθως καὶ φωνῇ ἀξιοῦται τοῦ καθημένου ἐπὶ θρόνου, λεγούσης· τοῦ πεπληρῶσθαι ὁμολογεῖ; Μετὰ δὲ τὴν τούτων κάΤίνα ἀποστελῶ; Καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.» Ἐδοκίμαζε δὲ ἄρα τοιαύτῃ φωνῇ μέσως ἀφειμένῃ τὴν τοῦ προφήτου προθυμίαν, ὡς ἂν τῆς ἀγαθῆς προαιρέσεως μισθὸν κτήσηται. Διὸ οὐ προστακτικῶς αὐτὸν ἐκέλευσεν ἀπιέναι· μέσως δὲ ἠρώτα, τίς εἴη ἔτοιμος τοῦτο πράττειν. Καὶ εἶπε· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ· ᾿Ακοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Τίνα δὲ βλέποντες βλέψουσι, καὶ τίνος ἀκοῇ ἀκούσονται, οὐ παρέστησεν· ἡμῖν καταλιπὼν σκοπεῖν ἐκ τῆς τοῦ λόγου ἀκολουθίας, λεγούσης ὅτι, Τοῦτον ὃν σὺ τεθέασαι Κύριον, καὶ ὃν τοῖς σοῖς ὀφθαλμοῖς εἶδες, ὦ προφῆτα, τοῦτον καὶ ὁ λαὸς οὗτός ποτε ὄψεται· ἀλλὰ καὶ τῆς φωνῆς ἧς ἐπὶ τοῦ παρόντος ἀκήκοας, ἐπακούσεται καιρῷ τινι καὶ αὐτὸς, οὐ μὴν καὶ συνήσει, οὐδὲ γνώσεται, οὐδὲ βουλήσεται αὐτοῦ τὴν χάριν παραδέξασθαι. Σαφῶς δὲ διὰ τούτων τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐδήλου. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς. Ὁ μὲν γὰρ Σωτὴρ, ἅτε φῶς ὑπάρχων, πάντων ἐφώτιζε τὰς ψυχάς· ὡς καὶ τυφλοῖς τὸ βλέπειν χαρίζεσθαι· οἱ δὲ τοὺς ὀφθαλμοὺς ἔμυον, ὥστε μὴ βλέπειν· καὶ οὕτω βλέποντες οὐκ ἔβλεπον. Ὅταν γάρ τις, ἐνατενίσας καὶ ἀκριβῶς θεασάμενος, ὑπερίδῃ, καὶ καταφρονήσῃ τοῦ ὁρωμένου, ἢ μύσῃ τὰ ὄμματα προσποιούμενος μὴ ἑωρακέναι, τότε βλέπων οὐκ εἶδε. Το μὲν οὖν βλέψαι ὑπῆρξεν αὐτοῖς ἀπὸ τῆς χάριτος τοῦ ὀφθέντος· τὸ δὲ μὴ ἰδεῖν συμβέβηκεν ἀπὸ τοῦ αὐτοὺς μῦσαι τοὺς ἑαυτῶν ὀφθαλμοὺς, καὶ προσποιηθῆναι μὴ βλέπειν. Οὕτω δὲ καὶ ἀκοῇ ἀκούει τις, καὶ πάλιν οὐκ ἀκούει· ἐπειδὰν μὴ συνῇ τὰ λεγόμενα, ἢ ὅταν παρακούῃ καὶ καταφρονῇ τῶν λεγομένων. Συμβαίνει δὲ τοῦτο, ἐπειδάν τις τὰ ὦτα ἑαυτοῦ βαρύνῃ, ὥσπερ ἀποφράξας· καὶ ἀποκωφώσας αὐτά. Ταῦτ᾽ οὖν ἔσεσθαι περὶ τὸν τῶν Ἰουδαίων λαὸν ἡ φωνὴ τοῦ Κυρίου ἐθέσπισεν. Ἐπληροῦτο δὲ τὸ ἔργον ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ' ἣν, παρόντα αὐτὸν ὀφθαλμοῖς ὁρῶντες, οὐκ ἔβλεπον, καὶ διδάσκοντα τὰ μυστήρια τῆς βασιλείας οὐ συνῆκαν. Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις, καὶ τὰ ἑξῆς. Καὶ μέχρι τίνος παρατείνῃ τὸ ἀῤῥώστημα; Καὶ ἐρωτᾷ λέγων· Ἕως πότε, Κύριε;» τί γὰρ ἔσται τέλος τῆς τοιαύτης αὐτῶν ἀβλεψίας Σημαίνει οὖν διὰ τούτων τὴν ἐπελθοῦσαν πρώτην ὑπὸ Ῥωμαίων τῷ τόπῳ πολιορκίαν, μετὰ τὰ κατὰ τοῦ Σωτῆρος αὐτοῖς τολμηθέντα, καθ᾿ ἣν τῶν Ἰουδαίων πλεῖσται πόλεις ἐπὶ αὐτοκράτορος Οὐεσπασιανοῦ δῃωθεῖσαι᾿ ἀφανεῖς παντελῶς κατέστησαν· ὡς μηδὲ μνήμην αὐτῶν μηδὲ ὄνομα περιλείπεσθαι. Οὕτω πως ἐρημίαν παντελῆ προαγορεύοντος τοῦ λόγου, ἐπληροῦτο δὲ καὶ αὕτη κατὰ τοὺς ᾿Αδριανοῦ χρόνους, καθ' οὓς δευτέραν ὑπομείναντες Ἰουδαῖοι πολιορκίαν, εἰς τοῦτο τὸ κακὸν περιέστησαν, ὡς νόμοις καὶ διατάγμασιν αὐτοκρατορικοῖς μηδὲ ἐξ ἀπόπτου τὴν ἐρημίαν τῆς ἑαυτῶν μητροπόλεως θεωρεῖν ἐπιτρέπεσθαι. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς. Καὶ ἔτ᾽ ἐπ᾿ αὐτῆς ἐστι τὸ ἐπιδέκατον. Σύμμαχος ἐξέδωκε· Μακρὰν ποιήσει Κύριος τοὺς ἀνθρώπους. Σημαίνει γὰρ ὁ λόγος διὰ τῆς τοιᾶσδε τοῦ, ὁ μακρυνεῖ, ἑρμηνείας, ἤγουν τοῦ, μακρὰν ποιἡσει, ἣν κατὰ τὸν αὐτὸν χρόνον ὑπέμειναν αίχμαλωσίαν τὸ πλῆθος τοῦ Ἰουδαίων ἔθνους, καὶ τὸν διασκεδασμὸν ὃν διεσκεδάσθησαν φεύγοντες τὰς ἐπικειμένας αὐτοῖς συμφοράς. Καὶ οἱ καταλειφθέντες δὲ πληθυνθήσονται ἐπὶ τῆς γῆς· · ἕτεροι ὄντες τῶν προτέρων. Τοσοῦτοι δὲ οὗτοι ἔσονται, ὡς, παραβαλλομένους αὐτοὺς τοῖς πρώτοις, πολλοστημόριον εἶναι νομίζεσθαι τοῦ ἐκείνων πλήθους.
dia toutōn hapantōn paideuontos hēmas tou logou mē allōs dynasthai tina tychein apheseōs hamartēmatōn ē dia tou theiou pyros. Eikotōs oun kai ho tosoutos prophētēs di᾽ anthrakos pyros kathairetai. Poias de anomias kai hamartias aphaireitai ē hōn ta cheilē autharsin, akolouthōs kai phōnę̄ axioutai tou kathēmenou epi thronou, legousēs; tou peplērōsthai homologei? Meta de tēn toutōn kaTina apostelō? Kai tis poreusetai pros ton laon touton? Kai eipa; Idou egō, aposteilon me.» Edokimaze de ara toiautę̄ phōnę̄ mesōs apheimenę̄ tēn tou prophētou prothymian, hōs an tēs agathēs proaireseōs misthon ktēsētai. Dio ou prostaktikōs auton ekeleusen apienai; mesōs de ērōta, tis eiē etoimos touto prattein. Kai eipe; Poreuthēti, kai eipon tǭ laǭ toutǭ; ᾿Akoę̄ akousete, kai ou mē synēte; kai blepontes blepsete, kai ou mē idēte. Tina de blepontes blepsousi, kai tinos akoę̄ akousontai, ou parestēsen; hēmin katalipōn skopein ek tēs tou logou akolouthias, legousēs hoti, Touton hon sy tetheasai Kyrion, kai hon tois sois ophthalmois eides, ō prophēta, touton kai ho laos houtos pote opsetai; alla kai tēs phōnēs hēs epi tou parontos akēkoas, epakousetai kairǭ tini kai autos, ou mēn kai synēsei, oude gnōsetai, oude boulēsetai autou tēn charin paradexasthai. Saphōs de dia toutōn tēn eis anthrōpous autou parousian edēlou. Epachynthē gar hē kardia tou laou toutou, kai tois ōsin autōn bareōs ēkousan, kai tous ophthalmous autōn ekammysan, mēpote idōsi tois ophthalmois. Ho men gar Sōtēr, hate phōs hyparchōn, pantōn ephōtize tas psychas; hōs kai typhlois to blepein charizesthai; hoi de tous ophthalmous emyon, hōste mē blepein; kai houtō blepontes ouk eblepon. Hotan gar tis, enatenisas kai akribōs theasamenos, hyperidę̄, kai kataphronēsę̄ tou horōmenou, ē mysę̄ ta ommata prospoioumenos mē heōrakenai, tote blepōn ouk eide. To men oun blepsai hypērxen autois apo tēs charitos tou ophthentos; to de mē idein symbebēken apo tou autous mysai tous heautōn ophthalmous, kai prospoiēthēnai mē blepein. Houtō de kai akoę̄ akouei tis, kai palin ouk akouei; epeidan mē synę̄ ta legomena, ē hotan parakouę̄ kai kataphronę̄ tōn legomenōn. Symbainei de touto, epeidan tis ta ōta heautou barynę̄, hōsper apophraxas; kai apokōphōsas auta. Taut᾽ oun esesthai peri ton tōn Ioudaiōn laon hē phōnē tou Kyriou ethespisen. Eplērouto de to ergon epi tēs tou Sōtēros hēmōn epidēmias, kath' hēn, paronta auton ophthalmois horōntes, ouk eblepon, kai didaskonta ta mystēria tēs basileias ou synēkan. Kai eipa; Heōs pote, Kyrie? Kai eipen; Heōs an erēmōthōsi poleis, kai ta hexēs. Kai mechri tinos parateinę̄ to arrhōstēma? Kai erōtą legōn; Heōs pote, Kyrie?» ti gar estai telos tēs toiautēs autōn ablepsias Sēmainei oun dia toutōn tēn epelthousan prōtēn hypo Rhōmaiōn tǭ topǭ poliorkian, meta ta kata tou Sōtēros autois tolmēthenta, kath᾿ hēn tōn Ioudaiōn pleistai poleis epi autokratoros Ouespasianou dę̄ōtheisai᾿ aphaneis pantelōs katestēsan; hōs mēde mnēmēn autōn mēde onoma perileipesthai. Houtō pōs erēmian pantelē proagoreuontos tou logou, eplērouto de kai hautē kata tous ᾿Adrianou chronous, kath' hous deuteran hypomeinantes Ioudaioi poliorkian, eis touto to kakon periestēsan, hōs nomois kai diatagmasin autokratorikois mēde ex apoptou tēn erēmian tēs heautōn mētropoleōs theōrein epitrepesthai. Kai meta tauta makrynei ho Theos tous anthrōpous, kai hoi kataleiphthentes plēthynthēsontai epi tēs gēs. Kai et᾽ ep᾿ autēs esti to epidekaton. Symmachos exedōke; Makran poiēsei Kyrios tous anthrōpous. Sēmainei gar ho logos dia tēs toiasde tou, ho makrynei, hermēneias, ēgoun tou, makran poiēsei, hēn kata ton auton chronon hypemeinan aichmalōsian to plēthos tou Ioudaiōn ethnous, kai ton diaskedasmon hon dieskedasthēsan pheugontes tas epikeimenas autois symphoras. Kai hoi kataleiphthentes de plēthynthēsontai epi tēs gēs; ; heteroi ontes tōn proterōn. Tosoutoi de houtoi esontai, hōs, paraballomenous autous tois prōtois, pollostēmorion einai nomizesthai tou ekeinōn plēthous.
the Word teaching us through all these that no one can obtain forgiveness of sins except through the divine fire. Fittingly, then, so great a prophet too is cleansed by a coal of fire. And of what lawlessness and sins is he relieved, if not those of which he confesses his lips to have been full? [And after their cleansing, he is consequently also counted worthy of the voice of the one sitting on the throne, saying:] “Whom shall I send? And who will go to this people? And I said: Here am I; send me.” He was testing the prophet’s eagerness by such a voice, uttered indirectly, so that he might gain the reward of his good choice. Therefore he did not order him by command to go, but asked indirectly who was ready to do this. “And he said: Go, and say to this people: Hearing you will hear and not understand, and seeing you will see and not perceive.” What they will see and whom they will hear he did not set out, leaving us to consider it from the sequence of the passage, which says: This Lord whom you have beheld, and whom you saw with your own eyes, O prophet, this one the people too will one day see; and the voice which you have heard at present, they too will hear at a certain time, yet they will not understand, nor know, nor be willing to receive his grace. Clearly by these words he indicated his coming among human beings. “For the heart of this people has grown fat, and with their ears they have heard heavily, and they have shut their eyes, lest they should see with their eyes.” For the Savior, being light, enlightened the souls of all, so as to grant sight even to the blind; but they shut their eyes so as not to see; and so, seeing, they did not see. For when someone, having gazed intently and looked carefully, overlooks and despises what is seen, or shuts his eyes pretending not to have seen, then seeing he has not seen. The seeing, then, came to them from the grace of the one who appeared; but the not perceiving happened because they shut their own eyes and pretended not to see. So also one hears with hearing and again does not hear, when he does not understand what is said, or when he disregards and despises what is said. This happens when someone makes his ears heavy, as if stopping and deafening them. The voice of the Lord, then, prophesied that these things would happen to the Jewish people. And the thing was fulfilled at the sojourn of our Savior, during which, seeing him present with their eyes, they did not see, and when he taught the mysteries of the kingdom they did not understand. “And I said: How long, Lord? And he said: Until cities are made desolate,” and what follows. And how long will the sickness last? He asks, saying: “How long, Lord?” For what will be the end of such blindness of theirs? By these words, then, he signifies the first siege of the place by the Romans, which came after what they had dared against the Savior, during which very many cities of the Jews, ravaged under the emperor Vespasian, completely disappeared, so that neither memory nor name of them remains. The Word thus foretelling complete desolation, this too was fulfilled in the times of Hadrian, when the Jews, having endured a second siege, came to such misery that by laws and imperial decrees they were not permitted even to look from a distance upon the desolation of their own mother-city. “And after these things God will remove men far away, and those who are left shall be multiplied upon the earth. And there is still upon it the tenth part.” Symmachus rendered: “The Lord will make men far off.” For by this rendering of “will remove far away,” that is, “will make far off,” the Word signifies the captivity which at that same time the mass of the Jewish nation endured, and the scattering in which they were scattered while fleeing the disasters that lay upon them. “And those who are left shall be multiplied upon the earth”: these are different from the former. And they will be of such a number that, compared with the first, they will be thought a tiny fraction of that multitude.
Chapter 7
7.1PG 24:131–139
Καὶ ἐγένετο εν ταῖς ἡμέραις ᾿Αχὰς τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὶν βασιλεὺς ᾿Αρὰμ, καὶ Φακέε υἱὸς Ῥωμελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλήμ, πολεμῆσαι αὐτήν· καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυΐδ, λέγοντες· Συνεφώνησεν ᾿Αρὰμ πρὸς τὸν Ἐφραὶμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Καὶ εἶπε Κύριος πρὸς Ἠσαΐαν· Ἔξελθε εἰς συνάντησιν ᾿Αχὰζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου. Ἔδει δὲ καὶ τὸν υἱὸν προφήτου, μὴ συνδιαφθαρέντα τῷ πλήθει, ἐναπομείναντα δὲ τῇ πατρικῇ διδασκαλίᾳ, μαθητεύεσθαι ἐξ ἐκείνου τῷ πατρὶ, διὰ τοῦ παρεῖναι αὐτῷ θαρσαλέως προσιόντι καὶ πράττοντι τὰ κελευόμενα. Καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἀσθενείτω ἡ ψυχή σου ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων, · οὐδαμῶς μὲν φῶς ἐχόντων, δαλῷ δὲ μόνον ἐσβεσμένῳ ἐοικότων. Τοιοῦτοι γάρ τινές εἰσιν οἱ δύο βασιλεῖς, ὧν ἐν φόβῳ καὶ ἀγῶνι καθέστηκας. Εἰ γὰρ καὶ τὰ μάλιστα ἡ παιδευτική μου δύναμις, ἣν ὀργὴν ἀποκαλεῖν εἴωθε τὰ λόγια, μετῆλθεν ὑμᾶς τὸ πρότερον, εἰς ἔλεγχον τῶν ὀνομαζομένων ὑμῶν θεων, οἷς ἐθαρσεῖτε μὲν αὐτοὶ, οἱ δὲ τὸ μηδὲν ὄντες ἀπηλέγχοντο, ὁπηνίκα ὑποχειρίους ὑμᾶς εἶλον οἱ πολέμιοι· ὅμως, ἐπεὶ μὴ ἐστιν ἡ ἐμὴ ὀργὴ παράνομος, ὡς ἀγαθὸς Θεὸς αὐτὸς καὶ τὸ πρῶτον ὑμᾶς ἐπὶ τῷ συμφέροντι παίσας· καὶ νῦν αὖθις πᾶν τὸ νόσημα ὑμῶν ἰάσομαι, ἐὰν, ἐπιστραφέντες τῆς προτέρας πλάνης, μάθοιτε εὐσεβεῖν ἀληθῶς. ᾿Αλλ᾿ ἔτι ἐξήκοντα πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ. Μανθάνει τοίνυν καὶ τοῦτο παρὰ τοῦ προφήτου ὁ ᾿Αχάζ· ὡς ὅσον οὔπω ἡ τῆς Σαμαρείας βασιλεία καταλυθήσεται, τοῦ ἐν αὐτῇ βασιλευομένου λαοῦ αὐτοῖς βασιλεῦσιν αἰχμαλώτου γενησομένου, καὶ εἰς Ασσυρίους ἀποικισθησομένου διὰ τὰς ὑπερβαλλούσας αὐτῶν ἀθεμίτους πράξεις. Εἰ δὲ καὶ τὸν χρόνον ποθεῖς, φησὶ, μαθεῖν, γίνωσκε, ὡς εἴσω ἐξήκοντα καὶ πέντε ἐτῶν, ἐπιβὰς ὁ τῶν ᾿Ασσυρίων βασιλεὺς, πάντας αὐτοὺς λήψεται καὶ αἰχμαλώτους εἰς τὴν ἑαυτοῦ μετοικιεῖ χώραν. Ταῦτα τῷ προφήτῃ λέγειν ὁ Θεὸς προσέταττεν αὐτῷ τε τῷ Ἀχὰζ, καὶ τῷ ὑπ᾿ αὐτὸν λαῷ· παρορμῶν αὐτοὺς πρὸς αὐτὸν ἐπιστρέφειν, πιστεύειν τε καὶ μὴ ἀπιστεῖν τοῖς εἰρημένοις· τὰ γε μὴν ἐξήκοντα πέντε ἔτη φασὶν Ἑβραίων παῖδες εἰς τὸ ἀκριβὲς συμπληροῦσθαι, εἴ τις ἀριθμεῖν ἄρξηται τοὺς χρόνους ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς Ὀζίου βασιλείας. Καὶ προσέθετο Κύριος λαλῆσαι πρὸς Ἀχάζ· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. ᾿Αντὶ δὲ τοῦ, εἰς βάθος, ἢ εἰς ὕψος, ὁ μὲν Σύμμαχος, Αἴτησαι σεαυτῷ, φησὶ, σημεῖον παρὰ Κυρίου Θεοῦ σου· βάθυνον εἰς ᾄδην, ἢ εἰς ὕψος ἄνω· · ὁ δὲ ᾿Ακύλας, Ἐπερώτησον σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου· βάθυνον εἰς ἄδην, μετεώρισον εἰς ὕψος· · ὁ δὲ Θεοδοτίων, Αἴτησαι σεαυτῷ παρὰ Κυρίου τοῦ Θεοῦ σου βάθυνον εἰς ἄδην, ὕψωσον ἄνω. Κελεύεται τοίνυν ὁ Ἀχὰς σημεῖον αἰτῆσαι, δι' οὗ σωθήσεσθαι ἔμελλεν αὐτός τε καὶ ὁ σὺν αὐτῷ λαός.
Kai egeneto en tais hēmerais ᾿Achas tou Iōatham, tou huiou Oziou basileōs Iouda, anebē Rhaassin basileus ᾿Aram, kai Phakee huios Rhōmeliou basileus Israēl epi Hierousalēm, polemēsai autēn; kai ouk ēdynēthēsan poliorkēsai autēn. Kai anēngelē eis ton oikon Dauïd, legontes; Synephōnēsen ᾿Aram pros ton Ephraim; kai exestē hē psychē autou, kai hē psychē tou laou autou, hon tropon en drymǭ xylon hypo pneumatos saleuthę̄. Kai eipe Kyrios pros Ēsaïan; Exelthe eis synantēsin ᾿Achaz, sy kai ho kataleiphtheis Iasoub ho huios sou. Edei de kai ton huion prophētou, mē syndiaphtharenta tǭ plēthei, enapomeinanta de tę̄ patrikę̄ didaskalią, mathēteuesthai ex ekeinou tǭ patri, dia tou pareinai autǭ tharsaleōs prosionti kai prattonti ta keleuomena. Kai ereis autǭ; Phylaxai tou hēsychasai, kai mē phobou, mēde astheneitō hē psychē sou apo tōn dyo xylōn tōn dalōn tōn kapnizomenōn toutōn, ; oudamōs men phōs echontōn, dalǭ de monon esbesmenǭ eoikotōn. Toioutoi gar tines eisin hoi dyo basileis, hōn en phobǭ kai agōni kathestēkas. Ei gar kai ta malista hē paideutikē mou dynamis, hēn orgēn apokalein eiōthe ta logia, metēlthen hymas to proteron, eis elenchon tōn onomazomenōn hymōn theōn, hois etharseite men autoi, hoi de to mēden ontes apēlenchonto, hopēnika hypocheirious hymas eilon hoi polemioi; homōs, epei mē estin hē emē orgē paranomos, hōs agathos Theos autos kai to prōton hymas epi tǭ sympheronti paisas; kai nyn authis pan to nosēma hymōn iasomai, ean, epistraphentes tēs proteras planēs, mathoite eusebein alēthōs. ᾿All᾿ eti exēkonta pente etōn ekleipsei hē basileia Ephraim apo laou. Manthanei toinyn kai touto para tou prophētou ho ᾿Achaz; hōs hoson oupō hē tēs Samareias basileia katalythēsetai, tou en autę̄ basileuomenou laou autois basileusin aichmalōtou genēsomenou, kai eis Assyrious apoikisthēsomenou dia tas hyperballousas autōn athemitous praxeis. Ei de kai ton chronon potheis, phēsi, mathein, ginōske, hōs eisō exēkonta kai pente etōn, epibas ho tōn ᾿Assyriōn basileus, pantas autous lēpsetai kai aichmalōtous eis tēn heautou metoikiei chōran. Tauta tǭ prophētę̄ legein ho Theos prosetatten autǭ te tǭ Achaz, kai tǭ hyp᾿ auton laǭ; parormōn autous pros auton epistrephein, pisteuein te kai mē apistein tois eirēmenois; ta ge mēn exēkonta pente etē phasin Hebraiōn paides eis to akribes symplērousthai, ei tis arithmein arxētai tous chronous apo tou pemptou kai eikostou etous tēs Oziou basileias. Kai prosetheto Kyrios lalēsai pros Achaz; Aitēsai seautǭ sēmeion para Kyriou tou Theou sou eis bathos, ē eis hypsos. ᾿Anti de tou, eis bathos, ē eis hypsos, ho men Symmachos, Aitēsai seautǭ, phēsi, sēmeion para Kyriou Theou sou; bathynon eis ądēn, ē eis hypsos anō; ; ho de ᾿Akylas, Eperōtēson seautǭ sēmeion para Kyriou tou Theou sou; bathynon eis adēn, meteōrison eis hypsos; ; ho de Theodotiōn, Aitēsai seautǭ para Kyriou tou Theou sou bathynon eis adēn, hypsōson anō. Keleuetai toinyn ho Achas sēmeion aitēsai, di' hou sōthēsesthai emellen autos te kai ho syn autǭ laos.
“And it came to pass in the days of Ahaz son of Jotham, son of Uzziah, king of Judah, that Rezin king of Aram and Pekah son of Remaliah king of Israel went up against Jerusalem to make war on it; and they could not besiege it. And it was reported to the house of David, saying: Aram has made an agreement with Ephraim; and his soul was dismayed, and the soul of his people, as a tree in a forest is shaken by the wind. And the Lord said to Isaiah: Go out to meet Ahaz, you and your son Jashub who is left.” The prophet’s son too had to be taught by his father from that time on, not having been corrupted along with the multitude but having remained in his father’s teaching, by being with him as he boldly went and did what he was commanded. “And you shall say to him: Take care to be quiet, and do not fear, nor let your soul be faint because of these two tails of smoking firebrands,” which have no light at all, but are like a quenched firebrand only. For such are the two kings of whom you stand in fear and anguish. For even if my disciplining power, which the oracles are accustomed to call wrath, did indeed visit you before, to expose your so-called gods, in whom you yourselves trusted but who were proved to be nothing when your enemies brought you under their hand; nevertheless, since my wrath is not lawless, as the good God who also struck you at first for your benefit, I will now again heal all your disease, if you turn from your former error and learn to worship truly. “But within sixty-five years the kingdom of Ephraim shall fail from being a people.” Ahaz learns this too from the prophet: that very soon the kingdom of Samaria will be destroyed, the people ruled in it becoming captive together with their kings and being deported to the Assyrians because of their exceedingly lawless deeds. And if you long to learn the time too, he says, know that within sixty-five years the king of the Assyrians will come upon them, take them all, and carry them captive to his own country. God commanded the prophet to say these things to Ahaz himself and to the people under him, urging them to turn to him and to believe, not disbelieve, what was said. As for the sixty-five years, the children of the Hebrews say that they are exactly completed if one begins to count the time from the twenty-fifth year of the reign of Uzziah. “And the Lord spoke again to Ahaz: Ask for yourself a sign from the Lord your God, in the depth or in the height.” Instead of “in the depth or in the height,” Symmachus says: “Ask for yourself a sign from the Lord your God; go deep into Hades, or into the height above”; Aquila: “Request for yourself a sign from the Lord your God; go deep into Hades, raise it into the height”; and Theodotion: “Ask for yourself from the Lord your God; go deep into Hades, go high above.” Ahaz, then, is commanded to ask for a sign by which he himself and the people with him were to be saved.
7.2PG 24:131–139
Ἐξουσίαν δὲ δίδωσιν αὐτῷ ὁ Θεὸς αἱρέσεως τοῦ σημείου, εἴτε ἐκ βάθους αἰτήσειεν, αὐτῷ δοθῆναι τοῦτο, ἐκ βάθους οὐχ ἑτέρου ἢ τοῦ κατὰ τὸν ἅδην· εἴτε ἐξ ὕψους, καὶ αὐτῶν τῶν ἄνω μετεώρων. Καὶ εἶπεν ᾿Αχὰζ, Οὐ μὴ αἰτήσω, οὐδ᾽ οὐ μὴ πειράσω Κύριον. ᾿Αναίνεται δὴ οὖν, ἅτε δὴ ἀσεβὴς ῶν, καὶ μὴ πειθαρχῶν τῷ Θεῷ κελεύοντι, μὴ δὲ θέλων ἀπόπειραν λαβεῖν τῆς τοῦ Θεοῦ παραδοξοποιοῦ δυνάμεως. Καὶ εἶπεν· ᾿Ακούσατε δὴ, οἶκος Δαυΐδ· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, πῶς Κυρίῳ παρέχετε ἀγῶνα; · Ἐπὶ τῇ τοῦ ἀνδρὸς ἀπονοίᾳ σχετλιάσας ὁ προφήτης, ἐξ οἰκείου προσώπου τὰ ἑξῆς ἐπιλέγει. Ταῦτα δὲ ὁ μὲν ᾿Ακύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον· ᾿Ακούσατε δὴ, οἶκος Δαυΐδ· Μήτι ὀλίγον μοχθοῦν ἄνδρας, ὅτι μοχθεῖτε καί γε τὸν Θεόν μου; Ὁ δὲ Θεοδοτίων· ᾿Ακούσατε δὴ, οἶκος Δαυΐδ· Μὴ μικρὸν ἀγῶνα παρέχειν ἀνδράσιν, ὅτι ἀγῶνα παρέχετε καί γε τῷ Θεῷ μου;» Ὁ δὲ Σύμμαχος· Ακούσατε δὴ, οἶκος Δαυΐδ· Μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε ἔτι καὶ τὸν Θεόν μου; Ἔστι δὲ ὁ νοῦς τῶν προκειμένων τοιοῦτος· Οὐ παύσεσθέ ποτε τοῖς τοῦ Θεοῦ ἀνθρώποις, λέγω δὴ τοῖς προφήταις, κόπους καὶ μόχθους, καὶ ἀγῶνας τοὺς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας παρέχοντες; ᾿Αλλὰ δὴ καὶ αὐτῷ τῷ ἐμῷ Θεῷ, ὃν ὑμεῖς ἀγνοεῖτε καὶ ἀρνεῖσθε, τῇ πολυθέῳ προσέχοντες πλάνῃ, σκυλμοὺς καὶ κόπους, καὶ ἀγῶνας παρέχοντες, τῷ μὴ βούλεσθαι πιστεύειν αὐτοῦ ταῖς ἐπαγγελίαις, μηδὲ τὰ κεκελευσμένα πράττειν ; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον · Ἰδοὺ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Τί, φησὶν, ἐστὶ τὸ σωτήριον σημεῖον, ὃ καὶ μὴ βουλομένοις ὑμῖν παρέξει; παράδοξόν τι θαῦμα ἔσται ποτὲ ἐν ἀνθρώποις, καὶ σημεῖον μηδέποτε ἀκουσθὲν ἐκ τοῦ παντὸς αἰῶνος. Παρθένος κυήσει δίχα τῆς πρὸς ἄνδρα κοινωνίας, καὶ Θεὸν γεννήσει, Σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους. Τοῦτον αὐτὸν τὸν μέλλοντα λαγχάνειν τοιαύτης γεννήσεως Θεὸν σημεῖον ὑμῖν σωτήριον ἐντεῦθεν ἤδη ὁ Θεὸς παρέχει· ὃ δὴ καὶ εἰς βάθος μὲν δι᾽ ἣν ποιήσεται μέχρις ᾄδου κατάβασιν, εἰς ὕψος δὲ διὰ τὴν εἰς οὐρανοὺς ἐπάνοδον. Σὺ οὖν, οἷκος Δαυΐδ, ἐντεῦθεν ἤδη κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς παρόντας πολεμίους συμβολῆς ἀνακαλοῦ αὐτὸν, Ἐμμανουὴλ ἐπονομάζων, ὅπερ ἐκ τῆς ἑρμηνείας τὴν τοῦ λόγου παρίστησι δύναμιν· μεθ᾽ ἡμῶν, γὰρ ὁ Θεὸς δηλοῖ τοὔνομα. Πιστεύων οὖν δῆτα τῷ σημείῳ θάρσει, καὶ μηκέτι μὲν θεοὺς ἀνακαλοῦ Δαμασκοῦ, μηδὲ τοὺς μὴ ὄντας βοηθοὺς ἐπιγράφου σεαυτοῦ· τὸν δὲ Ἐμμανουὴλ, ὡς ἂν Θεὸν ἀνθρώποις συνεσόμενόν ποτε, κάλει, θαρσῶν σὺν πεποιθήσει τελείᾳ, πιστεύων τῇ τῆς προσηγορίας δυνάμει. Ἀλλ᾿ ἐνταῦθα γενομένους ἡμᾶς ἐπιστῆσαι προσήκει, ὡς ἀκριβῶς ἡ προφητεία τῷ οἴκῳ Δαυΐδ προστάττει, καλέσαι τὸν ἐκ τῆς Παρθένου γενησόμενον Ἐμμανουήλ. Σὺ γὰρ αὐτὸς, ὁ οἶκος Δαυΐδ, ὁ νῦν τῷ προφήτῃ συμπαρὼν, καὶ τούτου ἀκροώμενος τῶν λόγων τὸν θεσπιζόμενον καλέσεις Ἐμμανουήλ· ὡς εἰ σαφέστερον ἔλεγεν, Ἐπικαλοῦ βοηθὸν ἑαυτῷ συνεχῶς, πολλάκις Ἐμμανουὴλ ὀνομάζων, καὶ ὡς συνόντα σοι Θεὸν, τοῦτον ἀνακαλούμενος·
Exousian de didōsin autǭ ho Theos haireseōs tou sēmeiou, eite ek bathous aitēseien, autǭ dothēnai touto, ek bathous ouch heterou ē tou kata ton hadēn; eite ex hypsous, kai autōn tōn anō meteōrōn. Kai eipen ᾿Achaz, Ou mē aitēsō, oud᾽ ou mē peirasō Kyrion. ᾿Anainetai dē oun, hate dē asebēs ōn, kai mē peitharchōn tǭ Theǭ keleuonti, mē de thelōn apopeiran labein tēs tou Theou paradoxopoiou dynameōs. Kai eipen; ᾿Akousate dē, oikos Dauïd; Mē mikron hymin agōna parechein anthrōpois, pōs Kyriǭ parechete agōna? ; Epi tę̄ tou andros aponoią schetliasas ho prophētēs, ex oikeiou prosōpou ta hexēs epilegei. Tauta de ho men ᾿Akylas touton hērmēneuse ton tropon; ᾿Akousate dē, oikos Dauïd; Mēti oligon mochthoun andras, hoti mochtheite kai ge ton Theon mou? Ho de Theodotiōn; ᾿Akousate dē, oikos Dauïd; Mē mikron agōna parechein andrasin, hoti agōna parechete kai ge tǭ Theǭ mou?» Ho de Symmachos; Akousate dē, oikos Dauïd; Mē ouk autarkes hymin kopoun anthrōpous, hoti kopoute eti kai ton Theon mou? Esti de ho nous tōn prokeimenōn toioutos; Ou pausesthe pote tois tou Theou anthrōpois, legō dē tois prophētais, kopous kai mochthous, kai agōnas tous hyper tēs hymeteras sōtērias parechontes? ᾿Alla dē kai autǭ tǭ emǭ Theǭ, hon hymeis agnoeite kai arneisthe, tę̄ polytheǭ prosechontes planę̄, skylmous kai kopous, kai agōnas parechontes, tǭ mē boulesthai pisteuein autou tais epangeliais, mēde ta kekeleusmena prattein ? Dia touto dōsei Kyrios autos hymin sēmeion ; Idou parthenos en gastri lēpsetai, kai texetai huion, kai kaleseis to onoma autou Emmanouēl. Ti, phēsin, esti to sōtērion sēmeion, ho kai mē boulomenois hymin parexei? paradoxon ti thauma estai pote en anthrōpois, kai sēmeion mēdepote akousthen ek tou pantos aiōnos. Parthenos kyēsei dicha tēs pros andra koinōnias, kai Theon gennēsei, Sōtēra tou tōn anthrōpōn genous. Touton auton ton mellonta lanchanein toiautēs gennēseōs Theon sēmeion hymin sōtērion enteuthen ēdē ho Theos parechei; ho dē kai eis bathos men di᾽ hēn poiēsetai mechris ądou katabasin, eis hypsos de dia tēn eis ouranous epanodon. Sy oun, hoikos Dauïd, enteuthen ēdē kata ton kairon tēs pros tous parontas polemious symbolēs anakalou auton, Emmanouēl eponomazōn, hoper ek tēs hermēneias tēn tou logou paristēsi dynamin; meth᾽ hēmōn, gar ho Theos dēloi tounoma. Pisteuōn oun dēta tǭ sēmeiǭ tharsei, kai mēketi men theous anakalou Damaskou, mēde tous mē ontas boēthous epigraphou seautou; ton de Emmanouēl, hōs an Theon anthrōpois synesomenon pote, kalei, tharsōn syn pepoithēsei teleią, pisteuōn tę̄ tēs prosēgorias dynamei. All᾿ entautha genomenous hēmas epistēsai prosēkei, hōs akribōs hē prophēteia tǭ oikǭ Dauïd prostattei, kalesai ton ek tēs Parthenou genēsomenon Emmanouēl. Sy gar autos, ho oikos Dauïd, ho nyn tǭ prophētę̄ symparōn, kai toutou akroōmenos tōn logōn ton thespizomenon kaleseis Emmanouēl; hōs ei saphesteron elegen, Epikalou boēthon heautǭ synechōs, pollakis Emmanouēl onomazōn, kai hōs synonta soi Theon, touton anakaloumenos;
God gives him the power to choose the sign: whether he should ask for it to be given him from the depth, from no other depth than that of Hades, or from the height, from the very heights above. “And Ahaz said: I will not ask, nor will I test the Lord.” He refuses, then, being impious and not obeying God’s command, nor wishing to make trial of God’s wonder-working power. “And he said: Hear now, house of David: Is it a small thing for you to give trouble to men? How do you give trouble to the Lord?” Indignant at the man’s folly, the prophet says what follows in his own person. Aquila translated this as follows: “Hear now, house of David: Is it too little to weary men, that you weary my God too?” Theodotion: “Hear now, house of David: Is it a small thing to give trouble to men, that you give trouble to my God too?” And Symmachus: “Hear now, house of David: Is it not enough for you to tire men, that you tire my God as well?” The sense of the passage is this: Will you never stop giving labors and toils and struggles for your salvation to the men of God, I mean the prophets? And indeed to my God himself, whom you do not know and deny, giving heed to the error of many gods, giving vexations and toils and struggles by refusing to believe his promises or to do what is commanded? “Therefore the Lord himself will give you a sign: Behold, the virgin shall conceive in the womb and bear a son, and you shall call his name Emmanuel.” What, he says, is the saving sign which he will provide even to you who are unwilling? A wondrous marvel will one day take place among men, and a sign never heard of from all eternity: a virgin will conceive without union with a man and will bear God, the Savior of the human race. This very God, who is to receive such a birth, God already now gives you as a saving sign; it is in the depth because of the descent he will make even to Hades, and in the height because of his ascent into heaven. You, then, house of David, call upon him from now on, at the time of your encounter with the present enemies, naming him Emmanuel, which by its translation shows the force of the word; for the name means “God with us.” Believing, then, in the sign, take courage, and no longer call upon the gods of Damascus nor enroll as your helpers those who do not exist; but call upon Emmanuel, as God who will one day be with human beings, taking courage with complete confidence, believing in the power of the name. But having come to this point we should notice how precisely the prophecy commands the house of David to call the one who would be born of the Virgin Emmanuel. For you yourself, house of David, who are now present with the prophet and hearing his words, will call the one prophesied Emmanuel; as if he were saying more plainly: Call him continually to your help, often naming him Emmanuel, and calling upon him as God who is with you.
7.3PG 24:131–139
εἰ γὰρ καὶ τὰ μάλιστα μακροῖς ὕστερον χρόνοις ἡ Παρθένος τοῦ τοὺς πολεμίους συμβολῆς. Ἐμμανουὴλ κάλει, καὶ τον κυήσει καὶ τέξεται· ὅτε καὶ τὸ ἀποτέλεσμα γενήσεται τῆς προφητείας, ὅτε καὶ Σωτὴρ ἀναφανήσεται τοῦ παντὸς ἀνθρώπων γένους, τῷ ἑτέρω χρήσεται ὀνόματι τῆς σωτηρίας ἐπωνύμῳ· ἀλλ᾽ ἐντεῦθεν ἤδη, σὺ, ὁ οἶκος Δαυΐδ, ἀγαθὸν σύνθημα παρὰ Θεοῦ λαβὼν, ἀνακαλοῦ, τὸν Ἐμμανουὴλ ὀνομάζων· σωτηρίαν γάρ σοι πιστεύοντι καὶ πειθαρχοῦντι τοῖς λεγομένοις ἡ τοιαύτη προξενήσει κλῆσις. Εἱ μὲν οὖν εἴρητο, Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ἔδοξεν ἂν εἰς μέλλοντα χρόνον τὴν πᾶσαν παραπέμπειν προφητείαν· οὕτω γὰρ ἀμφιβολίαν εἶχεν ὁ λόγος· ἐπεὶ μὴ Ἐμμανουὴλ, ἀλλὰ Ἰησοῦς κέκληται τὸ ὄνομα τοῦ ἐκ τῆς ἁγίας Παρθένου γεννηθέντος Σωτῆρος ἡμῶν, κατὰ τὸν τοῦ ἀγγέλου χρηματισμὸν φήσαντα τῷ Ἰωσήφ· · Μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναϊκά σου τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. Εἰ οὖν Ἰησοῦς, ἀλλ᾽ οὐχὶ Ἐμμανουὴλ τὸ ἐπώνυμον εἴληφεν ὁ Κύριος ἡμῶν καὶ Σωτὴρ, ἐκ τῆς Παρθένου γεννηθεὶς κατὰ τὴν προφητείαν· πῶς ἂν ἔτι ἠλήθευσε τὸ λόγιον φῆσαν, Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ ; : Διόπερ οὐκ εἴρηται μὲν οὕτως· οὐ γὰρ ἔμελλεν ὑπὸ πάντων τούτῳ καλεῖσθαι τῷ προσρήματι· ἀκριβῶς δὲ ὁ προφητικὸς λόγος, Καὶ καλέσεις, περιέχει. Σὺ γὰρ αὐτὸς, ὁ οἶκος Δαυΐδ, δι' ὃν ταῦτα θεσπίζεται, σύνθημα σωτηρίας λαβὼν κατὰ τὸν καιρὸν τῆς πρὸς τῆς τῶν πολεμίων ἥττης ἐπιγράφου τοῦτον αἴτιον · ἐκ Παρθένου μὲν γεννησόμενόν ποτε, ἤδη δὲ Θεὸν ὄντα, καὶ μεθ᾽ ἡμῶν ὄντα, ἐντεῦθεν δὲ ἤδη τὰ μεγάλα πρὸς σωτηρίαν χαριτούμενόν σοι. Πιστεύων οὖν τῷ θείῳ προστάγματι, συνεχῶς αὐτὸν ἐπικαλοῦ βοηθὸν, Ἐμμανουὴλ ὀνομάζων. Τοιαύτης γάρ τινος ὥσπερ ἐπῳδῆς χρεία, πρὸς τὸ μὴ δαίμοσι βοηθοῖς προσέχειν· μόνον δὲ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι, καὶ δι' αὐτοῦ σώζεσθαι. Ταῦτα μὴ νοήσαντές τινες, ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, ἀντὶ τοῦ, καὶ καλέσεις, καὶ καλέσουσι, · πεποιήκασιν· οὐχ οὕτως ἐχούσης τῆς προφητικῆς λέξεως · ἢ τε γὰρ Ἑβραϊκὴ φωνή, ταύτῃ τε καταλλήλως, καὶ ἅπαντες οἱ ἑρμηνευταὶ, καλέσεις, ἐκδεδώκασιν. Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρά, ἐκλέξασθαι τὸ ἀγαθόν. Εἰ γοῦν θαυμάζεις Θεὸν γεννώμενον ἀκούων, πίστευσον, ὅτι καὶ τροφῇ νηπίων χρήσεται. Οὐ γὰρ κατά τινα φαντασίαν ὀφθήσεται ἄνθρωπος, οὔτε τῷ δοκεῖν ἔσται τὸ γινόμενον· ἀλλ᾿ ἀληθῶς τοιαύτην ὑπομενεῖ γέννησιν, ὡς κοινωνῆσαι νηπίων τροφῇ· βουτύρῳ λέγω καὶ μέλιτι ὁμοίως τοῖς λοιποῖς βρέφεσι. Τοῦτο μὲν οὖν ἀνθρώπινον· τὸ δὲ τῆς θεότητος αὐτοῦ παραστατικὸν ἐκεῖνο ἂν εἴη, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθὸν, καὶ τὰ ἑξῆς. Σημαίνει δὲ ὁ λόγος, ὅτι καὶ παρ᾿ αὐτὴν τὴν γέννησιν διακριτικός τις ἦν, καὶ ἀγαθῶν ποιητικὸς, ὁ Ἐμμανουὴλ, τὸ κριτικὸν ἐξ ἐκείνου κεκτημένος, καὶ ἀποσειόμενος μὲν τὸ κακόν· μόνον δὲ τὸ ἀγαθὸν ἀποδεχόμενος.
ei gar kai ta malista makrois hysteron chronois hē Parthenos tou tous polemious symbolēs. Emmanouēl kalei, kai ton kyēsei kai texetai; hote kai to apotelesma genēsetai tēs prophēteias, hote kai Sōtēr anaphanēsetai tou pantos anthrōpōn genous, tǭ heterō chrēsetai onomati tēs sōtērias epōnymǭ; all᾽ enteuthen ēdē, sy, ho oikos Dauïd, agathon synthēma para Theou labōn, anakalou, ton Emmanouēl onomazōn; sōtērian gar soi pisteuonti kai peitharchounti tois legomenois hē toiautē proxenēsei klēsis. Hei men oun eirēto, Kai kalesousi to onoma autou Emmanouēl, edoxen an eis mellonta chronon tēn pasan parapempein prophēteian; houtō gar amphibolian eichen ho logos; epei mē Emmanouēl, alla Iēsous keklētai to onoma tou ek tēs hagias Parthenou gennēthentos Sōtēros hēmōn, kata ton tou angelou chrēmatismon phēsanta tǭ Iōsēph; ; Mē phobēthę̄s paralabein Marian tēn gynaïka sou to gar en autę̄ gennēthen ek Pneumatos estin hagiou. Texetai de huion, kai kaleseis to onoma autou Iēsoun; autos gar sōsei ton laon autou apo tōn hamartiōn autou. Ei oun Iēsous, all᾽ ouchi Emmanouēl to epōnymon eilēphen ho Kyrios hēmōn kai Sōtēr, ek tēs Parthenou gennētheis kata tēn prophēteian; pōs an eti ēlētheuse to logion phēsan, Kai kalesousi to onoma autou Emmanouēl ? : Dioper ouk eirētai men houtōs; ou gar emellen hypo pantōn toutǭ kaleisthai tǭ prosrēmati; akribōs de ho prophētikos logos, Kai kaleseis, periechei. Sy gar autos, ho oikos Dauïd, di' hon tauta thespizetai, synthēma sōtērias labōn kata ton kairon tēs pros tēs tōn polemiōn hēttēs epigraphou touton aition ; ek Parthenou men gennēsomenon pote, ēdē de Theon onta, kai meth᾽ hēmōn onta, enteuthen de ēdē ta megala pros sōtērian charitoumenon soi. Pisteuōn oun tǭ theiǭ prostagmati, synechōs auton epikalou boēthon, Emmanouēl onomazōn. Toiautēs gar tinos hōsper epǭdēs chreia, pros to mē daimosi boēthois prosechein; monon de ton Emmanouēl epikaleisthai, kai di' autou sōzesthai. Tauta mē noēsantes tines, en tǭ kata Matthaion Euangeliǭ, anti tou, kai kaleseis, kai kalesousi, ; pepoiēkasin; ouch houtōs echousēs tēs prophētikēs lexeōs ; ē te gar Hebraïkē phōnē, tautę̄ te katallēlōs, kai hapantes hoi hermēneutai, kaleseis, ekdedōkasin. Boutyron kai meli phagetai, prin ē gnōnai auton, ē proelesthai ponēra, eklexasthai to agathon. Ei goun thaumazeis Theon gennōmenon akouōn, pisteuson, hoti kai trophę̄ nēpiōn chrēsetai. Ou gar kata tina phantasian ophthēsetai anthrōpos, oute tǭ dokein estai to ginomenon; all᾿ alēthōs toiautēn hypomenei gennēsin, hōs koinōnēsai nēpiōn trophę̄; boutyrǭ legō kai meliti homoiōs tois loipois brephesi. Touto men oun anthrōpinon; to de tēs theotētos autou parastatikon ekeino an eiē, hoti prin ē gnōnai auton, ē proelesthai ponēra, eklexetai to agathon, kai ta hexēs. Sēmainei de ho logos, hoti kai par᾿ autēn tēn gennēsin diakritikos tis ēn, kai agathōn poiētikos, ho Emmanouēl, to kritikon ex ekeinou kektēmenos, kai aposeiomenos men to kakon; monon de to agathon apodechomenos.
For even if the Virgin will indeed conceive and bear him long afterwards, when the fulfilment of the prophecy will also come to pass, when he will also appear as Savior of the whole human race and will bear the other name, named after salvation; yet already from now on you, house of David, having received a good token from God, call upon him, naming him Emmanuel; for such calling will win salvation for you if you believe and obey what is said. [The scan here inserts a stray line: “… of the encounter with the enemies. Call Emmanuel, and …”] If, then, it had been said, “And they shall call his name Emmanuel,” it would have seemed to refer the whole prophecy to a future time; for so the saying would have been ambiguous, since the name of our Savior born of the holy Virgin was not Emmanuel but Jesus, according to the angel’s oracle which said to Joseph: “Do not fear to take Mary your wife; for that which is born in her is of the Holy Spirit. And she will bear a son, and you shall call his name Jesus; for he will save his people from their sins.” If, then, our Lord and Savior, born of the Virgin according to the prophecy, received the name Jesus and not Emmanuel, how would the oracle still have been true which said, “And they shall call his name Emmanuel”? Therefore it is not said so; for he was not going to be called by this title by everyone; but the prophetic word precisely contains “And you shall call.” For you yourself, house of David, on whose account these things are prophesied, having received a token of salvation at the time of [the encounter with the enemies, call Emmanuel, and] ascribe to him the cause of the defeat of the enemies: he who will one day be born of a virgin, but is already God, and is with us, and already from now on bestows great things on you for salvation. Believing, then, in the divine command, call upon him continually as your helper, naming him Emmanuel. For there is need of such a kind of charm, so as not to give heed to demons as helpers, but to call upon Emmanuel alone and be saved through him. Not understanding this, some in the Gospel according to Matthew have made “and they shall call” in place of “and you shall call,” although the prophetic text does not read so; for both the Hebrew word and, in agreement with it, all the translators have rendered “you shall call.” “He shall eat butter and honey before he knows or prefers evil things, and shall choose the good.” If, then, you marvel at hearing that God is born, believe that he will also use the food of infants. For he will not be seen as a man in a kind of phantasm, nor will what happens be in appearance only; but he will truly undergo such a birth as to share the food of infants, I mean butter and honey, like other babies. This, then, is human; but what would show his Godhead is that “before he knows or prefers evil things, he will choose the good,” and what follows. The Word signifies that even at his very birth Emmanuel was discerning and a doer of good things, possessing judgment from that time, shaking off evil and accepting only the good.
7.4PG 24:131–139
Τοιαύτης γὰρ ἔσται, φησὶ, φύσεως καὶ ἐξ αὐτῆς τῆς γεννήσεως. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ Κύριος μυίαις, αἱ κυριεύσουσι μέρος ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἤ ἐστιν ἐν χώρᾳ Ασσυρίων. Σημαίνει διὰ τούτων ὁ λόγος Αἰγυπτίων ἀνδρῶν ἔφοδον, οὖς φησιν ἥξειν ἐπὶ τὴν Ἰουδαίαν χώραν οὐκ ἄνευ Θεοῦ, νεύματι αὐτοὺς τοῦ Κυρίου διεγείροντος, καὶ ὥσπερ συρίγματι παρορμῶντος αὐτοὺς ἀπὸ τῆς Αἰγύπτου · καὶ οὐκ ἀπὸ πάσης ταύτης, ἀλλ' ἐκ μέρους αὐτῆς. Ἢ καὶ διὰ τὸ λύθροις καὶ αἴμασι τοῖς κατὰ τὴν ἀκάθαρτον εἰδωλολατρείαν χαίρειν τοὺς Αἰγυπτίους, παραβάλλει μυίαις αὐτοὺς · τὴν δὲ τῶν ᾿Ασσυρίων πολεμικὴν δύναμιν διὰ τὸ πολεμικῷ κέντρῳ κεχρῆσθαι, καὶ τῶν λοιπῶν ἐθνῶν τότε κρατεῖν, μελίσσῃ ἀπείκασε. Ταῦτα δὲ ἐπληροῦτο κατὰ τοὺς χρόνους τῆς πρώτης πολιορκίας Ἱερουσαλήμ, καθ' οὓς Αἰγύπτιοι μὲν οἱ καλούμενοι μυῖαι ὅτε τούτων βασιλεὺς Φαραὼ ἐπελθὼν τῇ Ἰουδαίων, τὸν Ἰωσίαν τὸν βασιλέα τῆς Ἱερουσαλήμ, τῶν ἐπιφανῶν καὶ θεοφιλῶν ἀνδρῶν οὐδενὸς δεύτερον, ἀναιρεῖ. Εἶτ' οὐκ εἰς μακρὰν ὁ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορ σὺν μεγάλῃ στρατιᾶς δυνάμει ἐπελθὼν, τὴν μὲν πόλιν αὐτὴν ἐκ βάθρων εἶλε, τὸν νεὼν πυρπολήσας · τὸ δὲ πᾶν ἔθνος ἐξανδραποδισάμενος καὶ τὰς λοιπὰς δηώσας πόλεις, Ασσυρίους οἰκήτορας τῆς Ἰουδαίων κατέστησε χώρας. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυριεῖ Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ, ὅ ἐστι πέραν τοῦ ποταμοῦ τοῦ βασιλέως Ασσυρίων. Οὐ τὴν κεφαλὴν οὖν μόνην ξυρήσει, τὴν πάλαι κομῶσαν, ὅτε τῆς οἰκουμένης ἐκράτουν ᾿Ασσύριοι, ἀλλὰ καὶ τὰς τρίχας τῶν ποδῶν, δηλαδὴ τὸ ἀνδρεῖον σχῆμα, καὶ τὸν πώγωνα · τουτέστι τὸν κατὰ φύσιν ἀνδράσι πρέποντα κόσμον. Ξυρὸν δὲ μεμεθυσμένον ὑπὸ τοῦ Κυρίου ὁ προφητικὸς ἐκάλεσε λόγος ἕτερόν τι πολεμίων γένος · δι' οὗ τὸν βασιλέα τῶν ᾿Ασσυρίων, δηλαδὴ τὴν πᾶσαν αὐτῶν βασιλείαν τε καὶ δυναστείαν ξυρήσειν ἔφη τὸν Θεὸν, ὡς ταπεινὴν αὐτὴν, καὶ ἄνανδρον, καὶ ἄκοσμον καὶ ἀσχήμονα δειχθῆναι. Παρ' ἑτέρῳ δὲ, ἀντὶ τοῦ μεμεθυσμένῳ ξυρῷ, μεμισθωμένῳ εὔρηται οὕτως εἰπόντι. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα. Καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φαγεῖν πᾶς ὁ καταλειφθεὶς ἐπὶ τὴν γῆν. Πτωχείαν τε καὶ πενίαν ὑπερβάλλουσαν αἰνίττεται διὰ τούτων · ἀλλὰ καὶ ἔνδειαν καὶ σπάνιν τῆς ἀπὸ τοῦ σίτου τροφῆς· τὸ γὰρ μὴ βοῶν ἀγέλας, μίαν δὲ μόνην δάμαλιν κεκτῆσθαι ἄνθρωπον, καὶ τὸ μὴ ποίμνιον προβάτων, δύο δὲ πρόβατα μόνα τρέφειν, τῆς ἐσχάτης ἂν γένοιτο ἀπορίας σύμβολον · ἀλλὰ καὶ τὸ βουτύρῳ τρέφεσθαι καὶ μέλιτι πάντα τὸν καταλειφθέντα ἐπὶ τῆς γῆς λαὸν, λιμὸν ἄρτου παρίστησιν. Οὗτος δὲ ἦν ὁ ἐπὶ τοῦ Γοδολίου λαὸς, ὃν διὰ ἀπορίαν τῆς ἀπὸ σίτου τροφῆς ἐν βραχυτάτῳ θρεμμάτων γάλακτι καὶ βουτύρῳ τραφήσεσθαι προαγορεύει, τῆς χώρας ἀπάσης εἰς χέρσον καὶ ἄκανθαν διὰ ἀνδρῶν ἐρημίαν μεταβληθείσης. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι, χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Οὐκοῦν διὰ τὸ χέρσον εἶναι τὴν γῆν καὶ ἀκανθῶν πλήρη, σἴτον οὐχ ἔξει · οὐδὲ τραφήσεται τῇ κατὰ φύσιν ἄνθρωπος τροφῇ περιλειφθεὶς, ἀλλ᾽ οὐδὲ οἴνῳ χρήσεται, γάλακτι δὲ καὶ βουτύρῳ, καὶ μέλιτι· καὶ τούτοις, οὐκ ἀπὸ πλήθους ἀγέλης βοῶν, οὐδ᾽ ἀπὸ ποιμνίων προβάτων συναγομένοις, ἀλλ᾽ ἐξ εὐτελῶν καὶ οἰκτρῶν ζώων. Ὁ μὲν γάρ τις ἀπὸ μιᾶς δαμάλεως, ὁ δὲ ἀπὸ δύο προβάτων ποιήσεται ταῦτα. Καὶ πᾶν ὄρος ἠροτριωμένον ἀροτριωθήσεται, καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου.»
Toiautēs gar estai, phēsi, physeōs kai ex autēs tēs gennēseōs. Kai estai en tę̄ hēmerą ekeinę̄, syriei Kyrios muiais, hai kyrieusousi meros potamou Aigyptou, kai tę̄ melissę̄, ē estin en chōrą Assyriōn. Sēmainei dia toutōn ho logos Aigyptiōn andrōn ephodon, ous phēsin hēxein epi tēn Ioudaian chōran ouk aneu Theou, neumati autous tou Kyriou diegeirontos, kai hōsper syrigmati parormōntos autous apo tēs Aigyptou ; kai ouk apo pasēs tautēs, all' ek merous autēs. Ē kai dia to lythrois kai aimasi tois kata tēn akatharton eidōlolatreian chairein tous Aigyptious, paraballei muiais autous ; tēn de tōn ᾿Assyriōn polemikēn dynamin dia to polemikǭ kentrǭ kechrēsthai, kai tōn loipōn ethnōn tote kratein, melissę̄ apeikase. Tauta de eplērouto kata tous chronous tēs prōtēs poliorkias Hierousalēm, kath' hous Aigyptioi men hoi kaloumenoi muiai hote toutōn basileus Pharaō epelthōn tę̄ Ioudaiōn, ton Iōsian ton basilea tēs Hierousalēm, tōn epiphanōn kai theophilōn andrōn oudenos deuteron, anairei. Eit' ouk eis makran ho tōn Babylōniōn basileus Nabouchodonosor syn megalę̄ stratias dynamei epelthōn, tēn men polin autēn ek bathrōn eile, ton neōn pyrpolēsas ; to de pan ethnos exandrapodisamenos kai tas loipas dēōsas poleis, Assyrious oikētoras tēs Ioudaiōn katestēse chōras. En tę̄ hēmerą ekeinę̄ xyriei Kyrios tǭ xyrǭ tǭ megalǭ kai memethysmenǭ, ho esti peran tou potamou tou basileōs Assyriōn. Ou tēn kephalēn oun monēn xyrēsei, tēn palai komōsan, hote tēs oikoumenēs ekratoun ᾿Assyrioi, alla kai tas trichas tōn podōn, dēladē to andreion schēma, kai ton pōgōna ; toutesti ton kata physin andrasi preponta kosmon. Xyron de memethysmenon hypo tou Kyriou ho prophētikos ekalese logos heteron ti polemiōn genos ; di' hou ton basilea tōn ᾿Assyriōn, dēladē tēn pasan autōn basileian te kai dynasteian xyrēsein ephē ton Theon, hōs tapeinēn autēn, kai anandron, kai akosmon kai aschēmona deichthēnai. Par' heterǭ de, anti tou memethysmenǭ xyrǭ, memisthōmenǭ eurētai houtōs eiponti. Kai estai en tę̄ hēmerą ekeinę̄ threpsei anthrōpos damalin boōn kai dyo probata. Kai estai apo tou pleiston poiein gala, boutyron kai meli phagein pas ho kataleiphtheis epi tēn gēn. Ptōcheian te kai penian hyperballousan ainittetai dia toutōn ; alla kai endeian kai spanin tēs apo tou sitou trophēs; to gar mē boōn agelas, mian de monēn damalin kektēsthai anthrōpon, kai to mē poimnion probatōn, dyo de probata mona trephein, tēs eschatēs an genoito aporias symbolon ; alla kai to boutyrǭ trephesthai kai meliti panta ton kataleiphthenta epi tēs gēs laon, limon artou paristēsin. Houtos de ēn ho epi tou Godoliou laos, hon dia aporian tēs apo sitou trophēs en brachytatǭ thremmatōn galakti kai boutyrǭ traphēsesthai proagoreuei, tēs chōras apasēs eis cherson kai akanthan dia andrōn erēmian metablētheisēs. Kai estai en tę̄ hēmerą ekeinę̄, pas topos hou ean ōsi chiliai ampeloi, chiliōn siklōn, eis cherson esontai kai eis akanthan. Oukoun dia to cherson einai tēn gēn kai akanthōn plērē, siton ouch exei ; oude traphēsetai tę̄ kata physin anthrōpos trophę̄ perileiphtheis, all᾽ oude oinǭ chrēsetai, galakti de kai boutyrǭ, kai meliti; kai toutois, ouk apo plēthous agelēs boōn, oud᾽ apo poimniōn probatōn synagomenois, all᾽ ex eutelōn kai oiktrōn zōōn. Ho men gar tis apo mias damaleōs, ho de apo dyo probatōn poiēsetai tauta. Kai pan oros ērotriōmenon arotriōthēsetai, kai ou mē epelthę̄ ekei phobos estai gar apo tēs chersou kai akanthēs eis boskēma probatou.»
For he will be of such a nature, he says, from his very birth. “And it shall come to pass in that day that the Lord will whistle for the flies, which shall rule over part of the river of Egypt, and for the bee which is in the land of the Assyrians.” By these words the Word signifies an invasion of Egyptian men, who, he says, will come against the land of Judea not without God, the Lord stirring them up by a nod and urging them on, as by a whistle, from Egypt; and not from all of it, but from part of it. Or else, because the Egyptians delight in the gore and blood of their unclean idolatry, he compares them to flies; while the warlike power of the Assyrians, because it uses a warlike sting and then ruled the other nations, he likened to a bee. These things were fulfilled in the times of the first siege of Jerusalem, when the Egyptians, called flies, came: when their king Pharaoh attacked the land of the Jews and killed Josiah, king of Jerusalem, second to none of the illustrious and God-loving men. Then not long after, Nebuchadnezzar, king of the Babylonians, came with a great force of army, took the city itself from its foundations, burning the temple, enslaved the whole nation, ravaged the other cities, and settled Assyrians as inhabitants of the land of the Jews. “In that day the Lord will shave with the great and drunken razor, which is beyond the river, the king of the Assyrians.” He will shave, then, not the head alone, which of old had long hair when the Assyrians ruled the world, but also the hair of the feet, that is, the manly appearance, and the beard, that is, the adornment naturally befitting men. The prophetic word called a razor made drunk by the Lord some other race of enemies, through which it said God would shave the king of the Assyrians, that is, their whole kingdom and dominion, so that it would be shown humbled, unmanly, unadorned and unseemly. In another translator, instead of “drunken razor,” “hired” is found, so he renders it. “And it shall come to pass in that day that a man shall rear a heifer of the herd and two sheep. And it shall come to pass, because they yield very much milk, that everyone who is left upon the land shall eat butter and honey.” By these words he hints at extreme poverty and need, and also at a want and scarcity of food from grain: for a man to own not herds of cattle but only one heifer, and to rear not a flock of sheep but only two sheep, would be a symbol of the utmost destitution; and for all the people left in the land to be fed with butter and honey shows a famine of bread. This was the people under Gedaliah, who he foretells would, for want of food from grain, be fed for a very short time on the milk and butter of their animals, the whole country having been turned to waste land and thorns through the lack of men. “And it shall come to pass in that day that every place where there are a thousand vines worth a thousand shekels shall become waste land and thorns.” So because the land is waste and full of thorns, it will have no grain; nor will the man who is left be fed with natural food, nor even use wine, but milk and butter and honey; and these not gathered from a great herd of cattle or from flocks of sheep, but from cheap and pitiable animals. For one will make them from one heifer, another from two sheep. “And every mountain that is plowed shall be plowed, and no fear shall come there; for from the waste land and thorns it shall be pasture for sheep.”
Chapter 8
8.1PG 24:139–147
Καὶ εἶπε Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον καινὸν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Συντελέσας ὁ λόγος τὰ γενησόμενα ἐν ταῖς καταλεχθείσαις ἡμέραις, ἐπαναλαμβάνει τὴν διήγησιν τὴν περὶ τῆς γεννήσεως τοῦ Ἐμμανουήλ· περὶ οὗ τῷ οἴκῳ Δαυΐδ παρεκελεύετο ἀντὶ ἐπῳδῆς τὸ τοῦ Ἐμμανουὴλ ἐπικαλεῖσθαι ὄνομα, θαρσοῦντος καὶ πιστεύοντος δι' αὐτοῦ σωθήσεσθαι ἀπὸ τῶν ἐπικειμένων αὐτοῖς δύο βασιλέων. Ἐπειδὴ δὲ ἐδίδαξε τὸν Ἐμμανουὴλ ξένην τινὰ καὶ ἀλλοτρίαν τῆς θνητῆς φύσεως ἕξειν γέννησιν· ἐξ ἀδιαφθόρου γὰρ νεάνιδος καὶ ἐξ ἀπειρογάμου παρθένου τεχθήσεσθαι, σφόδρα ἀναγκαίως ἐν τούτοις αὐτοῖς ὁ Κύριος, οὐκ ἔτι τῷ Ἀχάζ, οὐδὲ τῷ οἴκῳ Ἰούδα, ἀλλ᾿ αὐτῷ μόνῳ τῷ προφήτη τὸ μυστήριον ἀποκαλύπτει τῆς ἀπορρήτου γεννήσεως τοῦ Ἐμμανουήλ· ὅπως ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν. Ἵν' οὖν τὰ περὶ τοῦ Ἐμμανουὴλ μὴ εἰς τὰς πάντων ἀκοὰς τῶν ποτε χωρήσῃ, φυλαχθείη δὲ μᾶλλον ἐν ἀποῤῥήτῳ γραφῇ· παρακελεύεται τῷ προφήτῃ λαβεῖν ἑαυτῷ τόμον καινὸν, μέγαν, ἢ τεῦχος, ἢ «διφθέρωμα, ἢ «κεφαλίδα, κατὰ τοὺς λοιπούς· γραφίδι ἀνθρώπου, τουτέστι, τῇ συνήθει καὶ γνωριζομένῃ ἀνθρώποις γραφῇ· εἶναι γὰρ ἄλλην Θεοῦ Γραφὴν, οὐ γραφίδι ἀνθρώπου γραφομένην, ἀλλὰ δυνάμει Θεοῦ Λόγου, τοὺς ἀξίους ἀπογραφομένην ἐν βίβλω ζώντων. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἔτεκεν υἱόν. Καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Ἐπείπερ εἴρηται ἀνωτέρω, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, ἀναγκαίως ἐπὶ τοῦ παρὄντος, πῶς ἂν γένοιτο τοῦτο διασαφεῖ αὐτὸς ὁ Κύριος λέγων· Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν·, ἀντὶ τοῦ, Ἐγὼ αὐτὸς προσελεύσομαι τῇ προφήτιδι. Προφῆτιν γὰρ ὀνομάζει τὴν τὸν Ἐμμανουὴλ τεξομένην, διὰ τὸ Πνεύματος ἁγίου μετασχεῖν κατὰ τὸν φήσαντα πρὸς αὐτήν · Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Αὕτη τοίνυν ἡ δύναμις τοῦ Ὑψίστου, ἡ διὰ τῆς προφητείας λέγουσα, καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, τὰ μέλλοντα ὡς ἤδη γεγονότα διεξέρχεται κατά τινα προφητικὴν συνήθειαν. Ταχέως σκύλευσον. Αὐτὸς ἄρα ἦν, ὁ καὶ τὸν πάλαι ἰσχυρὸν τὸν διάβολον καταδήσας, καὶ τὰ σκῦλα αὐτοῦ διαρπάσας. Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι λέγων, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωάμ, τὸ πορευόμενον ἡσυχῆ· ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὶν, καὶ τὸν υἱὸν Ῥωμελίου βασιλέα ἐφ᾽ ὑμῶν. Τί δὲ τοῦτο ἦν τὸ ὕδωρ τοῦ Σιλωάμ; Ὁ ἐπηγγελμένος αὐτοῖς Ἐμμανουὴλ, Πηγὴ τυγχάνων ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, καὶ πηγὴ ὕδατος πορευομένου εἰς ζωὴν ἡσυχῆ. Ἔτι γὰρ τότε λανθανόντως καὶ ἡσύχως συνεπορεύετο τῷ λαῷ, ἀρδεύειν αὐτὸν καὶ ἐπισκοπεῖν βουλόμενος τὰς ψυχὰς, καὶ μηδέπω κηρυττόμενος εἰς πάντα τὰ ἔθνη. Διὸ κέκληται προσφυῶς τὸ ὕδωρ, πορευόμενον ἡσυχῆ, καὶ πηγὴς τοῦ Σιλωάμ, ὅ ἐστιν «ἀπεσταλμένος. Ὁ δὲ ἐνταῦθα κατηγορούμενος ὑπὸ τοῦ Κυρίου λαὸς, οὐ βουληθεὶς πιστεῦσαι τῷ προστάγματι, καὶ τὸν Ἐμμανουὴλ καλεῖν, ὃς ἦν ὕδωρ τὸ πορευόμενον ἡσυχῆ, ἔρημος αὐτοῦ γίνεται. Ἐπεὶ τοίνυν ἄπιστοι ὄντες, ἠγάπων μᾶλλον ὑποτάττειν ἑαυτοὺς τῷ βασιλεῖ Δαμασκοῦ, ἢ βασιλεῖ τῆς Σαμαρείας, πολεμίοις οὖσιν, ἢ πράττειν τὰ κεκελευσμένα ·
Kai eipe Kyrios pros me, Labe seautǭ tomon kainon megan, kai grapson eis auton graphidi anthrōpou. Syntelesas ho logos ta genēsomena en tais katalechtheisais hēmerais, epanalambanei tēn diēgēsin tēn peri tēs gennēseōs tou Emmanouēl; peri hou tǭ oikǭ Dauïd parekeleueto anti epǭdēs to tou Emmanouēl epikaleisthai onoma, tharsountos kai pisteuontos di' autou sōthēsesthai apo tōn epikeimenōn autois dyo basileōn. Epeidē de edidaxe ton Emmanouēl xenēn tina kai allotrian tēs thnētēs physeōs hexein gennēsin; ex adiaphthorou gar neanidos kai ex apeirogamou parthenou techthēsesthai, sphodra anankaiōs en toutois autois ho Kyrios, ouk eti tǭ Achaz, oude tǭ oikǭ Iouda, all᾿ autǭ monǭ tǭ prophētē to mystērion apokalyptei tēs aporrētou gennēseōs tou Emmanouēl; hopōs hē parthenos en gastri lēpsetai, kai texetai huion. Hin' oun ta peri tou Emmanouēl mē eis tas pantōn akoas tōn pote chōrēsę̄, phylachtheiē de mallon en aporrhētǭ graphę̄; parakeleuetai tǭ prophētę̄ labein heautǭ tomon kainon, megan, ē teuchos, ē «diphtherōma, ē «kephalida, kata tous loipous; graphidi anthrōpou, toutesti, tę̄ synēthei kai gnōrizomenę̄ anthrōpois graphę̄; einai gar allēn Theou Graphēn, ou graphidi anthrōpou graphomenēn, alla dynamei Theou Logou, tous axious apographomenēn en biblō zōntōn. Kai prosēlthon pros tēn prophētin, kai eteken huion. Kai eipe moi Kyrios; Kaleson to onoma autou, tacheōs skyleuson, oxeōs pronomeuson. Epeiper eirētai anōterō, Idou hē parthenos en gastri lēpsetai, kai texetai huion, anankaiōs epi tou parontos, pōs an genoito touto diasaphei autos ho Kyrios legōn; Kai prosēlthon pros tēn prophētin;, anti tou, Egō autos proseleusomai tę̄ prophētidi. Prophētin gar onomazei tēn ton Emmanouēl texomenēn, dia to Pneumatos hagiou metaschein kata ton phēsanta pros autēn ; Pneuma hagion epeleusetai epi se, kai dynamis Hypsistou episkiasei soi. Hautē toinyn hē dynamis tou Hypsistou, hē dia tēs prophēteias legousa, kai prosēlthon pros tēn prophētin, ta mellonta hōs ēdē gegonota diexerchetai kata tina prophētikēn synētheian. Tacheōs skyleuson. Autos ara ēn, ho kai ton palai ischyron ton diabolon katadēsas, kai ta skyla autou diarpasas. Kai prosetheto Kyrios lalēsai moi eti legōn, dia to mē boulesthai ton laon touton to hydōr tou Silōam, to poreuomenon hēsychē; alla boulesthai echein ton Rhaassin, kai ton huion Rhōmeliou basilea eph᾽ hymōn. Ti de touto ēn to hydōr tou Silōam? Ho epēngelmenos autois Emmanouēl, Pēgē tynchanōn hydatos hallomenou eis zōēn aiōnion, kai pēgē hydatos poreuomenou eis zōēn hēsychē. Eti gar tote lanthanontōs kai hēsychōs syneporeueto tǭ laǭ, ardeuein auton kai episkopein boulomenos tas psychas, kai mēdepō kēryttomenos eis panta ta ethnē. Dio keklētai prosphyōs to hydōr, poreuomenon hēsychē, kai pēgēs tou Silōam, ho estin «apestalmenos. Ho de entautha katēgoroumenos hypo tou Kyriou laos, ou boulētheis pisteusai tǭ prostagmati, kai ton Emmanouēl kalein, hos ēn hydōr to poreuomenon hēsychē, erēmos autou ginetai. Epei toinyn apistoi ontes, ēgapōn mallon hypotattein heautous tǭ basilei Damaskou, ē basilei tēs Samareias, polemiois ousin, ē prattein ta kekeleusmena ;
“And the Lord said to me: Take for yourself a new, large scroll, and write in it with a man’s pen.” Having completed what would happen in the days enumerated, the Word takes up again the account of the birth of Emmanuel, concerning whom he urged the house of David to call upon the name of Emmanuel instead of a charm, taking courage and believing that through him they would be saved from the two kings pressing upon them. But since he taught that Emmanuel would have a birth strange and foreign to mortal nature, for he would be born of an uncorrupted young woman and an unwedded virgin, the Lord very necessarily in these very words reveals the mystery of the ineffable birth of Emmanuel, no longer to Ahaz nor to the house of Judah, but to the prophet alone: how the virgin will conceive in the womb and bear a son. So, that the things concerning Emmanuel might not come to the ears of all people of that time, but might rather be kept in a secret writing, he urges the prophet to take for himself a new, large scroll, or “volume,” or “parchment,” or “roll,” according to the others; “with a man’s pen,” that is, with the writing customary and known among human beings; for there is another writing of God, not written with a man’s pen but by the power of God the Word, which enrolls the worthy in the book of the living. “And I went in to the prophetess, and she bore a son. And the Lord said to me: Call his name, Spoil quickly, plunder swiftly.” Since it was said above, “Behold, the virgin shall conceive in the womb and bear a son,” here the Lord himself necessarily makes clear how this would come about, saying: “And I went in to the prophetess,” instead of “I myself will go in to the prophetess.” For he calls her who would bear Emmanuel a prophetess because she shared in the Holy Spirit, according to the one who said to her: “The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you.” This power of the Most High, then, which says through the prophecy, “And I went in to the prophetess,” recounts things to come as already done, according to a prophetic custom. “Spoil quickly.” It was he, then, who bound the strong one of old, the devil, and plundered his spoils. “And the Lord spoke to me again, saying: Because this people does not want the water of Siloam that flows quietly, but wants to have Rezin and the son of Remaliah as king over you.” And what was this water of Siloam? The Emmanuel promised to them, being a spring of water welling up to eternal life, and a spring of water flowing quietly to life. For at that time he still went along with the people hiddenly and quietly, wishing to water it and to watch over their souls, and not yet proclaimed to all the nations. Therefore the water is fittingly called flowing quietly, and the spring of Siloam, which means “sent.” But the people here accused by the Lord, not wishing to believe the command and to call upon Emmanuel, who was the water flowing quietly, becomes bereft of him. Since, then, being unbelieving, they preferred to subject themselves to the king of Damascus or the king of Samaria, who were enemies, rather than to do what was commanded,
8.2PG 24:139–147
τούτου χάριν ἀπειλεῖ ὁ λόγος μὴ ἐκείνοις αὐτοὺς ὑποχειρίους ἔσεσθαι, ἀλλὰ τῷ τῶν Ἀσσυρίων βασιλεῖ. Διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν ᾿Ασσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον. Πρὸς ἀντιδιαστολὴν γὰρ τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ πορευομένου ἡσυχῆ, τὸ ὕδωρ ἀντέθηκε τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολύ· ἦν δὲ οὗτος ὁ βασιλεὺς τῶν ᾿Ασσυρίων. Τοσοῦτον γὰρ πλῆθος ἥξειν τῶν πολεμίων θεσπίζει, ὡς πᾶν τὸ πλάτος τῆς Ἰουδαϊκῆς χώρας πληρώσειν, ἀφαιρεθῆναι δὲ ἀπ' αὐτῆς ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· ὡς μηκέτι κεφαλὴν αὐτοὺς ἔχειν τοῦ λοιποῦ, τουτέστιν, ἄρχοντας καὶ βασιλέας. "Απερ δι' ἔργων ἐχώρει ἐπὶ τῶν Ἱερεμίου τοῦ προφήτου χρόνων, καθ' οὓς ἐπιστὰς Ναβουχοδονόσορ ὁ τῶν ᾿Ασσυρίων βασιλεὺς, τέλος ἐπῆγε τοῖς προειρημένοις. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου, Μεθ' ἡμῶν ὁ Θεός.» Καὶ ταῦτα τῆς περὶ τοῦ Ἐμμανουὴλ ἔχεται ὑποθέσεως · ἄρχεται γοῦν ἀπὸ τοῦ Ἐμμανουὴλ, ὅπερ ἐστὶ, «μεθ' ἡμῶν ὁ Θεός· γνῶτε ἔθνη· · καὶ αὖθις πρὸς τῷ τέλει τῷ λέγεσθαι· Καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾽ ἡμῶν ὁ Θεός·· Ἐμμανουήλ πάλιν εἴρηται. Διελέγξας τοίνυν ὁ προφήτης τοὺς δηλωθέντας, ὅτι μὴ ἐβουλήθησαν, ἐπικαλεσάμενοι τὸν Ἐμμανουήλ, κρείττους γενέσθαι τῶν πολεμίων, αὐτὸς ἐπικαλεῖται τὸν Ἐμμανουὴλ ἐξ ἰδίου προσώπου καὶ τῶν αὐτῷ παραπλησίων, λέγων· Μεθ᾽ ἡμῶν ὁ Θεός. Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, καὶ ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε, ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε· καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾽ ἡμῶν ὁ Θεός. Τίνα δὲ γνῶτε; Αὐτὸν τὸν Ἐμμανουήλ· ὁ γὰρ ἐκ περιτομῆς λαὸς οὔτε ἔγνω αὐτὸν, οὔτε συνῆκεν, οὔτε πιστεῦσαι ἡβουλήθη τῇ προφητείᾳ· ἀλλ᾽ οὐδὲ ἡττήθη οὐδὲ ὑπετάγη τῷ προστάγματι. Ὑμεῖς δὲ τὰ ἔθνη, γνῶσιν ἀναλάβετε τοῦ προφητευομένου, καὶ συνέντες αὐτὰ, μὴ τολμᾶτε ἀνθίστασθαι· νικᾶσθε δὲ ἡττώμενοι. Ἐπακούσατε δὲ καὶ τοῦ προστάγματος ὑμεῖς πάντες οἱ μέχρις ἐσχάτου τῆς γῆς οἰκοῦντες· οἵ τε ἐν ὑμῖν ἰσχυροὶ καὶ δυνατοὶ, παραχωρεῖτε τῷ λόγῳ, νικώμενοι καὶ ἡττώμενοι, καὶ τοῦτο πράξετε προθύμως, εἰδότες, ὅτι, κἂν μὴ θέλητε, ἄκοντες ἡττηθήσεσθε. Εἰ δὲ ἀνθιστάμενοι τῇ τοῦ Θεοῦ βουλήσει, μηχανάς τινας, καὶ ἐπιβουλὰς τυρεύετε κατὰ τοῦ καλοῦντος ὑμᾶς λόγου, ματαιοπονοῦντες ἐλεγχθήσεσθε. Ταῦτα δὲ φαμεν, ἐπεὶ μεθ᾽ ἡμῶν ἐστιν ὁ Ἑμμανουήλ Οὕτω λέγει Κύριος τῇ ἰσχυρᾷ χειρὶ, ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου Μεταβαίνει οὖν ἐπὶ τὸν τῶν Ἰουδαίων λαὸν, ἐλέγχων αὐτὸν ὡς ἀπειθοῦντα τῇ ἰσχυρᾷ χειρί· καλούμενοι γὰρ ὑπ᾿ αὐτῆς, δέον ὑπακούειν, οἱ δὲ ἠπείθουν καὶ ἀντέλεγον. Μὴ εἶπητε, φησὶ, σκληρὸν εἶναι τὸν λόγον, τὸν περὶ τοῦ ἀποστῆναι δεῖν τῆς πορείας τοῦ λαοῦ τούτου·
toutou charin apeilei ho logos mē ekeinois autous hypocheirious esesthai, alla tǭ tōn Assyriōn basilei. Dia touto idou anagei Kyrios eph᾽ hymas to hydōr tou potamou, to ischyron kai to poly, ton basilea tōn ᾿Assyriōn, kai tēn doxan autou; kai anabēsetai epi pasan pharanga hymōn, kai peripatēsei epi pan teichos hymōn, kai aphelei apo tēs Ioudaias anthrōpon. Pros antidiastolēn gar tou hydatos tou Silōam tou poreuomenou hēsychē, to hydōr antethēke tou potamou, to ischyron kai to poly; ēn de houtos ho basileus tōn ᾿Assyriōn. Tosouton gar plēthos hēxein tōn polemiōn thespizei, hōs pan to platos tēs Ioudaïkēs chōras plērōsein, aphairethēnai de ap' autēs anthrōpon, hos dynēsetai kephalēn arai, ē dynaton syntelesasthai ti; hōs mēketi kephalēn autous echein tou loipou, toutestin, archontas kai basileas. "Aper di' ergōn echōrei epi tōn Hieremiou tou prophētou chronōn, kath' hous epistas Nabouchodonosor ho tōn ᾿Assyriōn basileus, telos epēge tois proeirēmenois. Kai estai hē parembolē autou, hōste plērōsai to platos tēs chōras sou, Meth' hēmōn ho Theos.» Kai tauta tēs peri tou Emmanouēl echetai hypotheseōs ; archetai goun apo tou Emmanouēl, hoper esti, «meth' hēmōn ho Theos; gnōte ethnē; ; kai authis pros tǭ telei tǭ legesthai; Kai logon hon an lalēsēte, ou mē emmeinę̄ en hymin, hoti meth᾽ hēmōn ho Theos;; Emmanouēl palin eirētai. Dielenxas toinyn ho prophētēs tous dēlōthentas, hoti mē eboulēthēsan, epikalesamenoi ton Emmanouēl, kreittous genesthai tōn polemiōn, autos epikaleitai ton Emmanouēl ex idiou prosōpou kai tōn autǭ paraplēsiōn, legōn; Meth᾽ hēmōn ho Theos. Gnōte ethnē kai hēttasthe, kai epakousate heōs eschatou tēs gēs, ischykotes hēttasthe, ean gar palin ischysēte, palin hēttēthēsesthe; kai hēn an bouleusēsthe boulēn, diaskedasei Kyrios; kai logon hon ean lalēsēte, ou mē emmeinę̄ en hymin, hoti meth᾽ hēmōn ho Theos. Tina de gnōte? Auton ton Emmanouēl; ho gar ek peritomēs laos oute egnō auton, oute synēken, oute pisteusai hēboulēthē tę̄ prophēteią; all᾽ oude hēttēthē oude hypetagē tǭ prostagmati. Hymeis de ta ethnē, gnōsin analabete tou prophēteuomenou, kai synentes auta, mē tolmate anthistasthai; nikasthe de hēttōmenoi. Epakousate de kai tou prostagmatos hymeis pantes hoi mechris eschatou tēs gēs oikountes; hoi te en hymin ischyroi kai dynatoi, parachōreite tǭ logǭ, nikōmenoi kai hēttōmenoi, kai touto praxete prothymōs, eidotes, hoti, kan mē thelēte, akontes hēttēthēsesthe. Ei de anthistamenoi tę̄ tou Theou boulēsei, mēchanas tinas, kai epiboulas tyreuete kata tou kalountos hymas logou, mataioponountes elenchthēsesthe. Tauta de phamen, epei meth᾽ hēmōn estin ho Hemmanouēl Houtō legei Kyrios tę̄ ischyrą cheiri, apeithousi tę̄ poreią tēs hodou tou laou toutou Metabainei oun epi ton tōn Ioudaiōn laon, elenchōn auton hōs apeithounta tę̄ ischyrą cheiri; kaloumenoi gar hyp᾿ autēs, deon hypakouein, hoi de ēpeithoun kai antelegon. Mē eipēte, phēsi, sklēron einai ton logon, ton peri tou apostēnai dein tēs poreias tou laou toutou;
for this reason the Word threatens that they will be subject not to them but to the king of the Assyrians. “Therefore, behold, the Lord brings up upon you the water of the river, strong and abundant, the king of the Assyrians and his glory; and it shall go up over every ravine of yours and walk over every wall of yours, and shall take away from Judea every man.” In contrast to the water of Siloam that flows quietly, he set the water of the river, strong and abundant; and this was the king of the Assyrians. For he prophesies that so great a multitude of enemies will come that it will fill the whole breadth of the land of Judea, and that every man will be taken away from it who would be able to raise his head or accomplish anything; so that they would no longer have a head thereafter, that is, rulers and kings. These things came about in deed in the times of Jeremiah the prophet, when Nebuchadnezzar, the king of the Assyrians, came and brought what had been foretold to its end. “And his encampment shall be such as to fill the breadth of your land. God is with us.” These things too belong to the subject of Emmanuel; it begins, at any rate, from Emmanuel, which is “God with us; know, O nations”; and again toward the end, in the words, “And whatever word you speak shall not stand among you, for God is with us,” Emmanuel is named again. Having convicted those mentioned, then, because they did not wish to call upon Emmanuel and so prevail over their enemies, the prophet himself calls upon Emmanuel in his own person and that of those like him, saying: “God is with us. Know, O nations, and be defeated; and hear, to the end of the earth: you who are strong, be defeated; for if you are strong again, you will be defeated again; and whatever counsel you take, the Lord will scatter; and whatever word you speak shall not stand among you, for God is with us.” Know whom? Emmanuel himself; for the people of the circumcision neither knew him nor understood him nor were willing to believe the prophecy; nor indeed were they defeated or subjected to the command. But you, the nations, take up knowledge of the one prophesied, and having understood these things, do not dare to resist; be conquered and defeated. And hear the command, all you who live to the end of the earth; and you who are strong and powerful among you, yield to the Word, conquered and defeated; and do this eagerly, knowing that even if you are unwilling, you will be defeated against your will. But if, resisting the will of God, you devise schemes and plots against the Word that calls you, you will be shown to labor in vain. These things we say because Emmanuel is with us. “Thus says the Lord: with a strong hand they are disobedient to the course of the way of this people.” He passes, then, to the people of the Jews, convicting it as disobedient to the strong hand; for when they were called by it, they ought to have obeyed, but they disobeyed and contradicted. Do not say, he says, that the word about the need to turn away from the course of this people is hard;
8.3PG 24:139–147
ὁ γὰρ λαὸς οὗτος σκληρὸν αὐτὸν νομίζει · ὑμεῖς δὲ, οἱ ἀποστάντες τῆς πορείας τοῦ λαοῦ τούτου, μὴ λέγητε τοῦτον εἶναι σκληρόν· εἰ δὲ ἐπιβουλεύοιεν ὑμῖν ὡς ἀποστᾶσιν, οἱ τοῦ λαοῦ αὐτοῦ ἄπιστοι, ἀλλ᾽ ὑμεῖς τὸν φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταράσσεσθε ὑπ' αὐτῶν έλαυνόμενοι, μόνον δὲ τὸν Κύριον τῶν δυνάμεων ἀγιάζοντες ἐπιγράφεσθε ἑαυτοῖς φόβον· «ἀρχὴ» γὰρ σοφίας φόβος Κυρίου· καὶ διὰ τούτου πᾶς ὁ ἐξ ἀνθρώπων ἀπελαύνεται φόβος. Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος · καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ἧς, ἔσται σοι εἰς ἀγίασμα. Ἑὰν οὖν ἐπ᾿ αὐτῷ, φησὶ, πεποιθὼς ἧς, αὐτὸς ἔσται σοι εἰς ἁγίασμα ὡς μηκέτι δεῖσθαι τοῦ σωματικοῦ ἁγιάσματος. ῾Αγίασμα δὲ ἐκαλεῖτο παρ' Ἑβραίοις ὁ πάλαι συνεστὼς παρ᾿ αὐτοῖς νεὼς, καὶ τούτου τὰ ἐνδοτάτω. Ἔσται σοι τοίνυν τῷ ἐλαυνομένω ὑπ᾿ ἐκείνων, πεποιθότι δὲ ἐπὶ Κύριον, ἁγίασμα, οὐχ ὁ σωματικὸς νεὼς, ἀλλ᾿ αὐτὸς ὁ Κύριος ἁγιάζων σε, ἐὰν πεποιθὼς ἧς ἐπ᾿ αὐτόν. Διὸ μηδὲν φοβούμενος τὸν ναὸν τοῦτον, ἀναχώρει αὐτοῦ· πίστευε δὲ καὶ θάρσει τῷ σῷ φόβῳ· ἔξεις γὰρ αὐτὸν ἁγίασμα. «Καl οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματος. · Ὁρᾷς ὅπως αὐτὸν τὸν Κύριον λίθον προσκόμματος καὶ πέτραν σκανδάλου ὀνομάζει; καὶ τοιοῦτον μὲν ἔσεσθαι αὐτόν φησι τοῖς καθημένοις ἐν Ἱερουσαλήμ, καὶ τοῖς δυσὶν οἴκοις Ἰσραήλ· τοῖς δὲ εἰς αὐτὸν πεπιστευκόσιν ἁγίασμα ἔσεσθαι διδάσκει. Πῶς οὖν ἐγένετο λίθος προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς εἰρημένοις Ἐμμανουήλ ; διὰ τῆς ἐκ Παρθένου κυήσεως. Ὅθεν καὶ ὁ θεῖος ᾿Απόστολος ταῦτα διδάσκων ἔλεγεν, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. Οἱ τοίνυν ἀπειθοῦντες τῇ ἰσχυρᾷ χειρὶ Κυρίου ἔσχον αὐτὸν λίθον προσκόμματος καὶ πέτραν πτώσεως, μὴ ὄντα τῇ φύσει τοιοῦτον · τοῖς γὰρ πιστεύουσιν εἰς αὐτὸν ἁγίασμα τυγχάνει. Τίνες δέ; Οἱ οἶκοι, εἶπεν, Ἰακώβ, καὶ οὐχὶ ὁ οἶκος. Δύο γὰρ ἦσαν οἶκοι Ἰσραὴλ, εἷς μὲν ὁ τῶν ἐν αὐτοῖς ἀρχόντων, ἔτερος δὲ ὁ τῶν ἀρχομένων. Τούτοις δὲ τοῖς δυσὶν οἴκοις, δηλαδὴ ἀθρόως τῷ ὄλῳ ἔθνει ἄρχουσί τε καὶ ἀρχομένοις, τὸν Κύριον εἰς παγίδα καὶ εἰς σκάνδαλον ἔσεσθαί φησιν. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Οἱ γὰρ τὸ Εὐαγγέλιον παραδεξάμενοι, καὶ ζῇν δεδιδαγμένοι κατὰ τὴν καινὴν Διαθήκην, ὥσπερ σφραγίδα ἐπιθέντες τῷ νόμῳ, ἀποτίθενται αὐτὸν, ἄτε οὐκέτι ὄντα χρήσιμον διὰ τὴν τοῦ κρείττονος παράθεσιν· οἱ αὐτοὶ, δηλονότι οἱ τὸ Εὐαγγέλιον παραδεξάμενοι, τὴν διὰ Χριστοῦ περιμένοντες χάριν, ἐροῦσι· Μενῶ Κύριον τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Τὰ μὲν οὖν Ἰουδαϊκὰ παιδία σωματικὰ ἐξ ἀνδρὸς καὶ γυναικός· τὰ δὲ αὐτὰ τοῦ ταῦτα χρηματίζοντος Κυρίου «οὐκ ἐξ αἴἵματος οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν, τοῦ Πατρὸς τοιαῦτα αὐτῷ δεδωρημένου τέκνα· μηκέτι τῷ διὰ Μωϋσέως προσέχοντα νόμῳ, ἀλλ᾽ εἰδότα περιμένειν τὸν Κύριον καὶ εἰς αὐτὸν πεποιθέναι.
ho gar laos houtos sklēron auton nomizei ; hymeis de, hoi apostantes tēs poreias tou laou toutou, mē legēte touton einai sklēron; ei de epibouleuoien hymin hōs apostasin, hoi tou laou autou apistoi, all᾽ hymeis ton phobon autōn mē phobēthēte, mēde tarassesthe hyp' autōn elaunomenoi, monon de ton Kyrion tōn dynameōn agiazontes epigraphesthe heautois phobon; «archē» gar sophias phobos Kyriou; kai dia toutou pas ho ex anthrōpōn apelaunetai phobos. Kyrion auton hagiasate, kai autos estai sou phobos ; kai ean ep᾿ autǭ pepoithōs hēs, estai soi eis agiasma. Hean oun ep᾿ autǭ, phēsi, pepoithōs hēs, autos estai soi eis hagiasma hōs mēketi deisthai tou sōmatikou hagiasmatos. ῾Agiasma de ekaleito par' Hebraiois ho palai synestōs par᾿ autois neōs, kai toutou ta endotatō. Estai soi toinyn tǭ elaunomenō hyp᾿ ekeinōn, pepoithoti de epi Kyrion, hagiasma, ouch ho sōmatikos neōs, all᾿ autos ho Kyrios hagiazōn se, ean pepoithōs hēs ep᾿ auton. Dio mēden phoboumenos ton naon touton, anachōrei autou; pisteue de kai tharsei tǭ sǭ phobǭ; exeis gar auton hagiasma. «Kal ouch hōs lithou proskommati synantēsesthe autǭ, oude hōs petras ptōmatos. ; Horąs hopōs auton ton Kyrion lithon proskommatos kai petran skandalou onomazei? kai toiouton men esesthai auton phēsi tois kathēmenois en Hierousalēm, kai tois dysin oikois Israēl; tois de eis auton pepisteukosin hagiasma esesthai didaskei. Pōs oun egeneto lithos proskommatos kai petra skandalou tois eirēmenois Emmanouēl ? dia tēs ek Parthenou kyēseōs. Hothen kai ho theios ᾿Apostolos tauta didaskōn elegen, Ioudaiois men skandalon, Hellēsi de mōria. Hoi toinyn apeithountes tę̄ ischyrą cheiri Kyriou eschon auton lithon proskommatos kai petran ptōseōs, mē onta tę̄ physei toiouton ; tois gar pisteuousin eis auton hagiasma tynchanei. Tines de? Hoi oikoi, eipen, Iakōb, kai ouchi ho oikos. Dyo gar ēsan oikoi Israēl, heis men ho tōn en autois archontōn, eteros de ho tōn archomenōn. Toutois de tois dysin oikois, dēladē athroōs tǭ olǭ ethnei archousi te kai archomenois, ton Kyrion eis pagida kai eis skandalon esesthai phēsin. Tote phaneroi esontai hoi sphragizomenoi ton nomon tou mē mathein. Hoi gar to Euangelion paradexamenoi, kai zę̄n dedidagmenoi kata tēn kainēn Diathēkēn, hōsper sphragida epithentes tǭ nomǭ, apotithentai auton, ate ouketi onta chrēsimon dia tēn tou kreittonos parathesin; hoi autoi, dēlonoti hoi to Euangelion paradexamenoi, tēn dia Christou perimenontes charin, erousi; Menō Kyrion ton apostrepsanta to prosōpon autou apo tou oikou Iakōb, kai pepoithōs esomai ep' autǭ. Idou egō kai ta paidia, ha moi edōken ho Theos. Ta men oun Ioudaïka paidia sōmatika ex andros kai gynaikos; ta de auta tou tauta chrēmatizontos Kyriou «ouk ex aiimatos oude ek thelēmatos sarkos, all' ek Theou egennēthēsan, tou Patros toiauta autǭ dedōrēmenou tekna; mēketi tǭ dia Mōÿseōs prosechonta nomǭ, all᾽ eidota perimenein ton Kyrion kai eis auton pepoithenai.
for this people thinks it hard; but you, who have turned away from the course of this people, do not say that it is hard; and if the unbelievers of his people plot against you as having turned away, yet do not you fear their fear, nor be troubled when you are driven out by them; but sanctifying the Lord of hosts alone, take him as your fear; for “the fear of the Lord is the beginning of wisdom,” and by this every fear from men is driven out. “Sanctify the Lord himself, and he shall be your fear; and if you trust in him, he shall be to you for a sanctuary.” If, then, he says, you trust in him, he will be to you for a sanctuary, so that you no longer need the bodily sanctuary. “Sanctuary” was the name among the Hebrews for the temple which of old stood among them, and its innermost parts. To you, then, who are driven out by them but trust in the Lord, the sanctuary will be not the bodily temple but the Lord himself who sanctifies you, if you trust in him. Therefore, fearing nothing, withdraw from this temple; believe and take courage in your fear; for you will have him as a sanctuary. “And you shall not meet him as a stone of stumbling, nor as a rock of falling.” You see how he names the Lord himself a stone of stumbling and a rock of offense? And he says he will be such to those who dwell in Jerusalem and to the two houses of Israel; but to those who believe in him he teaches that he will be a sanctuary. How, then, did Emmanuel become a stone of stumbling and a rock of offense to those mentioned? Through his conception from a virgin. Hence the divine Apostle too, teaching these things, said: “To Jews an offense, and to Greeks foolishness.” Those, then, who disobeyed the strong hand of the Lord had him as a stone of stumbling and a rock of falling, though he is not such by nature; for to those who believe in him he is a sanctuary. And who are they? “The houses,” he said, “of Jacob,” and not the house. For there were two houses of Israel, one that of their rulers, the other that of the ruled. To these two houses, that is, to the whole nation together, rulers and ruled, he says that the Lord will be a snare and an offense. “Then those who seal the law so as not to learn will be manifest.” For those who received the gospel and were taught to live according to the New Covenant, as though putting a seal on the law, lay it aside, since it is no longer useful because of the comparison with what is better; these same, clearly those who received the gospel, awaiting the grace through Christ, will say: “I will wait for the Lord, who has turned his face from the house of Jacob, and I will trust in him. Behold, I and the children whom God has given me.” Jewish children, then, are bodily, from a man and a woman; but these children of the Lord who speaks these words “were born not of blood nor of the will of the flesh, but of God,” the Father having given him such children, who no longer give heed to the law given through Moses, but know how to wait for the Lord and to trust in him.
8.4PG 24:139–147
«Καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Ἢ καὶ ἄλλως, Οὐ μόνον τὰ παιδία ταῦτα, φησὶ, ἐκ Θεοῦ μοι παραδόξως δέδοται, ἀλλὰ καὶ ἄλλα πλεῖστα σημεῖα καὶ τέρατα γενήσεται ἐν τῷ οἴκῳ Ἰσραὴλ κατὰ τοὺς προφητευομένους χρόνους. Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, Φωνήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους οἱ ἐκ τῆς κοιλίας φωνοῦσι, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι περὶ τῶν ζώντων τοὺς νεκρούς· νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν, Οὐχ ὡς ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Προειπὼν οὖν ὁ λόγος τὰ περὶ τῶν παιδίων τοῦ Χριστοῦ, τῶν σημείων καὶ τῶν τεράτων τῶν ἐπιτελεσθέντων δι' αὐτῶν· δι᾽ ὧν καὶ ἡ κλῆσις γεγένηται τῶν ἐθνῶν, ἀκολούθως τὸν νέον καὶ καινὸν λαὸν, τὸν ἐξ ἐθνῶν διὰ Χριστοῦ συστάντα διδάσκει τὰ προκείμενα, ὡς πρὸς αὐτοὺς λέγων· ᾿Ακούσατε ταῦτα, οἱ ἐμοὶ διδακτοὶ, οἱ τῆς τῶν ἐθνῶν πολυθέου πλάνης μεταθέμενοι· εἴ τινες τῶν πάλαι γνωρίμων ὑμῖν καὶ συνήθων, ἢ πατέρες, ἢ συγγενεῖς, παρακαλοῖεν ὑμᾶς ἐπανιέναι ἐπὶ τὴν προτέραν πλάνην, θαυμάζειν τε τὰς ἀπὸ δαιμόνων παρ᾿ αὐτοῖς ἐπιτελουμένας μαντείας καὶ χρησμοὺς, καὶ τὰ τοιαῦτα· μὴ πείθεσθε τῇ τούτων συμβουλῇ· μὴ θαυμάζετε δαίμονας ἀπὸ κοιλίας ἀνθρώπων φωνοῦντας, τοὺς ὀνομαζομένους Πύθωνας, μηδὲ τοὺς ἀπὸ γῆς κατά τινας γοητικὰς τέχνας ἀνιέναι νολέγω δὴ τῶν ἀποστόλων καὶ μαθητῶν αὐτοῦ, περί τε μιζομένους · τὸν δὲ αὐτῶν Κύριον μόνον περιέπετε. Εἰ γὰρ ἕκαστον ἔθνος, καίτοι πεπλανημένως, ὅμως δ᾽ οὖν τοῦ ἰδίου Θεοῦ περιέχεται· τοὺς τὴν ἀπλανῆ γνῶσιν εἰληφότας, τί χρὴ πράττειν, ἢ τὸν ἑαυτῶν Θεὸν ἐπιζητεῖν, καὶ μὴ τοὺς νεκροὺς πολυπραγμονεῖν, μηδὲ ἐρωτᾷν περὶ πραγμάτων ζώντων, τοὺς πάσης ζωῆς ἐστερημένους; Ἔχοντες οὖν τὸν τοῦ Θεοῦ λόγον καὶ νόμον τὸν εὐαγγελικὸν, εἰς βοήθειαν ὑμῖν δεδομένον, ἐξ αὐτοῦ μανθάνετε περὶ ὧν ἂν ἐθέλοιτε, καὶ τούτῳ στοιχεῖτε, ἐπεὶ μὴ οἷόν τὲ ἐστιν αὐτὸν δώροις ἐκστῆναι τοῦ ἀληθοῦς. Καὶ ἥξει ἐφ᾽ ὑμᾶς σκληρὰ λιμός· καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ, κακῶς ἐρεῖτε τὸν ἄρχοντα, καὶ τὰ πάτρια· καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω. Ὅταν οὖν παραβάτης γένοιτό τις τοῦ θείου νόμου, καὶ ἀποστάτης αὐτοῦ, σκανδαλισθεὶς ὑπὸ τῶν τοὺς χρησμοὺς καὶ τὰς μαντείας τὰς δαιμονικὰς προϊσχομένων, λιμὸς τροφῶν λογικῶν τοῦτον διαδέξεται, καὶ ἔκστασις, καὶ παροξυσμός· καὶ εἰς βλασφήμους ἐμπεσεῖται λογισμοὺς, καταρώμενος τὸν πάλαι βασιλέα αὐτοῦ, ὂν καὶ θεὸν ἑαυτοῦ ὀνόμαζε. Καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.
«Kai estai eis sēmeia kai terata polla en tǭ oikǭ Israēl para Kyriou Sabaōth, hos katoikei en tǭ orei Siōn. Ē kai allōs, Ou monon ta paidia tauta, phēsi, ek Theou moi paradoxōs dedotai, alla kai alla pleista sēmeia kai terata genēsetai en tǭ oikǭ Israēl kata tous prophēteuomenous chronous. Kai ean eipōsi pros hymas, Phōnēsate tous apo tēs gēs phōnountas, kai tous engastrimythous hoi ek tēs koilias phōnousi, ouk ethnos pros Theon autou ekzētēsousi peri tōn zōntōn tous nekrous; nomon gar eis boētheian edōken, hina eipōsin, Ouch hōs rhēma touto, peri hou ouk esti dōra dounai peri autou. Proeipōn oun ho logos ta peri tōn paidiōn tou Christou, tōn sēmeiōn kai tōn teratōn tōn epitelesthentōn di' autōn; di᾽ hōn kai hē klēsis gegenētai tōn ethnōn, akolouthōs ton neon kai kainon laon, ton ex ethnōn dia Christou systanta didaskei ta prokeimena, hōs pros autous legōn; ᾿Akousate tauta, hoi emoi didaktoi, hoi tēs tōn ethnōn polytheou planēs metathemenoi; ei tines tōn palai gnōrimōn hymin kai synēthōn, ē pateres, ē syngeneis, parakaloien hymas epanienai epi tēn proteran planēn, thaumazein te tas apo daimonōn par᾿ autois epiteloumenas manteias kai chrēsmous, kai ta toiauta; mē peithesthe tę̄ toutōn symboulę̄; mē thaumazete daimonas apo koilias anthrōpōn phōnountas, tous onomazomenous Pythōnas, mēde tous apo gēs kata tinas goētikas technas anienai nolegō dē tōn apostolōn kai mathētōn autou, peri te mizomenous ; ton de autōn Kyrion monon periepete. Ei gar hekaston ethnos, kaitoi peplanēmenōs, homōs d᾽ oun tou idiou Theou periechetai; tous tēn aplanē gnōsin eilēphotas, ti chrē prattein, ē ton heautōn Theon epizētein, kai mē tous nekrous polypragmonein, mēde erōtąn peri pragmatōn zōntōn, tous pasēs zōēs esterēmenous? Echontes oun ton tou Theou logon kai nomon ton euangelikon, eis boētheian hymin dedomenon, ex autou manthanete peri hōn an etheloite, kai toutǭ stoicheite, epei mē hoion te estin auton dōrois ekstēnai tou alēthous. Kai hēxei eph᾽ hymas sklēra limos; kai estai hōs an peinasēte, lypēthēsesthe kai, kakōs ereite ton archonta, kai ta patria; kai anablepsontai eis ton ouranon anō. Hotan oun parabatēs genoito tis tou theiou nomou, kai apostatēs autou, skandalistheis hypo tōn tous chrēsmous kai tas manteias tas daimonikas proïschomenōn, limos trophōn logikōn touton diadexetai, kai ekstasis, kai paroxysmos; kai eis blasphēmous empeseitai logismous, katarōmenos ton palai basilea autou, on kai theon heautou onomaze. Kai ouk aporēthēsetai ho en stenochōrią ōn heōs kairou.
“And there shall be signs and many wonders in the house of Israel from the Lord of Sabaoth, who dwells on Mount Zion.” Or otherwise: Not only have these children been given me wondrously by God, he says, but also very many other signs and wonders will take place in the house of Israel in the times prophesied. “And if they say to you: Call upon those who speak from the earth, and the ventriloquists who speak from the belly; will not a nation seek out its God? Will they seek the dead on behalf of the living? For he gave the law for help, that they might say: Not like this word, concerning which there is no giving of gifts.” Having foretold, then, the things concerning the children of Christ [, I mean his apostles and disciples, and concerning] the signs and wonders accomplished through them, through which the calling of the nations also came about, the Word consequently teaches the present things to the young and new people established from the nations through Christ, as if saying to them: Hear these things, you who are taught by me, who have turned from the error of many gods of the nations: if any of your former acquaintances and companions, or fathers, or kinsmen, should urge you to return to your former error and to admire the divinations and oracles performed among them by demons, and things of that kind, do not obey their counsel; do not admire demons who speak from the belly of human beings, those called pythons, nor those thought to bring up spirits from the earth by certain arts of sorcery; but honor only their Lord. For if each nation, though in error, nevertheless holds to its own god, what should those do who have received knowledge free of error, but seek their own God, and not busy themselves with the dead, nor ask about the affairs of the living from those deprived of all life? Having, then, the word of God and the law of the gospel given you for help, learn from it whatever you wish to know, and walk by it, since it cannot be turned aside from the truth by gifts. “And a hard famine shall come upon you; and it shall be that when you are hungry you will be grieved, and you will speak evil of the ruler and of your fathers’ ways; and they will look up to heaven above.” So whenever anyone becomes a transgressor of the divine law and an apostate from it, made to stumble by those who put forward the oracles and demonic divinations, a famine of rational food will take hold of him, and distraction and exasperation; and he will fall into blasphemous thoughts, cursing his former king, whom he also called his own god. “And he who is in distress shall not be at a loss until the time.”
Chapter 9
9.1PG 24:147–157
Τοῦτο πρῶτον πίε· ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Βούλεται γὰρ δι' ἔργων τὸν καρπὸν τοῦ λογικοῦ πόματος ἀποδιδόναι τοὺς καταξιωθέντας τοῦ μεγάλου φωτός τῆς σωτηρίου θεοφανείας. Πρῶτον οὖν τοῖς ἐπὶ τῆς Γαλιλαίας εὐαγγελίζεται. Ἔδει γὰρ μηδὲ τὴν χώραν ἀποσιωπῆσαι, καθ' ἣν τὰς διατριβάς ποιεῖσθαι ἤμελλεν ἀνθρώποις ἐπιφανεὶς ὁ Ἐμμανουήλ. Ἡ δὲ χώρα ἦν Γαλιλαία· ἀλλὰ καὶ πέραν τοῦ Ἰορδάνου τυγχάνει ἡ Γαλιλαία αὕτη, ἐν ᾗ τὰς πλείστας ἐποιήσατο διατριβὰς ὁ Χριστός · διὸ ποτὸν σωτήριον, καὶ φῶς μέγα τοῖς ἐν αὐτῇ εὐαγγελίζεται πρώτοις. Τοῦ δὲ ζωοποιοῦ τούτου ποτοῦ εἰκόνα παρείχεν ὁ Σωτὴρ αἰσθητῶς, ὁπηνίκα γάμου συντελουμένου ἐν Κανᾶ τῆς Γαλιλαίας, πρῶτον παράδοξον εἰργάσατο, τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολήν. Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾽ ὑμᾶς. Καὶ ἄλλως δὲ ἐν σκότει ἐτύγχανον οἱ πρὸ τῆς ἐπιλάμψεως τοῦ Χριστοῦ ἐν ἀγνωσίᾳ ὄντες τοῦ φωτὸς τοῦ ἀληθινοῦ · ἐν σκιᾷ δὲ θανάτου ἦσαν οἱ τὰ πρὸς θάνατον ἁμαρτάνοντες, κατὰ τὸ, «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Αλλ᾽ ἕως μὲν ἐν τῷ παρόντι βίῳ τυγχάνει ὁ πρὸς θάνατον ἁμαρτάνων, οὐχ οὕτω πάντη καταπέποται ὑπὸ τοῦ θανάτου, ὡς μὴ δύνασθαι μεταβαλών σωθῆναι, ἀλλ᾽ οὐδὲ ἀπήλλακται αὐτοῦ παντελῶς, διὸ λέγεται εἶναι ἐν σκιᾷ θανάτου. Πλὴν ἐπιλάμψας τούτοις πρώτοις, τὴν χάριν τοῦ μεγάλου φωτὸς ἐδωρήσατο ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος. Ἐν ταύτῃ τε τῇ χώρᾳ πρώτῃ πλεῖστον λαὸν ἐκτήσατο, ὡς καὶ τὸν ἀποστολικὸν χορὸν ἐξ αὐτῶν ἐκλέξασθαι. Τίνες οὖν ἦσαν οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου ἢ οἱ ἐν ἀγνωσίᾳ τοῦ Θεοῦ τὸ πρὶν κατεσχημένοι, καὶ οἱ τῷ θανάτῳ τῆς ψυχῆς δεδουλωμένοι; Τὸ πλεῖστον τοῦ λαοῦ ὁ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον εὐφρανθήσονται οἱ διαιρούμενοι σκῦλα· διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ἐπ᾿ αὐτῶν κείμενος. Ἢ ἐπειδὴ πλεῖστοι μὲν ἐπίστευσαν, πλείους δὲ τῇ ἀπιστίᾳ ἐναπέμειναν, εἰκότως τὸ πλεῖστον τοῦ λαοῦ λέλεκται τῆς σωτηρίου μετειληφέναι εὐφροσύνης. Σημαίνει δὲ διὰ τούτων, πρὸς τὴν πρόχειρον λέξιν· Ἐν ᾗ ποτὲ μὲν ἀπὸ πέντε ἄρτων πλῆθος ἀνδρῶν πεντακισχιλίων ἐθρέψατο ἐν τῇ δηλουμένῃ χώρα, ποτὲ ἐξ ἑπτὰ τετρακισχιλίους ἄνδρας χωρὶς γυναικῶν καὶ παιδίων. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον Εὐφροσύνῃ εὐφράνθησαν ἐνώπιόν σου, ὡς εὐφροσύνην ἐν θερισμῷ. Οὕτω γοῦν οἱ ἐν θερισμῷ τρεφόμενοι ἠθροισμένως κατὰ τὸ αὐτὸ συμποσιάζειν εἰώθασι. Κατὰ διάνοιαν δὲ οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν καὶ οἱ τούτων διάδοχοι, οἵ τε εἰς δεῦρο τῶν ἐκκλησιῶν αὐτοῦ προεστῶτες, τῆς ἐνθέου εὐφροσύνης μετελάμβανον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν, δίκην ἀμώντων ἐργαζόμενοι· ἐπείπερ ἐργάται ἦσαν τοῦ θερισμοῦ τῶν ἐθνῶν, ἐμπιπλάμενοι εὐφροσύνης ἐπὶ τῷ πλήθει τῶν καθ᾽ ἑκάστην ἐκκλησίαν ληΐων. Διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπ᾿ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἐπὶ τοῦ τραχήλου αὐτῶν. ᾿Απεσείσαντο τὸν βαρὺν ζυγὸν τοῦ τῇ δουλείᾳ τῆς ἁμαρτίας αὐτοὺς ὑποζεύξαντος, καὶ ῥάβδῳ τὸν τράχηλον αὐτῶν κατακάμπτοντος·
Touto prōton pie; tachy poiei, chōra Zaboulōn, hē gē Nephthaleim, kai hoi loipoi hoi tēn paralian kai peran tou Iordanou, Galilaia tōn ethnōn. Bouletai gar di' ergōn ton karpon tou logikou pomatos apodidonai tous kataxiōthentas tou megalou phōtos tēs sōtēriou theophaneias. Prōton oun tois epi tēs Galilaias euangelizetai. Edei gar mēde tēn chōran aposiōpēsai, kath' hēn tas diatribas poieisthai ēmellen anthrōpois epiphaneis ho Emmanouēl. Hē de chōra ēn Galilaia; alla kai peran tou Iordanou tynchanei hē Galilaia hautē, en hę̄ tas pleistas epoiēsato diatribas ho Christos ; dio poton sōtērion, kai phōs mega tois en autę̄ euangelizetai prōtois. Tou de zōopoiou toutou potou eikona pareichen ho Sōtēr aisthētōs, hopēnika gamou synteloumenou en Kana tēs Galilaias, prōton paradoxon eirgasato, tēn tou hydatos eis oinon metabolēn. Ho laos ho kathēmenos en skotei eide phōs mega; hoi katoikountes en chōrą kai skią thanatou, phōs lampsei eph᾽ hymas. Kai allōs de en skotei etynchanon hoi pro tēs epilampseōs tou Christou en agnōsią ontes tou phōtos tou alēthinou ; en skią de thanatou ēsan hoi ta pros thanaton hamartanontes, kata to, «Psychē hē hamartanousa, autē apothaneitai. All᾽ heōs men en tǭ paronti biǭ tynchanei ho pros thanaton hamartanōn, ouch houtō pantē katapepotai hypo tou thanatou, hōs mē dynasthai metabalōn sōthēnai, all᾽ oude apēllaktai autou pantelōs, dio legetai einai en skią thanatou. Plēn epilampsas toutois prōtois, tēn charin tou megalou phōtos edōrēsato ho dia tōn prokeimenōn thespizomenos. En tautę̄ te tę̄ chōrą prōtę̄ pleiston laon ektēsato, hōs kai ton apostolikon choron ex autōn eklexasthai. Tines oun ēsan hoi en skotei kai skią thanatou ē hoi en agnōsią tou Theou to prin kateschēmenoi, kai hoi tǭ thanatǭ tēs psychēs dedoulōmenoi? To pleiston tou laou ho katēgages en euphrosynę̄ sou, kai euphranthēsontai enōpion sou, hōs hoi euphrainomenoi en amētǭ, kai hon tropon euphranthēsontai hoi diairoumenoi skyla; dioti aphairethēsetai ho zygos ep᾿ autōn keimenos. Ē epeidē pleistoi men episteusan, pleious de tę̄ apistią enapemeinan, eikotōs to pleiston tou laou lelektai tēs sōtēriou meteilēphenai euphrosynēs. Sēmainei de dia toutōn, pros tēn procheiron lexin; En hę̄ pote men apo pente artōn plēthos andrōn pentakischiliōn ethrepsato en tę̄ dēloumenę̄ chōra, pote ex hepta tetrakischilious andras chōris gynaikōn kai paidiōn. Dio lelektai kata ton Symmachon Euphrosynę̄ euphranthēsan enōpion sou, hōs euphrosynēn en therismǭ. Houtō goun hoi en therismǭ trephomenoi ēthroismenōs kata to auto symposiazein eiōthasi. Kata dianoian de hoi apostoloi tou Sōtēros hēmōn kai hoi toutōn diadochoi, hoi te eis deuro tōn ekklēsiōn autou proestōtes, tēs entheou euphrosynēs metelambanon enōpion tou Sōtēros hēmōn, dikēn amōntōn ergazomenoi; epeiper ergatai ēsan tou therismou tōn ethnōn, empiplamenoi euphrosynēs epi tǭ plēthei tōn kath᾽ hekastēn ekklēsian lēïōn. Dioti aphę̄rētai ho zygos ho ep᾿ autōn keimenos, kai hē rhabdos epi tou trachēlou autōn. ᾿Apeseisanto ton baryn zygon tou tę̄ douleią tēs hamartias autous hypozeuxantos, kai rhabdǭ ton trachēlon autōn katakamptontos;
“Drink this first; act quickly, land of Zebulun, land of Naphtali, and the rest who inhabit the seacoast and beyond the Jordan, Galilee of the nations.” For he wishes those counted worthy of the great light of the saving divine manifestation to render in deeds the fruit of the rational drink. So he first proclaims the good news to those in Galilee. For it was necessary not to pass over in silence the country in which Emmanuel, having appeared to human beings, was going to spend his time. The country was Galilee; and this Galilee also lies beyond the Jordan, in which Christ spent most of his time; therefore the saving drink and a great light are proclaimed first to those in it. Of this life-giving drink the Savior gave a perceptible image when, at a wedding being celebrated in Cana of Galilee, he worked his first wonder, the changing of water into wine. “The people who sat in darkness saw a great light; you who dwell in the land and shadow of death, a light shall shine upon you.” In another sense too, those who before Christ’s shining forth were in ignorance of the true light were in darkness; and those who committed sins unto death were in the shadow of death, according to the saying, “The soul that sins, it shall die.” But as long as the one who sins unto death is in the present life, he has not been so wholly swallowed up by death that he cannot change and be saved, nor yet has he been entirely freed from it; therefore he is said to be in the shadow of death. Yet shining upon these first, the one prophesied in these words bestowed the grace of the great light. And in this country first he gained a very large people, so as even to choose the apostolic band from among them. Who, then, were those in darkness and the shadow of death, but those formerly held in ignorance of God and those enslaved to the death of the soul? “The greater part of the people, which you brought down in your gladness; and they shall rejoice before you, as those who rejoice in harvest, and as those rejoice who divide spoils; because the yoke lying upon them shall be taken away.” Or, since very many believed but more remained in unbelief, it is fittingly said that the greater part of the people shared in the saving gladness. By these words, according to the ready sense of the text, he signifies the land in which he once fed a multitude of five thousand men from five loaves, in the country indicated, and once four thousand men, besides women and children, from seven. Therefore it is said according to Symmachus, “They rejoiced with gladness before you, as with gladness at harvest.” So, indeed, those who are fed at harvest are accustomed to feast together in a crowd. In the spiritual sense, the apostles of our Savior and their successors, and those who preside over his churches down to the present, shared in the divine gladness before our Savior, working like reapers; since they were laborers of the harvest of the nations, filled with gladness at the multitude of the crops in each church. “Because the yoke lying upon them has been taken away, and the rod on their neck.” They shook off the heavy yoke of the one who had yoked them to the slavery of sin and bowed down their neck with a rod;
9.2PG 24:147–157
ἵνα τὸ ἀποστολικὸν κήρυγμα τῆς ψυχῆς καταβάλλοντες μὴ ὑποκύψωσι τῇ δουλείᾳ τῆς ἁμαρτίας. Η τάχα ὁ πάλαι τοῖς σκύλοις ἐπικείμενος, φησὶν, ἀφῄρηται ζυγὸς, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῶν αὐτῶν σκύλων. Ζυγὸς γὰρ ἦν βαρὺς ταῖς τῷ διαβόλῳ ψυχαῖς δεδουλωμέναις ἐπικείμενος· καὶ ῥάβδος θανατικὴ τὸν τράχηλον αὐτῶν κατακάμπτουσα καὶ κάτω νεύειν ποιοῦσα· ὧν ἀφηρημένων, εἰκότως ἔχαιρον οἱ διαιρούμενοι τὰ σκῦλα ταῦτα. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Θεοδοτίων μέντοι, τοῦ «ἀπαιτοῦντος, ἡρμήνευσεν, ἑνικῶς τὸν ἀπαιτοῦντα καὶ ἐκπράσσοντα σημήνας· δηλονότι τὸν διάβολον, ὃς ἐκπράσσων διετέλει τὰς τῶν ἀνθρώπων ψυχάς; καὶ φόρους ὥσπερ ἀπαιτῶν, τὰς χορηγουμένας αὐτῶν ἁμαρτίας. Κεῖται δὲ ἡ περὶ τῆς Μαδιάμ ἱστορία ἐν τοῖς Κριταῖς, περιέχουσα ὡς ἐπὶ τοῦ Γεδεὼν οὐχ ὅπλων παρατάξει νενίκηνται οἱ πολέμιοι, ἀλλ᾽ ἀφανεῖ καὶ ἀοράτῳ, καὶ θεϊκῇ δυνάμει. Οὕτως οὖν ὡς ἐπὶ τοῖς Μαδιὰμ ἐνικήθησαν οἱ πολέμιοι χειρὶ κρυφαίᾳ, καὶ νῦν φησι διεσκεδάσθαι τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος διαβόλου, καὶ τῶν σὺν αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐκπρασσόντων. Ἕτερος δὲ οὐ τῶν ἀπαιτούντων, ἔφη, ἀλλὰ · τῶν ἀπειθούντων, εἶπεν. «Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ἐπειδὴ τὸν κόσμον τῆς ψυχῆς καὶ τὴν στολὴν αὐτῆς, τὸν τε τῆς ἀρχῆς χιτῶνα, ὃν περιεβάλετο, συλήσας ὁ διάβολος, ὅτε αὐτὴν ὑποχείριον ἔλαβε, γυμνὴν αὐτὴν καὶ αἰσχρὰν κατέστησεν· αἵ τε σὺν αὐτῷ δυνάμεις ἀντικείμεναι ἐξέπραττον αὐτὴν, δόλῳ καὶ ἀπάτῃ κατ᾿ αὐτῆς χρώμεναι · πάντα εἰκότως ἀποτίσειν λέγεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος, φήσαντος, ὅτι δὴ «Πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. Οἱ αὐτοὶ δὲ οὗτοι οἱ πάλαι τὰς τῶν ἀνθρώπων ψυχὰς ἐκπράσσοντες ἀποτιννύειν λέγονται πάντα ἐν τῷ δηλουμένῳ καιρῷ. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. ῎Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ., Ποίους δέ φησιν ἄρχοντας, ἢ τοὺς ὑπ᾿ αὐτοῦ ἄρχειν τῆς Ἐκκλησίας αὐτοῦ καθεσταμένους; Λέγω δὴ μαθητὰς αὐτοῦ καὶ ἀποστόλους, τούς τε τὴν τούτων διαδοχὴν ὑποδεξαμένους καθ' ὅλης τῆς οἰκουμένης, οἷς ψυχῆς ὑγίειαν καὶ εἰρήνην ἔχειν πρὸς ἀλλήλους ἐδωρεῖτο, ἐν οἷς πρὸς αὐτοὺς ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται τέλος. Κατὰ γοῦν τὸν Θεοδοτίωνα, Τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται πέρας. Νοήσεις δὲ ὅπως μεγάλη γέγονε τοῦ προφητευομένου ἡ ἀρχὴ, τὴν καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίαν αὐτοῦ θεωρῶν· καὶ ἔτι μᾶλλον ἐπιστήσας ταῖς τοῦ ᾿Αποστόλου περὶ αὐτοῦ μαρτυρίαις, δι' ὧν φησι, Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. Οὕτω μεγάλη ἡ τοῦ Σωτῆρος ἡμῶν ἀρχὴ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι τέλος·
hina to apostolikon kērygma tēs psychēs kataballontes mē hypokypsōsi tę̄ douleią tēs hamartias. Ē tacha ho palai tois skylois epikeimenos, phēsin, aphę̄rētai zygos, kai hē rhabdos hē epi tou trachēlou tōn autōn skylōn. Zygos gar ēn barys tais tǭ diabolǭ psychais dedoulōmenais epikeimenos; kai rhabdos thanatikē ton trachēlon autōn katakamptousa kai katō neuein poiousa; hōn aphērēmenōn, eikotōs echairon hoi diairoumenoi ta skyla tauta. Tēn gar rhabdon tōn apaitountōn dieskedase Kyrios, hōs tę̄ hēmerą tę̄ epi Madiam. Theodotiōn mentoi, tou «apaitountos, hērmēneusen, henikōs ton apaitounta kai ekprassonta sēmēnas; dēlonoti ton diabolon, hos ekprassōn dietelei tas tōn anthrōpōn psychas? kai phorous hōsper apaitōn, tas chorēgoumenas autōn hamartias. Keitai de hē peri tēs Madiam historia en tois Kritais, periechousa hōs epi tou Gedeōn ouch hoplōn parataxei nenikēntai hoi polemioi, all᾽ aphanei kai aoratǭ, kai theïkę̄ dynamei. Houtōs oun hōs epi tois Madiam enikēthēsan hoi polemioi cheiri kryphaią, kai nyn phēsi dieskedasthai tēn rhabdon tou apaitountos diabolou, kai tōn syn autǭ tas psychas tōn anthrōpōn ekprassontōn. Heteros de ou tōn apaitountōn, ephē, alla ; tōn apeithountōn, eipen. «Hoti pasan stolēn episynēgmenēn dolǭ, kai himation meta katallagēs apotisousi, kai thelēsousin, ei egenonto pyrikaustoi. Epeidē ton kosmon tēs psychēs kai tēn stolēn autēs, ton te tēs archēs chitōna, hon periebaleto, sylēsas ho diabolos, hote autēn hypocheirion elabe, gymnēn autēn kai aischran katestēsen; hai te syn autǭ dynameis antikeimenai exepratton autēn, dolǭ kai apatę̄ kat᾿ autēs chrōmenai ; panta eikotōs apotisein legetai hypo tou prophētikou pneumatos, phēsantos, hoti dē «Pasan stolēn episynēgmenēn dolǭ, kai himation meta katallagēs apotisousin. Hoi autoi de houtoi hoi palai tas tōn anthrōpōn psychas ekprassontes apotinnyein legontai panta en tǭ dēloumenǭ kairǭ. Hoti paidion egennēthē hēmin, huios kai edothē hēmin, hou hē archē egenēthē epi tou ōmou autou; kai kaleitai to onoma autou megalēs boulēs angelos. ᾿Axō gar eirēnēn epi tous archontas, eirēnēn kai hygieian autǭ., Poious de phēsin archontas, ē tous hyp᾿ autou archein tēs Ekklēsias autou kathestamenous? Legō dē mathētas autou kai apostolous, tous te tēn toutōn diadochēn hypodexamenous kath' holēs tēs oikoumenēs, hois psychēs hygieian kai eirēnēn echein pros allēlous edōreito, en hois pros autous elegen; Eirēnēn tēn emēn didōmi hymin, eirēnēn tēn emēn aphiēmi hymin. Megalē hē archē autou, kai tēs eirēnēs autou ouk estai telos. Kata goun ton Theodotiōna, Tēs eirēnēs autou ouk estai peras. Noēseis de hopōs megalē gegone tou prophēteuomenou hē archē, tēn kath' holēs tēs oikoumenēs Ekklēsian autou theōrōn; kai eti mallon epistēsas tais tou ᾿Apostolou peri autou martyriais, di' hōn phēsi, Kata tēn energeian tou kratous tēs ischyos autou, hēn enērgēsen en tǭ Christǭ, egeiras auton ek nekrōn kai kathisas auton en dexią autou en tois epouraniois, hyperanō pasēs archēs kai exousias, kai dynameōs kai kyriotētos, kai pantos onomatos onomazomenou. Houtō megalē hē tou Sōtēros hēmōn archē, kai tēs eirēnēs autou ouk esti telos;
so that, casting down the apostolic preaching of the soul, they might not bow beneath the slavery of sin. Or perhaps, he says, the yoke that of old lay on the spoils has been taken away, and the rod on the neck of those same spoils. For a heavy yoke lay on the souls enslaved to the devil, and a deadly rod bowed down their neck and made them look downward; when these were taken away, those who divide these spoils fittingly rejoiced. “For the Lord has scattered the rod of the exactors, as on the day of Midian.” Theodotion, however, translated it “of the exactor,” signifying in the singular the one who demands and extorts, that is, the devil, who kept extorting human souls and, as if demanding tribute, the sins they supplied. The story of Midian is in Judges, relating how in the time of Gideon the enemies were conquered not by an array of arms but by a hidden, invisible and divine power. So, as at Midian the enemies were conquered by a secret hand, so now, he says, the rod of the devil the exactor has been scattered, and of those with him who extort the souls of human beings. Another said not “of the exactors” but “of the disobedient.” “For every garment gathered by deceit, and every cloak, they shall repay with compensation; and they shall wish that they had been burned with fire.” Since the devil, having stripped the soul of its adornment and its robe and the tunic of its beginning, which it had put on, when he took it into his power, left it naked and shameful; and the opposing powers with him extorted it, using deceit and trickery against it; they are fittingly said by the prophetic Spirit to repay everything, when it says: “Every garment gathered by deceit, and every cloak, they shall repay with compensation.” These same, who of old extorted the souls of human beings, are said to repay everything at the time indicated. “For a child has been born to us, a son has also been given to us, whose rule has come upon his shoulder; and his name is called Angel of great counsel. For I will bring peace upon the rulers, peace and health to him.” What rulers does he mean, but those appointed by him to rule his church? I mean his disciples and apostles, and those who received their succession throughout the whole world, to whom he gave health of soul and peace with one another, when he said to them: “My peace I give you, my peace I leave you.” “Great is his rule, and of his peace there shall be no end.” According to Theodotion: “Of his peace there shall be no limit.” You will understand how great the rule of the one prophesied has become when you behold his church throughout the whole world; and still more when you attend to the Apostle’s testimonies about him, in which he says: “According to the working of the might of his strength, which he worked in Christ, raising him from the dead and seating him at his right hand in the heavenly places, far above every rule and authority and power and dominion, and every name that is named.” So great is the rule of our Savior, and of his peace there is no end;
9.3PG 24:147–157
ἀτελεύτητος γὰρ καὶ ἀγήρως καὶ ἀπερίγραφος αὕτη τυγχάνει· διὸ λέλεκται· ᾿Ανατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. Ἐπὶ τὸν θρόνον Δαυΐδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. Ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα ὁ ζῆλος Κυρίου Σαβαώθ ποιήσει ταῦτα. Τήρει δὲ ἀκριβῶς ὅπως οὐκ εἴρηται καθεσθήσεσθαι ἐπὶ τὸν θρόνον Δαυΐδ ἁπλῶς, ἀλλὰ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν· ἡμῶν προσυπακουόντων τὸ ἥξειν αὐτὸν ἐπὶ τῷ κατορθῶσαι τὸν θρόνον Δαυΐδ καὶ τὴν σκηνὴν πεπτωκυίαν. Ἐπειδὴ γὰρ κατέστραπτο καὶ καθήρητο ἡ βασιλεία Δαυΐδ ἀπὸ τῶν χρόνων τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ· ἦσαν δὲ προφητεῖαι θεσπίζουσαι τὸν θρόνον Δαυΐδ διαλάμψειν φωτὸς ἡλιακοῦ δίκην καθ' ὅλης τῆς οἰκουμένης · ταύτην αὐτὴν ἐλήλυθε τὴν ἐπαγγελίαν πληρῶσαι· ἐκ σπέρματος μὲν Δαυΐδ κατὰ σάρκα γεννώμενος, καταλάμπων δὲ τὰς τῶν ἀνθρώπων ψυχάς· καὶ τὴν βασιλείαν αὐτοῦ κρατύνων διὰ πάντων τῶν καθ᾿ ὅλην τὴν οἰκουμένην ἐθνῶν. Ἐν τούτοις γὰρ τὸν θρόνον Δαυΐδ διωρθώσατο, παρὰ Ἰουδαίοις καθῃρημένον. Καὶ τοῦτο ἔπραξεν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα · τοῦ μὲν, «ἀπὸ τοῦ νῦν, σημαίνοντος ἀρχὴν χρόνου ὡρισμένην, δι' ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τοῦ δὲ, εἰς τὸν αἰῶνα, τὴν ἄπειρον καὶ διαρκή βασιλείαν αὐτοῦ παριστῶντος. Τηρητέον δὲ, ὡς ἡ μὲν πρώτη περὶ τοῦ προφητευομένου πρόῤῥησις ἐκ Παρθένου τεχθήσεσθαι αὐτὸν ἐδήλου· ἡ δὲ δευτέρα, ὡσανεὶ ζητουμένου, πῶς ἔσται τοῦτο, τὸν Κύριον εἰσῆγε λέγοντα, Καὶ προσἦλθον πρὸς τὴν προφῆτιν· καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· ἡ δὲ τρίτη οὐκέτι μνημονεύει κυήσεως παρθενικῆς, οὐδὲ τοῦ τρόπου τῆς κατὰ Θεὸν παραδόξου συλλήψεως· ὅτε δὴ προμεμαθηκότων ἡμῶν ταῦτα, περὶ τοῦ παιδὸς αὐτοῦ διεξέρχεται, παιδεύουσα ἡμᾶς τὰ ἀπόῤῥητα τῆς περὶ αὐτοῦ θεολογίας· ταῦτα δὲ πάντα περὶ τοῦ τυχόντος παιδίου λέγεσθαι, οὐκ οἶδα πῶς συστήσαιεν οἱ ἐκ περιτομῆς, μὴ βουλόμενοι παραδέξασθαι τὸν ἡμέτερον Σωτῆρα, ᾧ τὰ ἔργα μαρτυρεῖ, καὶ τῶν πραγμάτων ἡ ἔκβασις τοὺς λόγους ἐπισφραγίζεται. Ζῆλος Κυρίου Σαβαώθ ποιήσει ταῦτα. Ποῖος ζῆλος, ἢ ὃν ἐζήλωσεν ἀγαθὸν καὶ αὐτῷ πρέποντα, εἰς τὸ σῶσαι πάντας τοὺς ὑπὸ τοῦ διαβόλου καταδυναστευθέντας, καὶ εἰς ἀθεότητα κατασυρέντας; Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ· καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ, καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ ἐφ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες· Πλίνθοι πεπτώκασιν· ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.» Ἤτοι οἱ τὴν Σαμάρειαν οἰκοῦντες, Ἰσραὴλ χρηματίζοντες, καὶ λαὸς τοῦ Ἐφραὶμ ὀνομαζόμενοι, διὰ τὸ βασιλευθῆναι ὑπὸ τῶν ἐκ φυλῆς τοῦ Ἐφραὶμ, χλευάζοντες καὶ ἐξευτελίζοντες τὴν Ἱερουσαλήμ, πλίνθοις ταύτην ἔφασκον οἰκοδομεῖσθαι, καὶ τὰς στέγας ἔχειν ἀπὸ συκαμίνων ἢ συκομόρων κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. Εἶθ᾿ ὡς αὐτοὶ βελτίονα πόλιν κατασκευάσοντες, ἐπηγγέλλοντο διὰ λίθων ξυστῶν καὶ κέδρων οἰκοδομήσειν, καὶ ἀντὶ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλήμ πύργον ἑαυτοῖς ἀναστήσειν ἐν Σαμαρείᾳ· διὸ καὶ ἐπειδὴ τοιαῦτα τετολμήκασιν ἀπαυθαδιάσασθαι, ἀπειλεῖ αὐτοῖς ἑξῆς ὁ λόγος φάσκων Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ τὸ ὄρος Σιών, καὶ τοὺς ἐχθροὺς διασκεδάσει.
ateleutētos gar kai agērōs kai aperigraphos hautē tynchanei; dio lelektai; ᾿Anatelei en tais hēmerais autou dikaiosynē kai plēthos eirēnēs. Epi ton thronon Dauïd kai tēn basileian autou, katorthōsai autēn, kai antilabesthai en krimati kai en dikaiosynę̄. Apo tou nyn kai eis ton aiōna ho zēlos Kyriou Sabaōth poiēsei tauta. Tērei de akribōs hopōs ouk eirētai kathesthēsesthai epi ton thronon Dauïd haplōs, alla kai epi tēn basileian autou, katorthōsai autēn; hēmōn prosypakouontōn to hēxein auton epi tǭ katorthōsai ton thronon Dauïd kai tēn skēnēn peptōkuian. Epeidē gar katestrapto kai kathērēto hē basileia Dauïd apo tōn chronōn tēs eis Babylōna aichmalōsias tou laou; ēsan de prophēteiai thespizousai ton thronon Dauïd dialampsein phōtos hēliakou dikēn kath' holēs tēs oikoumenēs ; tautēn autēn elēlythe tēn epangelian plērōsai; ek spermatos men Dauïd kata sarka gennōmenos, katalampōn de tas tōn anthrōpōn psychas; kai tēn basileian autou kratynōn dia pantōn tōn kath᾿ holēn tēn oikoumenēn ethnōn. En toutois gar ton thronon Dauïd diōrthōsato, para Ioudaiois kathę̄rēmenon. Kai touto epraxen apo tou nyn kai eis ton aiōna ; tou men, «apo tou nyn, sēmainontos archēn chronou hōrismenēn, di' hēs ho kairos edēlouto tēs eis anthrōpous epidēmias autou; tou de, eis ton aiōna, tēn apeiron kai diarkē basileian autou paristōntos. Tērēteon de, hōs hē men prōtē peri tou prophēteuomenou prorrhēsis ek Parthenou techthēsesthai auton edēlou; hē de deutera, hōsanei zētoumenou, pōs estai touto, ton Kyrion eisēge legonta, Kai prosēlthon pros tēn prophētin; kai en gastri elabe, kai eteken huion; hē de tritē ouketi mnēmoneuei kyēseōs parthenikēs, oude tou tropou tēs kata Theon paradoxou syllēpseōs; hote dē promemathēkotōn hēmōn tauta, peri tou paidos autou diexerchetai, paideuousa hēmas ta aporrhēta tēs peri autou theologias; tauta de panta peri tou tychontos paidiou legesthai, ouk oida pōs systēsaien hoi ek peritomēs, mē boulomenoi paradexasthai ton hēmeteron Sōtēra, hǭ ta erga martyrei, kai tōn pragmatōn hē ekbasis tous logous episphragizetai. Zēlos Kyriou Sabaōth poiēsei tauta. Poios zēlos, ē hon ezēlōsen agathon kai autǭ preponta, eis to sōsai pantas tous hypo tou diabolou katadynasteuthentas, kai eis atheotēta katasyrentas? Thanaton apesteile Kyrios epi Iakōb, kai ēlthen epi Israēl; kai gnōsontai pas ho laos tou Ephraim, kai hoi kathēmenoi en Samareią eph᾽ hybrei kai hypsēlę̄ kardią, legontes; Plinthoi peptōkasin; alla deute laxeusōmen lithous, kai kopsōmen sykaminous, kai kedrous, kai oikodomēsōmen heautois pyrgon.» Ētoi hoi tēn Samareian oikountes, Israēl chrēmatizontes, kai laos tou Ephraim onomazomenoi, dia to basileuthēnai hypo tōn ek phylēs tou Ephraim, chleuazontes kai exeutelizontes tēn Hierousalēm, plinthois tautēn ephaskon oikodomeisthai, kai tas stegas echein apo sykaminōn ē sykomorōn kata tous loipous hermēneutas. Eith᾿ hōs autoi beltiona polin kataskeuasontes, epēngellonto dia lithōn xystōn kai kedrōn oikodomēsein, kai anti tou naou tou en Hierousalēm pyrgon heautois anastēsein en Samareią; dio kai epeidē toiauta tetolmēkasin apauthadiasasthai, apeilei autois hexēs ho logos phaskōn Kai rhaxei ho Theos tous epanistamenous epi to oros Siōn, kai tous echthrous diaskedasei.
for it is endless and ageless and unbounded; therefore it is said: “In his days shall dawn righteousness and abundance of peace.” “Upon the throne of David and his kingdom, to set it right and to uphold it with judgment and with righteousness. From now and forever the zeal of the Lord of Sabaoth will do these things.” Observe carefully how it is not said simply that he will sit on the throne of David, but also “upon his kingdom, to set it right”; we supply in thought that he will come to set right the throne of David and the tabernacle that has fallen. For since the kingdom of David had been overthrown and pulled down from the times of the people’s captivity to Babylon, and there were prophecies foretelling that the throne of David would shine like the light of the sun throughout the whole world, he came to fulfil this very promise: born of the seed of David according to the flesh, but illuminating the souls of human beings, and strengthening his kingdom through all the nations throughout the whole world. For in these he set right the throne of David, which had been pulled down among the Jews. And this he did “from now and forever”: “from now” signifying a definite beginning in time, by which the time of his sojourn among human beings was indicated; and “forever” showing his endless and enduring kingdom. One should observe that the first prediction about the one prophesied showed that he would be born of a virgin; the second, as if it were asked how this would be, introduced the Lord saying, “And I went in to the prophetess, and she conceived in the womb and bore a son”; the third no longer mentions the virginal conception, nor the manner of the wondrous conception according to God, since we have already learned these things, but goes through what concerns his child, teaching us the unspeakable things of the theology concerning him. How those of the circumcision, unwilling to receive our Savior, could make out that all these things are said of some ordinary child, I do not know; for his works bear witness to him, and the outcome of events seals the words. “The zeal of the Lord of Sabaoth will do these things.” What zeal, but the good zeal befitting him with which he was zealous to save all those oppressed by the devil and dragged down into godlessness? “The Lord sent death upon Jacob, and it came upon Israel; and all the people of Ephraim shall know, and those who dwell in Samaria in insolence and a lofty heart, saying: The bricks have fallen; but come, let us hew stones, and cut down sycamores and cedars, and build ourselves a tower.” That is, those who lived in Samaria, styled Israel and called the people of Ephraim because they were ruled by kings of the tribe of Ephraim, mocking and belittling Jerusalem, said it was built of bricks and had its roofs of sycamines, or sycamores according to the other translators. Then, as if they would build a better city, they promised to build with hewn stones and cedars, and to raise for themselves in Samaria a tower in place of the temple in Jerusalem. Therefore, since they dared such arrogance, the Word next threatens them, saying: “And God will dash down those who rise up against Mount Zion, and will scatter the enemies.”
9.4PG 24:147–157
Κατὰ γοῦν τὴν ἱστορίαν, ἐπειδὴ, φησὶν, οἱ τὴν Σαμάρειαν οἰκοῦντες τοιαῦτα τετολμήκασι, καὶ κατεθρασύνοντο κατὰ τοῦ ὄρους Σιών, καὶ κατὰ τοῦ ἐν αὐτῷ τιμωμένου Θεοῦ, ὡς ἀπὸ μεγάλου ὕψους τῆς ὑπερηφανείας αὐτῶν ταπεινώσειν καὶ καταῤῥάξειν αὐτοὺς ἀπειλεῖ. Τοὺς γὰρ ἐπὶ τὸ ὄρος Σιὼν ἐπανισταμένους ἐπ᾿ αὐτὸν τὸν Θεὸν ἀσεβεῖν συνέβαινεν· οὓς ταπεινώσειν καὶ ῥάξειν φησὶν, οὐ μόνους, ἀλλὰ καὶ πάντας τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσειν· σημαίνων τοὺς ἐν Δαμασκῷ συμμαχοῦντας τῷ Ἰσραὴλ, κατὰ τὰ ἔμπροσθεν ἀποδεδομένα. Καὶ πάντας δὲ τοὺς ἐκ τῶν λοιπῶν ἐπανισταμένους τῷ ὄρει Σιὼν, καὶ τῷ Θεῷ τῷ ἐνταῦθα τιμωμένῳ, διασκεδάσειν ἐπαγγέλλεται ὧν οἱ μὲν ἦσαν ἀνατολικοί τινες, οἱ δὲ ἀφ᾿ ἡλίου, δυσμῶν, μέσοι δὲ τούτων οἱ Ἕλληνες. Πάντες γὰρ οὗτοι, τὸν προλεχθέντα Ἰσραὴλ ὄλῳ τῷ στόματι κατεσθίοντες καὶ καταβάλλοντες ἐπὶ τὴν τῆς εἰδωλολατρείας ἑαυτῶν πλάνην, βοηθεῖν καὶ συμμαχεῖν ἐπηγγέλλοντο τοῖς ἐπανισταμένοις κατὰ τοῦ ὄρους Σιών. Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή καὶ προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά.» Ἀντὶ μέντοι τοῦ, ᾿Αφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ, ὁ μὲν ᾿Ακύλας, καὶ ὀλοθρεύσει Κύριος· · ὁ δὲ Σύμμαχος, Καὶ ἐξολοθρεύσει Κύριος· · ὁ δὲ Θεοδοτίων, Καὶ ἀφελεῖ, μελλητικῶς εἰρήκασιν· ὡς μέλλοντος ταῦτα ποιήσειν τοῦ Θεοῦ· ἃ πρὶν γενέσθαι προλέγει, ἐπιστρέφων εἰς μετάνοιαν τοὺς ἀκροωμένους, ὡς ἂν μὴ πάθοιεν τὰ ἀπειλούμενα. Ἐν ἡμέρᾳ δὲ μιᾷ φησι πάντα ποιήσειν τὰ προλεχθέντα σαφῆ τυγχάνοντα · τουτέστιν ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρόν. Κεφαλὴν δὲ καὶ οὐρὰν εἰπὼν, ἠνίξατο ζῶον ἄλογον · οὐ γὰρ ἀνθρώπων ἴδιον, ἀλλὰ ζώων ἀλόγων τὸ οὐράν ἔχειν· οἷς τὸν λαὸν ἀφωμοίωσεν· ἢ κεφαλὴν καὶ οὐρὰν, τὸν λογικὸν καὶ τὸ ἄλογον, ἢ τὸν ἄρχοντα καὶ τὸν ἀρχόμενον, καὶ ἔσχατον· ὅ δὴ καὶ διεσάφησεν εἰπὼν, μέγαν καὶ μικρόν. Αντὶ δὲ τοῦ, τοὺς τὰ πρόσωπα θαυμάζοντας, ὁ Σύμμαχος, καὶ αἱδέσιμον, ἡρμήνευσε. Καὶ οὗτος οὖν ὁ αἰδέσιμος καὶ ὁ πρεσβύτης δύναται εἶναι ἡ κεφαλή· ἡ δὲ οὐρὰ ὁ διδάσκων ἄνομα προφήτης, οἱονεὶ ἀλόγου ζώου ἔσχατον μέλος ὑπάρχων. ᾿Αφαιρεθήσεσθαι τοίνυν τούτους, καὶ ἐξολοθρευθήσεσθαι ὑφ᾽ ἕνα καιρὸν ὁ λόγος ἀπειλεῖ. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρὸς. Καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. Ποιήσειν δὲ ταῦτα, ὡς ἀγαθὸς ψυχῶν γεωργὸς, ὁ Κύριος ἀπειλεῖ· ἵνα ἡ ἐν αὐτοῖς ἀνομία ἀφανισθῇ δίκην ὑλομανοῦς βοτάνης ὑπὸ πυρὸς ἀναλισκομένης. Διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς κατακεκαυμένος ὑπὸ πυρός. ῎Ανθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει· ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιὰ, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραὶμ, καὶ Ἐφραὶμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή.» Ὡς ἐπαναστῆναι ἀδελφὸν ἀδελφῷ, καὶ μηδένα τοῦ πέλας φείσασθαι · πάντας δὲ ἀλλήλοις χρήσασθαι ὡς πολεμίοις· ὡς εἰς τοσοῦτον ἐλάσειν ἀναφλεγομένην αὐτοῖς τὴν πρὸς ἀλλήλοις στάσιν, καὶ τὸν ἐμφύλιον πόλεμον, ὡς καὶ τὰς δύο φυλὰς, τὴν τοῦ Ἐφραὶμ καὶ τὴν τοῦ Μανασσῆ, ἐξ ἑνὸς πατρὸς γενομένας τοῦ Ἰωσὴφ, ὑπὸ τὴν αὐτὴν ὄντας βασιλείαν, μίαν δὲ καὶ τὴν αὐτὴν πόλιν οἰκοῦντας Σαμάρειαν, ἀλλήλαις ἐπαναστῆναι, καὶ τοὺς ἀλλήλων βραχίονας καταφαγεῖν· μηκέτι μὲν σχολάζοντας τῷ κατὰ Ἰούδα πολέμῳ, μηδὲ τῇ πολιορκίᾳ τῆς Ἱερουσαλήμ, καθ' ἑαυτῶν δὲ ἀκονήσαντας τὰ ἑαυτῶν ξίφη, ἑαυτοὺς διαχειρίσασθαι, καὶ ἐξ ἀνθρώπων ἀφανίσαι.
Kata goun tēn historian, epeidē, phēsin, hoi tēn Samareian oikountes toiauta tetolmēkasi, kai katethrasynonto kata tou orous Siōn, kai kata tou en autǭ timōmenou Theou, hōs apo megalou hypsous tēs hyperēphaneias autōn tapeinōsein kai katarrhaxein autous apeilei. Tous gar epi to oros Siōn epanistamenous ep᾿ auton ton Theon asebein synebainen; hous tapeinōsein kai rhaxein phēsin, ou monous, alla kai pantas tous echthrous autou diaskedasein; sēmainōn tous en Damaskǭ symmachountas tǭ Israēl, kata ta emprosthen apodedomena. Kai pantas de tous ek tōn loipōn epanistamenous tǭ orei Siōn, kai tǭ Theǭ tǭ entautha timōmenǭ, diaskedasein epangelletai hōn hoi men ēsan anatolikoi tines, hoi de aph᾿ hēliou, dysmōn, mesoi de toutōn hoi Hellēnes. Pantes gar houtoi, ton prolechthenta Israēl olǭ tǭ stomati katesthiontes kai kataballontes epi tēn tēs eidōlolatreias heautōn planēn, boēthein kai symmachein epēngellonto tois epanistamenois kata tou orous Siōn. Kai apheile Kyrios apo Israēl kephalēn kai ouran, megan kai mikron en mią hēmerą, presbytēn kai tous ta prosōpa thaumazontas, hautē hē archē kai prophētēn didaskonta anoma, houtos hē oura.» Anti mentoi tou, ᾿Apheile Kyrios apo Israēl, ho men ᾿Akylas, kai olothreusei Kyrios; ; ho de Symmachos, Kai exolothreusei Kyrios; ; ho de Theodotiōn, Kai aphelei, mellētikōs eirēkasin; hōs mellontos tauta poiēsein tou Theou; ha prin genesthai prolegei, epistrephōn eis metanoian tous akroōmenous, hōs an mē pathoien ta apeiloumena. En hēmerą de mią phēsi panta poiēsein ta prolechthenta saphē tynchanonta ; toutestin hyph᾽ hena kai ton auton kairon. Kephalēn de kai ouran eipōn, ēnixato zōon alogon ; ou gar anthrōpōn idion, alla zōōn alogōn to ouran echein; hois ton laon aphōmoiōsen; ē kephalēn kai ouran, ton logikon kai to alogon, ē ton archonta kai ton archomenon, kai eschaton; ho dē kai diesaphēsen eipōn, megan kai mikron. Anti de tou, tous ta prosōpa thaumazontas, ho Symmachos, kai haidesimon, hērmēneuse. Kai houtos oun ho aidesimos kai ho presbytēs dynatai einai hē kephalē; hē de oura ho didaskōn anoma prophētēs, hoionei alogou zōou eschaton melos hyparchōn. ᾿Aphairethēsesthai toinyn toutous, kai exolothreuthēsesthai hyph᾽ hena kairon ho logos apeilei. Kai kauthēsetai hōs pyr hē anomia, kai hōs agrōstis xēra brōthēsetai hypo pyros. Kai kauthēsetai en tois dasesi tou drymou, kai synkataphagetai ta kyklǭ tōn bounōn panta. Poiēsein de tauta, hōs agathos psychōn geōrgos, ho Kyrios apeilei; hina hē en autois anomia aphanisthę̄ dikēn hylomanous botanēs hypo pyros analiskomenēs. Dia thymon orgēs Kyriou synkekautai hē gē holē, kai estai ho laos hōs katakekaumenos hypo pyros. ᾿Anthrōpos ton adelphon autou ouk eleēsei; alla ekklinei eis ta dexia, hoti peinasei kai phagetai ek tōn aristerōn, kai ou mē emplēsthę̄ anthrōpos esthōn tas sarkas tou brachionos autou. Phagetai gar Manassēs tou Ephraim, kai Ephraim tou Manassē, hoti hama poliorkēsousi ton Ioudan. Epi toutois pasin ouk apestraphē ho thymos, all᾽ eti hē cheir hypsēlē.» Hōs epanastēnai adelphon adelphǭ, kai mēdena tou pelas pheisasthai ; pantas de allēlois chrēsasthai hōs polemiois; hōs eis tosouton elasein anaphlegomenēn autois tēn pros allēlois stasin, kai ton emphylion polemon, hōs kai tas dyo phylas, tēn tou Ephraim kai tēn tou Manassē, ex henos patros genomenas tou Iōsēph, hypo tēn autēn ontas basileian, mian de kai tēn autēn polin oikountas Samareian, allēlais epanastēnai, kai tous allēlōn brachionas kataphagein; mēketi men scholazontas tǭ kata Iouda polemǭ, mēde tę̄ poliorkią tēs Hierousalēm, kath' heautōn de akonēsantas ta heautōn xiphē, heautous diacheirisasthai, kai ex anthrōpōn aphanisai.
According to the history, then, he says that since those who lived in Samaria dared such things and grew bold against Mount Zion and against the God honored there, he threatens to humble them and dash them down from the great height of their pride. For those who rose up against Mount Zion were in fact committing impiety against God himself; these, he says, he will humble and dash down, and not them alone, but will also scatter all his enemies, meaning those in Damascus allied with Israel, according to what was set out earlier. And he promises to scatter all those from the other nations too who rise up against Mount Zion and the God honored there; of whom some were eastern peoples, others from the setting of the sun, and between them the Greeks. For all these, devouring the aforesaid Israel with all their mouth and bringing it down into the error of their idolatry, promised to help and ally themselves with those who rose up against Mount Zion. “And the Lord took away from Israel head and tail, great and small, in one day: the elder and those who admire faces, this is the head; and the prophet who teaches lawless things, this is the tail.” Instead of “The Lord took away from Israel,” however, Aquila said, “And the Lord will destroy”; Symmachus, “And the Lord will utterly destroy”; and Theodotion, “And he will take away,” in the future tense, as if God were going to do these things; which he foretells before they happen, turning the hearers to repentance, so that they might not suffer what is threatened. “In one day,” he says, he will do all the things foretold, which are clear; that is, at one and the same time. By saying “head and tail” he hinted at an irrational animal; for to have a tail is not proper to human beings but to irrational animals, to which he likened the people; or by “head and tail” he means the rational and the irrational, or the ruler and the ruled and lowest; which he also made clear by saying, “great and small.” Instead of “those who admire faces,” Symmachus translated “and the venerable.” This venerable one, then, and the elder may be the head; and the tail the prophet who teaches lawless things, being as it were the last member of an irrational animal. The Word threatens, then, that these will be taken away and destroyed at one time. “And lawlessness shall burn like fire, and like dry grass it shall be devoured by fire. And it shall burn in the thickets of the forest and devour together all that is around the hills.” The Lord threatens to do these things as a good husbandman of souls, so that the lawlessness in them may be destroyed like rank weeds consumed by fire. “Through the fury of the wrath of the Lord the whole land has been burned up, and the people shall be as if burned by fire. A man shall not pity his brother; but he shall turn aside to the right, for he shall be hungry, and he shall eat from the left, and a man shall not be satisfied eating the flesh of his own arm. For Manasseh shall eat Ephraim, and Ephraim Manasseh, for together they shall besiege Judah. For all this his wrath has not turned away, but his hand is still lifted high.” So that brother rises against brother, and no one spares his neighbor, but all treat one another as enemies; and he will drive their mutual strife and civil war, as it flares up among them, so far that even the two tribes of Ephraim and Manasseh, born of one father, Joseph, being under the same kingdom and living in one and the same city, Samaria, rise up against each other and devour each other’s arms; no longer occupying themselves with the war against Judah or the siege of Jerusalem, but sharpening their own swords against themselves, they destroy themselves and blot themselves out from among men.
Chapter 10
10.1PG 24:157–169
Οὐαὶ τοῖς γράφουσι πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν· ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρῖμα πενήτων τοῦ λαοῦ μου· ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Τοῦ καλουμένου οὖν Ἰσραὴλ, λέγω δὴ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐν Σαμαρείᾳ βασιλευομένου, καὶ ταῦτα πρὸς τοῖς προτέροις ὁ παρὼν λόγος κατηγορεῖ, φάσκων αὐτοὺς πρὸς ἔριν καὶ φιλονεικίαν τῶν τὰς ἀληθεῖς τοῦ Θεοῦ προφητείας παραγραφόντων τὰς ψευδοπροφητείας συντάττειν. Ἦσαν γοῦν, ἦσαν ψευδοπροφῆται πλεῖστοι, ὅσοι ἐν τῷ Ἰσραὴλ ἐναντία φθεγγόμενοι, καὶ ἐναντία γράφοντες τοῖς ἀληθέσι τοῦ Θεοῦ προφήταις. Οἱ δὲ αὐτοὶ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους, καὶ πάσης πονηρίας μεστάς· πένητας οἰκτροὺς κατεδυνάστευον, βιαζόμενοί τε ἐπλεονέκτουν ἀπεριστάτους ὀρφανοὺς καὶ χήρας. Τοιούτους δ᾽ ἂν εἴποις καὶ τοὺς διὰ μοχθηρῶν συγγραμμάτων εἰσέτι καὶ νῦν διαστρέφοντας τῶν ἀκεραιοτέρων τὰς ψυχάς. Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἤξει. Καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; · Ἀπειλεῖ τοίνυν ἐκείνοις ὁ προφῆτικὸς λόγος φάσκων· «Καl τἱ ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς, καθ᾿ ἣν ἡ θλίψις καὶ ἡ κατὰ τούτων ὀργὴ πόρρωθεν ἥξει; Μακρὰν γὰρ οὖσαν αὐτήν φησι, διὰ τὸ ἀπελαύνεσθαι ἐξ ἐμοῦ τοῦ Θεοῦ· ὑμεῖς, ὦ οὗτοι, πρὸς οὓς ταῦτα λέγεται, ὥσπερ βιαζόμενοι καθ' ἑαυτῶν αὐτὴν ἐπεσπάσασθε· ἧς ἐπελθούσης, ἐπὶ τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργή· ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. · Ἐπιμενόντων γὰρ τοῖς αὐτοῖς ἀτοπήμασι τῶν διὰ τοῦ λόγου κατηγορουμένων, ἀκόλουθον ἦν καὶ τὴν κατ᾿ αὐτῶν παράμονον γίνεσθαι ὀργήν. Οὐαὶ ᾿Ασσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου· καὶ ὀργὴ ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργὴν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ λαῷ ἐμῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. Μέχρι γὰρ τῶν προειρημένων ἔστη τὰ τῆς τοῦ λαοῦ κατηγορίας, μεθ᾽ ἣν ἀκολούθως τοῖς διὰ τῆς προφητείας ἡπειλημένοις, οὐκ εἰς μακρὰν πόῤῥωθεν ἐπιστάντες ᾿Ασσύριοι, πολιορκοῦσι τὴν Σαμάρειαν, καὶ πᾶσαν τὴν χώραν αὐτῶν δῃοῦσιν, ὅλας τε ἐννέα φυλὰς τοῦ Ἰουδαίων ἔθνους αἰχμαλώτους εἰς τὴν ᾿Ασσυρίων ἀπάγουσι. Μετὰ οὖν τὴν τοῦ λαοῦ τοῦ καλουμένου Ἰσραὴλ αἰχμαλωσίαν ὁ λόγος μεταβαίνει ἐπὶ τοὺς αἰχμαλωτεύσαντας. Ἦσαν δὲ οὗτοι ᾿Ασσύριοι, οἷς τὰ προκείμενα ἀπειλεῖ. Ὅτι δὲ ἀπῆκτο ὑπὸ Ασσυρίων ὁ λαὸς, καὶ πεπολίορκητο ἡ Σαμάρεια, ὅτε τὰ μετὰ χεῖρας ἐλέγετο, δῆλον τυγχάνει ἐκ τοῦ λέγεσθαι ἐν αὐτοῖς ἐκ προσώπου τοῦ τῶν ᾿Ασσυρίων βασιλέως· Ἔλαβον ᾿Αραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν · ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι· καὶ πάλιν· Ον τρόπον ἐποίησα Σαμαρείᾳ καὶ πᾶσι τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω Ἱερουσαλήμ.» Καὶ ἡ ἱστορία δὲ διδάσκει, ὅτι ἐν ταῖς ἡμέραις Ἀχὰς ἀνέβη ὁ βασιλεὺς ᾿Ασσυρίων εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν αὐτήν· καὶ τέως μὲν τότε μέρος τι τοῦ λαοῦ ἠχμαλώτευσεν· ἐπὶ δὲ Ἐζεκίου τοῦ τὸν Ἀχάζ διαδεδεγμένου πάντα τὸν λαὸν ἀπῴκισεν εἰς ᾿Ασσυρίους.
Ouai tois graphousi ponērian; graphontes gar ponērian graphousin; ekklinontes krisin ptōchōn, harpazontes krima penētōn tou laou mou; hōste einai autois chēran eis diarpagēn, kai orphanon eis pronomēn. Tou kaloumenou oun Israēl, legō dē tou laou tōn Ioudaiōn en Samareią basileuomenou, kai tauta pros tois proterois ho parōn logos katēgorei, phaskōn autous pros erin kai philoneikian tōn tas alētheis tou Theou prophēteias paragraphontōn tas pseudoprophēteias syntattein. Ēsan goun, ēsan pseudoprophētai pleistoi, hosoi en tǭ Israēl enantia phthengomenoi, kai enantia graphontes tois alēthesi tou Theou prophētais. Hoi de autoi kai syngraphas epoiounto paranomous, kai pasēs ponērias mestas; penētas oiktrous katedynasteuon, biazomenoi te epleonektoun aperistatous orphanous kai chēras. Toioutous d᾽ an eipois kai tous dia mochthērōn syngrammatōn eiseti kai nyn diastrephontas tōn akeraioterōn tas psychas. Kai ti poiēsousin en tę̄ hēmerą tēs episkopēs? hē gar thlipsis hymin porrhōthen ēxei. Kai pros tina katapheuxesthe tou boēthēthēnai? kai pou kataleipsete tēn doxan hymōn, tou mē empesein eis apagōgēn? ; Apeilei toinyn ekeinois ho prophētikos logos phaskōn; «Kal ti poiēsousin en tę̄ hēmerą tēs episkopēs, kath᾿ hēn hē thlipsis kai hē kata toutōn orgē porrōthen hēxei? Makran gar ousan autēn phēsi, dia to apelaunesthai ex emou tou Theou; hymeis, ō houtoi, pros hous tauta legetai, hōsper biazomenoi kath' heautōn autēn epespasasthe; hēs epelthousēs, epi tina katapheuxesthe tou boēthēthēnai? Epi pasi toutois ouk apestraphē hē orgē; all᾽ eti hē cheir hypsēlē. ; Epimenontōn gar tois autois atopēmasi tōn dia tou logou katēgoroumenōn, akolouthon ēn kai tēn kat᾿ autōn paramonon ginesthai orgēn. Ouai ᾿Assyriois, hē rhabdos tou thymou mou; kai orgē estin en tais chersin autōn. Tēn orgēn mou eis ethnos anomon apostelō, kai tǭ laǭ emǭ syntaxō poiēsai skyla kai pronomēn, kai katapatein tas poleis, kai theinai autas eis koniorton. Mechri gar tōn proeirēmenōn estē ta tēs tou laou katēgorias, meth᾽ hēn akolouthōs tois dia tēs prophēteias hēpeilēmenois, ouk eis makran porrhōthen epistantes ᾿Assyrioi, poliorkousi tēn Samareian, kai pasan tēn chōran autōn dę̄ousin, holas te ennea phylas tou Ioudaiōn ethnous aichmalōtous eis tēn ᾿Assyriōn apagousi. Meta oun tēn tou laou tou kaloumenou Israēl aichmalōsian ho logos metabainei epi tous aichmalōteusantas. Ēsan de houtoi ᾿Assyrioi, hois ta prokeimena apeilei. Hoti de apēkto hypo Assyriōn ho laos, kai pepoliorkēto hē Samareia, hote ta meta cheiras elegeto, dēlon tynchanei ek tou legesthai en autois ek prosōpou tou tōn ᾿Assyriōn basileōs; Elabon ᾿Arabian kai Damaskon kai Samareian ; hon tropon tautas elabon, kai pasas tas archas lēpsomai; kai palin; On tropon epoiēsa Samareią kai pasi tois cheiropoiētois autēs, houtō poiēsō Hierousalēm.» Kai hē historia de didaskei, hoti en tais hēmerais Achas anebē ho basileus ᾿Assyriōn eis Samareian, kai epoliorkēsen autēn; kai teōs men tote meros ti tou laou ēchmalōteusen; epi de Ezekiou tou ton Achaz diadedegmenou panta ton laon apǭkisen eis ᾿Assyrious.
“Woe to those who write wickedness; for when they write, they write wickedness, turning aside the judgment of the poor, seizing the right of the needy of my people, so that the widow becomes their plunder and the orphan their prey.” Of the so-called Israel, then, I mean the people of the Jews ruled in Samaria, the present passage makes these charges besides the earlier ones, saying that, in strife and rivalry with those who wrote down the true prophecies of God, they composed false prophecies. There were indeed, there were very many false prophets in Israel, uttering things contrary to the true prophets of God and writing things contrary to them. These same men also drew up lawless written decrees full of every wickedness; they oppressed the pitiable poor, and by force took advantage of helpless orphans and widows. Such too you might call those who even now pervert the souls of the simpler through wicked writings. “And what will they do in the day of visitation? For affliction will come upon you from afar. And to whom will you flee for help? And where will you leave your glory, so as not to fall into captivity?” The prophetic word, then, threatens them, saying: “And what will they do in the day of visitation,” in which the affliction and the wrath against them will come from afar? He says it is far off because it is driven away from me, God; but you, O you to whom these things are said, have as it were forcibly drawn it upon yourselves; and when it comes, to whom will you flee for help? “For all this the wrath has not turned away, but the hand is still lifted high.” For since those accused by the Word persisted in the same wrongdoings, it followed that the wrath against them too should be lasting. “Woe to the Assyrians! The rod of my fury, and wrath is in their hands. I will send my wrath against a lawless nation, and I will command my people to take spoils and plunder, and to trample the cities and make them into dust.” For the charges against the people stopped at the words already quoted; after which, in keeping with what had been threatened through the prophecy, not long afterwards the Assyrians came from afar, besieged Samaria, ravaged all their country, and carried off nine whole tribes of the Jewish nation as captives into the land of the Assyrians. So after the captivity of the people called Israel, the Word passes on to those who took them captive. These were the Assyrians, whom he threatens with the present words. That the people had been carried off by the Assyrians and Samaria besieged when these words were spoken is clear from what is said in them in the person of the king of the Assyrians: “I took Arabia and Damascus and Samaria; as I took these, I will take all the kingdoms”; and again: “As I did to Samaria and to all her handiwork, so I will do to Jerusalem.” And the history too teaches that in the days of Ahaz the king of the Assyrians went up to Samaria and besieged it, and at that time carried off part of the people captive; but under Hezekiah, who succeeded Ahaz, he deported the whole people to the Assyrians.
10.2PG 24:157–169
Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ· Σὺ μόνος εἶ ἄρχων· καὶ ἐρεῖ· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω, Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη, καὶ ἔλαβον ᾿Αραβίαν, καὶ Δαμασκὸν καὶ Σαμάρειαν; Τὴν ἐμὴν τοίνυν, φησί, λαβὼν ἐξουσίαν, οὐχ οὕτως ἐνεθυμήθη, ἀλλ᾽ ὑπερήρθη τῷ λογισμῷ, ὡς οἰκείᾳ δυνάμει τοῦ ἐμοῦ περιγενόμενος λαοῦ. Εἶτα, μὴ ἀρκεσθεὶς τῇ τούτων πολιορκίᾳ, μυρία ἄλλα ἔθνη μετέρχεσθαι ἀπειλεῖ, ὡς τοῦ κρείττονος καὶ Θεῷ ἀνακειμένου κρατήσας. Διὸ δὴ τῶν ὑποχειρίων αὐτῷ γενομένων θαυμαζόντων αὐτὸν, καὶ λεγόντων, Σὺ μόνος εἶ ἄρχων, ἀποκρίνεται πρὸς αὐτοὺς καὶ λέγει· Μήποτε καλεῖτε ἄρχοντα, μηδὲ κύριον· ἐπεὶ μηδέπω πάσας εἰλήφειν τὰς ἁπανταχοῦ χώρας· πλὴν, Ὃν τρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς ἀρχὰς λήψομαι. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Πρὸς αὐτούς τε τοὺς ᾿Ασσυρίους καὶ τὸν ἄρχοντα αὐτῶν, τοιαῦτα καταλαζονευομένους ἀποτείνεται λέγων· Οὐαὶ ᾿Ασσυρίοις, ὅτι μὴ συνῆκαν ὡς ἄρα ἡ ἐμὴ ὀργὴ ἡ κατὰ τῶν πλημμελούντων τὴν ἐξουσίαν αὐτοῖς τῆς τοσαύτης ὀργῆς δέδωκεν· ἀλλὰ τῇ ἑαυτῶν δυνάμει κεκρατηκέναι τῶν ἐθνῶν ὑπέλαβον. Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλήμ καὶ τοῖς εἰδώλοις αὐτῆς. Τὰ ἴσα τοίνυν τῇ Σαμαρείᾳ καὶ τὴν Ἱερουσαλήμ πείσεσθαι ἀπειλεῖ. Προλέγει δὲ ταῦτα προκαλούμενος εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοὺς ἀκούοντας, φόβῳ τε τοῦ παραδείγματος σωφρονίζων αὐτοὺς. Οὐ γὰρ ὁ ᾿Ασσύριος, φησὶν, ἐποίησε τὰ κατὰ τῆς Σαμαρείας, ἀλλ' ἐγὼ ὁ Θεὸς διὰ τὰς τῶν οἰκητόρων ἀσεβείας. Οὐκοῦν κατὰ τὸν τοῦ δικαίου λόγον καὶ τοὺς ἐν τῇ Ἱερουσαλὴμ εἰκὸς παραδοθήσεσθαι τῇ ἴσῃ πολιορκίᾳ, ὡς τὰ ἀδελφὰ μεταχειριζομένους τοῖς τὰ προλεχθέντα πεπονθόσι. Καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ Ἱερουσαλήμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Ακολούθως διὰ τῶν προκειμένων διδάσκων, ὅτι τέως μὲν ᾿Ασσύριοι καὶ ὁ τούτων ἄρχων, εἰ καὶ τοιαῦτα ὁποῖα δεδήλωται ἀπηυθαδιάσαντο, τὴν Σαμάρειαν ὑποχείριον πεποιημένοι καὶ τὴν Δαμασκὸν, ὅμως ἕξουσι τὸ ἐνδόσιμον τοῦ χρόνου μέχρι καιροῦ τινος · μεθ' ὂν οὐκ ἔτι συστήσεται αὐτῶν ἡ ἀρχὴ, τῆς μακρᾶς καὶ πολυτελοῦς βασιλείας εἰς τὸ παντελὲς καταλυθησομένης. Εἶπε γὰρ, ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Μὴ δοὺς γὰρ δόξαν τῷ Θεῷ, μηδὲ λογισάμενος, ὅτι ὁ τῶν ὅλων Θεὸς αὐτὸς ἦν ὁ παραδοὺς αὐτῷ καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν, καὶ πάντας τοὺς τιμωρίας ἀξίους, μέγα ἐφρόνησε, διανοηθεὶς καὶ πρὸς ἑαυτὸν εἰπὼν, κατὰ τὸν Σύμμαχον, Ἐν τῇ δυνάμει τῆς χειρὸς ἐποίησα, καὶ τὰ ἑξῆς. Καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὡὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.
Autos de ouch houtōs enethymēthē, kai tę̄ psychę̄ ouch houtōs lelogistai, alla apallaxei ho nous autou kai tou ethnē exolothreusai ouk oliga. Kai ean eipōsin autǭ; Sy monos ei archōn; kai erei; Ouk elabon tēn chōran tēn epanō, Babylōnos kai Chalanēs, hou ho pyrgos ǭkodomēthē, kai elabon ᾿Arabian, kai Damaskon kai Samareian? Tēn emēn toinyn, phēsi, labōn exousian, ouch houtōs enethymēthē, all᾽ hyperērthē tǭ logismǭ, hōs oikeią dynamei tou emou perigenomenos laou. Eita, mē arkestheis tę̄ toutōn poliorkią, myria alla ethnē meterchesthai apeilei, hōs tou kreittonos kai Theǭ anakeimenou kratēsas. Dio dē tōn hypocheiriōn autǭ genomenōn thaumazontōn auton, kai legontōn, Sy monos ei archōn, apokrinetai pros autous kai legei; Mēpote kaleite archonta, mēde kyrion; epei mēdepō pasas eilēphein tas hapantachou chōras; plēn, Hon tropon tautas elabon, houtō kai pasas tas archas lēpsomai. Ololyxate ta glypta en Hierousalēm kai en Samareią. Pros autous te tous ᾿Assyrious kai ton archonta autōn, toiauta katalazoneuomenous apoteinetai legōn; Ouai ᾿Assyriois, hoti mē synēkan hōs ara hē emē orgē hē kata tōn plēmmelountōn tēn exousian autois tēs tosautēs orgēs dedōken; alla tę̄ heautōn dynamei kekratēkenai tōn ethnōn hypelabon. Hon tropon gar epoiēsa Samareią kai tois cheiropoiētois autēs, houtō poiēsō kai Hierousalēm kai tois eidōlois autēs. Ta isa toinyn tę̄ Samareią kai tēn Hierousalēm peisesthai apeilei. Prolegei de tauta prokaloumenos eis epistrophēn kai metanoian tous akouontas, phobǭ te tou paradeigmatos sōphronizōn autous. Ou gar ho ᾿Assyrios, phēsin, epoiēse ta kata tēs Samareias, all' egō ho Theos dia tas tōn oikētorōn asebeias. Oukoun kata ton tou dikaiou logon kai tous en tę̄ Hierousalēm eikos paradothēsesthai tę̄ isę̄ poliorkią, hōs ta adelpha metacheirizomenous tois ta prolechthenta peponthosi. Kai estai, hotan syntelesę̄ Kyrios panta poiōn en tǭ orei Siōn kai Hierousalēm, episkepsomai epi ton noun ton megan, epi ton archonta tōn Assyriōn, kai epi to hypsos tēs doxēs tōn ophthalmōn autou. Akolouthōs dia tōn prokeimenōn didaskōn, hoti teōs men ᾿Assyrioi kai ho toutōn archōn, ei kai toiauta hopoia dedēlōtai apēuthadiasanto, tēn Samareian hypocheirion pepoiēmenoi kai tēn Damaskon, homōs hexousi to endosimon tou chronou mechri kairou tinos ; meth' on ouk eti systēsetai autōn hē archē, tēs makras kai polytelous basileias eis to panteles katalythēsomenēs. Eipe gar, en tę̄ ischyï poiēsō, kai en tę̄ sophią tēs syneseōs aphelō horia ethnōn, kai tēn ischyn autōn pronomeusō. Mē dous gar doxan tǭ Theǭ, mēde logisamenos, hoti ho tōn holōn Theos autos ēn ho paradous autǭ kai ton Israēl kai ton Ioudan, kai pantas tous timōrias axious, mega ephronēse, dianoētheis kai pros heauton eipōn, kata ton Symmachon, En tę̄ dynamei tēs cheiros epoiēsa, kai ta hexēs. Kai seisō poleis katoikoumenas, kai tēn oikoumenēn holēn katalēpsomai tę̄ cheiri hōs nossian, kai hōs kataleleimmena hōa arō; kai ouk estin hos diapheuxetai me, ē anteipę̄ moi.
“But he did not so intend, and in his soul he did not so reckon; but his mind will turn aside, even to destroy nations not a few. And if they say to him, You alone are ruler, he will say: Did I not take the land above Babylon and Chalanne, where the tower was built, and did I not take Arabia and Damascus and Samaria?” Having received my authority, then, he says, he did not so intend, but was lifted up in his reasoning, as though he had prevailed over my people by his own power. Then, not content with the siege of these, he threatens to go after countless other nations, as though he had overcome what was stronger and dedicated to God. Therefore, when those who had become subject to him admired him and said, “You alone are ruler,” he answers them and says: Do not yet call me ruler or lord, since I had not yet taken all the lands everywhere; but, “As I took these, so I will take all the kingdoms.” “Howl, you carved images in Jerusalem and in Samaria.” He addresses the Assyrians themselves and their ruler, who boasted in this way, saying: Woe to the Assyrians, because they did not understand that it was my wrath against the offenders that gave them the power of such wrath; but they supposed they had overcome the nations by their own strength. “For as I did to Samaria and to her handiwork, so I will do also to Jerusalem and to her idols.” He threatens, then, that Jerusalem too will suffer the same as Samaria. He foretells these things to call his hearers to conversion and repentance, bringing them to their senses by fear of the example. For it was not the Assyrian, he says, who did these things to Samaria, but I, God, because of the impieties of its inhabitants. So by the principle of justice it is likely that those in Jerusalem too will be handed over to the same siege, since they practise things akin to those who suffered what has been described. “And it shall be, when the Lord has finished doing all things on Mount Zion and in Jerusalem, I will visit upon the great mind, upon the ruler of the Assyrians, and upon the height of the glory of his eyes.” Consistently through these words he teaches that for a while the Assyrians and their ruler, even though they behaved with such arrogance as has been shown, having brought Samaria and Damascus under their hand, will nevertheless have an allowance of time up to a certain point; after which their rule will no longer stand, their long and splendid kingdom being utterly destroyed. “For he said: By strength I will do it, and by the wisdom of understanding I will remove the boundaries of nations, and plunder their strength.” For not giving glory to God, nor reckoning that the God of all was himself the one who had handed over to him both Israel and Judah and all who deserved punishment, he thought great things, purposing and saying to himself, according to Symmachus, “By the power of my hand I have done it,” and what follows. “And I will shake inhabited cities, and I will seize the whole world in my hand like a nest, and like abandoned eggs I will take it up; and there is none who will escape me or contradict me.”
10.3PG 24:157–169
Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν, ὡς ἄν τις ἄρῃ ῥάβδον ἢ ξύλον; Καὶ οὐχ οὕτως, ἀλλ᾽ ἀποστελεῖ Κύριος Σαβαώθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Πρὸς τοῦτον τὸν ὑπερήφανον λογισμὸν, εἴτε τις ἀντικειμένη δύναμις ἐτύγχανεν, ὥσπερ ὁ ἄρχων βασιλείας Περσῶν, καὶ ὁ ἄρχων βασιλείας Μήδων, καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων. οὕτω γὰρ εἴποι ἄν τις καὶ ἄρχοντα βασιλείας Ασσυρίων γεγονέναι τινὰ τὸν ἀλαζονευόμενον καὶ τὰς προκειμένας φωνὰς φθεγξάμενον· εἴτε οὖν πρὸς τοῦτον, εἴτε πρὸς τὸν Βαβυλωνίων βασιλέα τὸν πολιορκήσαντα τὴν Ἱερουσαλήμ, καὶ τὸν ναὸν ἐμπρήσαντα, πάντα τε τὰ αὐτῷ σκεύη ἱερὰ καὶ ἀναθήματα ἑλόντα, καὶ τοῖς αὐτοῦ εἰδώλοις ἀναθέντα ἐν αὐτῇ Βαβυλῶνι, ὥσπερ δεινὰ καὶ ἀπονενοημένα τολμήσαντα εἰπεῖν, ἀποκρίνεται φάσκων ὁ προφητικὸς λόγος· Εἶτα, ὦ πάντων ἀφρονέστατε, οὐ συνορᾷς, ὅτι οὔτε πέλυξ ἑαυτόν ποτε κινήσειεν ἐπὶ κοπὴν ξύλου, μὴ ἑτέρου ἐνεργοῦντος, οὔτε πρίων διέλοι ἂν τὰ πρὸς αὐτοῦ πριζόμενα, μηδενὸς ἕλκοντος, οὐδὲ ῥάβδος τύψειεν ἄν τινα, οὐδὲ ξύλον πλήξειεν αὐτομάτως κινούμενον; Χρὴ δὲ λογίσασθαι, ὅτι οὔτε σοι διακόνῳ ὄντι τῆς τοῦ Θεοῦ ὀργῆς τοσαύτη παρῆν δύναμις, ὡς μυρίων ἐθνῶν κατακρατῆσαι, καὶ τούσδε μὲν κόπτειν, ἑτέρους δὲ παίειν, πόλεις τε ὅλας ἐξανδραποδίζεσθαι, καὶ μυρία πλήθη καταστρωννύναι, παντὸς πρίονος, καὶ πελέκυος, καὶ ῥάβδου χείρονι γενομένῳ, εἰ μὴ Θεὸς ἦν ὁ τῇ σῇ χειρὶ παραδοὺς τοὺς τούτων ἀξίους. Νυνὶ δὲ τούτων μηδὲν λογισάμενος, ἐπῆρας σεαυτὸν, ὡς ὑπολαβεῖν σαυτὸν εἶναι τὸν μέγαν νοῦν. Οὐ γὰρ ἔθου πρὸ ὀφθαλμῶν τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν· καὶ πάντων μέγιστον νομίσας εἶναι ἑαυτὸν, ὑπερηφάνοις δὲ ὀφθαλμοῖς κατεπαρθεὶς τοῦ Θεοῦ, διενοήθης τὰ ὅρια τῶν ἐθνῶν συγχέειν, ἃ ὁ Θεὸς διώρισε καὶ διέταξε καλῶς, «Ὅτε διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὡς διέσπειρεν υἱοὺς ᾿Αδάμ· ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Σὺ δὲ τῇ σεαυτοῦ σοφίᾳ καὶ τῇ πεπλανημένῃ συνέσει ᾠήθης δύνασθαι μεταθεῖναι μὲν τοὺς ὑπὸ τοῦ Θεοῦ εὖ διατεταγμένους ὄρους, ὑποχείριον δὲ σαυτῷ τὴν οἰκουμένην ποιήσασθαι. Μηδένα γὰρ ἐφορᾶν μηδὲ ἀντιλαμβάνεσθαι, μηδὲ Θεῷ μέλλειν τῶν ἐπὶ γῆς ἀνθρώπων ἐνόμισας· διὸ ὥσπερ νεοττῶν ἐρήμων, ἢ ὠῶν καταλελειμμένων, ὑπέλαβες κρατήσειν τῶν ἐπὶ τῆς οἰκουμένης ἐθνῶν. Δεῖ οὖν ὀρθῷ λογισμῷ διανοηθῆναι, ὅτι καὶ αὐτῶν ὧν ἐκράτησας, οὐκ ἄνευ Θεοῦ νεύματος περιεγένου. Πόθεν γάρ σοι παρῆν τοιαύτη ἐξουσία, μὴ τοῦ Θεοῦ συγκεχωρηκότος, καὶ ὥσπερ ὀργάνῳ χρησαμένου σοι ἐπὶ τιμωρίαν καὶ κόλασιν τῶν ἐπιστροφῆς δεομένων; Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ· καὶ καταφάγεται ὡσεὶ χόρτον τὴν ὕλην. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ, καὶ οἱ δρυμοί. Αὐτὸς ὁ πάλαι φωτίζων τὸν ἑαυτοῦ λαὸν Θεὸς, καὶ ἁγιάζων αὐτὸν, σοὶ τῷ ὑπερηφάνῳ γινόμενος πῦρ. Ἀντὶ δὲ τοῦ, Καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, ὁ Σύμμαχος, Καὶ ὁ ἅγιος αὐτοῦ εἰς φλόγα. Σοὶ γὰρ, φησὶ, τῷ ᾿Ασσυρίῳ, ἀσεβῆ καὶ ὑπέρογκα λογίσασθαι τετολμηκότι, ὁ ἅγιος Ἰσραὴλ, καὶ ὁ πάλαι φῶς αὐτοῦ γεγονὼς, εἰς φλόγα καὶ εἰς πῦρ γενήσεται.
Mē doxasthēsetai axinē aneu tou koptontos? ē hypsōthēsetai priōn aneu tou helkontos auton, hōs an tis arę̄ rhabdon ē xylon? Kai ouch houtōs, all᾽ apostelei Kyrios Sabaōth eis tēn sēn timēn atimian, kai eis tēn sēn doxan pyr kaiomenon kauthēsetai. Pros touton ton hyperēphanon logismon, eite tis antikeimenē dynamis etynchanen, hōsper ho archōn basileias Persōn, kai ho archōn basileias Mēdōn, kai ho archōn basileias Hellēnōn. houtō gar eipoi an tis kai archonta basileias Assyriōn gegonenai tina ton alazoneuomenon kai tas prokeimenas phōnas phthenxamenon; eite oun pros touton, eite pros ton Babylōniōn basilea ton poliorkēsanta tēn Hierousalēm, kai ton naon emprēsanta, panta te ta autǭ skeuē hiera kai anathēmata helonta, kai tois autou eidōlois anathenta en autę̄ Babylōni, hōsper deina kai aponenoēmena tolmēsanta eipein, apokrinetai phaskōn ho prophētikos logos; Eita, ō pantōn aphronestate, ou synorąs, hoti oute pelyx heauton pote kinēseien epi kopēn xylou, mē heterou energountos, oute priōn dieloi an ta pros autou prizomena, mēdenos helkontos, oude rhabdos typseien an tina, oude xylon plēxeien automatōs kinoumenon? Chrē de logisasthai, hoti oute soi diakonǭ onti tēs tou Theou orgēs tosautē parēn dynamis, hōs myriōn ethnōn katakratēsai, kai tousde men koptein, heterous de paiein, poleis te holas exandrapodizesthai, kai myria plēthē katastrōnnynai, pantos prionos, kai pelekyos, kai rhabdou cheironi genomenǭ, ei mē Theos ēn ho tę̄ sę̄ cheiri paradous tous toutōn axious. Nyni de toutōn mēden logisamenos, epēras seauton, hōs hypolabein sauton einai ton megan noun. Ou gar ethou pro ophthalmōn tēn eirēnēn tou Theou tēn hyperechousan panta noun; kai pantōn megiston nomisas einai heauton, hyperēphanois de ophthalmois katepartheis tou Theou, dienoēthēs ta horia tōn ethnōn syncheein, ha ho Theos diōrise kai dietaxe kalōs, «Hote diemerizen ethnē ho Hypsistos, hōs diespeiren huious ᾿Adam; estēsen horia ethnōn kata arithmon angelōn Theou. Sy de tę̄ seautou sophią kai tę̄ peplanēmenę̄ synesei ǭēthēs dynasthai metatheinai men tous hypo tou Theou eu diatetagmenous orous, hypocheirion de sautǭ tēn oikoumenēn poiēsasthai. Mēdena gar ephoran mēde antilambanesthai, mēde Theǭ mellein tōn epi gēs anthrōpōn enomisas; dio hōsper neottōn erēmōn, ē ōōn kataleleimmenōn, hypelabes kratēsein tōn epi tēs oikoumenēs ethnōn. Dei oun orthǭ logismǭ dianoēthēnai, hoti kai autōn hōn ekratēsas, ouk aneu Theou neumatos periegenou. Pothen gar soi parēn toiautē exousia, mē tou Theou synkechōrēkotos, kai hōsper organǭ chrēsamenou soi epi timōrian kai kolasin tōn epistrophēs deomenōn? Kai estai to phōs tou Israēl eis pyr, kai hagiasei auton en pyri kaiomenǭ; kai kataphagetai hōsei chorton tēn hylēn. Tę̄ hēmerą ekeinę̄ aposbesthēsetai ta orē kai hoi bounoi, kai hoi drymoi. Autos ho palai phōtizōn ton heautou laon Theos, kai hagiazōn auton, soi tǭ hyperēphanǭ ginomenos pyr. Anti de tou, Kai hagiasei auton en pyri kaiomenǭ, ho Symmachos, Kai ho hagios autou eis phloga. Soi gar, phēsi, tǭ ᾿Assyriǭ, asebē kai hyperonka logisasthai tetolmēkoti, ho hagios Israēl, kai ho palai phōs autou gegonōs, eis phloga kai eis pyr genēsetai.
“Shall the axe be glorified without the one who cuts with it? Or shall the saw be exalted without the one who draws it, as if one should lift a rod or a stick? And not so; but the Lord of Sabaoth will send dishonor upon your honor, and upon your glory a burning fire shall burn.” To this proud reasoning, whether it was some opposing power, like the prince of the kingdom of the Persians and the prince of the kingdom of the Medes and the prince of the kingdom of the Greeks (for so one might say that there was also a prince of the kingdom of the Assyrians who boasted and uttered the present words); whether, then, to this one, or to the king of the Babylonians who besieged Jerusalem, burned the temple, seized all its sacred vessels and offerings, and dedicated them to his idols in Babylon itself, as one who had dared to say terrible and desperate things, the prophetic word answers, saying: Then, O most foolish of all, do you not see that an axe would never move itself to cut wood unless another worked it, nor would a saw divide what is sawn by it with no one drawing it, nor would a rod strike anyone, nor a stick hit, moving of itself? You ought to reckon that you, being a minister of God’s wrath, would not have had such power as to overcome countless nations, to cut down some and strike others, to enslave whole cities and lay low countless multitudes, being worse than any saw or axe or rod, unless God had been the one who handed over into your hand those who deserved it. But now, reckoning none of these things, you have lifted yourself up so as to suppose that you are the great mind. For you did not set before your eyes the peace of God which surpasses every mind; and thinking yourself the greatest of all, puffed up against God with proud eyes, you purposed to confound the boundaries of the nations, which God marked out and arranged well: “When the Most High divided the nations, when he scattered the sons of Adam, he set the boundaries of the nations according to the number of the angels of God.” But you, by your own wisdom and your misguided understanding, thought you could move the boundaries well arranged by God and make the world subject to yourself. For you thought that no one oversees or helps, and that God does not care for the people on earth; therefore you supposed you would master the nations of the world like deserted nestlings or abandoned eggs. One must therefore consider with right reason that even those you mastered you overcame not without God’s nod. For where did you get such authority, if God had not permitted it and used you as an instrument for the punishment and chastisement of those who needed to turn back? “And the light of Israel shall become a fire, and he shall sanctify him in a burning fire; and it shall devour the wood like grass. In that day the mountains and the hills and the forests shall be quenched.” The God who of old enlightened his own people and sanctified it becomes fire to you, the proud one. Instead of “And he shall sanctify him in a burning fire,” Symmachus has, “And his Holy One for a flame.” For to you, he says, the Assyrian, who dared to reckon impious and arrogant things, the Holy One of Israel, who of old was its light, will become flame and fire.
10.4PG 24:157–169
Βουνοῖς δὲ καὶ ὄρεσι καὶ δρυμοῖς παρεικάζει καλῶς, αὐτήν τε τῶν ᾿Ασσυρίων πληθὺν, καὶ τοὺς ἡγουμένους αὐτῆς καὶ τῶν ἄλλων ὑπερέχοντας, καθάπερ βουνοὺς ἢ ὅρη. ᾿Αλλ' οὗτοι μὲν ἀποσβεσθήσονται, τουτέστιν, οἱ πάλαι δεινοὶ καὶ θερμοὶ, καὶ οὐχ ἑκόντες καταψυγήσονται. Καταφάγεται γὰρ αὐτοὺς ὁ θάνατος, μονονουχὶ καὶ ψυχάς δαπανῶν καὶ σῶμα. Ὅτι μὲν γὰρ οὐ συνανᾑρηνται τοῖς σώμασιν αἱ ψυχαὶ, παντί τῳ σαφές ἐστι· ὑπεμφαίνει δὲ δήπου τὸ τῆς ψυχῆς εὐσθενές. Δρυμόν δὲ λέγων, τὰ πλήθη τὰ σὺν τῷ βασιλεῖ Ασσυρίων δηλοῖ· Κάρμηλον δὲ, ὡς ὁ Σύμμαχός φησι, τὸν πλοῦτον αὐτοῦ καὶ τὴν τρυφὴν, ἅπερ πάντα ἀναλωθήσεσθαί φησιν ὑπὸ τῆς κολαστικῆς δυνάμεως τοῦ προλεχθέντος πυρός. Καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν, καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης. Καὶ οἱ καταλειφθέντες ἀπ᾿ αὐτῶν ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς. Ἐπειδὰν, φησὶ, ταῦτα τῷ ᾿Ασσυρίῳ συμβῇ, δρασμῷ χρησάμενος φεύξεται, οἵ τε σὺν αὐτῷ πάντες τοῦτο πράξουσιν. Εἰ δὲ που βραχεῖς τινες καταλειφθεῖεν, τοσοῦτοι ἔσονται, ὥστε δύνασθαι καὶ τὸ τυχὸν παιδίον τὸν ἀριθμὸν αὐτῶν περιλαβεῖν, καὶ γραφῇ παραδοῦναι, τοῦ λοιποῦ πλήθους ἀπολωλότος. Ταῦτα καὶ πρὸς λέξιν εἴρηται καὶ πρὸς διάνοιαν· πρὸς μὲν λέξιν, ἀνηνεγμένα ἐπὶ τὸν Ναβουχοδονόσορ, τὸν ἐμπρήσαντα τὸν ναὸν καὶ τὴν πόλιν · πρὸς δὲ διάνοιαν, ἐπὶ τὴν ἀντικειμένην δύναμιν, ἧς τὰ λελεγμένα ἐν τῇ προφητείᾳ παθούσης, καθῃρέθη αὐτίκα ἡ τῶν ἐναντίων Ασσυρίων δυναστεία. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Φησὶ τῷ καιρῷ, καθ' ὃν πάντα τὰ προλεχθέντα κατὰ τοῦ δηλωθέντος ἄρχοντος τῶν ᾿Ασσυρίων δι' ἔργων χωρήσειεν, οἱ περιλειφθέντες τοῦ αἰχμαλωτισθέντος λαοῦ τῶν Ἰουδαίων, τῆς πολεμίας χώρας ἐλεύθεροι γενόμενοι, καὶ εἰς τὴν οἰκείαν ἐπανελθόντες, οὐκέτι προσέξουσιν οἷς πάλαι προσεῖχον δαίμοσι πονηροῖς, τοῖς τὰς ψυχὰς αὐτῶν ἡδικηκόσι, καὶ πάντων αὐτοῖς κακῶν αἰτίοις γενομένοις· ἀλλὰ τῷ Θεῷ λοιπὸν προσέξουσι μόνῳ, ὅτε λυτρωτῇ καὶ Σωτῆρι αὐτῶν γενομένῳ. Ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν κατὰ Κῦρον τὸν Περσῶν βασιλέα, ὃς πάντας ἀνῆκε τοὺς ἐν τῇ αἰχμαλωσίᾳ Ἰουδαίους· καθ' ὃν καιρὸν οἱ περὶ τὸν Ζοροβάβελ, καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδέκ τὸν ἱερέα τὸν μέγαν, οἵ τε ἅμα τῷ Ἔσδρᾳ, καὶ Νεεμίᾳ, τῆς Βαβυλῶνος ἐπανελθόντες, τὸν ναὸν ἤγειραν, καὶ τὴν πόλιν αὐτὴν ἀνεκτίσαντο. Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Τὴν ἄχρηστον πληθὺν ὁ λόγος σημαίνει τοῦ ἔθνους, τῶν μετὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος οἰκησάντων τὴν χώραν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων· οὗτοι γὰρ ἦσαν ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἐξ ὧν μόνων διεσώθη τὸ κατάλειμμα· οἱ ἐξ αὐτῶν εἰς τὸν Χριστὸν πεπιστευκότες μαθηταὶ αὐτοῦ καὶ ἀπόστολοι, καὶ εὐαγγελισταί. Ψάμμος γὰρ θαλάσσης τὸ μὲν πλῆθος ἀναρίθμητον ἔχει ·
Bounois de kai oresi kai drymois pareikazei kalōs, autēn te tōn ᾿Assyriōn plēthyn, kai tous hēgoumenous autēs kai tōn allōn hyperechontas, kathaper bounous ē horē. ᾿All' houtoi men aposbesthēsontai, toutestin, hoi palai deinoi kai thermoi, kai ouch hekontes katapsygēsontai. Kataphagetai gar autous ho thanatos, mononouchi kai psychas dapanōn kai sōma. Hoti men gar ou synanę̄rēntai tois sōmasin hai psychai, panti tǭ saphes esti; hypemphainei de dēpou to tēs psychēs eusthenes. Drymon de legōn, ta plēthē ta syn tǭ basilei Assyriōn dēloi; Karmēlon de, hōs ho Symmachos phēsi, ton plouton autou kai tēn tryphēn, haper panta analōthēsesthai phēsin hypo tēs kolastikēs dynameōs tou prolechthentos pyros. Kai kataphagetai apo psychēs heōs sarkōn, kai estai ho pheugōn, hōs ho pheugōn apo phlogos kaiomenēs. Kai hoi kataleiphthentes ap᾿ autōn arithmos esontai, kai paidion grapsei autous. Epeidan, phēsi, tauta tǭ ᾿Assyriǭ symbę̄, drasmǭ chrēsamenos pheuxetai, hoi te syn autǭ pantes touto praxousin. Ei de pou bracheis tines kataleiphtheien, tosoutoi esontai, hōste dynasthai kai to tychon paidion ton arithmon autōn perilabein, kai graphę̄ paradounai, tou loipou plēthous apolōlotos. Tauta kai pros lexin eirētai kai pros dianoian; pros men lexin, anēnegmena epi ton Nabouchodonosor, ton emprēsanta ton naon kai tēn polin ; pros de dianoian, epi tēn antikeimenēn dynamin, hēs ta lelegmena en tę̄ prophēteią pathousēs, kathę̄rethē autika hē tōn enantiōn Assyriōn dynasteia. Kai estai en tę̄ hēmerą ekeinę̄, ouketi prostethēsetai to kataleiphthen Israēl, kai hoi sōthentes tou Iakōb ouketi mē pepoithotes ōsin epi tous adikēsantas autous, alla esontai pepoithotes epi ton Theon ton hagion tou Israēl tę̄ alētheią. Kai estai to kataleiphthen tou Iakōb epi Theon ischyonta. Phēsi tǭ kairǭ, kath' hon panta ta prolechthenta kata tou dēlōthentos archontos tōn ᾿Assyriōn di' ergōn chōrēseien, hoi perileiphthentes tou aichmalōtisthentos laou tōn Ioudaiōn, tēs polemias chōras eleutheroi genomenoi, kai eis tēn oikeian epanelthontes, ouketi prosexousin hois palai proseichon daimosi ponērois, tois tas psychas autōn hēdikēkosi, kai pantōn autois kakōn aitiois genomenois; alla tǭ Theǭ loipon prosexousi monǭ, hote lytrōtę̄ kai Sōtēri autōn genomenǭ. Eplērouto de kai tauta pros lexin kata Kyron ton Persōn basilea, hos pantas anēke tous en tę̄ aichmalōsią Ioudaious; kath' hon kairon hoi peri ton Zorobabel, kai Iēsoun ton tou Iōsedek ton hierea ton megan, hoi te hama tǭ Esdrą, kai Neemią, tēs Babylōnos epanelthontes, ton naon ēgeiran, kai tēn polin autēn anektisanto. Kai ean genētai ho laos Israēl hōs hē ammos tēs thalassēs, to kataleimma autōn sōthēsetai. Tēn achrēston plēthyn ho logos sēmainei tou ethnous, tōn meta tēn epanodon tēn apo Babylōnos oikēsantōn tēn chōran mechri tōn Rhōmaïkōn chronōn; houtoi gar ēsan hōs hē ammos tēs thalassēs, ex hōn monōn diesōthē to kataleimma; hoi ex autōn eis ton Christon pepisteukotes mathētai autou kai apostoloi, kai euangelistai. Psammos gar thalassēs to men plēthos anarithmēton echei ;
He fittingly likens to hills and mountains and forests the multitude of the Assyrians itself and its leaders, who stand above the others like hills or mountains. But these will be quenched, that is, those who of old were fierce and hot will be cooled, though unwillingly. For death will devour them, all but consuming both souls and body. That souls are not destroyed together with bodies is plain to everyone; but the expression hints, no doubt, at the soul’s strength. By “forest” he indicates the multitudes with the king of the Assyrians; and by “Carmel,” as Symmachus has it, his wealth and luxury, all of which he says will be consumed by the punishing power of the fire already mentioned. “And it shall devour from soul to flesh, and the one who flees shall be as one fleeing from a burning flame. And those left of them shall be a number, and a child shall write them down.” When these things befall the Assyrian, he says, he will take to flight and flee, and all those with him will do the same. And if a few should be left anywhere, they will be so few that any child could take in their number and put it in writing, the rest of the multitude having perished. These things are said both according to the letter and according to the sense: according to the letter, referred to Nebuchadnezzar, who burned the temple and the city; according to the sense, to the opposing power, which suffered what is said in the prophecy, whereupon the dominion of the hostile Assyrians was at once pulled down. “And it shall come to pass in that day that the remnant of Israel shall no longer be added, and those of Jacob who are saved shall no longer trust in those who wronged them, but they shall trust in God, the Holy One of Israel, in truth. And the remnant of Jacob shall be upon the mighty God.” He says that at the time when all that was foretold against the ruler of the Assyrians comes to pass in deed, those left of the captive people of the Jews, set free from the enemy’s land and returned to their own, will no longer give heed to the wicked demons to whom they formerly gave heed, who had wronged their souls and become the cause of all their evils; but henceforth they will give heed to God alone, since he became their redeemer and Savior. These things too were fulfilled according to the letter under Cyrus, king of the Persians, who released all the Jews in captivity; at which time those with Zerubbabel and Jeshua son of Jozadak, the high priest, and those with Ezra and Nehemiah, returned from Babylon, raised the temple, and rebuilt the city itself. “And if the people of Israel become like the sand of the sea, a remnant of them shall be saved.” The Word signifies the useless multitude of the nation, of those who inhabited the land after the return from Babylon until Roman times; for these were like the sand of the sea, from whom alone the remnant was saved: those of them who believed in Christ, his disciples and apostles and evangelists. For the sand of the sea has a countless multitude,
10.5PG 24:157–169
ἄλλως δὲ ἄχρηστος ὑπάρχει πρὸς γεωργίαν. Ἐπειδὰν οὖν ὁ λαὸς, φησὶν, Ἰσραὴλ εἰς πλῆθος ἀναρίθμητον χυθῇ, ἄχρηστον δὲ γένηται ἐν τῇ κατὰ Θεὸν καρποφορίᾳ, τηνικαῦτα τὸ μὲν πλῆθος αὐτῶν ἀπολεῖται· μόνον δὴ τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Ὅτι λόγον συντετμημένον Κύριος ποιήσει ἐν τῇ οἰκουμένῃ ὅλῃ. Σαφῶς ἄρα τὸ Εὐαγγέλιον τῆς Καινῆς ἠνίξατο Διαθήκης, ἐν ὅλῃ τῇ οἰκουμένῃ κηρυχθέν. Συντετμημένος γὰρ ἦν ὁ λόγος ὁ εὐαγγελικὸς, τῷ μὴ περιέχειν πάντα τὰ παρὰ τῷ Μωϋσῇ παραγγέλματα. Τῶν δὲ προκειμένων ῥητῶν μέμνηται καὶ ὁ ᾿Απόστολος, τοῦτον λέγων τὸν τρόπον· Ὁ Ἡσαΐας δὲ λέγει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ἡ ὁ ἀριθμὸς τῶν υἱῶν τοῦ Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. Λόγον γὰρ συντελῶν καὶ συντέμνον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Διὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ ᾿Ασσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Παραινεί τοίνυν μὴ φοβεῖσθαι τοὺς ᾿Ασσυρίους· ἥξειν μὲν γὰρ καὶ ἐπιστρατεύσειν κατὰ τῆς Ἱερουσαλήμ τὸν τούτων βασιλέα, πρὸς τὸ βραχείας πειραθῆναι πληγῆς τοὺς ἐν αὐτῇ κατοικοῦντας, ὥσπερ ῥάβδῳ παιομένους · ἄπρακτον δὲ αὐτὸν ὑποστρέψειν, φυγῇ χρησάμενον. Ἐπληροῦτο δὲ καὶ ταῦτα ἐπὶ Ἐζεκίου υἱοῦ ᾿Αχὰς βασιλεύοντος ἐν Ἱερουσαλήμ, ἀνδρὸς γενομένου, οὐ κατὰ τὸν πατέρα, δικαίου δὲ ἄλλως, καὶ θεοφιλοῦς κατὰ πάντα τρόπον. Εἰ καὶ τὰ μάλιστα οὖν, φησὶν, ἐμοῦ ἐπιτρέποντος, καὶ ἐν σοὶ ἐπελεύσεται ὁ τούτων βασιλεὺς, ὅμως ἐν ῥάβδῳ ἐπιστρεπτικῇ πατάξει σε, ἀλλ᾽ οὐ ξίφεσιν, οὐδὲ δόρασι πολέμου νόμῳ κρατήσας ἐπεξελεύσεταί σοι. Καὶ αὕτη δὲ ἡ διὰ ῥάβδου κατὰ σοῦ πληγὴ οὐκ ἔσται παράλογος· τὸ γὰρ αἴτιον τοῦ συγχωρηθῆναι τὸν ᾿Ασσύριον πεπεισμένῃ πληγῇ χρήσασθαι κατὰ σοῦ μὴ ἀγνόει· ἐπειδὴ γὰρ τῇ ὁδῷ Αἰγύπτου πάλιν σεαυτὸν ἐκδέδωκας, εἰδωλολατρείᾳ προσεσχηκώς κατὰ τοὺς χρόνους Ἀχάζ, τούτου χάριν ὑμᾶς τῇ ῥάβδῳ τοῦ ᾿Ασσυρίου παραδέδωκα εἰς σωφρονισμὸν καὶ ἐπιστροφήν. Ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή· ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Καὶ ἐγερεῖ ὁ Θεὸς ἐπ᾿ αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως· καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ᾿ Αίγυπτον. Μεταβαλόντων μὲν γὰρ ὑμῶν ἐπὶ τὰ κρείττω, καὶ τὸν Θεὸν ἐπεγνωκότων, ἅμα τῷ ὑμετέρῳ βασιλεῖ Εζεκίᾳ, καὶ ἡ ἀγανάκτησίς μου ή καθ' ὑμῶν παύσεται· ἐμοῦ δὲ τῆς ὑμετέρας σωτηρίας ὑπερασπίζοντος, φεύξεται ὁ ᾿Ασσύριος ἀσχημόνως, διὰ τῆς ὑμετέρας χώρας καὶ διὰ τῶν ὑμετέρων πόλεων τόπον ἐκ τόπου διαδιδράσκων Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀφαιρεθήσεται ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ ὁ φόβος αὐτοῦ ἐπὶ σοῦ, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. "Ἥξει γὰρ εἰς τὴν πόλιν ᾿Αγγαὶ, καὶ παρελεύσεται εἰς Μαγγεδώ, καὶ ἐν Μαχμὰς θήσει τὰ σκεύη αὐτοῦ. Καὶ παρελεύσεται φάραγγα, καὶ ἤξει εἰς ᾿Αγγαί. Φόβος λήψεται Ῥαμὰ πόλιν Σαούλ. Φεύξεται θυγάτηρ Γαλλείμ· ἐπακούσεται ἐν Λαῖσὰ, ἐπακούσεται ἐν ᾿Αναθώθ. Καὶ ἐξέστη Μαδεβηνά, καὶ οἱ κατοικοῦντες Γιββείρ.
allōs de achrēstos hyparchei pros geōrgian. Epeidan oun ho laos, phēsin, Israēl eis plēthos anarithmēton chythę̄, achrēston de genētai en tę̄ kata Theon karpophorią, tēnikauta to men plēthos autōn apoleitai; monon dē to kataleimma autōn sōthēsetai. Hoti logon syntetmēmenon Kyrios poiēsei en tę̄ oikoumenę̄ holę̄. Saphōs ara to Euangelion tēs Kainēs ēnixato Diathēkēs, en holę̄ tę̄ oikoumenę̄ kērychthen. Syntetmēmenos gar ēn ho logos ho euangelikos, tǭ mē periechein panta ta para tǭ Mōÿsę̄ parangelmata. Tōn de prokeimenōn rhētōn memnētai kai ho ᾿Apostolos, touton legōn ton tropon; Ho Hēsaïas de legei hyper tou Israēl; Ean hē ho arithmos tōn huiōn tou Israēl hōs hē ammos tēs thalassēs, to hypoleimma sōthēsetai. Logon gar syntelōn kai syntemnon poiēsei Kyrios epi tēs gēs. Dia touto tade legei Kyrios Sabaōth; Mē phobou, ho laos mou, hoi katoikountes en Siōn, apo ᾿Assyriōn, hoti en rhabdǭ pataxei se; plēgēn gar epagō epi se, tou idein hodon Aigyptou. Parainei toinyn mē phobeisthai tous ᾿Assyrious; hēxein men gar kai epistrateusein kata tēs Hierousalēm ton toutōn basilea, pros to bracheias peirathēnai plēgēs tous en autę̄ katoikountas, hōsper rhabdǭ paiomenous ; aprakton de auton hypostrepsein, phygę̄ chrēsamenon. Eplērouto de kai tauta epi Ezekiou huiou ᾿Achas basileuontos en Hierousalēm, andros genomenou, ou kata ton patera, dikaiou de allōs, kai theophilous kata panta tropon. Ei kai ta malista oun, phēsin, emou epitrepontos, kai en soi epeleusetai ho toutōn basileus, homōs en rhabdǭ epistreptikę̄ pataxei se, all᾽ ou xiphesin, oude dorasi polemou nomǭ kratēsas epexeleusetai soi. Kai hautē de hē dia rhabdou kata sou plēgē ouk estai paralogos; to gar aition tou synchōrēthēnai ton ᾿Assyrion pepeismenę̄ plēgę̄ chrēsasthai kata sou mē agnoei; epeidē gar tę̄ hodǭ Aigyptou palin seauton ekdedōkas, eidōlolatreią proseschēkōs kata tous chronous Achaz, toutou charin hymas tę̄ rhabdǭ tou ᾿Assyriou paradedōka eis sōphronismon kai epistrophēn. Eti gar mikron kai pausetai hē orgē; ho de thymos mou epi tēn boulēn autōn. Kai egerei ho Theos ep᾿ autous kata tēn plēgēn Madiam en topǭ thlipseōs; kai ho thymos autou tę̄ hodǭ tę̄ kata thalassan, eis tēn hodon tēn kat᾿ Aigypton. Metabalontōn men gar hymōn epi ta kreittō, kai ton Theon epegnōkotōn, hama tǭ hymeterǭ basilei Ezekią, kai hē aganaktēsis mou ē kath' hymōn pausetai; emou de tēs hymeteras sōtērias hyperaspizontos, pheuxetai ho ᾿Assyrios aschēmonōs, dia tēs hymeteras chōras kai dia tōn hymeterōn poleōn topon ek topou diadidraskōn Kai estai en tę̄ hēmerą ekeinę̄, aphairethēsetai ho zygos autou apo tou ōmou sou, kai ho phobos autou epi sou, kai kataphtharēsetai ho zygos apo tōn ōmōn hymōn. "Hēxei gar eis tēn polin ᾿Angai, kai pareleusetai eis Mangedō, kai en Machmas thēsei ta skeuē autou. Kai pareleusetai pharanga, kai ēxei eis ᾿Angai. Phobos lēpsetai Rhama polin Saoul. Pheuxetai thygatēr Galleim; epakousetai en Laisa, epakousetai en ᾿Anathōth. Kai exestē Madebēna, kai hoi katoikountes Gibbeir.
but otherwise it is useless for farming. When, then, he says, the people of Israel has poured out into a countless multitude but has become useless in bearing fruit for God, then their multitude will perish, and only their remnant will be saved. “For the Lord will make a shortened word in the whole world.” Clearly, then, he hinted at the gospel of the New Covenant, proclaimed in the whole world. For the word of the gospel was shortened in that it does not contain all the precepts given through Moses. The Apostle too recalls the present words, speaking in this way: “And Isaiah says concerning Israel: If the number of the sons of Israel be as the sand of the sea, the remnant will be saved. For the Lord will carry out a word on the earth, completing and cutting it short.” “Therefore thus says the Lord of Sabaoth: Do not fear, my people who dwell in Zion, because of the Assyrians, for he will strike you with a rod; for I bring a blow upon you, that you may see the way of Egypt.” He exhorts them, then, not to fear the Assyrians; for their king would come and march against Jerusalem, so that its inhabitants might experience a brief blow, as though struck with a rod; but he would return without accomplishing anything, taking to flight. These things too were fulfilled when Hezekiah son of Ahaz was reigning in Jerusalem, a man unlike his father, righteous and in every way dear to God. Even though, then, he says, by my permission their king will come upon you too, yet he will strike you with a correcting rod, but will not come out against you having prevailed with swords and spears by the law of war. And this blow against you by the rod will not be without reason; for do not be ignorant of the reason why the Assyrian was permitted to use a measured blow against you: since you again gave yourself over to the way of Egypt, having devoted yourself to idolatry in the times of Ahaz, for this reason I have handed you over to the rod of the Assyrian for correction and conversion. “For yet a little while and the wrath will cease; and my fury will be upon their counsel. And God will raise up against them a blow like that of Midian in the place of affliction; and his fury on the way by the sea, on the way toward Egypt.” For when you have changed for the better and come to know God, together with your king Hezekiah, my indignation against you too will cease; and while I shield your salvation, the Assyrian will flee shamefully, running away from place to place through your country and through your cities. “And it shall come to pass in that day that his yoke shall be taken from your shoulder, and his fear from you, and the yoke shall be destroyed from your shoulders. For he shall come to the city of Aggai, and pass on to Maggedo, and at Machmas he shall lay up his baggage. And he shall pass through the ravine and come to Aggai. Fear shall seize Rama, the city of Saul. The daughter of Gallim shall flee; it shall be heard in Laisa, it shall be heard in Anathoth. And Madebena was dismayed, and the inhabitants of Gibbeir.”
10.6PG 24:157–169
Παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι. Παρακαλεῖτε τῇ χειρὶ τὸ ὄρος τὴν θυγατέρα Σιῶν, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ. Ἰδοὺ ὁ δεσπότης Κύριος Σαβαώθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος· καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται. Σὺ μὲν οὖν, φησὶν πρὸς τὸν λαὸν αὐτοῦ, ἔσῃ ἐλεύθερος καὶ παντὸς ἀπηλλαγμένος φόβου· ὁ δὲ φεύγων, πρότερον μὲν ἤξει εἰς τὴν πόλιν ᾿Αγγαί· εἶτα ἐκεῖθεν παρελεύσεται εἰς ἕτερον τόπον, καὶ ἀποκαμὼν ἐνταῦθα τὰ σκεύη αὐτοῦ ἀποθήσεται· ἔπειτα διαβήσεται ἐντεῦθεν ἀλλαχοῦ· κἀκεῖθεν εἰς τὴν καλουμένην πόλιν Σαούλ· εἶτα εἰς ἕτερον τόπον· καὶ οὕτως ἀσχημονῶν, ἀφανὴς γενήσεται· ὑμεῖς δὲ παρακαληθήσεσθε, καὶ παραμυθίας τεύξεσθε, μηκέτι ὑποκείμενοι τῷ ζυγῷ τῶν ᾿Ασσυρίων. Ὑπὲρ γὰρ τοῦ μὴ φεύγειν καὶ καρτερεῖν τὴν πρὸς ὀλίγον ἐπελευσομένην παιδείαν, Παρακαλεῖτε, φησί, τὴν θυγατέρα Σιών, δηλαδὴ τοὺς ἐνοικοῦντας τῇ Ιερουσαλήμ. Καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ· ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Ὅρα δὲ μοι, ὅσους καὶ ὁσάκις ὑψηλοὺς ὠνόμασεν· ὧν τὸ σύστημα τῷ Λιβάνῳ, καὶ ταῖς ἐν αὐτῷ ὑψηλοτάταις κέδροις ἀφομοιοῖ. Διὸ εἴρηται ἀλλαχοῦ· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου · · καὶ ἐν ἑτέρῳ πάλιν · Φωνή Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον.»
Parakaleite sēmeron en hodǭ tou meinai. Parakaleite tę̄ cheiri to oros tēn thygatera Siōn, kai hoi bounoi hoi en Hierousalēm. Idou ho despotēs Kyrios Sabaōth syntarassei tous endoxous meta ischyos; kai hoi hypsēloi tę̄ hybrei syntribēsontai, kai tapeinōthēsontai. Sy men oun, phēsin pros ton laon autou, esę̄ eleutheros kai pantos apēllagmenos phobou; ho de pheugōn, proteron men ēxei eis tēn polin ᾿Angai; eita ekeithen pareleusetai eis heteron topon, kai apokamōn entautha ta skeuē autou apothēsetai; epeita diabēsetai enteuthen allachou; kakeithen eis tēn kaloumenēn polin Saoul; eita eis heteron topon; kai houtōs aschēmonōn, aphanēs genēsetai; hymeis de parakalēthēsesthe, kai paramythias teuxesthe, mēketi hypokeimenoi tǭ zygǭ tōn ᾿Assyriōn. Hyper gar tou mē pheugein kai karterein tēn pros oligon epeleusomenēn paideian, Parakaleite, phēsi, tēn thygatera Siōn, dēladē tous enoikountas tę̄ Ierousalēm. Kai pesountai hoi hypsēloi machairą; ho de Libanos syn tois hypsēlois peseitai. Hora de moi, hosous kai hosakis hypsēlous ōnomasen; hōn to systēma tǭ Libanǭ, kai tais en autǭ hypsēlotatais kedrois aphomoioi. Dio eirētai allachou; Eidon ton asebē hyperypsoumenon kai epairomenon hōs tas kedrous tou Libanou ; ; kai en heterǭ palin ; Phōnē Kyriou syntribontos kedrous, kai syntribei Kyrios tas kedrous tou Libanou; kai leptynei autas hōs ton moschon ton Libanon.»
“Exhort today, in the way, to remain. Exhort with the hand the mountain, the daughter of Zion, and you hills that are in Jerusalem. Behold, the Master, the Lord of Sabaoth, throws the glorious into confusion with strength; and the lofty in insolence shall be crushed and humbled.” You, then, he says to his people, will be free and rid of all fear; but the one who flees will first come to the city of Aggai; then from there he will pass on to another place, and, worn out there, will lay down his baggage; then he will cross from there elsewhere, and from there to the so-called city of Saul; then to another place; and so, in disgrace, he will vanish; but you will be exhorted and receive comfort, no longer subject to the yoke of the Assyrians. For so that they should not flee but endure the discipline that would come upon them for a little while, “Exhort,” he says, “the daughter of Zion,” that is, those who dwell in Jerusalem. “And the lofty shall fall by the sword, and Lebanon with the lofty shall fall.” See how many and how often he named lofty ones; whose company he likens to Lebanon and the very tall cedars on it. Therefore it is said elsewhere: “I saw the ungodly exalted and lifted up like the cedars of Lebanon”; and again in another place: “The voice of the Lord who breaks cedars, and the Lord will break the cedars of Lebanon, and will crush them like the calf, Lebanon.”
Chapter 11
11.1PG 24:169–181
Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Πῶς τῶν προειρημένων ἁπάντων ἔσται συντριβὴ καὶ πτῶσις, παρίστησιν ἑξῆς, ἐκ ρίζης Ἰεσσαὶ προελεύσεσθαι ῥάβδον θεσπίζων· ἥτις ῥάβδος, πάντας τοὺς ὑψηλοὺς συντρίψασα, ταπεινώσει. Διὸ ἐπισυνῆπται· Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί. Αντὶ δὲ τοῦ, ἐκ τῆς ῥίζης, ἀπὸ κορμοῦ, συμφώνως ἡρμήνευσαν οἱ λοιποί. Καὶ γὰρ ἦν ἡ φυλὴ καὶ ἡ πατριὰ ἐξ ἧς προῆλθεν ὁ Σωτήρ, ὥσπερ τις κορμός, μηκέτι κλάδους ἔχων, διὰ τὸ ἐκλελοιπέναι τοὺς ἐκ διαδοχῆς Δαυΐδ βασιλέας μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν· διό μοι δοκεῖ κορμὸς ὠνομάσθαι τὸ κατὰ σάρκα γένος τοῦ Δαυΐδ, οὗ ὁ πατὴρ ἦν ὁ Ἰεσσαί. Τὸν χρόνον τοίνυν καθ' ὃν τὰ προειρημένα ἔσται, παριστάς, συνάπτει τὴν εἰς ἀνθρώπους πάροδον τοῦ Χριστοῦ σφόδρα εὐκαίρως. Ἐπειδὴ γὰρ προεδίδαξε διὰ τῶν ἔμπροσθεν τὰ περὶ τῆς ἐκ Παρθένου γεννήσεως, τὰς τε ἐπωνύμους προσηγορίας τῶν ἐπινοουμένων ἐν αὐτῷ δυνάμεων, ἀκολούθως ἐπὶ τοῦ παρόντος, ἐξ ὁποίου γένους, καὶ ποίας φυλῆς προελεύσεται, ὁποῖά τε κατορθώσει ἡ εἰς ἀνθρώπους αὐτοῦ πάροδος, προαναφωνεί. Καὶ ἀναπαύσεται ἐπ᾿ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ Ισχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. Εὔροιεν γὰρ ἂν οἱ θέλοντες ὅπως ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος οὐ κατὰ τὴν δόξαν ἔκρινε. Μηδενὸς γὰρ πρόσωπον λαμβάνων ἤλεγχε σὺν παῤῥησίᾳ πολλῇ ποτὲ μὲν τοὺς γραμματεῖς καὶ Φαρισαίους, ποτὲ δὲ τοὺς ἀρχιερεῖς ἔνδον ἐν τῷ ναῷ, οἷς καὶ ἔλεγεν· ᾿Αρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ᾿Αλλ' οὐδὲ κατὰ τὴν λαλιὰν ἤλεγχεν· οἱ μὲν γὰρ προσήεσαν αὐτῷ λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ,, καὶ τὰ ἑξῆς. Ὁ δὲ οὐ κατὰ τὴν λαλιὰν αὐτῶν ἤλεγχε· διὸ εἰδὼς τὰς πονηρίας αὐτῶν, ἔλεγε· Τί με πειράζετε, ὑποκριταί;» ᾿Αλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Νοήσεις δὲ τὸ, Πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἄλλως, ἐπακούσας αὐτοῦ λέγοντος, Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Μάχαιρα δὲ ἦν ὁ λόγος τοῦ στόματος αὐτοῦ, δι' οὗ τὴν γῆν καὶ τὰ γεώδη φρονήματα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀνῄρει. Καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. ᾿Ανελεῖ τοίνυν ἀσεβῆ, τοῖς ἀθέοις καὶ ἀσεβέσι δαίμοσιν ἐπιτιμῶν τῷ πνεύματι, καὶ μακρὰν αὐτοὺς ἐλαύνων τῷ διὰ τῶν χειλέων αὐτοῦ προφερομένῳ λόγῳ· ὡς βοᾷν αὐτοὺς καὶ λέγειν· Τι ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευρὰς αὐτοῦ, Ὥσπερ γὰρ βασιλεὺς ζώνῃ χρυσῇ καὶ λίθοις πολυτελέσι ζώννυται, τὸν αὐτὸν τρόπον καὶ τῷ προφητευομένῳ ζώνην ἀφορίζει τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν.
Kai exeleusetai rhabdos ek tēs rhizēs Iessai, kai anthos ek tēs rhizēs anabēsetai. Pōs tōn proeirēmenōn hapantōn estai syntribē kai ptōsis, paristēsin hexēs, ek rizēs Iessai proeleusesthai rhabdon thespizōn; hētis rhabdos, pantas tous hypsēlous syntripsasa, tapeinōsei. Dio episynēptai; Kai exeleusetai rhabdos ek tēs rhizēs Iessai. Anti de tou, ek tēs rhizēs, apo kormou, symphōnōs hērmēneusan hoi loipoi. Kai gar ēn hē phylē kai hē patria ex hēs proēlthen ho Sōtēr, hōsper tis kormos, mēketi kladous echōn, dia to ekleloipenai tous ek diadochēs Dauïd basileas meta tēn eis Babylōna aichmalōsian; dio moi dokei kormos ōnomasthai to kata sarka genos tou Dauïd, hou ho patēr ēn ho Iessai. Ton chronon toinyn kath' hon ta proeirēmena estai, paristas, synaptei tēn eis anthrōpous parodon tou Christou sphodra eukairōs. Epeidē gar proedidaxe dia tōn emprosthen ta peri tēs ek Parthenou gennēseōs, tas te epōnymous prosēgorias tōn epinooumenōn en autǭ dynameōn, akolouthōs epi tou parontos, ex hopoiou genous, kai poias phylēs proeleusetai, hopoia te katorthōsei hē eis anthrōpous autou parodos, proanaphōnei. Kai anapausetai ep᾿ auton Pneuma tou Theou, pneuma sophias kai syneseōs, pneuma boulēs kai Ischyos, pneuma gnōseōs kai eusebeias; emplēsei auton pneuma phobou Theou. Ou kata tēn doxan krinei, oude kata tēn lalian elenxei. Euroien gar an hoi thelontes hopōs ho Sōtēr hēmōn kai Kyrios ou kata tēn doxan ekrine. Mēdenos gar prosōpon lambanōn ēlenche syn parrhēsią pollę̄ pote men tous grammateis kai Pharisaious, pote de tous archiereis endon en tǭ naǭ, hois kai elegen; ᾿Arthēsetai aph᾿ hymōn hē basileia, kai dothēsetai ethnei poiounti tous karpous autēs. ᾿All' oude kata tēn lalian ēlenchen; hoi men gar prosēesan autǭ legontes; Didaskale, oidamen hoti alēthēs ei,, kai ta hexēs. Ho de ou kata tēn lalian autōn ēlenche; dio eidōs tas ponērias autōn, elege; Ti me peirazete, hypokritai?» ᾿Alla krinei tapeinǭ krisin, kai elenxei tous tapeinous tēs gēs, kai pataxei tēn gēn tǭ logǭ tou stomatos autou. Noēseis de to, Pataxei gēn tǭ logǭ tou stomatos autou, kai allōs, epakousas autou legontos, Mē nomisēte, hoti ēlthon balein eirēnēn epi tēn gēn; ouk ēlthon balein eirēnēn, alla machairan. Machaira de ēn ho logos tou stomatos autou, di' hou tēn gēn kai ta geōdē phronēmata tōn eis auton pepisteukotōn anę̄rei. Kai en pneumati dia cheileōn anelei asebē. ᾿Anelei toinyn asebē, tois atheois kai asebesi daimosin epitimōn tǭ pneumati, kai makran autous elaunōn tǭ dia tōn cheileōn autou propheromenǭ logǭ; hōs boąn autous kai legein; Ti hēmin kai soi, Huie tou Theou? ēlthes pro kairou basanisai hēmas. Oidamen se tis ei, ho hagios tou Theou. Kai estai dikaiosynę̄ ezōsmenos tēn osphyn autou, kai alētheią eilēmenos tas pleuras autou, Hōsper gar basileus zōnę̄ chrysę̄ kai lithois polytelesi zōnnytai, ton auton tropon kai tǭ prophēteuomenǭ zōnēn aphorizei tēn dikaiosynēn kai tēn alētheian.
“And a rod shall come forth from the root of Jesse, and a flower shall come up from the root.” How all those mentioned before will be crushed and fall he shows next, prophesying that a rod will come forth from the root of Jesse; and this rod, having crushed all the lofty, will humble them. Therefore it is added: “And a rod shall come forth from the root of Jesse.” Instead of “from the root,” the others rendered with one accord “from the stump.” For the tribe and family from which the Savior came was like a stump, no longer having branches, because the kings in the succession of David had failed after the captivity to Babylon; therefore I think the descent of David according to the flesh, whose father was Jesse, was called a stump. Setting out, then, the time when the things foretold will happen, he very fittingly joins to them the coming of Christ among human beings. For since he taught earlier about the birth from the Virgin and the titles named after the powers conceived in him, consequently he now foretells from what race and what tribe he will come forth, and what his coming among human beings will accomplish. “And the Spirit of God shall rest upon him, a spirit of wisdom and understanding, a spirit of counsel and strength, a spirit of knowledge and godliness; a spirit of the fear of God shall fill him. He shall not judge by appearance, nor convict by speech.” Those who wish can find how our Savior and Lord did not judge by appearance. For, respecting no one’s person, he convicted with great boldness now the scribes and Pharisees, now the chief priests within the temple, to whom he also said: “The kingdom will be taken from you and given to a nation producing its fruits.” Nor did he convict by speech: for they came to him saying, “Teacher, we know that you are true,” and what follows. But he did not judge them by their speech; therefore, knowing their wickedness, he said: “Why do you test me, hypocrites?” “But he shall judge for the lowly and convict the lowly of the earth, and he shall strike the earth with the word of his mouth.” You will understand “He shall strike the earth with the word of his mouth” in another way too, when you hear him say: “Do not think that I came to bring peace on the earth; I did not come to bring peace but a sword.” And the sword was the word of his mouth, by which he destroyed the earth and the earthly thoughts of those who believed in him. “And with the breath of his lips he shall slay the ungodly one.” He will slay the ungodly, then, rebuking the godless and impious demons with his spirit and driving them far off by the word uttered through his lips; so that they cried out and said: “What have we to do with you, Son of God? You have come before the time to torment us. We know who you are, the Holy One of God.” “And he shall be girded with righteousness about his loins, and wrapped with truth about his sides.” For as a king is girded with a belt of gold and precious stones, in the same way he marks out righteousness and truth as a belt for the one prophesied.
11.2PG 24:169–181
Δυνατὸν δὲ διὰ τούτων καὶ τὴν θεότητα τοῦ Λόγου νοεῖσθαι· αὐτὸς γὰρ ἦν ἡ δικαιοσύνη, ὡς διδάσκει λέγων ὁ ᾿Απόστολος· "Ος ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις εἰρηκὼς ἀναγέγραπται, Ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Αὗται τοίνυν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τὸν ἐκ ῥίζης Ἰεσσαὶ περιεσφιγγον πλευρὰς καὶ ὀσφὺν ἐν βασιλικῷ καὶ ἐν στρατιωτικῷ σχήματι, τὸ κατὰ τῶν ἀφανῶν καὶ ἀοράτων πολεμίων παράστημα αὐτοῦ ἐμφαίνοντος τοῦ λόγου. Και συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ· καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς· καὶ βοῦς καὶ ἄρκτος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Λύκοι μὲν οὖν οἱ ἐν ἀνθρώποις ἁρπακτικοί· μεταβαλοῦσι δὲ τῆς μοχθηρίας, ὡς μετὰ ἀρνῶν ἡμέρων καὶ πράων τὰς ψυχὰς ὑπὸ μίαν Ἐκκλησίαν ἀγελάζεσθαι. ῎Ἄλλοι δὲ ὠμότεροι καὶ σφόδρα ἀπηγριωμένοι ἄνδρες, οὐδὲν παρδάλεων διαφέροντες, τὸ τοῦ θηρὸς φοβερὸν ἀποθέμενοι, ἐρίφοις ἅμα τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτέροις συναναπαύσονται. Καὶ λέοντι δὲ τοὺς τρόπους παρεικασμένοι ἄλλοι, τὸ ὠμόθυμον καὶ σαρκοβόρον ἦθος ἐναλλάξαντες, ὁμοῦ τοῖς ἐν τῇ Ἐκκλησίᾳ νεογνοῖς, ὥσπερ ταῦρος καὶ μόσχος, βοσκηθήσονται, τῆς αὐτῆς ἐκ τῶν θείων λόγων μεταληψόμενοι τροφῆς Εἰ δὲ καὶ βασιλικούς ποτε ἄνδρας, ἀξιώματι καὶ ὑπεροχαῖς ταῖς κατὰ τὸν βίον τετιμημένους, θεάσοιο ἐν τῇ Ἐκκλησία τοῦ Θεοῦ, μετὰ πενήτων καὶ εὐτελῶν συναγομένους, μὴ ὄκνει λέγειν καὶ οὕτω πεπληρῶσθαι τὴν Γραφήν. Πάντας τοίνυν ὁμοῦ τοὺς ἀποδοθέντας λύκους καὶ ἄρνας, καὶ παρδάλεις, καὶ ἐρίφους, καὶ λέοντας, καὶ μόσχους, καὶ ταύρους, παιδίον νήπιον ἄξειν λέλεκται: Τὸ δὲ, ἄξει, ἀντὶ τοῦ, συνάξει, λέγεται. Ἔργῳ δὲ ἔστι παραλαβεῖν καὶ τοῦτο, ὁρῶντας ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ τοὺς πλείστους τῶν προεστώτων δι᾽ ἁπλότητα ψυχῆς καὶ ἀκακίαν οὐδὲν νηπίων διαφέροντας· ὅμως δ' οὖν ἡγουμένους τῶν ἀπὸ παντὸς γένους κατὰ τὸ αὐτὸ συναγομένων. Εἰπὼν δὲ, Καὶ βοῦς καὶ ἄρκτος βοσκηθήσονται ἅμα, καὶ ἅμα ἔσονται τὰ παιδία αὐτῶν, κἀνταῦθα ἡμέρων τε καὶ εἰς γεωργίαν ψυχῆς ἐπιτηδείων ἀνδρῶν, καὶ ἄλλων ἀπηγριωμένων τοῖς τρόποις, τὴν ἐπὶ τὸ αὐτὸ κοινωνίαν διαγράφει. Σὺ οὖν πλουσίων τε καὶ πενήτων, πονηρῶν τε καὶ ἀγαθῶν παῖδας ὁρῶν συγκροτουμένους ἐπὶ τῆς Ἐκκλησίας, μαρτυρήσεις τῇ προφητείᾳ φησάσῃ, Καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται. Ὁ σαρκοβόρος τοίνυν τὴν φύσιν λέων, ἀχύροις τρεφόμενος ποηφάγου ζώου δίκην, ἄνθρωπος ἂν εἴη πάλιν θηριώδης καὶ ἀπηνὴς, ψιλῇ τῇ λέξει τῆς θείας χαίρων Γραφῆς. Ὁ μὲν γὰρ λανθάνων ἐν ἀποκρύφῳ νοῦς, αὐτὸς ἂν εἴη ὁ πυρὸς καὶ ὁ ψυχῶν τρόφιμος λόγος· ἡ δὲ τοῦτον περιβάλλουσα λέξις τὸ ἄχυρον. Καὶ παιδίον νήπιον ἐπὶ τρωγλῶν ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ. Τάχα δὲ τρῶγλαι καὶ κοῖται ἀσπίδων καὶ τῶν τούτοις γεννημάτων εἶεν ἂν καὶ τὰ σώματα τῶν ὑπὸ δαιμόνων ἐνοχλουμένων, οἷς ἐμφωλεύοντα τὰ ἑρπυστικὰ καὶ ἰοβόλα πνεύματα ἐκοιτάζετο, τρώγλαις ὥσπερ τοῖς τοῦ σώματος αἰσθητηρίοις χρώμενα.
Dynaton de dia toutōn kai tēn theotēta tou Logou noeisthai; autos gar ēn hē dikaiosynē, hōs didaskei legōn ho ᾿Apostolos; "Os egenēthē hēmin sophia apo Theou, dikaiosynē te kai hagiasmos, kai apolytrōsis. Kai autos de ho Sōtēr en Euangeliois eirēkōs anagegraptai, Egō eimi to phōs, kai hē alētheia, kai hē zōē. Hautai toinyn hē alētheia kai hē dikaiosynē ton ek rhizēs Iessai periesphingon pleuras kai osphyn en basilikǭ kai en stratiōtikǭ schēmati, to kata tōn aphanōn kai aoratōn polemiōn parastēma autou emphainontos tou logou. Kai symboskēthēsetai lykos meta arnos, kai pardalis synanapausetai eriphǭ; kai moscharion kai tauros kai leōn hama boskēthēsontai, kai paidion mikron axei autous; kai bous kai arktos hama boskēthēsontai, kai hama ta paidia autōn esontai, kai leōn hōs bous phagetai achyra. Lykoi men oun hoi en anthrōpois harpaktikoi; metabalousi de tēs mochthērias, hōs meta arnōn hēmerōn kai praōn tas psychas hypo mian Ekklēsian agelazesthai. ᾿Alloi de ōmoteroi kai sphodra apēgriōmenoi andres, ouden pardaleōn diapherontes, to tou thēros phoberon apothemenoi, eriphois hama tois haplousterois kai akeraioterois synanapausontai. Kai leonti de tous tropous pareikasmenoi alloi, to ōmothymon kai sarkoboron ēthos enallaxantes, homou tois en tę̄ Ekklēsią neognois, hōsper tauros kai moschos, boskēthēsontai, tēs autēs ek tōn theiōn logōn metalēpsomenoi trophēs Ei de kai basilikous pote andras, axiōmati kai hyperochais tais kata ton bion tetimēmenous, theasoio en tę̄ Ekklēsia tou Theou, meta penētōn kai eutelōn synagomenous, mē oknei legein kai houtō peplērōsthai tēn Graphēn. Pantas toinyn homou tous apodothentas lykous kai arnas, kai pardaleis, kai eriphous, kai leontas, kai moschous, kai taurous, paidion nēpion axein lelektai: To de, axei, anti tou, synaxei, legetai. Ergǭ de esti paralabein kai touto, horōntas en tę̄ Ekklēsią Christou tous pleistous tōn proestōtōn di᾽ haplotēta psychēs kai akakian ouden nēpiōn diapherontas; homōs d' oun hēgoumenous tōn apo pantos genous kata to auto synagomenōn. Eipōn de, Kai bous kai arktos boskēthēsontai hama, kai hama esontai ta paidia autōn, kantautha hēmerōn te kai eis geōrgian psychēs epitēdeiōn andrōn, kai allōn apēgriōmenōn tois tropois, tēn epi to auto koinōnian diagraphei. Sy oun plousiōn te kai penētōn, ponērōn te kai agathōn paidas horōn synkrotoumenous epi tēs Ekklēsias, martyrēseis tę̄ prophēteią phēsasę̄, Kai hama ta paidia autōn esontai. Ho sarkoboros toinyn tēn physin leōn, achyrois trephomenos poēphagou zōou dikēn, anthrōpos an eiē palin thēriōdēs kai apēnēs, psilę̄ tę̄ lexei tēs theias chairōn Graphēs. Ho men gar lanthanōn en apokryphǭ nous, autos an eiē ho pyros kai ho psychōn trophimos logos; hē de touton periballousa lexis to achyron. Kai paidion nēpion epi trōglōn aspidōn, kai epi koitēn ekgonōn aspidōn tēn cheira epibalei. Tacha de trōglai kai koitai aspidōn kai tōn toutois gennēmatōn eien an kai ta sōmata tōn hypo daimonōn enochloumenōn, hois emphōleuonta ta herpystika kai iobola pneumata ekoitazeto, trōglais hōsper tois tou sōmatos aisthētēriois chrōmena.
Through these words the Godhead of the Word too can be understood; for he was righteousness, as the Apostle teaches, saying: “Who became for us wisdom from God, and righteousness and sanctification and redemption.” And the Savior himself is recorded in the Gospels as having said, “I am the light, and the truth, and the life.” These, then, truth and righteousness, girded the sides and loins of the one from the root of Jesse in royal and military dress, the Word showing his readiness for battle against the hidden and invisible enemies. “And the wolf shall feed with the lamb, and the leopard shall lie down with the kid; and the calf and the bull and the lion shall feed together, and a little child shall lead them; and the ox and the bear shall feed together, and their young shall be together, and the lion shall eat straw like the ox.” Wolves, then, are the rapacious among human beings; but they will change from their badness so as to be gathered in one flock under one church with lambs gentle and meek in soul. Others, more savage and utterly brutalized men, differing in nothing from leopards, putting off the beast’s fierceness, will lie down with kids, the simpler and more innocent. And others again, likened in their ways to a lion, exchanging their cruel and flesh-eating character, will feed together with the young ones in the church, like bull and calf, partaking of the same food from the divine words. And if you should ever see royal men, honored with rank and the eminences of this life, gathered in the church of God with the poor and humble, do not hesitate to say that in this way too the Scripture has been fulfilled. All of them together, then, the wolves and lambs, leopards and kids, lions and calves and bulls just described, a little child is said to lead. “Lead” is said instead of “gather.” One can see this too in fact, beholding in the church of Christ most of those who preside differing in nothing from little children in simplicity of soul and innocence, yet leading those gathered together from every race. And in saying, “And the ox and the bear shall feed together, and their young shall be together,” here too he describes the fellowship together of gentle men, fit for the husbandry of the soul, and of others savage in their ways. You, then, seeing the children of rich and poor, of wicked and good, assembled in the church, will bear witness to the prophecy which said, “And their young shall be together.” The lion, carnivorous by nature, fed on straw like a grass-eating animal, would again be a beastly and harsh man, taking pleasure in the bare letter of the divine Scripture. For the sense hidden in secret would be the wheat, the word that nourishes souls; and the letter that wraps it, the straw. “And a little child shall put his hand on the holes of asps and on the bed of the offspring of asps.” Perhaps the holes and beds of asps and their brood would be the bodies of those troubled by demons, in which the creeping and venomous spirits lurked and lay, using the senses of the body as holes.
11.3PG 24:169–181
Ταῦτα δὲ τὸ Χριστοῦ παιδίον, ἀνὴρ τις ἁπλοῦς καὶ τὴν κακίαν νηπιάζων, τῇ τοῦ Σωτῆρος ἀπελαῦνον δυνάμει, τὴν χεῖρα αὐτοῦ ἐπιτίθησι μηδὲν κακοποιεῖν δυναμένοις διὰ τὸν ἐκ ῥίζης Ἱεσσαὶ προελθόντα· ὅς ἐξουσίαν ἐδίδου τοῖς αὐτοῦ παιδίοις πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Καὶ οὐ μὴ κακοποιήσουσι, οὐδὲ μὴ δυνήσονται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου. Τοῦτο δὲ ἐστι τὸ ὄρος τὸ καὶ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, οὐκ ἄλλο τι ὂν τοῦ ἐπουρανίου καὶ εὐαγγελικοῦ λόγου, ἐφ᾽ οὗ ὁ οἶκος τοῦ Θεοῦ, καὶ ἡ Ἐκκλησία αὐτοῦ ᾠκοδόμηται. Ἵνα γοῦν μή τις τὸ ἐνταῦθα λεγόμενον ὄρος νομίσῃ εἶναι τὸ ἐν μέρει γωνίας τῆς Παλαιστίνης Ἰουδαίοις ὑπειλημμένον, διασαφεῖ τὴν διάνοιαν ἑξῆς ἐπιφέρων· "Ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας· · οὕτω σημαίνων τὴν καθ' ὅλης τῆς οἰκουμένης ἱδρυμένην Ἐκκλησίαν Θεοῦ, καὶ τὴν ἐν αὐτῇ κηρυττομένην εὐσεβῆ γνῶσιν, τὴν πᾶν τὸ ἁλμυρὸν τῆς κακίας τοῦ βίου, ὥσπερ πολλῷ τῷ ῥεύματι κατακλύζουσαν, καὶ πᾶσαν ψυχῆς μοχθηρίαν ἀποκαθαίρουσαν. Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. · Ἐν ἐκείνῃ οὖν τῇ ἡμέρᾳ, δῆλον δὲ ὅτι κατὰ τὸν προφητευόμενον χρόνον, οὗτος αὐτὸς ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀναστησόμενος, μετὰ τὸ ἀναστῆναι, δηλονότι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὐκ Ἰουδαίων ἔσται βασιλεὺς, οὐδὲ ὥσπερ αὐτὸς ὁ Δαυΐδ οἵ τε τούτου διάδοχοι, βραχείας τινὸς γωνίας κρατήσει, τῆς δ᾽ ἁπανταχοῦ γῆς ἄρξει. Διὸ οὐδαμῶς θάνατον ὑπογράφει αὐτοῦ· ἀνάπαυσιν δὲ ὀνομάζει, καὶ δόξαν, καὶ τιμήν. Τοῦτο γὰρ ἦν τὸ τέλος τῆς τοῦ Σωτῆρος ἡμῶν εἰς ἀνθρώπους οἰκονομίας· ὃ δὴ καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν δεικνὺς, ἔλεγεν ἐν τῇ πρὸς τὸν Πατέρα εὐχῇ· · Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὸ σοί. Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει ὁ Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὁ ἂν καταλειφθῇ ἀπὸ τῶν Ασσυρίων καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλωνίας, καὶ ἀπὸ Αἰθιοπίας, καὶ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ ᾿Αραβίας. Ἐπειδὴ τοίνυν τὸν ἀνιστάμενον ἐκ ῥίζης Ἰεσσαὶ ἄρξειν τῶν ἐθνῶν ἐθέσπισεν ὁ προφήτης, καὶ ἐπήγαγεν, ὅτι · ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν· ἀναγκαίως καὶ τοῦ Ἰουδαϊκοῦ γένους μέμνηται διὰ τοῦ προκειμένου, πρὸς τὸ μὴ ὑπολαβεῖν τὸν προφητευόμενον μηδὲν ὠφελήσειν τὸν ἐκ περιτομῆς λαόν. Διδάσκει τοίνυν, ὡς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ θεσπιζομένου, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν τοῦ λαοῦ. ᾿Ανθ' οὗ ὁ μὲν ᾿Ακύλας, Προσθήσει, φησί, Κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ· · ὁ δὲ Σύμμαχος, Προσθήσει Κύριος ἐκ δευτέρου τὴν χεῖρα αὐτοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ.
Tauta de to Christou paidion, anēr tis haplous kai tēn kakian nēpiazōn, tę̄ tou Sōtēros apelaunon dynamei, tēn cheira autou epitithēsi mēden kakopoiein dynamenois dia ton ek rhizēs Hiessai proelthonta; hos exousian edidou tois autou paidiois patein epanō opheōn kai skorpiōn, kai epi pasan tēn dynamin tou echthrou. Kai ou mē kakopoiēsousi, oude mē dynēsontai apolesai oudena epi to oros to hagion sou. Touto de esti to oros to kai dia tōn emprosthen dedēlōmenon, ouk allo ti on tou epouraniou kai euangelikou logou, eph᾽ hou ho oikos tou Theou, kai hē Ekklēsia autou ǭkodomētai. Hina goun mē tis to entautha legomenon oros nomisę̄ einai to en merei gōnias tēs Palaistinēs Ioudaiois hypeilēmmenon, diasaphei tēn dianoian hexēs epipherōn; "Hoti eneplēsthē hē sympasa gē tou gnōnai ton Kyrion, hōs hydōr poly katakalypsai thalassas; ; houtō sēmainōn tēn kath' holēs tēs oikoumenēs hidrymenēn Ekklēsian Theou, kai tēn en autę̄ kēryttomenēn eusebē gnōsin, tēn pan to halmyron tēs kakias tou biou, hōsper pollǭ tǭ rheumati kataklyzousan, kai pasan psychēs mochthērian apokathairousan. Kai estai en ekeinę̄ tę̄ hēmerą hē rhiza tou Iessai, kai ho anistamenos archein ethnōn; ep᾿ autǭ ethnē elpiousi; kai estai hē anapausis autou timē. ; En ekeinę̄ oun tę̄ hēmerą, dēlon de hoti kata ton prophēteuomenon chronon, houtos autos ek tēs rhizēs Iessai anastēsomenos, meta to anastēnai, dēlonoti meta tēn ek nekrōn anastasin, ouk Ioudaiōn estai basileus, oude hōsper autos ho Dauïd hoi te toutou diadochoi, bracheias tinos gōnias kratēsei, tēs d᾽ hapantachou gēs arxei. Dio oudamōs thanaton hypographei autou; anapausin de onomazei, kai doxan, kai timēn. Touto gar ēn to telos tēs tou Sōtēros hēmōn eis anthrōpous oikonomias; ho dē kai autos ho Sōtēr hēmōn deiknys, elegen en tę̄ pros ton Patera euchę̄; ; Pater, doxason me tę̄ doxę̄ hę̄ eichon pro tou ton kosmon einai, paro soi. Kai estai tę̄ hēmerą ekeinę̄, prosthēsei ho Kyrios tou deixai tēn cheira autou, tou zēlōsai to kataleiphthen hypoloipon tou laou, ho an kataleiphthę̄ apo tōn Assyriōn kai apo Aigyptou, kai apo Babylōnias, kai apo Aithiopias, kai Elamitōn, kai apo hēliou anatolōn, kai ex ᾿Arabias. Epeidē toinyn ton anistamenon ek rhizēs Iessai arxein tōn ethnōn ethespisen ho prophētēs, kai epēgagen, hoti ; ep᾿ autǭ ethnē elpiousin; anankaiōs kai tou Ioudaïkou genous memnētai dia tou prokeimenou, pros to mē hypolabein ton prophēteuomenon mēden ōphelēsein ton ek peritomēs laon. Didaskei toinyn, hōs en tę̄ hēmerą ekeinę̄, toutestin en tǭ chronǭ tēs epiphaneias tou thespizomenou, prosthēsei Kyrios tou deixai tēn cheira autou, tou zēlōsai to kataleiphthen tou laou. ᾿Anth' hou ho men ᾿Akylas, Prosthēsei, phēsi, Kyrios deuteron tēn cheira autou, tou zēlōsai to hypoleimma tou laou autou; ; ho de Symmachos, Prosthēsei Kyrios ek deuterou tēn cheira autou ktēsasthai to hypoleimma tou laou autou.
These things the child of Christ, a simple man and a child in wickedness, driving them out by the Savior’s power, lays his hand upon them, since they can do no harm because of the one who came forth from the root of Jesse, who gave his children authority to tread upon snakes and scorpions and upon all the power of the enemy. “And they shall not do harm, nor shall they be able to destroy anyone on your holy mountain.” This is the mountain also indicated earlier, being nothing other than the heavenly word of the gospel, upon which the house of God and his church has been built. So that no one should think the mountain spoken of here is the one supposed by the Jews to be in a corner of Palestine, he makes the sense plain by adding next: “For the whole earth has been filled with the knowledge of the Lord, as much water covers the seas,” so signifying the church of God established throughout the whole world and the godly knowledge proclaimed in it, which, as with a great flood, washes over all the saltiness of the wickedness of life and cleanses away every badness of the soul. “And there shall be in that day the root of Jesse, and he who rises to rule the nations; in him the nations shall hope; and his rest shall be honor.” In that day, then, clearly at the time prophesied, this very one who will rise from the root of Jesse, after rising, that is, after his resurrection from the dead, will not be king of the Jews, nor will he rule some small corner, as David himself and his successors did, but he will rule the earth everywhere. Therefore he nowhere describes his death; but he names it rest, and glory, and honor. For this was the end of our Savior’s dispensation among human beings; which our Savior himself showed when he said in his prayer to the Father: “Father, glorify me with the glory which I had with you before the world was.” “And it shall come to pass in that day that the Lord will again show his hand, to be zealous for the remnant that is left of the people, whatever is left from the Assyrians and from Egypt and from Babylonia and from Ethiopia and from the Elamites and from the rising of the sun and from Arabia.” Since, then, the prophet foretold that the one rising from the root of Jesse would rule the nations, and added, “in him the nations shall hope,” he necessarily mentions the Jewish race too in the present words, so that no one should suppose that the one prophesied would benefit the people of the circumcision in nothing. He teaches, then, that in that day, that is, at the time of the manifestation of the one prophesied, the Lord will again show his hand, to be zealous for the remnant of the people. Instead of this Aquila says, “The Lord will add his hand a second time, to be zealous for the remnant of his people”; and Symmachus, “The Lord will add his hand for a second time to acquire the remnant of his people.”
11.4PG 24:169–181
Ὥσπερ γὰρ ἅπαξ ποτὲ ἐν Αἰγύπτῳ καταπονούμενον τὸν τῶν Ἰουδαίων λαὸν ἠλευθέρωσε τῆς κακώσεως, τὴν χεῖρα αὐτοῦ τὴν παραδοξοποιὸν διὰ Μωϋσέως προστησάμενος, δι' ἧς τὰ παράδοξα θαύματα εἰργάσατο ἐπὶ τῆς Αἰγύπτου χώρας· τὸν αὐτὸν τρόπον προσθήσει πάλιν τὴν χεῖρα αὐτοῦ, ὥσπερ ἐκ δευτέρου κινῶν αὐτὴν διὰ παραδόξων ἔργων, ὑπὲρ τοῦ κτήσασθαι, καὶ ζηλωτὸν ποιῆσαι τὸ καταλειφθὲν τοῦ λαοῦ. Εἴτε γὰρ ἐν τῇ τῶν ᾿Ασσυρίων χώρᾳ, εἴτε ἐν Αἰγύπτῳ, εἴτε ἐν Βαβυλῶνι, εἴτε ἐν Αἰθιοπίᾳ, εἴτε ἐν τῇ γῇ τῶν Ἐλαμιτῶν, εἴτε τῇ λοιπῇ οἰκουμένῃ, διεσπαρμένοι τινὲς ἦσαν τοῦ Ἰουδαίων ἔθνους· τούτων αὐτῶν τοὺς εἰς τὸν Χριστὸν πεπιστευκότας, λεῖμμα κατ' ἐκλογὴν χάριτος γενομένους, δοξάσειν καὶ ποιήσειν ζηλωτοὺς εἴρηται. "Ο δὴ καὶ ἔργοις ἐδηλοῦτο· διὰ γὰρ τῶν αὐτοῦ μαθητῶν καὶ ἀποστόλων, τῶν τε λοιπῶν τῶν ἐξ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένων, ἡ Ἐκκλησία τοῦ Θεοῦ συνέστη, καὶ ἡ Ἐκκλησία τῶν ἐθνῶν ἁπάντων δι' αὐτῶν ἀπετελέσθη, καὶ τὸ Εὐαγγέλιον πᾶσι διεδίδοτο τοῖς ἔθνεσι, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις, καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς· οὓς καὶ ζηλωτοὺς ὁ Θεὸς ἐποίει, καὶ παρὰ πᾶσιν ἐνδόξους, τοὺς τὸν καταγγελλόμενον ὑπ᾿ αὐτῶν λόγον παραδεχομένους. Καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραὶμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Ἐφραὶμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφραίμ. Πρώτοις γὰρ κηρύττοντες οἱ Χριστοῦ μαθηταὶ τοῖς ἐκ περιτομῆς, συνῆγον τοὺς ἐξ αὐτῶν πεπιστευκότας εἰς τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, πάλαι ὄντας ἀπολομένους, καθ' ὁ ἐδίδασκεν ὁ Σωτὴρ λέγων· Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ταῦτα δὲ ἔπραττον ἐν ταῖς τέσσαρσι πτέρυξι τῆς γῆς, διατρέχοντες ἀνατολὴν καὶ δύσιν, ἄρκτον καὶ μεσημβρίαν. Πρώτοις μὲν οὖν ἐκείνοις μετεδίδοσαν τοῦ εὐαγγελικοῦ λόγου, ἔπειτα τοῖς λοιποῖς ἔθνεσιν ἐκήρυττον. Διὸ λέλεκται· Καὶ συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα. Τίς δὲ συνάξει ἢ ὁ ἀποστολικὸς χορὸς, ἢ ὁ δι' αὐτῶν κηρυττόμενος ἐκ ῥίζης Ἰεσσαί; Συνήγοντό τε ὑπὸ μίαν Ἐκκλησίαν, οὐκέτι διεστῶτες, οὐδὲ ἀφωρισμένοι ἀλλήλων, ὡς τὸ πρότερον. Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσιν. Ἐχρῆν τοίνυν αὐτοὺς, τὰ ἔθνη περινοστοῦντας, πάντως που καὶ τῇ διὰ θαλάσσης χρήσασθαι πορεία. "Ωσπερ οὖν ἱπτάμενοι, ᾗ τάχος καὶ τὸν διὰ θαλάττης δρόμον διήνυον· ὡς ἐν βραχεῖ χρόνῳ πλείστοις ἔθνεσι τὸ Εὐαγγέλιον κηρύξαι. Καὶ ποτὲ μὲν διέτρεχον πεζῆς, ποτὲ δὲ διὰ θαλάσσης· οὐκ Ἰουδαίοις χρώμενοι κυβερνήταις, ἀλλ' ἀνδράσιν οὔπω τὸν Χριστὸν παραδεδεγμένοις. Κατὰ τοῦτο δὲ καὶ τὴν θάλασσαν ἐπρονόμευον, οὕτω σημαίνοντος τοῦ λόγου τὰς νήσους, ἃς ἐν παρόδῳ διερχόμενοι, τοὺς ἐν αὐταῖς τῇ σωτηρίῳ καθυπέταττον διδασκαλίᾳ. Καὶ τοὺς ἀφ᾿ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωάβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν. Οἱ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Προνομεύσουσιν οὖν, φησὶν, οἱ Χριστοῦ μαθηταὶ καὶ τοὺς ἀφ᾿ ἡλίου ἀνατολῶν· ἱστοροῦνται γοῦν τινες αὐτῶν μέχρι τῆς Περσῶν καὶ Ἰνδῶν διεληλυθέναι χώρας.
Hōsper gar hapax pote en Aigyptǭ kataponoumenon ton tōn Ioudaiōn laon ēleutherōse tēs kakōseōs, tēn cheira autou tēn paradoxopoion dia Mōÿseōs prostēsamenos, di' hēs ta paradoxa thaumata eirgasato epi tēs Aigyptou chōras; ton auton tropon prosthēsei palin tēn cheira autou, hōsper ek deuterou kinōn autēn dia paradoxōn ergōn, hyper tou ktēsasthai, kai zēlōton poiēsai to kataleiphthen tou laou. Eite gar en tę̄ tōn ᾿Assyriōn chōrą, eite en Aigyptǭ, eite en Babylōni, eite en Aithiopią, eite en tę̄ gę̄ tōn Elamitōn, eite tę̄ loipę̄ oikoumenę̄, diesparmenoi tines ēsan tou Ioudaiōn ethnous; toutōn autōn tous eis ton Christon pepisteukotas, leimma kat' eklogēn charitos genomenous, doxasein kai poiēsein zēlōtous eirētai. "O dē kai ergois edēlouto; dia gar tōn autou mathētōn kai apostolōn, tōn te loipōn tōn ex Ioudaiōn ton Christou logon paradedegmenōn, hē Ekklēsia tou Theou synestē, kai hē Ekklēsia tōn ethnōn hapantōn di' autōn apetelesthē, kai to Euangelion pasi diedidoto tois ethnesi, synepimartyrountos tou Theou sēmeiois, kai terasi, kai poikilais dynamesi, kai Pneumatos hagiou merismois; hous kai zēlōtous ho Theos epoiei, kai para pasin endoxous, tous ton katangellomenon hyp᾿ autōn logon paradechomenous. Kai arei sēmeion eis ta ethnē, kai synaxei tous apolomenous Israēl, kai tous diesparmenous Iouda synaxei ek tōn tessarōn pterygōn tēs gēs. Kai aphairethēsetai ho zēlos Ephraim, kai hoi echthroi Iouda apolountai. Ephraim ou zēlōsei Ioudan, kai Ioudas ou thlipsei Ephraim. Prōtois gar kēryttontes hoi Christou mathētai tois ek peritomēs, synēgon tous ex autōn pepisteukotas eis tēn tou Christou Ekklēsian, palai ontas apolomenous, kath' ho edidasken ho Sōtēr legōn; Poreuesthe pros ta probata ta apolōlota oikou Israēl. Tauta de epratton en tais tessarsi pteryxi tēs gēs, diatrechontes anatolēn kai dysin, arkton kai mesēmbrian. Prōtois men oun ekeinois metedidosan tou euangelikou logou, epeita tois loipois ethnesin ekērytton. Dio lelektai; Kai synaxei tous apolōlotas Israēl, kai tous diesparmenous Iouda. Tis de synaxei ē ho apostolikos choros, ē ho di' autōn kēryttomenos ek rhizēs Iessai? Synēgonto te hypo mian Ekklēsian, ouketi diestōtes, oude aphōrismenoi allēlōn, hōs to proteron. Kai petasthēsontai en ploiois allophylōn, thalassan hama pronomeusousin. Echrēn toinyn autous, ta ethnē perinostountas, pantōs pou kai tę̄ dia thalassēs chrēsasthai poreia. "Ōsper oun hiptamenoi, hę̄ tachos kai ton dia thalattēs dromon diēnyon; hōs en brachei chronǭ pleistois ethnesi to Euangelion kēryxai. Kai pote men dietrechon pezēs, pote de dia thalassēs; ouk Ioudaiois chrōmenoi kybernētais, all' andrasin oupō ton Christon paradedegmenois. Kata touto de kai tēn thalassan epronomeuon, houtō sēmainontos tou logou tas nēsous, has en parodǭ dierchomenoi, tous en autais tę̄ sōtēriǭ kathypetatton didaskalią. Kai tous aph᾿ hēliou anatolōn, kai Idoumaian, kai epi Mōab prōton tas cheiras epibalousin. Hoi huioi Ammōn prōtoi hypakousontai. Pronomeusousin oun, phēsin, hoi Christou mathētai kai tous aph᾿ hēliou anatolōn; historountai goun tines autōn mechri tēs Persōn kai Indōn dielēlythenai chōras.
For as once of old he freed the people of the Jews, oppressed in Egypt, from their affliction, putting forth his wonder-working hand through Moses, by which he worked the marvelous wonders in the land of Egypt; in the same way he will again put forth his hand, moving it as it were a second time through wondrous works, in order to acquire and make enviable the remnant of the people. For whether in the land of the Assyrians, or in Egypt, or in Babylon, or in Ethiopia, or in the land of the Elamites, or in the rest of the world, some of the Jewish nation were scattered; those of them who believed in Christ, having become a remnant chosen by grace, it is said he will glorify and make enviable. This was shown in deeds too: for through his disciples and apostles, and the others from the Jews who received the word of Christ, the church of God was established, and the church of all the nations was brought to completion through them, and the gospel was spread to all the nations, God bearing witness with signs and wonders and various powers and distributions of the Holy Spirit; and God made enviable and glorious among all those who received the word they proclaimed. “And he shall raise a signal for the nations, and gather the lost of Israel, and he shall gather the scattered of Judah from the four corners of the earth. And the jealousy of Ephraim shall be taken away, and the enemies of Judah shall perish. Ephraim shall not envy Judah, and Judah shall not afflict Ephraim.” For the disciples of Christ, preaching first to those of the circumcision, gathered into the church of Christ those of them who believed, who had of old been lost, as the Savior taught, saying: “Go to the lost sheep of the house of Israel.” And they did this in the four corners of the earth, running through east and west, north and south. To those first, then, they gave a share of the word of the gospel, and afterwards preached to the other nations. Therefore it is said: “And he shall gather the lost of Israel and the scattered of Judah.” And who will gather them but the apostolic band, or the one from the root of Jesse proclaimed through them? And they were gathered under one church, no longer at odds nor separated from one another as before. “And they shall fly in ships of foreigners; together they shall plunder the sea.” As they went round the nations, they surely had to make use of travel by sea as well. As if flying, then, they quickly accomplished the course across the sea too, so as to preach the gospel to very many nations in a short time. And sometimes they travelled on foot, sometimes by sea, using as pilots not Jews but men who had not yet received Christ. In this way they also plundered the sea, the Word so signifying the islands, through which they passed on their way and brought those in them under the saving teaching. “And those from the rising of the sun, and Idumea, and upon Moab they shall first lay their hands. The sons of Ammon shall be the first to obey.” The disciples of Christ, then, he says, will plunder those from the rising of the sun as well; indeed some of them are recorded to have gone as far as the land of the Persians and the Indians.
11.5PG 24:169–181
Ἐπειδὴ δὲ ἐδόκουν κατὰ τοὺς χρόνους τοῦ προφήτου Ἰδουμαῖοι, καὶ Μωαβῖται, καὶ ᾿Αμμανῖται, τὰ περὶ τὴν Ἰουδαίαν ᾿Αραβικὰ ἔθνη, πολέμια καὶ ἐχθρὰ τυγχάνειν τοῦ παρ' Ἰουδαίους τιμωμένου, διὰ τὴν ἔκτοπον αὐτῶν εἰδωλολατρείαν· εἰκότως τούτων αὐτῶν ὀνομαστὶ μνήμην ὁ λόγος ἐποιήσατο, ὡς καὶ αὐτῶν παραδεξομένων τὴν ὑπὸ τῶν ἀποστόλων κηρυχθησομένην εὐσέβειαν. Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν ἐν πνεύματι βιαίῳ. Αἴγυπτον μὲν τὴν αἰσθητὴν τῶν Αἰγυπτίων χώραν ἀναγκαῖον ὁμολογεῖν· θάλασσαν δὲ αὐτῆς καὶ ποταμὸν ἀλληγορικῶς ἐκδέχεσθαι· ἅπερ φησὶν ἐρημωθήσεσθαι κατὰ τοὺς προφητευομένους χρόνους, ἐν οἷς προσθήσειν εἴρηται ὁ Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ. Ἡ γὰρ προσθήκη προγενομένοις πράγμασιν ἕτερα ὁμοιότροπα ἐπιγενήσεσθαι δηλοῖ. Πάλαι μὲν οὖν ἐπὶ Μωϋσέως ἡ χεὶρ τοῦ Κυρίου ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου· διήγαγε δὲ τὴν θάλασσαν τὴν Ἐρυθρὰν, καὶ εἰσήγαγεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τὴν οὖσαν ἀλλοφύλων πρότερον· νυνὶ δὲ καὶ διὰ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἡ αὐτὴ χεὶρ τοῦ Κυρίου, προσθήκην ἀγαθῶν ποιουμένη, τοὺς ἀποστόλους τοῦ Σωτῆρος, καὶ τοὺς κήρυκας τοῦ σωτηρίου Εὐαγγελίου, Ἰουδαίους ὄντας καὶ ἐξ Ἰουδαίων ὀρμωμένους, ἐπιδόξους καὶ ζηλωτοὺς ἐποίει καθ' ὅλης τῆς οἰκουμένης, οὐ μὴν ἀλλὰ καὶ ἐπ᾿ αὐτῆς Αἰγύπτου, ἔνθα παρῄεσαν ἀκωλύτως, μηδενὸς ἐμποδὼν αὐτοῖς γινομένου · καὶ διῄεσαν ἐπὶ καθαιρέσει τῆς Αἰγυπτιακῆς εἰδωλολατρείας. Καὶ οἱ μὲν ἐπὶ Μωϋσέως ἐξῄεσαν, φεύγοντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους· οἱ δὲ Χριστοῦ μαθηταὶ εἰσῄεσαν εἰς Αἴγυπτον αὐτόμολοι κήρυκες τοῦ σωτηρίου λόγου. Καὶ τοῖς μὲν ἐπὶ Μωϋσέως διήρητο ἡ θάλασσα αἰσθητῶς· τὸ δὲ ὕδωρ τοῦ Αἰγυπτίου ποταμοῦ μετεβάλλετο εἰς αἷμα· ἡ δὲ τῶν ἀγαθῶν προσθήκη ἐπὶ τῶν δηλουμένων χρόνων τῇ μὲν θαλάσσῃ ἐρημίαν ἀπειλεῖ τῇ Αἰγυπτίᾳ, τῷ δὲ ποταμῷ αὐτῶν παντελῆ ἔκλειψιν, πρὸς τὸ δίχα τινὸς κωλύματος τοῦ σωτηρίου Εὐαγγελίου κήρυκας περιελθεῖν τὰς Αἰγυπτίων χώρας, καὶ ἀνατροπὴν μὲν τῆς πολυθέου αὐτῶν δεισιδαιμονίας ἐργάσασθαι, τοῦ δὲ ἐπὶ πάντων Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, τοῦ ἐκ ρίζης Ἰεσσαὶ προελθόντος, παραδοῦναι τὴν γνῶσιν. Θεωρητέον δὲ ὅπως οὐ τὴν χώραν Αἰγύπτου, ἀλλὰ τὴν θάλασσαν αὐτῆς λέγεται ὁ Κύριος ἐρημώσειν, τοῦ τῆς εἰδωλολατρείας πλήθους οὕτω δηλουμένου. Ἀντὶ μέντοι τοῦ, Ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, οἱ τρεῖς συμφώνως οὕτως ἡρμήνευσαν· Καὶ ἀναθεματίσει Κύριος τὴν γλῶσσαν θαλάσσης Αἰγύπτου. Εἰ τοίνυν τὰ πλήθη τῆς κακίας τοῦ βίου θαλάσσῃ παρεικάζεται, ὅρα εἰ εὐλόγως τὴν τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν γλῶσσαν, τῶν πάλαι τὸν Θεὸν ἀγνοούντων, ὡς ἐδήλου λέγων ὁ Φαραὼ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ, ἀναθεματίσειν τὸν Κύριον λέγεται κατὰ τοὺς τρεῖς ἑρμηνευτάς· ἵνα μηκέτι γλώσσῃ τῇ Αἰγυπτίᾳ τὴν δεισιδαίμονα πλάνην κρατύνωσι, μάθωσι δὲ λαλεῖν τὰ τοῦ Θεοῦ λόγια, καὶ ὀμνύειν ἐν τῷ ὀνόματι Κυρίου Σαβαώθ· ὁ δὴ προϊὼν ὁ λόγος ἔσεσθαι θεσπίζει. Οὕτω δὲ ἀνατεθεμάτισται τῆς Αἰγυπτίας θαλάσσης ἡ γλῶσσα, ὡς ἀποσιωπῆσαι τῶν παρ᾿ αὐτῆς πάλαι τιμωμένων πονηρῶν δαιμόνων τὰ χρηστήρια καὶ τὰ μαντεῖα·
Epeidē de edokoun kata tous chronous tou prophētou Idoumaioi, kai Mōabitai, kai ᾿Ammanitai, ta peri tēn Ioudaian ᾿Arabika ethnē, polemia kai echthra tynchanein tou par' Ioudaious timōmenou, dia tēn ektopon autōn eidōlolatreian; eikotōs toutōn autōn onomasti mnēmēn ho logos epoiēsato, hōs kai autōn paradexomenōn tēn hypo tōn apostolōn kērychthēsomenēn eusebeian. Kai erēmōsei Kyrios tēn thalassan Aigyptou, kai epibalei tēn cheira autou epi ton potamon en pneumati biaiǭ. Aigypton men tēn aisthētēn tōn Aigyptiōn chōran anankaion homologein; thalassan de autēs kai potamon allēgorikōs ekdechesthai; haper phēsin erēmōthēsesthai kata tous prophēteuomenous chronous, en hois prosthēsein eirētai ho Kyrios tou deixai tēn cheira autou. Hē gar prosthēkē progenomenois pragmasin hetera homoiotropa epigenēsesthai dēloi. Palai men oun epi Mōÿseōs hē cheir tou Kyriou exēgage tous huious Israēl ex Aigyptou; diēgage de tēn thalassan tēn Erythran, kai eisēgagen eis tēn gēn tēs epangelias, tēn ousan allophylōn proteron; nyni de kai dia tou ek rhizēs Iessai hē autē cheir tou Kyriou, prosthēkēn agathōn poioumenē, tous apostolous tou Sōtēros, kai tous kērykas tou sōtēriou Euangeliou, Ioudaious ontas kai ex Ioudaiōn ormōmenous, epidoxous kai zēlōtous epoiei kath' holēs tēs oikoumenēs, ou mēn alla kai ep᾿ autēs Aigyptou, entha parę̄esan akōlytōs, mēdenos empodōn autois ginomenou ; kai dię̄esan epi kathairesei tēs Aigyptiakēs eidōlolatreias. Kai hoi men epi Mōÿseōs exę̄esan, pheugontes ton Pharaō kai tous Aigyptious; hoi de Christou mathētai eisę̄esan eis Aigypton automoloi kērykes tou sōtēriou logou. Kai tois men epi Mōÿseōs diērēto hē thalassa aisthētōs; to de hydōr tou Aigyptiou potamou meteballeto eis haima; hē de tōn agathōn prosthēkē epi tōn dēloumenōn chronōn tę̄ men thalassę̄ erēmian apeilei tę̄ Aigyptią, tǭ de potamǭ autōn pantelē ekleipsin, pros to dicha tinos kōlymatos tou sōtēriou Euangeliou kērykas perielthein tas Aigyptiōn chōras, kai anatropēn men tēs polytheou autōn deisidaimonias ergasasthai, tou de epi pantōn Theou kai tou Christou autou, tou ek rizēs Iessai proelthontos, paradounai tēn gnōsin. Theōrēteon de hopōs ou tēn chōran Aigyptou, alla tēn thalassan autēs legetai ho Kyrios erēmōsein, tou tēs eidōlolatreias plēthous houtō dēloumenou. Anti mentoi tou, Erēmōsei Kyrios tēn thalassan Aigyptou, hoi treis symphōnōs houtōs hērmēneusan; Kai anathematisei Kyrios tēn glōssan thalassēs Aigyptou. Ei toinyn ta plēthē tēs kakias tou biou thalassę̄ pareikazetai, hora ei eulogōs tēn tōn atheōn kai asebōn andrōn glōssan, tōn palai ton Theon agnoountōn, hōs edēlou legōn ho Pharaō, Ouk oida ton Kyrion, kai ton Israēl ouk exapostelō, anathematisein ton Kyrion legetai kata tous treis hermēneutas; hina mēketi glōssę̄ tę̄ Aigyptią tēn deisidaimona planēn kratynōsi, mathōsi de lalein ta tou Theou logia, kai omnyein en tǭ onomati Kyriou Sabaōth; ho dē proïōn ho logos esesthai thespizei. Houtō de anatethematistai tēs Aigyptias thalassēs hē glōssa, hōs aposiōpēsai tōn par᾿ autēs palai timōmenōn ponērōn daimonōn ta chrēstēria kai ta manteia;
Since in the prophet’s times the Idumeans, Moabites and Ammonites, the Arab nations around Judea, seemed to be hostile and enemies of the God honored among the Jews because of their monstrous idolatry, the Word fittingly mentioned these very ones by name, as those who would also receive the godliness to be preached by the apostles. “And the Lord will make desolate the sea of Egypt, and he will lay his hand upon the river with a violent wind.” Egypt we must admit to be the perceptible land of the Egyptians; but its sea and river we must take allegorically; these he says will be made desolate at the times prophesied, in which the Lord is said to show his hand again. For “again” indicates that things of a like kind will follow upon things that happened before. Of old, in the time of Moses, the hand of the Lord brought the sons of Israel out of Egypt, led them through the Red Sea, and brought them into the land of promise, which formerly belonged to foreigners; but now, through the one from the root of Jesse, the same hand of the Lord, adding good things, made the apostles of the Savior and the heralds of the saving gospel, who were Jews and set out from the Jews, glorious and enviable throughout the whole world, and not least in Egypt itself, where they arrived unhindered, no one standing in their way, and passed through it for the overthrow of Egyptian idolatry. Those in the time of Moses went out fleeing Pharaoh and the Egyptians; but the disciples of Christ went into Egypt of their own accord as heralds of the saving word. For those in Moses’ time the sea was divided perceptibly, and the water of the Egyptian river was changed into blood; but the addition of good things at the times indicated threatens the Egyptian sea with desolation and their river with utter failure, so that the heralds of the saving gospel might go round the lands of the Egyptians without any hindrance, bring about the overthrow of their polytheistic superstition, and hand on the knowledge of the God over all and of his Christ, who came forth from the root of Jesse. One should observe how the Lord is said to make desolate not the land of Egypt but its sea, the multitude of idolatry being so indicated. Instead of “The Lord will make desolate the sea of Egypt,” however, the three rendered with one accord: “And the Lord will lay under a ban the tongue of the sea of Egypt.” If, then, the multitudes of the wickedness of life are likened to a sea, see whether it is not reasonably said, according to the three translators, that the Lord will lay under a ban the tongue of godless and impious men who of old did not know God, as Pharaoh showed when he said, “I do not know the Lord, and I will not send Israel away”; so that they might no longer strengthen the superstitious error with the Egyptian tongue, but learn to speak the oracles of God and to swear by the name of the Lord of Sabaoth; which the Word, as it proceeds, prophesies will happen. And the tongue of the Egyptian sea has been so laid under a ban that the oracles and divining places of the wicked demons formerly honored by it have fallen silent;
11.6PG 24:169–181
λελύσθαι δὲ αὐτῶν καὶ τὰς δι' ἀνδρῶν γοήτων κακοτεχνίας· ἃ δὴ πάντα δι᾿ ἔργων ἐπληροῦτο μετὰ τὸ κήρυγμα τὸ εὐαγγελικὸν τὸ κηρυχθὲν Αἰγυπτίοις. Ἐξ ἐκείνων δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν παρ' Αἰγυπτίοις νενομισμένων θεῶν ἡ πᾶσα δύναμις ἀπέσβη, καὶ πάντων δὲ τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης Αιγυπτιαζόντων κατὰ τὸν ὅμοιον τῆς εἰδωλολατρείας τρόπον ἡ ποτὲ πλημμυροῦσα καὶ κυματουμένη θάλασσα τὴν ἐσχάτην πέπονθεν ἐρημίαν. Καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν ἐν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι. Πνεῦμα βίαιον εἶπε τὸν πρῶτον καθελόντα τὴν βασιλείαν τῶν Αἰγυπτίων Ῥωμαίων ἄρχοντα. Διὰ δὲ τῶν ἑπτὰ φαράγγων νοήσεις ἐπιστήσας τὸν νοῦν, ὡς πάλαι μὲν ἑνὸς ποταμοῦ ῥεῦμα μέγιστον, δι' οὗ τὸ τῆς Αἰγύπτου βασίλειον ἐδηλοῦτο, τῶν αὐτόθι πάντων ἐθνῶν ἐκράτει· παταχθέντος δὲ ἐκείνου καὶ λυθέντος, μερικοί τινες ἄρχοντες αὐτῶν κατὰ χρόνους ἡγοῦντο· οἱ μὲν τὰ Λιβύων διέποντες μέρη, οἱ δὲ ἀφωρισμένως τὰ Θηβαίων, οἱ δὲ αὐτῆς Αἰγύπτου καὶ ᾿Αλεξανδρείας. Καὶ τούτων οἱ μὲν ἡγεμονίαις τετίμηνται, τῶν δημοτικῶν καὶ πολιτικῶν πραγμάτων ἐγκεχειρισμένοι τὴν φροντίδα· οἱ δὲ ἀφωρισμένως πάλιν τῶν στρατιωτικῶν καθηγοῦνται ταγμάτων· καὶ οὗτοι πάντες ὑπὸ τῆς μείζονος ἐξουσίας ἐπὶ τὰς δηλωθείσας ἀρχὰς προαγόμενοι· κάπειτα ἰδιωτεύοντες, φάραγξιν εἰκότως παρεβλήθησαν, ὡς ἐν παραθέσει τοῦ πάλαι πλημμυροῦντος αὐτοῖς ποταμοῦ, λέγω δὴ τοῦ βασιλείου, ὃς δὴ τὴν πᾶσαν ἀθρόως αὐτὴν τε Αἴγυπτον καὶ τὰ ἀμφὶ ταύτην ἔθνη ἐνὶ ῥεύματι περιέκλυζε· μιᾷ δυνάμει βασιλικῇ κατακρατούσῃ τῶν ὅλων. Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου· · ὡς βατὴν εἶναι τοῦ λοιποῦ τὴν Αἴγυπτον τοῖς τοῦ Χριστοῦ Εὐαγγέλιον κηρύττουσι, μηδενὸς ἐμποδὼν αὐτοῖς᾿ ἐνισταμένου, μηδ' ἐπιβαίνειν κωλύοντος. Διόπερ ὡς μηκέτι συνεστώσης τῆς Αἰγυπτίων βασιλείας, ὡς δὲ τῆς δαιμονικῆς ἐνεργείας τῆς ἐν αὐτοῖς ἀποσβεσθείσης, τὸ κήρυγμα τὸ εὐαγγελικὸν ἐπὶ σχολῆς αὐτοῖς ἐπηγγέλλετο.
lelysthai de autōn kai tas di' andrōn goētōn kakotechnias; ha dē panta di᾿ ergōn eplērouto meta to kērygma to euangelikon to kērychthen Aigyptiois. Ex ekeinōn de kai eis hēmas autous tōn par' Aigyptiois nenomismenōn theōn hē pasa dynamis apesbē, kai pantōn de tōn atheōn kai dyssebōn andrōn tōn kath' holēs tēs oikoumenēs Aigyptiazontōn kata ton homoion tēs eidōlolatreias tropon hē pote plēmmyrousa kai kymatoumenē thalassa tēn eschatēn peponthen erēmian. Kai epibalei tēn cheira autou epi ton potamon en pneumati biaiǭ, kai pataxei hepta pharangas, hōste diaporeuesthai auton en hypodēmasi. Pneuma biaion eipe ton prōton kathelonta tēn basileian tōn Aigyptiōn Rhōmaiōn archonta. Dia de tōn hepta pharangōn noēseis epistēsas ton noun, hōs palai men henos potamou rheuma megiston, di' hou to tēs Aigyptou basileion edēlouto, tōn autothi pantōn ethnōn ekratei; patachthentos de ekeinou kai lythentos, merikoi tines archontes autōn kata chronous hēgounto; hoi men ta Libyōn diepontes merē, hoi de aphōrismenōs ta Thēbaiōn, hoi de autēs Aigyptou kai ᾿Alexandreias. Kai toutōn hoi men hēgemoniais tetimēntai, tōn dēmotikōn kai politikōn pragmatōn enkecheirismenoi tēn phrontida; hoi de aphōrismenōs palin tōn stratiōtikōn kathēgountai tagmatōn; kai houtoi pantes hypo tēs meizonos exousias epi tas dēlōtheisas archas proagomenoi; kapeita idiōteuontes, pharanxin eikotōs pareblēthēsan, hōs en parathesei tou palai plēmmyrountos autois potamou, legō dē tou basileiou, hos dē tēn pasan athroōs autēn te Aigypton kai ta amphi tautēn ethnē eni rheumati perieklyze; mią dynamei basilikę̄ katakratousę̄ tōn holōn. Kai estai diodos tǭ kataleiphthenti mou laǭ en Aigyptǭ; kai estai tǭ Israēl hōs hē hēmera hote exēlthen ek gēs Aigyptou; ; hōs batēn einai tou loipou tēn Aigypton tois tou Christou Euangelion kēryttousi, mēdenos empodōn autois᾿ enistamenou, mēd' epibainein kōlyontos. Dioper hōs mēketi synestōsēs tēs Aigyptiōn basileias, hōs de tēs daimonikēs energeias tēs en autois aposbestheisēs, to kērygma to euangelikon epi scholēs autois epēngelleto.
and the evil arts of their sorcerers have been undone; all of which was fulfilled in deed after the preaching of the gospel to the Egyptians. From that time down to our own, all the power of the gods worshipped among the Egyptians has been quenched; and the sea of all the godless and impious men throughout the world who imitate the Egyptians in the same manner of idolatry, once flooding and surging, has suffered utter desolation. “And he will lay his hand upon the river with a violent wind, and strike seven ravines, so that one may cross it in sandals.” By “violent wind” he meant the Roman ruler who first overthrew the kingdom of the Egyptians. By the seven ravines, if you attend, you will understand that of old the very great stream of one river, by which the kingdom of Egypt was indicated, ruled all the nations there; but when that was struck and dissolved, certain partial rulers governed them from time to time: some administering the parts of the Libyans, others separately those of the Thebans, others Egypt proper and Alexandria. And of these some are honored with governorships, entrusted with the care of civil and political affairs; others again separately command the military units; and all these are promoted to the said offices by the greater authority, and afterwards become private men again; so they are fittingly compared to ravines, in contrast with the river that once flooded them, I mean the kingdom, which with one stream washed over the whole of Egypt itself and the nations around it all at once, one royal power ruling over all. “And there shall be a passage for my people left in Egypt; and it shall be for Israel as on the day when it came out of the land of Egypt”; so that Egypt is henceforth passable for those who preach the gospel of Christ, no one standing in their way or preventing them from entering. Therefore, since the kingdom of the Egyptians no longer stood, and the demonic working among them had been quenched, the preaching of the gospel was announced to them at leisure.
Chapter 12
12.1PG 24:181–183
Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε.» Ὡς γὰρ ὁ Μωϋσέως λαὸς διέβη ποτὲ τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· εἶτα μετὰ τὴν δίοδον τὴν ᾠδὴν ἦσαν λέγοντες, ῎Ασωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· · τὸν αὐτὸν τρόπον καὶ οἱ προφητευόμενοι τοῦ Σωτῆρος ἡμῶν εὐαγγελισταὶ, αὐτοὶ ὄντες οἱ ἐκ τοῦ παντὸς Ἰουδαίων ἔθνους περιλειφθέντες, ἀκώλυτον ποιούμενοι τὸν δρόμον, καὶ πᾶσαν διατρέχοντες τὴν Αἰγυπτίων χώραν, καὶ Ἰουδαίοις μὲν κηρύττοντες τὸ Εὐαγγέλιον ἐν ταῖς συναγωγαῖς αὐτῶν, ἐκκλησίας δὲ Χριστοῦ συνιστῶντες ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, καινὸν ἆσμα, ἐμφερῶς τοῖς ἐπὶ Μωϋσέως, ἐδίδασκον ᾄδειν τοὺς δι' αὐτῶν ὠφελουμένους. Τοῦτο δὲ ἦν τὸ προφωνηθὲν ὑπὸ τοῦ Κυρίου, φάσκοντος διὰ τοῦ προφητικοῦ λόγου· Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἵνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν,» καὶ ἃ παρακατιὼν ἐνταῦθα διέξεισι. Τὸ γοῦν, ὠργίσθης μοι, ἐξομολόγησιν προτέρων ἁμαρτημάτων παρίστησιν· ὧν ἕνεκα Θεοῦ ὀργῆς ἦσαν ἄξιοι πρὸ τῆς σωτηρίου κλήσεως οἱ Αἰγύπτιοι· τὸ δὲ, ᾿Απέστρεψας τὸν θυμόν σου ἀπ᾿ ἐμοῦ, καὶ ἠλέησάς με, τὴν μετὰ τὴν κλῆσιν δωρηθεῖσαν αὐτοῖς ἄφεσιν τῶν ἁμαρτημάτων σημαίνει. Ἡ γὰρ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ γενομένη καὶ αὐτοῖς Αἰγυπτίοις, καὶ πᾶσι τοῖς τὸν Υἱὸν τοῦ Θεοῦ παραδεδεγμένοις, δεσμῶν λύσιν καὶ ἁμαρτιῶν συγχώρησιν ἐδωρήσατο. Καὶ ἀντλήσατε ὕδωρ μετ' εὐφροσυνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Πάλιν ἀλληγορικῶς ἐνταῦθα παραδεκτέον τὸ ὕδωρ καὶ τὰς πηγὰς τοῦ Σωτηρίου. Νοήσεις δὲ ταῦτα αὐτοῦ λέγοντος τοῦ Σωτῆρος· Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πηγαὶ τοίνυν Σωτηρίου λόγοι εἰσὶν εὐαγγελικοὶ, ἐξ ἀγίου Πνεύματος ἀνωμβρωμένοι. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Τὸ δὲ, ἐρεῖς, προσφωνεῖ τῷ χορῷ τῶν εὐαγγελιστῶν τοῦ Σωτῆρος ἡμῶν. Ἐν ἐκείνῃ, φησὶ, τῇ ἡμέρᾳ, δηλαδὴ ἐν τῷ προφητευομένῳ, ἐρεῖς σὺ, ὁ κήρυξ τοῦ σωτηρίου Εὐαγγελίου, τοῖς τὸ κήρυγμα παραδεξαμένοις Αἰγυπτίοις. Ὑμνεῖτε Κύριον, βοᾶτε τῷ ὀνόματι Κυρίου· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ταῦτα γὰρ σὺ, ὁ χορὸς ὁ ἀποστολικὸς, διδάσκων τοὺς ὑπὸ σὲ μαθητευομένους, ἐρεῖς, παραγγέλλων αὐτοῖς μὴ σιωπᾶν · ἐξαγγέλλειν δὲ τοῖς πᾶσι καὶ εἰς ἐξάκουστον βοᾷν τῆς σωτηρίου εὐεργεσίας τὴν χάριν. ᾿Αγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικούντες Σιὼν, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.» Ἤδη δὲ διὰ πλειόνων Σιὼν ἀπεδόθη ὁ εὐαγγελικὸς λόγος, ἐφ᾽ οὗ ἡ Ἐκκλησία τοῦ Θεοῦ ᾠκοδόμηται. Ἐπεὶ τοίνυν ὁ ἅγιος τοῦ Ἰσραὴλ ὑψώθη ἐν μέσῳ τῆς Ἐκκλησίας, εἰκότως ἀγαλλιᾶσθε, φησὶ, καὶ εὐφραίνεσθε, οἱ ἐν αὐτῇ · ἅτε δὴ μέσον αὐτὸν ἔχοντες τὸν ἅγιον τοῦ Ἰσραὴλ, κατὰ τὴν ἐπαγγελίαν ἣν αὐτὸς πεποίηται φήσας· Ὅπου εἰσὶ δύο καὶ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Kai ereis en tę̄ hēmerą ekeinę̄; Eulogēsō se, Kyrie.» Hōs gar ho Mōÿseōs laos diebē pote tēn Erythran thalassan hōs dia xēras; eita meta tēn diodon tēn ǭdēn ēsan legontes, ᾿Asōmen tǭ Kyriǭ, endoxōs gar dedoxastai; ; ton auton tropon kai hoi prophēteuomenoi tou Sōtēros hēmōn euangelistai, autoi ontes hoi ek tou pantos Ioudaiōn ethnous perileiphthentes, akōlyton poioumenoi ton dromon, kai pasan diatrechontes tēn Aigyptiōn chōran, kai Ioudaiois men kēryttontes to Euangelion en tais synagōgais autōn, ekklēsias de Christou synistōntes ek tēs tōn ethnōn epistrophēs, kainon asma, empherōs tois epi Mōÿseōs, edidaskon ądein tous di' autōn ōpheloumenous. Touto de ēn to prophōnēthen hypo tou Kyriou, phaskontos dia tou prophētikou logou; Kai ereis en tę̄ hēmerą ekeinę̄; Eulogēsō se, Kyrie, dioti ōrgisthēs moi, kai apestrepsas ton thymon sou, kai ēleēsas me. Idou ho Theos mou, Sōtēr mou, pepoithōs esomai ep᾿ autǭ, kai ou phobēthēsomai; dioti hē doxa mou kai hē hainesis mou Kyrios, kai egeneto moi eis sōtērian,» kai ha parakatiōn entautha diexeisi. To goun, ōrgisthēs moi, exomologēsin proterōn hamartēmatōn paristēsin; hōn heneka Theou orgēs ēsan axioi pro tēs sōtēriou klēseōs hoi Aigyptioi; to de, ᾿Apestrepsas ton thymon sou ap᾿ emou, kai ēleēsas me, tēn meta tēn klēsin dōrētheisan autois aphesin tōn hamartēmatōn sēmainei. Hē gar charis kai hē alētheia dia Iēsou Christou genomenē kai autois Aigyptiois, kai pasi tois ton Huion tou Theou paradedegmenois, desmōn lysin kai hamartiōn synchōrēsin edōrēsato. Kai antlēsate hydōr met' euphrosynēs ek tōn pēgōn tou Sōtēriou. Palin allēgorikōs entautha paradekteon to hydōr kai tas pēgas tou Sōtēriou. Noēseis de tauta autou legontos tou Sōtēros; Ei tis dipsą, erchesthō pros me, kai pinetō; ho pisteuōn eis eme, kathōs eipen hē Graphē, potamoi ek tēs koilias autou rheusousin hydatos zōntos. Pēgai toinyn Sōtēriou logoi eisin euangelikoi, ex agiou Pneumatos anōmbrōmenoi. Kai ereis en tę̄ hēmerą ekeinę̄; Hymneite Kyrion, boate to onoma autou, anangeilate tois ethnesi ta endoxa autou, mimnēskesthe, hoti hypsōthē to onoma autou. Hymnēsate to onoma Kyriou, hoti hypsēla epoiēsen; anangeilate tauta en pasę̄ tę̄ gę̄. To de, ereis, prosphōnei tǭ chorǭ tōn euangelistōn tou Sōtēros hēmōn. En ekeinę̄, phēsi, tę̄ hēmerą, dēladē en tǭ prophēteuomenǭ, ereis sy, ho kēryx tou sōtēriou Euangeliou, tois to kērygma paradexamenois Aigyptiois. Hymneite Kyrion, boate tǭ onomati Kyriou; anangeilate en tois ethnesi ta endoxa autou; mimnēskesthe, hoti hypsōthē to onoma autou. Tauta gar sy, ho choros ho apostolikos, didaskōn tous hypo se mathēteuomenous, ereis, parangellōn autois mē siōpan ; exangellein de tois pasi kai eis exakouston boąn tēs sōtēriou euergesias tēn charin. ᾿Agalliasthe kai euphrainesthe, hoi katoikountes Siōn, hoti hypsōthē ho hagios tou Israēl en mesǭ autēs.» Ēdē de dia pleionōn Siōn apedothē ho euangelikos logos, eph᾽ hou hē Ekklēsia tou Theou ǭkodomētai. Epei toinyn ho hagios tou Israēl hypsōthē en mesǭ tēs Ekklēsias, eikotōs agalliasthe, phēsi, kai euphrainesthe, hoi en autę̄ ; hate dē meson auton echontes ton hagion tou Israēl, kata tēn epangelian hēn autos pepoiētai phēsas; Hopou eisi dyo kai treis synēgmenoi en tǭ onomati mou, ekei eimi en mesǭ autōn.
“And you shall say in that day: I will bless you, O Lord.” For as the people of Moses once crossed the Red Sea as on dry land, and then after the crossing sang the song, saying, “Let us sing to the Lord, for he has been gloriously glorified,” in the same way the prophesied evangelists of our Savior, who were themselves the remnant left of the whole Jewish nation, making their course unhindered and running through the whole land of the Egyptians, preaching the gospel to Jews in their synagogues and establishing churches of Christ from the conversion of the nations, taught those who were helped by them to sing a new song, like those in the time of Moses. This was what the Lord foretold, saying through the prophetic word: “And you shall say in that day: I will bless you, O Lord, because you were angry with me, and you turned away your fury and had mercy on me. Behold, my God, my Savior; I will trust in him and not be afraid; for the Lord is my glory and my praise, and he has become my salvation,” and the rest that he goes on to recount here. “You were angry with me,” then, presents a confession of former sins, for which the Egyptians deserved God’s wrath before the saving call; and “You turned away your fury from me and had mercy on me” signifies the forgiveness of sins given them after the call. For the grace and truth that came through Jesus Christ granted release from bonds and pardon of sins to the Egyptians themselves and to all who received the Son of God. “And draw water with joy from the springs of salvation.” Here again the water and the springs of salvation are to be taken allegorically. You will understand this when the Savior himself says: “If anyone thirsts, let him come to me and drink; whoever believes in me, as the Scripture said, out of his belly shall flow rivers of living water.” The springs of salvation, then, are the words of the gospel, poured forth from the Holy Spirit. “And you shall say in that day: Sing hymns to the Lord, cry out his name, declare his glorious deeds among the nations, remember that his name is exalted. Sing hymns to the name of the Lord, for he has done lofty things; declare these things in all the earth.” “You shall say” addresses the band of the evangelists of our Savior. In that day, he says, that is, in the one prophesied, you, the herald of the saving gospel, will say to the Egyptians who received the preaching: “Sing hymns to the Lord, cry out to the name of the Lord; declare his glorious deeds among the nations; remember that his name is exalted.” For you, the apostolic band, teaching those discipled under you, will say these things, charging them not to keep silent but to proclaim to all and cry aloud the grace of the saving benefaction. “Rejoice and be glad, you who dwell in Zion, for the Holy One of Israel has been exalted in her midst.” Zion has already been explained in several places as the word of the gospel, on which the church of God has been built. Since, then, the Holy One of Israel has been exalted in the midst of the church, fittingly, he says, rejoice and be glad, you who are in it, since you have the Holy One of Israel himself in your midst, according to the promise which he himself made, saying: “Where two or three are gathered in my name, there I am in their midst.”
Chapter 13
13.1PG 24:183–191
Ὅρασις ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς κατὰ Βαβυλῶνος. Ἐπ' ὅρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς· μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε, οἱ ἄρχοντες. Καὶ μετὰ τὰ θεσπισθέντα τὰ ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ γενησόμενα ἑτέρας ἄρχεται ὑποθέσεως τῆς κατὰ Βαβυλῶνος· εἶθ᾽ ἐξῆς δευτέραν τίθησι τὴν περὶ τῶν Φυλιστιαίων · μεθ᾽ ἣν τρίτον ἐστὶ τὸ κατὰ τῆς Μωαβίτιδος · εἶτα καὶ τὸ κατὰ Δαμασκοῦ, καὶ μετὰ ταῦτα ὄρασις Αἰγύπτου· εἶθ᾽ ἕκτον τὸ ὄραμα τῆς Ἰδουμαίας· ἔπειτα λῆμμα τῇ ᾿Αραβίᾳ· ᾧ ἔπεται τὸ ὄραμα τῆς φάραγγος Σιών· καὶ ἐπὶ πᾶσι τὸ ὅραμα Τύρου. Δέκα δὲ αὗται καὶ συνημμέναι τυγχάνουσι προφητείαι περὶ τῶν ἀλλοφύλων ἐθνῶν, αἷς καὶ τὴν φάραγγα Σιὼν συμπεριείληφε, τοῖς ἀλλοφύλοις καὶ τὸν τῶν Ἰουδαίων συγκαλέσας λαόν. Τί δήποτε δὲ τούτων μόνων ὥσπερ ἀποκληρωτικῶς μέμνηται, οὐχὶ δὲ καὶ ἑτέρων ἐθνῶν; Ἐροῦμεν, ὅτι οὐδένες ἄλλοι κατ' ἐκεῖνο καιροῦ παρηνόχλουν τοῖς Ἰουδαίοις ἢ οἱ καταλεχθέντες, συνεχῶς αὐτοῖς ἐπανιστάμενοι· καὶ ποτὲ μὲν τὴν Ἱερουσαλήμ πορθοῦντες, ποτὲ δὲ τὴν χώραν αὐτῶν δῃοῦντες. Διόπερ ὁ λόγος τοὺς πολιορκουμένους ἀναγκαίως ἐδίδασκε τὰ συμβησόμενα τοῖς αὐτοῖς πολιορκοῦσι. Γνῶσιν δὲ αὐτοῖς τὴν διὰ Χριστοῦ καὶ ἀγαθῶν ἐπαγγελίας εὐαγγελίζεται· κηρυττει τε καθολικῶς τοῖς πᾶσι τὸν περὶ τῆς τοῦ Θεοῦ κρίσεως λόγον, προτρέπων ἅπαντας ἀνθρώπους θεοσεβῶς ζῇν, τοῦ δικαιωτηρίου τοῦ Θεοῦ μεμνημένους. Πρώτην οὖν τίθησι τὴν κατὰ Βαβυλῶνος ὅρασιν, προειπὼν ἐν ἀρχῇ τῆς ὅλης βίβλου τὴν κατὰ τῆς Ἱερουσαλήμ. Ἐπειδὴ γὰρ μὴ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, ἀπ᾿ αὐτῶν ἤρξατο τῶν οἰκείων, καὶ εἰς αὐτοὺς πάλιν ἀναστρέφει τὸν λόγον· τῶν δὲ ἀλλοφύλων ἐθνῶν τὴν Βαβυλῶνα προτάσσει. Βασιλικὴ δὲ αὕτη τῶν ᾿Ασσυρίων πόλις, μεγίστη καὶ δυνατωτάτη. Λέγονται δὲ ᾿Ασσύριοι πρῶτοι τῆς οἰκουμένης κρατῆσαι ἐφ' ὅλοις χιλίοις καὶ τριακοσίοις ἔτεσι μέχρι τῶν πολιορκούντων τὴν Ἱερουσαλήμ, καὶ τῶν Ἰουδαίων τὸν λαὸν αἰχμάλωτον ἀγαγόντων εἰς τὴν αὐτῶν χώραν. Ἐπὶ ταύτῃ γὰρ τῇ τῶν ᾿Ασσυρίων πράξει, αὐτίκα καὶ οὐκ εἰς μακρὰν, τὸ κράτος αὐτῶν κατελύθη. ᾿Ανοίξατε, οἱ ἄρχοντες. Ταῦτα δὲ τὸ ἐν τῷ προφήτῃ Πνεῦμα θεῖον ἐκ προσώπου τοῦ Θεοῦ Λόγου προφέρει. Αὐτὸς τοίνυν ὁ παρακελευόμενος τοῖς ἀμφ᾿ αὐτὸν ἀγγέλοις ἀνοῖξαι θύρας κεκλεισμένας, καὶ παρακελεύσασθαι τοῖς ἔνδον οὖσι προϊέναι, ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν τῶν ἀσεβῶν τιμωρίαν. Οἶμαι δὲ διὰ τούτων δηλοῦσθαι τὴν ἀφωρισμένην ταῖς ἀντικειμέναις δυνάμεσιν· ἐν ᾗ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμέναι τυγχάνουσι. Καὶ μήποτε αὕτη ἐστὶν ἡ καλουμένη ἄβυσσος, ἐμπεπληρῶσθαι δὲ δρακόντων διδάσκει ὁ φάσκων λόγος, Δράκοντες καὶ πᾶσαι ἄβυσσοι;» Ὅθεν καὶ τὸν Σωτῆρα παρεκάλουν οἱ δαίμονες, μὴ πέμψαι αὐτοὺς, ὁπηνίκα ἔλεγε τὸ, Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οὐ γὰρ ἡγνόουν καιρόν τινα ἔσεσθαι αὐτοῖς τῆς εἰς τὴν ἄβυσσον καθείρξεως. Ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς. Τίνες δὲ εἰσιν οὗτοι ἐξῆς παρίστησι διασαφῶν καὶ λέγων· Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Συμφώνως δὲ τοῖς Ἑβδομήκοντα ἡρμήνευσεν ὁ Θεοδοτίων εἰπών· Καί γε ἐκάλεσα τοὺς γίγαντάς μου· ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ, γίγαντας, δυνατοὺς ἡρμήνευσαν.
Horasis hēn eiden Ēsaïas huios Amōs kata Babylōnos. Ep' horous pedinou arate sēmeion, hypsōsate tēn phōnēn autois; mē phobeisthe, parakaleite tę̄ cheiri, anoixate, hoi archontes. Kai meta ta thespisthenta ta epi tēs parousias tou Christou genēsomena heteras archetai hypotheseōs tēs kata Babylōnos; eith᾽ exēs deuteran tithēsi tēn peri tōn Phylistiaiōn ; meth᾽ hēn triton esti to kata tēs Mōabitidos ; eita kai to kata Damaskou, kai meta tauta orasis Aigyptou; eith᾽ hekton to orama tēs Idoumaias; epeita lēmma tę̄ ᾿Arabią; hǭ epetai to orama tēs pharangos Siōn; kai epi pasi to horama Tyrou. Deka de hautai kai synēmmenai tynchanousi prophēteiai peri tōn allophylōn ethnōn, hais kai tēn pharanga Siōn symperieilēphe, tois allophylois kai ton tōn Ioudaiōn synkalesas laon. Ti dēpote de toutōn monōn hōsper apoklērōtikōs memnētai, ouchi de kai heterōn ethnōn? Eroumen, hoti oudenes alloi kat' ekeino kairou parēnochloun tois Ioudaiois ē hoi katalechthentes, synechōs autois epanistamenoi; kai pote men tēn Hierousalēm porthountes, pote de tēn chōran autōn dę̄ountes. Dioper ho logos tous poliorkoumenous anankaiōs edidaske ta symbēsomena tois autois poliorkousi. Gnōsin de autois tēn dia Christou kai agathōn epangelias euangelizetai; kēryttei te katholikōs tois pasi ton peri tēs tou Theou kriseōs logon, protrepōn hapantas anthrōpous theosebōs zę̄n, tou dikaiōtēriou tou Theou memnēmenous. Prōtēn oun tithēsi tēn kata Babylōnos horasin, proeipōn en archę̄ tēs holēs biblou tēn kata tēs Hierousalēm. Epeidē gar mē esti prosōpolēpsia para tǭ Theǭ, ap᾿ autōn ērxato tōn oikeiōn, kai eis autous palin anastrephei ton logon; tōn de allophylōn ethnōn tēn Babylōna protassei. Basilikē de hautē tōn ᾿Assyriōn polis, megistē kai dynatōtatē. Legontai de ᾿Assyrioi prōtoi tēs oikoumenēs kratēsai eph' holois chiliois kai triakosiois etesi mechri tōn poliorkountōn tēn Hierousalēm, kai tōn Ioudaiōn ton laon aichmalōton agagontōn eis tēn autōn chōran. Epi tautę̄ gar tę̄ tōn ᾿Assyriōn praxei, autika kai ouk eis makran, to kratos autōn katelythē. ᾿Anoixate, hoi archontes. Tauta de to en tǭ prophētę̄ Pneuma theion ek prosōpou tou Theou Logou propherei. Autos toinyn ho parakeleuomenos tois amph᾿ auton angelois anoixai thyras kekleismenas, kai parakeleusasthai tois endon ousi proïenai, hēkein kai speudein epi tēn tōn asebōn timōrian. Oimai de dia toutōn dēlousthai tēn aphōrismenēn tais antikeimenais dynamesin; en hę̄ hōsper en desmōtēriǭ katheirgmenai tynchanousi. Kai mēpote hautē estin hē kaloumenē abyssos, empeplērōsthai de drakontōn didaskei ho phaskōn logos, Drakontes kai pasai abyssoi?» Hothen kai ton Sōtēra parekaloun hoi daimones, mē pempsai autous, hopēnika elege to, Ēlthes pro kairou basanisai hēmas. Ou gar hēgnooun kairon tina esesthai autois tēs eis tēn abysson katheirxeōs. Egō syntassō kai egō agō autous. Tines de eisin houtoi exēs paristēsi diasaphōn kai legōn; Gigantes erchontai plērōsai ton thymon mou, chairontes hama kai hybrizontes. Symphōnōs de tois Hebdomēkonta hērmēneusen ho Theodotiōn eipōn; Kai ge ekalesa tous gigantas mou; ho de Akylas kai ho Symmachos anti tou, gigantas, dynatous hērmēneusan.
“The vision which Isaiah son of Amoz saw against Babylon. On a level mountain raise a signal, lift up your voice to them; do not fear; exhort with the hand; open, you rulers.” After the prophecies of what would happen at the coming of Christ, he begins another subject, that against Babylon; then next he sets the second, concerning the Philistines; after which the third is that against Moab; then that against Damascus, and after these the vision of Egypt; then sixth the vision of Idumea; then the oracle on Arabia; which is followed by the vision of the valley of Zion; and after all, the vision of Tyre. These are ten connected prophecies about the foreign nations, among which he has also included the valley of Zion, calling the people of the Jews together with the foreigners. Why, then, does he mention only these, as if by choice, and not other nations as well? We shall say that at that time no others troubled the Jews except those listed, rising up against them continually, now sacking Jerusalem, now ravaging their land. Therefore the Word necessarily taught the besieged what would happen to those very besiegers. And he proclaims to them the good news of knowledge through Christ and promises of good things; and he preaches universally to all the word concerning the judgment of God, urging all people to live godly lives, mindful of God’s judgment seat. First, then, he sets the vision against Babylon, having spoken first, at the beginning of the whole book, the one against Jerusalem. For since there is no respect of persons with God, he began from his own people, and turns his word back to them again; and of the foreign nations he puts Babylon first. This was the royal city of the Assyrians, very great and very powerful. The Assyrians are said to have been the first to rule the world, for a full thirteen hundred years, down to those who besieged Jerusalem and led the people of the Jews captive into their own land. For upon this deed of the Assyrians, at once and not long afterwards, their power was destroyed. “Open, you rulers.” The divine Spirit in the prophet utters this in the person of God the Word. It is he, then, who commands the angels around him to open doors that were shut, and to command those within to come forth, to come and hasten to the punishment of the ungodly. I think that by these words is indicated the place set apart for the opposing powers, in which they are shut up as in a prison. And is not this perhaps the so-called abyss, which the saying “Dragons and all abysses” teaches to be full of dragons? Hence the demons too besought the Savior not to send them away, when they said: “You have come before the time to torment us.” For they knew that there would be a time for their shutting up in the abyss. “I give the order and I lead them.” Who these are he sets out next, making it plain and saying: “Giants come to fulfil my wrath, rejoicing and insolent together.” Theodotion translated in agreement with the Seventy, saying: “And indeed I called my giants”; but Aquila and Symmachus translated “mighty ones” instead of “giants.”
13.2PG 24:183–191
Οὕτω δὲ καλεῖ τὰς τιμωρητικὰς δυνάμεις, δι' ὧν τὰ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς πληροῦται. Ἐπιχαίρουσι κακοί τινες, οὗτοι οἱ λεγόμενοι γίγαντες, ὥσπερ τὰ κατ᾿ εὐχὰς πράττοντες· χαίροντες ἐπὶ τῷ ὑβρίζειν καὶ κολάζειν τοὺς ἀσεβεῖς, ἅτε δὴ μὴ ἔχοντες σπλάγχνα οἰκτιρμῶν. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν. Φωνή βασιλέων καὶ ἐθνῶν συνηγμένων. Οἱ μέλλοντες τότε τῇ τιμωρίᾳ παραδίδοσθαι φωνάς ἀφήσουσι, τὰ ἑαυτῶν ἐξομολογούμενοι κακά· ὁμοῦ δὲ καὶ κατὰ ταὐτὸν τὰ ἔθνη πάντα, καὶ οἱ τούτων βασιλεῖς, μίαν τὴν αὐτὴν ἀποδώσουσι φωνὴν, ὀλοφυρόμενοι τὰς ἑαυτῶν συμφοράς. Οἱ δὲ ἀνωτέρω γίγαντες ὀνομασθέντες ὁπλομάχοι ἐνταῦθα λέγονται, μακρὰν ὄντες πάλαι, καὶ ὥσπερ ἐν θεμελίοις τοῦ οὐρανοῦ ἀποκεκλεισμένοι· οὓς, ὅτε καιρὸς καλεῖ, προστάττει ἔρχεσθαι ὁ τῶν ὅλων κριτὴς ἐπὶ τῷ καταφθεῖραι πᾶσαν τὴν τῶν κακῶν οἰκουμένην, μετὰ τὸν ἀφορισμὸν τῶν δικαίων. Ἐπεὶ καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐπὶ θρόνου δόξης αὐτοῦ τοὺς ἐκ δεξιῶν πρωτους ἐπὶ τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν πρὸ καταβολῆς κόσμου καλεῖ· ὧν παραληφθέντων καὶ εἰσαχθέντων ἐπὶ τὴν ἐπαγγελίαν, ἐπὶ τα λοιπὰ ἔθνη τὰ ἐν τοῖς ἀριστεροῖς εὑρεθησόμενα ἡ ἀπειλὴ τοῦ πυρὸς ἐξενήνεκται. Ὀλολύζετε· ἐγγὺς γὰρ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ Κυρίου ἤξει. Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει · ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης. Οὔπω οὖν, φησὶν, ἐπέστη τὰ ἠπειλημένα· μέλλει δὲ ὅσον οὔπω. Διὸ προλαβόντες, κλαυθμῷ καὶ θρήνῳ, καὶ ὀλολυγῇ ἐξιλεώσασθε τὰ ἑαυτῶν κακά· μέλλει γὰρ ἡ προλεχθεῖσα ἡμέρα τῆς ὀργῆς τοῦ Θεοῦ ἐφίστασθαι. Η πρέσβεις ἐνταῦθα καλεῖ τοὺς προϊσταμένους τῶν τῆς ἀθεότητος λόγων, καὶ τοὺς πρεσβεύοντας ὑπὲρ τῆς εἰδωλολατρείας πλάνης, τούς τε διδασκάλους τῶν ἀθέων καὶ ἀσεβῶν δογμάτων, οὓς μετελεύσεται τὰ κατηριθμημένα πάντα. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ, τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ οἱκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Κατὰ γὰρ τὸν τῆς συντελείας καιρὸν οὔθ᾽ ὁ ἥλιος, οὔθ᾽ ἡ σελήνη, οὔθ᾽ οἱ ἀστέρες τοῖς κολάσει καὶ τιμωρίᾳ παραδοθησομένοις ἀσεβέσι τὸ ἑαυτῶν φῶς οὐ δώσουσι. Μεταβάλλοντες δὲ καὶ οἱ φωστῆρες ἀπὸ τῆς ἑαυτῶν ὑπηρεσίας ἐπὶ ἑτέραν ἥξουσι κρείττονα λῆξιν, ὥσπερ τινὸς παλιγγενεσίας τευξόμενοι, καὶ μηκέτι μὲν τῇ τῶν σωμάτων δουλεύοντες ματαιότητι, ἐλευθερούμενοι δὲ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, κατὰ τὸν ἀποστολικὸν λόγον. Οὐρανὸν τοιγαροῦν λέγει ἢ τὰς οὐρανίας δυνάμεις, ἢ καὶ αὐτὴν τὴν κτίσιν συναγανακτοῦσαν τῷ Θεῷ ἐπὶ ἀπονοίᾳ, καὶ ἀλαζονείᾳ, καὶ ἀθεότητι. Καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων· ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπος εἰς τὴν χώραν αὐτοῦ φεύξεται. Φεύξονται μὲν γὰρ οἱ φεύγοντες, δεξιοῦ τινος τυχεῖν, ἢ καταφυγὴν εὐράσθαι παρά τινι τῶν γνωρίμων, οὐ μὴν εὐρήσουσι·
Houtō de kalei tas timōrētikas dynameis, di' hōn ta tēs kata tōn asebōn orgēs plēroutai. Epichairousi kakoi tines, houtoi hoi legomenoi gigantes, hōsper ta kat᾿ euchas prattontes; chairontes epi tǭ hybrizein kai kolazein tous asebeis, hate dē mē echontes splanchna oiktirmōn. Phōnē ethnōn pollōn epi tōn oreōn, homoia ethnōn pollōn. Phōnē basileōn kai ethnōn synēgmenōn. Hoi mellontes tote tę̄ timōrią paradidosthai phōnas aphēsousi, ta heautōn exomologoumenoi kaka; homou de kai kata tauton ta ethnē panta, kai hoi toutōn basileis, mian tēn autēn apodōsousi phōnēn, olophyromenoi tas heautōn symphoras. Hoi de anōterō gigantes onomasthentes hoplomachoi entautha legontai, makran ontes palai, kai hōsper en themeliois tou ouranou apokekleismenoi; hous, hote kairos kalei, prostattei erchesthai ho tōn holōn kritēs epi tǭ kataphtheirai pasan tēn tōn kakōn oikoumenēn, meta ton aphorismon tōn dikaiōn. Epei kai en tois Euangeliois ho Huios tou anthrōpou kathēmenos epi thronou doxēs autou tous ek dexiōn prōtous epi tēn hētoimasmenēn autois basileian pro katabolēs kosmou kalei; hōn paralēphthentōn kai eisachthentōn epi tēn epangelian, epi ta loipa ethnē ta en tois aristerois heurethēsomena hē apeilē tou pyros exenēnektai. Ololyzete; engys gar hēmera Kyriou, kai syntribē para tou Kyriou ēxei. Dia touto pasa cheir eklythēsetai, kai pasa psychē anthrōpou deiliasei ; tarachthēsontai hoi presbeis, kai ōdines autous hexousin, hōs gynaikos tiktousēs. Oupō oun, phēsin, epestē ta ēpeilēmena; mellei de hoson oupō. Dio prolabontes, klauthmǭ kai thrēnǭ, kai ololygę̄ exileōsasthe ta heautōn kaka; mellei gar hē prolechtheisa hēmera tēs orgēs tou Theou ephistasthai. Ē presbeis entautha kalei tous proïstamenous tōn tēs atheotētos logōn, kai tous presbeuontas hyper tēs eidōlolatreias planēs, tous te didaskalous tōn atheōn kai asebōn dogmatōn, hous meteleusetai ta katērithmēmena panta. Hoi gar asteres tou ouranou, kai ho Ōriōn, kai pas ho kosmos tou ouranou, to phōs ou dōsousi, kai skotisthēsetai tou hēliou anatellontos, kai hē selēnē ou dōsei to phengos autēs. Kai enteloumai tę̄ hoikoumenę̄ holę̄ kaka, kai tois asebesi tas hamartias autōn; kai apolō hybrin anomōn, kai hybrin hyperēphanōn tapeinōsō. Kata gar ton tēs synteleias kairon outh᾽ ho hēlios, outh᾽ hē selēnē, outh᾽ hoi asteres tois kolasei kai timōrią paradothēsomenois asebesi to heautōn phōs ou dōsousi. Metaballontes de kai hoi phōstēres apo tēs heautōn hypēresias epi heteran hēxousi kreittona lēxin, hōsper tinos palingenesias teuxomenoi, kai mēketi men tę̄ tōn sōmatōn douleuontes mataiotēti, eleutheroumenoi de apo tēs douleias tēs phthoras, kata ton apostolikon logon. Ouranon toigaroun legei ē tas ouranias dynameis, ē kai autēn tēn ktisin synaganaktousan tǭ Theǭ epi aponoią, kai alazoneią, kai atheotēti. Kai esontai hoi kataleleimmenoi hōs dorkadion pheugon, kai hōs probaton planōmenon, kai ouk estai ho synagōn; hōste anthrōpon eis ton laon autou apostraphēnai, kai anthrōpos eis tēn chōran autou pheuxetai. Pheuxontai men gar hoi pheugontes, dexiou tinos tychein, ē kataphygēn eurasthai para tini tōn gnōrimōn, ou mēn eurēsousi;
So he calls the punishing powers, through whom the wrath against the ungodly is fulfilled. Certain evil beings, these so-called giants, exult as though doing what they had prayed for, rejoicing in insulting and punishing the ungodly, since they have no bowels of compassion. “A voice of many nations on the mountains, like that of many nations; a voice of kings and of nations gathered together.” Those who are then to be handed over to punishment will let out cries, confessing their own evils; and together, at the same time, all the nations and their kings will give one and the same cry, lamenting their own calamities. Those named giants above are here called armed warriors, who were of old far off, shut away as it were in the foundations of heaven; these, when the time calls, the judge of all commands to come to destroy the whole world of the wicked, after the separation of the righteous. For in the Gospels too the Son of Man, sitting on the throne of his glory, first calls those on his right to the kingdom prepared for them before the foundation of the world; and when they have been taken and brought into the promise, the threat of fire is pronounced against the remaining nations found on the left. “Howl, for the day of the Lord is near, and destruction will come from the Lord. Therefore every hand shall be weakened, and every soul of man shall be afraid; the elders shall be troubled, and pangs shall seize them like a woman in labor.” What is threatened has not yet come, he says, but it is all but upon you. Therefore, anticipating it, make amends for your evils with weeping and lamentation and howling; for the day of God’s wrath already foretold is about to come. Or here he calls “elders” those who preside over the doctrines of godlessness, those who act as ambassadors for the error of idolatry, and the teachers of godless and impious doctrines, whom all the things enumerated will overtake. “For the stars of heaven, and Orion, and all the ornament of heaven will not give their light, and it will be dark when the sun rises, and the moon will not give its light. And I will command evils for the whole world, and for the ungodly their sins; and I will destroy the insolence of the lawless and humble the insolence of the proud.” For at the time of the consummation neither the sun nor the moon nor the stars will give their light to the ungodly who are to be handed over to chastisement and punishment. And the luminaries too, changing from their own service, will come to another, better lot, as if obtaining a kind of regeneration, no longer serving the vanity of bodies but being set free from the bondage of corruption, according to the apostolic saying. By “heaven,” then, he means either the heavenly powers, or creation itself sharing God’s indignation at folly, arrogance and godlessness. “And those who are left shall be like a fleeing fawn and like a straying sheep, and there shall be none to gather them, so that a man shall turn back to his own people, and a man shall flee to his own land.” For the fugitives will flee, hoping to find some kindness or a refuge with some acquaintance, but they will not find it;
13.3PG 24:183–191
Οὐκ ἔσται γὰρ ὁ συνάγων αὐτούς. Ὃς γὰρ ἂν ἁλῷ, ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ, πεσοῦνται μαχαίρᾳ. Κἄν τινες οὖν, φησὶν, ἐν αὐτοῖς πειραθεῖεν φυγῇ τὴν σωτηρίαν πορίσασθαι · καὶ οὗτοι εὐάλωτοι γενήσονται, οὐ δόρκοις τελείοις ἀποπηδῶσι, κοῦφόν τε καὶ ταχὺν ποιουμένοις τὸν δρόμον ἐοικότες, ἀλλὰ δορκαδίοις. Καὶ τὰ τέκνα αὐτῶν ῥήξουσιν ἐνώπιον αὐτῶν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. Ὁμοίως γὰρ ἄρα τοῖς κολαζομένοις ἀνδράσι καὶ τὰς τούτων γυναῖκας ἀθέους καὶ ἀσεβεῖς καὶ τὰς γειναμένας ταῖς ἴσαις ὑποβάλλουσι τιμωρίαις, ὥσπερ οὖν καὶ τὰ τέκνα αὐτῶν τὰ ἀσεβῆ, τὰς οἰκείας, καὶ τῇ τῶν τρόπων αὐτῶν μοχθηρίᾳ ἐξοικειωθείσας καὶ παρομοιωθείσας ψυχάς. Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἱ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι, τοξεύματα νεανίσκων συντρίψουσι. Μέγα μὲν γὰρ αὐτοῖς ἐπὶ ταῖς τοξείαις τὸ φύσημα, καὶ τὸ εὐτεχνὲς ἐν τούτοις ποιοῦνται περὶ πολλοῦ· ἀλλ᾽ ἥττους ἔσονται τῶν ἐχθρῶν. Σκληροὶ δὲ οὕτω καὶ ἀφιλοικτίρμονες οἱ νενικηκότες, ὡς μηδὲ τῆς ἐλεεινῆς ἡλικίας φειδώ ποιεῖσθαί τινα. Τῷ δὲ φάσκοντι λόγῳ, Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, μαρτυρεῖ ἡ τῆς ἱστορίας ἔκβασις, ἀνάγραπτος οὖσα παρὰ τοῖς Ἑλλήνων τὰ Χαλδαϊκὰ καὶ τὰ ᾿Ασσυριακά συγγραψαμένοις, τοῖς τε τὰ Μηδικὰ ἱστορηκόσιν· ὧν καὶ ἡμεῖς πλείστας ἀνελεξάμεθα μαρτυρίας ἐν τοῖς πονηθεῖσιν ἡμῖν Χρονικοῖς συγγράμμασι. Φαίνονται τοίνυν Μῆδοι τὴν Ασσυρίων καθελόντες ἀρχήν· τούτους τε Κῦρος ὑποτάξας ὁ Περσῶν βασιλεὺς πρῶτος, ὁ καὶ τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων ἀνείς· καὶ δοὺς ἐξουσίαν τοῖς θέλουσιν αὐτῶν εἰς τὴν οἰκείαν ἐπανιέναι χώραν, καὶ ἀνεγείρειν τὸν ναὸν τοῦ Θεοῦ. Καὶ ἔσται Βαβυλών, ἢ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα. 'Αοίκητος δὲ καὶ παντελῶς ἔρημος εἰσέτι καὶ νῦν ὁρᾶται ἡ Βαβυλών· μάρτυρες δὲ τούτων οἱ ἐκ τῶν τόπων ἐκείνων πρὸς ἡμᾶς ἀφικνούμενοι. Οὐδ᾽ οὐ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδ᾽ οὐ μὴ διέλθωσιν αὐτὴν ῎Αραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ. Οὕτω δηλουμένων, ὡς οἶμαι, τῶν παρ᾿ ἡμῖν καλουμένων Σαρακηνῶν, οἳ, τὰς πραγματείας ποιούμενοι, καὶ ἐπ᾿ αὐτῆς Βαβυλῶνος τὸ παλαιὸν ἐσκηνοποιοῦντο. Φευκτὸς δὲ οὕτω καὶ τοῖς ὁμόροις, καὶ τοῖς ἐξ ἔθνους μακροῦ περινοστοῦσιν αὐτὴν, ὡς μηδὲ ποιμένας τοὺς ἐξ ᾿Αράβων κατανεμῆσαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ, διά τοι τὸ ἠρημῶσθαι παντελῶς. Ἰστέον δὲ, ὅτι τὰ Σαρακηνῶν ἔθνη, καὶ μέχρις αὐτῆς διήκοντα τῆς ᾿Ασσυρίων καὶ τὴν ἐσωτάτω νεμόμενα ἔρημον, ῎Αραβας ὀνομάζει· γείτονα γὰρ ἔχουσι τὴν ᾿Αράβων χώραν. Καὶ ἀναπαύσονται ἐκεῖ θηρία· καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου· καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται, καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν· καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν, ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ. Τῶν μὲν οὖν ἡμέρων καὶ λογικῶν ζώων ἔρημον καταστήσας τὴν Βαβυλῶνα, οὐδὲν οἰκήσειν θεσπίζει · θηρία δέ τινα ἄδηλα ἡμῖν καὶ ἄγνωστα, δαίμονάς τινας καὶ πνεύματά τινα ἀπηνῆ καὶ ἀνήμερα ἔσεσθαι ἐν αὐτῇ φησι. Διὸ ἀντὶ τοῦ, «θηρία, σείειν, οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι· καὶ ἀντὶ τοῦ, σειρῆνες, στρουθοκαμήλους, εἰρήκασι · καὶ ἀντὶ τοῦ, ὀνοκένταυροι, σείειν, ἀνέγραψαν, αὐτῇ χρησάμενοι τῇ Ἑβραῖδι φωνῇ διὰ τὸ ἄδηλον τῆς ἑρμηνείας· ἀλλὰ καὶ ἀντὶ, «ἐχίνων, ὁμοίως οἱ τρεῖς ἑρμηνευταὶ, σειρῆνας, ἡρμήνευσαν· τάχα που διὰ τὸ ἀπατηλὸν τῶν τοιούτων δαιμόνων. Ἐπεὶ παρ' Ἕλλησιν ἡδύφωνοί τινες αὗται καὶ ἀπατηλοὶ γεγενῆσθαι μνημονεύονται. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ.) Απας γε μὴν καὶ νομιζόμενος παρὰ ἀνθρώποις μακρότατος εἶναι χρόνος βραχύτατος παρὰ τῷ θεῷ κριτῇ λελόγισται. Χίλια οὖν ἔτη ἐνώπιον αὐτοῦ ὡς ἡμέρα ἡ χθὲς λελόγισται, καὶ ὡς φυλακὴ ἐν νυκτί. ᾿Αλλὰ καὶ οὐκ εἰς μακροὺς τῶν χρόνων κύκλους τῆς ἐκβάσεως τὰ θεσπισθέντα ἔτυχε, τὰ προῤῥηθέντα παθούσης τῆς Βαβυλῶνος ἐπὶ τῆς Μήδων ἀρχῆς.
Ouk estai gar ho synagōn autous. Hos gar an halǭ, hēttēthēsetai, kai hoitines synēgmenoi eisi, pesountai machairą. Kan tines oun, phēsin, en autois peiratheien phygę̄ tēn sōtērian porisasthai ; kai houtoi eualōtoi genēsontai, ou dorkois teleiois apopēdōsi, kouphon te kai tachyn poioumenois ton dromon eoikotes, alla dorkadiois. Kai ta tekna autōn rhēxousin enōpion autōn, kai tas oikias autōn pronomeusousi, kai tas gynaikas autōn hexousin. Homoiōs gar ara tois kolazomenois andrasi kai tas toutōn gynaikas atheous kai asebeis kai tas geinamenas tais isais hypoballousi timōriais, hōsper oun kai ta tekna autōn ta asebē, tas oikeias, kai tę̄ tōn tropōn autōn mochthērią exoikeiōtheisas kai paromoiōtheisas psychas. Idou epegerō hymin tous Mēdous, hoi ou logizontai argyrion, oude chrysiou chreian echousi, toxeumata neaniskōn syntripsousi. Mega men gar autois epi tais toxeiais to physēma, kai to eutechnes en toutois poiountai peri pollou; all᾽ hēttous esontai tōn echthrōn. Sklēroi de houtō kai aphiloiktirmones hoi nenikēkotes, hōs mēde tēs eleeinēs hēlikias pheidō poieisthai tina. Tǭ de phaskonti logǭ, Idou epegerō hymin tous Mēdous, martyrei hē tēs historias ekbasis, anagraptos ousa para tois Hellēnōn ta Chaldaïka kai ta ᾿Assyriaka syngrapsamenois, tois te ta Mēdika historēkosin; hōn kai hēmeis pleistas anelexametha martyrias en tois ponētheisin hēmin Chronikois syngrammasi. Phainontai toinyn Mēdoi tēn Assyriōn kathelontes archēn; toutous te Kyros hypotaxas ho Persōn basileus prōtos, ho kai tēn aichmalōsian tōn Ioudaiōn aneis; kai dous exousian tois thelousin autōn eis tēn oikeian epanienai chōran, kai anegeirein ton naon tou Theou. Kai estai Babylōn, ē kaleitai endoxos apo basileōs Chaldaiōn, hon tropon katestrepsen ho Theos Sodoma kai Gomorrha, ou katoikēthēsetai eis ton aiōna. 'Aoikētos de kai pantelōs erēmos eiseti kai nyn horatai hē Babylōn; martyres de toutōn hoi ek tōn topōn ekeinōn pros hēmas aphiknoumenoi. Oud᾽ ou mē eiselthōsin eis autēn dia pollōn geneōn, oud᾽ ou mē dielthōsin autēn ᾿Arabes, oude poimenes ou mē anapausōntai en autę̄. Houtō dēloumenōn, hōs oimai, tōn par᾿ hēmin kaloumenōn Sarakēnōn, hoi, tas pragmateias poioumenoi, kai ep᾿ autēs Babylōnos to palaion eskēnopoiounto. Pheuktos de houtō kai tois homorois, kai tois ex ethnous makrou perinostousin autēn, hōs mēde poimenas tous ex ᾿Arabōn katanemēsai ti tōn idiōn thremmatōn en autę̄, dia toi to ērēmōsthai pantelōs. Isteon de, hoti ta Sarakēnōn ethnē, kai mechris autēs diēkonta tēs ᾿Assyriōn kai tēn esōtatō nemomena erēmon, ᾿Arabas onomazei; geitona gar echousi tēn ᾿Arabōn chōran. Kai anapausontai ekei thēria; kai emplēsthēsontai hai oikiai ēchou; kai anapausontai ekei seirēnes, kai daimonia ekei orchēsontai, kai onokentauroi ekei katoikēsousin; kai nossopoiēsousin echinoi en tois oikois autōn, tachy erchetai kai ou chroniei. Tōn men oun hēmerōn kai logikōn zōōn erēmon katastēsas tēn Babylōna, ouden oikēsein thespizei ; thēria de tina adēla hēmin kai agnōsta, daimonas tinas kai pneumata tina apēnē kai anēmera esesthai en autę̄ phēsi. Dio anti tou, «thēria, seiein, hoi loipoi hermēneutai ekdedōkasi; kai anti tou, seirēnes, strouthokamēlous, eirēkasi ; kai anti tou, onokentauroi, seiein, anegrapsan, autę̄ chrēsamenoi tę̄ Hebraidi phōnę̄ dia to adēlon tēs hermēneias; alla kai anti, «echinōn, homoiōs hoi treis hermēneutai, seirēnas, hērmēneusan; tacha pou dia to apatēlon tōn toioutōn daimonōn. Epei par' Hellēsin hēdyphōnoi tines hautai kai apatēloi gegenēsthai mnēmoneuontai. Tachy erchetai, kai ou chroniei.) Apas ge mēn kai nomizomenos para anthrōpois makrotatos einai chronos brachytatos para tǭ theǭ kritę̄ lelogistai. Chilia oun etē enōpion autou hōs hēmera hē chthes lelogistai, kai hōs phylakē en nykti. ᾿Alla kai ouk eis makrous tōn chronōn kyklous tēs ekbaseōs ta thespisthenta etyche, ta prorrhēthenta pathousēs tēs Babylōnos epi tēs Mēdōn archēs.
“For there shall be none to gather them. For whoever is caught shall be defeated, and those who are gathered shall fall by the sword.” Even if some of them, he says, should try to win safety by flight, these too will be easily caught, being like not full-grown gazelles that leap away, making their course light and swift, but young fawns. “And they shall dash their children to pieces before them, and plunder their houses, and take their wives.” For like the men who are punished, they subject their godless and impious wives and mothers too to equal punishments, as also their impious children, the souls akin to them, made like them and brought into kinship by the badness of their ways. “Behold, I will stir up against you the Medes, who do not reckon silver, nor have need of gold; they will break the bows of the young men.” For they have great pride in their archery and set much store by their skill in it; but they will be weaker than their enemies. And the victors are so hard and pitiless as to show no mercy even to the pitiable age of childhood. To the saying, “Behold, I will stir up against you the Medes,” the outcome of history bears witness, recorded by the Greeks who wrote Chaldean and Assyrian history and by those who wrote Median history; from whom we too have collected very many testimonies in our Chronicles, on which we labored. The Medes, then, evidently overthrew the empire of the Assyrians; and Cyrus, king of the Persians, first subdued them, he who also released the captivity of the Jews and gave those of them who wished authority to return to their own land and raise up the temple of God. “And Babylon, which is called glorious by the king of the Chaldeans, shall be as when God overthrew Sodom and Gomorrah; it shall not be inhabited forever.” Babylon is seen uninhabited and utterly deserted even now; and witnesses of this are those who come to us from those places. “Nor shall they enter it for many generations, nor shall Arabs pass through it, nor shall shepherds rest in it.” By this, I think, are indicated those called among us Saracens, who, engaging in trade, used of old to pitch their tents even at Babylon itself. It is so shunned both by its neighbors and by those who travel about it from a distant nation that not even the shepherds of the Arabs pasture any of their flocks in it, because it is utterly desolate. One should know that he calls Arabs the Saracen nations, which extend as far as the land of the Assyrians and range over the innermost desert; for they have the land of the Arabs as their neighbor. “And wild beasts shall rest there, and the houses shall be filled with echo; and sirens shall rest there, and demons shall dance there, and onocentaurs shall dwell there; and hedgehogs shall make their nests in their houses; it comes quickly and will not delay.” Having made Babylon empty of tame and rational living beings, he prophesies that none will dwell there; but he says that there will be in it certain wild beasts unknown and unfamiliar to us, certain demons and harsh and savage spirits. Therefore for “wild beasts” the other translators have given “siim,” and for “sirens” they said “ostriches,” and for “onocentaurs” they wrote “siim,” using the Hebrew word itself because of the obscurity of the translation; and for “hedgehogs” the three translators likewise rendered “sirens,” perhaps because of the deceitfulness of such demons. For among the Greeks these are recorded to have been sweet-voiced and deceitful beings. “It comes quickly and will not delay.” Indeed, even what is thought among human beings to be a very long time is reckoned very short with God the judge. For a thousand years in his sight are reckoned as yesterday, a day that is past, and as a watch in the night. Moreover, what was prophesied came to pass not after long cycles of time, Babylon suffering what was foretold under the empire of the Medes.
Chapter 14
14.1PG 24:191–199
Καὶ ἐλεήσει Κύριος τὸν Ἰακώβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται πρὸς αὐτούς· καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ. Καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς εἰς δούλους καὶ δούλας, καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτούς. Ακολούθως τοίνυν μετὰ τὰ προλεχθέντα κατὰ τῆς Βαβυλῶνος, διὰ τούτων τὴν ἐπὶ Κύρου γενομένην ἐπιστροφὴν τοῦ τῶν Ἰουδαίων λαοῦ τὴν ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν Ἱερουσαλὴμ σημαίνει, διδάσκων, ὡς ἀναπαύσονται ἐπὶ τῆς ἑαυτῶν χώρας ἐπανελθόντες, καὶ ὡς ὁ γειώρας προστεθήσεται αὐτοῖς. ᾿Αντὶ δὲ τοῦ, ὁ γειώρας, οἱ λοιποὶ ἑρμηνευταὶ, ὁ προσήλυτος, ἡρμήνευσαν. Ούτω γὰρ εὖ πράξειν αὐτοὺς ἐπὶ τῆς ἑαυτῶν γῆς φησιν, ὡς καὶ ἀλλοφύλους ἀντιποιηθῆναι τῆς αὐτῶν θεοσεβείας, γενέσθαι τε προσηλύτους, καὶ προστεθῆναι τῷ οἴκῳ Ἰακώβ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπαύσει Κύριός σε ἀπὸ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου, καὶ τῆς δουλείας σου τῆς σκληρᾶς, ἧς ἐδούλευσας, αὐτοῖς· καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ βασιλέα Βαβυλῶνος· Πέρσαι γὰρ καὶ Μῆδοι, πᾶσαν ᾿Ασσυρίων ἀρχὴν, καὶ αὐτοὺς τοὺς Βαβυλωνίους, ὑποχειρίους λαβόντες, τῇ ἑαυτῶν ὑπέταξαν δυνάμει. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς αναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; Συνέτριψε Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων, πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ. Παίων ἔθνος πληγὴν θυμοῦ, ἢ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς. Πᾶσα ἡ γῆ βοᾷ μετ᾿ εὐφροσύνης. Καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου· ἀφ᾿ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Κέδροι τοίνυν καὶ πίτυες, κατὰ τὸν Σύμμαχον πάλιν ἀλληγορικῶς τυράννους τινὰς ἐπηρμένους σημαίνουσιν, ὑπὸ τῆς Βαβυλωνίας πολιορκηθέντας καὶ τῆς οἰκείας ἀποκοπέντας χώρας· οὓς εἰκὸς ἦν ἐπιχαρῆναι τῇ πτώσει τοῦ δηλουμένου. "Αδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. Ἐροῦμεν δὲ καὶ ἡμεῖς εἰκότως τῷ Σατανᾷ, οἱ πάλαι μὲν παρ' ἐκείνου πεπορθημένοι · ἑδραῖον δὲ λοιπὸν ἐσχηκότες ἐν Χριστῷ τὸ φρόνημα, καὶ νοῦν εἰς εὐσέβειαν ἀσφαλῆ καὶ ἐῤῥιζωμένον, καὶ καρδίαν εὐθαλεστάτην· ᾿Αφ᾽ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Πάντες ἀποκριθήσονται καὶ ἐροῦσί σοι· Καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης. Κατέβη εἰς ἄδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου. Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῖ ἀνατέλλων: συνετρίβη πρὸς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη;» Οἱ μὲν ἐπὶ γῆς ὄντες, φησὶ, τὰ ἀνωτέρω εἰρημένα φήσουσιν οἱ δὲ τὸν ἀνθρώπινον ἀπαλλάξαντες βίον, καὶ ὥσπερ ἐν δεσμοῖς τοῖς τοῦ ᾅδου χωρίοις ἀπολειφθέντες, καὶ αὐτοὶ τῇ ἀπωλείᾳ αὐτοῦ λέξουσι τὰ ἐπιφερόμενα. Φθάσας δὲ τοὺς ἐκεῖ πάντας ὁ ἄδης, καὶ ἡ ἐφεστῶσα ταῖς τῶν τεθνηκότων ψυχαῖς δύναμις, ὥσπερ τις δεσμωτηρίου τυγχάνουσα φρουρός, κάτωθεν ἐκ τῶν σκοτεινῶν μυχῶν μετὰ θυμοῦ καὶ ὀργῆς ἐπαναστήσεταί σοι.
Kai eleēsei Kyrios ton Iakōb, kai eklexetai eti ton Israēl, kai anapausontai epi tēs gēs autōn, kai ho geiōras prostethēsetai pros autous; kai prostethēsetai pros ton oikon Iakōb. Kai lēpsontai autous ethnē, kai eisaxousin eis ton topon autōn, kai kataklēronomēsousi, kai plēthynthēsontai epi tēs gēs eis doulous kai doulas, kai esontai aichmalōtoi hoi aichmalōteusantes autous, kai kyrieuthēsontai hoi kyrieusantes autous. Akolouthōs toinyn meta ta prolechthenta kata tēs Babylōnos, dia toutōn tēn epi Kyrou genomenēn epistrophēn tou tōn Ioudaiōn laou tēn apo tēs polemias epi tēn Hierousalēm sēmainei, didaskōn, hōs anapausontai epi tēs heautōn chōras epanelthontes, kai hōs ho geiōras prostethēsetai autois. ᾿Anti de tou, ho geiōras, hoi loipoi hermēneutai, ho prosēlytos, hērmēneusan. Outō gar eu praxein autous epi tēs heautōn gēs phēsin, hōs kai allophylous antipoiēthēnai tēs autōn theosebeias, genesthai te prosēlytous, kai prostethēnai tǭ oikǭ Iakōb. Kai estai en tę̄ hēmerą ekeinę̄, anapausei Kyrios se apo tēs odynēs kai tou thymou sou, kai tēs douleias sou tēs sklēras, hēs edouleusas, autois; kai lēpsę̄ ton thrēnon touton epi basilea Babylōnos; Persai gar kai Mēdoi, pasan ᾿Assyriōn archēn, kai autous tous Babylōnious, hypocheirious labontes, tę̄ heautōn hypetaxan dynamei. Kai ereis en tę̄ hēmerą ekeinę̄; Pōs anapepautai ho apaitōn, kai anapepautai ho epispoudastēs? Synetripse Kyrios ton zygon tōn hamartōlōn, ton zygon tōn archontōn, pataxas ethnos thymǭ plēgę̄ aniatǭ. Paiōn ethnos plēgēn thymou, ē ouk epheisato, anepausato pepoithōs. Pasa hē gē boą met᾿ euphrosynēs. Kai ta xyla tou Libanou euphranthēsan epi soi, kai hē kedros tou Libanou; aph᾿ hou sy kekoimēsai, ouk anebē ho koptōn hēmas. Kedroi toinyn kai pityes, kata ton Symmachon palin allēgorikōs tyrannous tinas epērmenous sēmainousin, hypo tēs Babylōnias poliorkēthentas kai tēs oikeias apokopentas chōras; hous eikos ēn epicharēnai tę̄ ptōsei tou dēloumenou. "Adēs katōthen epikranthē synantēsas soi; synēgerthēsan soi pantes hoi gigantes hoi arxantes tēs gēs, hoi egeirantes ek tōn thronōn autōn pantas basileis ethnōn. Eroumen de kai hēmeis eikotōs tǭ Sataną, hoi palai men par' ekeinou peporthēmenoi ; hedraion de loipon eschēkotes en Christǭ to phronēma, kai noun eis eusebeian asphalē kai errhizōmenon, kai kardian euthalestatēn; ᾿Aph᾽ hou sy kekoimēsai, ouk anebē ho koptōn hēmas. Pantes apokrithēsontai kai erousi soi; Kai sy healōs, hōsper kai hēmeis; en hēmin de katelogisthēs. Katebē eis adou hē doxa sou, hē pollē euphrosynē sou. Hypokatō sou strōsousi sēpsin, kai to katakalymma sou skōlēx. Pōs exepesen ek tou ouranou ho Heōsphoros ho prōi anatellōn: synetribē pros tēn gēn ho apostellōn pros panta ta ethnē?» Hoi men epi gēs ontes, phēsi, ta anōterō eirēmena phēsousin hoi de ton anthrōpinon apallaxantes bion, kai hōsper en desmois tois tou hądou chōriois apoleiphthentes, kai autoi tę̄ apōleią autou lexousi ta epipheromena. Phthasas de tous ekei pantas ho adēs, kai hē ephestōsa tais tōn tethnēkotōn psychais dynamis, hōsper tis desmōtēriou tynchanousa phrouros, katōthen ek tōn skoteinōn mychōn meta thymou kai orgēs epanastēsetai soi.
“And the Lord will have mercy on Jacob, and will yet choose Israel, and they shall rest upon their land; and the sojourner shall be added to them, and shall be added to the house of Jacob. And nations shall take them and bring them into their place, and they shall possess it and be multiplied upon the land as male and female slaves; and those who took them captive shall be captives, and those who ruled them shall be ruled.” Consistently, then, after what was foretold against Babylon, he signifies by these words the return of the people of the Jews under Cyrus from the enemy’s land to Jerusalem, teaching that they will rest in their own land after returning, and that the sojourner will be added to them. Instead of “the sojourner,” the other translators rendered “the proselyte.” For he says they will prosper so well in their own land that foreigners too will lay claim to their worship of God, become proselytes, and be added to the house of Jacob. “And it shall come to pass in that day that the Lord will give you rest from your pain and your anger and your hard slavery with which you served them; and you shall take up this lament against the king of Babylon”; for the Persians and Medes, having taken the whole empire of the Assyrians and the Babylonians themselves under their hand, subjected them to their own power. “And you shall say in that day: How the exactor has ceased, and the taskmaster has ceased! The Lord has broken the yoke of sinners, the yoke of rulers, having struck a nation in fury with an incurable blow. Striking a nation with a blow of fury, which he did not spare, he rested confident. All the earth cries out with gladness. And the trees of Lebanon rejoiced over you, and the cedar of Lebanon: since you have fallen asleep, the one who cuts us down has not come up.” Cedars and pines, then, according to Symmachus, again allegorically signify certain exalted rulers, besieged by Babylonia and cut off from their own land, who would naturally rejoice at the fall of the one indicated. “Hades below was embittered on meeting you; all the giants who ruled the earth rose up together against you, those who raised from their thrones all the kings of the nations.” We too may fittingly say to Satan, we who of old were laid waste by him, but now have a mind made firm in Christ, an understanding steadfast and rooted in godliness, and a heart flourishing greatly: “Since you have fallen asleep, the one who cuts us down has not come up.” “All will answer and say to you: You too were taken, as we were, and you were counted among us. Your glory has gone down to Hades, your great gladness. Under you they shall spread corruption, and your covering shall be the worm. How has the Morning Star, rising early, fallen from heaven? He who sent to all the nations has been crushed to the earth!” Those who are on earth, he says, will say what was said above; but those who have departed human life and are left in the regions of Hades as in bonds will themselves say at his destruction what follows. And Hades, coming before all who are there, and the power set over the souls of the dead, being like a guard of a prison, will rise against you from below, out of the dark recesses, with fury and wrath.
14.2PG 24:191–199
Τούτου δὲ ὥσπερ ἄρχοντος τῶν ἐκεῖ κρατοῦντος τοῦ οἰκείου διεγερθέντος θρόνου, καὶ οἱ λοιποὶ πάντες γίγαντες, οἱ κατὰ τοὺς ἑρμηνευτὰς Ῥαφαΐμ, συνανέστησαν. Τίνες δὲ οὗτοι, διερμηνεύει λέγων· Οἱ ἄρχοντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν, καὶ τὰ αὐτὰ τῷ κατηγορουμένῳ βασιλεῖ Βαβυλῶνος πράξαντες. Οἱ καὶ γυμνὴν καὶ ἔρημον τοῦ σώματος τὴν τοῦ ποτε βασιλεύσαντος Βαβυλῶνος ψυχὴν ὁρῶντες φήσουσιν αὐτῇ· Καὶ σοῦ κρείττων γέγονε θάνατος, ὡς καὶ σὲ ὅμοιον ἡμῖν ἀπελέγξαι; Οὐδὲν ἄρα ἦν ὁ ὑπὲρ γῆν βίος, καὶ ὁ πλοῦτος καὶ ἡ δόξα, καὶ ἡ τοσαύτη δυναστεία· ἀλλὰ τῶν πάντων ἐκείνων πέρας γῆ καὶ σποδός διαδέξεται, σκώληξ τε καὶ σαρκῶν σῆψις. Ἡμεῖς δὲ σε οὐ θνητὸν ἐνομίζομεν· ἀπατώμενοι δὲ τῇ περὶ σὲ δόξῃ, τῷ κατ' οὐρανὸν λαμπροτάτῳ φωστῆρι, τῷ τὸν ἥλιον προσκαλουμένῳ Ἑωσφόρῳ ἀπεικάζομεν. Σὺ δὲ ἐπὶ σαυτῷ καὶ μείζονα τούτων ἐφρόνεις γαυριῶν, καὶ μανίᾳ φρενῶν ἀλαζονευόμενος, ὡς σαυτὸν τῷ ὑψίστῳ Θεῷ παραβάλλειν, καὶ ὑπὲρ τὰς οὐρανίας ἁψίδας τὸν σαυτοῦ θρόνον θήσειν φαντάζεσθαι. Ταῦτα μὲν οὖν περὶ σοῦ ἡμεῖς, θνητοῖς λογισμοῖς ἀπατώμενοι, διενοούμεθα· τοιαῦτα δὲ καὶ σὺ ἐπὶ σαυτῷ φρενῶν ἐκστάσει ἐφρόνεις. Ἦν δ' ἄρα καὶ τοῦ περὶ σὲ τέλους ἔλεγχος ὁ χρόνος καθ᾿ ὁ ἑάλως· οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίαν ἐσχηκὼς τελευτήν. Οἱ μὲν γὰρ ἐφ᾿ ἡσυχίας, ἡρέμα καὶ πράως ἐπὶ τῆς ἑαυτῶν ἐστίας, τὸ χρέος ἀπέδοσαν· σὺ δὲ, τῇ τῶν πολεμίων μαχαίρᾳ τὴν ζωὴν ἀφαιρεθείς, νεκρὸς ἄταφος ῥιφήσῃ, θηρσὶ βορὰ καὶ οἰωνοῖς ἐγκείμενας. Ἕως μὲν οὖν συνειστήκει ἡ Βαβυλών, βασίλειόν τε ἦν καὶ δυναστεία μεγάλη τῶν αὐτόθεν κρατούντων· τάχα που καὶ ἡ ἐπιστατοῦσα δύναμις αὐτοῖς τὰ μεγάλα συνέπραττεν· ἐπεὶ δὲ ἡφάνιστο ἡ βασιλεία τοῦ ἔθνους, καὶ ὁ ἐφεστὼς αὐτοῖς ἄρχων, ὡσπερεὶ πληρώσας τοὺς ἑαυτοῦ χρόνους, εἰς τὸν τῶν ὁμοίων αὐτῷ χῶρον παρελαμβάνετο, ἐν ᾧ συνήντησαν αὐτῷ πάντες οἱ Ῥαφαΐμ καλούμενοι, ἢ οἱ γίγαντες· οὗτοι δὲ καὶ αὐτοὶ δυνάμεις εἰσί τινες, αἳ, ὡς εἰκὸς, ἦσαν ἑτέρων ἐθνῶν κατὰ χρόνους οὐκ ὀρθῶς ἡγησάμεναι. Μήτι οὖν αὐτὸς οὗτος ὁ τῆς Βαβυλῶνος ἄρχων ποτὲ γεγονώς, τὴν ἑαυτοῦ γῆν διέφθειρε, Θεὸς παρ' αὐτοῖς νομιζόμενος, οὕτω δὲ καὶ τὸν ἑαυτοῦ λαὸν ἀπέκτεινε, καὶ τοὺς ἑαυτοῦ υἱοὺς σφαγῇ παραδέδωκεν, εἰς ἀπώλειαν τοῖς ὑπ᾿ αὐτοῦ ἀρχομένοις, διὰ τὸ νομισθῆναι παρ' αὐτοῖς Θεὸς εἶναι γεγονώς; Εἰ δ' ἔχει ταῦτα οὕτως, ὥρα καὶ πάντα τὸν τῆς προφητείας λόγον, τὸν περὶ τοῦ βασιλέως Βαβυλῶνος προσενηνεγμένον, εἰς ἐκείνην ἀναφέρειν τὴν δύναμιν · ἥτις, ἐπειδὴ Θεοῦ δόξαν παρὰ τοῖς ἀρχομένοις κτησαμένη μέγα ἐφρόνησεν, εἰκότως ἀπελέγχεται ὑπὸ τοῦ φάσκοντος λόγου · Σὺ δὲ εἶπας ἐν τῇ διανοιᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ·, καὶ τὰ λοιπὰ δὲ αὐτῷ ἐφαρμόσεις τῷ ἀποδοθέντι λόγῳ, μετὰ τοῦ καὶ τῷ προχείρως νοουμένῳ αἰσθητῷ βασιλεῖ τὰ διὰ τῆς προφητείας δηλούμενα προσαρμόττειν. Τάδε λέγει Κύριος Σαβαώθ· "Ον τρόπον εἴρηκα, οὕτως ἔσται·
Toutou de hōsper archontos tōn ekei kratountos tou oikeiou diegerthentos thronou, kai hoi loipoi pantes gigantes, hoi kata tous hermēneutas Rhaphaïm, synanestēsan. Tines de houtoi, diermēneuei legōn; Hoi archontes tēs gēs, hoi egeirantes ek tōn thronōn autōn pantas basileis ethnōn, kai ta auta tǭ katēgoroumenǭ basilei Babylōnos praxantes. Hoi kai gymnēn kai erēmon tou sōmatos tēn tou pote basileusantos Babylōnos psychēn horōntes phēsousin autę̄; Kai sou kreittōn gegone thanatos, hōs kai se homoion hēmin apelenxai? Ouden ara ēn ho hyper gēn bios, kai ho ploutos kai hē doxa, kai hē tosautē dynasteia; alla tōn pantōn ekeinōn peras gē kai spodos diadexetai, skōlēx te kai sarkōn sēpsis. Hēmeis de se ou thnēton enomizomen; apatōmenoi de tę̄ peri se doxę̄, tǭ kat' ouranon lamprotatǭ phōstēri, tǭ ton hēlion proskaloumenǭ Heōsphorǭ apeikazomen. Sy de epi sautǭ kai meizona toutōn ephroneis gauriōn, kai manią phrenōn alazoneuomenos, hōs sauton tǭ hypsistǭ Theǭ paraballein, kai hyper tas ouranias hapsidas ton sautou thronon thēsein phantazesthai. Tauta men oun peri sou hēmeis, thnētois logismois apatōmenoi, dienooumetha; toiauta de kai sy epi sautǭ phrenōn ekstasei ephroneis. Ēn d' ara kai tou peri se telous elenchos ho chronos kath᾿ ho healōs; oude tois loipois anthrōpois homoian eschēkōs teleutēn. Hoi men gar eph᾿ hēsychias, hērema kai praōs epi tēs heautōn estias, to chreos apedosan; sy de, tę̄ tōn polemiōn machairą tēn zōēn aphairetheis, nekros ataphos rhiphēsę̄, thērsi bora kai oiōnois enkeimenas. Heōs men oun syneistēkei hē Babylōn, basileion te ēn kai dynasteia megalē tōn autothen kratountōn; tacha pou kai hē epistatousa dynamis autois ta megala synepratten; epei de hēphanisto hē basileia tou ethnous, kai ho ephestōs autois archōn, hōsperei plērōsas tous heautou chronous, eis ton tōn homoiōn autǭ chōron parelambaneto, en hǭ synēntēsan autǭ pantes hoi Rhaphaïm kaloumenoi, ē hoi gigantes; houtoi de kai autoi dynameis eisi tines, hai, hōs eikos, ēsan heterōn ethnōn kata chronous ouk orthōs hēgēsamenai. Mēti oun autos houtos ho tēs Babylōnos archōn pote gegonōs, tēn heautou gēn diephtheire, Theos par' autois nomizomenos, houtō de kai ton heautou laon apekteine, kai tous heautou huious sphagę̄ paradedōken, eis apōleian tois hyp᾿ autou archomenois, dia to nomisthēnai par' autois Theos einai gegonōs? Ei d' echei tauta houtōs, hōra kai panta ton tēs prophēteias logon, ton peri tou basileōs Babylōnos prosenēnegmenon, eis ekeinēn anapherein tēn dynamin ; hētis, epeidē Theou doxan para tois archomenois ktēsamenē mega ephronēsen, eikotōs apelenchetai hypo tou phaskontos logou ; Sy de eipas en tę̄ dianoią sou; Eis ton ouranon anabēsomai, kai epanō tōn astrōn tou ouranou thēsō ton thronon mou, kai esomai homoios tǭ Hypsistǭ;, kai ta loipa de autǭ epharmoseis tǭ apodothenti logǭ, meta tou kai tǭ procheirōs nooumenǭ aisthētǭ basilei ta dia tēs prophēteias dēloumena prosarmottein. Tade legei Kyrios Sabaōth; "On tropon eirēka, houtōs estai;
When he, as ruler of those there, has been roused from his own throne, all the other giants too, the Rephaim according to the translators, rise up with him. Who these are he explains, saying: “The rulers of the earth, who raised from their thrones all the kings of the nations,” and who did the same as the king of Babylon who is accused. Seeing the soul of the one who once ruled Babylon naked and stripped of the body, they will say to it: Has death proved stronger than you too, so as to show you to be like us? So the life above the earth was nothing, and the wealth and the glory and such great dominion; but earth and ashes will take the place of all those things at the end, worm and the rotting of flesh. We did not think you mortal; deceived by your glory, we likened you to the brightest luminary in heaven, the Morning Star that summons the sun. But you thought even greater things of yourself, exulting and boasting with madness of mind, so as to compare yourself with the Most High God and to imagine you would set your throne above the vaults of heaven. These things, then, we thought about you, deceived by mortal reasonings; and such things you too thought of yourself in a frenzy of mind. But the time when you were taken was the refutation of your end; nor did you have a death like that of other men. For they paid their debt in quiet, gently and peacefully at their own hearth; but you, robbed of life by the sword of the enemies, will be cast out as an unburied corpse, lying as food for beasts and birds. As long, then, as Babylon stood, there was a royal seat and great dominion of those who ruled there; and perhaps the power set over them helped them achieve great things; but when the kingdom of the nation was destroyed, the ruler set over them, as if having completed his own times, was taken into the place of those like him, where all those called Rephaim, or the giants, met him; and these too are certain powers which, as is likely, led other nations in their times, not rightly. Could it be, then, that this very one, who had once been ruler of Babylon, destroy his own land, being thought a god among them, and so kill his own people too, and deliver his own sons to slaughter, to the destruction of those ruled by him, because he had come to be thought a god among them? If this is so, it is time to refer the whole word of the prophecy uttered about the king of Babylon to that power, which, since it gained the glory of a god among those it ruled and thought great things, is fittingly refuted by the saying: “But you said in your mind: I will ascend into heaven, and above the stars of heaven I will set my throne, and I will be like the Most High”; and you will fit the rest too to the explanation given, while also applying what the prophecy shows to the perceptible king who is understood at first sight. “Thus says the Lord of Sabaoth: As I have spoken, so it shall be;
14.3PG 24:191–199
καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ· τοῦ ἀπολέσαι τοὺς ᾿Ασσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου. Καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῶν ὁ ζυγός αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμῶν αὐτῶν ἀφαιρεθήσεται. Εἰπών γε μὴν, ᾿Απολέσαι Ασσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων τῶν ἐμῶν, διδάσκει, ὡς καὶ ἡ Βαβυλωνίων χώρα, τά τε ἐπ᾿ αὐτῆς ὄρη οὐκ ἦν ἀλλότρια αὐτοῦ· Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἔσονται τοίνυν οἱ ᾿Ασσύριοι, φησὶν, εἰς καταπάτημα, ὑποχείριοι γενόμενοι τοῖς μετὰ ταῦτα αὐτῶν κρατήσασιν. Αφαιρεθήσεται δὲ καὶ ὁ ζυγὸς, ὃν ὅτε ἐκράτουν τοῖς ὑπ' αὐτῶν ἀρχομένοις ἐπήρτων, ζυγὸν βαρὺν καὶ δυσβάστακτον ἀπαιωροῦντες αὐτοῖς· καὶ τὸ κυδος δὲ αὐτῶν, ὅπερ ἐστὶν ἡ δόξα, ἀφαιρεθήσεται, ἡ πάλαι τοῖς ὤμοις αὐτῶν ἐπικειμενη. Ὡς γὰρ ἐπὶ τοῦ Σωτῆρος λέλεκται, Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, οὕτως ἐνταῦθα τὸ κῦδος τῶν Ἀσσυρίων ἐπὶ τῶν λόγος ἀπειλεί. ὤμων αὐτῶν εἴρηται· ὅπερ ἀφαιρεθήσεσθαι αὐτῶν ὁ Αὕτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη. "Α γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τις ἀποστρέψει; Ἢ καὶ ὅτι ὁποία ἐξενήνεκται κρίσις περὶ τῆς Βαβυλῶνος, καὶ τῶν ταύτης οἰκητόρων, τοιαύτη τις ἔσται καὶ ἡ περὶ πάντων τῶν τῆς οἰκουμένης κρατησάντων ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον παρόμοια πείσονται οἱ τὰ ὅμοια δυσσεβήσαντες· προσεπινοούντων ἡμῶν ἔθνη, τὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· οὐ γὰρ ἀκρίτως ταῦτα κατὰ τῶν εὐσεβῶν καὶ τῶν τῷ Θεῷ ἀνακειμένων ἐκδέχεσθαι προσήκει. Ωσπερ οὖν ἤρξατο, τοῦτον καὶ συνετέλεσε τὸν τρόπον τῆς κατὰ πάντων καθολικῆς τοῦ Θεοῦ κρίσεως ἀναγκαίως μνημονεύσας· ὥστε ἐπιστρέψαι πάντας τοὺς ἐντυγχάνοντας τῇ Γραφῇ. Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ βασιλεὺς ᾿Αχὰς, ἐγενήθη τὸ ῥῆμα τοῦτο· Μὴ εὐφρανθείητε, οἱ ἀλλόφυλοι πάντες· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. Οὐκέτι ἀφίεται ὑμῖν εὐφραίνεσθαι, ·ἀποθανόντος μὲν τοῦ ἀσεβοῦς βασιλέως ἐφ᾽ ᾧ τὸ πάλαι ἐχάρητε, θεοσεβοῦς δὲ ἀνδρὸς τὴν ἀρχὴν διαδεξαμένου· ὡς ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων τῷ Ἐζεκίᾳ μεμαρτύρηται, καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν. Ὥσπερ γὰρ ἐπὶ τοῦ ἀσεβοῦς ᾿Αχὰς, εἰκὸς ἦν χαίρειν καὶ εὐφραίνεσθαι τοὺς ἀλλοφύλους, οὕτως ἐπὶ τοῦ δικαίου ἀνδρὸς τοῦ Ἐζεκίου, εὐκαίρως ἡ προφητεία ἀποτεινομένη πρὸς αὐτοὺς φησι· Μὴ εὐφρανθείητε, ἀλλόφυλοι· πάλαι μὲν γὰρ ἔτι ζῶντος τοῦ ᾿Αχὰς, καὶ τὰ ἐχθρὰ τῷ Θεῷ πράττοντος, εἰκὸς ἦν ὑμᾶς εὐφραίνεσθαι, ἐπειδὴ συνετέτριπτο τοῦ ᾿Αχὰζ ὁ ζυγὸς, ὡς μὴ δύνασθαι αὐτὸν ὑποτάττειν ὑμᾶς, μηδὲ τὸν τῆς ἀρχῆς αὐτοῦ ζυγὸν ἐπιτιθέναι ὑμῖν· διόπερ ἐπληθύνετο τὰ κακὰ καὶ ὥσπερ μηδενὸς παίοντος, ἡ ἑρπυστική τε καὶ ἰοβόλος τῶν πονηρῶν πνευμάτων δύναμις ἐπληθύνετο· νυνὶ δὲ τὴν βασιλείαν διαδεξαμένου ἀνδρὸς θεοσεβοῦς, οὐκέτι χαίρετε ὡς τὸ πρίν·
kai hon tropon bebouleumai, houtōs menei; tou apolesai tous ᾿Assyrious epi tēs gēs tēs emēs, kai epi tōn oreōn mou. Kai esontai eis katapatēma, kai aphairethēsetai ap᾿ autōn ho zygos autōn, kai to kydos autōn apo tōn ōmōn autōn aphairethēsetai. Eipōn ge mēn, ᾿Apolesai Assyrious epi tēs gēs tēs emēs, kai epi tōn oreōn tōn emōn, didaskei, hōs kai hē Babylōniōn chōra, ta te ep᾿ autēs orē ouk ēn allotria autou; Tou gar Kyriou hē gē kai to plērōma autēs. Esontai toinyn hoi ᾿Assyrioi, phēsin, eis katapatēma, hypocheirioi genomenoi tois meta tauta autōn kratēsasin. Aphairethēsetai de kai ho zygos, hon hote ekratoun tois hyp' autōn archomenois epērtōn, zygon baryn kai dysbastakton apaiōrountes autois; kai to kydos de autōn, hoper estin hē doxa, aphairethēsetai, hē palai tois ōmois autōn epikeimenē. Hōs gar epi tou Sōtēros lelektai, Hou hē archē epi tou ōmou autou, houtōs entautha to kydos tōn Assyriōn epi tōn logos apeilei. ōmōn autōn eirētai; hoper aphairethēsesthai autōn ho Hautē hē boulē hēn bebouleutai Kyrios epi holēn tēn oikoumenēn, kai hautē hē cheir hē hypsēlē epi panta ta ethnē. "A gar ho Theos ho hagios bebouleutai, tis diaskedasei? kai tēn cheira autou tēn hypsēlēn tis apostrepsei? Ē kai hoti hopoia exenēnektai krisis peri tēs Babylōnos, kai tōn tautēs oikētorōn, toiautē tis estai kai hē peri pantōn tōn tēs oikoumenēs kratēsantōn atheōn kai asebōn andrōn; kata gar ton tou dikaiou logon paromoia peisontai hoi ta homoia dyssebēsantes; prosepinoountōn hēmōn ethnē, ta tōn atheōn kai asebōn andrōn; ou gar akritōs tauta kata tōn eusebōn kai tōn tǭ Theǭ anakeimenōn ekdechesthai prosēkei. Ōsper oun ērxato, touton kai synetelese ton tropon tēs kata pantōn katholikēs tou Theou kriseōs anankaiōs mnēmoneusas; hōste epistrepsai pantas tous entynchanontas tę̄ Graphę̄. Tou etous hou apethanen ho basileus ᾿Achas, egenēthē to rhēma touto; Mē euphrantheiēte, hoi allophyloi pantes; synetribē gar ho zygos tou paiontos hymas; ek gar spermatos opheōn exeleusetai engona aspidōn, kai ta engona autōn exeleusontai opheis petomenoi. Ouketi aphietai hymin euphrainesthai, ;apothanontos men tou asebous basileōs eph᾽ hǭ to palai echarēte, theosebous de andros tēn archēn diadexamenou; hōs en tę̄ deuterą tōn Paraleipomenōn tǭ Ezekią memartyrētai, kai en tę̄ tetartę̄ tōn Basileiōn. Hōsper gar epi tou asebous ᾿Achas, eikos ēn chairein kai euphrainesthai tous allophylous, houtōs epi tou dikaiou andros tou Ezekiou, eukairōs hē prophēteia apoteinomenē pros autous phēsi; Mē euphrantheiēte, allophyloi; palai men gar eti zōntos tou ᾿Achas, kai ta echthra tǭ Theǭ prattontos, eikos ēn hymas euphrainesthai, epeidē synetetripto tou ᾿Achaz ho zygos, hōs mē dynasthai auton hypotattein hymas, mēde ton tēs archēs autou zygon epitithenai hymin; dioper eplēthyneto ta kaka kai hōsper mēdenos paiontos, hē herpystikē te kai iobolos tōn ponērōn pneumatōn dynamis eplēthyneto; nyni de tēn basileian diadexamenou andros theosebous, ouketi chairete hōs to prin;
and as I have purposed, so it shall stand: to destroy the Assyrians upon my land and upon my mountains. And they shall be for trampling, and their yoke shall be taken from them, and their glory shall be taken from their shoulders.” In saying, “To destroy the Assyrians upon my land and upon my mountains,” he teaches that the land of the Babylonians and the mountains on it were not foreign to him either; for “the earth is the Lord’s and its fullness.” The Assyrians, then, he says, will be for trampling, having become subject to those who later ruled them. And the yoke will be taken away which, when they ruled, they hung upon those ruled by them, suspending over them a heavy yoke hard to bear; and their glory, that is, their renown, which of old lay upon their shoulders, will be taken away. For as it is said of the Savior, “whose rule is upon his shoulder,” so here the glory of the Assyrians is said to be [upon their shoulders; and this the Word threatens will be taken away from them]. “This is the counsel which the Lord has purposed upon the whole world, and this is the hand that is lifted high over all the nations. For what the holy God has purposed, who will scatter? And his hand that is lifted high, who will turn back?” Or else: the kind of judgment pronounced concerning Babylon and its inhabitants will be the kind concerning all the godless and impious men who have ruled the world; for by the principle of justice those who were impious in like manner will suffer like things; we understand “nations” of godless and impious men, for it is not right to take these things indiscriminately against the godly and those devoted to God. As he began, then, so he ended, necessarily mentioning God’s universal judgment upon all, so as to turn all who read the Scripture. “In the year in which King Ahaz died, this word came: Do not rejoice, all you foreigners; for the yoke of the one who struck you has been broken; for from the seed of snakes shall come forth the offspring of asps, and their offspring shall come forth as flying snakes.” You are no longer allowed to rejoice, now that the impious king over whom you formerly rejoiced is dead, and a godly man has succeeded to the rule, as is testified of Hezekiah in the second book of Chronicles and in the fourth of Kingdoms. For as under the impious Ahaz it was likely that the foreigners rejoiced and were glad, so under the righteous man Hezekiah the prophecy fittingly addresses them, saying: “Do not rejoice, foreigners.” For formerly, while Ahaz was still alive and doing what was hostile to God, it was likely that you rejoiced, since the yoke of Ahaz had been broken, so that he could not subject you nor lay the yoke of his rule upon you; therefore evils multiplied, and, as if no one were striking, the creeping and venomous power of the evil spirits multiplied; but now that a godly man has succeeded to the kingdom, you no longer rejoice as before;
14.4PG 24:191–199
ἐφέστηκε γὰρ ὑμῖν ὁ παίων καὶ τύπτων, καὶ σωφρονίζων ὑμᾶς. Ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν ἐπὶ τοῦ Ἐζεκίου, περὶ οὗ εἴρηται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Αὐτὸς ἐπάταξε τοὺς ἀλλοΦύλους ἕως Γάζης, καὶ ἕως ὁρίων αὐτῆς ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς. Καὶ ταύτην δ' ἂν σχοίη τὴν διάνοιαν τὸ εἰρημένον, Μὴ εὐφρανθείητε, ἀλλόφυλοι, μέγα φρονοῦντες ἐπὶ τοῖς νομιζομένοις ὑμῖν θεοῖς, τῷ μηδένα εἶναι τὸν συντρίβοντα ὑμᾶς διὰ τὴν τοῦ παρόντος καιροῦ μοχθηρίαν. Εἰ γὰρ καὶ τὰ μάλιστα συνετρίβη. ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς, ἀλλ᾽ οὐ πρὸς ὑμῶν ἐγένετο ταῦτα, ἐπὶ κακῷ δὲ τῷ ὑμετέρῳ. Μηδενὸς γὰρ ὑμᾶς παίοντος, μηδὲ ταπεινοῦντος, μηδὲ ἐπιστρέφοντος, πολλή τις ἐν ὑμῖν γέγονεν ἐπιτριβὴ κακῶν. Οἱ γὰρ πάλαι ὄφεων δίκην ταῖς ὑμετέραις ψυχαῖς ἐμφωλεύοντες, ἔν τε τοῖς ὑμετέροις ἱεροῖς τε καὶ ναοῖς, ὡς δὴ θεοὶ, ἐφεδρεύοντες πονηροί δαίμονες, δεινὴν γονὴν καὶ σπέρμα πονηρὸν ἀπεκύησαν· ὡς ἀσπίδας ἐξ αὐτῶν γεννᾶσθαι, τὸ πάντων τῶν ἰοβόλων χείριστον· ἐκ τούτων τε αὐτῶν ἄλλους ὑποστῆναι ὄφεις τὸν ἀέρα διιπταμένους. Ταῦτα μὲν οὖν κατὰ τὸν παρόντα καιρὸν οὐ παρ' ὑμῖν μόνοις τοῖς ἀλλοφύλοις, ἤδη δὲ καὶ παρ᾿ αὐτῷ τῷ χρηματίζοντι λαῷ Θεοῦ πληθύει · ὡς πάντα τρόπον πεπληρῶσθαι τὸν ἀέρα, διιπταμένων ὄφεων, καὶ ἐκγόνων ἀσπίδων, πονηρῶν τινων καὶ λυμαντικῶν πνευμάτων. ᾿Αναδειχθέντος δὲ κατὰ καιρὸν τοῦ πάντων τούτων ὀλετῆρος, οἰχήσονται καὶ οἱ ὄφεις, καὶ αἱ ἀσπίδες τὰ τε τούτων πονηρὰ ἔκγονα· ὡς μηκέτι ἐνεργεῖν ταῦτα ἐν ἀνθρώποις. Βοσκηθήσονται, γάρ φησι, πτωχοὶ δι' αὐτοῦ· πένητες δὲ ἄνθρωποι ἐπ᾽ εἰρήνης ἀναπαύσονται• : ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Τοῦτο μὲν οὖν τὸ ἑρπυστικὸν καὶ ἰοβόλον γένος λιμῷ ἀνελεῖ ὁ προφητευόμενος, μηκέτι ἐπιτρέπων τροφὴν τὴν συνήθη, δηλαδὴ τὴν διὰ θυσιῶν τῇ δαιμονικῇ πλάνῃ προσφέρεσθαι· τοὺς δὲ ἑαυτοῦ πτωχοὺς ἐκθρέψει, καὶ ἐν εἰρήνῃ ἀναπαύσει, μηκέτι παρενοχλουμένους ὑπὸ τῶν παραδοθέντων ἑρπετῶν. Δύναται μέντοι ταῦτα καὶ ἑτέρως εἰς τὸν Ἐζεκίαν πληροῦσθαι· τοὺς γὰρ πάλαι κατὰ Θεὸν πτωχεύσαντας ἐν παντὶ τῷ Ἰουδαίων ἔθνει ἀνεκτήσατο τροφαῖς λογικαῖς καὶ διδασκαλίαις· οὓς καὶ κατέστησεν ἐπὶ τὴν καλὴν νομὴν τοῦ τῆς θεοσεβείας νόμου, βόσκεσθαι τοῖς θείοις νοήμασι καὶ ταῖς ἱεραῖς διδασκαλίαις, καὶ ἐντρέφεσθαι ποιήσας. Ὀλολύξατε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ βοῤῥᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Σημαίνει δὲ, ὡς ἔφημεν, τὸν τῶν Ἀσσυρίων βασιλέα, ὃς, ἐπελθὼν ἀπὸ τῶν βορειοτέρων μερῶν κατὰ τοὺς Ἐζεκίου χρόνους, τοὺς τὴν Παλαιστίνην οἰκοῦντας ἀλλοφύλους, ἐχειρώσατο· ὡς πολιορκῆσαι μὲν τὰς πόλεις αὐτῶν, αἰχμάλωτα δὲ λαβεῖν τὰ ἐν αὐταῖς πλήθη, ἐμπρῆσαι δὲ τῶν πόλεων τὰς πύλας. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιών, καὶ δι᾿ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Μέγιστον γὰρ αὐτοῖς ἔσται δείγμα, τὸν Θεὸν εἶναι τὸν τῆς αὐτοῦ πόλεως φύλακα, τὸ μηδὲν παθεῖν αὐτὴν ὅμοιον ταῖς λοιπαῖς πόλεσιν.
ephestēke gar hymin ho paiōn kai typtōn, kai sōphronizōn hymas. Eplērouto de kai tauta pros lexin epi tou Ezekiou, peri hou eirētai en tę̄ tetartę̄ tōn Basileiōn; Autos epataxe tous alloPhylous heōs Gazēs, kai heōs horiōn autēs apo pyrgou phylassontōn heōs poleōs ochyras. Kai tautēn d' an schoiē tēn dianoian to eirēmenon, Mē euphrantheiēte, allophyloi, mega phronountes epi tois nomizomenois hymin theois, tǭ mēdena einai ton syntribonta hymas dia tēn tou parontos kairou mochthērian. Ei gar kai ta malista synetribē. ho zygos tou paiontos hymas, all᾽ ou pros hymōn egeneto tauta, epi kakǭ de tǭ hymeterǭ. Mēdenos gar hymas paiontos, mēde tapeinountos, mēde epistrephontos, pollē tis en hymin gegonen epitribē kakōn. Hoi gar palai opheōn dikēn tais hymeterais psychais emphōleuontes, en te tois hymeterois hierois te kai naois, hōs dē theoi, ephedreuontes ponēroi daimones, deinēn gonēn kai sperma ponēron apekyēsan; hōs aspidas ex autōn gennasthai, to pantōn tōn iobolōn cheiriston; ek toutōn te autōn allous hypostēnai opheis ton aera diiptamenous. Tauta men oun kata ton paronta kairon ou par' hymin monois tois allophylois, ēdē de kai par᾿ autǭ tǭ chrēmatizonti laǭ Theou plēthyei ; hōs panta tropon peplērōsthai ton aera, diiptamenōn opheōn, kai ekgonōn aspidōn, ponērōn tinōn kai lymantikōn pneumatōn. ᾿Anadeichthentos de kata kairon tou pantōn toutōn oletēros, oichēsontai kai hoi opheis, kai hai aspides ta te toutōn ponēra ekgona; hōs mēketi energein tauta en anthrōpois. Boskēthēsontai, gar phēsi, ptōchoi di' autou; penētes de anthrōpoi ep᾽ eirēnēs anapausontai• : anelei de limǭ to sperma sou, kai to kataleimma sou anelei. Touto men oun to herpystikon kai iobolon genos limǭ anelei ho prophēteuomenos, mēketi epitrepōn trophēn tēn synēthē, dēladē tēn dia thysiōn tę̄ daimonikę̄ planę̄ prospheresthai; tous de heautou ptōchous ekthrepsei, kai en eirēnę̄ anapausei, mēketi parenochloumenous hypo tōn paradothentōn herpetōn. Dynatai mentoi tauta kai heterōs eis ton Ezekian plērousthai; tous gar palai kata Theon ptōcheusantas en panti tǭ Ioudaiōn ethnei anektēsato trophais logikais kai didaskaliais; hous kai katestēsen epi tēn kalēn nomēn tou tēs theosebeias nomou, boskesthai tois theiois noēmasi kai tais hierais didaskaliais, kai entrephesthai poiēsas. Ololyxate, pylai poleōn, kekragetōsan poleis tetaragmenai, hoi allophyloi pantes, hoti apo borrha kapnos erchetai, kai ouk esti tou einai. Sēmainei de, hōs ephēmen, ton tōn Assyriōn basilea, hos, epelthōn apo tōn boreioterōn merōn kata tous Ezekiou chronous, tous tēn Palaistinēn oikountas allophylous, echeirōsato; hōs poliorkēsai men tas poleis autōn, aichmalōta de labein ta en autais plēthē, emprēsai de tōn poleōn tas pylas. Kai ti apokrithēsontai basileis ethnōn? Hoti Kyrios ethemeliōse Siōn, kai di᾿ autou sōthēsontai hoi tapeinoi tou laou. Megiston gar autois estai deigma, ton Theon einai ton tēs autou poleōs phylaka, to mēden pathein autēn homoion tais loipais polesin.
for the one who strikes and beats and corrects you has come upon you. These things too were fulfilled according to the letter under Hezekiah, of whom it is said in the fourth book of Kingdoms: “He struck the foreigners as far as Gaza and its borders, from the watchmen’s tower to the fortified city.” And the saying “Do not rejoice, foreigners” might also have this sense: do not rejoice, priding yourselves on those you think gods, because there is no one to crush you on account of the badness of the present time. For even if the yoke of the one who struck you was indeed broken, this did not happen for your good, but for your harm. For with no one striking you, humbling you, or turning you back, a great increase of evils has come about among you. For the evil demons who of old lurked like snakes in your souls, and sat waiting in your temples and shrines as if they were gods, brought forth a terrible brood and evil seed, so that asps, the worst of all venomous creatures, were born from them, and from these again other snakes came into being flying through the air. These things, then, at the present time multiply not among you foreigners alone, but already among the very people called the people of God; so that the air is in every way filled with flying snakes and the offspring of asps, certain evil and destructive spirits. But when in due time the destroyer of all these is revealed, the snakes and the asps and their evil offspring will be gone, so that these no longer work among human beings. “For the poor,” he says, “shall be fed through him, and needy men shall rest in peace; but he will destroy your seed with famine, and he will destroy your remnant.” This creeping and venomous race, then, the one prophesied will destroy by famine, no longer allowing its accustomed food, that is, the food offered to demonic error through sacrifices; but he will nourish his own poor and give them rest in peace, no longer troubled by the reptiles just described. These things can, however, be fulfilled in another way in Hezekiah; for he restored with rational food and teachings those who of old had become poor according to God throughout the whole Jewish nation, and set them on the good pasture of the law of godliness, making them feed and be nourished on divine thoughts and sacred teachings. “Howl, you gates of cities; let troubled cities cry out, all you foreigners; for smoke comes from the north, and there is no escaping.” He signifies, as we said, the king of the Assyrians, who, coming from the more northern parts in the times of Hezekiah, subdued the foreigners living in Palestine, so as to besiege their cities, take captive the multitudes in them, and burn the gates of the cities. “And what will the kings of the nations answer? That the Lord has founded Zion, and through him the lowly of the people shall be saved.” For it will be a very great proof to them that God is the guardian of his city, that it suffered nothing like the other cities.
Chapter 15
15.1PG 24:199
Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος · Νυκτὸς ἀπολεῖται ἡ Μωάβ· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος, λυπεῖσθε ἐφ᾽ ἑαυτούς. "Ὅθεν ἀρχόμενος τὴν ἐπικρατοῦσαν αὐτῶν ἄγνοιαν τοῦ Θεοῦ, νύκτα καὶ σκότος ὠνόμασεν, ἐν αὐτῇ τε τῇ νυκτὶ τὴν ἀπώλειαν αὐτῶν ἔσεσθαι ἀπειλεῖ φήσας· · Νυκτὸς ἀπολεῖται ἡ Μωαβίτις. Εἶτα ἑξῆς περὶ τοῦ τόπου, ἐν ᾧ ἵδρυτο αὐτῶν ἡ εἰδωλολατρεία, ἐπιλέγει · Ἀπολεῖται γὰρ καὶ Δηβὼν, οὗ ὁ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν. Ἐπὶ τέλει δὲ τῆς προφητείας τῶν αὐτῶν πάλιν μέμνηται βωμῶν λέγων· Ὅτι ἐκοπίασε Μωάβ, καὶ τὰ ἑξῆς. ἁλώσεσθαι ὀλεῖσθαι. Ἐπὶ Ναβὰν τῆς Μωαβίτιδος ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι· ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους.» Σημαίνει δὲ διὰ τούτων τὸν ἐφεδρεύοντα τῷ ἔθνει δαίμονα πονηρὸν, ἢ τὸν ἄρχοντα τοῦ ἔθνους, ὡς μετὰ ταῦτα εἴρηται· οἷος ἦν ὁ ἄρχων βασιλεὺς Ἑλλήνων καὶ ὁ τῶν Βαβυλωνίων ἄρχων. Τοιοῦτον τοίνυν τὸν καθήμενον ἐπὶ τῆς Μωαβιτῶν πόλεως δαίμονα, δι' οὗ ἐνόμιζον βοηθείας τυγχάνειν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς, ἄλεσθαί · φησιν, ἐπείπερ τὰς ψυχὰς αὐτῶν κατεπάτει, κάτω νεύειν αὐτὰς ποιῶν εἰς γῆν· ὡς μηδένα κύπτειν μηδὲ ἄνω βλέπειν δύνασθαι· διό φησιν· Ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο, ὁ καταπατῶν ἐπὶ τῆς γῆς.
To rhēma to kata tēs Mōabitidos ; Nyktos apoleitai hē Mōab; nyktos gar apoleitai to teichos tēs Mōabitidos, lypeisthe eph᾽ heautous. "Hothen archomenos tēn epikratousan autōn agnoian tou Theou, nykta kai skotos ōnomasen, en autę̄ te tę̄ nykti tēn apōleian autōn esesthai apeilei phēsas; ; Nyktos apoleitai hē Mōabitis. Eita hexēs peri tou topou, en hǭ hidryto autōn hē eidōlolatreia, epilegei ; Apoleitai gar kai Dēbōn, hou ho bōmos hymōn ekei anabēsesthe klaiein. Epi telei de tēs prophēteias tōn autōn palin memnētai bōmōn legōn; Hoti ekopiase Mōab, kai ta hexēs. halōsesthai oleisthai. Epi Naban tēs Mōabitidos ololyxate, epi pasēs kephalēs phalakrōma, pantes brachiones katatetmēmenoi; en tais plateiais autēs perizōsasthe sakkous.» Sēmainei de dia toutōn ton ephedreuonta tǭ ethnei daimona ponēron, ē ton archonta tou ethnous, hōs meta tauta eirētai; hoios ēn ho archōn basileus Hellēnōn kai ho tōn Babylōniōn archōn. Toiouton toinyn ton kathēmenon epi tēs Mōabitōn poleōs daimona, di' hou enomizon boētheias tynchanein en tais pros tous polemious symbolais, alesthai ; phēsin, epeiper tas psychas autōn katepatei, katō neuein autas poiōn eis gēn; hōs mēdena kyptein mēde anō blepein dynasthai; dio phēsin; Hoti ērthē hē symmachia sou, kai ho archōn apōleto, ho katapatōn epi tēs gēs.
“The word against Moab. By night Moab shall perish; for by night the wall of Moab shall perish; grieve for yourselves.” Beginning from this, he named the ignorance of God that prevailed among them night and darkness, and threatens that their destruction will come in that very night, saying: “By night Moab shall perish.” Then next, concerning the place in which their idolatry was established, he adds: “For Dibon too shall perish, where your altar is; there you shall go up to weep.” And at the end of the prophecy he mentions the same altars again, saying: “For Moab has wearied herself,” and what follows. [“Will be taken; will perish.”] “Howl over Nebo of Moab; on every head baldness, all arms cut; in her streets gird yourselves with sackcloth.” By these words he signifies the evil demon set over the nation, or the ruler of the nation, as is said afterwards, such as was the ruler, the king of the Greeks, and the ruler of the Babylonians. Such a demon, then, seated over the city of the Moabites, through whom they thought to obtain help in their battles against their enemies, he says will perish, since he trampled on their souls, making them bend down to the earth, so that no one could stand up straight or look upward; therefore he says: “For your alliance has been taken away, and the ruler who trampled on the earth has perished.”
Chapter 16
16.1PG 24:199–205
Αποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Μὴ πέτρα ἔρημὸς ἐστι τὸ ὄρος θυγατρὸς Σιών; Ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου, νοσσὸς ἀφῃρημένος ἔσῃ, θυγάτηρ Μωάβ. Ἔπειτα δὲ Ἀρνῶν πλείονα βουλεύου, ποίει τε σκέπην πένθους αὐτὴ διαπαντός. Ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, μὴ ἀχθῇς. Παροικήσουσί σοι οἱ φυγάδες Μωάβ. Ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Καὶ διορθωθήσεται μετ' ἐλέους ὁ θρόνος, καὶ καθιεῖται ἐπ᾿ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυΐδ, κρίνων καὶ ἐκζητῶν κρίμα, καὶ σπεύδων δικαιοσύνην . Ὁρᾶς τὸ θαῦμα τοῦ λόγου ἐν τῷ συμπεράσματι τῆς προφητείας περιεχόμενον. Κατὰ τὸ αὐτὸ γὰρ θεσπίσας ἀφανισμὸν, εὐαγγελίζεται ἐλπίδας · σκηνὴν Δαυΐδ φήσας, καὶ θρόνον Θεοῦ παρ᾿ αὐτοῖς συστήσασθαι · καὶ ταῦτα ἔσεσθαι οὐκέτι ἐξ ἀνθρωπίνης τινὸς σπουδῆς, ἀλλ᾽ ἐξ ἐλέους Θεοῦ καὶ φιλανθρωπίας. Διὸ λέλεκται κατὰ τὸν ᾿Ακύλαν, Καὶ ἑτοιμασθήσεται ἐν ἐλέῳ θρόνος· · κατὰ δὲ τὸν Θεοδοτίωνα, Καὶ ἑτοιμασθήσεται μετ᾿ ἐλέους θρόνος. Τίνι δὲ ἑτοιμασθήσεται, ἢ πάντως που τῷ Χριστῷ, τῷ ἐκ σπέρματος Δαυΐδ γεγεννημένῳ; Ἔσεσθαι τοίνυν παρὰ τοῖς Μωαβίταις θρόνον Χριστοῦ φησιν, ἐν ᾧ καθιεῖται μετὰ ἀληθείας ἐν σκηνῇ Δαυΐδ γεννηθησόμενος. Οὕτω δὲ καλεῖν εἴωθε τὸ προφητικὸν πνεῦμα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ · ἐπεὶ καὶ τὸν Χριστὸν αὐτὸν Δαυΐδ ὀνομάζειν ἔθος, διὰ τὸ ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα γεγεννῆσθαι αὐτόν. Διὸ σκηνὴν μὲν Δαυΐδ τὴν Ἐκκλησίαν ἀποκαλεῖ, θρόνον δὲ τὸν ἐπὶ ταύτης τὸν τῆς Ἐκκλησίας πρόεδρον, ὃς τὸν σωματικὸν ἐπέχει θρόνον, τόπον τηρῶν ὥσπερ τοῦ Χριστοῦ. "Απερ ὡς ἐν μυστηρίοις κατὰ μέσον τῆς προφητείας παρεμβέβληται, τοῦ ἁγίου Πνεύματος μόνοις τοῖς μέλλουσι συνιέναι, καὶ τῆς τούτων ἀξιοῦσθαι θεωρίας, τὴν τούτων γνῶσιν ταμιευσαμένου. Ἡκούσαμεν τὴν ὕβριν Μωάβ· ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν, καὶ ἡ ὕβρις αὐτοῦ καὶ ἡ μῆνις αὐτοῦ · οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀλολύξει Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι δὲ Σὴθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ. Οὐχ ὅμοιαι αἱ πράξεις τοῖς τῆς ὑπερηφανίας λόγοις · ἢ καὶ ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν θεῷ, καὶ ταῖς τούτου μαντείαις· οὐχ οὕτω, φησὶν, ἔσται, ὁποῖα μαντεύεται ὁ παρ᾿ αὐτοῖς δαίμων, οὐδ᾽ ὁποῖα διὰ χρησμῶν τοῖς ἐξαπατωμένοις, καὶ Θεὸν αὐτὸν εἶναι νομίζουσιν ἐπηγγέλλετο· ὁ γὰρ ἐπιὼν χρόνος τούτων αὐτῶν τὸ ψεῦδος διελέγξει. Τὰ πεδία Ἐσεβὼν πενθήσει, ἀμπελος Σαβαμά, καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς, ἕως Ἰαζὴρ οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ πρὸς τὴν θάλασσαν. Διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελον Σαβαμά. Τὰ δένδρα σου κατέβαλεν Ἑσεβὼν καὶ Ἐλεαλὴ, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα : ἐκ τῶν ἀμπελώνων, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια · πέπαυται γάρ. Σημαίνει δὲ διὰ τῆς ὁπώρας καὶ τοῦ θερισμοῦ, καὶ διὰ τῆς πολλάκις ὀνομασθείσης ἀμπέλου τὸ εὐθαλὲς καὶ ἄκμαιον, καὶ τὸ τρυφερὸν καὶ ὡραῖον τῆς τῶν δηλουμένων ζωῆς, ἐν ᾗ ὥσπερ μεθύοντες διῆγον ἐνευφραινόμενοι, καὶ ἐντρυφῶντες ἐπὶ ταῖς ἀθέοις αὐτῶν δυσσεβείαις.
Apostelō hōs herpeta epi tēn gēn. Mē petra erēmos esti to oros thygatros Siōn? Esę̄ gar hōs peteinou aniptamenou, nossos aphę̄rēmenos esę̄, thygatēr Mōab. Epeita de Arnōn pleiona bouleuou, poiei te skepēn penthous autē diapantos. En mesēmbrinę̄ skotią pheugousin, exestēsan, mē achthę̄s. Paroikēsousi soi hoi phygades Mōab. Esontai skepē hymin apo prosōpou diōkontos, hoti ērthē hē symmachia sou, kai ho archōn apōleto ho katapatōn epi tēs gēs. Kai diorthōthēsetai met' eleous ho thronos, kai kathieitai ep᾿ autou meta alētheias en skēnę̄ Dauïd, krinōn kai ekzētōn krima, kai speudōn dikaiosynēn . Horas to thauma tou logou en tǭ symperasmati tēs prophēteias periechomenon. Kata to auto gar thespisas aphanismon, euangelizetai elpidas ; skēnēn Dauïd phēsas, kai thronon Theou par᾿ autois systēsasthai ; kai tauta esesthai ouketi ex anthrōpinēs tinos spoudēs, all᾽ ex eleous Theou kai philanthrōpias. Dio lelektai kata ton ᾿Akylan, Kai hetoimasthēsetai en eleǭ thronos; ; kata de ton Theodotiōna, Kai hetoimasthēsetai met᾿ eleous thronos. Tini de hetoimasthēsetai, ē pantōs pou tǭ Christǭ, tǭ ek spermatos Dauïd gegennēmenǭ? Esesthai toinyn para tois Mōabitais thronon Christou phēsin, en hǭ kathieitai meta alētheias en skēnę̄ Dauïd gennēthēsomenos. Houtō de kalein eiōthe to prophētikon pneuma tēn Ekklēsian tou Theou ; epei kai ton Christon auton Dauïd onomazein ethos, dia to ek spermatos Dauïd kata sarka gegennēsthai auton. Dio skēnēn men Dauïd tēn Ekklēsian apokalei, thronon de ton epi tautēs ton tēs Ekklēsias proedron, hos ton sōmatikon epechei thronon, topon tērōn hōsper tou Christou. "Aper hōs en mystēriois kata meson tēs prophēteias parembeblētai, tou hagiou Pneumatos monois tois mellousi synienai, kai tēs toutōn axiousthai theōrias, tēn toutōn gnōsin tamieusamenou. Hēkousamen tēn hybrin Mōab; hybristēs sphodra tēn hyperēphanian, kai hē hybris autou kai hē mēnis autou ; ouch houtōs hē manteia sou, ouch houtōs. Ololyxei Mōab; en gar tę̄ Mōabitidi pantes ololyxousi; tois katoikousi de Sēth meletēseis, kai ouk entrapēsę̄. Ouch homoiai hai praxeis tois tēs hyperēphanias logois ; ē kai epeidē mega ephronoun epi tǭ heautōn theǭ, kai tais toutou manteiais; ouch houtō, phēsin, estai, hopoia manteuetai ho par᾿ autois daimōn, oud᾽ hopoia dia chrēsmōn tois exapatōmenois, kai Theon auton einai nomizousin epēngelleto; ho gar epiōn chronos toutōn autōn to pseudos dielenxei. Ta pedia Esebōn penthēsei, ampelos Sabama, katapinontes ta ethnē, katapatēsate tas ampelous autēs, heōs Iazēr ou mē synapsēte, planēthēte tēn erēmon; hoi apestalmenoi enkateleiphthēsan, diebēsan gar pros tēn thalassan. Dia touto klausomai hōs ton klauthmon Iazēr, ampelon Sabama. Ta dendra sou katebalen Hesebōn kai Elealē, hoti epi tǭ therismǭ kai epi tǭ trygētǭ sou katapatēsō, kai panta pesountai. Kai arthēsetai euphrosynē kai agalliama : ek tōn ampelōnōn, kai en tois ampelōsi sou ou mē euphranthēsontai, kai ou mē patēsousin oinon eis ta hypolēnia ; pepautai gar. Sēmainei de dia tēs hopōras kai tou therismou, kai dia tēs pollakis onomastheisēs ampelou to euthales kai akmaion, kai to trypheron kai hōraion tēs tōn dēloumenōn zōēs, en hę̄ hōsper methyontes diēgon eneuphrainomenoi, kai entryphōntes epi tais atheois autōn dyssebeiais.
“I will send as it were reptiles upon the land. Is not the mountain of the daughter of Zion a desert rock? For you shall be like a bird flying up, a fledgling taken away, daughter of Moab. And then, Arnon, take more counsel, and make a shelter of mourning for her continually. In the darkness of noon they flee, they are dismayed; do not be led away. The fugitives of Moab shall sojourn with you; they shall be a shelter for you from the face of the pursuer, for your alliance has been taken away, and the ruler who trampled on the earth has perished. And the throne shall be set right with mercy, and one shall sit upon it with truth in the tent of David, judging and seeking judgment and hastening righteousness.” You see the marvel of the word contained in the conclusion of the prophecy. For at the same time as he prophesied destruction, he proclaims good hopes, saying that the tent of David and the throne of God will be set up among them, and that this will come about no longer from any human effort but from God’s mercy and love for humankind. Therefore it is said according to Aquila, “And a throne shall be prepared in mercy,” and according to Theodotion, “And a throne shall be prepared with mercy.” For whom will it be prepared, if not surely for Christ, born of the seed of David? He says, then, that there will be among the Moabites a throne of Christ, on which he who will be born will sit with truth in the tent of David. So the prophetic Spirit is accustomed to call the church of God; since it is customary to name Christ himself David, because he was born of the seed of David according to the flesh. Therefore he calls the church the tent of David, and the throne in it the presider of the church, who occupies the bodily throne, keeping as it were the place of Christ. These things have been inserted in the middle of the prophecy as in mysteries, the Holy Spirit storing up their knowledge for those alone who would understand and be counted worthy of contemplating them. “We have heard of the insolence of Moab; very insolent in pride; and his insolence and his wrath: not so your divination, not so. Moab shall howl; for in Moab all shall howl; but you shall meditate for those who dwell in Seth, and you shall not be ashamed.” Their deeds are not like their proud words; or else, since they thought highly of their god and his divinations: it will not be so, he says, as the demon among them divines, nor as he promised through oracles to those deceived and thinking him to be God; for time to come will expose their falsehood. “The plains of Heshbon shall mourn, the vine of Sibmah; you who swallow up the nations, trample its vines as far as Jazer; you shall not join them; wander in the desert; those sent were abandoned, for they crossed to the sea. Therefore I will weep as with the weeping of Jazer, the vine of Sibmah. Heshbon and Elealeh have cast down your trees, for upon your harvest and your vintage I will trample, and all shall fall. And gladness and rejoicing shall be taken from the vineyards, and in your vineyards they shall not rejoice, and they shall not tread wine into the vats; for it has ceased.” By the fruit and the harvest, and by the vine so often named, he signifies the flourishing and vigor, the luxury and beauty of the life of those indicated, in which, as if drunk, they spent their time making merry and reveling in their godless impieties.
16.2PG 24:199–205
Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωάβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὅ ἐνεκαίνισας, καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε. Κατὰ δὲ λόγον βαθύτερον, πρὸς αὐτὸν καὶ νῦν ὁ λόγος, πρὸς ὂν καὶ τὸ, ὡσεὶ τεῖχος ὁ ἐνεκαίνισας, δηλαδὴ τὸν Θεόν. Τί οὖν βούλεται τὸ τολμηρῶς δοκοῦν εἰρῆσθαι, τὸ, Ἔσται εἰς τὸ ἐντραπῆναί σε. Διὰ τοῦτό μοι, φησὶν, ἰσχυροὺς ἐχαρίσω ἔνδοθεν τοὺς διαλογισμούς · ὥστε τοὺς νῦν μὴ ἐπιστρέφοντας ἐπὶ σὲ ἐντραπῆναί σε, διὰ τῶν ἐλέγχων τῶν προσαγομένων αὐτοῖς ἐκ τῆς τῶν δεδομένων μοι λογισμῶν εὐτονίας. Λείπει οὖν τὸ, αὐτοὺς, ἵνα ὑγιῶς ὁ νοῦς τῶν ῥημάτων ἀποδοθῇ, Καὶ ἔσται εἰς τὸ ἐντραπῆναι αὐτούς σε. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πολέμοις ἀντιπρόσωποι ἑστῶτες, ἕως μὲν ἰσοπαλεῖς δοκοῦσιν εἶναι, οὐ τρέπονταὶ οὐδὲ ἐκκλίνουσιν, ἐπειδὰν δὲ ὑπερέχῃ αὐτῶν τὸ ἕτερον μέρος, τραπέντες φεύγουσιν· οὕτω καὶ ψυχὴ ὑπὸ ἀναιδείας παρατεταγμένη ἕστηκεν οὐκ ἐντρεπομένη, ἐλεγχθεῖσα δὲ ὑπὸ λόγου καθαπτομένου αὐτῆς, τρέπεται πρὸς αἰσχύνην. Καὶ ἐπειδὴ ἐν τῷ κρυπτῷ τοῦ ἀνθρώπου ἐντροπή, γίνεται ἡ τροπή, ἐντροπὴ προσηγόρευται. Διὰ τοῦτο οὖν ἡ κοιλία ἠχήσει, καὶ τὰ ἐντὸς, ὡσεὶ τεῖχος ὁ ἐνεκαίνισεν ὁ Θεὸς τοῦ προφήτου· ἵνα μεταβάλωσι καὶ ἐντραπῶσι, τοῦ αἰδεῖσθαι Θεὸν, πρότερον οὐκ ἐπιστάμενοι τὴν ὠφέλιμον αἰσχύνην. Διὰ μέντοι τοῦ, Ὅτι ἐκοπίασε Μωάβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι αὐτόν· · τάχα τὸν ἐπὶ τέλει ἀφανισμὸν πάσης εἰδωλολατρείας ἐκ τῆς τοῦ λόγου ἐπιφανείας, προφητεύει ὁ Ἡσαΐας· ὅτι μάταιοι πάντες οἱ ἐπὶ ταῖς κατασκευαῖς τῶν ναῶν μόχθοι, καὶ ἀνωφελεῖς αἱ εἰς τὰ χειροποίητα ἐλπίδες. Προσεύξονται γὰρ, φησὶ, καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι αὐτόν. Τοῦτο δὲ νῦν ἐπὶ τῆς Χριστοῦ ἐπιδημίας πεπλήρωται· ἀντὶ σκοπέλων μὲν γὰρ ἑστήκασιν οἱ ναοὶ περιβόητοι, οὐκέτι δὲ αἱ ἀπὸ τῶν δαιμόνων ἀπάται, φυγαδευθείσης τῆς ἀντικειμένης δυνάμεως διὰ τὸ μυστήριον τοῦ σταυροῦ τοῦ κατὰ πᾶσαν τὴν οἰκουμένην κεκηρυγμένου. Τοῦτο τὸ ῥῆμα ὁ ἐλάλησε Κύριος ἐπὶ Μωάβ, ὁπότε ἐλάλησε. Καὶ νῦν λέγω, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωάβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος. Αντὶ μέντοι τοῦ παρὰ τοῖς Ἑβδομήκοντα φάσκοντος λόγου, Ἐν τρισὶν ἔτεσιν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωάβ, ἡ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διαστολή, μεταξὺ βληθεῖσα, σαφεστέραν κατέστησε τὴν διάνοιαν· κατὰ μὲν γὰρ τὸν ᾿Ακύλαν εἴρηται, Ἐν τρισὶν ἔτεσι μισθωτοῦ · κατὰ δὲ τὸν Σύμμαχον, Ἔκτοτε καὶ νῦν ἐλάλησε Κύριος λέγων, Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ» κατὰ δὲ τὸν Θεοδοτίωνα, Ἀπὸ τότε καὶ νῦν ἐλάλησε Κύριος λέγων, Ἐν τρισὶν ἔτεσιν ὡς ἐνιαυτοῖς μισθωτοῦ. Εἶτα ἀπὸ ἑτέρας ἀρχῆς εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, Καὶ ἀτιμασθήσεται ἡ δόξα Μωάβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ. «Ὁ γὰρ, καὶ, σύνδεσμος μέσος παρεμβληθεὶς, ἑτέραν διάνοιαν παρέστησε τὴν ἀπὸ τοῦ, Καὶ ἀτιμασθήσεται ἡ δόξα Μωάβ·, τὸ δὲ ἔμπροσθεν ἐδήλου ὡς ἐν τρισὶν ἔτεσι τὰ προλεχθέντα πάντα περὶ τῆς Μωάβ Κύριος ἐλάλησε διὰ τοῦ προφήτου, ὥσπερ μισθωσάμενος αὐτὸν, καὶ ἀπασχολήσας περὶ τὴν ὑπηρεσίαν τῆς περὶ τούτων προφητείας. Οὐ γὰρ ὥσπερ ἡμεῖς ἀθρόως συνἀπτοντες τὸ πᾶν ἀνάγνωσμα διερχόμεθα, οὕτω καὶ ὁ προφήτης κατὰ συνάφειαν πάντα λόγον τῆς προφητείας τροχάδην ἐξηνέγκατο· διῃρημένως δὲ καὶ κατὰ χρόνον ἐν διαφόροις χρόνων διαστήμασι · ὡς τὰ πάντα πληρωθῆναι τρία ἔτη, ἐν οἷς λέλεκται αὐτῷ τὰ εἰρημένα. Ἐλάλησε τοίνυν τὰ ἐν τρισὶν ὁ Κύριος ἔτεσι διὰ τοῦ προφήτου. Τέλος δὲ τῶν λόγων τοῦ Θεοῦ ἦν τὸ, Καὶ ἀτιμασθήσεται ἡ δόξα Μωάβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ. Καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος. Ὁ δὴ καὶ αὐτὸ πρὸς λέξιν πεπλήρωται, ὡς ἔστιν ὄψει πᾶσι λαβεῖν ῥᾴδιον τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις.
Dia touto hē koilia mou epi Mōab hōs kithara ēchēsei, kai ta entos mou hōsei teichos ho enekainisas, kai estai eis to entrapēnai se. Kata de logon bathyteron, pros auton kai nyn ho logos, pros on kai to, hōsei teichos ho enekainisas, dēladē ton Theon. Ti oun bouletai to tolmērōs dokoun eirēsthai, to, Estai eis to entrapēnai se. Dia touto moi, phēsin, ischyrous echarisō endothen tous dialogismous ; hōste tous nyn mē epistrephontas epi se entrapēnai se, dia tōn elenchōn tōn prosagomenōn autois ek tēs tōn dedomenōn moi logismōn eutonias. Leipei oun to, autous, hina hygiōs ho nous tōn rhēmatōn apodothę̄, Kai estai eis to entrapēnai autous se. Hōsper gar hoi en tois polemois antiprosōpoi hestōtes, heōs men isopaleis dokousin einai, ou trepontai oude ekklinousin, epeidan de hyperechę̄ autōn to heteron meros, trapentes pheugousin; houtō kai psychē hypo anaideias paratetagmenē hestēken ouk entrepomenē, elenchtheisa de hypo logou kathaptomenou autēs, trepetai pros aischynēn. Kai epeidē en tǭ kryptǭ tou anthrōpou entropē, ginetai hē tropē, entropē prosēgoreutai. Dia touto oun hē koilia ēchēsei, kai ta entos, hōsei teichos ho enekainisen ho Theos tou prophētou; hina metabalōsi kai entrapōsi, tou aideisthai Theon, proteron ouk epistamenoi tēn ōphelimon aischynēn. Dia mentoi tou, Hoti ekopiase Mōab epi tois bōmois, kai eiseleusetai eis ta cheiropoiēta, hōste proseuxasthai, kai ou mē dynōntai exelesthai auton; ; tacha ton epi telei aphanismon pasēs eidōlolatreias ek tēs tou logou epiphaneias, prophēteuei ho Hēsaïas; hoti mataioi pantes hoi epi tais kataskeuais tōn naōn mochthoi, kai anōpheleis hai eis ta cheiropoiēta elpides. Proseuxontai gar, phēsi, kai ou mē dynōntai exelesthai auton. Touto de nyn epi tēs Christou epidēmias peplērōtai; anti skopelōn men gar hestēkasin hoi naoi periboētoi, ouketi de hai apo tōn daimonōn apatai, phygadeutheisēs tēs antikeimenēs dynameōs dia to mystērion tou staurou tou kata pasan tēn oikoumenēn kekērygmenou. Touto to rhēma ho elalēse Kyrios epi Mōab, hopote elalēse. Kai nyn legō, en trisin etesin etōn misthōtou atimasthēsetai hē doxa Mōab en panti tǭ ploutǭ tǭ pollǭ, kai kataleiphthēsetai oligostos, kai ouk entimos. Anti mentoi tou para tois Hebdomēkonta phaskontos logou, En trisin etesin misthōtou atimasthēsetai hē doxa Mōab, hē kata tous loipous hermēneutas diastolē, metaxy blētheisa, saphesteran katestēse tēn dianoian; kata men gar ton ᾿Akylan eirētai, En trisin etesi misthōtou ; kata de ton Symmachon, Ektote kai nyn elalēse Kyrios legōn, En trisin etesin hōs epi misthōtou» kata de ton Theodotiōna, Apo tote kai nyn elalēse Kyrios legōn, En trisin etesin hōs eniautois misthōtou. Eita apo heteras archēs eirētai para tois loipois hermēneutais, Kai atimasthēsetai hē doxa Mōab syn panti tǭ plēthei tǭ pollǭ. «Ho gar, kai, syndesmos mesos paremblētheis, heteran dianoian parestēse tēn apo tou, Kai atimasthēsetai hē doxa Mōab;, to de emprosthen edēlou hōs en trisin etesi ta prolechthenta panta peri tēs Mōab Kyrios elalēse dia tou prophētou, hōsper misthōsamenos auton, kai apascholēsas peri tēn hypēresian tēs peri toutōn prophēteias. Ou gar hōsper hēmeis athroōs synaptontes to pan anagnōsma dierchometha, houtō kai ho prophētēs kata synapheian panta logon tēs prophēteias trochadēn exēnenkato; dię̄rēmenōs de kai kata chronon en diaphorois chronōn diastēmasi ; hōs ta panta plērōthēnai tria etē, en hois lelektai autǭ ta eirēmena. Elalēse toinyn ta en trisin ho Kyrios etesi dia tou prophētou. Telos de tōn logōn tou Theou ēn to, Kai atimasthēsetai hē doxa Mōab syn panti tǭ plēthei tǭ pollǭ. Kai kataleiphthēsetai oligostos, kai ouk entimos. Ho dē kai auto pros lexin peplērōtai, hōs estin opsei pasi labein rhądion tois eis tous topous aphiknoumenois.
“Therefore my belly shall sound for Moab like a lyre, and my inward parts like a wall which you renewed, and it shall be for your being put to shame.” According to a deeper sense, the word is addressed here too to the one to whom “like a wall which you renewed” is addressed, that is, to God. What then is meant by what seems boldly said, “It shall be for your being put to shame”? Therefore, he says, you gave me strong reasonings within, so that those who now do not turn to you should feel shame before you, through the refutations brought against them from the vigor of the reasonings given me. The word “them” is lacking, then, so that the sense of the words may be rendered soundly: “And it shall be for their being put to shame before you.” For as those who stand facing each other in wars, as long as they seem evenly matched, do not turn or give way, but when one side gets the upper hand, they turn and flee; so too the soul, drawn up in battle by shamelessness, stands without being turned; but when refuted by a word that lays hold of it, it turns toward shame. And since the turning (τροπή) takes place within (ἐν), in the hidden part of a man, it is called shame (ἐντροπή). For this reason, then, the belly will sound, and the inward parts, like a wall which God renewed, of the prophet; so that they may change and be put to shame, so as to revere God, they who formerly did not know beneficial shame. By the words, “For Moab has wearied herself at the altars, and will go into the things made by hand to pray, and they shall not be able to deliver him,” Isaiah perhaps prophesies the final destruction of all idolatry by the manifestation of the Word: that all the labors on building temples are vain, and the hopes placed in things made by hand useless. For they will pray, he says, and they shall not be able to deliver him. This has now been fulfilled at the sojourn of Christ; for the famous temples stand like rocks, but the deceptions of the demons are no more, the opposing power having been put to flight by the mystery of the cross proclaimed throughout the whole world. “This is the word which the Lord spoke against Moab, when he spoke. And now I say: in three years, years of a hired laborer, the glory of Moab shall be dishonored with all its great wealth, and it shall be left very few and not honored.” Instead of the saying in the Seventy, “In three years of a hired laborer the glory of Moab shall be dishonored,” the division of the other translators, placing a break in the middle, has made the sense clearer. For according to Aquila it is said, “In three years of a hired laborer”; according to Symmachus, “From then and now the Lord spoke, saying: In three years, as for a hired laborer”; and according to Theodotion, “From then and now the Lord spoke, saying: In three years, as in the years of a hired laborer.” Then, from another beginning, it is said in the other translators: “And the glory of Moab shall be dishonored with all its great multitude.” For the conjunction “and,” inserted in the middle, introduced another sense, beginning from “And the glory of Moab shall be dishonored”; while the former showed that the Lord spoke all the things foretold about Moab through the prophet in three years, as if he had hired him and occupied him in the service of prophesying about these things. For the prophet did not deliver the whole word of the prophecy in one continuous run, as we read through the whole passage joined together at once; but in parts and at different intervals of time, so that the whole took three years, in which what was said was spoken to him. The Lord, then, spoke these things through the prophet over three years. And the end of God’s words was: “And the glory of Moab shall be dishonored with all its great multitude. And it shall be left very few and not honored.” This too has been fulfilled according to the letter, as is easy for all to see who come to those places.
Chapter 17
17.1PG 24:205–211
Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων. Τὴν καθαίρεσιν αἰνίττεται τῆς βασιλικῆς δυνάμεως, ἧς μετεῖχε πρότερον ἡ πόλις ἐκλάμψασα Μόνη γὰρ ἦν τότε τῆς Συρίας ἁπάσης κρατοῦσα, μήπω τῶν καθ᾿ ἡμᾶς ἐπιφανῶν ἐν τῇ Συρίᾳ πόλεων ἐγηγερμένων, Αντιοχείας φημὶ καὶ τῶν ἄλλων. Καὶ ἔσται εἰς πτῶσιν καὶ καταλελειμμένη εἰς τὸν αἰῶνα εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν· καὶ οὐκ ἔσται ὁ διώκων. Καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφεύγειν Ἐφραΐμ. Ωσπερ τῇ Βαβυλωνίᾳ τὰ ἁρμόττοντα ἐλέγετο, καὶ τοῖς ἀλλοφύλοις τοῖς τὴν Παλαιστίνην οἰκοῦσι τὰ κατάλληλα, τῇ τε Μωάβ ὡσαύτως ἕτερά τινα ἰδιάζοντα · τὸν αὐτὸν τρόπον καὶ τὸ κατὰ Δαμασκοῦ προφητικὸν ῥῆμα ἴδιόν τι τέλος ἐπελεύσεσθαι αὐτὴν ἀπειλεῖ· ἀρθήσεσθαί φησι γὰρ αὐτὴν ἀπὸ πόλεων. Κατὰ δὲ τὸν Θεοδοτίωνα, μεταστήσεσθαί φησιν ἐκ πόλεων. Πέπονθε δὲ τοῦτο κατὰ τοὺς ᾿Ασσυρίους, ὡς καὶ ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ μετὰ χεῖρας Γραφή, τὸν τῶν ᾿Ασσυρίων βασιλέα παριστῶσα λέγοντα· Καὶ ἔλαβον ᾿Αραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν, ὃν τρόπον ἔλαβον ταύτας καὶ πάσας τὰς ἀρχὰς λήψομαι. Τούτῳ δὲ τῷ λόγῳ καὶ ἡ ἱστορία μαρτυρεῖ· γέγραπται γοῦν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ἀνέβη βασιλεὺς Ασσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβε αὐτὴν, καὶ ἀπῴκισεν αὐτήν. “Α δὴ καὶ τέλους τετύχηκε ἐπὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς, καθ' ἣν συνειστήκει μὲν ἡ Δαμασκὸς, τὴν δὲ παλαιὰν καὶ βασιλικὴν, φησὶ, παντελῶς ἡφανίσθη. Οὕτω δὲ συνέστη ἡ καὶ νῦν ὁρωμένη, ὡς ἡ προφητεία ἐθέσπισε, οὐκέτι μὲν βασιλικὸν ἀξίωμα ἐπαγομένη, οὐδὲ ἄρχουσα τοῦ Σύρων ἔθνους· ἀποπεπτωκυῖα δὲ ἧς εἶχε δυνάμεως πρότερον, καὶ μονονουχί εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων καταλελειμμένη· οὕτω δὲ τὰ ἀγελαῖα πλήθη καὶ τοὺς εὐτελεῖς δήμους καλεῖν εἴωθεν ὁ λόγος. Κατὰ μόνην τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν εἴρηται, λέγω δὴ τὸ, εἰς τὸν αἰῶνα· · οὔτε γὰρ ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. Διὸ οὐκ ἀνάγκη τὴν πτῶσιν Δαμασκοῦ αἰωνίαν λέγεσθαι νομίζειν· ἐπειδὴ χρονική τις αὐτῶν γέγονε ἡ πτῶσις κατὰ τὴν τῆς ᾿Ασσυρίας πολιορκίαν, καθ᾿ ἣν καὶ ἡ Ἱερουσαλήμ ἥλω. Αλλ' ὥσπερ αὖθις ἐπανελθόντες Ἰουδαῖοι ἤγειραν τὴν Ἱερουσαλήμ, καὶ τὴν χώραν ἐπλήρωσαν οἰκητόρων, τὸν αὐτὸν τρόπον καὶ ἡ Δαμασκὸς, παθοῦσα τότε τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα, αὖθις ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀνῳκοδόμητο, ὡς καὶ βασίλειον ἐν αὐτῇ συστῆναι πάλιν. Καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ· καὶ τὸ κατάλοιπον τῶν Σύρων. Ὡς γὰρ μελλούσης μὲν αὐτῆς ἔσεσθαι, οὐ μὴν καὶ ὀχυρᾶς κατὰ τὸ παλαιὸν γενησομένης, οὐδὲ βασιλευούσης ταῦτα εἴρηται. Ἔστι δὲ καὶ ἄλλως ἐπιβαλεῖν τοῖς τόποις, ὡς τῆς προφητείας ταπείνωσιν τοῖς οἰκήτορσι Δαμασκοῦ, καὶ βίον ἰδιωτικὸν προαναφωνούσης. Οὕτω γοῦν εἰώθαμεν λέγειν ἐκπεπτωκέναι τὸν πλούσιον, ἐπειδὰν εἰς ἐσχάτην ἐλάσῃ πενίαν· καὶ τὸν ἔντιμον, ἐπειδὰν οὗ μετεῖχεν ἀξιώματος στερηθῇ. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν. Εἰ γὰρ ὁ πάλαι τοῦ Θεοῦ χρηματίζων λαὸς ἐν τοῖς λεγομένοις χρόνοις ἐκπεσεῖται τοῦ οἰκείου ἀξιώματος, καὶ τῆς πάλαι παρ' αὐτοῖς πολιτευομένης αὐτονομίας καὶ βασιλείας·
To rhēma to kata Damaskou. Idou Damaskos arthēsetai apo poleōn. Tēn kathairesin ainittetai tēs basilikēs dynameōs, hēs meteiche proteron hē polis eklampsasa Monē gar ēn tote tēs Syrias hapasēs kratousa, mēpō tōn kath᾿ hēmas epiphanōn en tę̄ Syrią poleōn egēgermenōn, Antiocheias phēmi kai tōn allōn. Kai estai eis ptōsin kai kataleleimmenē eis ton aiōna eis koitēn poimniōn kai anapausin; kai ouk estai ho diōkōn. Kai ouketi estai ochyra tou katapheugein Ephraïm. Ōsper tę̄ Babylōnią ta harmottonta elegeto, kai tois allophylois tois tēn Palaistinēn oikousi ta katallēla, tę̄ te Mōab hōsautōs hetera tina idiazonta ; ton auton tropon kai to kata Damaskou prophētikon rhēma idion ti telos epeleusesthai autēn apeilei; arthēsesthai phēsi gar autēn apo poleōn. Kata de ton Theodotiōna, metastēsesthai phēsin ek poleōn. Peponthe de touto kata tous ᾿Assyrious, hōs kai edēlou dia tōn emprosthen hē meta cheiras Graphē, ton tōn ᾿Assyriōn basilea paristōsa legonta; Kai elabon ᾿Arabian kai Damaskon kai Samareian, hon tropon elabon tautas kai pasas tas archas lēpsomai. Toutǭ de tǭ logǭ kai hē historia martyrei; gegraptai goun en tę̄ tetartę̄ tōn Basileiōn; Kai anebē basileus Assyriōn eis Damaskon, kai synelabe autēn, kai apǭkisen autēn. “A dē kai telous tetychēke epi tēs Rhōmaïkēs archēs, kath' hēn syneistēkei men hē Damaskos, tēn de palaian kai basilikēn, phēsi, pantelōs hēphanisthē. Houtō de synestē hē kai nyn horōmenē, hōs hē prophēteia ethespise, ouketi men basilikon axiōma epagomenē, oude archousa tou Syrōn ethnous; apopeptōkuia de hēs eiche dynameōs proteron, kai mononouchi eis koitēn poimniōn kai anapausin boukoliōn kataleleimmenē; houtō de ta agelaia plēthē kai tous euteleis dēmous kalein eiōthen ho logos. Kata monēn tēn tōn Hebdomēkonta hermēneian eirētai, legō dē to, eis ton aiōna; ; oute gar en tǭ Hebraïkǭ oute para tois loipois hermēneutais pheretai. Dio ouk anankē tēn ptōsin Damaskou aiōnian legesthai nomizein; epeidē chronikē tis autōn gegone hē ptōsis kata tēn tēs ᾿Assyrias poliorkian, kath᾿ hēn kai hē Hierousalēm hēlō. All' hōsper authis epanelthontes Ioudaioi ēgeiran tēn Hierousalēm, kai tēn chōran eplērōsan oikētorōn, ton auton tropon kai hē Damaskos, pathousa tote ta hypo tēs prophēteias thespisthenta, authis en tois meta tauta chronois anǭkodomēto, hōs kai basileion en autę̄ systēnai palin. Kai ouketi basileia en Damaskǭ; kai to kataloipon tōn Syrōn. Hōs gar mellousēs men autēs esesthai, ou mēn kai ochyras kata to palaion genēsomenēs, oude basileuousēs tauta eirētai. Esti de kai allōs epibalein tois topois, hōs tēs prophēteias tapeinōsin tois oikētorsi Damaskou, kai bion idiōtikon proanaphōnousēs. Houtō goun eiōthamen legein ekpeptōkenai ton plousion, epeidan eis eschatēn elasę̄ penian; kai ton entimon, epeidan hou meteichen axiōmatos sterēthę̄. Ou gar sy beltiōn ei tōn huiōn Israēl kai tēs doxēs autōn. Ei gar ho palai tou Theou chrēmatizōn laos en tois legomenois chronois ekpeseitai tou oikeiou axiōmatos, kai tēs palai par' autois politeuomenēs autonomias kai basileias;
“The word against Damascus. Behold, Damascus shall be taken away from among cities.” He hints at the pulling down of the royal power in which the city formerly shared, shining forth. For at that time it alone ruled all Syria, the cities of Syria famous in our day, Antioch I mean and the others, not yet having been raised up. “And it shall be for a ruin, and forsaken forever, for a fold of flocks and a resting place; and there shall be none to pursue. And it shall no longer be a stronghold for Ephraim to flee to.” As what suited Babylonia was said, and what fitted the foreigners living in Palestine, and likewise certain other things peculiar to Moab, in the same way the prophetic word against Damascus threatens that a particular end will come upon it; for he says it will be taken away from among cities. According to Theodotion, he says it will be removed from among cities. It suffered this at the hands of the Assyrians, as the present Scripture also showed earlier, presenting the king of the Assyrians as saying: “And I took Arabia and Damascus and Samaria; as I took these, I will take all the kingdoms.” And history too bears witness to this saying; it is written, at any rate, in the fourth book of Kingdoms: “And the king of the Assyrians went up to Damascus and took it and deported it.” These things also reached their end under the Roman empire, under which Damascus did indeed still stand, but the ancient and royal city was utterly blotted out. And the one now seen was so established, as the prophecy foretold, no longer bearing royal rank nor ruling the nation of the Syrians, but fallen from the power it formerly had, and all but left as a fold for flocks and a resting place for herds; for so the word is accustomed to call the common crowds and humble peoples. The word “forever” is said only in the translation of the Seventy; for it is found neither in the Hebrew nor in the other translators. Therefore there is no need to think that the fall of Damascus is said to be eternal; since their fall was for a time, at the Assyrian siege, at which Jerusalem too was taken. But as the Jews returned again, raised up Jerusalem, and filled the land with inhabitants, in the same way Damascus too, having then suffered what the prophecy foretold, was rebuilt again in the times afterwards, so that a royal seat was established in it once more. “And there shall no longer be a kingdom in Damascus, and the remnant of the Syrians.” These things are said as of a city that would exist, but would not be strong as of old, nor royal. One can also take these passages in another way, as the prophecy foretelling humiliation and a private life for the inhabitants of Damascus. So indeed we are accustomed to say that a rich man has fallen when he comes to the utmost poverty, and an honored man when he is deprived of the rank he held. “For you are not better than the sons of Israel and their glory.” For if the people that was of old styled God’s people is, at the times spoken of, to fall from its own rank and from the self-government and kingdom formerly exercised among them,
17.2PG 24:205–211
οὐ χρή σε τὴν Δαμασκὸν τὰ ὅμοια πάσχουσαν ἀγανακτεῖν. Τάδε λέγει Κύριος Σαβαώθ· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ· καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. Καὶ θέα ὅπως οὐκ ἀναίρεσιν παντελῆ τοῦ ἔθνους σημαίνει, ἀλλὰ τῆς δόξης αὐτῶν, ἧς μετεῖχον πρότερον, καθαίρεσιν. Πίονα δὲ ἦν τῆς τοῦ προτέρου λαοῦ δόξης ἡ ἱερωσύνη, καὶ ἡ βασιλεία, τὸ τε ἅγιον ἆσμα καὶ ἡ κατὰ νόμους λατρεία, ἡ τε προφητικὴ χάρις, καὶ ἡ τοῦ ἔθνους ἐλευθερία, καὶ ὅσα ἄλλα παρὰ τῷ Ἰουδαίων ἔθνει· ἅπερ ἀθρόως σεισθήσεσθαι, καὶ παντελῶς ἐκλείψειν προαγορεύει ὁ λόγος. Καὶ ἔσται ὃν τρόπον ἐὰν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ. Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη. Ὡς γὰρ ἐν ἀμητῷ συνάγονται μὲν οἱ στάχυες, καταλείπεται δὲ ἐν τῇ χώρᾳ καλάμη ψιλή· οὕτω φησὶν ἔσεσθαι τὸν Ἰουδαίων λαὸν, ἀποτμηθέντα μὲν τῶν πάλαι παρ' αὐτοῖς σταχύων, μόνης δὲ τῆς καλάμης ἐν αὐτοῖς καταλειφθείσης. Εἰ δὲ καὶ ποὺ τις εὑρεθῇ ἐν αὐτοῖς ἄξιος λόγου, παραβληθήσεται οὗτος στάχυῖ, οὐχὶ ἐν τῷ πεδίῳ φύντι, ἀλλ᾽ ἐν κοιλάδι καὶ φάραγγι καταξήρῳ καὶ στερεᾷ. Δηλοῦσθαι δὲ οἶμαι διὰ τοῦ στάχυος τὸν χορὸν τῶν τοῦ Σωτῆρος ἡμῶν μαθητῶν καὶ εὐαγγελιστῶν, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· Καὶ εἰ μὴ Κύριος Σαβαώθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾿ ἄκρου μετεώρου, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῶσι. Τοσαύτην γάρ φησιν ἔσεσθαι σπάνιν τῶν ἐκ τοῦ Ἰσραὴλ σωθησομένων κατὰ τοὺς χρόνους οὓς ἡ προφητεία σημαίνει, ὡς ἑνὶ στάχυῖ παραβάλλεσθαι τοὺς πάντας· τοὺς δὲ ἐν αὐτοῖς ἐξαιρέτους τοσούτους ἔσεσθαί τινας, ὥσπερ εἰ ῥῶγας ἐλαίας δύο ἢ τρεῖς τοὺς ἐπ᾿ ἄκρου μετεώρου, αἰνιττομένου τοῦ λόγου τοὺς ἀκροτάτους τῶν ἀποστόλων, οὓς ποτὲ μὲν κατὰ συζυγίαν ὁ Σωτὴρ προσεκαλεῖτο, ποτὲ δὲ τρεῖς· οὓς ἡ Γραφὴ τοῦ Εὐαγγελίου ἐκλεκτῶν ἐκλεκτοτέρους εἰσήγαγε· λέγω δὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐπὶ τὸ ὄρος ἀνήγαγε μόνους, ἱστορήσοντας τὴν μεταμόρφωσιν αὐτοῦ, καὶ ἐπὶ τῆς ἀναβιωσκούσης θυγατρὸς τοῦ ἀρχισυναγώγου παρέλαβε Οἱ δὲ λοιποὶ παρὰ τοὺς τρεῖς τούτους οἱ τέσσαρές εἰσι καὶ πέντε, καὶ τοὺς τέσσαρας καὶ τοὺς πέντε, δέκα καὶ τέσσαρας ποιήσει τοὺς πάντας, ὧν δώδεκα μὲν τοὺς πρώτους ἀποστόλους εἴποις ἂν εἶναι, οὐκ ἐλάττω δὲ αὐτῶν τὴν ἀρετὴν Παῦλον, καὶ αὐτὸν ὄντα κλητὸν ἀπόστολον, καὶ τὸν Ἰάκωβον γεγονέναι τὸν ἀδελφὸν τοῦ Κυρίου, ὃς πρῶτος ἐπίσκοπος τῆς Ἱεροσολύμων Ἐκκλησίας ὑπ᾿ αὐτοῦ καταστῆναι τοῦ Σωτῆρος μνημονεύεται. Οὗτοι δὲ πάντες ἐπ᾿ ἄκρου τῆς ἐλαίας, λέγω δὴ τῆς Ἰουδαίων διαδοχῆς εὐρημένοι διὰ τῶν μετὰ χεῖρας μνημονεύονται. Καὶ ὁ θεῖος δὲ ᾿Απόστολος οἶδεν ἐλαίᾳ παραβάλλειν τὴν παρὰ Ἰούδα διαδοχήν, καὶ ῥίζαν ἁγίαν καὶ ἀπαρχὴν, καὶ καλλιελαίαν αὐτὴν καλεῖ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν·
ou chrē se tēn Damaskon ta homoia paschousan aganaktein. Tade legei Kyrios Sabaōth; Estai en tę̄ hēmerą ekeinę̄ ekleipsis tēs doxēs Iakōb; kai ta piona tēs doxēs autou seisthēsetai. Kai thea hopōs ouk anairesin pantelē tou ethnous sēmainei, alla tēs doxēs autōn, hēs meteichon proteron, kathairesin. Piona de ēn tēs tou proterou laou doxēs hē hierōsynē, kai hē basileia, to te hagion asma kai hē kata nomous latreia, hē te prophētikē charis, kai hē tou ethnous eleutheria, kai hosa alla para tǭ Ioudaiōn ethnei; haper athroōs seisthēsesthai, kai pantelōs ekleipsein proagoreuei ho logos. Kai estai hon tropon ean tis synagagę̄ amēton hestēkota, kai sperma stachyōn amēsę̄. Kai estai hon tropon ean tis synagagę̄ stachyn en pharangi stereą, kai kataleiphthę̄ en autę̄ kalamē. Hōs gar en amētǭ synagontai men hoi stachyes, kataleipetai de en tę̄ chōrą kalamē psilē; houtō phēsin esesthai ton Ioudaiōn laon, apotmēthenta men tōn palai par' autois stachyōn, monēs de tēs kalamēs en autois kataleiphtheisēs. Ei de kai pou tis heurethę̄ en autois axios logou, parablēthēsetai houtos stachui, ouchi en tǭ pediǭ phynti, all᾽ en koiladi kai pharangi kataxērǭ kai stereą. Dēlousthai de oimai dia tou stachyos ton choron tōn tou Sōtēros hēmōn mathētōn kai euangelistōn, peri hou kai en tois emprosthen elegeto; Kai ei mē Kyrios Sabaōth enkatelipen hēmin sperma, hōs Sodoma an egenēthēmen, kai hōs Gomorrha an hōmoiōthēmen. Ē hōs rhōges elaias dyo ē treis ep᾿ akrou meteōrou, ē tessares, ē pente epi tōn kladōn autōn kataleiphthōsi. Tosautēn gar phēsin esesthai spanin tōn ek tou Israēl sōthēsomenōn kata tous chronous hous hē prophēteia sēmainei, hōs heni stachui paraballesthai tous pantas; tous de en autois exairetous tosoutous esesthai tinas, hōsper ei rhōgas elaias dyo ē treis tous ep᾿ akrou meteōrou, ainittomenou tou logou tous akrotatous tōn apostolōn, hous pote men kata syzygian ho Sōtēr prosekaleito, pote de treis; hous hē Graphē tou Euangeliou eklektōn eklektoterous eisēgage; legō dē Petron kai Iakōbon kai Iōannēn, hous epi to oros anēgage monous, historēsontas tēn metamorphōsin autou, kai epi tēs anabiōskousēs thygatros tou archisynagōgou parelabe Hoi de loipoi para tous treis toutous hoi tessares eisi kai pente, kai tous tessaras kai tous pente, deka kai tessaras poiēsei tous pantas, hōn dōdeka men tous prōtous apostolous eipois an einai, ouk elattō de autōn tēn aretēn Paulon, kai auton onta klēton apostolon, kai ton Iakōbon gegonenai ton adelphon tou Kyriou, hos prōtos episkopos tēs Hierosolymōn Ekklēsias hyp᾿ autou katastēnai tou Sōtēros mnēmoneuetai. Houtoi de pantes ep᾿ akrou tēs elaias, legō dē tēs Ioudaiōn diadochēs eurēmenoi dia tōn meta cheiras mnēmoneuontai. Kai ho theios de ᾿Apostolos oiden elaią paraballein tēn para Iouda diadochēn, kai rhizan hagian kai aparchēn, kai kallielaian autēn kalei. Tade legei Kyrios ho Theos Israēl; Tę̄ hēmerą ekeinę̄ pepoithōs estai ho anthrōpos epi tǭ poiēsanti auton;
you, Damascus, ought not to be indignant at suffering like things. “Thus says the Lord of Sabaoth: There shall be in that day a failing of the glory of Jacob, and the fat things of his glory shall be shaken.” And see how he signifies not the complete destruction of the nation, but the pulling down of the glory in which they formerly shared. The fat things of the glory of the former people were the priesthood and the kingdom, the holy song and the worship according to the law, the prophetic grace and the freedom of the nation, and whatever else the Jewish nation had; all of which the Word foretells will be shaken at once and fail completely. “And it shall be as when one gathers the standing harvest and reaps the seed of the ears. And it shall be as when one gathers an ear in a hard ravine, and stubble is left in it.” For as at harvest the ears are gathered, but bare stubble is left in the field, so, he says, will the people of the Jews be, cut off from the ears that were formerly among them, only the stubble being left among them. And if anywhere someone worthy of mention is found among them, he will be compared to an ear growing not in the plain but in a valley and a very dry and hard ravine. I think the ear indicates the band of the disciples and evangelists of our Savior, of whom it was said earlier: “And unless the Lord of Sabaoth had left us a seed, we would have become like Sodom and been made like Gomorrah.” “Or as two or three olives on the top of the highest bough, or four or five, are left on their branches.” For he says there will be such scarcity of those of Israel to be saved at the times the prophecy indicates that they will all be compared to a single ear; and the choicest among them will be so few, as if two or three olives on the top of the highest bough, the Word hinting at the foremost of the apostles, whom the Savior sometimes called in pairs, sometimes three, whom the Scripture of the Gospel presented as more chosen than the chosen: I mean Peter and James and John, whom alone he led up the mountain to behold his transfiguration, and took with him at the raising of the daughter of the ruler of the synagogue. The rest besides these three are the four and five; and the four and the five will make fourteen in all; of whom you might say twelve are the first apostles, and that not less than them in virtue were Paul, himself also a called apostle, and James the brother of the Lord, who is recorded to have been appointed by the Savior himself as the first bishop of the church of Jerusalem. All these, found at the top of the olive, I mean of the succession of the Jews, are recalled by the present words. And the divine Apostle too knows how to compare the succession from Judah to an olive, and calls it a holy root and first-fruits, and a cultivated olive. “Thus says the Lord God of Israel: In that day man shall trust in his Maker;
17.3PG 24:205–211
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· ἀλλ᾽ ἔσονται πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραήλ. Καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον κατέλιπον οἱ Ἀμοῤῥαῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Καὶ ἔσονται ἔρημοι, διότι κατἐλιπες τὸν Θεὸν τὸν Σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. Διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον, καὶ σπέρμα ἄπιστον. Τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν φυτεύσῃς, πλανηθήση. Τὸ δὲ πρωῖ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν, ᾗ ἂν ἡμέρᾳ κληρώσῃ· καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου. Ὥσπερ γὰρ, φησὶν, ἐκείνων ἀπολωλότων, ἕτεροι παρελθόντες κατἑσχον αὐτῶν τὰς πόλεις καὶ τὰς χώρας, οὕτως καὶ αἱ σαὶ πόλεις ἑτέρους ἕξουσιν οἰκήτορας, ὑμῶν ἀποβληθέντων καὶ ἐξωσθέντων. Καὶ ἔσονται ἔρημοι, διότι κατέλιπες τὸν Θεὸν τὸν σωτῆρά σου, καὶ Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης. Ἔνθα δὴ καὶ αὐτοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν μέμνηται ἡ Ἑβραϊκὴ φωνή· σωτῆρα γὰρ δηλοῖ τὸ Ἰησοῦ ὄνομα εἰς τὴν Ἑλλάδα γλώτταν ἑρμηνευόμενον. Καὶ τοῦτο αἴτιον, διὸ συμβήσεσθαι αὐτοῖς τὰ προλεχθέντα πάντα, εἴρηται, διότι κατέλιπον τὸν Θεὸν τὸν Σωτῆρα αὐτῶν, καὶ Κυρίου τοῦ πάντοτε βοηθοῦ αὐτῶν οὐκ ἐμνήσθησαν. Ἐπὰν οὖν, φησὶ, τὸ σπέρμα τοῦτο τὸ ἄπιστον καὶ τὴν φυτείαν τὴν ἄπιστον σπείρῃς ἐν τῇ σεαυτοῦ ψυχῇ, τότε πλανηθήσῃ· εἰ δὲ, μεταβαλὼν ἐπὶ τὴν ἀνατείλασαν τῷ κόσμῳ πρωΐαν τοῦ φωτὸς τοῦ εὐαγγελικοῦ, ἕτερον σπέρμα κατάθοιο τῇ σαυτοῦ διανοίᾳ, περὶ οὗ λέλεκται ἐν Εὐαγγελίοις· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ, Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ» καὶ ἐπὰν ἐν τῷ ἰδίῳ φωτὶ γένοιο τῆς πρωϊνῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης, ἀνθήσει ἐν σοὶ εἰς ἀμητόν· ὡς μεταδοῦναι κλῆρον ἀγαθὸν καὶ τοῖς ἑαυτοῦ πᾶσι τοῖς κατὰ Θεὸν γεννησομένοις διὰ τῆς σωτηρίου διδασκαλίας. Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν. Ὡς θάλασσα κυμαίνουσα, οὕτως ταραχθήσεσθε. Περὶ τῆς τῶν ἐθνῶν ἐπὶ τὸν Θεὸν ἐπιστροφῆς, καὶ τῆς εἰς τὸν Χριστὸν ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους θεσπίσας ὁ λόγος, μεταβαίνει ἐπὶ τὰ πλήθη τῶν ἐθνῶν, ἐν αὐτῇ τε τῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ ἀπομεινάντων, καὶ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἐλαύνειν καὶ πολιορκεῖν μελλόντων. Καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει· ὡς ὕδωρ πολὺ, ἔθνη πολλὰ, ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου. Ὡς γὰρ θαλάσσης τὰ νῶτα κυρτούμενα, καὶ εἰς ὕψος αἰρόμενα, ἐν τῷ χειμάζεσθαι καὶ ταράσσεσθαι ὑπὸ ἀνέμων, ἦχον μέγιστον ἐμποιεῖ καὶ φόβον τοῖς πλέουσιν· οὕτω καὶ τὰ πλήθη τῶν ἐν αὐτῇ τε τῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐπ᾿ ἀπιστίᾳ καὶ εἰδωλολατρείᾳ μενόντων ἐθνῶν, ὑπὸ τῶν ἀοράτων ἐθνῶν ἐνεργούμενα, δίκην κυμάτων θαλάσσης ἠχήσουσι, κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐπανιστάμενα. Καὶ ἀποσκορακιεῖ αὐτοὺς, καὶ πόῤῥω αὐτοὺς διώξεται·» μονονουχί θαλάσσης δίκην τῶν ἀνθεστηκότων κατακυμαίνοντες.
hoi de ophthalmoi autou eis ton hagion tou Israēl emblepsontai; kai ou mē pepoithotes ōsin epi tois bōmois, oude epi tois ergois tōn cheirōn autōn, epoiēsan hoi daktyloi autōn; all᾽ esontai pepoithotes epi ton hagion tou Israēl. Kai ouk opsontai ta dendra autōn oude ta bdelygmata autōn. Tę̄ hēmerą ekeinę̄ esontai hai poleis sou enkataleleimmenai, hon tropon katelipon hoi Amorrhaioi kai hoi Euaioi apo prosōpou tōn huiōn Israēl. Kai esontai erēmoi, dioti katelipes ton Theon ton Sōtēra sou, kai Kyriou tou boēthou sou ouk emnēsthēs. Dia touto phyteuseis phyteuma apiston, kai sperma apiston. Tę̄ de hēmerą, hę̄ an phyteusę̄s, planēthēsē. To de prōi ean speirę̄s, anthēsei eis amēton, hę̄ an hēmerą klērōsę̄; kai hōs patēr anthrōpou klērōsę̄ tois huiois sou. Hōsper gar, phēsin, ekeinōn apolōlotōn, heteroi parelthontes kateschon autōn tas poleis kai tas chōras, houtōs kai hai sai poleis heterous hexousin oikētoras, hymōn apoblēthentōn kai exōsthentōn. Kai esontai erēmoi, dioti katelipes ton Theon ton sōtēra sou, kai Kyriou tou Theou sou ouk emnēsthēs. Entha dē kai autou Iēsou tou Sōtēros hēmōn memnētai hē Hebraïkē phōnē; sōtēra gar dēloi to Iēsou onoma eis tēn Hellada glōttan hermēneuomenon. Kai touto aition, dio symbēsesthai autois ta prolechthenta panta, eirētai, dioti katelipon ton Theon ton Sōtēra autōn, kai Kyriou tou pantote boēthou autōn ouk emnēsthēsan. Epan oun, phēsi, to sperma touto to apiston kai tēn phyteian tēn apiston speirę̄s en tę̄ seautou psychę̄, tote planēthēsę̄; ei de, metabalōn epi tēn anateilasan tǭ kosmǭ prōïan tou phōtos tou euangelikou, heteron sperma katathoio tę̄ sautou dianoią, peri hou lelektai en Euangeliois; Exēlthen ho speirōn tou speirai; kai, Ōmoiōthē hē basileia tōn ouranōn anthrōpǭ speironti kalon sperma en tǭ idiǭ agrǭ» kai epan en tǭ idiǭ phōti genoio tēs prōïnēs anatolēs tou hēliou tēs dikaiosynēs, anthēsei en soi eis amēton; hōs metadounai klēron agathon kai tois heautou pasi tois kata Theon gennēsomenois dia tēs sōtēriou didaskalias. Ouai plēthos ethnōn pollōn. Hōs thalassa kymainousa, houtōs tarachthēsesthe. Peri tēs tōn ethnōn epi ton Theon epistrophēs, kai tēs eis ton Christon apistias tou Ioudaiōn ethnous thespisas ho logos, metabainei epi ta plēthē tōn ethnōn, en autę̄ te tę̄ Damaskǭ kai tais loipais chōrais en apistią apomeinantōn, kai tēn Ekklēsian tou Theou elaunein kai poliorkein mellontōn. Kai nōtos ethnōn pollōn hōs hydōr ēchēsei; hōs hydōr poly, ethnē polla, hōs hydatos pollou bią pheromenou. Hōs gar thalassēs ta nōta kyrtoumena, kai eis hypsos airomena, en tǭ cheimazesthai kai tarassesthai hypo anemōn, ēchon megiston empoiei kai phobon tois pleousin; houtō kai ta plēthē tōn en autę̄ te tę̄ Damaskǭ kai tais loipais chōrais ep᾿ apistią kai eidōlolatreią menontōn ethnōn, hypo tōn aoratōn ethnōn energoumena, dikēn kymatōn thalassēs ēchēsousi, kata tēs Ekklēsias tou Theou epanistamena. Kai aposkorakiei autous, kai porrhō autous diōxetai;» mononouchi thalassēs dikēn tōn anthestēkotōn katakymainontes.
and his eyes shall look to the Holy One of Israel; and they shall not trust in the altars, nor in the works of their hands, which their fingers made; but they shall trust in the Holy One of Israel. And they shall not see their trees nor their abominations. In that day your cities shall be forsaken, as the Amorites and the Hivites forsook them before the face of the sons of Israel. And they shall be desolate, because you forsook God your Savior and did not remember the Lord your helper. Therefore you shall plant an unfaithful planting and an unfaithful seed. And on the day on which you plant, you shall go astray. But if you sow in the morning, it shall flower for harvest on whatever day it allots; and as a man’s father it shall allot to your sons.” For as, when those perished, others came and took over their cities and lands, so your cities too will have other inhabitants, you having been cast out and driven away. “And they shall be desolate, because you forsook God your Savior and did not remember the Lord your God.” Here the Hebrew word mentions Jesus himself, our Savior; for the name Jesus, translated into the Greek tongue, means “savior.” And this is said to be the cause why all the things foretold will happen to them: because they forsook God their Savior and did not remember the Lord, their helper at all times. When, then, he says, you sow this unfaithful seed and unfaithful planting in your own soul, then you will go astray; but if, turning to the morning of the light of the gospel that dawned on the world, you lay another seed in your mind, of which it is said in the Gospels, “The sower went out to sow,” and “The kingdom of heaven is like a man sowing good seed in his own field”; and when you come to be in the very light of the morning rising of the sun of righteousness, it will flower in you for harvest, so that you share a good inheritance with all your own who will be born according to God through the saving teaching. “Woe, multitude of many nations! Like a surging sea, so shall you be troubled.” Having prophesied concerning the conversion of the nations to God and the unbelief of the Jewish nation toward Christ, the Word passes on to the multitudes of the nations who remained in unbelief, in Damascus itself and in the other lands, and who would drive out and besiege the church of God. “And the back of many nations shall roar like water; many nations like much water, like much water rushing with force.” For as the backs of the sea, arching and rising on high when it is stormy and troubled by the winds, make a very great roar and cause fear to those who sail, so too the multitudes of the nations who remain in unbelief and idolatry, in Damascus itself and the other lands, moved by the invisible nations, will roar like waves of the sea, rising up against the church of God. “And he shall rebuke them, and pursue them far off”; they who all but surged like the sea against those who resisted them.
17.4PG 24:205–211
Νῶτον δὲ αὐτοὺς πολλῶν ἐθνῶν ἐν τούτοις ἀποκαλεῖ, διὰ τὸ πολλὰ διώκεσθαι παρ' αὐτῶν ἔθνη. Τρέχουσι δὲ κατὰ νώτου πάντη τε καὶ πάντως τῶν φευγόντων οἱ διώκοντες. Καὶ ἀποσκορακιεῖ αὐτὸν, καὶ πόῤῥω αὐτὸν διώξεται. Τουτέστιν, ὀπίσω πέμψει, καὶ αὐτὸν διώξεται. Κατὰ δὲ τὸν ᾿Ακύλαν, Ἐπιτιμήσει ἐν αὐτῷ, καὶ φεύξεται μακράν· · κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ἐμβριμήσεται αὐτῷ καὶ φεύξεται πόῤῥω. Τίνι δὲ αὐτῶν ἐμβριμήσεται ἢ ἐπιτιμήσεται, ἢ τῷ προλεχθέντι ἔθνει τῶν ἀπίστων λαῶν, καὶ τῷ τούτους ἐνεργοῦντι διαβόλῳ; Τίς δὲ αὐτοῖς ἐπιτιμήσει ἀλλ᾽ ἢ ἐκεῖνος περὶ οὗ εἴρηται, Ἐπιτιμήσει Κύριος ἐν σοὶ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωί, καὶ οὐκ ἔσται. Αὕτη ἡ μερὶς τῶν προνομευσάντων ὑμᾶς, κληρονομία τοῖς κληρονομήσασι. Τοῖς γὰρ δίκην θαλάσσης κυμαινούσης κατεπαρθεῖσι τῆς Ἐκκλησίας πρὸς τῇ δύσει τοῦ βίου καὶ πρὸς αὐτῷ τῷ τέλει πένθος ἔσται, ὅτι οὐκέτι ὑπάρχουσι· κατὰ τὸν μέλλοντα αἰῶνα, νέου φωτὸς ἀνατολῆς καὶ πρωΐας τὸ τηνικαῦτα ταῖς δίκαις ἐπιλάμψαντος.
Nōton de autous pollōn ethnōn en toutois apokalei, dia to polla diōkesthai par' autōn ethnē. Trechousi de kata nōtou pantē te kai pantōs tōn pheugontōn hoi diōkontes. Kai aposkorakiei auton, kai porrhō auton diōxetai. Toutestin, opisō pempsei, kai auton diōxetai. Kata de ton ᾿Akylan, Epitimēsei en autǭ, kai pheuxetai makran; ; kata de ton Symmachon, Kai embrimēsetai autǭ kai pheuxetai porrhō. Tini de autōn embrimēsetai ē epitimēsetai, ē tǭ prolechthenti ethnei tōn apistōn laōn, kai tǭ toutous energounti diabolǭ? Tis de autois epitimēsei all᾽ ē ekeinos peri hou eirētai, Epitimēsei Kyrios en soi eklexamenos tēn Hierousalēm. Pros hesperan estai penthos prin ē prōi, kai ouk estai. Hautē hē meris tōn pronomeusantōn hymas, klēronomia tois klēronomēsasi. Tois gar dikēn thalassēs kymainousēs katepartheisi tēs Ekklēsias pros tę̄ dysei tou biou kai pros autǭ tǭ telei penthos estai, hoti ouketi hyparchousi; kata ton mellonta aiōna, neou phōtos anatolēs kai prōïas to tēnikauta tais dikais epilampsantos.
He calls them in these words the “back” of many nations because many nations are pursued by them. And the pursuers run in every way and on every side at the backs of those who flee. “And he shall rebuke him, and pursue him far off”; that is, he will send him back and pursue him. According to Aquila: “He shall rebuke him, and he shall flee far away”; and according to Symmachus: “And he shall threaten him, and he shall flee far off.” Whom of them will he threaten or rebuke, but the aforesaid nation of the unbelieving peoples and the devil who works in them? And who will rebuke them but he of whom it is said, “The Lord who chose Jerusalem rebuke you”? “Toward evening there shall be mourning; before morning, and he shall be no more. This is the portion of those who plundered you, the inheritance of those who inherited.” For those who, like a surging sea, were puffed up against the church, there will be mourning at the evening of life and at its very end, because they are no more; in the age to come, the rising of a new light and morning then shining upon the righteous.
Chapter 18
18.1PG 24:211–219
Οὐαὶ γῆς πλοίων, πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας· ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Πόθεν τοὺς πανταχοῦ Ἰουδαίους τοὺς πάντας συμφώνως ἐξ ἑνὸς συνθήματος ἀντιλέγειν τῷ περὶ Χριστοῦ λόγῳ Εὔρομεν ἐν τοῖς τῶν παλαιῶν συγγράμμασιν, ὡς οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες τοῦ τῶν Ἰουδαίων ἔθνους ἱερεῖς καὶ πρεσβύτεροι γράμματα διαχαράξαντες εἰς πάντα διεπέμψαντο τὰ ἔθνη τοῖς ἁπανταχοῦ Ἰουδαίοις διαβάλλοντες τὴν Χριστοῦ διδασκαλίαν, ὡς αἵρεσιν καινὴν καὶ ἀλλοτρίαν τοῦ Θεοῦ, παρήγγελλόν τε δι' ἐπιστολῶν μὴ παραδέξασθαι αὐτήν. Τοῦτο δὲ οὖν αὐτὸ σημαίνειν ἔοικεν ἡ μετὰ χεῖρας προφητεία, ἐν ᾧ λέγει· · Οὐαὶ γῆς πλοίων, πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας· ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα·» ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἀποστόλους εἶπε φήσας, ᾿Αποστέλλων ἀποστόλους ἐν θαλάσσῃ· ὁ δὲ Ἀκύλας πρεσβύτας ἐξέδωκεν εἰπὼν, Ὁ ἀποστέλλων ἐν θαλάσσῃ πρεσβύτας. Ὁρᾷς ὅπως ὁ λόγος τοὺς προλεχθέντας Ἰουδαίων ἄρχοντας ταλανίζει, καὶ τὴν γῆν αὐτῶν, ἧς ἡ κακία μέχρις Αἰθιόπων ἔφθασε. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται, Οὐαὶ γῆς ὁ ἦχος πτέρυγος, ἡ πέραθεν ποταμῶν Αἰθιοπίας· δι' ὧν σημαίνει, ὡς καὶ πέραν τῆς Αἰθιόπων χώρας, ἢ τῶν ἐσχατιῶν τῆς γῆς, ὁ τῆς πονηρίας ἦχος τῶν τὴν Ἰουδαίαν γῆν οἰκούντων διά τινων ὥσπερ ἱπταμένων πλοίων προἦλθεν, οἵ τε ἀπόστολοι αὐτῶν, ἐπιστολὰς βιβλίνας κομιζόμενοι, ὑπεράνω τε τῶν ὑδάτων ναυτιλλόμενοι καὶ τὴν θάλασσαν ἐμπλέοντες, ἁπανταχοῦ γῆς διέτρεχον, τὸν περὶ τοῦ Σωτῆρος ἡμῶν ἐνδιαβάλλοντες λόγον. ᾿Αποστόλους δὲ εἰσέτι καὶ νῦν ἔθος ἐστὶν Ἰουδαίοις ὀνομάζειν τοὺς ἐγκύκλια γράμματα παρὰ τῶν ἀρχόντων αὐτῶν ἐπικομιζομένους. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετἐωρον καὶ ξένον λαὸν καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον.» Ὡς εἶναι ἀρχὴν πράγματος· καί μοι δοκεῖ τοῦτο τὸ πρόσταγμα πρὸς τοὺς μαθητὰς τοῦ Σωτῆρος ἡμῶν εἰρῆσθαι· οὓς διὰ τὸ πᾶσιν ἀνθρώποις ἀγαθῶν εὐαγγελιστὰς εἶναι, ἀγγέλους καὶ κούφους ὠνόμασε πρὸς ἀντιδιαστολὴν τῶν Ἰουδαϊκῶν ἀποστόλων. Φησὶν οὖν πρὸς αὐτοὺς τοὺς τῶν ἀγαθῶν ἀγγέλους· Ὑμεῖς, οἱ Χριστοῦ μαθηταὶ, πορεύεσθε, ὥσπερ οὖν αὐτὸς ὁ Σωτὴρ διετάξατο πρὸς ὑμᾶς λέγων· Πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, καὶ, «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου. Πορευόμενοι δὲ, φησὶ, κοῦφοι γίνεσθε καὶ εὐσταλεῖς, ὡς ἂν ῥᾳδίαν τὴν πορείαν ποιῆσθε· ὃ δὴ καὶ αὐτοῖς πάλιν παρῄνει λέγων· Μηδὲν ἄρητε κατὰ τὴν ὁδὸν · μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, καὶ τὰ ἑξῆς. Κελεύει δὲ πορεύεσθαι πρὸς ἔθνος μετέωρον καὶ ξένον, καὶ πρὸς λαὸν χαλεπόν. Οὐ γὰρ πρὸς γνωρίμους ἀλληγορικῶς ἀνέλπιστον, καὶ πρὸς οἰκείους τινὰς καὶ ἀδελφοὺς ἀπεστέλλοντο, ἀλλὰ πρός τινας ἀπεξενωμένους ἀγνώστους ἄνδρας καὶ ἀλλογενεῖς, τοὺς ἐν πᾶσι τοῖς ἔθνεσι· ἐν οἷς ἦσαν μετέωροι ἀληθῶς, ἐπὶ μηδὲν ἐδραίου ἑστῶτες, πλανώμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς πολυθέου πλάνης. Οἱ δ᾽ αὐτοὶ καὶ χαλεπὸν ἔθνος ἦσαν, ἐχθρῶς καὶ πολεμίως διακείμενοι πρὸς τὸν τῆς θεοσεβείας λόγον. Ὅμως δ' οὖν πρὸς τούτους παρακελεύεται ἀπιέναι τοὺς ἀγγέλους κούφους καὶ τούτοις κηρύττειν, διαβαίνειν δὲ καὶ ἐπὶ τὰ πέρατα τῆς γῆς.
Ouai gēs ploiōn, pteryges epekeina potamōn Aithiopias; ho apostellōn en thalassę̄ homēra, kai epistolas biblinas epanō tou hydatos. Pothen tous pantachou Ioudaious tous pantas symphōnōs ex henos synthēmatos antilegein tǭ peri Christou logǭ Euromen en tois tōn palaiōn syngrammasin, hōs hoi tēn Hierousalēm oikountes tou tōn Ioudaiōn ethnous hiereis kai presbyteroi grammata diacharaxantes eis panta diepempsanto ta ethnē tois hapantachou Ioudaiois diaballontes tēn Christou didaskalian, hōs hairesin kainēn kai allotrian tou Theou, parēngellon te di' epistolōn mē paradexasthai autēn. Touto de oun auto sēmainein eoiken hē meta cheiras prophēteia, en hǭ legei; ; Ouai gēs ploiōn, pteryges epekeina potamōn Aithiopias; ho apostellōn en thalassę̄ homēra;» anth᾽ hou ho Symmachos apostolous eipe phēsas, ᾿Apostellōn apostolous en thalassę̄; ho de Akylas presbytas exedōken eipōn, Ho apostellōn en thalassę̄ presbytas. Horąs hopōs ho logos tous prolechthentas Ioudaiōn archontas talanizei, kai tēn gēn autōn, hēs hē kakia mechris Aithiopōn ephthase. Dio kata ton Symmachon eirētai, Ouai gēs ho ēchos pterygos, hē perathen potamōn Aithiopias; di' hōn sēmainei, hōs kai peran tēs Aithiopōn chōras, ē tōn eschatiōn tēs gēs, ho tēs ponērias ēchos tōn tēn Ioudaian gēn oikountōn dia tinōn hōsper hiptamenōn ploiōn proēlthen, hoi te apostoloi autōn, epistolas biblinas komizomenoi, hyperanō te tōn hydatōn nautillomenoi kai tēn thalassan empleontes, hapantachou gēs dietrechon, ton peri tou Sōtēros hēmōn endiaballontes logon. ᾿Apostolous de eiseti kai nyn ethos estin Ioudaiois onomazein tous enkyklia grammata para tōn archontōn autōn epikomizomenous. Poreusontai gar angeloi kouphoi pros ethnos meteōron kai xenon laon kai chalepon. Tis autou epekeina? ethnos anelpiston kai katapepatēmenon.» Hōs einai archēn pragmatos; kai moi dokei touto to prostagma pros tous mathētas tou Sōtēros hēmōn eirēsthai; hous dia to pasin anthrōpois agathōn euangelistas einai, angelous kai kouphous ōnomase pros antidiastolēn tōn Ioudaïkōn apostolōn. Phēsin oun pros autous tous tōn agathōn angelous; Hymeis, hoi Christou mathētai, poreuesthe, hōsper oun autos ho Sōtēr dietaxato pros hymas legōn; Poreuesthe mallon pros ta probata ta apolōlota oikou Israēl, kai, «Poreuthentes, mathēteusate panta ta ethnē en tǭ onomati mou. Poreuomenoi de, phēsi, kouphoi ginesthe kai eustaleis, hōs an rhądian tēn poreian poiēsthe; ho dē kai autois palin parę̄nei legōn; Mēden arēte kata tēn hodon ; mē ktēsēsthe chryson mēde argyron, mēde chalkon eis tas zōnas hymōn, kai ta hexēs. Keleuei de poreuesthai pros ethnos meteōron kai xenon, kai pros laon chalepon. Ou gar pros gnōrimous allēgorikōs anelpiston, kai pros oikeious tinas kai adelphous apestellonto, alla pros tinas apexenōmenous agnōstous andras kai allogeneis, tous en pasi tois ethnesi; en hois ēsan meteōroi alēthōs, epi mēden edraiou hestōtes, planōmenoi kai peripheromenoi panti anemǭ tēs polytheou planēs. Hoi d᾽ autoi kai chalepon ethnos ēsan, echthrōs kai polemiōs diakeimenoi pros ton tēs theosebeias logon. Homōs d' oun pros toutous parakeleuetai apienai tous angelous kouphous kai toutois kēryttein, diabainein de kai epi ta perata tēs gēs.
“Woe to the land of ships, wings beyond the rivers of Ethiopia, who sends hostages by sea, and letters of papyrus upon the water.” How is it that the Jews everywhere, all with one accord, by one agreed signal, contradict the word about Christ? We have found in the writings of the ancients that the priests and elders of the Jewish nation who lived in Jerusalem wrote letters and sent them to all the nations, to the Jews everywhere, slandering the teaching of Christ as a new heresy foreign to God, and charged them by letter not to receive it. This, then, is what the present prophecy seems to signify, when it says: “Woe to the land of ships, wings beyond the rivers of Ethiopia, who sends hostages by sea”; instead of which Symmachus said “apostles,” saying, “Sending apostles by sea”; and Aquila rendered “elders,” saying, “Who sends elders by sea.” You see how the Word calls wretched the aforesaid rulers of the Jews, and their land, whose wickedness reached as far as the Ethiopians. Therefore according to Symmachus it is said, “Woe to the land, the sound of a wing, which is beyond the rivers of Ethiopia”; by which he signifies that even beyond the land of the Ethiopians, or the ends of the earth, the sound of the wickedness of those who lived in the land of Judea went forth through ships, as it were flying; and their apostles, carrying letters of papyrus, sailing upon the waters and voyaging on the sea, ran through every land, slandering the word about our Savior. Even now it is the custom among the Jews to call apostles those who carry encyclical letters from their rulers. “For swift messengers shall go to a nation lifted up, and to a strange and harsh people. Who is beyond it? A nation without hope and trodden down.” As if it were the beginning of an action; and I think this command was spoken to the disciples of our Savior; whom, because they are evangelists of good things to all people, he named messengers and swift, in contrast to the Jewish apostles. He says, then, to these messengers of good things: You, disciples of Christ, go, as the Savior himself also commanded you, saying: “Go rather to the lost sheep of the house of Israel,” and “Go and make disciples of all the nations in my name.” And as you go, he says, be light and unencumbered, so that you may make your journey easy; which he also again urged on them, saying: “Take nothing for the way; acquire neither gold nor silver nor copper in your belts,” and what follows. He commands them to go to a nation lifted up and strange, and to a harsh people. For they were not sent [“allegorically,” “without hope”] to acquaintances, to kinsmen and brothers, but to men estranged and unknown and of other races, those among all the nations; among whom they were truly lifted up in the air, standing on nothing firm, wandering and carried about by every wind of the error of many gods. These same were also a harsh nation, disposed with enmity and hostility toward the word of godliness. Nevertheless he commands the swift messengers to go to these and preach to them, and to cross even to the ends of the earth.
18.2PG 24:211–219
Διὸ ἐπιλέγει, Τίς αὐτοῦ ἐπέκεινα; ἢ κατὰ τὸν Σύμμαχον, Μεθ' ὃν οὐκ ἔστιν ἐπέκεινα. Τοῦτο δὲ τὸ ἀπεξενωμένον καὶ μετέωρον ἔθνος, καὶ ἀνέλπιστον ἦν· ὡς λέγειν τὸν ᾿Απόστολον· Ἡμέν που ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες ὡς χώρα κατοικουμένη· κατοικισθήσεται ἡ χώρα αὐτῶν. Αἰνίττεσθαι δὲ διὰ τούτων μοι δοκεῖ ποταμοὺς μὲν τὰ πλήθη τῶν τὸν Θεὸν ἐπιγνωσομένων λαῶν· χώρας δὲ αὐτῶν τὰς ἐκκλησίας· ὡς γὰρ ἀνωτέρω κύμασι θαλάσσης, καὶ κύμασι τεταραγμένοις τὰ πλήθη τῶν ἀπίστων ἐθνῶν παρέβαλεν, οὕτω νῦν ποταμοῖς γλυκέσι καὶ εὐσταθῶς κινουμένοις τοὺς Χριστοῦ λαοὺς ἀφομοιοῖ, χώραν αὐτῶν δηλώσας τὴν Ἐκκλησίαν. Πάλαι μὲν οὖν ἦσαν οἱ ποταμοὶ οὗτοι ἀοίκητοι, καὶ ἀλλότριοι Θεοῦ, ἢ τε χώρα αὐτῶν ἔρημος θεοσεβείας· νυνὶ δὲ διὰ τοῦ ἡμετέρου, φησὶ, κηρύγματος, οἱ δηλωθέντες ποταμοὶ καὶ ἡ χώρα αὐτῶν εἰς οἰκουμένην ἐστί. Προξενήσει δὲ τοῦτο αὐτοῖς τὸ τοῦ Χριστοῦ σημεῖον· Ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ. Ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται· διότι οὗτως εἶπε Κύριός μοι· ᾿Ασφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει. Ἡ δὲ προλεχθεῖσα χώρα ἐμὴ τοῦ Κυρίου ἐστὶ πόλις· διὸ ἀσφάλεια ἔσται ἐν αὐτῇ, ὡς ἂν ἐμοῦ φυλάττοντος καὶ πανταχόθεν αὐτὴν ἀσφαλιζομένου · ὥστε εἰκότως περὶ αὐτῆς λέγεσθαι· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, καὶ· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμητοῦ. Τοιούτου δὲ φωτὸς καὶ ὥσπερ καύματος μεσημβρινοῦ γενομένου ἐν τῇ ἐμῇ πόλει, οὐκ ἔστι, φησὶ, βλάβη, οὐδὲ λύπη τοῖς ὑπὸ τοιούτῳ φωτὶ καταυγαζομένοις. Φῶς μὲν οὖν αὐτός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὁ τὴν Ἐκκλησίαν αὐτοῦ διαπαντὸς φωτίζων· νεφέλη δὲ δρόσου τὸ Πνεῦμα τὸ ἅγιον, τὸ τὴν ἄκραν θεολογίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῖς μὴ οἴοις τε αὐτὴν χωρεῖν ἐπισκιάζον, ὡς κεκραμένον ἀποτελεῖσθαί τι πολὺ καὶ ἀκρότατον τῆς περὶ Χριστοῦ θεολογίας, διὰ τὴν τοῦ ἁγίου Πνεύματος ὡσπερεί τινος νεφέλης ὑποδρομήν. Καὶ ταῦτα ἔσεσθαί φησι πρὸ τοῦ θερισμοῦ· τοῦτον δηλῶν τὸν τρόπον τὰς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ καρποφορίας, δίκην σταχύων ἀνθούσας· περὶ οὗ καὶ ἀνωτέρω ἐδήλου λέγων· Καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ. Καὶ ὁ Σωτὴρ ὁμοίως δι' ὧν ἔλεγεν · · Ἑπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. Ἔσται τοίνυν τὸ μὲν φως τῆς θεότητος τοῦ Λόγου ἄκρατον ὥσπερ ἀκμαῖον καὶ μεσημβρινὸν ἐν τῇ αὐτοῦ πόλει· διὰ δὲ τὸ μὴ χωρηθῆναι αὐτὸ ὑπὸ ἀνθρώπων, μέση διελθοῦσα ἡ νεφέλη τοῦ ἁγίου Πνεύματος, δρόσου ἔμπλεως, ἐπισκιάσει τὴν αὐτὴν πόλιν, ἵνα, ὡς ἐν ἡμέραις ἀμητοῦ, ταῖς πρὸ τοῦ θερισμοῦ, καὶ τὸ φῶς ἐκλάμπῃ καὶ ἡ νεφέλη ἐπισκιάζῃ αὐτήν. Ἔσται πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος, καὶ ὄμφαξ ἐξανθήσῃ ἄνθος ὀμφακίζουσα· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ, καὶ ἀποκόψει. "Ωσπερ γὰρ, φησὶν, ἐν ταῖς ἀμπέλοις, ἐπειδὰν ὅμφακες ὦσιν οἱ βότρυες, ἐπιστὰς ὁ γεωργὸς τὰ περιττὰ καὶ ἄχρηστα τῶν κλημάτων ἐκκόπτει, οὐ μόνον, ἀλλὰ καὶ τὰ ἀτελεσφόρα καὶ ὡσπερεὶ νεκριμαῖα·
Dio epilegei, Tis autou epekeina? ē kata ton Symmachon, Meth' hon ouk estin epekeina. Touto de to apexenōmenon kai meteōron ethnos, kai anelpiston ēn; hōs legein ton ᾿Apostolon; Hēmen pou elpida mē echontes, kai atheoi en tǭ kosmǭ. Nyn hoi potamoi tēs gēs pantes hōs chōra katoikoumenē; katoikisthēsetai hē chōra autōn. Ainittesthai de dia toutōn moi dokei potamous men ta plēthē tōn ton Theon epignōsomenōn laōn; chōras de autōn tas ekklēsias; hōs gar anōterō kymasi thalassēs, kai kymasi tetaragmenois ta plēthē tōn apistōn ethnōn parebalen, houtō nyn potamois glykesi kai eustathōs kinoumenois tous Christou laous aphomoioi, chōran autōn dēlōsas tēn Ekklēsian. Palai men oun ēsan hoi potamoi houtoi aoikētoi, kai allotrioi Theou, ē te chōra autōn erēmos theosebeias; nyni de dia tou hēmeterou, phēsi, kērygmatos, hoi dēlōthentes potamoi kai hē chōra autōn eis oikoumenēn esti. Proxenēsei de touto autois to tou Christou sēmeion; Hōsei sēmeion apo orous arthę̄. Hōs salpingos phōnē akouston estai; dioti houtōs eipe Kyrios moi; ᾿Asphaleia estai en tę̄ emę̄ polei. Hē de prolechtheisa chōra emē tou Kyriou esti polis; dio asphaleia estai en autę̄, hōs an emou phylattontos kai pantachothen autēn asphalizomenou ; hōste eikotōs peri autēs legesthai; Dedoxasmena elalēthē peri sou, hē polis tou Theou, kai; Tou potamou ta hormēmata euphrainousi tēn polin tou Theou. Hōs phōs kaumatos mesēmbrias, kai hōs nephelē drosou hēmeras amētou. Toioutou de phōtos kai hōsper kaumatos mesēmbrinou genomenou en tę̄ emę̄ polei, ouk esti, phēsi, blabē, oude lypē tois hypo toioutǭ phōti kataugazomenois. Phōs men oun autos estin ho tou Theou Logos, ho tēn Ekklēsian autou diapantos phōtizōn; nephelē de drosou to Pneuma to hagion, to tēn akran theologian tou monogenous Huiou tou Theou tois mē oiois te autēn chōrein episkiazon, hōs kekramenon apoteleisthai ti poly kai akrotaton tēs peri Christou theologias, dia tēn tou hagiou Pneumatos hōsperei tinos nephelēs hypodromēn. Kai tauta esesthai phēsi pro tou therismou; touton dēlōn ton tropon tas en tais ekklēsiais tou Theou karpophorias, dikēn stachyōn anthousas; peri hou kai anōterō edēlou legōn; Kai euphranthēsontai enōpion sou, hōs hoi euphrainomenoi en amētǭ. Kai ho Sōtēr homoiōs di' hōn elegen ; ; Heparate tous ophthalmous hymōn, kai idete tas chōras, hoti leukai eisi pros therismon. Estai toinyn to men phōs tēs theotētos tou Logou akraton hōsper akmaion kai mesēmbrinon en tę̄ autou polei; dia de to mē chōrēthēnai auto hypo anthrōpōn, mesē dielthousa hē nephelē tou hagiou Pneumatos, drosou empleōs, episkiasei tēn autēn polin, hina, hōs en hēmerais amētou, tais pro tou therismou, kai to phōs eklampę̄ kai hē nephelē episkiazę̄ autēn. Estai pro tou therismou, hotan syntelesthę̄ anthos, kai omphax exanthēsę̄ anthos omphakizousa; kai aphelei ta botrydia ta mikra tois drepanois, kai tas klēmatidas aphelei, kai apokopsei. "Ōsper gar, phēsin, en tais ampelois, epeidan homphakes ōsin hoi botryes, epistas ho geōrgos ta peritta kai achrēsta tōn klēmatōn ekkoptei, ou monon, alla kai ta atelesphora kai hōsperei nekrimaia;
Therefore he adds, “Who is beyond it?” or, according to Symmachus, “After which there is nothing beyond.” This estranged and lifted-up nation was also without hope; as the Apostle says: “We were once having no hope and godless in the world.” “Now all the rivers of the earth shall be like an inhabited land; their land shall be inhabited.” By these words he seems to me to hint, by rivers, at the multitudes of the peoples who would come to know God, and by their land, at the churches. For as above he compared the multitudes of the unbelieving nations to the waves of the sea, and troubled waves, so now he likens the peoples of Christ to rivers, sweet and moving steadily, indicating the church as their land. Of old, then, these rivers were uninhabited and estranged from God, and their land was a desert of godliness; but now through our preaching, he says, these rivers and their land have become inhabited. And the sign of Christ will bring this about for them: “Like a signal raised from a mountain. It shall be heard like the sound of a trumpet; for thus the Lord said to me: There shall be security in my city.” The aforesaid land is my city, the Lord’s; therefore there will be security in it, since I guard it and make it secure on every side; so that it is fittingly said of it, “Glorious things have been spoken of you, O city of God,” and “The streams of the river make glad the city of God.” “Like the light of the heat of noon, and like a cloud of dew in the day of harvest.” When such light, and as it were the heat of noon, comes to be in my city, there is, he says, no harm and no grief for those illumined by such light. The light is the Word of God himself, who continually enlightens his church; and the cloud of dew is the Holy Spirit, who overshadows the supreme theology of the only-begotten Son of God for those who cannot contain it, so that something great and highest of the theology concerning Christ is accomplished, as it were tempered, by the overshadowing of the Holy Spirit as by a cloud. And he says these things will be before the harvest, so indicating the fruit-bearing in the churches of God, flowering like ears; of which he also spoke above, saying, “And they shall rejoice before you as those who rejoice in harvest.” And the Savior likewise, when he said: “Lift up your eyes and see the fields, that they are white for harvest.” The light of the Godhead of the Word, then, will be unmixed, as it were at its height and at noon, in his city; but because it cannot be contained by human beings, the cloud of the Holy Spirit, full of dew, passing between, will overshadow that same city, so that, as in the days of harvest before the reaping, the light may shine forth and the cloud overshadow it. “It shall be before the harvest, when the flower is finished, and the unripe grape has flowered, blossoming into sour grapes; and he will take away the small clusters with pruning hooks, and take away the shoots and cut them off.” For as in vineyards, he says, when the clusters are unripe grapes, the vinedresser comes and cuts away the superfluous and useless shoots, and not only these but also the unfruitful and, as it were, dead clusters;
18.3PG 24:211–219
καὶ ταῦτα γὰρ, ὡς οὐκ ἂν ἀλκαῖα, οὐδὲ ἀγαθὴν ἔχοντα ἐλπίδα πρὸς καρποῦ τελείωσιν, περιαιρεῖ ἐπιστήμῃ γεωργικῇ, ἵνα μὴ λυμαίνηται τοῖς ἐῤῥωμένοις βότρυσι τὰ περιττὰ καὶ ἄχρηστα· διότι ταῦτα μὲν ἀφαιρεῖ καὶ παραδίδωσιν εἰς βρῶσιν «τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, τὰ δὲ τὸν ἐντελῆ διασώζοντα καρπὸν διὰ πάσης ἐπιμελείας φυλάττει· οὕτω κατὰ τὸν καιρὸν τοῦ θερισμοῦ γενήσεσθαί φησι, τῶν τῆς ἀμπέλου περιττῶν κλημάτων, καὶ τῶν ἀχρήστων αὐτῇ βοτρύων περιαιρουμένων, καὶ ἀποκοπτομένων, εἰς βοράν τε ἐκδιδομένων ταῖς κολαστικαῖς δυνάμεσιν, οἱ ἀγαθοὶ βότρυες, αἱ καρποφόροι ψυχαὶ, τῆς παρὰ Θεοῦ τεύξονται ἀγαθῆς ἐλπίδος. Ἐν τούτοις αὐτὸς ὁ Σωτὴρ ἑαυτὸν εἶναι τὴν ἄμπελον ἔφησεν· τοὺς δὲ μαθητὰς τὰ κλήματα· βότρυες δὲ τῶν κλημάτων ἀκόλουθόν ἐστι νοεῖν, τοὺς ὑπὸ τῶν ἀποστόλων μαθητευομένους· ὧν τὰ ὥσπερ νεκριμαῖα βοτρύδια τὰ ἄχρηστα καὶ ζωτικῆς δυνάμεως ἐστερημένα, κατὰ τὸν καιρὸν τῆς κρίσεως ἀποβληθήσεσθαι διδάσκει· καὶ τὰ κλήματα δὲ ὡσαύτως, τὰ μηδένα βότρυν φέροντα, οἷος ἦν ὁ προδότης Ἰούδας, ὁμοίως τοῖς ἀχρήστοις βότρυσιν, ἀποκοπήσεσθαι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ νότι δυνάμεις. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαώθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον.» Εἴη δ᾽ ἂν οὗτος ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων τὴν ἀπάγουσαν εἰς τὴν ζωήν· ὁ αὐτὸς καὶ ἐκτετιλμένος ὑπάρχει, ὡς ἂν τῆς κοινῆς τῶν ἀνθρώπων ζωῆς ἠλλοτριωμένος, καὶ μέγας δὲ ἐστι παρὰ τῷ Θεῷ καὶ πολύς· διὸ λέλεκται, ἀπὸ λαοῦ μεγάλου.» Καὶ γὰρ ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τῷ μέλλοντι δὲ αἰῶνι τὰ λογικὰ δῶρα καὶ τὰς ἀναιμάκτους τῷ Θεῷ θυσίας ἀναπέμπων οὐ διαλιμπάνει ὁ δηλωθεὶς λαός. Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ εἰς τὸν τόπον, οὗ τὸ ὄνομα Κυρίου Σαβαώθ, εἰς ὄρος ἅγιον. Τὸ γὰρ ἔθνος τοῦτο ἐν μέρει ποταμοῦ τῆς χώρας τοῦ Θεοῦ ἑτύγχανεν, ὅτε ἐν τῇ Ἐκκλησία τοῦ Θεοῦ ἐπολιτεύετο · ὡς λέγειν· Ἐν μέρει γινώσκομεν καὶ ἐν μέρει προφητεύομεν. · Οὔτε γὰρ τὸν πάντα ποταμὸν τοῖς θηρίοις τῆς γῆς, ἀντικείμεναι κολαστικαὶ δηλοἐχώρει, λέγω δὲ τὸν τοῦ Θεοῦ Λόγον, ἡ δηλωθεῖσα χώρα διὸ ἐν μέρει τοῦ ποταμοῦ τῆς χώρας τοῦ Θεοῦ λέγεται γεγονέναι τὸ δηλωθὲν ἔθνος:
kai tauta gar, hōs ouk an alkaia, oude agathēn echonta elpida pros karpou teleiōsin, periairei epistēmę̄ geōrgikę̄, hina mē lymainētai tois errhōmenois botrysi ta peritta kai achrēsta; dioti tauta men aphairei kai paradidōsin eis brōsin «tois peteinois tou ouranou kai tois thēriois tēs gēs, ta de ton entelē diasōzonta karpon dia pasēs epimeleias phylattei; houtō kata ton kairon tou therismou genēsesthai phēsi, tōn tēs ampelou perittōn klēmatōn, kai tōn achrēstōn autę̄ botryōn periairoumenōn, kai apokoptomenōn, eis boran te ekdidomenōn tais kolastikais dynamesin, hoi agathoi botryes, hai karpophoroi psychai, tēs para Theou teuxontai agathēs elpidos. En toutois autos ho Sōtēr heauton einai tēn ampelon ephēsen; tous de mathētas ta klēmata; botryes de tōn klēmatōn akolouthon esti noein, tous hypo tōn apostolōn mathēteuomenous; hōn ta hōsper nekrimaia botrydia ta achrēsta kai zōtikēs dynameōs esterēmena, kata ton kairon tēs kriseōs apoblēthēsesthai didaskei; kai ta klēmata de hōsautōs, ta mēdena botryn pheronta, hoios ēn ho prodotēs Ioudas, homoiōs tois achrēstois botrysin, apokopēsesthai tois peteinois tou ouranou kai noti dynameis. En tǭ kairǭ ekeinǭ anenechthēsetai dōra Kyriǭ Sabaōth ek laou tethlimmenou kai tetilmenou, kai apo laou megalou, apo tou nyn kai eis ton aiōna chronon.» Eiē d᾽ an houtos ho tēn stenēn kai tethlimmenēn hodeuōn tēn apagousan eis tēn zōēn; ho autos kai ektetilmenos hyparchei, hōs an tēs koinēs tōn anthrōpōn zōēs ēllotriōmenos, kai megas de esti para tǭ Theǭ kai polys; dio lelektai, apo laou megalou.» Kai gar en tǭ paronti biǭ, kai en tǭ mellonti de aiōni ta logika dōra kai tas anaimaktous tǭ Theǭ thysias anapempōn ou dialimpanei ho dēlōtheis laos. Ethnos elpizon kai katapepatēmenon, ho estin en merei potamou tēs chōras autou eis ton topon, hou to onoma Kyriou Sabaōth, eis oros hagion. To gar ethnos touto en merei potamou tēs chōras tou Theou hetynchanen, hote en tę̄ Ekklēsia tou Theou epoliteueto ; hōs legein; En merei ginōskomen kai en merei prophēteuomen. ; Oute gar ton panta potamon tois thēriois tēs gēs, antikeimenai kolastikai dēloechōrei, legō de ton tou Theou Logon, hē dēlōtheisa chōra dio en merei tou potamou tēs chōras tou Theou legetai gegonenai to dēlōthen ethnos:
for these too, as not vigorous and having no good hope of bringing fruit to completion, he removes with the vinedresser’s skill, so that the superfluous and useless may not harm the healthy clusters; for these he takes away and gives as food “to the birds of the sky and the beasts of the earth,” but those that keep the fruit whole he guards with all care. So, he says, it will be at the time of the harvest: when the superfluous shoots of the vine and the clusters useless to it are removed and cut off and given as food to the punishing powers, the good clusters, the fruitful souls, will obtain the good hope from God. In these words the Savior himself said that he was the vine and the disciples the branches; and it follows to understand the clusters of the branches as those discipled by the apostles; of whom he teaches that the useless, as it were dead, small clusters, deprived of living power, will be cast away at the time of judgment; and likewise the branches that bear no cluster, such as Judas the traitor was, will be cut off like the useless clusters [and left] to the birds of the sky [and the beasts of the earth, that is, the opposing punishing] powers. “At that time gifts shall be brought to the Lord of Sabaoth from a people afflicted and plucked bare, and from a great people, from now and forever.” This would be the one who travels the narrow and afflicted way that leads to life; the same is also plucked bare, as being estranged from the common life of human beings, and he is great and many before God; therefore it is said, “from a great people.” For both in the present life and in the age to come the people indicated does not cease offering rational gifts and bloodless sacrifices to God. “A nation hoping and trodden down, which is in a part of the river of its land, to the place where the name of the Lord of Sabaoth is, to the holy mountain.” For this nation was in a part of the river of God’s land when it lived in the church of God; so that it says, “We know in part and we prophesy in part.” For the land described could not contain [the beasts of the earth, the opposing punishing … ] the whole river, I mean the Word of God; therefore the nation described is said to have been in a part of the river of God’s land.
Chapter 19
19.1PG 24:219–237
Ὅρασις Αἰγύπτου. Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον. Προσήκει δὲ τὸν νοῦν ἐπιστῆσαι ὅπως εἴρηται· «Ὅρασις Αἰγύπτου.» Οὐ γὰρ ὡς ἐπὶ τῆς Βαβυλῶνος ἐλέγετο · Ὅρασις κατὰ Βαβυλῶνος· οὐδ᾽ ὡς ἐπὶ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλήμ, Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς ᾿Αμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ·» οὐδ᾽ ὡς ἐπὶ τῆς Δαμασκοῦ καὶ τῆς Μωαβίτιδος, οὕτως ἐπὶ τῆς Αἰγύπτου· οὐ γὰρ εἴρηται, Ὅρασις κατὰ τῆς Αἰγύπτου· · ἤτοι ὡς αὐτῆς Αἰγύπτου μελλούσης ὁρᾷν, καὶ θεωρεῖν ὀφθαλμοῖς διορατικοῖς τὰ θεσπιζόμενα· ἢ ὡς τοῦ προφήτου τὴν ὄρασιν τεθεαμένου τὴν τὰ κάλλιστα τοῖς Αἰγυπτίοις προαναφωνήσασαν. Τί γὰρ κάλλιον, τί δὲ μακαριώτερον ὑπάρχειν ἤμελλεν Αἰγυπτίοις τοῦ τὸν Κύριον τῆς αὐτοῦ παρουσίας καταξιοῦν αὐτοὺς, καὶ τὴν αὐτοῦ γνῶσιν αὐτοῖς παρέξειν, καὶ ποιήσειν ὅσα ἄλλα ἐμφέρεται τοῖς Αἰγυπτίοις; ῃ ὁ ταύτῃ συνιστάμενος τῇ ἐκδοχῇ τέλους ἠξιῶσθαι τὸ Καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Ὁ δὴ πεπληρῶσθαι εἴποιεν ἄν τις πρὸς ἱστορίαν, ὅτε αὐτὸς ὁ Κύριος, ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος οὐκ ἀσωμάτως οὐδὲ ἀφανῶς ἐπεδήμει τῇ τῶν Αἰγυπτίων χώρᾳ, ἀλλὰ μετὰ τῆς νομιζομένης κούφης νεφέλης καθήμενον αὐτὸν ἀφικέσθαι, τοῦ σώματος δηλαδὴ, οὗ ἀνειλήφει ὁ Χριστὸς, ἐξ “ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου ἐπεσκευασμένου. Εἰ μὲν γὰρ μὴ προσέκειτο τὸ ἐπὶ νεφέλην καθήμενον αὐτὸν ἀφικέσθαι, ἤτοι ἠδύνατό τις λέγειν, ὅτι ἀσωμάτως καὶ θεϊκῇ δυνάμει πανταχοῦ παρὼν ὁ Θεὸς Λόγος, ἅτε δὴ πάντα πληρῶν· «Ἐν τῷ κόσμῳ» γὰρ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ τῇ Αἰγύπτῳ τὴν αὐτὴν παρουσίαν παρέχει, διὰ τοῦ τὴν ἐπισκοπὴν αὐτοῦ καὶ τὴν πρόνοιαν μέχρις αὐτῶν ἐκτείνειν. ᾿Αλλ' οὐ μᾶλλον εἴποι τις αὐτὸν ἐν Αἰγύπτῳ, ἢ ἐν ἑτέρῳ μέρει πάντως κατὰ τοῦτον ὑπάρχειν τὸν τρόπον. Νῦν δὲ ἀφωρισμένως εἰς Αἴγυπτον αὐτὸν ἥξειν ὁ λόγος ἐπὶ νεφέλης αὐτὸν ὀχούμενον κούφης εἶπεν, ἰδιάζουσάν τινα καὶ σωματικὴν τὴν παρουσίαν αὐτοῦ δηλῶν. Ὁ δὴ εἶποι ἄν τις ῥητὸν ἐπὶ τῇ εἰς ἀνθρώπους προόδῳ τοῦ ἐκ τῆς ἁγίας Παρθένου γεννηθέντος Θεοῦ, ὃν Ἐμμανουὴλ καλεῖ ἡ προφητεία. Ὡς γὰρ ἡ νεφέλη οὐκ ἄλλοθεν ἔχει τὴν σύστασιν, ἢ ἐξ ἀέρος καὶ ἀναθυμιάσεως τῆς γῆς, οὕτως τὸ σῶμα ὁ ἀνείληφεν, ἐξ ἁγίου Πνεύματος καὶ τῆς γεώδους οὐσίας ὑποστὰν εἰκότως νεφέλῃ κούφῃ παρεβλήθη, ᾗ ἐγκαθήμενος ὁ Χριστὸς ἐπεδήμει τῇ Αἰγύπτῳ κατὰ τὴν νηπίαν ἡλικίαν. Ἀπήρκει γὰρ καὶ τοῦτο Αἰγυπτίοις, ἀῤῥήτῳ δυνάμει μέγιστα ὠφελουμένοις ἐκ τῆς τοῦ Σωτῆρος ἐπιβάσεως. Κατὰ δὲ βαθύτερον νοῦν, τῆς τοῦ Κυρίου παρουσίας ἐξαιρέτως ἐδεῖτο ἡ Αἴγυπτος, ἐπειδὴ πάντων ἀνθρώπων δεισιδαιμονέστεροι γεγόνασιν, ὡς μὴ μόνον εἰμαρμένῃ καὶ τοῖς κατ᾿ οὐρανὸν ἄστροις τὴν τοῦ παντὸς ἀνατιθέναι αἰτίαν, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζώων, καὶ θηρίων ἀτιθάσσων πτηνῶν τε καὶ ἑρπετῶν θεοποιίας. Οὕτω δὲ ἀδέσποτον καὶ ἀπρονόητον ἡγοῦντο τὸ πᾶν, ὡς καὶ βασιλέα αὐτῶν γυμνῇ τῇ κεφαλῇ λέγειν·
Horasis Aigyptou. Idou Kyrios kathētai epi nephelēs kouphēs, kai hēxei eis Aigypton. Prosēkei de ton noun epistēsai hopōs eirētai; «Horasis Aigyptou.» Ou gar hōs epi tēs Babylōnos elegeto ; Horasis kata Babylōnos; oud᾽ hōs epi tēs Ioudaias kai tēs Hierousalēm, Horasis hēn eiden Hēsaïas huios ᾿Amōs, hēn eide kata tēs Ioudaias kai Hierousalēm;» oud᾽ hōs epi tēs Damaskou kai tēs Mōabitidos, houtōs epi tēs Aigyptou; ou gar eirētai, Horasis kata tēs Aigyptou; ; ētoi hōs autēs Aigyptou mellousēs horąn, kai theōrein ophthalmois dioratikois ta thespizomena; ē hōs tou prophētou tēn orasin tetheamenou tēn ta kallista tois Aigyptiois proanaphōnēsasan. Ti gar kallion, ti de makariōteron hyparchein ēmellen Aigyptiois tou ton Kyrion tēs autou parousias kataxioun autous, kai tēn autou gnōsin autois parexein, kai poiēsein hosa alla empheretai tois Aigyptiois? ę̄ ho tautę̄ synistamenos tę̄ ekdochę̄ telous ēxiōsthai to Kai seisthēsetai ta cheiropoiēta Aigyptou apo prosōpou autou, kai hē kardia autōn hēttēthēsetai en autois. Ho dē peplērōsthai eipoien an tis pros historian, hote autos ho Kyrios, ho en archę̄ pros ton Theon, Theos Logos ouk asōmatōs oude aphanōs epedēmei tę̄ tōn Aigyptiōn chōrą, alla meta tēs nomizomenēs kouphēs nephelēs kathēmenon auton aphikesthai, tou sōmatos dēladē, hou aneilēphei ho Christos, ex “hagiou Pneumatos kai tēs hagias Parthenou epeskeuasmenou. Ei men gar mē prosekeito to epi nephelēn kathēmenon auton aphikesthai, ētoi ēdynato tis legein, hoti asōmatōs kai theïkę̄ dynamei pantachou parōn ho Theos Logos, hate dē panta plērōn; «En tǭ kosmǭ» gar ēn, kai ho kosmos di' autou egeneto, kai tę̄ Aigyptǭ tēn autēn parousian parechei, dia tou tēn episkopēn autou kai tēn pronoian mechris autōn ekteinein. ᾿All' ou mallon eipoi tis auton en Aigyptǭ, ē en heterǭ merei pantōs kata touton hyparchein ton tropon. Nyn de aphōrismenōs eis Aigypton auton hēxein ho logos epi nephelēs auton ochoumenon kouphēs eipen, idiazousan tina kai sōmatikēn tēn parousian autou dēlōn. Ho dē eipoi an tis rhēton epi tę̄ eis anthrōpous proodǭ tou ek tēs hagias Parthenou gennēthentos Theou, hon Emmanouēl kalei hē prophēteia. Hōs gar hē nephelē ouk allothen echei tēn systasin, ē ex aeros kai anathymiaseōs tēs gēs, houtōs to sōma ho aneilēphen, ex hagiou Pneumatos kai tēs geōdous ousias hypostan eikotōs nephelę̄ kouphę̄ pareblēthē, hę̄ enkathēmenos ho Christos epedēmei tę̄ Aigyptǭ kata tēn nēpian hēlikian. Apērkei gar kai touto Aigyptiois, arrhētǭ dynamei megista ōpheloumenois ek tēs tou Sōtēros epibaseōs. Kata de bathyteron noun, tēs tou Kyriou parousias exairetōs edeito hē Aigyptos, epeidē pantōn anthrōpōn deisidaimonesteroi gegonasin, hōs mē monon eimarmenę̄ kai tois kat᾿ ouranon astrois tēn tou pantos anatithenai aitian, ekpesein de kai mechri tēs tōn alogōn zōōn, kai thēriōn atithassōn ptēnōn te kai herpetōn theopoiias. Houtō de adespoton kai apronoēton hēgounto to pan, hōs kai basilea autōn gymnę̄ tę̄ kephalę̄ legein;
“The vision of Egypt. Behold, the Lord sits on a light cloud and will come to Egypt.” One should notice how it is said, “The vision of Egypt.” For it is not said as of Babylon, “The vision against Babylon”; nor as of Judea and Jerusalem, “The vision which Isaiah son of Amoz saw, which he saw against Judea and Jerusalem”; nor as of Damascus and Moab, so of Egypt; for it is not said, “The vision against Egypt”; either because Egypt itself would see, and behold with clear-sighted eyes, what was prophesied; or because the prophet beheld the vision that foretold the best of things for the Egyptians. For what could be better, what more blessed for the Egyptians, than that the Lord should count them worthy of his presence, give them knowledge of himself, and do all the other things recounted for the Egyptians? Whoever holds this interpretation [would say] that the words “And the things made by hand in Egypt shall be shaken before his face, and their heart shall be overcome within them” were brought to fulfilment. One might say this was fulfilled according to history when the Lord himself, God the Word who was in the beginning with God, came to the land of the Egyptians not bodilessly nor invisibly, but came seated on what was called a light cloud, that is, the body which Christ had taken up, formed from the Holy Spirit and the holy Virgin. For if it had not been added that he came seated on a cloud, one could have said that God the Word, present everywhere bodilessly and by divine power, since he fills all things (for he was in the world, and the world came to be through him), gives Egypt too the same presence by extending his oversight and providence even to them. But in this way one would not say that he was in Egypt more than in any other part. But now the Word has said that he would come to Egypt specifically, riding on a light cloud, indicating a particular and bodily presence of his. This one might take literally of the coming among human beings of God born of the holy Virgin, whom the prophecy calls Emmanuel. For as a cloud has its make-up from nowhere else than from air and the vapor of the earth, so the body which he took up, having come into being from the Holy Spirit and from earthly substance, was fittingly compared to a light cloud; seated in it, Christ came to Egypt in his infancy. And this sufficed for the Egyptians, who were greatly benefited by unspeakable power from the Savior’s coming. According to a deeper sense, Egypt particularly needed the Lord’s presence, since they had become the most superstitious of all people, so as not only to attribute the cause of everything to fate and the stars of heaven, but to fall even to deifying irrational animals, and untamed beasts, birds and reptiles. And they thought the universe so masterless and without providence that their king said barefacedly:
19.2PG 24:219–237
Οὐκ οἶδα τὸν Κύριον, καὶ, Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; Ταῦτα δὲ αὐτοῖς ἔργοις τέλος ἐλάμβανε καθ' ὃν χρόνον ἐκκλησίαι μὲν Θεοῦ καθ' ὅλης ἵδρυντο τῆς Αἰγύπτου, ἐπεδήμησε δὲ αὐτὸς ὁ Κύριος τοῖς Αἰγυπτίοις, ἑπισκοπῶν τὰς ἐκκλησίας αὐτοῦ κατὰ τὸ· «Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Οὕτω γοῦν αἱ μὲν ἐκκλησίαι τῇ αὐτοῦ διέλαμπον χάριτι, ἡ δὲ τῶν αὐτόθι δαιμόνων καθῃρεῖτο πλάνη. Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Καὶ ταῦτα μὲν ἐπληροῦτο μετὰ τὸ εὐαγγελικὸν κήρυγμα, τὸ εἰς πᾶσαν διαδοθὲν τὴν Αἴγυπτον, ἐφ᾽ ᾧ τὰ μὲν ἄψυχα ξόανα τῆς ἐξ αἰῶνος ἀκινήτου στάσεως αὐτῶν ἐσαλεύθη, ὥστε μὴ καθιδρύσθαι καὶ βεβαίαν ἔχειν αὐτὰ στάσιν διὰ τὸν ἐγγενόμενον αὐτοῖς λαὸν, οἱ δὲ ἐν αὐτοῖς ἐμφωλεύοντες δαίμονες πονηροί, τὸ μηδὲν ὄντες διηλέγχοντο ἐπὶ τούτοις. Ὥσπερ γὰρ ἡ ἐμφύλιος στάσις καθ' ὅλης διηγείρετο τῆς Αἰγύπτου · διισταμένων ἀπ᾿ ἀλλήλων καὶ τεμνομένων καὶ μεριζομένων κατ' οἷκους, καὶ πολιτῶν τὴν χώραν οἰκούντων, τῷ τοὺς μὲν αὐτῶν προστρέχειν τῷ κηρύγματι εὐαγγελικῷ ἀναχωροῦντας τῆς δαιμονικῆς καὶ Αἰγυπτιακῆς πλάνης· τοὺς δὲ ἐναπομενοντας ἐν αὐτῇ πόλεμον ἄσπονδον κατὰ τούτων ἐγείρειν · οὕτως οὖν ἐπανίσταντο Αἰγύπτιοι ἐπ᾿ Αἰγυπτίους. Πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νομόν. Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους. Καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Νομοὶ δὲ καλοῦνται παρ' Αἰγυπτίοις εἰσέτι καὶ νῦν αἱ παρ᾽ αὐτοῖς χῶραι, αἱ καὶ αὐταὶ διίστανται πρὸς ἀλλήλας τῆς αὐτῆς ἕνεκεν ὑποθέσεως. Έχωρίζετο δὲ τῆς κατὰ Θεοῦ πολιτείας ὁ τῶν ἀθέων βίος, καὶ νομὸς ἐπηγείρετο νομῷ, τοῦ εὐαγγελικοῦ νόμου τὰ τῶν Αἰγυπτίων ἀνατρέποντος νόμιμα, ὡς αὖ πάλιν τοῦ τῆς εἰδωλολατρείας νόμου πολεμοῦντος τὸν σωτήριον λόγον. Ταῦτα δὲ πάντα ἐγίνετο, τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν Αἰγυπτίων καὶ τὴν ὁμόνοιαν αὐτῶν τὴν περὶ τὴν πολύθεον πλάνην συγχέοντος τοῦ ἐπιδημήσαντος αὐτοῖς Κυρίου. Διὸ εἴρηται κατὰ τὸν Ακύλαν, Καὶ στασιάσω Αἰγυπτίοις Αἰγυπτίους· κατὰ δὲ τὸν Σύμμαχον, Συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις. Συγγενῆ δὲ τούτοις καὶ ἀδελφὰ, μᾶλλον δὲ τὰ αὐτὰ ἑτέροις ῥήμασιν αὐτὸς ὁ Κύριος ἡμῶν ἐν Εὐαγγελίοις ἐδίδασκε λέγων· Μὴ νομισητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν, καὶ τὰ ἑξῆς. Τούτων δὲ γινομένων, ταραχθήσεσθαί φησιν ὁ λόγος τὸ πνεῦμα τῶν Αἰγυπτίων· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ῥαγήσεται πνεῦμα Αἰγύπτου ἐν αὐτῇ. Κατὰ δὲ τὸν Θεοδοτίωνα, Καὶ σχισθήσεται τὸ πνεῦμα Αἰγύπτου ἐν αὐτῇ· ὁ δὲ ᾿Ακύλας, Καὶ παραδοθήσεται πνεῦμα Αἰγύπτου ἐν ἐγκάτῳ αὐτῆς. Τούτου δὲ ῥηγνυμένου καὶ καταῤῥιπτουμένου ἐκ τῆς Ἐκκλησίας, προκοπῇ τῶν Αἰγυπτίων βουλὰς πονηρὰς ἐπινοούντων, Ἐγὼ, φησὶν, αὐτὸς ὁ Κύριος, τὴν βουλὴν αὐτῶν διασκεδάσω.
Ouk oida ton Kyrion, kai, Tis estin hou eisakousomai tēs phōnēs autou? Tauta de autois ergois telos elambane kath' hon chronon ekklēsiai men Theou kath' holēs hidrynto tēs Aigyptou, epedēmēse de autos ho Kyrios tois Aigyptiois, hepiskopōn tas ekklēsias autou kata to; «Hopou dyo ē treis synēgmenoi eisin eis to emon onoma, ekei eimi en mesǭ autōn. Houtō goun hai men ekklēsiai tę̄ autou dielampon chariti, hē de tōn autothi daimonōn kathę̄reito planē. Kai epegerthēsontai Aigyptioi ep' Aigyptious, kai polemēsei anthrōpos ton adelphon autou, kai anthrōpos ton plēsion autou. Kai tauta men eplērouto meta to euangelikon kērygma, to eis pasan diadothen tēn Aigypton, eph᾽ hǭ ta men apsycha xoana tēs ex aiōnos akinētou staseōs autōn esaleuthē, hōste mē kathidrysthai kai bebaian echein auta stasin dia ton engenomenon autois laon, hoi de en autois emphōleuontes daimones ponēroi, to mēden ontes diēlenchonto epi toutois. Hōsper gar hē emphylios stasis kath' holēs diēgeireto tēs Aigyptou ; diistamenōn ap᾿ allēlōn kai temnomenōn kai merizomenōn kat' hoikous, kai politōn tēn chōran oikountōn, tǭ tous men autōn prostrechein tǭ kērygmati euangelikǭ anachōrountas tēs daimonikēs kai Aigyptiakēs planēs; tous de enapomenontas en autę̄ polemon aspondon kata toutōn egeirein ; houtōs oun epanistanto Aigyptioi ep᾿ Aigyptious. Polis epi polin, kai nomos epi nomon. Kai tarachthēsetai to pneuma tōn Aigyptiōn en autois, kai tēn boulēn autōn diaskedasō. Kai eperōtēsousi tous theous autōn kai ta agalmata autōn kai tous ek tēs gēs phōnountas, kai tous engastrimythous. Kai paradōsō tēn Aigypton eis cheiras anthrōpōn kyriōn sklērōn, kai basileis sklēroi kyrieusousin autōn. Nomoi de kalountai par' Aigyptiois eiseti kai nyn hai par᾽ autois chōrai, hai kai autai diistantai pros allēlas tēs autēs heneken hypotheseōs. Echōrizeto de tēs kata Theou politeias ho tōn atheōn bios, kai nomos epēgeireto nomǭ, tou euangelikou nomou ta tōn Aigyptiōn anatrepontos nomima, hōs au palin tou tēs eidōlolatreias nomou polemountos ton sōtērion logon. Tauta de panta egineto, tēn epi kakǭ symphōnian tōn Aigyptiōn kai tēn homonoian autōn tēn peri tēn polytheon planēn syncheontos tou epidēmēsantos autois Kyriou. Dio eirētai kata ton Akylan, Kai stasiasō Aigyptiois Aigyptious; kata de ton Symmachon, Symbalō Aigyptious Aigyptiois. Syngenē de toutois kai adelpha, mallon de ta auta heterois rhēmasin autos ho Kyrios hēmōn en Euangeliois edidaske legōn; Mē nomisēte hoti ēlthon balein eirēnēn epi tēn gēn; ouk ēlthon balein eirēnēn, alla machairan, kai ta hexēs. Toutōn de ginomenōn, tarachthēsesthai phēsin ho logos to pneuma tōn Aigyptiōn; kata de ton Symmachon, Kai rhagēsetai pneuma Aigyptou en autę̄. Kata de ton Theodotiōna, Kai schisthēsetai to pneuma Aigyptou en autę̄; ho de ᾿Akylas, Kai paradothēsetai pneuma Aigyptou en enkatǭ autēs. Toutou de rhēgnymenou kai katarrhiptoumenou ek tēs Ekklēsias, prokopę̄ tōn Aigyptiōn boulas ponēras epinoountōn, Egō, phēsin, autos ho Kyrios, tēn boulēn autōn diaskedasō.
“I do not know the Lord,” and “Who is he, that I should listen to his voice?” These things reached their end in deed at the time when churches of God were founded throughout all Egypt, and the Lord himself came to dwell among the Egyptians, overseeing his churches, according to the saying: “Where two or three are gathered in my name, there I am in their midst.” So the churches shone with his grace, and the error of the demons there was pulled down. “And Egyptians shall be stirred up against Egyptians, and a man shall fight against his brother, and a man against his neighbor.” These things were fulfilled after the preaching of the gospel spread through all Egypt, upon which the lifeless wooden images were shaken from their immovable position of ages, so that they no longer stood fixed and firm because of the people who had arisen among them, and the evil demons who lurked in them were proved to be nothing. For as civil strife was stirred up through all Egypt, households and the citizens living in the land being divided, cut apart and parted from one another, because some of them ran to the preaching of the gospel, withdrawing from the demonic and Egyptian error, while those who remained in it raised a truceless war against them, so Egyptians rose against Egyptians. “City against city, and nome against nome. And the spirit of the Egyptians shall be troubled within them, and I will scatter their counsel. And they shall consult their gods and their images and those who speak from the earth and the ventriloquists. And I will hand over Egypt into the hands of harsh lords, and harsh kings shall rule over them.” The districts of the Egyptians are still called nomes among them even now, and these too are divided against one another for the same reason. The life of the godless was being separated from the godly way of life, and nome (νομός) rose against nome, the law (νόμος) of the gospel overturning the customs of the Egyptians, while again the law of idolatry warred against the saving word. All these things happened as the Lord who had come among them confounded the Egyptians’ agreement in evil and their concord in the error of many gods. Therefore according to Aquila it is said, “And I will set Egyptians at strife with Egyptians,” and according to Symmachus, “I will make Egyptians clash with Egyptians.” Things akin and related to these, or rather the same in other words, our Lord himself taught in the Gospels, saying: “Do not think that I came to bring peace on the earth; I did not come to bring peace but a sword,” and what follows. When these things happen, the Word says, the spirit of the Egyptians will be troubled; according to Symmachus, “And the spirit of Egypt shall be broken within it”; according to Theodotion, “And the spirit of Egypt shall be split within it”; and Aquila, “And the spirit of Egypt shall be given up in its inward part.” When this is broken and cast down by the church, while the Egyptians go on devising wicked counsels, I myself, the Lord, he says, will scatter their counsel.
19.3PG 24:219–237
Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους. Οὐκέτι μηδενὸς τούτων αὐτοῖς συνήθως φαινομένου, εἰς ἐσχάτην ἐμπεσοῦνται ἀπορίαν, Καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων, κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροί κυριεύσουσιν αὐτῶν. Ἐνταῦθα δηλοῦσθαι τὸν χρόνον οἶμαι τῆς τῶν θεσπιζομένων ἐκβάσεως· μεταβολὴν γὰρ ἔσεσθαι τῆς βασιλείας τῶν Αἰγυπτίων σημαίνει, κατὰ τοὺς χρόνους τῆς τοῦ Κυρίου εἰς Αἴγυπτον ἀφίξεως. Καὶ τίς οὐκ ἂν ἐκπλαγείη, συμβαλὼν τοὺς τοῦ σωτηρίου κηρύγματος καὶ τῆς ἐν αὐτῷ καταλύσεως τοῦ κατ᾿ Αἴγυπτον βασιλείου, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτι αὐτῶν τοὺς πρότερον ἄρχοντας, λέγω δὴ τοὺς Πτολεμαίους, κρατεῖν, Ῥωμαίους δὲ αὐτῶν κυρίους ἀποφανθῆναι; ᾿Αντὶ δὲ τοῦ, βασιλεῖς σκληροί, ὁ μὲν Ἀκύλας, Καὶ βασιλεὺς κεκραταιωμένος βασιλεύσει αὐτῶν, εἴρηκεν· ὁ δὲ Σύμμαχος, Καὶ βασιλεὺς σκληρὺς ἐξουσιάσει αὐτῶν· · ὁ δὲ Θεοδοτίων, Καὶ βασιλεὺς ἰσχυρὸς κυριεύσει αὐτῶν. Εἴποις δ᾽ ἂν τοῦτον εἶναι τὸν κατὰ τοὺς χρόνους τῆς γεννήσεως τοῦ Σωτῆρος ἡμῶν τῶν Ῥωμαίων μοναρχήσαντα βασιλέα. Τότε γοῦν Αὔγουστος κεκραταιωμένος ἀληθῶς καὶ ἰσχυρῶς βασιλεύων, πρῶτος τὴν Αἴγυπτον ὑπέταξε Ῥωμαίοις, καθελὼν τὴν ἐκ μακροῦ κρατήσασαν διαδοχὴν τῶν παρ᾿ αὐτοῖς βασιλευσάντων Πτολεμαίων. Τάδε λέγει Κύριος Σαβαώθ· Καὶ πίονται ὕδωρ τὸ παρὰ θάλασσαν οἱ Αἰγύπτιοι. ᾿Ανθ' οὗ ὁ μὲν ᾿Ακύλας, Καὶ ἀναποθήσεται, φησὶν, ὕδατα ἀπὸ θαλάσσης· ὁ δὲ Σύμμαχος, Καὶ ἀφανισθήσεται ἀπὸ θαλάσσης ὕδατα. Τροπικῶς δὲ ὁ λόγος θαλάσσας ἐν τούτοις τὸ ταραχῶδες πλῆθος τῶν Αἰγυπτίων ἠνίξατο. Ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται. Καὶ ἐκλείψουσιν οἱ ποταμοὶ, καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὑδάτων. Ὡς καινὸν αὐτοῖς ξενίζῃς πότον· μηκέτι γὰρ ὑφεστῶτος τοῦ ποταμοῦ, μηδὲ ἑτέρου Αἰγυπτιακοῦ ὕδατος, ἀλλὰ μηδὲ τοῦ θαλαττίου ἐπιτηδείου ὄντος πρὸς πόσιν, νέον καὶ ξένον ὕδωρ πίεσθαι αὐτοὺς φησι· τοῦτο δὲ ἦν τὸ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου παρὰ τοῦ Κυρίου αὐτοῖς χορηγούμενον. Ἀλλὰ γὰρ καὶ ἐκλιπόντων τῶν Ἰουδαϊκῶν ὑδάτων, οἱ θηραταὶ τῶν ἰχθύων, δηλαδὴ τῶν ἀνθρωπίνων ψυχῶν, πενθήσειν λέγονται. Νοήσεις δὲ τοὺς ἐν τῷ προφήτῃ λεγομένους ἁλιεῖς καὶ ἀμφιβολεῖς ἐξ ἑτέρων ἀλιέων καὶ σαγηνευτῶν, λέγω δὴ τῶν ἀποστόλων, καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν, οἷς ἐλέγετο, Δεῦτε, καὶ ποιήσω ὑμᾶς ἀλιεῖς ἀνθρώπων. Εἰ γὰρ οὗτοι διὰ τῆς αὐτῶν διδασκαλίας ἐθήρευον τὰς τῶν ἀνθρώπων ψυχὰς, ἕλκοντες ἐπὶ σωτηρίαν, διὰ τί οὐκ ἂν εἴποις καὶ τοὺς Αἰγυπτίων λεγομένους ἀλιεῖς καὶ ἀμφιβολεῖς τοὺς πάλαι διδασκάλους τῆς παρ᾿ αὐτοῖς φιλοσοφίας εἶναι, οἱ διὰ τῆς Αἰγυπτιακῆς γοητείας, ἐπαγίδευον καὶ ὥσπερ ἐδελέαζον τοὺς ὑπ᾿ αὐτῶν ἁλισκομένους · Καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου, καὶ τὸ ἀχὶ τὸ χλωρὸν, πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον. Καὶ στενάξουσιν οἱ ἁλιεῖς, καὶ στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας καὶ ἀμφιβολεῖς πενθήσουσιν. Παντελῆ δὲ οἶμαι ξηρασίαν ὑδάτων διὰ τούτων σημαίνειν, ὡς μηδὲ ἴχνος νοτίδων ὑδάτων μήτε ἐν τῷ ποταμῷ φαίνεσθαι, μήτε ἐν τῷ ἔλει μήτ᾿ ἀμφὶ τῶν ποταμῶν ἐκτὸς, μήτ' ἐν αὐτῷ μέσῳ, μήτ' ἐν διώρυξιν, μήτ' ἐν στασίμοις ὕδασιν·
Kai eperōtēsousi tous theous autōn, kai ta agalmata autōn, kai tous ek tēs gēs phōnountas, kai tous engastrimythous. Ouketi mēdenos toutōn autois synēthōs phainomenou, eis eschatēn empesountai aporian, Kai paradōsō tēn Aigypton eis cheiras anthrōpōn, kyriōn sklērōn, kai basileis sklēroi kyrieusousin autōn. Entautha dēlousthai ton chronon oimai tēs tōn thespizomenōn ekbaseōs; metabolēn gar esesthai tēs basileias tōn Aigyptiōn sēmainei, kata tous chronous tēs tou Kyriou eis Aigypton aphixeōs. Kai tis ouk an ekplageiē, symbalōn tous tou sōtēriou kērygmatos kai tēs en autǭ katalyseōs tou kat᾿ Aigypton basileiou, hōs ex ekeinou kai eis deuro mēketi autōn tous proteron archontas, legō dē tous Ptolemaious, kratein, Rhōmaious de autōn kyrious apophanthēnai? ᾿Anti de tou, basileis sklēroi, ho men Akylas, Kai basileus kekrataiōmenos basileusei autōn, eirēken; ho de Symmachos, Kai basileus sklērys exousiasei autōn; ; ho de Theodotiōn, Kai basileus ischyros kyrieusei autōn. Eipois d᾽ an touton einai ton kata tous chronous tēs gennēseōs tou Sōtēros hēmōn tōn Rhōmaiōn monarchēsanta basilea. Tote goun Augoustos kekrataiōmenos alēthōs kai ischyrōs basileuōn, prōtos tēn Aigypton hypetaxe Rhōmaiois, kathelōn tēn ek makrou kratēsasan diadochēn tōn par᾿ autois basileusantōn Ptolemaiōn. Tade legei Kyrios Sabaōth; Kai piontai hydōr to para thalassan hoi Aigyptioi. ᾿Anth' hou ho men ᾿Akylas, Kai anapothēsetai, phēsin, hydata apo thalassēs; ho de Symmachos, Kai aphanisthēsetai apo thalassēs hydata. Tropikōs de ho logos thalassas en toutois to tarachōdes plēthos tōn Aigyptiōn ēnixato. Ho de potamos ekleipsei kai xēranthēsetai. Kai ekleipsousin hoi potamoi, kai hai diōryges tou potamou, kai xēranthēsetai pasa synagōgē hydatōn. Hōs kainon autois xenizę̄s poton; mēketi gar hyphestōtos tou potamou, mēde heterou Aigyptiakou hydatos, alla mēde tou thalattiou epitēdeiou ontos pros posin, neon kai xenon hydōr piesthai autous phēsi; touto de ēn to ek tōn pēgōn tou sōtēriou para tou Kyriou autois chorēgoumenon. Alla gar kai eklipontōn tōn Ioudaïkōn hydatōn, hoi thēratai tōn ichthyōn, dēladē tōn anthrōpinōn psychōn, penthēsein legontai. Noēseis de tous en tǭ prophētę̄ legomenous halieis kai amphiboleis ex heterōn alieōn kai sagēneutōn, legō dē tōn apostolōn, kai mathētōn tou Sōtēros hēmōn, hois elegeto, Deute, kai poiēsō hymas alieis anthrōpōn. Ei gar houtoi dia tēs autōn didaskalias ethēreuon tas tōn anthrōpōn psychas, helkontes epi sōtērian, dia ti ouk an eipois kai tous Aigyptiōn legomenous alieis kai amphiboleis tous palai didaskalous tēs par᾿ autois philosophias einai, hoi dia tēs Aigyptiakēs goēteias, epagideuon kai hōsper edeleazon tous hyp᾿ autōn haliskomenous ; Kai en panti helei kalamou kai papyrou, kai to achi to chlōron, pan to kyklǭ tou potamou, kai pan to speiromenon dia tou potamou xēranthēsetai anemophthoron. Kai stenaxousin hoi halieis, kai stenaxousi pantes hoi ballontes ankistron eis ton potamon, kai hoi ballontes sagēnas kai amphiboleis penthēsousin. Pantelē de oimai xērasian hydatōn dia toutōn sēmainein, hōs mēde ichnos notidōn hydatōn mēte en tǭ potamǭ phainesthai, mēte en tǭ elei mēt᾿ amphi tōn potamōn ektos, mēt' en autǭ mesǭ, mēt' en diōryxin, mēt' en stasimois hydasin;
“And they shall consult their gods and their images and those who speak from the earth and the ventriloquists.” Since none of these will any longer appear to them as usual, they will fall into utter perplexity. “And I will hand over Egypt into the hands of men, harsh lords, and harsh kings shall rule over them.” Here I think the time of the fulfilment of the prophecies is indicated; for he signifies that there will be a change in the kingdom of the Egyptians at the times of the Lord’s coming into Egypt. And who would not be amazed, comparing [the times] of the saving preaching and the destruction of the Egyptian kingdom in them, that from then until now their former rulers, I mean the Ptolemies, no longer rule, but the Romans have been made their lords? Instead of “harsh kings,” Aquila said, “And a strengthened king shall reign over them”; Symmachus, “And a harsh king shall have authority over them”; and Theodotion, “And a strong king shall rule over them.” You might say this was the king who ruled the Romans as sole ruler at the times of the birth of our Savior. At that time, indeed, Augustus, truly strengthened and reigning strongly, first subjected Egypt to the Romans, overthrowing the long-ruling succession of the Ptolemies who reigned among them. “Thus says the Lord of Sabaoth: And the Egyptians shall drink the water by the sea.” Instead of which Aquila says, “And waters shall be drunk up from the sea,” and Symmachus, “And waters shall vanish from the sea.” Figuratively, in these words, the Word hinted by seas at the turbulent multitude of the Egyptians. “But the river shall fail and be dried up. And the rivers shall fail, and the canals of the river, and every gathering of waters shall be dried up.” As if offering them a new and strange drink: for since the river no longer exists, nor any other Egyptian water, and since sea water is not fit to drink, he says they will drink new and strange water; and this was the water supplied to them by the Lord from the springs of salvation. Moreover, when the Jewish waters failed, the hunters of fish, that is, of human souls, are said to mourn. You will understand the fishermen and net-casters spoken of in the prophet from other fishermen and net-casters, I mean the apostles and disciples of our Savior, to whom it was said, “Come, and I will make you fishers of men.” For if these through their teaching hunted human souls, drawing them to salvation, why should you not say that the so-called fishermen and net-casters of the Egyptians were the former teachers of the philosophy among them, who through Egyptian sorcery ensnared and as it were baited those caught by them? “And in every marsh of reed and papyrus, and the green sedge, all that is around the river, and all that is sown by the river shall be dried up, blasted by the wind. And the fishermen shall groan, and all who cast a hook into the river shall groan, and those who cast nets and the net-casters shall mourn.” I think he signifies by these words a complete drought of waters, so that not even a trace of moisture appears, neither in the river, nor in the marsh, nor around the rivers outside, nor in its middle, nor in the canals, nor in standing waters;
19.4PG 24:219–237
λεῖψιν δὲ ἀθρόως τούτων ἔσεσθαι ἁπάντων, ὡς μηδαμοῦ τῆς Αἰγυπτίων γῆς ὕδατα ὑφεστάναι. Ἀλλ᾿ οὗτος ὁ λόγος καὶ τὸν οὐκ ἐθέλοντα βιάζεται ἐπὶ τροπικὴν μεταβαίνειν θεωρίαν· ὥστε ἐξ ἀνάγκης ποταμοὺς καὶ ὕδατα νοεῖν Αἰγύπτια ἤτοι τὰ πλήθη τῆς Αἰγυπτιακῆς δυνάμεως, ἢ τὴν βασιλείαν αὐτῶν τὴν πάλαι ποταμοῦ δίκην πλημμυροῦσαν ἢ καθ' ἑτέραν ἐκδοχὴν, τὴν παρ' Αἰγυπτίοις τὸ παλαιὸν ἀκμάζουσαν φιλοσοφίαν, περὶ ἧς λέλεκται· Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων. Πολλὴ γάρ τις ἦν αὐτὴ, καὶ μέγας ὁ παρ᾿ αὐτοῖς ῥέων ποταμὸς, ὁ τῆς παρ᾿ αὐτοῖς θαυμαζομένης σοφίας λόγος. Τούτου δὲ ὑπῆρχε μέρη πολλὰ κατακερματιζομένου εἰς διώρυγας πολλὰς, καὶ εἰς πολλοὺς μαθητὰς τῶν καθ᾽ ἕκαστον τῶν παρ' αὐτοῖς μαθήσεων λόγων, ἐξ ὧν ἔφυον οὐκ ἄμπελοι οὐδὲ ἐλαῖαι, οὐδέ τι τῶν καρπίμων τῶν ἀναγκαίων δένδρων, ἀλλὰ πάπυρος, κάλαμος καὶ τὸ χλωρὸν ἀχί. Σαγήνας δὲ αὐτῶν νοήσεις ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν παραβολῆς δι' ἧς εἴρηται· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ συλλαβούσῃ ἀπὸ παντὸς γένους ἰχθύων. Ὥσπερ δὲ ἐν τῇ παραβολῇ οἱ ἄνθρωποι ἰχθύες εἴρηνται, καὶ σαγήνη ὁ περὶ τῆς βασιλείας τῶν οὐρανῶν εὐαγγελικὸς λόγος· οὕτως καὶ ἐνταῦθα ἡ πολύπλοκος δεινότης τοῦ Αἰγυπτίου λόγου, εἴη ἂν σαγήνη καὶ τὰ ἀμφίβληστρα ὁμοίως· οἱ δὲ σαγηνευόμενοι πρὸς αὐτῶν ἰχθύες εἶεν οἱ ταῖς ἀπατηλαῖς σοφιστείαις εἰς πᾶν εἶδος ἀθέου δεισιδαιμονίας ὑποσυρόμενοι. Στενάξειν γοῦν καὶ πενθήσειν λέγονται οἱ ἀμφιβολεῖς τῆς Αἰγύπτου, μηκέτι ἔχοντες ἐργασίαν διὰ τὸν ἐπιδημήσαντα αὐτοῖς Χριστὸν καὶ τὴν πᾶσαν αὐτῶν σοφίαν ἀπολέσαντα, κατὰ τὸ, ᾿Απολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Καὶ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν, καὶ τοὺς ἐργαζομένους τὴν βύσσον. Οὕτω νοήσεις τοὺς ἐργαζομένους τὸ λίνον, οὔτε τὸ στεῤῥὸν καὶ ἀῤῥαγὲς, ἀλλὰ τὸ σχιστὸν, λόγον δηλαδή διεῤῥωγότα, καὶ διεσχισμένον, καὶ τὴν βύσσον δὲ ὡσαύτως· ἐπεὶ καὶ αὐτὰ τοῦ Αἰγυπτίων ποταμοῦ μετεῖχεν, ἐξ αὐτοῦ ἀρδευόμενα. Διὸ καὶ τοὺς τούτων φησὶν ἐργάτας στενάξειν ὁ λόγος· ὅτε μηκέτι αὐτοῖς πρὸς περιβολὴν καὶ κόσμον τῆς παρ᾿ αὐτοῖς σοφίας τὰ διὰ τούτων ὑφάσματα ηὐπόριστο. Διὰ λίνου γὰρ ὥσπερ καὶ βύσσου κόσμον καὶ περιβολὴν ἑαυτοῖς ἐπενόουν, πιθανοῖς τισι καὶ ἀπατηλοῖς λόγοις τὸ παρ᾿ αὐτοῖς ψεῦδος καλύπτοντες. Καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ· καὶ πάντες οἱ ποιοῦντες τὸν ζύθον λυπηθήσονται, καὶ τὰς ψυχὰς πεσοῦνται. Στενάξειν δὲ πάντας φησὶ τοὺς ποιοῦντας οὐ τὸν ἐξ ἀμπέλου οἶνον, ἀλλὰ τὸν Αἰγυπτιακὸν ζύθον· ὃς καὶ αὐτὸς νόθος ἦν καὶ τεθολωμένος· ᾧ ἐκέχρηντο ἀντὶ ποτοῦ πρὶν αὐτοῖς ἐπιδημῆσαι τὸν Κύριον οἱ Αἰγύπτιοι. Καὶ τούτου δὲ ἐκκλίνοντος, εἰκότως στενάξειν λέγονται καὶ τὰς ψυχὰς ἀλγήσειν οἱ τούτου ποιηταί. Ταῦτα μὲν οὖν πείσεσθαι τοὺς τῆς Αἰγύπτου σοφιστὰς ἀπειλεῖ, ζυθοποιούς τινας καὶ λίνου σχιστοῦ καὶ βύσσου ἐργάτας, ἰχθύων τε θηρευτὰς, τὸν ποταμὸν τὸν Αἰγυπτιακὸν περιἐποντας, καὶ τὸν τῆς Αἰγυπτιακῆς σοφίας λόγον. Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται.
leipsin de athroōs toutōn esesthai hapantōn, hōs mēdamou tēs Aigyptiōn gēs hydata hyphestanai. All᾿ houtos ho logos kai ton ouk ethelonta biazetai epi tropikēn metabainein theōrian; hōste ex anankēs potamous kai hydata noein Aigyptia ētoi ta plēthē tēs Aigyptiakēs dynameōs, ē tēn basileian autōn tēn palai potamou dikēn plēmmyrousan ē kath' heteran ekdochēn, tēn par' Aigyptiois to palaion akmazousan philosophian, peri hēs lelektai; Kai epaideuthē Mōÿsēs pasę̄ sophią Aigyptiōn. Pollē gar tis ēn autē, kai megas ho par᾿ autois rheōn potamos, ho tēs par᾿ autois thaumazomenēs sophias logos. Toutou de hypērche merē polla katakermatizomenou eis diōrygas pollas, kai eis pollous mathētas tōn kath᾽ hekaston tōn par' autois mathēseōn logōn, ex hōn ephyon ouk ampeloi oude elaiai, oude ti tōn karpimōn tōn anankaiōn dendrōn, alla papyros, kalamos kai to chlōron achi. Sagēnas de autōn noēseis apo tēs tou Sōtēros hēmōn parabolēs di' hēs eirētai; Homoia estin hē basileia tōn ouranōn sagēnę̄ blētheisę̄ eis tēn thalassan, kai syllabousę̄ apo pantos genous ichthyōn. Hōsper de en tę̄ parabolę̄ hoi anthrōpoi ichthyes eirēntai, kai sagēnē ho peri tēs basileias tōn ouranōn euangelikos logos; houtōs kai entautha hē polyplokos deinotēs tou Aigyptiou logou, eiē an sagēnē kai ta amphiblēstra homoiōs; hoi de sagēneuomenoi pros autōn ichthyes eien hoi tais apatēlais sophisteiais eis pan eidos atheou deisidaimonias hyposyromenoi. Stenaxein goun kai penthēsein legontai hoi amphiboleis tēs Aigyptou, mēketi echontes ergasian dia ton epidēmēsanta autois Christon kai tēn pasan autōn sophian apolesanta, kata to, ᾿Apolō tēn sophian tōn sophōn, kai tēn synesin tōn synetōn athetēsō. Kai aischynē lēpsetai tous ergazomenous to linon to schiston, kai tous ergazomenous tēn bysson. Houtō noēseis tous ergazomenous to linon, oute to sterrhon kai arrhages, alla to schiston, logon dēladē dierrhōgota, kai dieschismenon, kai tēn bysson de hōsautōs; epei kai auta tou Aigyptiōn potamou meteichen, ex autou ardeuomena. Dio kai tous toutōn phēsin ergatas stenaxein ho logos; hote mēketi autois pros peribolēn kai kosmon tēs par᾿ autois sophias ta dia toutōn hyphasmata ēuporisto. Dia linou gar hōsper kai byssou kosmon kai peribolēn heautois epenooun, pithanois tisi kai apatēlois logois to par᾿ autois pseudos kalyptontes. Kai esontai hoi ergazomenoi auta en odynę̄; kai pantes hoi poiountes ton zython lypēthēsontai, kai tas psychas pesountai. Stenaxein de pantas phēsi tous poiountas ou ton ex ampelou oinon, alla ton Aigyptiakon zython; hos kai autos nothos ēn kai tetholōmenos; hǭ ekechrēnto anti potou prin autois epidēmēsai ton Kyrion hoi Aigyptioi. Kai toutou de ekklinontos, eikotōs stenaxein legontai kai tas psychas algēsein hoi toutou poiētai. Tauta men oun peisesthai tous tēs Aigyptou sophistas apeilei, zythopoious tinas kai linou schistou kai byssou ergatas, ichthyōn te thēreutas, ton potamon ton Aigyptiakon periepontas, kai ton tēs Aigyptiakēs sophias logon. Kai mōroi esontai hoi archontes Taneōs, hoi sophoi symbouloi tou basileōs, hē boulē autōn mōranthēsetai.
but that all these will fail at once, so that nowhere in the land of the Egyptians do waters remain. But this saying forces even the unwilling to pass over to a figurative interpretation; so that we must necessarily understand by Egyptian rivers and waters either the multitudes of the Egyptian power, or their kingdom which of old flooded like a river, or, in another interpretation, the philosophy that flourished of old among the Egyptians, of which it is said, “And Moses was instructed in all the wisdom of the Egyptians.” For it was great, and great was the river flowing among them, the teaching of the wisdom admired among them. Of this there were many parts, as it was cut up into many canals and into many disciples of the teachings of each of their branches of learning; from which grew not vines nor olives nor any of the fruit-bearing, necessary trees, but papyrus, reed and green sedge. Their nets you will understand from the parable of our Savior in which it is said: “The kingdom of heaven is like a net cast into the sea and gathering fish of every kind.” And as in the parable human beings are called fish, and the net is the gospel word about the kingdom of heaven, so here the intricate cleverness of Egyptian teaching would be the net, and the casting-nets likewise; and the fish netted by them would be those who are drawn by deceitful sophistries into every form of godless superstition. The net-casters of Egypt, then, are said to groan and mourn, no longer having work because of Christ who came among them and destroyed all their wisdom, according to the saying, “I will destroy the wisdom of the wise, and the understanding of the understanding I will set aside.” “And shame shall seize those who work split flax, and those who work fine linen.” So you will understand those who work flax, neither strong nor untearable, but split, that is, a broken and split teaching, and fine linen likewise; since these too shared in the Egyptian river, being watered by it. Therefore the Word says their workers will groan, when the fabrics woven from them were no longer to be had for clothing and adorning their wisdom. For with flax, as it were, and fine linen they devised adornment and clothing for themselves, covering the falsehood among them with persuasive and deceitful words. “And those who work them shall be in pain, and all who make beer shall be grieved, and shall be sick at soul.” He says all shall groan who make not wine from the vine but Egyptian beer, which was itself counterfeit and muddy, which the Egyptians used as drink before the Lord came among them. And when this gives out, its makers are fittingly said to groan and be pained at soul. These things, then, he threatens the sophists of Egypt will suffer: certain beer-makers and workers of split flax and fine linen, and hunters of fish, who haunt the Egyptian river and the teaching of Egyptian wisdom. “And the rulers of Tanis shall be fools; the wise counselors of the king, their counsel shall be made foolish.”
19.5PG 24:219–237
Ἐν ταύτῃ γὰρ μάλιστά φησι τὴν πᾶσαν μαγγανείαν τῆς δαιμονικῆς εἰδωλολατρείας συνεστάναι πρότερον· ἐνταῦθα δὲ τὸ βασίλειον ἔχειν τοὺς ἐν τοῖς Μωϋσέως χρόνοις βασιλεύοντας τῆς Αἰγύπτου. Διὸ λέλεκται ἐν πεδίῳ Τάνεως τὰ σημεῖα γεγονέναι, τὰ ἐπὶ Μωϋσέως καὶ ἐπὶ τοῦ παρόντος. Τοιγαροῦν ἐπιδημήσαντος τοῦ Κυρίου τῇ Αἰγύπτῳ, σὺν τῷ Αἰγυπτίῳ ποταμῷ καὶ τοὺς δηλωθέντας ἀρχοντικοὺς δαίμονάς τινας μωρανθήσεσθαί φησι, καίπερ σοφίαν ἐπαγγελλομένους ὅτε οὐ παρῆν αὐτοῖς ὁ Κύριος. Ἀλλὰ γὰρ ἔλεγχον αὐτοῖς ἐπήγαγεν, ὡς οὐδεμιᾶς μετεῖχον σοφίας· μωροὶ δὲ ἦσαν ἀληθῶς ἐν τῇ τοῦ Κυρίου παρουσίᾳ Πῶς ἐρεῖτε τῷ βασιλεῖ, Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος Σαβαώθ ἐπ᾿ Αἴγυπτον. Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσι τὴν Αἴγυπτον κατὰ φυλάς. Μηκέτι γὰρ ὑπάρχοντος ὑμῖν βασιλέως, πως οἷοἱ τε ἐστε ἐπὶ συνέσει σεμνύνεσθαι; Πῶς δὲ υἱοὺς βασιλέων παλαιῶν ἑαυτοὺς εἶναί φατε, Ὥρον, καὶ Ἴσιν, καὶ Όσιριν προβαλλόμενοι καὶ Τυφῶνα καὶ θεῶν, καὶ ἡρώων, καὶ νεκύων γένη φάσκοντες τὸν πάλαι χρόνον τῆς Αἰγύπτου κεκρατηκέναι, ὧν θεῶν καὶ βασιλέων υἱοὺς καὶ ἀπογόνους ἑαυτοὺς εἶναί φατε ὑμεῖς οἱ διὰ τῆς προφητείας δηλούμενοι ἄρχοντες Τάνεως καὶ Μέμφεως; Πῶς δ᾽ ἂν εἴητε θεοὶ ἢ πᾶσαν μετασχοίητε σοφίαν, μηδὲ δυνάμενοι προγνῶναι μηδὲ προαγορεῦσαι τὸν ὑμέτερον ἔλεγχον καὶ τὴν τῆς βασιλείας κατάλυσιν τούτων ὧν ἐτυγχάνετε σύμβουλοι, οὓς καὶ ἐπιτρίβετε παντοίαις πλάναις περιβάλλοντες ; Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα. Τεκμαίρεσθαι δὲ ἐστι ταύτῃ τῆς μέθης τὴν ὑπερβολὴν ἀπὸ τοῦ μηδὲ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις εἰδωλολατρεῦσαι αὐτοὺς, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζώων ἂν εἰδωλοποιήσεως · διὸ λέλεκται, Ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα.» Τοιαύτῃ τινὶ μέθῃ τὰς τῶν Αἰγυπτίων ἐπλάνησαν ψυχὰς οἱ δηλωθέντες ἄρχοντες Τάνεως καὶ Μέμφεως, οἷς αὐτὸς ὁ Κύριος πνεύματα πλανήσεως ἐκέρασε. Δαίμονες γὰρ ὄντες πονηροὶ καὶ δυνάμεις ἀντικείμεναι, ἐναντία τῷ Θεῷ ἐφρόνουν, καὶ θεομαχεῖν ἐπειρῶντο. Διὸ παρεδόθησαν πλάνῃ, τοῦ Θεοῦ κρίναντος ἐπαξίως τῆς πονηρίας αὐτῶν πλάνῃ παραδοῦναι αὐτοὺς. Οἱ δὲ τὴν σφῶν κακίαν ἐπὶ τοὺς Αἰγυπτίους, ὥσπερ τινὰ ἰὸν θανατηφόρον διέχεαν, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον, Ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα. ᾿Ἀλλὰ καὶ τούτων αὐτῶν χάριν ἐπεδήμει ὁ Κύριος τῇ Αἰγύπτῳ, ἵνα, αὐτοὺς τῆς πλάνης ἀνανῆψαι ποιήσας, μακρὰν αὐτῶν ἀποσκεδάσῃ τοὺς λαούς. Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὅ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. "Απρακτα γὰρ αὐτοῖς ἐστι τὰ ἐνεργούμενα τὰ πολλὰ παρ᾿ αὐτοῖς ἐπιτελούμενα, ὡς μηδὲ ἔργον ἐν αὐτοῖς μήτε ἀρχὴν ἔχειν, μήτε τέλος, τοῦ Κυρίου καὶ τοῦτο, ὡς ἀγαθοῦ, ἐργασαμένου. Πολλὰ μὲν γὰρ ἐν τῇ παρ᾿ Αἰγυπτίοις πολυθέῳ πλάνῃ ἔργα ἀρχὴν ἔχοντα ἦν καὶ τέλος νομιζομένῃ ἀκολουθίᾳ. Κατὰ δὲ τοὺς δεδηλωμένους χρόνους τῆς τοῦ Κυρίου εἰς αὐτοὺς παρουσίας οὐκέτι ἔσεσθαι παρ᾿ αὐτοῖς ἔργον τοιοῦτον πλῆρες καὶ ὁλόκληρον καὶ τέλειον·
En tautę̄ gar malista phēsi tēn pasan manganeian tēs daimonikēs eidōlolatreias synestanai proteron; entautha de to basileion echein tous en tois Mōÿseōs chronois basileuontas tēs Aigyptou. Dio lelektai en pediǭ Taneōs ta sēmeia gegonenai, ta epi Mōÿseōs kai epi tou parontos. Toigaroun epidēmēsantos tou Kyriou tę̄ Aigyptǭ, syn tǭ Aigyptiǭ potamǭ kai tous dēlōthentas archontikous daimonas tinas mōranthēsesthai phēsi, kaiper sophian epangellomenous hote ou parēn autois ho Kyrios. Alla gar elenchon autois epēgagen, hōs oudemias meteichon sophias; mōroi de ēsan alēthōs en tę̄ tou Kyriou parousią Pōs ereite tǭ basilei, Huioi synetōn hēmeis, huioi basileōn tōn ex archēs? Pou eisi nyn hoi sophoi sou? kai anangeilatōsan soi, kai eipatōsan ti bebouleutai Kyrios Sabaōth ep᾿ Aigypton. Exelipon hoi archontes Taneōs, kai hypsōthēsan hoi archontes Mempheōs, kai planēsousi tēn Aigypton kata phylas. Mēketi gar hyparchontos hymin basileōs, pōs hoioi te este epi synesei semnynesthai? Pōs de huious basileōn palaiōn heautous einai phate, Hōron, kai Isin, kai Osirin proballomenoi kai Typhōna kai theōn, kai hērōōn, kai nekyōn genē phaskontes ton palai chronon tēs Aigyptou kekratēkenai, hōn theōn kai basileōn huious kai apogonous heautous einai phate hymeis hoi dia tēs prophēteias dēloumenoi archontes Taneōs kai Mempheōs? Pōs d᾽ an eiēte theoi ē pasan metaschoiēte sophian, mēde dynamenoi prognōnai mēde proagoreusai ton hymeteron elenchon kai tēn tēs basileias katalysin toutōn hōn etynchanete symbouloi, hous kai epitribete pantoiais planais periballontes ? Kyrios gar ekerasen autois pneuma planēseōs, kai eplanēsan tēn Aigypton en pasi tois ergois autōn, hōs planatai ho methyōn kai ho emōn hama. Tekmairesthai de esti tautę̄ tēs methēs tēn hyperbolēn apo tou mēde homoiōs tois loipois anthrōpois eidōlolatreusai autous, ekpesein de kai mechri tēs tōn alogōn zōōn an eidōlopoiēseōs ; dio lelektai, Hōs planatai ho methyōn kai ho emōn hama.» Toiautę̄ tini methę̄ tas tōn Aigyptiōn eplanēsan psychas hoi dēlōthentes archontes Taneōs kai Mempheōs, hois autos ho Kyrios pneumata planēseōs ekerase. Daimones gar ontes ponēroi kai dynameis antikeimenai, enantia tǭ Theǭ ephronoun, kai theomachein epeirōnto. Dio paredothēsan planę̄, tou Theou krinantos epaxiōs tēs ponērias autōn planę̄ paradounai autous. Hoi de tēn sphōn kakian epi tous Aigyptious, hōsper tina ion thanatēphoron diechean, kai eplanēsan tēn Aigypton, Hōs planatai ho methyōn kai ho emōn hama. ᾿Alla kai toutōn autōn charin epedēmei ho Kyrios tę̄ Aigyptǭ, hina, autous tēs planēs ananēpsai poiēsas, makran autōn aposkedasę̄ tous laous. Kai ouk estai tois Aigyptiois ergon ho poiēsei kephalēn kai ouran, archēn kai telos. "Aprakta gar autois esti ta energoumena ta polla par᾿ autois epiteloumena, hōs mēde ergon en autois mēte archēn echein, mēte telos, tou Kyriou kai touto, hōs agathou, ergasamenou. Polla men gar en tę̄ par᾿ Aigyptiois polytheǭ planę̄ erga archēn echonta ēn kai telos nomizomenę̄ akolouthią. Kata de tous dedēlōmenous chronous tēs tou Kyriou eis autous parousias ouketi esesthai par᾿ autois ergon toiouton plēres kai holoklēron kai teleion;
For in this city above all, he says, the whole witchcraft of demonic idolatry was formerly established; and here those who reigned over Egypt in the times of Moses had their royal seat. Therefore it is said that the signs in the time of Moses took place in the plain of Tanis, and in the present passage too. So when the Lord came to Egypt, he says, together with the Egyptian river, the ruling demons indicated would also be made foolish, though they professed wisdom when the Lord was not present among them. But he brought refutation upon them, showing that they had no share in any wisdom; and they were truly fools at the coming of the Lord. “How will you say to the king, We are sons of the wise, sons of the kings of old? Where are your wise men now? Let them tell you and say what the Lord of Sabaoth has purposed against Egypt. The rulers of Tanis have failed, and the rulers of Memphis have been exalted, and they will lead Egypt astray by tribes.” For since you no longer have a king, how can you pride yourselves on understanding? And how do you say you are sons of ancient kings, putting forward Horus and Isis and Osiris and Typhon, and saying that races of gods and heroes and dead men ruled Egypt in ancient time, gods and kings whose sons and descendants you say you are, you rulers of Tanis and Memphis indicated by the prophecy? How could you be gods, or share in all wisdom, when you could neither foreknow nor foretell your own refutation and the destruction of the kingdom of those whose counselors you were, whom you also ruin by entangling them in every kind of error? “For the Lord has mixed for them a spirit of error, and they have led Egypt astray in all their works, as one who is drunk and vomits staggers.” One can judge the excess of their drunkenness from this, that they did not practise idolatry like other people, but fell even to making idols of irrational animals; therefore it is said, “As one who is drunk and vomits staggers.” With some such drunkenness the rulers of Tanis and Memphis indicated led astray the souls of the Egyptians, those to whom the Lord himself mixed spirits of error. For being evil demons and opposing powers, they thought things contrary to God and tried to fight against God. Therefore they were handed over to error, God judging it fitting to their wickedness to hand them over to error. And they poured out their wickedness on the Egyptians like a deadly poison, and led Egypt astray, “as one who is drunk and vomits staggers.” But for their sake too the Lord came to Egypt, so that, making them sober from their error, he might scatter the peoples far from them. “And the Egyptians shall have no work that will make head and tail, beginning and end.” For the many things worked and accomplished among them are ineffectual, so that no work among them has either beginning or end, the Lord, as good, having brought this about too. For in the polytheistic error of the Egyptians there were many works having beginning and end in a supposed sequence; but at the times indicated of the Lord’s coming to them, there will no longer be among them any such work full and complete and perfect;
19.6PG 24:219–237
ἀλλ᾽ εἰ καὶ εὑρεθῇ τί ποτε, ἀκέφαλον ἔσται καὶ ἄναρχον, ἀτελές τε καὶ ἀσυμπέραστον ὃ δὴ καὶ ἔστιν ἔργῳ παραλαβεῖν· ἐπεὶ καὶ ἐκλέλοιπε παντελῶς αὐτῶν ἡ εἰδωλολατρεία. Τοιαῦτα δὲ ἐστι μήτε κεφαλὴν ἔχειν μήτε τέλος εἰς λόγον ἱκανούμενα. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται Αἰγύπτιοι ὡς γυναῖκες ἐν τρόμῳ καὶ ἐν φόβῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Κατὰ τοὺς ἀποδοθέντας χρόνους τῆς ἀφίξεως τοῦ Κυρίου τῆς εἰς Αἴγυπτον, οὐκέτι ἔσεσθαι τοῖς Αἰγυπτίοις φρόνημα ἀνδρικὸν, γυναικῶν δὲ δίκην ἐν φόβῳ καὶ τρόμῳ διάξειν αὐτῶν τὸν βίον διὰ τὴν ἐπαναστᾶσαν αὐτοῖς χεῖρα τοῦ Θεοῦ θεσπίζει. Χεὶρ δὲ Κυρίου τις ἂν νοηθείη ἑτέρα παρὰ τὴν λεγομένην δεξιὰν αὐτοῦ, ἀλλ᾽ ἡ Ῥωμαϊκὴ δύναμις ὑποτάξασα τοὺς Αἰγυπτίους καὶ ὑποχειρίους ποιησαμένη διὰ τὴν τοῦ Κυρίου παρουσίαν; Οὕτω γάρ ποτε καὶ ὁ διάβολος πρὸς τὸν Θεὸν ἀναγέγραπται εἰρηκὼς περὶ τοῦ Ἰώβ ᾿Αλλ᾿ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχει, εἰ μὴ εἰς πρόσωπόν σε εὐλογήσει. Οἱ τοίνυν διακονησάμενοι τῷ βουλήματι τοῦ Θεοῦ εἰς τὸ χειρώσασθαι τὴν Αἰγυπτίων ἀρχὴν, δύναμις αὕτη δὲ ἦν ἡ Ῥωμαϊκοῦ στρατοῦ, χεὶρ ὠνόμασται. Ὅπως δὲ γυναικῶν δίκην μετὰ φόβου καὶ ἀγωνίας δουλεύουσι Ῥωμαίοις Αἰγύπτιοι, οὐδὲν δεῖ λέγειν. Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν, ἣν Κύριος Σαβαώθ βεβούλευται ἐπ᾿ αὐτήν. Χώραν δὲ Ἰουδαίων τὴν θείαν οὐκ ἂν ἁμάρτοις εἰπὼν Γραφήν· ἣν δι᾽ ὑπερβολὴν εὐλαβείας καὶ πίστεως οἱ τὸν Κύριον ἐπεγνωκότες μετὰ φόβου καὶ τρόμου καὶ εὐλαβείας προσίενται, οὐκέτι ὡς τὸ πρὶν βλασφημοῦντες αὐτὴν, ἀλλὰ τιμῶντες καὶ σέβοντες διὰ τὸν ἐν αὐτῇ κηρυττόμενον Κύριον· διὸ πᾶς ὁ ὀνομάζων αὐτὴν αὐτοῖς φόβον Θεοῦ ἐμποιεῖ αὐτοῖς· ᾿Αρχὴ» γὰρ σοφίας φόβος Κυρίου. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν γῇ Αἰγύπτου, λαλοῦσαι τῇ γλώσσῃ τῇ Χαναανίτιδι, καὶ ὁμνύοντες τῷ ὀνόματι Κυρίου Σαβαώθ· πόλις ᾿Ασεδέκ κληθήσεται μία πόλις. Εἰ δὲ πέντε λέγονται πόλεις αἱ θεσπιζόμεναι, ἀλλ' οὐ χρὴ ἀγνοεῖν, ὡς αἱ πέντε μίαν τυγχάνουσι. Διὸ καὶ ἓν ὄνομα κατὰ πασῶν ἐπιλέγεται τὸ Ἀσεδέκ, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν ἡλίου. Τίνα μὲν οὖν εἶποις ἂν ταύτην εἶναι ἢ τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα καλουμένην ᾿Ασεδέκ, ὁ δὴ σημαίνει δικαιοσύνης· κατὰ δὲ τὸν Σύμμαχον, ἡλίου, περὶ οὗ λέλεκται· Τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἰάσεις ἐν ταῖς πτέρυξιν αὐτοῦ· · κατὰ δὲ τὸ ἀκριβὲς τῆς αὐτοῦ διαλέξεως γῆς πόλις λέλεκται, ὅπερ οὕτως ἂν ἑρμηνευθείη, Πόλις τῆς γῆς κληθήσεται ἡ μία πόλις. Αὕτη γὰρ μόνη καθ' ὅλης γῆς ἴδρυται τῷ Θεῷ πόλις, ὡς ἐρεῖσθαι περὶ αὐτῆς, Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Πέντε δὲ πόλεις ἐν Ἐκκλησίᾳ εἶεν ἂν αἱ διάφοροι πολιτείαι· πέντε δὲ τάγματα διῃρημένα, ἤγουν τρεῖς ἀριθμήσεις, τὸ πρῶτον τῶν προέδρων τάγμα, καὶ τὸ δεύτερον τῶν πρεσβυτέρων, τό τε τῶν διακόνων τὸ τρίτον, καὶ τῶν ἐν Χριστῳ πεφωτισμένων τέταρτον, καὶ ἐπὶ τούτοις τῶν ἐν εἰσαγωγῇ τυγχανόντων.
all᾽ ei kai heurethę̄ ti pote, akephalon estai kai anarchon, ateles te kai asymperaston ho dē kai estin ergǭ paralabein; epei kai ekleloipe pantelōs autōn hē eidōlolatreia. Toiauta de esti mēte kephalēn echein mēte telos eis logon hikanoumena. Tę̄ hēmerą ekeinę̄ esontai Aigyptioi hōs gynaikes en tromǭ kai en phobǭ apo prosōpou tēs cheiros Kyriou Sabaōth, hēn autos epibalei autois. Kata tous apodothentas chronous tēs aphixeōs tou Kyriou tēs eis Aigypton, ouketi esesthai tois Aigyptiois phronēma andrikon, gynaikōn de dikēn en phobǭ kai tromǭ diaxein autōn ton bion dia tēn epanastasan autois cheira tou Theou thespizei. Cheir de Kyriou tis an noētheiē hetera para tēn legomenēn dexian autou, all᾽ hē Rhōmaïkē dynamis hypotaxasa tous Aigyptious kai hypocheirious poiēsamenē dia tēn tou Kyriou parousian? Houtō gar pote kai ho diabolos pros ton Theon anagegraptai eirēkōs peri tou Iōb ᾿All᾿ aposteilon tēn cheira sou, kai hapsai pantōn hōn echei, ei mē eis prosōpon se eulogēsei. Hoi toinyn diakonēsamenoi tǭ boulēmati tou Theou eis to cheirōsasthai tēn Aigyptiōn archēn, dynamis hautē de ēn hē Rhōmaïkou stratou, cheir ōnomastai. Hopōs de gynaikōn dikēn meta phobou kai agōnias douleuousi Rhōmaiois Aigyptioi, ouden dei legein. Kai estai hē chōra tōn Ioudaiōn tois Aigyptiois eis phobētron. Pas hos ean onomasę̄ autēn autois, phobēthēsontai dia tēn boulēn, hēn Kyrios Sabaōth bebouleutai ep᾿ autēn. Chōran de Ioudaiōn tēn theian ouk an hamartois eipōn Graphēn; hēn di᾽ hyperbolēn eulabeias kai pisteōs hoi ton Kyrion epegnōkotes meta phobou kai tromou kai eulabeias prosientai, ouketi hōs to prin blasphēmountes autēn, alla timōntes kai sebontes dia ton en autę̄ kēryttomenon Kyrion; dio pas ho onomazōn autēn autois phobon Theou empoiei autois; ᾿Archē» gar sophias phobos Kyriou. Tę̄ hēmerą ekeinę̄ esontai pente poleis en gę̄ Aigyptou, lalousai tę̄ glōssę̄ tę̄ Chanaanitidi, kai homnyontes tǭ onomati Kyriou Sabaōth; polis ᾿Asedek klēthēsetai mia polis. Ei de pente legontai poleis hai thespizomenai, all' ou chrē agnoein, hōs hai pente mian tynchanousi. Dio kai hen onoma kata pasōn epilegetai to Asedek, hoper ho Symmachos hērmēneusen hēliou. Tina men oun eipois an tautēn einai ē tēn hagian tou Theou Ekklēsian, kata men tous Hebdomēkonta kaloumenēn ᾿Asedek, ho dē sēmainei dikaiosynēs; kata de ton Symmachon, hēliou, peri hou lelektai; Tois de phoboumenois me anatelei hēlios dikaiosynēs, kai iaseis en tais pteryxin autou; ; kata de to akribes tēs autou dialexeōs gēs polis lelektai, hoper houtōs an hermēneutheiē, Polis tēs gēs klēthēsetai hē mia polis. Hautē gar monē kath' holēs gēs idrytai tǭ Theǭ polis, hōs ereisthai peri autēs, Dedoxasmena elalēthē peri sou, hē polis tou Theou. Pente de poleis en Ekklēsią eien an hai diaphoroi politeiai; pente de tagmata dię̄rēmena, ēgoun treis arithmēseis, to prōton tōn proedrōn tagma, kai to deuteron tōn presbyterōn, to te tōn diakonōn to triton, kai tōn en Christǭ pephōtismenōn tetarton, kai epi toutois tōn en eisagōgę̄ tynchanontōn.
but if anything is found at all, it will be headless and without beginning, incomplete and without conclusion; which one can see in fact, since their idolatry has entirely failed. Such things are said to have neither head nor end, reaching no account worth mentioning. “In that day the Egyptians shall be like women, in trembling and in fear before the face of the hand of the Lord of Sabaoth, which he will lay upon them.” At the times described of the Lord’s coming to Egypt, he prophesies that the Egyptians will no longer have a manly spirit, but will pass their life like women in fear and trembling because of the hand of God raised against them. And what could the hand of the Lord be understood to be, other than what is called his right hand, if not the Roman power, which subjected the Egyptians and brought them under its hand because of the Lord’s coming? For so too the devil is recorded once to have said to God about Job: “But send out your hand and touch all that he has; surely he will bless you to your face.” Those, then, who served the will of God in subduing the empire of the Egyptians, and this was the power of the Roman army, have been named a hand. How the Egyptians serve the Romans like women, with fear and anguish, there is no need to say. “And the land of the Jews shall be a terror to the Egyptians. Whoever names it to them, they shall be afraid because of the counsel which the Lord of Sabaoth has purposed against it.” You would not be wrong to call the land of the Jews the divine Scripture, which those who have come to know the Lord approach with fear and trembling and reverence, out of exceeding reverence and faith, no longer blaspheming it as before, but honoring and revering it because of the Lord proclaimed in it; therefore everyone who names it to them instils in them the fear of God; for “the fear of the Lord is the beginning of wisdom.” “In that day there shall be five cities in the land of Egypt speaking the Canaanite tongue and swearing by the name of the Lord of Sabaoth; one city shall be called Asedek.” If the cities prophesied are said to be five, one must not fail to see that the five are one. Therefore one name, Asedek, is applied to all of them, which Symmachus translated “of the sun.” What would you say this is but the holy church of God, called Asedek according to the Seventy, which means “of righteousness,” and according to Symmachus “of the sun,” of which it is said: “But for those who fear me the sun of righteousness shall rise, and healing in its wings”; and according to the precise form of its own language it is called “city of the earth,” which would be translated thus: “The one city shall be called city of the earth.” For this alone is established as God’s city throughout the whole earth, so that it is said of it, “Glorious things have been spoken of you, O city of God.” And the five cities in the church would be the different ways of life; five orders, distinguished, that is, counted in three: the first order, that of the presiders; the second, that of the presbyters; the third, that of the deacons; the fourth, that of those enlightened in Christ; and in addition to these, that of those under instruction.
19.7PG 24:219–237
Ἰστέον, ὡς πέντε τάγματα πολιτεύεται ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· διὸ πέντε πόλεις ὑπὸ μίαν εἴρηνται, λαλοῦσαι τῇ γλώσσῃ, πάλαι παρ' Αἰγυπτίοις νομιζομένῃ Χαναανίτιδι, καὶ ὀμνύοντες οὐ τοὺς πατρώους θεοὺς οὓς ἐνόμιζον, ἀλλ᾽ ἢ τῷ ὀνόματι Κυρίου Σαβαώθ, τοῦ πάλαι Ἰουδαίοις γνωριζομένου Θεοῦ. Οὗτος δὲ ἦν ὁ ἐπὶ νεφέλης κούφης, οὗτος δὲ ἦν ὁ ἐπιδημήσας Χριστὸς αὐτοῖς. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Προφητεύσας ὁ λόγος περὶ πόλεως Θεοῦ ἐν Αἰγύπτῳ συστησομένης, καὶ τῶν ἐν τῇ πόλει διαφόρων ταγμάτων, ἀκολούθως θυσιαστηρίου ἐν τῇ πόλει τοῦ Θεοῦ γενησομένου μνημονεύει, καὶ τοῦτο ἔσεσθαι παραδόξως. Τῶν γὰρ πάλαι παρ' Αἰγυπτίοις νομιζομένων θεῶν ἀπολωλότων, καὶ τοῦ ποταμοῦ αὐτῶν ἐκλελοιπότος, καὶ τῶν ἀρχόντων Τάνεως καὶ Μέμφεως ἀπομωρανθέντων, τὸ παρ' Ἰουδαίοις ὀνομαζόμενον Κυρίῳ θυσιαστήριόν φησι συστήσεσθαι· ὅ δὴ καὶ ἡ τῶν πραγμάτων ἔκβασις ὀφθαλμοῖς ἡμῖν αὐτοῖς δείκνυσιν· ὡς μηκέτι εἰς μέλλοντα καιρὸν προσδοκᾷν τοῦ λόγου τὸ ἀποτέλεσμα. Ὡς δὲ μία πίστις καὶ ἓν βάπτισμα καὶ μία Ἐκκλησία εἴρηται, οὕτω καὶ θυσιαστήριον ἓν καθ' ὅλης τῆς Αἰγύπτου ἐγηγερμένον ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ θυσιαστήρια τυγχάνει, καὶ μία δὴ στήλη γραφὴ σὺν τῷ θυσιαστηρίῳ ἐν δηλωθείσῃ πόλει συνέστη, διορίζουσα τοὺς πιστοὺς τῶν Αἰγυπτίων, καὶ ἀφορίζουσα αὐτοὺς τῶν ἀπίστων. Ἡ μὲν οὖν ἀνωτέρω εἰς φόβητρον τοῖς Αἰγυπτίοις ἔσεσθαι λεγομένη χώρα τῶν Ἰουδαίων, τὴν Ἰουδαϊκὴν αἰνίττεται Γραφὴν, καὶ τὸν τῆς Παλαιᾶς Διαθήκης λόγον· ἡ δὲ τῷ Χριστοῦ θυσιαστηρίῳ συνεζευγμένη στήλη τὸ τῆς Καινῆς Διαθήκης εἴη ἂν Εὐαγγέλιον, διορίζον τοὺς εἰς τὸν Χριστὸν πιστεύσαντας τῶν Αἰγυπτίων ἀπὸ τῶν ἀπίστων. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς. Καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς· κρίνων σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι. Διὸ τῷ σημείῳ τούτῳ κατασφραγίζεσθαι μεμαθηκότες οἱ τὸν Κύριον παραδεδεγμένοι Αἰγύπτιοι φυλακτηρίῳ τούτῳ κέχρηνται· ὥστε καὶ ἐν ταῖς θλίψεσιν αὐτῷ σημείῳ βοηθῷ χρώμενοι ἀναβοᾷν καὶ ἐπικαλεῖσθαι τὸν Κύριον διὰ τοὺς διαθλίβοντας αὐτούς. Τίνες δὲ ἦσαν οὗτοι, ἀλλ᾽ ἢ οἱ ἀπομείναντες τῇ ἀπωλείᾳ Αἰγύπτιοι, περὶ ὧν κατ' ἀρχὰς ἐλέγετο τῆς προφητείας, Καὶ ἐπαναστήσονται Αἰγύπτιοι πρὸς Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νομόν. Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ Ιάσεται αὐτοὺς · καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτοὺς ἰάσει. Ἐπεὶ γὰρ · ὃν ἀγαπᾷ Κύριος, καὶ παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται· · εἰκότως καὶ τοὺς Αἰγυπτίους πατάσσει ἀγαπῶν, ἐπειδὰν ἐν χρείᾳ γίνωνται παιδείας καὶ ἐπιστροφῆς, ἀλλ᾽ οὐκ εἰς μακράν· μηδὲν δὲ ὑπερθέμενος ἰᾶται τῇ αὐτοῦ ἰὰσει. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ασσυρίους, καὶ εἰσελεύσονται Ασσύριοι πρὸς Αϊγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς ᾿Ασσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς ᾿Ασσυρίοις.» Ασσυρίους δὲ ἐνταῦθα οἶμαι καλεῖν τὴν Γραφὴν τοὺς νῦν καλουμένους Σύρους·
Isteon, hōs pente tagmata politeuetai en tę̄ Ekklēsią tou Theou; dio pente poleis hypo mian eirēntai, lalousai tę̄ glōssę̄, palai par' Aigyptiois nomizomenę̄ Chanaanitidi, kai omnyontes ou tous patrōous theous hous enomizon, all᾽ ē tǭ onomati Kyriou Sabaōth, tou palai Ioudaiois gnōrizomenou Theou. Houtos de ēn ho epi nephelēs kouphēs, houtos de ēn ho epidēmēsas Christos autois. Tę̄ hēmerą ekeinę̄ estai thysiastērion tǭ Kyriǭ en chōrą Aigyptiōn, stēlē pros to horion autēs tǭ Kyriǭ. Prophēteusas ho logos peri poleōs Theou en Aigyptǭ systēsomenēs, kai tōn en tę̄ polei diaphorōn tagmatōn, akolouthōs thysiastēriou en tę̄ polei tou Theou genēsomenou mnēmoneuei, kai touto esesthai paradoxōs. Tōn gar palai par' Aigyptiois nomizomenōn theōn apolōlotōn, kai tou potamou autōn ekleloipotos, kai tōn archontōn Taneōs kai Mempheōs apomōranthentōn, to par' Ioudaiois onomazomenon Kyriǭ thysiastērion phēsi systēsesthai; ho dē kai hē tōn pragmatōn ekbasis ophthalmois hēmin autois deiknysin; hōs mēketi eis mellonta kairon prosdokąn tou logou to apotelesma. Hōs de mia pistis kai hen baptisma kai mia Ekklēsia eirētai, houtō kai thysiastērion hen kath' holēs tēs Aigyptou egēgermenon en tais ekklēsiais tou Theou thysiastēria tynchanei, kai mia dē stēlē graphē syn tǭ thysiastēriǭ en dēlōtheisę̄ polei synestē, diorizousa tous pistous tōn Aigyptiōn, kai aphorizousa autous tōn apistōn. Hē men oun anōterō eis phobētron tois Aigyptiois esesthai legomenē chōra tōn Ioudaiōn, tēn Ioudaïkēn ainittetai Graphēn, kai ton tēs Palaias Diathēkēs logon; hē de tǭ Christou thysiastēriǭ synezeugmenē stēlē to tēs Kainēs Diathēkēs eiē an Euangelion, diorizon tous eis ton Christon pisteusantas tōn Aigyptiōn apo tōn apistōn. Kai estai eis sēmeion eis ton aiōna Kyriǭ en chōrą Aigyptou, hoti kekraxontai pros Kyrion dia tous thlibontas autous. Kai apostelei autois anthrōpon hos sōsei autous; krinōn sōsei autous. Kai gnōstos estai Kyrios tois Aigyptiois, kai gnōsontai hoi Aigyptioi ton Kyrion en tę̄ hēmerą ekeinę̄, kai poiēsousi thysian kai dōron, kai euxontai euchas tǭ Kyriǭ, kai apodōsousi. Dio tǭ sēmeiǭ toutǭ katasphragizesthai memathēkotes hoi ton Kyrion paradedegmenoi Aigyptioi phylaktēriǭ toutǭ kechrēntai; hōste kai en tais thlipsesin autǭ sēmeiǭ boēthǭ chrōmenoi anaboąn kai epikaleisthai ton Kyrion dia tous diathlibontas autous. Tines de ēsan houtoi, all᾽ ē hoi apomeinantes tę̄ apōleią Aigyptioi, peri hōn kat' archas elegeto tēs prophēteias, Kai epanastēsontai Aigyptioi pros Aigyptious, kai polemēsei anthrōpos ton adelphon autou, polis epi polin, kai nomos epi nomon. Kai pataxei Kyrios tous Aigyptious plēgę̄ kai Iasetai autous ; kai epistraphēsontai pros Kyrion, kai eisakousetai autōn, kai iasetai autous iasei. Epei gar ; hon agapą Kyrios, kai paideuei; mastigoi de panta huion, hon paradechetai; ; eikotōs kai tous Aigyptious patassei agapōn, epeidan en chreią ginōntai paideias kai epistrophēs, all᾽ ouk eis makran; mēden de hyperthemenos iatai tę̄ autou iasei. Tę̄ hēmerą ekeinę̄ estai hodos Aigyptou pros Assyrious, kai eiseleusontai Assyrioi pros Aïgypton, kai Aigyptioi poreusontai pros ᾿Assyrious, kai douleusousin Aigyptioi tois ᾿Assyriois.» Assyrious de entautha oimai kalein tēn Graphēn tous nyn kaloumenous Syrous;
One should know that five orders live in the church of God; therefore five cities under one are spoken of, speaking the tongue formerly thought by the Egyptians to be Canaanite, and swearing not by the ancestral gods they used to worship, but by the name of the Lord of Sabaoth, the God formerly known to the Jews. And this was he who rode on the light cloud; this was Christ, who came among them. “In that day there shall be an altar to the Lord in the land of the Egyptians, and a pillar to the Lord at its border.” Having prophesied concerning a city of God to be established in Egypt, and the different orders in the city, the Word consequently mentions an altar to be set up in the city of God, and that this will happen wondrously. For when the gods formerly worshipped among the Egyptians had perished, and their river had failed, and the rulers of Tanis and Memphis had been made fools, he says the altar named among the Jews as the Lord’s will be set up; which the outcome of events shows to our own eyes, so that the fulfilment of the saying is no longer to be awaited at a future time. And as it is said, “one faith, and one baptism,” and one church, so too the altars in the churches of God raised throughout all Egypt are one altar; and one pillar, the Scripture, was set up with the altar in the city indicated, marking off the faithful among the Egyptians and separating them from the unbelievers. The land of the Jews, then, said above to be a terror to the Egyptians, hints at the Jewish Scripture and the word of the Old Covenant; but the pillar joined to the altar of Christ would be the gospel of the New Covenant, marking off those of the Egyptians who believed in Christ from the unbelievers. “And it shall be for a sign forever to the Lord in the land of Egypt, that they will cry to the Lord because of those who afflict them. And he will send them a man who will save them; judging, he will save them. And the Lord shall be known to the Egyptians, and the Egyptians shall know the Lord in that day, and they shall offer sacrifice and gift, and vow vows to the Lord, and pay them.” Therefore the Egyptians who have received the Lord, having learned to seal themselves with this sign, use it as a safeguard; so that even in afflictions, using the sign itself as a helper, they cry out and call upon the Lord because of those who oppress them. And who were these, if not the Egyptians who remained in perdition, of whom it was said at the beginning of the prophecy: “And Egyptians shall rise against Egyptians, and a man shall fight against his brother, city against city, and nome against nome”? “And the Lord will strike the Egyptians with a blow and heal them; and they shall turn to the Lord, and he will hear them and heal them with healing.” For since “whom the Lord loves he disciplines, and he scourges every son whom he receives,” he fittingly strikes the Egyptians too out of love, when they need discipline and conversion, but not for long; without delay he heals them with his healing. “In that day there shall be a road from Egypt to the Assyrians, and Assyrians shall enter Egypt, and Egyptians shall go to the Assyrians, and the Egyptians shall serve the Assyrians.” I think Scripture here calls Assyrians those now called Syrians;
19.8PG 24:219–237
κατὰ τὸ πάλαι δὲ οἱ τὴν Συρίαν καὶ Μεσοποταμίαν οἰκοῦντες ᾿Ασσύριοι ἐχρημάτιζον. τὸν Ἰσραὴλ τοῦ Αἰγυπτίου, μήτε τοῦ Σύρου, μηδὲ διαλλάττειν παρὰ Θεῷ κρείττω τὸν Σύρον τοῦ Ἰσραὴλ, μηδὲ τοῦ Αἰγυπτίου, μηδ' αὖ πάλιν τὸν Αἰγύπτιον ἐλαττοῦσθαι παρὰ Θεῷ τοῦ Ἰσραὴλ ἢ τοῦ Σύρου. Ἑχθροὶ δὲ ἦσαν Αἰγύπτιοι καὶ ᾿Ασσύριοι, καὶ πολέμιοι διετέλουν ὄντες ἐκ τοῦ παντός. Νῦν δὲ ὁ παρών λόγος κοινωνίαν αὐτοῖς καὶ ἐπιμιξίαν θεσπίζει, όπερ οὐδὲ ἄλλοτε γέγονέ ποτε. Πρὸ γὰρ τῆς Ῥωμαίων ἀρχῆς ἰδιάζοντας εἶχον βασιλέας οἵ τε Αἰγύπτιοι καὶ ᾿Ασσύριοι· οἱ Αἰγύπτιοι μὲν τοὺς Πτολεμαίους, Σύροι δὲ τοὺς ἀπὸ Ἀντιόχου καὶ Δημητρίου· ὧν μέση κειμένη ἡ Ἰουδαία καὶ ἰδίοις καὶ αὐτὴ ἄρχουσι ἐκυβερνᾶτο. Μεσολαβούμενον δὲ τὸ Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ Σύρων ἐπολεμεῖτο, ποτὲ δὲ ὑπὸ Πτολεμαίων. Ἀλλὰ καὶ Αἰγυπτίοις ἐτύγχανον οἱ Σύροι πολέμιοι· Αἰγύπτιοι δὲ τοῖς ᾿Ασσυρίοις διεμάχοντο, ὡς ἄμικτα εἶναι αὐτοῖς καὶ ἀδιαβάτας τὰς πρὸς ἀλλήλους πορείας. Τοιαῦτα μὲν οὖν ἐτύγχανον τὰ πάλαι. Μετὰ δὲ τὴν ἄφιξιν τοῦ Κυρίου τὴν εἰς Αἴγυπτον εἰρήνην βαθυτάτην, κοινωνίας τε καὶ ἐπιμιξίας ὁ παρὼν λόγος αὐτοῖς εὐαγγελίζεται. Ὁ μὲν δὴ οὖν συνάγει τοὺς πάλαι ἐχθροὺς, λέγω δὴ Σύρους καὶ Αἰγυπτίους καὶ τὸν Ἰσραὴλ, μιᾶς τε εὐλογίας τῆς παρὰ Θεοῦ τεύξεσθαι αὐτούς φησι· ὡς μηκέτι μέγα φρονεῖν τὸν Ἰσραὴλ, μηδὲ κατεπαίρεσθαι τῶν ἄλλων, ὡς μόνον ηὐλογημένον. Τίς οὖν, ὀφθαλμοῖς ὁρῶν στρατόπεδα Ῥωμαϊκὰ Σύρων ἀνδρῶν κατὰ κεφαλῆς τῶν Αἰγυπτίων ἐγκαθήμενα, Αἰγυπτίους τε τούτοις δουλεύοντας, οὐκ ἂν ἐκπλαγείη τὴν τῆς προφητείας ἔκβασιν; Τίς δὲ οὐ θαυμάσεται ὁρῶν ᾿Αἰγυπτίους ἀδεῶς ἐπὶ τὴν Σύρων διαβαίνοντας χώραν, Σύρους τε ἀκωλύτως ἐπιβαίνοντας τοῖς Αἰγυπτίοις, δυνάμει τε ἀρχοντικῆς ἐξουσίας καταδεδουλωμένους αὐτοὺς, ούς; Το δὲ ἁπάντων παραδοξότατον, ταύτην ἤρατο κατὰ τὸν αὐτὸν χρόνον παρὰ Σύροις καὶ παρ' Αἰγυπτίοις καὶ ἐν τῇ γῇ τοῦ Ἰσραὴλ λαοὺς ἔσεσθαι τῷ Θεῷ, και τούτους ηὐλογημένους · ὡς μηδὲ μηκέτι διαφέρειν Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις, καὶ ἐν τοῖς ᾿Ασσυρίοις ηὐλογημένος ἐν τῇ γῇ, ἣν ηὐλόγησε Κύριος Σαβαώθ ὁ λέγων· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ. Ἐὰν δὲ λέγηται τρίτος Ἰσραὴλ ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις ἔσεσθαι, εὐλογημένος ἐν τῇ γῇ ἣν εὐλόγησε Κύριος Σαβαώθ, μὴ ἑτέραν νομίζωμεν εἶναι τὴν γῆν τῆς Ἐκκλησίας τοῦ Θεοῦ. Ἰσραὴλ δὲ νοεῖσθαι δύναται καὶ πᾶς ὁ χορὸς τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ βίου. Διὸ λέλεκται· Καὶ ἡ κληρονομία μου Ἰσραήλ. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Νῦν δὲ καὶ Αἰγύπτιοι λαὸς αὐτοῦ εἴρηται, καὶ λαὸς αὐτοῦ εὐλογημένος, καὶ ᾿Ασσύριοι ὁμοίως. Τὸ δὲ, Ἐν τῇ γῇ ἣν ηὐλόγησε Κύριος Σαβαώθ, ἔχοι ἂν τὴν ἀναφορὰν καὶ ἐπὶ τὴν ἐπουράνιον, περὶ ἧς φησιν ὁ Σωτήρ· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·, ἔνθα καὶ ἡ ἐπουράνιος Ἱερουσαλήμ, καὶ τὸ Σιὼν ὅρος ἐπουράνιων Θεοῦ.
kata to palai de hoi tēn Syrian kai Mesopotamian oikountes ᾿Assyrioi echrēmatizon. ton Israēl tou Aigyptiou, mēte tou Syrou, mēde diallattein para Theǭ kreittō ton Syron tou Israēl, mēde tou Aigyptiou, mēd' au palin ton Aigyption elattousthai para Theǭ tou Israēl ē tou Syrou. Hechthroi de ēsan Aigyptioi kai ᾿Assyrioi, kai polemioi dieteloun ontes ek tou pantos. Nyn de ho parōn logos koinōnian autois kai epimixian thespizei, oper oude allote gegone pote. Pro gar tēs Rhōmaiōn archēs idiazontas eichon basileas hoi te Aigyptioi kai ᾿Assyrioi; hoi Aigyptioi men tous Ptolemaious, Syroi de tous apo Antiochou kai Dēmētriou; hōn mesē keimenē hē Ioudaia kai idiois kai autē archousi ekybernato. Mesolaboumenon de to Ioudaiōn ethnos, pote men hypo Syrōn epolemeito, pote de hypo Ptolemaiōn. Alla kai Aigyptiois etynchanon hoi Syroi polemioi; Aigyptioi de tois ᾿Assyriois diemachonto, hōs amikta einai autois kai adiabatas tas pros allēlous poreias. Toiauta men oun etynchanon ta palai. Meta de tēn aphixin tou Kyriou tēn eis Aigypton eirēnēn bathytatēn, koinōnias te kai epimixias ho parōn logos autois euangelizetai. Ho men dē oun synagei tous palai echthrous, legō dē Syrous kai Aigyptious kai ton Israēl, mias te eulogias tēs para Theou teuxesthai autous phēsi; hōs mēketi mega phronein ton Israēl, mēde katepairesthai tōn allōn, hōs monon ēulogēmenon. Tis oun, ophthalmois horōn stratopeda Rhōmaïka Syrōn andrōn kata kephalēs tōn Aigyptiōn enkathēmena, Aigyptious te toutois douleuontas, ouk an ekplageiē tēn tēs prophēteias ekbasin? Tis de ou thaumasetai horōn ᾿Aigyptious adeōs epi tēn Syrōn diabainontas chōran, Syrous te akōlytōs epibainontas tois Aigyptiois, dynamei te archontikēs exousias katadedoulōmenous autous, ous? To de hapantōn paradoxotaton, tautēn ērato kata ton auton chronon para Syrois kai par' Aigyptiois kai en tę̄ gę̄ tou Israēl laous esesthai tǭ Theǭ, kai toutous ēulogēmenous ; hōs mēde mēketi diapherein Tę̄ hēmerą ekeinę̄ estai Israēl tritos en tois Aigyptiois, kai en tois ᾿Assyriois ēulogēmenos en tę̄ gę̄, hēn ēulogēse Kyrios Sabaōth ho legōn; Eulogēmenos ho laos mou ho en Aigyptǭ, kai ho en Assyriois, kai hē klēronomia mou Israēl. Ean de legētai tritos Israēl en tois Aigyptiois kai en tois Assyriois esesthai, eulogēmenos en tę̄ gę̄ hēn eulogēse Kyrios Sabaōth, mē heteran nomizōmen einai tēn gēn tēs Ekklēsias tou Theou. Israēl de noeisthai dynatai kai pas ho choros tōn hagiōn kai theophilōn andrōn ek tou Ioudaiōn ethnous proexelēlythotōn tou biou. Dio lelektai; Kai hē klēronomia mou Israēl. Hote gar diemerizen ho Hypsistos ethnē, egenēthē meris Kyriou laos autou Iakōb, schoinisma klēronomias autou Israēl. Nyn de kai Aigyptioi laos autou eirētai, kai laos autou eulogēmenos, kai ᾿Assyrioi homoiōs. To de, En tę̄ gę̄ hēn ēulogēse Kyrios Sabaōth, echoi an tēn anaphoran kai epi tēn epouranion, peri hēs phēsin ho Sōtēr; «Makarioi hoi praeis, hoti autoi klēronomēsousi tēn gēn;, entha kai hē epouranios Hierousalēm, kai to Siōn horos epouraniōn Theou.
for of old those who lived in Syria and Mesopotamia were called Assyrians. [… Israel from the Egyptian, nor from the Syrian;] and that the Syrian is not superior before God to Israel or to the Egyptian, nor again the Egyptian inferior before God to Israel or to the Syrian. The Egyptians and Assyrians were enemies, and continued at war from the beginning. But now the present saying prophesies fellowship and intercourse between them, which had never happened at any other time. For before the Roman empire the Egyptians and Assyrians had their own kings: the Egyptians the Ptolemies, the Syrians the successors of Antiochus and Demetrius; between whom Judea lay, itself governed by its own rulers. Caught between them, the Jewish nation was warred upon now by the Syrians, now by the Ptolemies. And the Syrians were enemies of the Egyptians, and the Egyptians fought with the Assyrians, so that the routes between them were closed and impassable. Such, then, was the situation of old. But after the Lord’s coming to Egypt, the present saying proclaims to them the deepest peace, fellowship and intercourse. It gathers together the former enemies, I mean Syrians and Egyptians and Israel, and says that they will obtain one blessing from God; so that Israel no longer thinks highly of itself nor exalts itself over the others, as alone blessed. Who, then, seeing with his eyes Roman camps of Syrian men stationed over the heads of the Egyptians, and Egyptians serving them, would not be amazed at the fulfilment of the prophecy? And who will not marvel seeing Egyptians crossing fearlessly into the land of the Syrians, and Syrians entering unhindered among the Egyptians and holding them in subjection by the power of ruling authority? But most wonderful of all, [the prophecy declares] that at the same time there will be peoples of God among the Syrians and among the Egyptians and in the land of Israel, and these blessed; so that [Israel] no longer differs [from the Egyptian, nor from the Syrian]. “In that day Israel shall be third among the Egyptians and among the Assyrians, blessed in the land which the Lord of Sabaoth has blessed, saying: Blessed be my people that is in Egypt, and that among the Assyrians, and my inheritance Israel.” If Israel is said to be third among the Egyptians and the Assyrians, blessed in the land which the Lord of Sabaoth blessed, let us not think the land to be other than that of the church of God. And by Israel may be understood the whole band of the holy and God-loving men of the Jewish nation who departed this life before. Therefore it is said, “And my inheritance Israel.” For “when the Most High divided the nations, his people Jacob became the Lord’s portion, Israel the lot of his inheritance.” But now the Egyptians too are called his people, and his blessed people, and the Assyrians likewise. And “in the land which the Lord of Sabaoth has blessed” may also refer to the heavenly land, of which the Savior says, “Blessed are the meek, for they shall inherit the earth,” where also is the heavenly Jerusalem and the heavenly Mount Zion of God.
Chapter 20
20.1PG 24:237–239
Τοῦ ἔτους οὗ εἰσῆλθε Ταναθὰν εἰς "Αζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ασσυρίων, καὶ ἐπολέμησε τὴν ῎Αζωτον, καὶ κατελάβετο αὐτήν · τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν λέγων · Πορεύου, καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου. Θαυμάσαι δὲ ἔστι τὸν προφητικὸν βίον, ὃν ὁ μὲν ᾿Απόστολος παρέστησεν εἰπὼν, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι·» ἡ δὲ παροῦσα Γραφὴ ἑνὶ ἐνδύματι σάκκῳ τὸν Ἡσαΐαν κεχρημένον εἰσάγει, πενθοῦντα δηλαδὴ καὶ ἀποκλαιόμενον τοὺς διὰ τὰς οἰκείας ἀσεβείας μακρὰν ἀποπίπτοντας τοῦ Θεοῦ. Καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου. Καὶ ἐποίησεν οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. Καὶ εἶπε Κύριος, ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν. Τὸ δὲ κελευσθέντα γυμνὸν βαδίσαι καὶ μὴ μελλῆσαι, πρᾶξαι δὲ τοῦτο παραχρῆμα ἐπ᾿ ὀφθαλμῶν τῶν παρόντων αὐτῷ, μεγίστης ὑπακοῆς καὶ προθυμίας τῆς πρὸς τὸν Θεὸν δεῖγμα γένοιτο, παραστήματός τε καὶ φρονήματος ἐπῃρμένου, πᾶσαν τὴν παρ' ἀνθρώποις δόξαν ἐν οὐδενὶ τιθεμένου. Ταῦτα δὲ πράξαντος τοῦ προφήτου, τὰ ὅμοια πείσεσθαι τῷ τοῦ προφήτου σχήματι τοὺς Αἰγυπτίους πολεμηθέντας ὑπὸ Ἀσσυρίων φησὶν ὁ Θεὸς, γυμνοὺς καὶ ἀνυποδέτους ἀπαχθήσεσθαι, οὐ μόνους, ἀλλὰ καὶ τοὺς ἐπικουρήσειν καὶ συμμαχήσειν αὐτοῖς ἐλπισθέντας Αἰθίοπας. Τῷ γὰρ πλήθει τῶν Αἰθιόπων καὶ τῇ τούτων χειρὶ, μεγάλα κατ' ἐκεῖνο καιροῦ δυναμένων, θαρῥοῦντες οἱ Αἰγύπτιοι, καταφρονητικῶς εἶχοντο τῶν ᾿Ασσυρίων· ἀλλ᾽ ὁ Θεὸς τὸ μέλλον προφαίνει λέγων, «Ον τρόπον πεπόρευται ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, καὶ τὰ ἑξῆς. «Ὅτι οὕτως ἄξει βασιλεὺς ᾿Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. Δόξει τὰ προκείμενα έναντία εἶναι τοῖς ἀρτίως εἰρημένοις, δι' ὧν ἔσεσθαι Αἱγυπτίων καὶ ᾿Ασσυρίων ἐπιμιξίαν εἴρηκεν ὁ λόγος νῦν δὲ τὸν βασιλέα τῶν ᾿Ασσυρίων αἰχμαλώτους λήψεσθαί φησι τῶν Αἰγυπτίων τοὺς νεανίσκους καὶ τοὺς πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους. Εὑρεθείη δ' ἂν λύσις τῆς ἀπορίας, εἰ ἐπιστήσαιμεν τῷ τρόπῳ τοῦ προφητικοῦ πνεύματος. Ὡς γὰρ τῇ Αἰγύπτῳ προσέσχε, συνεῖδε μὲν καὶ τὰ παραυτίκα τοῖς Αἰγυπτίοις μέλλοντα ἔσεσθαι κατὰ τὸν τοῦ προφήτου χρόνον, ἀπέβλεπε δὲ καὶ ἐπὶ τὰ μακροῖς ὕστερον χρόνοις ἀποβησόμενα χρηστὰ περὶ τὴν τῶν Αἰγυπτίων χώραν. Εἶτα πρῶτα χρηστὰ θεσπίσας διὰ τῶν ἔμπροσθεν, ἐπὶ τὰ παραχρῆμα γενησόμενα μεταβαίνει. Λυπηρά δὲ τοῖς Αἰγυπτίοις ταῦτα ἦν· ἃ καὶ οὐκ εἰς μακρὰν ἐπληροῦτο κατ' αὐτοὺς ἐκείνους, καθ' οὓς ὁ προφήτης ἐγνωρίζετο χρόνους. Αναγκαίως δὲ τὸ θεῖον Πνεῦμα τῆς περὶ τοῦ Κυρίου εἰς Αἴγυπτον ἀφίξεως, καὶ περὶ τῶν ἐπ᾿ αὐτῇ γενησομένων τοῖς Αἰγυπτίοις ἀγαθῶν θεσπίσαν, τὰ παραχρῆμα μέλλοντα τέλους τυγχάνειν συνῆψεν · ἵνα ἀπὸ τῆς τῶν παρόντων ἐκβάσεως καὶ τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίνεσθαι πιστευθείη τοῖς τότε τηνικαῦτα τῶν προφητικῶν λόγων ἐπακούουσι. Οὐκ ἦν οὖν ἐναντία τὰ προκείμενα τῶν διὰ τῶν ἔμπροσθεν προφητευομένων · τὰ μὲν γὰρ εἰς τοὺς προφητευομένους χρόνους· τὰ δὲ περὶ τῶν ἔγγιστα γενησομένων ἀνεφώνει Καὶ ἀναισχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι· ἦσαν γὰρ αὐτοῖς δόξα· ἐρυθριῶντες ἐφ' οἷς ἐθάρσουν καὶ ἐπεποίθεισαν· ὡς καταγινώσκειν καὶ μέμφεσθαι αὐτοὺς ἑαυτούς. Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ· Ἰδοὺ ἡμεῖς ἡμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ασσυρίων · καὶ πῶς ἡμεῖς σωθησόμεθα ;
Tou etous hou eisēlthe Tanathan eis "Azōton, hēnika apestalē hypo Arna basileōs Assyriōn, kai epolemēse tēn ᾿Azōton, kai katelabeto autēn ; tote elalēse Kyrios pros Hēsaïan legōn ; Poreuou, kai aphele ton sakkon apo tēs osphyos sou. Thaumasai de esti ton prophētikon bion, hon ho men ᾿Apostolos parestēsen eipōn, Periēlthon en mēlōtais, en aigeiois dermasin, hysteroumenoi, thlibomenoi, kakouchoumenoi;» hē de parousa Graphē heni endymati sakkǭ ton Hēsaïan kechrēmenon eisagei, penthounta dēladē kai apoklaiomenon tous dia tas oikeias asebeias makran apopiptontas tou Theou. Kai ta sandalia sou hypolysai apo tōn podōn sou. Kai epoiēsen houtōs, poreuomenos gymnos kai anypodetos. Kai eipe Kyrios, hon tropon peporeutai Hēsaïas ho pais mou gymnos kai anypodetos tria etē, tria etē estai eis sēmeia kai terata tois Aigyptiois kai Aithiopsin. To de keleusthenta gymnon badisai kai mē mellēsai, praxai de touto parachrēma ep᾿ ophthalmōn tōn parontōn autǭ, megistēs hypakoēs kai prothymias tēs pros ton Theon deigma genoito, parastēmatos te kai phronēmatos epę̄rmenou, pasan tēn par' anthrōpois doxan en oudeni tithemenou. Tauta de praxantos tou prophētou, ta homoia peisesthai tǭ tou prophētou schēmati tous Aigyptious polemēthentas hypo Assyriōn phēsin ho Theos, gymnous kai anypodetous apachthēsesthai, ou monous, alla kai tous epikourēsein kai symmachēsein autois elpisthentas Aithiopas. Tǭ gar plēthei tōn Aithiopōn kai tę̄ toutōn cheiri, megala kat' ekeino kairou dynamenōn, tharrhountes hoi Aigyptioi, kataphronētikōs eichonto tōn ᾿Assyriōn; all᾽ ho Theos to mellon prophainei legōn, «On tropon peporeutai ho pais mou Hēsaïas gymnos kai anypodetos, kai ta hexēs. «Hoti houtōs axei basileus ᾿Assyriōn tēn aichmalōsian Aigyptou kai Aithiopōn, neaniskous kai presbytas gymnous kai anypodetous, anakekalymmenous tēn aischynēn Aigyptou. Doxei ta prokeimena enantia einai tois artiōs eirēmenois, di' hōn esesthai Haigyptiōn kai ᾿Assyriōn epimixian eirēken ho logos nyn de ton basilea tōn ᾿Assyriōn aichmalōtous lēpsesthai phēsi tōn Aigyptiōn tous neaniskous kai tous presbytas gymnous kai anypodetous. Heuretheiē d' an lysis tēs aporias, ei epistēsaimen tǭ tropǭ tou prophētikou pneumatos. Hōs gar tę̄ Aigyptǭ prosesche, syneide men kai ta parautika tois Aigyptiois mellonta esesthai kata ton tou prophētou chronon, apeblepe de kai epi ta makrois hysteron chronois apobēsomena chrēsta peri tēn tōn Aigyptiōn chōran. Eita prōta chrēsta thespisas dia tōn emprosthen, epi ta parachrēma genēsomena metabainei. Lypēra de tois Aigyptiois tauta ēn; ha kai ouk eis makran eplērouto kat' autous ekeinous, kath' hous ho prophētēs egnōrizeto chronous. Anankaiōs de to theion Pneuma tēs peri tou Kyriou eis Aigypton aphixeōs, kai peri tōn ep᾿ autę̄ genēsomenōn tois Aigyptiois agathōn thespisan, ta parachrēma mellonta telous tynchanein synēpsen ; hina apo tēs tōn parontōn ekbaseōs kai ta makrois hysteron chronois mellonta ginesthai pisteutheiē tois tote tēnikauta tōn prophētikōn logōn epakouousi. Ouk ēn oun enantia ta prokeimena tōn dia tōn emprosthen prophēteuomenōn ; ta men gar eis tous prophēteuomenous chronous; ta de peri tōn engista genēsomenōn anephōnei Kai anaischynthēsontai hēttēthentes hoi Aigyptioi epi tois Aithiopsin, eph' hois ēsan pepoithotes hoi Aigyptioi; ēsan gar autois doxa; erythriōntes eph' hois etharsoun kai epepoitheisan; hōs kataginōskein kai memphesthai autous heautous. Kai erousin hoi katoikountes en tę̄ nēsǭ tautę̄; Idou hēmeis hēmen pepoithotes tou phygein eis autous eis boētheian, hoi ouk ēdynanto sōthēnai apo basileōs Assyriōn ; kai pōs hēmeis sōthēsometha ?
“In the year when Tanathan came to Azotus, when he was sent by Arna, king of the Assyrians, and fought against Azotus and took it, then the Lord spoke to Isaiah, saying: Go, and take off the sackcloth from your loins.” One may marvel at the prophetic life, which the Apostle set out when he said, “They went about in sheepskins, in goatskins, destitute, afflicted, ill-treated”; and the present Scripture presents Isaiah using a single garment, sackcloth, mourning, clearly, and weeping for those who fall far from God through their own impieties. “And loose your sandals from your feet. And he did so, going naked and barefoot. And the Lord said: As my servant Isaiah has gone naked and barefoot three years, three years shall be for signs and wonders to the Egyptians and Ethiopians.” That, when commanded to walk naked, he did not delay, but did it at once before the eyes of those present, would be a proof of the greatest obedience and eagerness toward God, and of a lofty resolve and spirit that counted all human glory as nothing. When the prophet had done these things, God says that the Egyptians, warred upon by the Assyrians, would suffer things like the prophet’s appearance, being led away naked and barefoot; and not they alone, but also the Ethiopians, who had been hoped to help them and fight as their allies. For trusting in the multitude of the Ethiopians and their strength, which was great at that time, the Egyptians held the Assyrians in contempt; but God reveals the future, saying: “As my servant Isaiah has gone naked and barefoot,” and what follows. “So shall the king of the Assyrians lead away the captivity of Egypt and of the Ethiopians, young men and old, naked and barefoot, with the shame of Egypt uncovered.” What is set out here will seem to be contrary to what was just said, by which the Word said there would be intercourse between Egyptians and Assyrians; but now it says that the king of the Assyrians will take captive the young men and the old of the Egyptians, naked and barefoot. The solution of the difficulty may be found if we attend to the manner of the prophetic Spirit. For when it turned its attention to Egypt, it saw what was about to happen to the Egyptians immediately, in the prophet’s time, and it also looked to the good things that would come to pass in the land of the Egyptians long afterwards. Then, having first prophesied the good things in what went before, it passes on to the things that would happen immediately. These were grievous for the Egyptians; and they were fulfilled not long afterwards, in those very times in which the prophet was known. The divine Spirit, having prophesied of the Lord’s coming into Egypt and of the good things that would come to the Egyptians upon it, necessarily joined to it things that were about to reach their end immediately, so that from the outcome of present things the things to happen long afterwards might also be believed by those who heard the prophetic words at that time. What is set out here, then, was not contrary to what was prophesied earlier; for the one proclaimed things for the prophesied times, the other things that would happen very soon. “And the Egyptians, defeated, shall be ashamed of the Ethiopians, in whom the Egyptians had trusted; for they were their glory,” blushing at those in whom they had taken courage and trusted, so as to condemn and blame themselves. “And those who dwell on this island shall say: Behold, we were trusting to flee to them for help, who could not be saved from the king of the Assyrians; and how shall we be saved?”
Chapter 21
21.1PG 24:239–243
«Τὸ ὅραμα τῆς ἐρήμου. Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς· φοβερὸν τὸ ὄραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι. Ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. Ἐπ᾿ ἐμοὶ οἱ Ἑλαμῖται καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾿ ἐμὲ ἔρχονται. Πέρσαι γοῦν, Μήδους οὐκ εἰς μακρὰν διαδεξάμενοι, τὰ λείψανα τῆς Βαβυλῶνος καθεῖλον. Εἰκότως οὖν περὶ Βαβυλῶνος τὰ πολεμικὰ εἰρῆσθαι ἡγοῦμαι. Τί δὲ βούλεται ὁ λόγος φάσκων, Τὸ ὅραμα τῆς ἐρήμου;» Ἐντεῦθεν ἤδη Βαβυλῶνα ἔρημον ὀνομάζει διὰ τὰ θεσπισθέντα περὶ τῆς ἐρημίας αὐτῆς. Διὸ ἐκ προσώπου τῆς Βαβυλῶνος αὐτῆς οἶμαι ταῦτα λέγεσθαι, ὡς εἰς ἀκοὴν παραδεξαμένης τὰ μέλλοντα αὐτῇ ἐπιέναι κακὰ, εὐχομένης τε παρελθεῖν τὴν ἀκοὴν, καὶ μὴ γενέσθαι τὰ προσδοκώμενα. «Νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. Διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τίκτουσαν. Ἀλλ᾿ ὡς ἔοικε νῦν στενάξω, ὅπερ πρότερον οὐκ ἔπραττον, ὑπερήφανος οὖσα, καὶ τῶν λοιπῶν ἐθνῶν κατεπαιρομένη · ὡς ἑτέροις ἐμποιεῖν στεναγμούς. Νῦν δὲ αὐτὴ ἐγὼ Βαβυλών, καὶ ὁ ἐν ἐμοὶ λαὸς, στενάξω, καὶ παρακαλέσω ἐμαυτὴν διὰ τοῦ στεναγμοῦ· ἐπειδὴ καθήψατό μου ἡ περὶ τῶν λεχθέντων ἀγγελία, ἧς ἕνεκα ἐπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως πάλαι κατεσφιγμένη καὶ νεανιευομένη· ὀδύνη τε καὶ πόνοι κατέλαβόν με, ὡς μηδὲν διαφέρειν με τὴν Βαβυλῶνα, τὴν πάλαι ἑτέροις οὖσαν φοβερὰν, γυναικὸς τικτούσης. Ταῦτα δὲ μοι συμβέβηκεν, ἐπειδήπερ ὁμολογῶ ἡδικηκέναι, ὅτε μηδενὸς ἤκουον τῶν παραινούντων μοι, καὶ ὅτε σπουδὴν ἐποιούμην μηδὲν ὀρθὸν βλέπειν. Διὸ, φησὶ, νῦν ἐξομολογουμένη φημί Ἠδίκησα τοῦ μὴ βλέπειν· πλανᾶται ἡ καρδία μου, καὶ ἡ ἀνομία μου βαπτίζει με· ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. Ταῦτα μὲν οἶμαι λελέχθαι τῷ προφήτη, προσωποιοῦντι τὴν Βαβυλῶνα, καὶ ὡς ἐξ αὐτῆς, ἢ καὶ τοῦ ἐν αὐτῇ κατοικοῦντος ἔθνους τὰ εἰρημένα προέρχεσθαι. Ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀναστάντες, οἱ ἄρχοντες, ἀνασπάσατε θυρεούς. Τὸ προφητικὸν πνεῦμα πρὸς τοὺς Μήδους καὶ τοὺς Ἐλαμίτας, καὶ πρὸς τοὺς πρέσβεις τῶν Περσῶν ἀποτείνεται, διεγεῖρον καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸν κατὰ Βαβυλωνίων πόλεμον. Διὸ ὡς πρὸς αὐτοὺς φησιν· «Ἑτοίμασον τὴν τράπεζαν, φάγετε, καὶ τὰ ἑξῆς. «Ὅτι οὕτως εἶπε Κύριος πρὸς μέ · Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὅ ἐὰν ἴδῃς, ἀνάγγειλον. Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Ακρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν. Σημεῖα δὲ καὶ σύμβολα ἦν ταῦτα τῆς τῶν πολεμίων παρατάξεως, ὧν οἱ μὲν ἐφ᾽ ἁρμάτων ὀχούμενοι ἐπῄεσαν, οἱ δὲ ἐπὶ νωτοφόρων, τὰ δέοντα πρὸς χρείας ἐπαγόμενοι. Ακρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν,· τὴν ῥηθήσεσθαι μέλλουσαν ἔπειτα, ἢ τὴν λέαιναν, ἢ τὸν Ἀριὴλ κάλεσαι, ὅπως καὶ αὐτὸς ἐλθὼν ὑπὸ τοῦ σκοποῦ θεαθείη, τοῦ προφήτου ἅμα τῷ σκοπῷ θεωμένου. Ὁ δὲ σημαίνων λέγει τὰ ἑξῆς. Οἶμαι διὰ τούτων σημαίνεσθαι τῆς ᾿Ασσυρίων βασιλείας τὴν παντελή καθαίρεσιν Θεοῦ κρίσει γενομένην. Αντὶ δὲ τοῦ, Οὐρίαν, ὁ μὲν Ακύλας, λέοντα, ὁ δὲ Σύμμαχος, λέαιναν, ὁ δὲ Θεοδοτίων, ᾿Αριήλ, ἐξἐδωκεν.
«To horama tēs erēmou. Hōs kataigis di' erēmou dielthoi, ex erēmou erchomenē ek gēs; phoberon to orama, kai sklēron anēngelē moi. Ho athetōn athetei, ho anomōn anomei. Ep᾿ emoi hoi Helamitai kai hoi presbeis tōn Persōn ep᾿ eme erchontai. Persai goun, Mēdous ouk eis makran diadexamenoi, ta leipsana tēs Babylōnos katheilon. Eikotōs oun peri Babylōnos ta polemika eirēsthai hēgoumai. Ti de bouletai ho logos phaskōn, To horama tēs erēmou?» Enteuthen ēdē Babylōna erēmon onomazei dia ta thespisthenta peri tēs erēmias autēs. Dio ek prosōpou tēs Babylōnos autēs oimai tauta legesthai, hōs eis akoēn paradexamenēs ta mellonta autę̄ epienai kaka, euchomenēs te parelthein tēn akoēn, kai mē genesthai ta prosdokōmena. «Nyn stenaxō kai parakalesō emauton. Dia touto eneplēsthē hē osphys mou eklyseōs, kai ōdines elabon me hōs tiktousan. All᾿ hōs eoike nyn stenaxō, hoper proteron ouk epratton, hyperēphanos ousa, kai tōn loipōn ethnōn katepairomenē ; hōs heterois empoiein stenagmous. Nyn de autē egō Babylōn, kai ho en emoi laos, stenaxō, kai parakalesō emautēn dia tou stenagmou; epeidē kathēpsato mou hē peri tōn lechthentōn angelia, hēs heneka eplēsthē hē osphys mou eklyseōs palai katesphigmenē kai neanieuomenē; odynē te kai ponoi katelabon me, hōs mēden diapherein me tēn Babylōna, tēn palai heterois ousan phoberan, gynaikos tiktousēs. Tauta de moi symbebēken, epeidēper homologō hēdikēkenai, hote mēdenos ēkouon tōn parainountōn moi, kai hote spoudēn epoioumēn mēden orthon blepein. Dio, phēsi, nyn exomologoumenē phēmi Ēdikēsa tou mē blepein; planatai hē kardia mou, kai hē anomia mou baptizei me; hē psychē mou ephestēken eis phobon. Tauta men oimai lelechthai tǭ prophētē, prosōpoiounti tēn Babylōna, kai hōs ex autēs, ē kai tou en autę̄ katoikountos ethnous ta eirēmena proerchesthai. Hetoimason tēn trapezan, phagete, piete; anastantes, hoi archontes, anaspasate thyreous. To prophētikon pneuma pros tous Mēdous kai tous Elamitas, kai pros tous presbeis tōn Persōn apoteinetai, diegeiron kai parormōn autous epi ton kata Babylōniōn polemon. Dio hōs pros autous phēsin; «Hetoimason tēn trapezan, phagete, kai ta hexēs. «Hoti houtōs eipe Kyrios pros me ; Badisas seautǭ stēson skopon, kai ho ean idę̄s, anangeilon. Kai eidon anabatas hippeis dyo, kai anabatēn onou, kai anabatēn kamēlou. Akroasai akroasin pollēn, kai kaleson Ourian eis tēn skopian. Sēmeia de kai symbola ēn tauta tēs tōn polemiōn parataxeōs, hōn hoi men eph᾽ harmatōn ochoumenoi epę̄esan, hoi de epi nōtophorōn, ta deonta pros chreias epagomenoi. Akroasai akroasin pollēn, kai kaleson Ourian eis tēn skopian,; tēn rhēthēsesthai mellousan epeita, ē tēn leainan, ē ton Ariēl kalesai, hopōs kai autos elthōn hypo tou skopou theatheiē, tou prophētou hama tǭ skopǭ theōmenou. Ho de sēmainōn legei ta hexēs. Oimai dia toutōn sēmainesthai tēs ᾿Assyriōn basileias tēn pantelē kathairesin Theou krisei genomenēn. Anti de tou, Ourian, ho men Akylas, leonta, ho de Symmachos, leainan, ho de Theodotiōn, ᾿Ariēl, exedōken.
“The vision of the desert. As a whirlwind would pass through the desert, coming from the desert, from the land: the vision is fearful, and a hard one was declared to me. The rejecter rejects, the lawless does lawlessly. Upon me the Elamites, and the elders of the Persians are coming upon me.” The Persians, indeed, succeeding the Medes not long afterwards, pulled down the remains of Babylon. Fittingly, then, I think the warlike things are said about Babylon. What does the Word mean by saying, “The vision of the desert”? From this point he already calls Babylon a desert because of what was prophesied about its desolation. Therefore I think these things are said in the person of Babylon itself, as one that has heard the report of the evils about to come upon it, and prays that the report may pass by and what is expected may not happen. “Now I will groan and comfort myself. Therefore my loins are filled with faintness, and pangs have seized me like a woman in labor.” But now, it seems, I will groan, which I did not do before, being proud and exalting myself over the other nations, so as to cause groans to others. But now I myself, Babylon, and the people in me, will groan, and comfort myself by groaning; since the report of what was said has laid hold of me, for which my loins, once girded tight and youthful, are filled with faintness; and pain and toils have seized me, so that I, Babylon, once fearful to others, differ in nothing from a woman in labor. These things have befallen me because I confess that I did wrong, when I listened to none of those who advised me, and when I made it my business to see nothing right. Therefore, it says, confessing now I say: “I did wrong so as not to see; my heart goes astray, and my lawlessness overwhelms me; my soul is set in fear.” I think these things were said by the prophet personifying Babylon, as though what was said came from it or from the nation dwelling in it. “Prepare the table; eat, drink; rise up, you rulers, make ready shields.” The prophetic Spirit addresses the Medes and the Elamites and the elders of the Persians, rousing and urging them to the war against the Babylonians. Therefore it says as to them: “Prepare the table; eat,” and what follows. “For thus the Lord said to me: Go, set a watchman for yourself, and declare whatever you see. And I saw two mounted horsemen, and a rider on a donkey, and a rider on a camel. Listen with much listening, and call Uriah to the watchtower.” These were signs and tokens of the enemies’ battle array, some of whom came riding on chariots, others on beasts of burden, bringing what was needed for their use. “Listen with much listening, and call Uriah to the watchtower”: call the one to be named afterwards, either the lioness or Ariel, so that he too, coming, may be seen by the watchman, the prophet watching together with the watchman. And the one who signals says what follows. I think by these words is signified the complete pulling down of the Assyrian kingdom, which came about by God’s judgment. Instead of “Uriah,” Aquila rendered “lion,” Symmachus “lioness,” and Theodotion “Ariel.”
21.2PG 24:239–243
Οὐδεὶς τοίνυν Οὐρίαν ὠνόμασεν· ἐπεὶ οὐδὲ ἡ Ἑβραϊκὴ φωνὴ ἐμνημόνευσε τοῦ Οὐρία. Καὶ εἶπεν· ἔστην διαπαντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα. Εἰστήκει τοίνυν καὶ ὁ προφήτης ἅμα τῷ σκοπῷ, καραδοκῶν τὴν μέλλουσαν αὐτοῖς ὀφθήσεσθαι ὄψιν τοῦ λέοντος καὶ τῆς λεαίνης, ἢ τοῦ ᾿Αριήλ. Διακαρτερήσας δὲ τὸν πάντα τῆς ἡμέρας καὶ τὸν τῆς νυκτὸς χρόνον, ἐπιλέγει· Καὶ ἰδοὺ αὐτὸς ἔρχεται. Τις δὲ οὗτος, ἢ δηλονότι Ἀριὴλ ἐπιβεβηκώς ξυνωρίδι; Διό φησι· Καὶ ἰδοὺ αὐτὸς ἔρχεται καὶ ἀναβάτης ξυνωρίδος, Τίς δὲ οὗτος ἄρα ἦν, ἢ τιμωρός τις ἄγγελος, δι' οὗ τὰ τῆς πολιορκίας τῆς Βαβυλῶνος ἔμελλε πληροῦσθαι; Τάχα που ᾿Αριὴλ ὀνομαζόμενος, ἢ καὶ αὐτὸς ἐκεῖνος ὁ ὡς λέων ὠρυόμενος, καὶ περιπατῶν ζητῶν τίνα καταπίῃ. Καὶ δὴ θεασάμενος αὐτὸν ὁ προφήτης, συνεῖδεν ὡς τιμωρητικὸς ὢν ἄγγελος τὴν τῆς Βαβυλῶνος ἀπώλειαν ἐργάζεται· διὸ ἐπιβοᾷ λέγων· Πέπτωκε, πέπτωκε Βαβυλῶν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν. Ὡς γὰρ ταῦτα πρᾶξαι κεκελευσμένου τοῦ Ἀριήλ, ταύτην ἠφίει τὴν φωνὴν ὁ προφήτης · ᾿Ακούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε, ἃ ἤκουσα παρὰ Κυρίου Σαβαώθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. "Α γὰρ ἐμοὶ ἀπεκάλυψε, ταῦτα καὶ ὑμῖν ἐξέφηνεν ὡς δι' ἑρμηνέως ἐμοῦ. Τὸ ὄραμα τῆς Ἰδουμαίας. Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ. Φυλάσσετε ἐπάλξεις. Ἔοικε δὲ τοῖς ἑαυτοῦ γνωρίμοις ὁ Θεὸς προσφωνεῖν λέγων· «Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ· τοὺς γὰρ «φεύγοντας παρὰ τοῦ Σηεὶρ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, · πρὸς ἐμὲ κάλει, φησίν. Σηεὶρ δὲ ἐκαλεῖτο ἐν τῇ ᾿Αραβίᾳ ὄρος τοῦ Ἠσαῦ, ἐν ᾧ συνειστήκει αὐτοῦ τὰ βασίλεια· γνωρίζεται δὲ τοῖς ἐπιχωρίοις εἰσέτι καὶ νῦν οὕτω καλούμενον. Τοῖς οὖν ἀγωνιῶσι τὸν ἀπὸ τῶν Ἰδουμαίων φόβον φάσκει· Πρὸς ἐμὲ σπουδάζοντες ἥκετε, καὶ παρ' ἐμοὶ γενόμενοι φυλάσσετε τὰς ἑαυτῶν ἐπάλξεις · «Κἀγὼ δὲ φυλάξω ὑμᾶς δι' ἡμέρας καὶ νυκτὸς, καὶ παρ' ἐμοὶ γένεσθε. Εἴ τις ἐν ὑμῖν βοηθείας δεῖται, παρ᾿ ἐμοῦ ζητείτω τὴν βοήθειαν· καὶ εἴ τις αὐτοῦ πεφρόντικε σωτηρίας, παρ' ἐμοὶ ἡκέτω. Ταῦτα μὲν εἰρῆσθαί μοι δοκεῖ πρὸς τοὺς ἐπτοημένους τὸν φόβον τῶν Ἰδουμαίων, οὓς πρὸς ἑαυτὸν ἀνακαλεῖ ὁ Θεὸς, ἐπαγγελλόμενος τὴν παρ᾿ αὐτοῦ βοήθειαν, εἰ παραμένοιεν ἐν αὐτῷ. Ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθῇς, ἢ ἐν τῇ ὁδῷ Δαιδάν· εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν τῇ χώρᾳ Θαιμάν· ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν διὰ τὸ πλῆθος τῶν πεφονευμένων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. Ἤδη γὰρ ἐπιστάντων τῶν κατακοπτόντων ὑμᾶς πολεμίων, οἱ μὲν πλεῖστοι τῶν ἐν ὑμῖν ἀπόλλυνται, εἷς δέ που καὶ δεύτερος, ἢ καὶ σφόδρα βραχεῖς εἰ περισωθεῖεν φυγῇ τὴν σωτηρίαν ποριζόμενοι, τούτοις αὐτοῖς ἐγὼ παρακελεύομαι, ὡσανεὶ φεύγουσι καὶ ἐκ τῆς φυγῆς παρειμένοις ἤδη καὶ ἐκλελυμένοις, μηκέτι γοῦν πόλιν οἰκεῖν ἔχοντες, οὗτοι ἐν δρυμῷ καὶ ἐν ἐρήμοις τόποις, καταλαβούσης αὐτοὺς ἑσπέρας κοιμηθήσονται.
Oudeis toinyn Ourian ōnomasen; epei oude hē Hebraïkē phōnē emnēmoneuse tou Ouria. Kai eipen; estēn diapantos hēmeras, kai epi tēs parembolēs estēn holēn tēn nykta. Eistēkei toinyn kai ho prophētēs hama tǭ skopǭ, karadokōn tēn mellousan autois ophthēsesthai opsin tou leontos kai tēs leainēs, ē tou ᾿Ariēl. Diakarterēsas de ton panta tēs hēmeras kai ton tēs nyktos chronon, epilegei; Kai idou autos erchetai. Tis de houtos, ē dēlonoti Ariēl epibebēkōs xynōridi? Dio phēsi; Kai idou autos erchetai kai anabatēs xynōridos, Tis de houtos ara ēn, ē timōros tis angelos, di' hou ta tēs poliorkias tēs Babylōnos emelle plērousthai? Tacha pou ᾿Ariēl onomazomenos, ē kai autos ekeinos ho hōs leōn ōryomenos, kai peripatōn zētōn tina katapię̄. Kai dē theasamenos auton ho prophētēs, syneiden hōs timōrētikos ōn angelos tēn tēs Babylōnos apōleian ergazetai; dio epiboą legōn; Peptōke, peptōke Babylōn, kai panta ta agalmata autēs, kai ta cheiropoiēta autēs synetribē eis tēn gēn. Hōs gar tauta praxai kekeleusmenou tou Ariēl, tautēn ēphiei tēn phōnēn ho prophētēs ; ᾿Akousate, hoi kataleleimmenoi kai hoi odynōmenoi, akousate, ha ēkousa para Kyriou Sabaōth, ho Theos tou Israēl anēngeilen hēmin. "A gar emoi apekalypse, tauta kai hymin exephēnen hōs di' hermēneōs emou. To orama tēs Idoumaias. Pros eme kalei para tou Sēeir. Phylassete epalxeis. Eoike de tois heautou gnōrimois ho Theos prosphōnein legōn; «Pros eme kalei para tou Sēeir; tous gar «pheugontas para tou Sēeir, kata tous loipous hermēneutas, ; pros eme kalei, phēsin. Sēeir de ekaleito en tę̄ ᾿Arabią oros tou Ēsau, en hǭ syneistēkei autou ta basileia; gnōrizetai de tois epichōriois eiseti kai nyn houtō kaloumenon. Tois oun agōniōsi ton apo tōn Idoumaiōn phobon phaskei; Pros eme spoudazontes hēkete, kai par' emoi genomenoi phylassete tas heautōn epalxeis ; «Kagō de phylaxō hymas di' hēmeras kai nyktos, kai par' emoi genesthe. Ei tis en hymin boētheias deitai, par᾿ emou zēteitō tēn boētheian; kai ei tis autou pephrontike sōtērias, par' emoi hēketō. Tauta men eirēsthai moi dokei pros tous eptoēmenous ton phobon tōn Idoumaiōn, hous pros heauton anakalei ho Theos, epangellomenos tēn par᾿ autou boētheian, ei paramenoien en autǭ. En tǭ drymǭ hesperas koimēthę̄s, ē en tę̄ hodǭ Daidan; eis synantēsin dipsōnti hydōr pherete, hoi enoikountes en tę̄ chōrą Thaiman; artois synantate tois pheugousin dia to plēthos tōn pephoneumenōn, kai dia to plēthos tōn planōmenōn, kai dia to plēthos tēs machairas, kai dia to plēthos tōn toxeumatōn tōn diatetamenōn, kai dia to plēthos tōn peptōkotōn en tǭ polemǭ. Ēdē gar epistantōn tōn katakoptontōn hymas polemiōn, hoi men pleistoi tōn en hymin apollyntai, heis de pou kai deuteros, ē kai sphodra bracheis ei perisōtheien phygę̄ tēn sōtērian porizomenoi, toutois autois egō parakeleuomai, hōsanei pheugousi kai ek tēs phygēs pareimenois ēdē kai eklelymenois, mēketi goun polin oikein echontes, houtoi en drymǭ kai en erēmois topois, katalabousēs autous hesperas koimēthēsontai.
No one, then, named Uriah; since the Hebrew word did not mention Uriah either. “And he said: I stood all day long, and I stood on the encampment the whole night.” The prophet too, then, stood with the watchman, waiting for the sight of the lion and the lioness, or of Ariel, that was about to appear to them. And having held out the whole time of the day and the night, he adds: “And behold, he comes.” Who is this, but clearly Ariel mounted on a pair? Therefore he says: “And behold, he comes, the rider of a pair.” Who then was this, but some avenging angel, through whom the siege of Babylon was to be accomplished? Perhaps he is named Ariel, or else he is that one who roars like a lion and walks about seeking whom he may devour. And when the prophet saw him, he perceived that, being a punishing angel, he was working the destruction of Babylon; therefore he cries aloud, saying: “Babylon has fallen, has fallen, and all her images and the things made by her hands have been crushed to the ground.” For as Ariel had been commanded to do these things, the prophet uttered this cry. “Hear, you who are left and you who are in pain; hear what I have heard from the Lord of Sabaoth; the God of Israel has declared it to us.” For what he revealed to me, this he has also made known to you, through me as through an interpreter. “The vision of Idumea. Call to me from Seir. Guard the battlements.” God seems to address his own acquaintances, saying: “Call to me from Seir”; for “those fleeing from Seir,” according to the other translators, call to me, he says. Seir was the name of the mountain of Esau in Arabia, on which his royal seat stood; and it is still known by this name to the people of the region. To those, then, who are anxious with fear of the Idumeans, he says: Come to me in haste, and being with me, guard your own battlements; and I will guard you day and night; and be with me. If anyone among you needs help, let him seek help from me; and if anyone cares for his own salvation, let him come to me. These things seem to me to be said to those terrified by fear of the Idumeans, whom God calls to himself, promising help from himself if they remain in him. “In the forest at evening you shall lie down, or in the way of Dedan; bring water to meet the thirsty, you who dwell in the land of Tema; meet with bread those who flee because of the multitude of the slain, and because of the multitude of those who wander, and because of the multitude of the sword, and because of the multitude of the bows that are bent, and because of the multitude of those fallen in war.” For when the enemies who cut you down have already come upon you, most of you perish; and if one or two, or very few, should survive, winning safety by flight, I give these my command; as fugitives, already exhausted and spent from their flight, no longer having a city to live in, they will lie down in a forest and in desert places when evening overtakes them.
21.3PG 24:239–243
Ἀλλ᾿ ἵνα μὴ λιμῷ διαφθαρεῖεν, κεκμηκόσιν αὐτοῖς καὶ διψῶσιν ἀπὸ καμάτου, προσφέρειν ὕδωρ καὶ ἄρτον παρακελεύομαι. Ταῦτα δὲ πρὸς ὑμᾶς φημι τοὺς τὴν Θαιμὰν οὕτω καλουμένην χώραν οἰκοῦντας, οὓς πρέπει δεξιῶς ἀποδέχεσθαι καὶ φιλανθρωπεύεσθαι τοὺς φυγάδας. Οἶμαι δὲ πόλιν ἔτι κατοικεῖν οὐ δυνάμενοι, ἐν ὁδοῖς καὶ δρυμοῖς αὐλισθήσονται. Διὸ μὴ παρίδητε οὕτως πλήθους δεδύνηνται διαφυγεῖν, τῶν λοιπῶν ἀπολωλότων, ἢ καὶ ἀποπλανηθέντων ἐν ἑτέροις ἀπῳκισμένοις τόποις. οἰκτρῶς λιμῷ φθειρομένους τοὺς διασωθέντας ἐκ τῆς τῶν πολεμίων μαχαίρας· οἱ μάλιστα ἐκ τοσούτου Διότι οὕτως εἶπέ μοι Κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδὰρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησεν. "Ὅτι γέγονεν ἐγγὺς, καὶ οἷον εἴσω βέβηκε θυρῶν ὁ τῆς Ἰδουμαίας ὄλεθρος, καὶ ὅτι πάντη τε καὶ πάντως οἰχήσονται πρὸς ἀπώλειαν, κατεμπιπράντων αὐτοῖς τὰς πόλεις τῶν Βαβυλωνίων, καὶ ἅπασαν δὲ καταδῃούντων τὴν χώραν, προαπαγγέλλει σαφῶς. Εἷς γὰρ ἔσται, φησὶν, ὁ ἐνιαυτὸς ὁ μεταξὺ, καὶ οἱ τῆς Κηδάρ τοξόται, καίτοι, φησὶν, οὐκ ἀθαύμαστον· ἐπ᾿ αὐτῷ δὲ τούτῳ τὴν ὑπόληψιν ἐσχηκότες, ἐκλείψουσί τε καὶ ἀπολοῦνται. Καὶ ἀληθὴς ἡ προαγόρευσις· Κύριος γὰρ ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ. Ψεύσεται δὲ μᾶλλον οὐδαμῶς ἡ ἀλήθεια.
All᾿ hina mē limǭ diaphthareien, kekmēkosin autois kai dipsōsin apo kamatou, prospherein hydōr kai arton parakeleuomai. Tauta de pros hymas phēmi tous tēn Thaiman houtō kaloumenēn chōran oikountas, hous prepei dexiōs apodechesthai kai philanthrōpeuesthai tous phygadas. Oimai de polin eti katoikein ou dynamenoi, en hodois kai drymois aulisthēsontai. Dio mē paridēte houtōs plēthous dedynēntai diaphygein, tōn loipōn apolōlotōn, ē kai apoplanēthentōn en heterois apǭkismenois topois. oiktrōs limǭ phtheiromenous tous diasōthentas ek tēs tōn polemiōn machairas; hoi malista ek tosoutou Dioti houtōs eipe moi Kyrios; Eti eniautos hōs eniautos misthōtou, ekleipsei hē doxa tōn huiōn Kēdar, kai to kataloipon tōn toxeumatōn tōn ischyrōn huiōn Kēdar estai oligon, hoti Kyrios ho Theos Israēl elalēsen. "Hoti gegonen engys, kai hoion eisō bebēke thyrōn ho tēs Idoumaias olethros, kai hoti pantē te kai pantōs oichēsontai pros apōleian, katempiprantōn autois tas poleis tōn Babylōniōn, kai hapasan de katadę̄ountōn tēn chōran, proapangellei saphōs. Heis gar estai, phēsin, ho eniautos ho metaxy, kai hoi tēs Kēdar toxotai, kaitoi, phēsin, ouk athaumaston; ep᾿ autǭ de toutǭ tēn hypolēpsin eschēkotes, ekleipsousi te kai apolountai. Kai alēthēs hē proagoreusis; Kyrios gar elalēsen ho Theos Israēl. Pseusetai de mallon oudamōs hē alētheia.
But so that they may not perish by famine, I command you to bring water and bread to them, worn out and thirsty from toil. These things I say to you who dwell in the land called Tema, whom it befits to receive the fugitives kindly and treat them humanely. I think that, no longer able to live in a city, they will camp in roads and forests. Therefore do not overlook [those saved from the sword of the enemies, pitiably perishing by famine, who have barely been able to escape from so great a] multitude, the rest having perished or wandered off into other places of exile. “For thus the Lord said to me: Yet a year, like the year of a hired laborer, the glory of the sons of Kedar shall fail, and the remnant of the bows of the strong sons of Kedar shall be small; for the Lord God of Israel has spoken.” He clearly foretells that the destruction of Idumea has come near, and has as it were stepped inside the doors, and that they will go to destruction utterly and in every way, the Babylonians burning their cities and ravaging the whole land. For one year, he says, is the interval, and the archers of Kedar, though not unremarkable, he says, and resting their reputation on this very thing, will fail and perish. And the prediction is true; “for the Lord God of Israel has spoken.” And truth will never lie.
Chapter 22
22.1PG 24:243–251
Τὸ ὄραμα τῆς φάραγγος Σιών. Τί ἐγένετό σοι, ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια; Το γε μὴν προκείμενον φάραγγος Σιὼν ὅραμα οὐ τῆς αὐτῆς Σιὼν, ἀλλὰ περὶ τῆς προκειμένης αὐτῇ φάραγγος είρηται. Διόπερ ἐξῆς προϊὼν ὁ λόγος φησί· Καὶ ἔσονται ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἀρμάτων· οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου. Οἶμαι διὰ τούτων τὸν Θεὸν τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ καὶ τὴν ἐσχάτην ἀπόπτωσιν σημῆναι βουλόμενον, ἐν τῷ τάγματι τῶν ἀλλοφύλων αὐτοὺς κατατάξαι, μέσους παραληφθέντας τῆς τῶν ἀλλοφύλων Γραφῆς. Ἀλλὰ καὶ τὴν πτῶσιν τῆς Ἱερουσαλήμ ἡγοῦμαι δηλοῦσθαι, διὰ τοῦτο φάραγγα Σιὼν ὀνομάζων. Καὶ ἄλλως δὲ μέμφεται ὁ Θεὸς τοῦ Ἰουδαίων ἔθνους τοὺς ἀποπεσόντας τοῦ ὕψους τοῦ θεοσεβοῦς πολιτεύματος, ὥσπερ δὴ ἐν κοιλάσι καὶ ἐν φάραγξι τοῦ τῆς κακίας βυθοῦ καταπεπτωκότας. Σιὼν μὲν γὰρ ὄρος ἐστὶν ὑψηλὸν, ἐφ᾽ οὗ ὁ νεὼς τοῦ Θεοῦ ᾠκοδόμητο· διὸ λέλεκται· Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· · καὶ, Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Καὶ ὁ λόγος δὲ ὁ εὐαγγελικὸς διὰ τοῦ Σιὼν ὄρος σημαίνεσθαι διὰ τῶν ἔμπροσθεν ἐπεδείκνυτο. Οἱ δὲ ταύτης ἐκπεσόντες τῆς ἐλπίδος ἐν φάραγγι παρακειμένῃ τῆς Σιών πεπτώκασι· πάλιν γὰρ ἀρετῇ κακία παρέπεται, εἰς ἣν ἐμπίπτει ὁ τῆς ἀρετῆς ἐξολισθαίνων. Οὕτω γοῦν οἱ τῆς πίστεως ἐξαμαρτάνοντες εἰς ἀπιστίαν περιτρέπονται. Ὁ τοίνυν ἐκ περιτομῆς λαὸς, τοῦ εὐαγγελικοῦ ὕψους ἐκπεσών, καὶ τῆς ἐπουρανίου Σιὼν ἀπαλλοτριωθεὶς, εἰς τὸν τῆς ἀπιστίας περιετράπη κρημνόν· διὸ καὶ ἐν ἀλλοφύλοις ἐλογίσθη. Ὅθεν ἡ προφητεία τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν αἰνιττομένη, τὸ ῥῆμα τῆς φάραγγος ἀνέγραψεν. Ἐπεὶ μὴ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, τούτου χάριν ἐν τοῖς κατὰ τῶν ἀλλοφύλων ἐλέγχοις μέσος ἐμβέβληται καὶ ὁ περὶ τῆς Σιὼν λόγος. Διὸ καὶ τοὺς τῆς Ἱερουσαλήμ οἰκήτορας ὥσπερ ἐν ἀλλοφύλοις κατατάττει ὁ Θεὸς, καὶ τὴν κατ' αὐτῶν προφέρει ψῆφον. Ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας· οὐδ᾽ οἱ νεκροί σου νεκροὶ πολέμου. Θεωρῶν δὲ ὁ προφήτης τῷ πνεύματι τὰς κατὰ τοῦ Σωτῆρος βοὰς αὐτῶν, καὶ τὰς ἀθέους κατ᾿ αὐτοῦ βλασφημίας, δι᾽ ἂς ἀπεβλήθησαν, ἐπιφέρει· Ἐνεπλήσθη ἡ πόλις βοώντων. Πάντες οἱ ἄρχοντές σου πεφεύγασι, καὶ οἱ ἀλόντες σκληρῶς δεδεμένοι εἰσὶ, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόῤῥω πεφεύγασι. Διὸ οὐκέτι κατὰ τὸ παλαιὸν παρ᾿ αὐτοῖς οὐ βασιλεῖς, οὐχ ἡγούμενοι, οὐκ ἀρχιερεῖς, οὐ προφῆται, ἀλλ᾽ οὐδὲ Φαρισαῖοι, οὐδὲ Σαδδουκαῖοι, οὐδὲ ὅσοι τὸ παλαιὸν ταῖς παρ᾿ αὐτοῖς ἀρχαῖς τετίμηντο. Ταῦτα συνιδὼν ὁ προφήτης τῷ πνεύματι, καὶ τὴν ἐκ τοσούτου ὕψους ἐπὶ τὴν ἐσχάτην κακίαν ὥσπερ τινὰ φάραγγα, τὴν πτῶσιν τοῦ Ἰουδαίων λαοῦ ἀπολοφύρεται λέγων· Διὰ τοῦτο εἶπα, ῎Αφετέ με, πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Οἶδα γὰρ, φησὶν, ἀκριβῶς, καὶ τῷ πνεύματι προορῶ, καὶ διὰ τὰ προλεχθέντα πάντα, καὶ ἡ πόλις ἡ τῷ Θεῷ ἀνακειμένη ἀλώσεται, καὶ πάντες οἱ ἐν αὐτῇ εἰς χαρὰν ἐχθρῶν παραδοθήσονται. Διόπερ ἐντεῦθεν ἤδη ἀποδύρομαι, καὶ ὥσπερ ἐπὶ γνησίοις ἐμαυτοῦ σπλάγχνοις ἀποκλαίομαι.
To orama tēs pharangos Siōn. Ti egeneto soi, hoti nyn anebēte pantes eis dōmata mataia? To ge mēn prokeimenon pharangos Siōn horama ou tēs autēs Siōn, alla peri tēs prokeimenēs autę̄ pharangos eirētai. Dioper exēs proïōn ho logos phēsi; Kai esontai eklektai pharanges sou, plēsthēsontai armatōn; hoi de hippeis emphraxousi tas pylas sou. Oimai dia toutōn ton Theon tēn apobolēn tou Israēl kai tēn eschatēn apoptōsin sēmēnai boulomenon, en tǭ tagmati tōn allophylōn autous katataxai, mesous paralēphthentas tēs tōn allophylōn Graphēs. Alla kai tēn ptōsin tēs Hierousalēm hēgoumai dēlousthai, dia touto pharanga Siōn onomazōn. Kai allōs de memphetai ho Theos tou Ioudaiōn ethnous tous apopesontas tou hypsous tou theosebous politeumatos, hōsper dē en koilasi kai en pharanxi tou tēs kakias bythou katapeptōkotas. Siōn men gar oros estin hypsēlon, eph᾽ hou ho neōs tou Theou ǭkodomēto; dio lelektai; Ep' oros hypsēlon anabēthi, ho euangelizomenos Siōn; ; kai, Proselēlythate Siōn orei, kai polei Theou zōntos Hierousalēm epouraniǭ. Kai ho logos de ho euangelikos dia tou Siōn oros sēmainesthai dia tōn emprosthen epedeiknyto. Hoi de tautēs ekpesontes tēs elpidos en pharangi parakeimenę̄ tēs Siōn peptōkasi; palin gar aretę̄ kakia parepetai, eis hēn empiptei ho tēs aretēs exolisthainōn. Houtō goun hoi tēs pisteōs examartanontes eis apistian peritrepontai. Ho toinyn ek peritomēs laos, tou euangelikou hypsous ekpesōn, kai tēs epouraniou Siōn apallotriōtheis, eis ton tēs apistias perietrapē krēmnon; dio kai en allophylois elogisthē. Hothen hē prophēteia tēn eschatēn autōn apobolēn ainittomenē, to rhēma tēs pharangos anegrapsen. Epei mē esti prosōpolēpsia para tǭ Theǭ, toutou charin en tois kata tōn allophylōn elenchois mesos embeblētai kai ho peri tēs Siōn logos. Dio kai tous tēs Hierousalēm oikētoras hōsper en allophylois katatattei ho Theos, kai tēn kat' autōn propherei psēphon. Eneplēsthē hē polis boōntōn; hoi traumatiai sou ou traumatiai machairas; oud᾽ hoi nekroi sou nekroi polemou. Theōrōn de ho prophētēs tǭ pneumati tas kata tou Sōtēros boas autōn, kai tas atheous kat᾿ autou blasphēmias, di᾽ as apeblēthēsan, epipherei; Eneplēsthē hē polis boōntōn. Pantes hoi archontes sou pepheugasi, kai hoi alontes sklērōs dedemenoi eisi, kai hoi ischyontes en soi porrhō pepheugasi. Dio ouketi kata to palaion par᾿ autois ou basileis, ouch hēgoumenoi, ouk archiereis, ou prophētai, all᾽ oude Pharisaioi, oude Saddoukaioi, oude hosoi to palaion tais par᾿ autois archais tetimēnto. Tauta synidōn ho prophētēs tǭ pneumati, kai tēn ek tosoutou hypsous epi tēn eschatēn kakian hōsper tina pharanga, tēn ptōsin tou Ioudaiōn laou apolophyretai legōn; Dia touto eipa, ᾿Aphete me, pikrōs klausomai, mē katischysēte parakalein me epi to syntrimma tēs thygatros tou genous mou. Oida gar, phēsin, akribōs, kai tǭ pneumati proorō, kai dia ta prolechthenta panta, kai hē polis hē tǭ Theǭ anakeimenē alōsetai, kai pantes hoi en autę̄ eis charan echthrōn paradothēsontai. Dioper enteuthen ēdē apodyromai, kai hōsper epi gnēsiois emautou splanchnois apoklaiomai.
“The vision of the valley of Zion. What has happened to you, that now you have all gone up onto the housetops in vain?” Now the vision of the valley of Zion set before us is spoken not about Zion itself but about the valley that lies before it. Therefore, as the passage goes on, it says: “And your choice valleys shall be filled with chariots, and the horsemen shall block up your gates.” I think that by these words God, wishing to signify the rejection of Israel and its final falling away, ranks them in the order of the foreign nations, taking them into the middle of the Scripture about the foreigners. But I consider that the fall of Jerusalem is also indicated, and that for this reason he names it the valley of Zion. In another way too God reproaches those of the Jewish nation who fell from the height of the godly way of life, as though they had fallen down into hollows and valleys of the depth of wickedness. For Zion is a high mountain, on which the temple of God had been built; therefore it has been said: “Go up onto a high mountain, you who bring good tidings to Zion”; and, “You have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem.” And the gospel teaching, too, was shown in what went before to be signified by Mount Zion. Those who have fallen from this hope have fallen into the valley that lies beside Zion; for again, vice follows close upon virtue, and into it falls whoever slips from virtue. So those who sin against faith are turned over into unbelief. The people of the circumcision, then, having fallen from the height of the gospel and been estranged from the heavenly Zion, were turned over into the precipice of unbelief; therefore they were also reckoned among the foreigners. Hence the prophecy, hinting at their final rejection, recorded the oracle of the valley. Since there is no partiality with God, for this reason the oracle about Zion too has been set in the middle of the reproofs against the foreigners. Therefore God ranks the inhabitants of Jerusalem as among foreigners and pronounces his sentence against them. “The city is filled with people shouting; your wounded are not wounded by the sword, nor are your dead dead in war.” The prophet, beholding in the Spirit their outcries against the Savior and their godless blasphemies against him, on account of which they were rejected, adds: “The city is filled with people shouting. All your rulers have fled, and those who were captured are cruelly bound, and the strong among you have fled far away.” Therefore among them there are no longer, as of old, kings, nor leaders, nor high priests, nor prophets, nor even Pharisees, nor Sadducees, nor any who of old were honored with the offices among them. Seeing these things in the Spirit, and the fall of the Jewish people from so great a height into the uttermost wickedness, as into a kind of valley, the prophet laments, saying: “Therefore I said, Let me be, I will weep bitterly; do not strive to comfort me over the ruin of the daughter of my people.” For I know exactly, he says, and foresee in the Spirit, that because of all that has been said beforehand both the city dedicated to God will be taken and all who are in it will be handed over to the joy of their enemies. Therefore from now on I mourn already, and weep as over my own true flesh and blood.
22.2PG 24:243–251
ελέγχων αὐτῶν τὴν παρανομίαν ἐφ᾽ οἷς φησι· · καὶ ὑμῶν. Ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας, καὶ καταπατήματος· καὶ πλάνησις παρὰ Κυρίου Σαβαώθ. Ἐν φάραγγι Σιὼν πλανῶνται· ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὅρη. Καὶ ταῦτα δὲ οἶμαι λέγεσθαι περὶ τῶν κατὰ τὸ αὐτὸ συνελθόντων ἐν τῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῇ. Οἱ δὲ Ἑλαμῖται ἔλαβον φαρέτρας, και ἀναβάται ἄνθρωποι ἐφ' ἵππους, καὶ συναγωγὴ παρατάξεως. Δηλοῖ δὲ δυνάμεις ἀφανεῖς καὶ πολεμίους, αἷς ὑπὸ Θεοῦ παρεδόθησαν. Διὸ καὶ οἱ Ἐλαμῖται ἑρμηνεύονται παραβλέποντες·, διὰ τὸ παρορᾶν τὴν σωτηρίαν τῶν ἀπολλυμένων, καὶ μηδενὸς φείδεσθαι, εἰκὸς οὕτω κεκλῆσθαι τὰ πολιορκήσαντα αὐτοὺς στρατιωτικά πλήθη. Ἀλλὰ μετὰ πλείστης δυνάμεως παραταξάμενοι τῇ πολιορκηθείσῃ φάραγγι Σιὼν, εἰς ἔσχατον ἐρημίας αὐτὴν ἤγαγον. Ἐποιήσατε. Καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθησονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου. Οὐχὶ νῦν, οὐδὲ κατὰ τὸν παρόντα καιρὸν, ἀλλὰ τῇ ἡμέρᾳ ἐκείνῃ· λέγει δὲ ἐν τῷ προφητευομένῳ καιρῷ. Καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα, καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως. Καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυΐδ. Καὶ εἴδοσαν, ὅτι πλείους εἰσὶ, καὶ ὅτι ἀπέστρεψε τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν. Ταῦτα δὲ ἦν τὰ ἀπόῤῥητα τῆς βασιλείας σύμβολα, καὶ τὰ ἐν τῷ ἁγιάσματι ἀποκείμενα· ἃ οὐδενὶ ἐξῆν εἰ μὴ μόνῳ τῷ ἀρχιερεῖ ἐποπτεύειν· ἃ δὴ καὶ αὐτὰ τοῖς πολεμίοις παραδοθήσεσθαί φησιν. Ἐπὶ τούτοις μέμφεται τοὺς ἐν τῇ φάραγγι Σιὼν, ὡς ἀποστρέψαντας τὰ ὕδατα τῆς ἀρχαΐας κολυμβήθρας τὰ ὄντα ἐν τῇ πόλει, ἕτερον δὲ ὕδωρ αὐτοῖς ἐπινοήσαντας μεταξὺ τῶν δύο τειχέων. Ὕδωρ δὲ ἦν παλαιᾶς κολυμβήθρας ἐν τῇ πόλει ὁ τῆς παλαιᾶς καὶ θεοπνεύστου Γραφῆς λόγος, ὃν ἀποστραφέντες, ἀλλότριον ὕδωρ ἑαυτοῖς ἐπενόησαν, τὰς παραδόσεις τῶν πρεσβυτέρων, διδάσκοντες διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων· ἐφ᾽ ᾧ καὶ μέμφεται αὐτοὺς ὁ Σωτὴρ, ἀπἠκυρώσατε τὸν λόγον τοῦ Θεοῦ διὰ τὴν παράδοσιν Καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἱερουσαλήμ εἰς ὀχύρωμα τείχους τῇ πόλει. Καὶ ἐπεσπάσατε αὐτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας. Ἴδοις δ᾽ ἂν αὐτοὺς εἰσέτι καὶ νῦν τοῦτο πράττοντας, ἐπειδὰν, τὰ ῥήματα τῆς θείας Γραφῆς ἀπολαμβάνοντες, τὰς οἰκείας περιτειχίζωσι μυθολογίας, ὥσπερ τινὰ φραγμὸν καὶ ἀσφάλειαν καὶ τεῖχος τοῖς ἰδίοις περιβάλλοντες μύθοις. Ωσπερ γὰρ ξένον τόπον ἑαυτοῖς ἐπενόησαν, καὶ τεῖχος ἴδιον περιέβαλον, λίθοις χρησάμενοι ταῖς τῶν θείων Γραφῶν λέξεσι· οὕτως οὖν ἀπέστρεψαν τὸ ὕδωρ τῆς παλαιᾶς κολυμβήθρας τὸ ἐν τῇ πόλει, καὶ ἐπενόησαν ἑαυτοῖς ξένον ὕδωρ μεταξὺ τῶν δύο τειχέων, λέγω δὴ τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης· δύο γὰρ τὰ τείχη τῆς τοῦ Θεοῦ πόλεως, δηλαδὴ τῆς κατὰ Θεὸν πολιτείας τυγχάνει· ὧν μέσον ἀλλότριον καὶ ξένον ὕδωρ ἑαυτοῖς οἱ κατηγορούμενοι ἐπενόησαν, τὰς τῶν πρεσβυτέρων παραδόσεις, ἐφ᾿ αἷς καὶ μέγα φρονοῦσιν οἱ παρ᾿ αὐτοῖς καλούμενοι δευτερωταί. Καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ᾿ ἀρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.
elenchōn autōn tēn paranomian eph᾽ hois phēsi; ; kai hymōn. Hoti hēmera tarachēs kai apōleias, kai katapatēmatos; kai planēsis para Kyriou Sabaōth. En pharangi Siōn planōntai; apo mikrou heōs megalou planōntai epi ta horē. Kai tauta de oimai legesthai peri tōn kata to auto synelthontōn en tę̄ kata tou Sōtēros hēmōn epiboulę̄. Hoi de Helamitai elabon pharetras, kai anabatai anthrōpoi eph' hippous, kai synagōgē parataxeōs. Dēloi de dynameis aphaneis kai polemious, hais hypo Theou paredothēsan. Dio kai hoi Elamitai hermēneuontai parablepontes;, dia to paroran tēn sōtērian tōn apollymenōn, kai mēdenos pheidesthai, eikos houtō keklēsthai ta poliorkēsanta autous stratiōtika plēthē. Alla meta pleistēs dynameōs parataxamenoi tę̄ poliorkētheisę̄ pharangi Siōn, eis eschaton erēmias autēn ēgagon. Epoiēsate. Kai esontai hai eklektai pharanges sou, plēsthēsontai harmatōn, hoi de hippeis emphraxousi tas pylas sou. Ouchi nyn, oude kata ton paronta kairon, alla tę̄ hēmerą ekeinę̄; legei de en tǭ prophēteuomenǭ kairǭ. Kai anakalypsousi tas pylas Iouda, kai emblepsontai tę̄ hēmerą ekeinę̄ eis tous eklektous oikous tēs poleōs. Kai anakalypsousi ta krypta tōn oikōn tēs akras Dauïd. Kai eidosan, hoti pleious eisi, kai hoti apestrepse to hydōr tēs archaias kolymbēthras eis tēn polin. Tauta de ēn ta aporrhēta tēs basileias symbola, kai ta en tǭ hagiasmati apokeimena; ha oudeni exēn ei mē monǭ tǭ archierei epopteuein; ha dē kai auta tois polemiois paradothēsesthai phēsin. Epi toutois memphetai tous en tę̄ pharangi Siōn, hōs apostrepsantas ta hydata tēs archaïas kolymbēthras ta onta en tę̄ polei, heteron de hydōr autois epinoēsantas metaxy tōn dyo teicheōn. Hydōr de ēn palaias kolymbēthras en tę̄ polei ho tēs palaias kai theopneustou Graphēs logos, hon apostraphentes, allotrion hydōr heautois epenoēsan, tas paradoseis tōn presbyterōn, didaskontes didaskalias kai entalmata anthrōpōn; eph᾽ hǭ kai memphetai autous ho Sōtēr, apēkyrōsate ton logon tou Theou dia tēn paradosin Kai hoti katheilosan tous oikous Hierousalēm eis ochyrōma teichous tę̄ polei. Kai epespasate autois hydōr ana meson tōn dyo teicheōn esōteron tēs kolymbēthras tēs archaias. Idois d᾽ an autous eiseti kai nyn touto prattontas, epeidan, ta rhēmata tēs theias Graphēs apolambanontes, tas oikeias periteichizōsi mythologias, hōsper tina phragmon kai asphaleian kai teichos tois idiois periballontes mythois. Ōsper gar xenon topon heautois epenoēsan, kai teichos idion periebalon, lithois chrēsamenoi tais tōn theiōn Graphōn lexesi; houtōs oun apestrepsan to hydōr tēs palaias kolymbēthras to en tę̄ polei, kai epenoēsan heautois xenon hydōr metaxy tōn dyo teicheōn, legō dē tēs Palaias kai Kainēs Diathēkēs; dyo gar ta teichē tēs tou Theou poleōs, dēladē tēs kata Theon politeias tynchanei; hōn meson allotrion kai xenon hydōr heautois hoi katēgoroumenoi epenoēsan, tas tōn presbyterōn paradoseis, eph᾿ hais kai mega phronousin hoi par᾿ autois kaloumenoi deuterōtai. Kai ouk eneblepsate eis ton ap᾿ archēs poiēsanta autēn, kai ton ktisanta autēn ouk eidete.
… exposing their lawlessness, in which he says … “and of you. For it is a day of tumult and destruction and trampling, and of wandering from the Lord Sabaoth. In the valley of Zion they wander; from small to great they wander on the mountains.” I think these words too are spoken about those who gathered together in the plot against our Savior. “And the Elamites took quivers, and men mounted on horses, and an assembly in battle array.” He indicates invisible and hostile powers, to which they were handed over by God. Therefore, since “Elamites” is interpreted “those who overlook,” it is fitting that the soldiery that besieged them is so called, because it overlooks the safety of those who perish and spares no one. But drawn up with very great force against the besieged valley of Zion, they brought it to the uttermost desolation. “You made.” “And your choice valleys shall be filled with chariots, and the horsemen shall block up your gates.” Not now, nor at the present time, but “in that day”: he means at the time that is prophesied. “And they shall uncover the gates of Judah, and they shall look in that day into the choice houses of the city. And they shall uncover the hidden things of the houses of the citadel of David. And they saw that they are many, and that he turned the water of the ancient pool into the city.” These were the secret symbols of the kingdom, and the things laid up in the sanctuary, which no one was permitted to look upon except the high priest alone; and he says that these too will be handed over to the enemies. Besides this he reproaches those in the valley of Zion as having turned away the waters of the ancient pool that were in the city, and having devised for themselves another water between the two walls. The water of the ancient pool in the city was the word of the ancient and divinely inspired Scripture; turning away from it, they devised for themselves a foreign water, the traditions of the elders, “teaching as doctrines the commandments of men”; for which the Savior too reproaches them: “You have made void the word of God because of your tradition.” “And that they pulled down the houses of Jerusalem to fortify the wall for the city. And you drew for yourselves water between the two walls, inside the ancient pool.” You may see them doing this even now, when, taking up the words of the divine Scripture, they wall round their own fables, throwing around their own myths a kind of fence and safeguard and wall. For as they devised a foreign place for themselves and threw their own wall around it, using the words of the divine Scriptures as stones, so they turned away the water of the old pool that was in the city and devised for themselves a foreign water between the two walls—I mean the Old and the New Testament; for these are the two walls of the city of God, that is, of the godly way of life. Between them those who stand accused devised for themselves an alien and foreign water, the traditions of the elders, on which those whom they call the deuterotai pride themselves greatly. “And you did not look to him who made it from the beginning, and you did not see him who created it.”
22.3PG 24:243–251
Λέγω δὴ τὴν παλαιὰν τῶν· θεοπνεύστων Γραφῶν κολυμβήθραν, τὴν ἀπὸ πηγῶν τοῦ Θείου Πνεύματος προχεομένην. Καὶ ἐκάλεσε Κύριος Σαβαώθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων· αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέατα, καὶ πιεῖν οἶνον, λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ὁ μὲν οὖν Θεὸς μεγάλα τολμήσασι, μὴ βουλόμενος θάνατον ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ, θρηνεῖν αὐτοὺς καὶ ἀποκλαίεσθαι τὴν ἑαυτῶν ἀπώλειαν παρεκελεύσατο· οἱ δὲ ἐν τοιούτοις κακοῖς ἐξεταζόμενοι, ὡς ἂν ἀπεγνωκότες ἑαυτῶν σωτηρίαν, εἰς ἀπόνοιαν ἐξώκειλαν, μέθῃ καὶ τρυφῇ ἑαυτοὺς ἐκδόντες, ὡς οὐ διαδεξομένης αὐτοὺς Θεοῦ κρίσεως μετὰ τὴν τοῦ θνητοῦ βίου τελευτήν. Καὶ ἀνακεκαλυμμένα ταῦτά εἰσι ἐν τοῖς ὠσὶ Κυρίου Σαβαώθ. Διὸ ὥσπερ δεσμῷ Θεοῦ καταδεθεῖσιν αὐτοῖς τῇ ἁμαρτίᾳ ἀπόφασις ἐξενήνεκται κατ᾿ αὐτῶν, φήσασα· Οὐκ ἀφεθήσεται ἡ τοιαύτη ἁμαρτία ὑμῶν, ἕως ἀποθάνητε. Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς παστοφόριον πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· σοι ὧδε; Καὶ τί σοἱ ἐστιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον; καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; Ἰδοὺ δὴ Κύριος Σαβαώθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα· καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου. Ἔλεγε τοίνυν ὁ Ἑβραῖος ἀρχιερέα γεγενῆσθαι τὸν Σομνὰν τρυφητήν τινα, καὶ τὸν βίον ἄσεμνον ἄνδρα· ὡς καὶ προδοῦναι τὸν λαὸν καὶ αὐτομολῆσαι πρὸς Σεναχηρεὶμ τὸν τῶν Ασσυρίων βασιλέα, πρὸς ὃν ἐκελεύετο βαδίζειν ὁ προφήτης εἰς τὸ παστοφόριον, ἢ κατὰ τὸν Σύμμαχον, τὸν σκηνοποιοῦντα, ἢ κατὰ τὸν ᾿Ακύλαν, πρὸς τὸν σκηνοῦντα·, οὕτω γὰρ ἡρμήνευσαν Θεοῦ τὸ παστοφόριον· εἰπεῖν τε αὐτῷ· Μάτην, ὦ οὗτος, καὶ προπετῶς ἐνθάδε σαυτῷ πρὸς τῇ πέτρᾳ τῇ ὑψηλῇ ἐλατόμησας μνημεῖον, κοιλαίνας ἐν αὐτῷ γράμμασι τῆς σαυτοῦ γνώμης σύμβολα· οὐκ εἰδὼς, ὅτι ὅρος κατὰ σοῦ ἐξενήνεκται παρὰ Κυρίου Σαβαώθ, ὁ κελεύων καθαιρεθέντα σε τῆς τιμῆς, ἧς ἐπὶ τοῦ παρόντος μετεἶχες, καὶ γυμνωθέντα τῆς περικειμένης σοι στολῆς, τοῦ τε στεφάνου καὶ τῆς ἄλλης δόξης, πορρωτάτω τῆς ἐνταῦθα γῆς, ἐπὶ ξένης τινὸς καὶ μακρὰν ἀπῳκισμένης χώρας ἀποθανεῖν. Περιττῶς ἄρα ἐφιλοκάλεις τὸν πολὺν ἐκεῖνον συνάγων πλοῦτον, τὰ ἄρματα καὶ τὸν λοιπὸν τῦφον, ὃν εἰσέτι καὶ νῦν περιβέβλησαι. Ἁρμόσει δέ τις τὰ προκείμενα εἰς τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν· τὸν μὲν ἐκπίπτοντα τῆς ἱερωσύνης Σομνὰν εἰκόνα εἶναι λέγων τῶν κατὰ τὸν Μωϋσέως νόμον σωματικῶς ἱερωμένων παρὰ Ἰουδαίων· οὖς τε μετὰ τὸ πάθος τὸ σωτήριον πείσεσθαι τὰ προφητευόμενα, παυομένης τῆς ἱερωσύνης, θεσπίζει. Τὸν δὲ Ἐλιακείμ, Θεοῦ ἀνάστασις ἑρμηνευόμενον, σύμβολον εἶναι τῆς νέας καὶ καινῆς ἱερωσύνης, ἣν ἡ τοῦ Σωτῆρος ἡμῶν ἀνάστασις ἐν τῇ αὐτοῦ Ἐκκλησίᾳ καθ᾿ ὅλης τῆς οἰκουμένης συνεστήσατο.
Legō dē tēn palaian tōn; theopneustōn Graphōn kolymbēthran, tēn apo pēgōn tou Theiou Pneumatos procheomenēn. Kai ekalese Kyrios Sabaōth en tę̄ hēmerą ekeinę̄ klauthmon kai kopeton kai xyrēsin, kai zōsin sakkōn; autoi de epoiēsanto euphrosynēn kai agalliama, sphazontes moschous kai thyontes probata, hōste phagein kreata, kai piein oinon, legontes, Phagōmen kai piōmen; aurion gar apothnēskomen. Ho men oun Theos megala tolmēsasi, mē boulomenos thanaton hamartōlou hōs tēn metanoian autou, thrēnein autous kai apoklaiesthai tēn heautōn apōleian parekeleusato; hoi de en toioutois kakois exetazomenoi, hōs an apegnōkotes heautōn sōtērian, eis aponoian exōkeilan, methę̄ kai tryphę̄ heautous ekdontes, hōs ou diadexomenēs autous Theou kriseōs meta tēn tou thnētou biou teleutēn. Kai anakekalymmena tauta eisi en tois ōsi Kyriou Sabaōth. Dio hōsper desmǭ Theou katadetheisin autois tę̄ hamartią apophasis exenēnektai kat᾿ autōn, phēsasa; Ouk aphethēsetai hē toiautē hamartia hymōn, heōs apothanēte. Tade legei Kyrios Sabaōth; Poreuou eis pastophorion pros Somnan ton tamian, kai eipon autǭ; soi hōde? Kai ti soi estin hōde, hoti elatomēsas seautǭ hōde mnēmeion? kai epoiēsas seautǭ en hypsēlǭ mnēmeion, kai egrapsas seautǭ en petrą skēnēn? Idou dē Kyrios Sabaōth ekbalei kai ektripsei andra, kai aphelei tēn stolēn sou, kai ton stephanon sou ton endoxon, kai rhipsei se eis chōran megalēn kai ametrēton, kai ekei apothanę̄; kai thēsei to harma sou to kalon eis atimian, kai ton oikon tou archontos sou eis katapatēma; kai aphairethēsę̄ ek tēs oikonomias sou kai ek tēs staseōs sou. Elege toinyn ho Hebraios archierea gegenēsthai ton Somnan tryphētēn tina, kai ton bion asemnon andra; hōs kai prodounai ton laon kai automolēsai pros Senachēreim ton tōn Assyriōn basilea, pros hon ekeleueto badizein ho prophētēs eis to pastophorion, ē kata ton Symmachon, ton skēnopoiounta, ē kata ton ᾿Akylan, pros ton skēnounta;, houtō gar hērmēneusan Theou to pastophorion; eipein te autǭ; Matēn, ō houtos, kai propetōs enthade sautǭ pros tę̄ petrą tę̄ hypsēlę̄ elatomēsas mnēmeion, koilainas en autǭ grammasi tēs sautou gnōmēs symbola; ouk eidōs, hoti horos kata sou exenēnektai para Kyriou Sabaōth, ho keleuōn kathairethenta se tēs timēs, hēs epi tou parontos meteiches, kai gymnōthenta tēs perikeimenēs soi stolēs, tou te stephanou kai tēs allēs doxēs, porrōtatō tēs entautha gēs, epi xenēs tinos kai makran apǭkismenēs chōras apothanein. Perittōs ara ephilokaleis ton polyn ekeinon synagōn plouton, ta armata kai ton loipon typhon, hon eiseti kai nyn peribeblēsai. Harmosei de tis ta prokeimena eis ton kairon tou pathous tou Sōtēros hēmōn; ton men ekpiptonta tēs hierōsynēs Somnan eikona einai legōn tōn kata ton Mōÿseōs nomon sōmatikōs hierōmenōn para Ioudaiōn; ous te meta to pathos to sōtērion peisesthai ta prophēteuomena, pauomenēs tēs hierōsynēs, thespizei. Ton de Eliakeim, Theou anastasis hermēneuomenon, symbolon einai tēs neas kai kainēs hierōsynēs, hēn hē tou Sōtēros hēmōn anastasis en tę̄ autou Ekklēsią kath᾿ holēs tēs oikoumenēs synestēsato.
I mean the ancient pool of the divinely inspired Scriptures, poured forth from the springs of the divine Spirit. “And the Lord Sabaoth called in that day for weeping and lamentation and shaving and girding with sackcloth; but they made merriment and rejoicing, slaughtering calves and sacrificing sheep, so as to eat meat and drink wine, saying: Let us eat and drink, for tomorrow we die.” God, then, desiring not the death of the sinner so much as his repentance, urged those who had dared great crimes to mourn and weep over their own destruction; but they, found in such evils, as men who had despaired of their own salvation, ran aground in madness, giving themselves up to drunkenness and luxury, as though God’s judgment would not follow upon them after the end of this mortal life. “And these things are revealed in the ears of the Lord Sabaoth.” Therefore, since they were bound by their sin as by a bond of God, a sentence was pronounced against them, which said: “This sin of yours shall not be forgiven until you die.” “Thus says the Lord Sabaoth: Go into the chamber to Somnas the steward, and say to him: … here? And what have you here, that you have hewn a tomb for yourself here, and made yourself a tomb on high, and inscribed for yourself a dwelling in the rock? Behold, the Lord Sabaoth will cast out and crush a man, and will take away your robe and your glorious crown, and will hurl you into a great and measureless land, and there you shall die; and he will bring your fine chariot to dishonor, and the house of your ruler to trampling; and you shall be removed from your stewardship and from your post.” Now the Hebrew used to say that Somnas had become high priest, a man given to luxury and indecent in his life, so that he even betrayed the people and deserted to Sennacherib, king of the Assyrians; to him the prophet was commanded to go, into the “chamber”—or, according to Symmachus, to “the one who pitches a tent,” or according to Aquila, to “the one who dwells in a tent,” for so they rendered “the chamber”—and to say to him: In vain, sir, and rashly have you hewn yourself a tomb here by the high rock, hollowing out in it, in letters, emblems of your own intention; not knowing that a decree has been issued against you by the Lord Sabaoth, commanding that you be put down from the honor in which you share at present, stripped of the robe that is around you, of the crown and the rest of your glory, and die very far from this land, in some foreign country settled far away. Needlessly, then, did you take pride in gathering that great wealth, the chariots, and the rest of the pomp in which you are clothed even now. But one might fit what is set out here to the time of our Savior’s passion, saying that Somnas, who falls from the priesthood, is an image of those among the Jews who exercised priesthood bodily according to the law of Moses; and he declares that after the saving passion they will suffer what is prophesied, the priesthood ceasing. And Eliakim, which is interpreted “resurrection of God,” is a symbol of the new and fresh priesthood which the resurrection of our Savior established in his church throughout the whole world.
22.4PG 24:243–251
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παϊδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ. Καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσι τὴν Ἱερουσαλήμ, καὶ τοῖς ἐνοικοῦσιν Ἰούδα. Και δώσω αὐτῷ τὴν κλεῖδα οἴκου Δαυΐδ ἐπὶ τῷ ὤμῳ αὐτοῦ· καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων· καὶ κλείσει, καὶ οὐκ ἔσται ὁ ἀνοίγων. Καὶ δώσω τὴν δόξαν Δαυΐδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων. Καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ· καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. Καὶ ἔσται πεποιθὼς ἐπ᾿ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου. Πᾶν τὸ σκεῦος τὸ μικρὸν ἀπὸ σκεύους τῶν ἀγανώθ. Καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Σοὶ μὲν ταῦτα ἐποίσει· τὸν δὲ ἕτερόν σου τὸν Ἑλιακεὶμ παῖδα καὶ δοῦλον ἑαυτοῦ, δοκιμάσας. τὴν σὴν ἐνδύσει στολὴν, καὶ τῷ στεφάνῳ τῆς ἀρχιερωσύνης τιμήσει, ἐγχειρίσας αὐτῷ ἣν τέως ἐπὶ τοῦ παρόντος σὺ ἐπιστεύθης οἰκονομίαν· ἄξιος γὰρ ὁ ἀνὴρ τούτων. Ἐπειδὴ δὲ προαχθεὶς ὑπὸ τοῦ Θεοῦ, οὐκ ἔστι σοι ὅμοιος, ὑπερήφανός τε καὶ ἀλαζών. Χώραν δὲ πατρὸς ἐφέξει πρὸς τοὺς μέλλοντας ὑπ' αὐτοῦ διοικεῖσθαι· διόπερ ὡς ἡπίῳ καὶ πράῳ τὴν δόξαν τοῦ βασιλέως Δαυΐδ τοῦ πραοτάτου καὶ δικαιοτάτου καὶ δώσει, ὥστε ἄρχειν τοῦ λαοῦ μετὰ πολλῆς ἐξουσίας, καὶ μηδένα ἀντιλέγειν τοῖς ὑπ' αὐτοῦ προστασσομένοις. Ἔσται δὲ ἐστηλωμένος, βεβαίως ἱδρυμένος ἐπὶ τὴν ἑαυτοῦ λειτουργίαν· ὡς πάντα τὸν ἐν τῷ λαῷ ἔνδοξον μὴ ἀγωνιᾷν μηδὲ ὑφορᾶσθαι φθόνον ἢ βασκανίαν ἐξ αὐτοῦ γενησομένην ποτέ· πεποιθέναι δὲ ἐπ᾿ αὐτῷ ὡς ἐπὶ πατρί. Πάντες γοῦν ἀθρόως ἀπὸ μικροῦ ἕως μεγάλου ἔσονται ἀνηρτημένοι αὐτοῦ, θαῤῥοῦντες αὐτοῦ τῇ περὶ πάντων κηδεμονία. Τάδε λέγει Κύριος Σαβαώθ· Κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος· ἐν τόπῳ πιστῷ, καὶ ἀφαίρεθήσεται καὶ πεσεῖται, καὶ ἐξολοθρευθήσεται ἡ δόξα ἐπ᾿ αὐτόν· ὅτι Κύριος ἐλάλησεν. Ἐπειδὴ μὴ ὀρθῶς, μηδὲ πιστῶς διῴκηκεν ἣν ἐπιστεύθη οἰκονομίαν, μεταταχθήσεται καὶ ἀφαιρεθήσεται τῆς τιμῆς, καὶ πεσεῖται ἡ δόξα ἐπ᾿ αὐτῷ· καὶ ταῦτα πάντα περὶ αὐτὸν ἕσεται, κρίναντος αὐτὸν ταῦτα παθεῖν τοῦ Θεοῦ. Σωφρονίζει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος παιδεύων μὴ χαυνοῦσθαι ἐν ταῖς εὐπραγίαις, μηδὲ ἐπαίρεσθαι ταῖς ἀρχαῖς, μηδὲ τῆς κρίσεως ἀμνημονεῖν τοῦ Θεοῦ.
Kai estai en tę̄ hēmerą ekeinę̄, kalesō ton païda mou Eliakeim ton tou Chelkiou, kai endysō auton tēn stolēn sou, kai ton stephanon sou dōsō autǭ, kai to kratos kai tēn oikonomian sou dōsō eis tas cheiras autou. Kai estai hōs patēr tois enoikousi tēn Hierousalēm, kai tois enoikousin Iouda. Kai dōsō autǭ tēn kleida oikou Dauïd epi tǭ ōmǭ autou; kai anoixei, kai ouk estai ho apokleiōn; kai kleisei, kai ouk estai ho anoigōn. Kai dōsō tēn doxan Dauïd autǭ, kai arxei, kai ouk estai ho antilegōn. Kai stēsō auton archonta en topǭ pistǭ; kai estai eis thronon doxēs tou oikou tou patros autou. Kai estai pepoithōs ep᾿ auton pas endoxos en tǭ oikǭ tou patros autou, apo mikrou heōs megalou. Pan to skeuos to mikron apo skeuous tōn aganōth. Kai esontai epikremamenoi autǭ en tę̄ hēmerą ekeinę̄. Soi men tauta epoisei; ton de heteron sou ton Heliakeim paida kai doulon heautou, dokimasas. tēn sēn endysei stolēn, kai tǭ stephanǭ tēs archierōsynēs timēsei, encheirisas autǭ hēn teōs epi tou parontos sy episteuthēs oikonomian; axios gar ho anēr toutōn. Epeidē de proachtheis hypo tou Theou, ouk esti soi homoios, hyperēphanos te kai alazōn. Chōran de patros ephexei pros tous mellontas hyp' autou dioikeisthai; dioper hōs hēpiǭ kai praǭ tēn doxan tou basileōs Dauïd tou praotatou kai dikaiotatou kai dōsei, hōste archein tou laou meta pollēs exousias, kai mēdena antilegein tois hyp' autou prostassomenois. Estai de estēlōmenos, bebaiōs hidrymenos epi tēn heautou leitourgian; hōs panta ton en tǭ laǭ endoxon mē agōniąn mēde hyphorasthai phthonon ē baskanian ex autou genēsomenēn pote; pepoithenai de ep᾿ autǭ hōs epi patri. Pantes goun athroōs apo mikrou heōs megalou esontai anērtēmenoi autou, tharrhountes autou tę̄ peri pantōn kēdemonia. Tade legei Kyrios Sabaōth; Kinēthēsetai ho anthrōpos ho estērigmenos; en topǭ pistǭ, kai aphairethēsetai kai peseitai, kai exolothreuthēsetai hē doxa ep᾿ auton; hoti Kyrios elalēsen. Epeidē mē orthōs, mēde pistōs diǭkēken hēn episteuthē oikonomian, metatachthēsetai kai aphairethēsetai tēs timēs, kai peseitai hē doxa ep᾿ autǭ; kai tauta panta peri auton hesetai, krinantos auton tauta pathein tou Theou. Sōphronizei de dia toutōn kai hēmas ho logos paideuōn mē chaunousthai en tais eupragiais, mēde epairesthai tais archais, mēde tēs kriseōs amnēmonein tou Theou.
“And it shall be in that day, I will call my servant Eliakim the son of Chelkias, and I will clothe him with your robe, and I will give him your crown, and I will give your power and your stewardship into his hands. And he shall be as a father to those who dwell in Jerusalem and to those who dwell in Judah. And I will give him the key of the house of David on his shoulder; and he shall open, and there shall be none who shuts; and he shall shut, and there shall be none who opens. And I will give him the glory of David, and he shall rule, and there shall be none who contradicts. And I will set him as ruler in a sure place; and he shall be for a throne of glory of his father’s house. And every glorious one in his father’s house shall trust in him, from small to great. Every small vessel, from the vessels of Aganoth. And they shall hang upon him in that day.” These things he will bring on you; but the other, Eliakim, his own servant and slave, having proved him, he will clothe with your robe and honor with the crown of the high priesthood, entrusting to him the stewardship with which you were entrusted until now; for the man is worthy of these things. And since, though advanced by God, he is not like you, proud and boastful, he will hold the place of a father toward those who are to be governed by him; therefore, as to a gentle and meek man, he will give him the glory of King David, the meekest and most just, so that he will rule the people with great authority and no one will contradict what he commands. And he will be set up like a pillar, firmly established in his ministry, so that no one of note among the people need be anxious or suspect that envy or malice will ever come from him, but will trust in him as in a father. All together, then, from small to great, will hang upon him, confident in his care for all. “Thus says the Lord Sabaoth: The man who is fixed in a sure place shall be moved, and shall be taken away and shall fall, and the glory upon him shall be destroyed; for the Lord has spoken.” Since he did not administer rightly or faithfully the stewardship with which he was entrusted, he will be removed and taken away from his honor, and the glory upon him will fall; and all these things will happen to him, God having judged that he should suffer them. Through these things the word chastens us too, teaching us not to grow slack in prosperity, nor to be lifted up by offices, nor to forget the judgment of God.
Chapter 23
23.1PG 24:251–257
Τὸ ῥῆμα Τύρου. Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο. Τὸ ῥῆμα τοίνυν τῆς Τύρου ἐν τοῖς πρώτοις σημαινει τὴν ἐπελθοῦσαν τῇ Τύρῳ πολιορκίαν· καθ᾽ ἂν χρόνον ἐπιστὰς ὁ ᾿Ασσύριος μετὰ τῶν ἄλλων ἐθνῶν καὶ αὐτὴν εἶλε καὶ τὴν Σιδῶνα, ὡς καὶ ἐν ταῖς ἔξωθεν ἐμφέρεται ἱστορίαις. Ἐν τῷ καιρῷ τοίνυν ἐκείνῳ, καθ' ὃν τὴν τοσαύτην ἐκείνην ὑπέμεινεν ἐρημίαν ἡ Τυρίων πόλις, εἰκὸς ἦν αὐτοὺς μηκέτι μηδὲ συνήθει κεχρῆσθαι ἐμπορίᾳ, ναυτικοὺς ὄντας, καὶ πάντοτε πραγματείαις ταῖς διὰ θαλάσσης σχολάζοντας. Αφανισθείσης τοίνυν τῆς Τύρου, οὐκέτι ἦσαν οἱ τὰς ἐμπορίας ἐξ αὐτῆς κομίζοντες, ἀπὸ Καρχηδόνος εἰωθότες διαπλεῖν ἐπὶ τὴν Τύρον. «Καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιττιέων· ἧκται αἰχμάλωτος. Λέγεται δὲ ἡ Κύπρος οὕτω δηλοῦσθαι καὶ Κιττίων εἶναι πόλιν ἐν αὐτῇ, δι' ἧς παρέπλεον οἱ ἀπὸ τῆς Τύρου ναυτιλλόμενοι. Τίνι ὅμοιοι γεγόνασιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ, μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν ἐν ὕδατι πολλῷ; σπέρμα μεταβόλων ὡς ἀμητοῦ εἰσφερομένου· οἱ μετάβολοι τῶν ἐθνῶν. Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα. Ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους. Νῦν δὲ πάντων ἀθρόως ἀφηρημένους, καὶ τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν στερηθέντας, αἰσχύνην καταχέεσθαι προσήκει· μὴ μόνους, ἀλλὰ καὶ τοὺς ἐκ γειτόνων αὐτοῖς οἰκοῦντας Σιδωνίους· μονονουχὶ καὶ τῆς θαλάσσης αὐτῆς, φωνὴν ἀφιείσης, καὶ ἀποθρηνούσης αὐτῆς διὰ τὸ μηκέτι ἔχειν οὓς θρέψει νεανίσκους καὶ παρθένους. Ὅτι τὸ παλαιὸν ὥσπερ θαλάσσης αὐτῆς γεννήματα ὑπ᾿ αὐτῆς ἐτρέφοντο, ὅτε ἤνθει τὰ Τυρίων πράγματα· νῦν δὲ ὅτε μηκέτι ἐστὶν, εἰκότως ἀποκλαίεται αὐτοὺς ἡ θάλασσα, καὶ ἡ ἰσχὺς αὐτῆς ἀποθρηνεῖται, ἐπὶ τέκνοις ἀπολωλόσιν ὀλοφυρομένη. Ὅταν δὲ ἀκουστὸν γένηται ἐν Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. Ἀπέλθετε εἰς Καρχηδόνα, ὀλολύξατε οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. Οὐκ αὐτὴ ἦν ἡ ὕβρις ἀπ᾿ ἀρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτὴν; Τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Μὴ ἤσσων ἐστὶν, ἢ οὐκ ἰσχύει; Οἱ ἔμποροι αὐτῆς οἱ ἔνδοξοι ἄρχοντες τῆς γῆς. Κύριος Σαβαώθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων, καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς. ᾿Αλλὰ καὶ ἡ Αἴγυπτος, ἐκ γειτόνων παρακειμένη, ἐν ὀδύνῃ, φησὶ, καταστήσεται, φροντίζουσα καὶ ἀγωνίζουσα περὶ αὐτῆς, μή τη τὰ ὅμοια πάθῃ τῇ Τυρίων. Ὧν οὕτω γενομένων, εἰ δύνασθε, φησὶ, μετὰ τοὺς ἀπολωλότας ὑπολειφθέντες ἐν τῇ Τύρῳ, διάβητε φεύγοντες ἐπὶ τοὺς ὑμετέρους ἀποίκους τὴν Καρχηδόνα οἰκοῦντας· κἀκεῖσε ἀπομείναντες ἀποκλαύσασθε τὴν ἑαυτῶν πατρίδα, καταμεμφόμενοι μὴ ἑτέρους ἐφ᾽ οἷς πεποίθατε, ἀλλὰ τὴν ὑμῶν αὐτῶν ὑπερηφανίαν καὶ τὴν ὕβριν, ᾗ πάντας αὐτοὺς περιβάλλειν ἐπειρᾶσθε. Τὰ δὲ συμβεβηκότα ὑμῖν, ὦ Τύριοι, μὴ εἰμαρμένης ἐπιγράφετε ἀνάγκῃ· ἀλλὰ ζητήσατε παρ' ἑαυτοῖς, τίς ταῦτα ἐβουλεύσατο, τίς ἔκρινε ταῦτα παθεῖν τὴν ὑμετέραν πατρίδα. Ζητοῦντες γὰρ εὑρήσετε ἐν δικαίᾳ κρίσει τὰ τοιαῦτα συμβεβηκέναι· Κύριος γὰρ Σαβαώθ, ὁ παρὰ μόνοις Ἑβραίοις θεολογούμενος, τοῦτον ἐξήνεγκε τὸν ὅρον· Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς.
To rhēma Tyrou. Ololyzete, ploia Karchēdonos, hoti apōleto. To rhēma toinyn tēs Tyrou en tois prōtois sēmainei tēn epelthousan tę̄ Tyrǭ poliorkian; kath᾽ an chronon epistas ho ᾿Assyrios meta tōn allōn ethnōn kai autēn eile kai tēn Sidōna, hōs kai en tais exōthen empheretai historiais. En tǭ kairǭ toinyn ekeinǭ, kath' hon tēn tosautēn ekeinēn hypemeinen erēmian hē Tyriōn polis, eikos ēn autous mēketi mēde synēthei kechrēsthai emporią, nautikous ontas, kai pantote pragmateiais tais dia thalassēs scholazontas. Aphanistheisēs toinyn tēs Tyrou, ouketi ēsan hoi tas emporias ex autēs komizontes, apo Karchēdonos eiōthotes diaplein epi tēn Tyron. «Kai ouketi erchontai ek gēs Kittieōn; hēktai aichmalōtos. Legetai de hē Kypros houtō dēlousthai kai Kittiōn einai polin en autę̄, di' hēs parepleon hoi apo tēs Tyrou nautillomenoi. Tini homoioi gegonasin hoi katoikountes en tę̄ nēsǭ, metaboloi Phoinikēs, diaperōntes tēn thalassan en hydati pollǭ? sperma metabolōn hōs amētou eispheromenou; hoi metaboloi tōn ethnōn. Aischynthēti, Sidōn, eipen hē thalassa. Hē de ischys tēs thalassēs eipen; Ouk ōdinon, oude etekon, oude exethrepsa neaniskous, oude hypsōsa parthenous. Nyn de pantōn athroōs aphērēmenous, kai tōn nomizomenōn autois agathōn sterēthentas, aischynēn katacheesthai prosēkei; mē monous, alla kai tous ek geitonōn autois oikountas Sidōnious; mononouchi kai tēs thalassēs autēs, phōnēn aphieisēs, kai apothrēnousēs autēs dia to mēketi echein hous threpsei neaniskous kai parthenous. Hoti to palaion hōsper thalassēs autēs gennēmata hyp᾿ autēs etrephonto, hote ēnthei ta Tyriōn pragmata; nyn de hote mēketi estin, eikotōs apoklaietai autous hē thalassa, kai hē ischys autēs apothrēneitai, epi teknois apolōlosin olophyromenē. Hotan de akouston genētai en Aigyptǭ, lēpsetai autous odynē peri Tyrou. Apelthete eis Karchēdona, ololyxate hoi katoikountes en tę̄ nēsǭ tautę̄. Ouk autē ēn hē hybris ap᾿ archēs, prin ē paradothēnai autēn? Tis tauta ebouleusen epi Tyron? Mē ēssōn estin, ē ouk ischyei? Hoi emporoi autēs hoi endoxoi archontes tēs gēs. Kyrios Sabaōth ebouleusato paralysai pasan tēn hybrin tōn endoxōn, kai atimasai pan endoxon epi tēs gēs. ᾿Alla kai hē Aigyptos, ek geitonōn parakeimenē, en odynę̄, phēsi, katastēsetai, phrontizousa kai agōnizousa peri autēs, mē tē ta homoia pathę̄ tę̄ Tyriōn. Hōn houtō genomenōn, ei dynasthe, phēsi, meta tous apolōlotas hypoleiphthentes en tę̄ Tyrǭ, diabēte pheugontes epi tous hymeterous apoikous tēn Karchēdona oikountas; kakeise apomeinantes apoklausasthe tēn heautōn patrida, katamemphomenoi mē heterous eph᾽ hois pepoithate, alla tēn hymōn autōn hyperēphanian kai tēn hybrin, hę̄ pantas autous periballein epeirasthe. Ta de symbebēkota hymin, ō Tyrioi, mē eimarmenēs epigraphete anankę̄; alla zētēsate par' heautois, tis tauta ebouleusato, tis ekrine tauta pathein tēn hymeteran patrida. Zētountes gar heurēsete en dikaią krisei ta toiauta symbebēkenai; Kyrios gar Sabaōth, ho para monois Hebraiois theologoumenos, touton exēnenke ton horon; Ergazou tēn gēn sou; kai gar ploia ouketi erchetai ek Karchēdonos. Hē de cheir sou ouketi ischyei kata thalassan, hē paroxynousa basileis.
“The oracle of Tyre. Wail, you ships of Carthage, for it has perished.” The oracle of Tyre, then, first signifies the siege that came upon Tyre, at the time when the Assyrian came against it with the other nations and took both it and Sidon, as is also related in the histories from outside. At that time, then, when the city of the Tyrians endured that great desolation, it was to be expected that they would no longer engage even in their accustomed commerce, though they were seafarers and always occupied in business by sea. When Tyre was destroyed, then, there were no longer those who brought merchandise from it, who used to sail across from Carthage to Tyre. “And they no longer come from the land of the Kitieans; it has been led captive.” Cyprus is said to be indicated in this way, and Kition is said to be a city in it, past which those who sailed from Tyre used to sail. “Whom have those who dwell in the island come to resemble, the traders of Phoenicia, crossing the sea in much water? A seed of traders, as when the harvest is brought in; the traders of the nations. Be ashamed, Sidon, said the sea. And the strength of the sea said: I have not been in labor, nor given birth, nor reared young men, nor brought up virgins.” Now that they have been deprived of everything all at once and robbed of what they considered goods, it is fitting that shame be poured upon them; and not on them alone, but also on the Sidonians who live as their neighbors; indeed, almost the sea itself sends forth a voice and laments because it no longer has young men and virgins to nurture. For of old they were nourished by it as the offspring of the sea itself, when the affairs of the Tyrians flourished; but now, when they are no more, the sea fittingly weeps for them, and its strength laments, mourning over children who have perished. “And when it is heard in Egypt, pain shall seize them concerning Tyre. Go away to Carthage; wail, you who dwell in this island. Was not this your insolence from the beginning, before she was handed over? Who has planned these things against Tyre? Is she inferior, or is she not strong? Her merchants were glorious, rulers of the earth. The Lord Sabaoth planned to bring to nothing all the insolence of the glorious, and to dishonor everything glorious on the earth.” But Egypt too, lying near as a neighbor, will be, he says, in pain, anxious and in anguish for itself, lest it suffer something like the city of the Tyrians. When these things have happened so, he says, if you can, you who are left in Tyre after those who have perished, cross over in flight to your own colonists who inhabit Carthage; and remaining there, weep for your own homeland, blaming not others in whom you trusted, but your own pride and the insolence with which you tried to surround them all. And what has befallen you, O Tyrians, do not ascribe to the necessity of fate; but seek among yourselves who planned these things, who judged that your homeland should suffer them. For if you seek, you will find that such things happened by just judgment; for the Lord Sabaoth, who is acknowledged as God among the Hebrews alone, issued this decree: “Till your land; for ships no longer come from Carthage. And your hand, which provoked kings, is no longer strong at sea.”
23.2PG 24:251–257
Μηκέτι τοίνυν ἐπαίρου ὡς αὐτὴ μεγαλαυχουμένη ἐπὶ τῷ ἐκ θαλάσσης ποριζομένῳ σοι πλούτῳ· ταπεινωθεῖσα δὲ, περὶ τὴν σαυτῆς ἀσχολοῦ γῆν γεωπονοῦσα, καὶ ἀπὸ τῶν ἀπὸ γῆς καρπῶν τρεφομένη· πέπαυται γάρ σοι τὰ ἀπὸ τῆς θαλάσσης κέρδη. Καὶ γὰρ τούτων ἀπολαύουσα, οὐκ ἔφερες αὐτῆς τὴν εὐδαιμονίαν· ἀλλ᾿ ἐξύβρισας παροξύνουσα βασιλεῖς πάντας τοὺς πλησιοχώρους. Πλὴν οὐκέτι σοι ταῦτα πράττειν ἐξέσται, οὐδὲ καθ᾽ ἑτέρων, οὐδὲ κατὰ τῆς πλησίον σοι Σιδῶνος, ἣν καὶ αὐτὴν ἀδικεῖν ἐπιχειρεῖς. Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει·» λέγω δὴ ἡ δύναμις ἡ βασιλική, δι' ἧς τὸ πάλαι ὠχύρωται. Κύριος Σαβαὼθ ἐνετείλατο περὶ Χαναάν, ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. Καὶ ἐροῦσιν· Οὐκέτι οὐ μὴ προσθήσετε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών. Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιττιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι· καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ἀπὸ τῶν ᾿Ασσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν. Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ο', ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου. Καὶ ἔσται μετὰ τὰ ο' ἔτη, ἔσται Τύρος ὡς ἄσμα πόρνης. Λάβε κιθάραν, ῥέμβευσον, πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ἄσον, ἵνα σου μνεία γένηται. Τὰ δὲ προφητευόμενα κατὰ τῆς Τύρου πάντα ἐν ὀλίγοις ἔτεσι συντελεσθήσεται · ἐν οἷς καὶ ἡ τῷ Θεῷ ἀφιερωμένη πόλις κατέστη ἔρημος. Ἔκρινε γὰρ ὁ Θεὸς ἀνθρώπου ἑνὸς ζωῆς χρόνῳ, λέγω δὲ ἑβδομήκοντα ἔτεσιν, ὁρίσαι τὴν μέλλουσαν διαλήψεσθαι ἐρημίαν τὴν Τύρον, ἢ καὶ βασιλέως ἑνὸς πολυετοῦς ἀρχήν. Ἐν δὲ τούτοις τοῖς ο' ἔτεσιν, ᾠδὴν καὶ ἆσμα περὶ τῆς σῆς ἐρημίας ᾄσουσι πάντες ἄνθρωποι οἱ πάλαι σε ἀκριβῶς εἰδότες, ὡς ἐπὶ γυναικὶ ἐκπεσούσῃ τῆς ἰδίας τιμῆς. Καὶ σὺ δὲ αὐτὴ περίελθε τὸν σὸν χρόνον τῆς ἐρημίας, ῥεμβομένη, καὶ τόπον ἐκ τόπου μεθισταμένη, καὶ εἰς τὰ λοιπὰ ἔθνη ἐκπορνεύουσα. Εἰ δὲ δύνασαι λαβοῦσα τὴν σεαυτῆς κιθάραν μηκέτι πορνικῷ, ἀλλ' ἐπιστημονικῷ χρήσασθαι τῷ σαυτῆς ὀργάνῳ, πολλὰ κιθάρισον, καὶ πολλὰ ἄσον, καὶ δι᾽ εὐχῶν καὶ ἱκετηρίων λόγων τῶν πρὸς Θεόν· οὕτω γὰρ ἔσται σου μνεία πρὸς τὸν Θεὸν, εἰ τοῖς μέλεσι τοῦ ἄσματος καὶ τοῖς αἰσθητηρίοις αὐτῆς ἐνηρμοσμένοις κιθάρας δίκην ἐπιστημόνως χρήσαιο, σωφρόνως βιοῦσα, καὶ Θεῷ ἀρεσκόντως ᾄδουσα οὕτω γάρ σου μνεία γενήσεται, καταξιώσαντός σε τῆς αὐτοῦ μνήμης τοῦ Θεοῦ. Καὶ ἔσται μετὰ ο' ἔτη, ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκαταστήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον τῆς γῆς. Αὐτίκα, συμπερανθέντος τοῦ προλελεγμένου χρόνου, ἐπισκοπῆς τῆς παρ' αὐτοῦ τεύξῃ, καὶ αὖθις ἀποκαταστηθήσῃ εἰς τὸ ἀρχαῖον· ὥστε πάλιν συστῆναι ἐν σοὶ ἐμπόριον, καὶ τοὺς ἀπανταχόθεν συῤῥεῖν ἐπισπεύδοντας, καὶ τὰς ἑαυτῶν ἐπὶ σοὶ πραγματείας κομίζοντας. Καὶ ἔσται αὐτῆς ἡ ἐμπορία, καὶ ὁ μισθὸς ἄγιος Κυρίῳ. "Ο δὴ καὶ πληροῦται καθ᾿ ἡμᾶς αὐτούς. Τῆς γὰρ Ἐκκλησίας τοῦ Θεοῦ ἱδρυμένης ἐν τῇ Τυρίων πόλει, ὥσπερ οὖν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, πολλὰ τῶν ἐν αὐτῇ μισθωμάτων ἐκ πραγματείας κομιζομένων ἁγιάζεται τῷ Κυρίῳ προσφερόμενα τῇ Ἐκκλησίᾳ αὐτοῦ· ἅπερ οἱ κομίζοντες προσφέρουσι σὺν εὐλαβείᾳ. Οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου· πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν, καὶ πιεῖν, καὶ ἐμπλησθῆναι, καὶ εἰς συμβολὴν, μνημόσυνον ἔναντι Κυρίου·, δηλαδὴ τοῖς παρέδροις τοῦ θυσιαστηρίου· οὕτω γὰρ Κύριος διετάξατο τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν· καὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζεσθαι. Τούτοις οὖν αὐτοῖς, ὡς ἂν ἱερεῦσι τοῦ Θεοῦ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, τὰς ἀπαρχὰς προσφέροντες οἱ δηλωθέντες, ἔργῳ πληροῦσι τὴν φάσκουσαν προφητείαν· Καὶ ἔσται ἐμπόριον αὐτοῖς, καὶ μισθὸς αὐτοῖς, καὶ τὰ ἑξῆς.
Mēketi toinyn epairou hōs autē megalauchoumenē epi tǭ ek thalassēs porizomenǭ soi ploutǭ; tapeinōtheisa de, peri tēn sautēs ascholou gēn geōponousa, kai apo tōn apo gēs karpōn trephomenē; pepautai gar soi ta apo tēs thalassēs kerdē. Kai gar toutōn apolauousa, ouk epheres autēs tēn eudaimonian; all᾿ exybrisas paroxynousa basileis pantas tous plēsiochōrous. Plēn ouketi soi tauta prattein exestai, oude kath᾽ heterōn, oude kata tēs plēsion soi Sidōnos, hēn kai autēn adikein epicheireis. Hē de cheir sou ouketi ischyei;» legō dē hē dynamis hē basilikē, di' hēs to palai ōchyrōtai. Kyrios Sabaōth eneteilato peri Chanaan, apolesai autēs tēn ischyn. Kai erousin; Ouketi ou mē prosthēsete tou hybrizein kai adikein tēn thygatera Siōn. Kai ean apelthę̄s eis Kittieis, oude ekei anapausis estai soi; kai eis gēn Chaldaiōn, kai autē ērēmōtai apo tōn ᾿Assyriōn, oude ekei soi anapausis estai; hoti ho toichos autēs peptōken. Ololyxate, ploia Karchēdonos, hoti apōleto to ochyrōma hymōn. Kai estai en tę̄ hēmerą ekeinę̄ kataleiphthēsetai Tyros etē o', hōs chronos basileōs, hōs chronos anthrōpou. Kai estai meta ta o' etē, estai Tyros hōs asma pornēs. Labe kitharan, rhembeuson, polis pornē epilelēsmenē, kalōs kitharison, polla ason, hina sou mneia genētai. Ta de prophēteuomena kata tēs Tyrou panta en oligois etesi syntelesthēsetai ; en hois kai hē tǭ Theǭ aphierōmenē polis katestē erēmos. Ekrine gar ho Theos anthrōpou henos zōēs chronǭ, legō de hebdomēkonta etesin, horisai tēn mellousan dialēpsesthai erēmian tēn Tyron, ē kai basileōs henos polyetous archēn. En de toutois tois o' etesin, ǭdēn kai asma peri tēs sēs erēmias ąsousi pantes anthrōpoi hoi palai se akribōs eidotes, hōs epi gynaiki ekpesousę̄ tēs idias timēs. Kai sy de autē perielthe ton son chronon tēs erēmias, rhembomenē, kai topon ek topou methistamenē, kai eis ta loipa ethnē ekporneuousa. Ei de dynasai labousa tēn seautēs kitharan mēketi pornikǭ, all' epistēmonikǭ chrēsasthai tǭ sautēs organǭ, polla kitharison, kai polla ason, kai di᾽ euchōn kai hiketēriōn logōn tōn pros Theon; houtō gar estai sou mneia pros ton Theon, ei tois melesi tou asmatos kai tois aisthētēriois autēs enērmosmenois kitharas dikēn epistēmonōs chrēsaio, sōphronōs biousa, kai Theǭ areskontōs ądousa houtō gar sou mneia genēsetai, kataxiōsantos se tēs autou mnēmēs tou Theou. Kai estai meta o' etē, episkopēn poiēsei ho Theos Tyrou, kai palin apokatastēsetai eis to archaion, kai estai emporion pasais tais basileiais tēs oikoumenēs epi prosōpon tēs gēs. Autika, symperanthentos tou prolelegmenou chronou, episkopēs tēs par' autou teuxę̄, kai authis apokatastēthēsę̄ eis to archaion; hōste palin systēnai en soi emporion, kai tous apantachothen syrrhein epispeudontas, kai tas heautōn epi soi pragmateias komizontas. Kai estai autēs hē emporia, kai ho misthos agios Kyriǭ. "O dē kai plēroutai kath᾿ hēmas autous. Tēs gar Ekklēsias tou Theou hidrymenēs en tę̄ Tyriōn polei, hōsper oun kai en tois loipois ethnesi, polla tōn en autę̄ misthōmatōn ek pragmateias komizomenōn hagiazetai tǭ Kyriǭ prospheromena tę̄ Ekklēsią autou; haper hoi komizontes prospherousi syn eulabeią. Ouk autois synachthēsetai, alla tois katoikousin enanti Kyriou; pasa hē emporia autēs, phagein, kai piein, kai emplēsthēnai, kai eis symbolēn, mnēmosynon enanti Kyriou;, dēladē tois paredrois tou thysiastēriou; houtō gar Kyrios dietaxato tois to Euangelion katangellousin ek tou Euangeliou zę̄n; kai hoi tǭ thysiastēriǭ paredreuontes, tǭ thysiastēriǭ symmerizesthai. Toutois oun autois, hōs an hiereusi tou Theou tois katoikousin enanti Kyriou, tas aparchas prospherontes hoi dēlōthentes, ergǭ plērousi tēn phaskousan prophēteian; Kai estai emporion autois, kai misthos autois, kai ta hexēs.
No longer, then, be lifted up, boasting as you did over the wealth provided you from the sea; but, humbled, occupy yourself with your own land, farming it and feeding on the fruits of the earth; for the gains from the sea have ceased for you. For when you enjoyed them you could not bear your prosperity, but behaved insolently, provoking all the neighboring kings. But you will no longer be allowed to do these things, neither against others nor against Sidon near you, which you also try to wrong. “And your hand is no longer strong”: I mean the royal power, by which of old it was fortified. “The Lord Sabaoth gave command concerning Canaan, to destroy its strength. And they will say: You shall no longer go on insulting and wronging the daughter of Zion. And if you go away to the Kitieans, not even there shall there be rest for you; and to the land of the Chaldeans, and it too has been laid waste by the Assyrians; not even there shall there be rest for you; for its wall has fallen. Wail, you ships of Carthage, for your stronghold has perished. And it shall be in that day, Tyre shall be left seventy years, as the time of a king, as the time of a man. And it shall be after the seventy years, Tyre shall be as the song of a harlot. Take a lyre, roam about, harlot city that has been forgotten; play the lyre well, sing much, that you may be remembered.” All that is prophesied against Tyre will be accomplished in a few years, in which the city dedicated to God too was made desolate. For God decided to fix the desolation that would hold Tyre by the time of the life of one man—I mean seventy years—or else by the reign of one long-lived king. And in these seventy years all people who once knew you well will sing an ode and a song about your desolation, as over a woman fallen from her own honor. And you yourself go round your time of desolation wandering, moving from place to place, and prostituting yourself to the other nations. But if you can take your own lyre and use your instrument no longer in a harlot’s way but skillfully, play much and sing much, and that with prayers and words of supplication to God; for so you will be remembered before God, if you use the members of the song and its senses, tuned like a lyre, skillfully, living soberly and singing in a way pleasing to God; for so you will be remembered, God counting you worthy of his remembrance. “And it shall be after the seventy years, God will make a visitation of Tyre, and it shall again be restored to its former state, and it shall be a mart for all the kingdoms of the world on the face of the earth.” At once, when the foretold time is completed, you will obtain his visitation and be restored again to your former state, so that a mart will again be established in you, and people from everywhere will hasten to flow together, bringing their merchandise to you. “And her merchandise and her hire shall be holy to the Lord.” This is fulfilled in our own time. For since the church of God has been founded in the city of the Tyrians, as also among the other nations, much of what is earned in it from trade is sanctified to the Lord, being offered to his church; those who bring it offer it with reverence. “It shall not be gathered for them, but for those who dwell before the Lord: all her merchandise, to eat and drink and be filled, and for a contribution, a memorial before the Lord”: that is, for those who attend the altar; for so the Lord directed that those who proclaim the gospel should live from the gospel, and that those who attend the altar should share with the altar. To these, then, as priests of God who dwell before the Lord, those mentioned bring their firstfruits, and so fulfill in deed the prophecy which says: “And there shall be a mart for them, and hire for them,” and what follows.
Chapter 24
24.1PG 24:257–265
Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην ὅλην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Ἐπειδὴ γὰρ τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ὡσανεὶ πάντων ἀνθρώπων κηδόμενος, διαστέλλεται τῇ οἰκουμένῃ τὰ περὶ τῆς μελλούσης ἅπαντας ἀνθρώπους διαλήψεσθαι τοῦ Θεοῦ κρίσεως, ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. Ἢ κατὰ τὸν ᾿Ακύλαν καὶ Θεοδοτίωνα, διασκορπίζει ἄλλους ἀλλαχοῦ, κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου πράξεων· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, μέγας τε καὶ πολὺς ὁ τοῦ Θεοῦ κόσμος, ὡς δύνασθαι πάσας ὑποδέχεσθαι καὶ τὰς ἐξ αἰῶνος ἐν τῇ γῇ πεπολιτευμένας ψυχὰς, τῶν μὲν ἀσεβῶν τὸν ἄδὴν καὶ τὸ ὑπὸ γῆν οἰκητήριον, σκοτίους καὶ ἀοράτους μυχούς κληρωσαμένων, κατὰ τὸ, Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται·, τῶν δὲ εὐσεβῶν ἁρπαγησομένων ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ γενησομένων. Καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία. Ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, και ὁ δανείζων ὡς ὁ δανειζόμενος, καὶ ὁ ὀφείλων ὡς ὁ ᾧ ὀφείλει· σημαίνοντος τοῦ λόγου τοῦ προφητικοῦ τὸν τῆς τῶν νεκρῶν ἀναστάσεως τρόπον. Ἐπειδὰν δὲ ἀνακαλυφθῇ τὰ ἐγκεκρυμμένα ἐν τῇ γῇ σώματα, παραστήσονται οἱ κρινόμενοι πρὸ τοῦ βήματος τοῦ μεγάλου κριτοῦ ἐξ ἴσου πάντες, ὡς μηδὲ διαφέρειν τοὺς ἐν τῷ θνητῷ βίῳ ποτὲ δόξαντας πλέον τι ἐσχηκέναι ἤτοι ἐν ἀξιώματι, ἢ γένει, ἢ πλούτῳ, τῶν ἐνδεεστέρων. Πάντες γὰρ ἐξ ἴσου τότε παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ· καὶ τῷ ἱερεῖ παραπλησίως ὁ λαὸς, καὶ ὁμοίως Εt πάντες· ἐπεὶ μὴ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Διὸ εἴρηται παρὰ τῷ Ἰώβ· Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. Φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐπένθησεν ἡ γῆ καὶ ἐφθάρη ἡ οἰκουμένη· ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς. Φωνῆς γὰρ ἀποφαντικῆς Θεοῦ διὰ τοῦ προφήτου προενεχθείσης, ταῦτα ἔσται τοῖς τὴν χείρονα λῆξιν εἰληχόσιν· οὓς διὰ τὸ γεῶδες, φρόνημα γῆν ὀνομάζει. "Ωσπερ γάρ ποτε ἐλέχθη τῷ ᾿Ἀδὰμ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, οὕτω καὶ τοῖς κατὰ τὸν καιρὸν τῆς τοῦ Θεοῦ κρίσεως φιληδόνοις καὶ φιλοσώμασι, καὶ διὰ τοῦτο γηΐνοις καὶ σαρκίνοις εὑρεθησομένοις ἡ διαφθορᾶς ἠπείληται τιμωρία. Τίς δὲ ἐστιν ἡ πενθοῦσα γῆ καὶ φθαρεῖσα οἰκουμένη, διασαφεῖ ἐπιφέρων· · Ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· · μάλιστα γὰρ τούτους ἡ ὀργὴ τοῦ Θεοῦ μετελεύσεται, ἐπεὶ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἡ γῆ ἡνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν· διότι παρέβησαν τὸν νόμον Κυρίου καὶ διεσκέδασαν, ἤλλαξαν τὰ προστάγματα, διαθήκην αἰώνιον. Πάντες γὰρ ἄνθρωποι οἱ ἐξ αἰῶνος τὴν οἰκουμένην οἰκήσαντες, Ἕλληνες ὁμοῦ καὶ βάρβαροι, τὸν φυσικὸν νόμον παρειληφότες καὶ τὰ προστάγματα τοῦ Θεοῦ ταῖς ἑαυτῶν ψυχαῖς ἔχοντες ἐγγεγραμμένα, τήν τε διαθήκην τὴν ἐξ αἰῶνος ἐν ταῖς κοιναῖς ἐννοίαις ὑποδεδεγμένοι, κἄπειτα ἑαυτοὺς τοῖς παρὰ φύσιν ἁμαρτήμασι ἐκδεδωκότες, παραβάται τοῦ φυσικοῦ γεγόνασι νόμου.
Idou Kyrios kataphtheirei tēn oikoumenēn holēn, kai erēmōsei autēn, kai anakalypsei to prosōpon autēs. Epeidē gar tou Kyriou hē gē kai to plērōma autēs, hōsanei pantōn anthrōpōn kēdomenos, diastelletai tę̄ oikoumenę̄ ta peri tēs mellousēs hapantas anthrōpous dialēpsesthai tou Theou kriseōs, en hēmerą hote krinei ho Theos ta krypta tōn anthrōpōn, kai diasperei tous enoikountas en autę̄. Ē kata ton ᾿Akylan kai Theodotiōna, diaskorpizei allous allachou, kata tēn analogian tōn hekastou praxeōn; pollai gar monai para tǭ Patri, megas te kai polys ho tou Theou kosmos, hōs dynasthai pasas hypodechesthai kai tas ex aiōnos en tę̄ gę̄ pepoliteumenas psychas, tōn men asebōn ton adēn kai to hypo gēn oikētērion, skotious kai aoratous mychous klērōsamenōn, kata to, Eiseleusontai eis ta katōtata tēs gēs; paradothēsontai eis cheiras rhomphaias, merides alōpekōn esontai;, tōn de eusebōn harpagēsomenōn en nephelais eis apantēsin tou Kyriou eis aera, kai houtōs pantote syn Kyriǭ genēsomenōn. Kai estai ho laos hōs ho hiereus, kai ho pais hōs ho kyrios, kai hē therapaina hōs hē kyria. Estai ho agorazōn hōs ho pōlōn, kai ho daneizōn hōs ho daneizomenos, kai ho opheilōn hōs ho hǭ opheilei; sēmainontos tou logou tou prophētikou ton tēs tōn nekrōn anastaseōs tropon. Epeidan de anakalyphthę̄ ta enkekrymmena en tę̄ gę̄ sōmata, parastēsontai hoi krinomenoi pro tou bēmatos tou megalou kritou ex isou pantes, hōs mēde diapherein tous en tǭ thnētǭ biǭ pote doxantas pleon ti eschēkenai ētoi en axiōmati, ē genei, ē ploutǭ, tōn endeesterōn. Pantes gar ex isou tote parastēsontai tǭ bēmati tou Christou; kai tǭ hierei paraplēsiōs ho laos, kai homoiōs Et pantes; epei mē esti prosōpolēpsia para tǭ Theǭ. Dio eirētai para tǭ Iōb; Mikros kai megas ekei esti, kai therapōn ou dedoikōs ton kyrion autou. Phthorą phtharēsetai hē gē, kai pronomę̄ pronomeuthēsetai hē gē; to gar stoma Kyriou elalēse tauta. Epenthēsen hē gē kai ephtharē hē oikoumenē; epenthēsan hoi hypsēloi tēs gēs. Phōnēs gar apophantikēs Theou dia tou prophētou proenechtheisēs, tauta estai tois tēn cheirona lēxin eilēchosin; hous dia to geōdes, phronēma gēn onomazei. "Ōsper gar pote elechthē tǭ ᾿Adam, Gē ei, kai eis gēn apeleusę̄, houtō kai tois kata ton kairon tēs tou Theou kriseōs philēdonois kai philosōmasi, kai dia touto gēïnois kai sarkinois heurethēsomenois hē diaphthoras ēpeilētai timōria. Tis de estin hē penthousa gē kai phthareisa oikoumenē, diasaphei epipherōn; ; Epenthēsan hoi hypsēloi tēs gēs; ; malista gar toutous hē orgē tou Theou meteleusetai, epei hyperēphanois antitassetai, tapeinois de didōsi charin. Hē gē hēnomēse dia tous katoikountas autēn; dioti parebēsan ton nomon Kyriou kai dieskedasan, ēllaxan ta prostagmata, diathēkēn aiōnion. Pantes gar anthrōpoi hoi ex aiōnos tēn oikoumenēn oikēsantes, Hellēnes homou kai barbaroi, ton physikon nomon pareilēphotes kai ta prostagmata tou Theou tais heautōn psychais echontes engegrammena, tēn te diathēkēn tēn ex aiōnos en tais koinais ennoiais hypodedegmenoi, kapeita heautous tois para physin hamartēmasi ekdedōkotes, parabatai tou physikou gegonasi nomou.
“Behold, the Lord is destroying the whole world, and will make it desolate, and will uncover its face.” For since “the earth is the Lord’s, and its fullness,” he, as one who cares for all people, declares to the world what concerns the judgment of God that is to overtake all people, “on the day when God will judge the secrets of men,” “and he will scatter those who dwell in it.” Or, according to Aquila and Theodotion, he disperses some to one place and others to another, in proportion to each one’s deeds; for there are “many dwellings” with the Father, and God’s world is great and vast, so that it can receive even all the souls that have lived on earth since the beginning: the impious being allotted Hades and the dwelling under the earth, dark and unseen recesses, according to the saying, “They shall go into the lowest parts of the earth; they shall be given over to the hands of the sword; they shall be portions for foxes”; and the godly being “caught up in the clouds to meet the Lord in the air, and so” being “always with the Lord.” “And the people shall be as the priest, and the servant as the master, and the maidservant as the mistress. The buyer shall be as the seller, and the lender as the borrower, and the debtor as the one to whom he owes”: the prophetic word signifying the manner of the resurrection of the dead. For when the bodies hidden in the earth are uncovered, those who are being judged will all stand equally before the judgment seat of the great Judge, so that those who in mortal life once seemed to have more, whether in rank or birth or wealth, will not differ from the poorer. For then all will stand equally before the judgment seat of Christ: the people like the priest, and all alike; since there is no partiality with God. Therefore it is said in Job: “Small and great are there, and the servant not fearing his master.” “The earth shall be utterly destroyed, and the earth shall be utterly plundered; for the mouth of the Lord has spoken these things. The earth mourned and the world was destroyed; the lofty of the earth mourned.” For since a declaring voice of God has been uttered through the prophet, these things will happen to those who have obtained the worse lot, whom he calls “earth” because of their earthly mind. For as it was once said to Adam, “You are earth, and to earth you shall go,” so also the punishment of destruction has been threatened against those who at the time of God’s judgment will be found lovers of pleasure and lovers of the body, and therefore earthly and fleshly. Who the mourning earth and the destroyed world are, he makes clear by adding: “The lofty of the earth mourned”; for the wrath of God will pursue these most of all, since he opposes the proud but gives grace to the humble. “The earth acted lawlessly because of those who dwell in it; because they transgressed the law of the Lord and scattered it, they changed the ordinances, the everlasting covenant.” For all people who have inhabited the world since the beginning, Greeks and barbarians together, having received the natural law and having the ordinances of God written on their souls, and having taken in the covenant that is from the beginning in their common notions, and then having given themselves up to sins against nature, have become transgressors of the natural law.
24.2PG 24:257–265
Διὸ δὴ εὐλόγως παραστήσονται τῷ θείῳ δικαστηρίῳ, κριθησόμενοι ὡς λόγον ὑφέξοντες τῆς ἑαυτῶν παραβάσεως. Διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν. Διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται φωνὴ κιθάρας. Ἠσχύνθησαν, οὐκ ἔπινον οἶνον· πικρὸν ἐγίνετο τὸ σίκερα τοῖς πίνουσιν· ἡρημώθη πᾶσα πόλις· κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. "Ωσπερ δὲ ἐν ἀρχῇ τῆς κοσμοποιίας, μήπω ἁμαρτίας ὑποστάσης, ηὐλόγησεν ὁ Θεὸς τὸν ἄνθρωπον, οὕτως ἐπὶ συντελείᾳ τῶν αἰώνων. Οὐδὲ γὰρ πάντας στενάξειν φησὶ τοὺς ἐν τῷ παρόντι βίῳ, ἀλλ᾽ ἢ τοὺς τὴν πλατείαν καὶ εὐρύχωρον ὡδευκότας, οἰνοφλυγίαις καὶ ἀσωτίαις τὰ ἑαυτῶν κατατρίψαντας· οἱ καὶ μηκέτι ἔχοντες τὴν τῶν ἡδονῶν ἀπόλαυσιν· ἀλλὰ καὶ ἐλεγχόμενοι ἐφ᾽ αἷς ἔπραξαν αἰσχραῖς καὶ ἀθεμίτοις πράξεσιν, αἰσχύνην καταχεοῦνται. Πολλάκις δὲ ὁ Θεολόγος οἴνου μνημονεύσας, τὴν τῶν ἀνθρώπων τρυφὴν ἠνίξατο, ἢ τὸ τῆς κακίας μίσθωμα καὶ τὸν τῆς ψυχῆς κάρον, παρατρέποντα τὴν διάνοιαν τῶν ὀρθῶν καὶ κατὰ φύσιν λογισμῶν· οὗ μεθύσματος ὥσπερ διανήψαντες οἱ τότε κολαζόμενοι, φωνὰς ἀφήσουσι καὶ βοὰς πενθικάς. Ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῆ· πέπαυται πᾶσα εὐφροσύνη, ἀπῆλθε πᾶσα εὐφροσύνη τῆς γῆς. Καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. Ταῦτα πάντα ἔσται ἐν τῇ γῇ, ἐν μέσῳ τῶν ἐθνῶν. Ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτοὺς · καὶ ἐὰν παύσηται ὁ τρυγητός. Ὡς μηδένα περιλειφθῆναι τῶν ἀσεβῶν, ἀλλὰ καὶ μέχρις ἑνὸς τὴν κρίσιν τοῦ Θεοῦ μετελθεῖν. Ὡς γὰρ οἱ τὸν τῆς ἐλαίας καρπὸν ἀναλεγόμενοι καλάμοις εἰώθασι διακρούειν καὶ καταβαλεῖν μέχρι καὶ μιᾶς, εἴπου περιλειφθείη, καὶ ὡς μετὰ τὸν τρυγητὸν ἐπανιόντες τινὲς ἀναλέγονται ῥωγάς τινας βραχεῖς ἢ βότρυας τοὺς παραλειφθέντας· τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀσεβεῖς ἀναλέξονται καὶ μέχρις ἑνὸς, ὡς μηδένα διαφυγεῖν τὴν τοῦ Θεοῦ κρίσιν. Οὗτοι βοῇ φωνήσουσιν. Τίνες δὲ οὗτοι ἀλλ᾿ ἡ οἱ τοῦ κρείττονος τάγματος; Εἶεν δ᾽ ἂν οὗτοι οἱ τῆς παρὰ Θεῷ μεγαλειότητος ἠξιωμένοι. Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου· ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης. Οἱ δὲ τῆς μερίδος γενόμενοι τοῦ Θεοῦ εὐφρανθήσονται ἅμα τῇ δόξῃ τοῦ Κυρίου· τότε γὰρ αὐτὸς ὁ Κύριος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ἐπὶ ταύτῃ τοίνυν τῇ δόξῃ τοῦ ἑαυτῶν Κυρίου εὐφρανθήσονται οἱ πάλαι εἰς αὐτὸν ἠλπικότες. Ἀντὶ δὲ τοῦ, Ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, Ἤχησαν ὕδατα θαλάσσης, Θεοδοτίων ἡρμήνευσε, σημαίνων τὸ μέγεθος τῆς ζωῆς, ᾗ χρήζονται οἱ δοξάζοντες τὸν ἑαυτῶν Κύριον· ἤχω γὰρ θαλάσσης παραβληθήσεται αὐτῶν ἡ φωνή. Διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης. Ταῖς Ἐκκλησίαις δηλαδὴ ταῖς μεταξὺ πάλαι τῶν ἀπίστων ἐθνῶν, ὥσπερ ἐν μέσῳ θαλάσσης, ἀπειλημμέναις, ἐφ᾽ ἂς ἡ δόξα Κυρίου ἐπιλάμψει τότε. Τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται. Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούομεν, ἐλπὶς τῷ εὐσεβεῖ.
Dio dē eulogōs parastēsontai tǭ theiǭ dikastēriǭ, krithēsomenoi hōs logon hyphexontes tēs heautōn parabaseōs. Dia touto ara edetai tēn gēn, hoti hēmartosan hoi katoikountes autēn. Dia touto ptōchoi esontai hoi enoikountes en tę̄ gę̄, kai kataleiphthēsontai anthrōpoi oligoi. Penthēsei oinos, penthēsei ampelos, stenaxousi pantes hoi euphrainomenoi tēn psychēn. Pepautai euphrosynē tympanōn, pepautai phōnē kitharas. Ēschynthēsan, ouk epinon oinon; pikron egineto to sikera tois pinousin; hērēmōthē pasa polis; kleisei oikian tou mē eiselthein. "Ōsper de en archę̄ tēs kosmopoiias, mēpō hamartias hypostasēs, ēulogēsen ho Theos ton anthrōpon, houtōs epi synteleią tōn aiōnōn. Oude gar pantas stenaxein phēsi tous en tǭ paronti biǭ, all᾽ ē tous tēn plateian kai eurychōron hōdeukotas, oinophlygiais kai asōtiais ta heautōn katatripsantas; hoi kai mēketi echontes tēn tōn hēdonōn apolausin; alla kai elenchomenoi eph᾽ hais epraxan aischrais kai athemitois praxesin, aischynēn katacheountai. Pollakis de ho Theologos oinou mnēmoneusas, tēn tōn anthrōpōn tryphēn ēnixato, ē to tēs kakias misthōma kai ton tēs psychēs karon, paratreponta tēn dianoian tōn orthōn kai kata physin logismōn; hou methysmatos hōsper dianēpsantes hoi tote kolazomenoi, phōnas aphēsousi kai boas penthikas. Ololyzete peri tou oinou pantachē; pepautai pasa euphrosynē, apēlthe pasa euphrosynē tēs gēs. Kai kataleiphthēsontai poleis erēmoi, kai oikoi enkataleleimmenoi apolountai. Tauta panta estai en tę̄ gę̄, en mesǭ tōn ethnōn. Hon tropon ean tis kalamēsētai elaian, houtōs kalamēsontai autous ; kai ean pausētai ho trygētos. Hōs mēdena perileiphthēnai tōn asebōn, alla kai mechris henos tēn krisin tou Theou metelthein. Hōs gar hoi ton tēs elaias karpon analegomenoi kalamois eiōthasi diakrouein kai katabalein mechri kai mias, eipou perileiphtheiē, kai hōs meta ton trygēton epaniontes tines analegontai rhōgas tinas bracheis ē botryas tous paraleiphthentas; ton auton tropon kai tous asebeis analexontai kai mechris henos, hōs mēdena diaphygein tēn tou Theou krisin. Houtoi boę̄ phōnēsousin. Tines de houtoi all᾿ hē hoi tou kreittonos tagmatos? Eien d᾽ an houtoi hoi tēs para Theǭ megaleiotētos ēxiōmenoi. Hoi de kataleiphthentes epi tēs gēs euphranthēsontai hama tę̄ doxę̄ Kyriou; tarachthēsetai to hydōr tēs thalassēs. Hoi de tēs meridos genomenoi tou Theou euphranthēsontai hama tę̄ doxę̄ tou Kyriou; tote gar autos ho Kyrios eleusetai en tę̄ doxę̄ tou Patros autou meta dynameōs kai doxēs pollēs. Epi tautę̄ toinyn tę̄ doxę̄ tou heautōn Kyriou euphranthēsontai hoi palai eis auton ēlpikotes. Anti de tou, Tarachthēsetai to hydōr tēs thalassēs, Ēchēsan hydata thalassēs, Theodotiōn hērmēneuse, sēmainōn to megethos tēs zōēs, hę̄ chrēzontai hoi doxazontes ton heautōn Kyrion; ēchō gar thalassēs parablēthēsetai autōn hē phōnē. Dia touto hē doxa Kyriou en tais nēsois estai tēs thalassēs. Tais Ekklēsiais dēladē tais metaxy palai tōn apistōn ethnōn, hōsper en mesǭ thalassēs, apeilēmmenais, eph᾽ as hē doxa Kyriou epilampsei tote. To onoma Kyriou endoxon estai. Kyrie ho Theos Israēl, apo tōn pterygōn tēs gēs terata ēkouomen, elpis tǭ eusebei.
Therefore they will rightly stand before the divine tribunal, to be judged as men who must give account of their own transgression. “Therefore a curse shall devour the earth, because those who dwell in it have sinned. Therefore those who dwell on the earth shall be poor, and few people shall be left. The wine shall mourn, the vine shall mourn, all who are merry of heart shall groan. The mirth of drums has ceased, the sound of the lyre has ceased. They were ashamed, they did not drink wine; strong drink became bitter to those who drink it; every city was made desolate; he will shut a house so that none may enter.” And as at the beginning of the making of the world, when sin did not yet exist, God blessed man, so it will be at the consummation of the ages. For he does not say that all who are in the present life will groan, but only those who have walked the broad and spacious way and wasted their substance in drunkenness and profligacy; they, no longer having the enjoyment of their pleasures, but also being convicted for the shameful and lawless deeds they did, will be covered with shame. Often the Theologian, in mentioning wine, has hinted at human luxury, or at the wages of wickedness and the stupor of the soul which turns the mind aside from right and natural reasonings; those then being punished will come to their senses, as it were, from this drunkenness and will utter cries and shouts of mourning. “Wail for the wine everywhere; all mirth has ceased, all mirth of the earth has departed. And cities shall be left desolate, and abandoned houses shall perish. All these things shall be in the earth, in the midst of the nations. As when one beats an olive tree with rods, so shall they beat them with rods; and if the vintage ceases.” So that none of the impious is left, but the judgment of God reaches even to the last one. For as those who gather the fruit of the olive are accustomed to strike it with rods and knock it down, down to a single olive, if one is left anywhere, and as some, coming back after the vintage, gather any small grapes or clusters that were left behind, in the same way they will gather up the impious too, down to one, so that none escapes the judgment of God. “These shall cry aloud with their voice.” Who are these but those of the better order? These would be those counted worthy of the majesty with God. “But those who are left on the earth shall rejoice together with the glory of the Lord; the water of the sea shall be troubled.” Those who have become God’s portion will rejoice together with the glory of the Lord; for then the Lord himself will come in the glory of his Father with power and great glory. In this glory of their Lord, then, those who of old hoped in him will rejoice. Instead of “the water of the sea shall be troubled,” Theodotion rendered “the waters of the sea resounded,” signifying the greatness of the life which those who glorify their Lord will enjoy; for their voice will be compared to the roar of the sea. “Therefore the glory of the Lord shall be in the islands of the sea”: that is, in the churches, which of old were shut in among the unbelieving nations as in the middle of the sea, and on which the glory of the Lord will then shine forth. “The name of the Lord shall be glorious. O Lord God of Israel, from the wings of the earth we heard wonders, hope for the godly.”
24.3PG 24:257–265
Κατὰ δὲ τὸν Σύμμαχον καὶ Θεοδοτίωνα, Ἀπὸ τῶν πτερύγων τῆς γῆς ψαλμοὺς ἡκούσαμεν· · κατὰ δὲ τὸν ᾿Ακύλαν, μελῳδίας. Οἱ γὰρ τῆς μερίδος τοῦ Θεοῦ, τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες, εὐφραίνονται ἅμα τῇ δόξῃ τοῦ Κυρίου, καὶ εὐφραινόμενοι ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐχαριστηρίους ἀναπέμπουσιν. Εἶτ' ἐπιλέγει, Ἐλπὶς τῷ εὐσεβεῖ. Ἐπειδὴ γὰρ τὰ τοῖς ἀσεβέσι διῆλθεν ἡπειλημένα, ἐξῆς περὶ τῆς μερίδος τῆς Θεοῦ ἐπήγαγεν, ὡς Εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, καὶ ὡς Ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται· · ὡς δὴ τὴν δικαιοκρισίαν τοῦ Θεοῦ παραστήσας, ἀκολούθως ἐπήγαγε τό· Ἐλπὶς τῷ εὐσεβεῖ· · παντὶ γὰρ δικαίῳ καὶ εὐσεβεῖ ἀνδρὶ ἐλπὶς ἀγαθὴ σωτηρίας ἀπόκειται. Καὶ ἐροῦσι· Οὐαὶ τοῖς ἀθετοῦσι, οἱ ἀθετοῦντες τὸν νόμον· · κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται, Ὢ οἴμοι ἀθετοῦντες· ἠθέτησαν. Ὁρᾶς ὅπως συνέπασχον τοῖς ἀπολλυμένοις, καὶ ὑπερήλγουν αὐτῶν οἱ τοῦ Θεοῦ ἄνθρωποι διὰ φιλανθρωπίαν, ὡς εἰς ἑαυτοὺς ἀναστρέφειν τὸν ταλανισμὸν, καὶ λέγειν, ὦ οἴμοι ἐφ᾽ οἷς ἠθέτησαν οἱ παραβάται! Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ᾽ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἀλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Τὴν ἐπισκοπὴν τοῦ Θεοῦ, καὶ τὴν ἐποπτικὴν καὶ τὴν θεωρητικὴν αὐτοῦ τῶν ὅλων δύναμιν αἰνιττόμενος, ἐφορῶσαν τὰ πάντα, ὥσπερ διὰ θυρίδων τοῦ οὐρανοῦ, αἳ δοκοῦσι μὲν κεκλεῖσθαι, ἐπειδὰν τοὺς ἁμαρτάνοντας ἐπὶ γῆς περιέρχεται ὁ Θεὸς, μὴ ἐπεξιὼν τοῖς πλημμελοῦσι· τότε γὰρ ὥσπερ ἀποστραφεὶς, οὐδ᾽ ὁρῶντι τοὺς ἁμαρτάνοντας ἔοικεν. Ἐπειδὰν δὲ κρίνῃ ἐπεξελθεῖν τοῖς ἡμαρτηκόσιν, ὥσπερ ἀναπετάννυνται τοῦ οὐρανοῦ αἱ θυρίδες Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ· ἔκλινε καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, ὡς ὁ μεθύων καὶ κραιπαλῶν. Καὶ ταῦτα πάντα πείσεται ἡ γῆ, τῶν ποτε κατοικησάντων αὐτὴν οὕτω δὴ καλουμένων · τοιαῦτα δὲ φησι πείσεσθαι αὐτοὺς, ὡς ἐοικέναι μεθύουσι καὶ κραιπαλῶσιν ἐκ τῆς τῶν κακῶν ὑπερβολῆς. Καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσε γὰρ ἐπ᾿ αὐτῆς ἡ ἀνομία.» Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα. "Απαξ μὲν γὰρ πεσοῦσα κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ, ἤτοι σάρξ γεώδης καὶ φιλοσώματος ψυχή, οἱ πάλαι τὴν γῆν οἰκήσαντες τῆς καθεξῆς ἀναστάσεως τεύξονται εἰς τὸ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ κομίσασθαι ἕκαστον τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· ἐπειδὰν δὲ κριθέντες ἐκπέσωσι τῆς ἀγαθῆς ἐλπίδος, καὶ ταῖς ἡπειλημέναις κολάσεσι παραδοθῶσι, τὸ τηνικαῦτα τοῦ Θεοῦ ἐκπεσόντες, οὐκέτι ἀναστῆναι δυνήσονται. Ἐν οἷς τὴν συντέλειαν ἐδήλωσε τοῦ παντὸς, ἐν ᾗ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται. Κόσμον δὲ οὐρανοῦ εἴωθε λέγειν ὁ Μωϋσῆς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. Ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα· λέγω δὲ κατὰ τὸν δηλούμενον τῆς τοῦ Θεοῦ κρίσεως καιρόν.
Kata de ton Symmachon kai Theodotiōna, Apo tōn pterygōn tēs gēs psalmous hēkousamen; ; kata de ton ᾿Akylan, melǭdias. Hoi gar tēs meridos tou Theou, tēn dikaian autou krisin apothaumazontes, euphrainontai hama tę̄ doxę̄ tou Kyriou, kai euphrainomenoi hymnous autǭ kai psalmǭdias eucharistērious anapempousin. Eit' epilegei, Elpis tǭ eusebei. Epeidē gar ta tois asebesi diēlthen hēpeilēmena, exēs peri tēs meridos tēs Theou epēgagen, hōs Euphranthēsontai hama tę̄ doxę̄ Kyriou, kai hōs Hē doxa Kyriou en tais nēsois estai; ; hōs dē tēn dikaiokrisian tou Theou parastēsas, akolouthōs epēgage to; Elpis tǭ eusebei; ; panti gar dikaiǭ kai eusebei andri elpis agathē sōtērias apokeitai. Kai erousi; Ouai tois athetousi, hoi athetountes ton nomon; ; kata men ton Akylan eirētai, Ō oimoi athetountes; ēthetēsan. Horas hopōs synepaschon tois apollymenois, kai hyperēlgoun autōn hoi tou Theou anthrōpoi dia philanthrōpian, hōs eis heautous anastrephein ton talanismon, kai legein, ō oimoi eph᾽ hois ēthetēsan hoi parabatai! Phobos kai bothynos kai pagis eph᾽ hymas tous enoikountas epi tēs gēs. Kai estai ho pheugōn ton phobon, empeseitai eis ton bothynon; ho de ekbainōn ek tou bothynou alōsetai hypo tēs pagidos; hoti thyrides ek tou ouranou aneǭchthēsan, kai seisthēsetai ta themelia tēs gēs. Tēn episkopēn tou Theou, kai tēn epoptikēn kai tēn theōrētikēn autou tōn holōn dynamin ainittomenos, ephorōsan ta panta, hōsper dia thyridōn tou ouranou, hai dokousi men kekleisthai, epeidan tous hamartanontas epi gēs perierchetai ho Theos, mē epexiōn tois plēmmelousi; tote gar hōsper apostrapheis, oud᾽ horōnti tous hamartanontas eoiken. Epeidan de krinę̄ epexelthein tois hēmartēkosin, hōsper anapetannyntai tou ouranou hai thyrides Tarachę̄ tarachthēsetai hē gē, kai aporią aporēthēsetai hē gē; ekline kai seisthēsetai hōs opōrophylakion hē gē, hōs ho methyōn kai kraipalōn. Kai tauta panta peisetai hē gē, tōn pote katoikēsantōn autēn houtō dē kaloumenōn ; toiauta de phēsi peisesthai autous, hōs eoikenai methyousi kai kraipalōsin ek tēs tōn kakōn hyperbolēs. Kai peseitai, kai ou mē dynētai anastēnai; katischyse gar ep᾿ autēs hē anomia.» Kai estai en tę̄ hēmerą ekeinę̄, epaxei ho Theos epi ton kosmon tou ouranou tēn cheira. "Apax men gar pesousa kata tēn tou thnētou biou teleutēn hē gē, ētoi sarx geōdēs kai philosōmatos psychē, hoi palai tēn gēn oikēsantes tēs kathexēs anastaseōs teuxontai eis to parastēnai tǭ bēmati tou Christou, kai komisasthai hekaston ta dia tou sōmatos pros ha epraxen, eite agathon, eite kakon; epeidan de krithentes ekpesōsi tēs agathēs elpidos, kai tais hēpeilēmenais kolasesi paradothōsi, to tēnikauta tou Theou ekpesontes, ouketi anastēnai dynēsontai. En hois tēn synteleian edēlōse tou pantos, en hę̄ ho ouranos kai hē gē pareleusontai. Kosmon de ouranou eiōthe legein ho Mōÿsēs ton hēlion kai tēn selēnēn kai tous asteras. Epaxei ho Theos epi ton kosmon tou ouranou tēn cheira; legō de kata ton dēloumenon tēs tou Theou kriseōs kairon.
According to Symmachus and Theodotion, “from the wings of the earth we heard psalms”; according to Aquila, “melodies.” For those of God’s portion, marveling at his just judgment, rejoice together with the glory of the Lord, and in their joy send up to him hymns and psalms of thanksgiving. Then he adds: “Hope for the godly.” For since he has gone through what was threatened against the impious, he next added what concerns God’s portion, that “they shall rejoice together with the glory of the Lord,” and that “the glory of the Lord shall be in the islands”; and so, having set forth the just judgment of God, he fittingly added: “Hope for the godly”; for a good hope of salvation is laid up for every just and godly man. “And they will say: Woe to those who reject, those who reject the law.” According to Aquila it is said: “O alas, rejecters; they have rejected.” You see how the men of God suffered with those who were perishing and grieved exceedingly for them out of love for humankind, so that they turned the lament upon themselves and said: Alas for me, for what the transgressors rejected! “Fear and pit and snare are upon you who dwell on the earth. And he who flees the fear shall fall into the pit; and he who climbs out of the pit shall be caught by the snare; for windows from heaven have been opened, and the foundations of the earth shall be shaken.” He is hinting at God’s oversight, and at his power that watches over and beholds all things, surveying everything as through windows of heaven; these seem to be shut whenever God passes over those who sin on earth and does not proceed against offenders; for then he is like one who has turned away and does not even see the sinners. But when he decides to proceed against those who have sinned, the windows of heaven are, as it were, flung open. “The earth shall be troubled with trouble, and the earth shall be perplexed with perplexity; the earth has bent and shall be shaken like a fruit-watcher’s hut, like one who is drunk and sodden.” And the earth will suffer all these things, those who once inhabited it being so called; and he says they will suffer such things that, from the excess of their evils, they will be like the drunk and sodden. “And it shall fall and shall not be able to rise; for lawlessness has prevailed upon it. And it shall be in that day, God will bring his hand upon the ornament of heaven.” For once the earth—that is, the earthy flesh and the soul that loves the body—has fallen at the end of mortal life, those who once inhabited the earth will obtain the resurrection that follows, so as to stand before the judgment seat of Christ, and each receive what he did through the body, whether good or evil; but when, having been judged, they fall from the good hope and are handed over to the punishments threatened, then, having fallen from God, they will no longer be able to rise. In these words he has shown the consummation of all things, in which heaven and earth will pass away. Moses is accustomed to call the sun and the moon and the stars “the ornament of heaven.” “God will bring his hand upon the ornament of heaven”: I mean at the time of God’s judgment that is indicated.
24.4PG 24:257–265
Καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον, καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. Δοκεῖ μοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου σημαίνειν διὰ τῶν βασιλέων τῆς γῆς· οὕτω γοῦν καὶ ἐν τῷ Δανιὴλ ὁ χρηματίζων αὐτῷ Γαβριὴλ ἐδήλου λέγων· Καὶ ἐξῆλθεν εἰς συνάντησίν μου ἄρχων βασιλείας Μήδων. Τοὺς τοιούτους ἀοράτους τῶν ἐθνῶν βασιλεῖς ἐνταῦθα προειπὼν ὁ λόγος, συναχθήσεσθαι αὐτοὺς φησιν ὑπὸ τῆς χειρὸς τοῦ Θεοῦ, καὶ ἐμβληθήσεσθαι εἰς δεσμωτήριον καὶ ἀποκλεισθήσεσθαι εἰς ὀχύρωμα. Ακόλουθόν μοι γὰρ ἦν τῆς βασιλείας τοῦ Θεοῦ μελλούσης τότε διαλάμπειν, τοῦ τε νέου αἰῶνος ἐπικρατεῖν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, εἰς τὸν προσήκοντα αὐτοὺς καταβληθῆναι λάκκον, ὃν αὐτοὶ ἑαυτοῖς ὥρυξαν. Λάκκον γὰρ πᾶς ἀσεβὴς ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει Κύριος ἐκ Σιὼν καὶ ἐξ Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Ἔδει γὰρ ἡμᾶς ἐν τῷ περὶ συντελείας λόγῳ, καὶ τὰ περὶ τῆς κηρυττομένης τοῦ Σωτῆρος ἡμῶν ἐπουρανίου βασιλείας μαθεῖν, ἥτις ἔσται μετα τὴν καθαίρεσιν τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν. Σιὼν δὲ καὶ Ἱερουσαλήμ πολλάκις εἶναι ἐπουρανίους ἀπὸ τῆς ἀποστολικῆς μαρτυρίας παρεστήσαμεν· ἔνθα ἡ τοῦ Χριστοῦ βασιλεία στήσεται.
Kai epi tous basileis tēs gēs, kai synaxousi synagōgēn autēs eis desmōtērion, kai apokleisousin eis ochyrōma; dia pollōn geneōn episkopē estai autōn. Dokei moi tous archontas tou aiōnos toutou sēmainein dia tōn basileōn tēs gēs; houtō goun kai en tǭ Daniēl ho chrēmatizōn autǭ Gabriēl edēlou legōn; Kai exēlthen eis synantēsin mou archōn basileias Mēdōn. Tous toioutous aoratous tōn ethnōn basileis entautha proeipōn ho logos, synachthēsesthai autous phēsin hypo tēs cheiros tou Theou, kai emblēthēsesthai eis desmōtērion kai apokleisthēsesthai eis ochyrōma. Akolouthon moi gar ēn tēs basileias tou Theou mellousēs tote dialampein, tou te neou aiōnos epikratein tas archas kai tas exousias kai tous kosmokratoras tou skotous toutou, kai ta pneumatika tēs ponērias, eis ton prosēkonta autous katablēthēnai lakkon, hon autoi heautois hōryxan. Lakkon gar pas asebēs ōryxe kai aneskapsen auton, kai empeseitai eis bothron hon eirgasato. Kai takēsetai hē plinthos, kai peseitai to teichos, hoti basileusei Kyrios ek Siōn kai ex Hierousalēm, kai enōpion tōn presbyterōn doxasthēsetai. Edei gar hēmas en tǭ peri synteleias logǭ, kai ta peri tēs kēryttomenēs tou Sōtēros hēmōn epouraniou basileias mathein, hētis estai meta tēn kathairesin tōn archōn kai tōn exousiōn. Siōn de kai Hierousalēm pollakis einai epouranious apo tēs apostolikēs martyrias parestēsamen; entha hē tou Christou basileia stēsetai.
“And upon the kings of the earth; and they shall gather its gathering into a prison, and shut them up in a stronghold; after many generations there shall be a visitation of them.” It seems to me that by the kings of the earth he signifies the rulers of this age; so too in Daniel, Gabriel, who gave him the oracle, made it plain, saying: “And the ruler of the kingdom of the Medes came out to meet me.” Having spoken here beforehand of such invisible kings of the nations, the word says that they will be gathered by the hand of God and cast into prison and shut up in a stronghold. For it seemed to me to follow that, when the kingdom of God was then to shine forth and the new age to prevail, the principalities and the authorities and the world-rulers of this darkness and the spiritual forces of wickedness should be cast down into the pit that befits them, which they dug for themselves. For every impious one “dug a pit and hollowed it out, and will fall into the ditch which he made.” “And the brick shall melt, and the wall shall fall, for the Lord shall reign from Zion and from Jerusalem, and shall be glorified before the elders.” For in the discourse on the consummation we had also to learn about the heavenly kingdom of our Savior that is proclaimed, which will come after the overthrow of the principalities and the authorities. We have often shown from the apostolic testimony that Zion and Jerusalem are heavenly; there the kingdom of Christ will be established.
Chapter 25
25.1PG 24:265–269
Κύριε ὁ Θεὸς ἡμῶν, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν, ἀληθινήν· γένοιτο, Κύριε.» Ταῦτά φησι σπεύδων ὥσπερ καὶ ἐπιθυμῶν ᾗ τάχος ἐπιστῆναι τὸ τῶν ἀγαθῶν τέλος. Νοήσομεν δὲ ὅπως ἦν ἀρχαία ἡ βουλὴ αὕτη, ἐπιστήσαντες τῇ φωνῇ τοῦ Σωτῆρος, τῇ λεγούσῃ τοῖς εἰς τὰ δεξιὰ στησομένοις αὐτοῦ · Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ ὁ Ἀπόστολος δὲ ἐντεῦθεν ὀρμώμενος ἔγραφε · Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἑαυτῷ. ᾿Αρχαία τοίνυν ἦν αὕτη βουλή. Καὶ ταῦτ᾽ ἦν ἀληθῶς τὰ θαυμαστὰ πράγματα τὰ προωρισμένα μου πρὸ καταβολῆς κόσμου, ἐπὶ συντελείᾳ δὲ τῶν αἰώνων πληρωθησόμενα. ᾿Αρχαία μὲν οὖν ἦν ἡ βουλὴ αὕτη διὰ τὴν πρόγνωσιν καὶ προορισμὸν τοῦ Θεοῦ· ἀληθινὴ δὲ διὰ τὴν τοῦ τέλους ἔκβασιν. Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. Τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Διὰ τοῦτο εὐλογεῖ σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνδρῶν ἀδικουμένων εὐλογήσουσί σε. Καὶ ἐπὶ τούτοις οὖν, φησὶ, δοξάσω σε, ὅτι τῶν ἀσεβῶν περιεῖλες τὰς πόλεις, ἀφανίσας αὐτῶν τὰς ἀθέους πολιτείας καὶ τὰ ἀσεβῆ οἰκοδομήματα. Οι γε μὴν, διασωθέντες ἐξ αὐτῶν ἐκείνων, εὐλογήσουσί σε· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, δοξάσουσί σε. Εἰσὶ δὲ οὗτοι ὁ λαὸς διὰ σὲ πτωχεύσας κατὰ τὸν πρότερον αἰῶνα, καὶ πόλεις τῶν πάλαι ἀδικουμένων, οὓς ἠδίκουν οἱ διῶκται τῆς θεοσεβείας. Οὗτοι εὐλογήσουσί σε ἐν τῇ Ἐκκλησίᾳ σου ἐν διαφόροις πολιτεύμασι ἐξετασθέντες καὶ δικαίως εὐλογήσουσι. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη · ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων άδικουμένων. Εὐλογήσουσί σε, ὡς ἄνθρωποι διψῶντες ἐν Σιών ὅτι ῥύσῃ αὐτοὺς ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας. Καὶ ὅτε ἦσαν ταπεινοὶ καὶ ἐν ἀθυμίᾳ καὶ ἐν ἐνδείᾳ πάσης τρυφῆς μεταξὺ τῶν φαύλων ἀναστρεφόμενοι, σὺ αὐτῶν ἦσθα βοηθὸς καὶ σκέπη· ἀλλὰ καὶ διψώντων κατ' ἐκεῖνο καιροῦ, ὡς λέγειν, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν καὶ ζῶντα, σὺ πάλιν ἦσθα πηγὴ, δροσίζων αὐτοὺς καὶ ποτίζων τῇ τοῦ ἁγίου Πνεύματος ἐπιῤῥοῇ, καὶ σὺ τῆς ὀλιγοψυχίας αὐτοὺς ἀνεκτῶ, ἐνισχύων αὐτοὺς τῇ δυνάμει τοῦ μονογενοῦς σου Λόγου. Ἵνα δὲ μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι ὑπολάβωσιν Ἰουδαίων παῖδες, ἀναγκαίως τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν τοῦ Χριστοῦ χάριν ἐπιφέρει λέγων· Καὶ ποιήσει ὁ Κύριος Σαβαώθ πᾶσι τοῖς ἔθνεσι ἐπὶ τὸ ὄρος τοῦτο. Τί δὲ ποιήσει; κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς, πότον, ἑξῆς εἴρηται· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, Πίονται, φησὶν, εὐφροσύνην, πίονται οἶνον. Συμπόσιον τοίνυν οὐ τῷ Ἰσραὴλ, οὐδὲ τῷ Ἰουδαίων λαῷ, πᾶσι δὲ τοῖς ἔθνεσι παρασκευάσειν τὸν Κύριον ἐν τούτοις θεσπίζει, οὐκ ἐν κοιλώμασιν, οὐδὲ ἐν φάραγξιν, οὐδὲ ἐν πεδιάσιν ἀλλ' οὐδὲ ἐν πολλοῖς ὄρεσιν, οὐδ᾽ ὡς ἔτυχεν ἑνὸς ὄρους·
Kyrie ho Theos hēmōn, doxasō se, hymnēsō to onoma sou, hoti epoiēsas thaumasta pragmata, boulēn archaian, alēthinēn; genoito, Kyrie.» Tauta phēsi speudōn hōsper kai epithymōn hę̄ tachos epistēnai to tōn agathōn telos. Noēsomen de hopōs ēn archaia hē boulē hautē, epistēsantes tę̄ phōnę̄ tou Sōtēros, tę̄ legousę̄ tois eis ta dexia stēsomenois autou ; Deute, hoi eulogēmenoi tou Patros mou, klēronomēsate tēn hētoimasmenēn hymin basileian apo katabolēs kosmou. Kai ho Apostolos de enteuthen ormōmenos egraphe ; Kathōs exelexato hēmas en autǭ pro katabolēs kosmou, einai hēmas hagious kai amōmous katenōpion autou en agapę̄, proorisas hēmas eis huiothesian heautǭ. ᾿Archaia toinyn ēn hautē boulē. Kai taut᾽ ēn alēthōs ta thaumasta pragmata ta proōrismena mou pro katabolēs kosmou, epi synteleią de tōn aiōnōn plērōthēsomena. ᾿Archaia men oun ēn hē boulē hautē dia tēn prognōsin kai proorismon tou Theou; alēthinē de dia tēn tou telous ekbasin. Hoti ethēkas poleis eis chōma, poleis ochyras, tou pesein autōn ta themelia. Tōn asebōn polis ton aiōna ou mē oikodomēthę̄. Dia touto eulogei se ho laos ho ptōchos, kai poleis andrōn adikoumenōn eulogēsousi se. Kai epi toutois oun, phēsi, doxasō se, hoti tōn asebōn perieiles tas poleis, aphanisas autōn tas atheous politeias kai ta asebē oikodomēmata. Oi ge mēn, diasōthentes ex autōn ekeinōn, eulogēsousi se; ē kata tous loipous hermēneutas, doxasousi se. Eisi de houtoi ho laos dia se ptōcheusas kata ton proteron aiōna, kai poleis tōn palai adikoumenōn, hous ēdikoun hoi diōktai tēs theosebeias. Houtoi eulogēsousi se en tę̄ Ekklēsią sou en diaphorois politeumasi exetasthentes kai dikaiōs eulogēsousi. Egenou gar pasę̄ polei tapeinę̄ boēthos, kai tois athymēsasi di' endeian skepē ; apo anthrōpōn ponērōn rhysę̄ autous; skepē dipsōntōn, kai pneuma anthrōpōn adikoumenōn. Eulogēsousi se, hōs anthrōpoi dipsōntes en Siōn hoti rhysę̄ autous apo anthrōpōn asebōn, hois hēmas paredōkas. Kai hote ēsan tapeinoi kai en athymią kai en endeią pasēs tryphēs metaxy tōn phaulōn anastrephomenoi, sy autōn ēstha boēthos kai skepē; alla kai dipsōntōn kat' ekeino kairou, hōs legein, Edipsēsen hē psychē mou pros ton Theon ton ischyron kai zōnta, sy palin ēstha pēgē, drosizōn autous kai potizōn tę̄ tou hagiou Pneumatos epirrhoę̄, kai sy tēs oligopsychias autous anektō, enischyōn autous tę̄ dynamei tou monogenous sou Logou. Hina de mē peri autōn tauta legesthai hypolabōsin Ioudaiōn paides, anankaiōs tēn eis panta ta ethnē chytheisan tou Christou charin epipherei legōn; Kai poiēsei ho Kyrios Sabaōth pasi tois ethnesi epi to oros touto. Ti de poiēsei? kata men tous loipous hermēneutas, poton, hexēs eirētai; kata de tous Hebdomēkonta, Piontai, phēsin, euphrosynēn, piontai oinon. Symposion toinyn ou tǭ Israēl, oude tǭ Ioudaiōn laǭ, pasi de tois ethnesi paraskeuasein ton Kyrion en toutois thespizei, ouk en koilōmasin, oude en pharanxin, oude en pediasin all' oude en pollois oresin, oud᾽ hōs etychen henos orous;
“O Lord our God, I will glorify you, I will sing praise to your name, for you have done wonderful things, an ancient counsel, true. So be it, Lord.” He says these things in haste, as though longing for the consummation of good things to come as quickly as possible. We shall understand how this counsel was ancient by attending to the voice of the Savior, which says to those who will stand on his right: “Come, you blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world.” And the Apostle, starting from this, wrote: “Even as he chose us in him before the foundation of the world, that we should be holy and blameless before him in love, having predestined us to adoption as sons to himself.” This, then, was the ancient counsel. And these were truly the wonderful things foreordained before the foundation of the world, but to be fulfilled at the consummation of the ages. This counsel, then, was ancient because of the foreknowledge and predestination of God, and true because of the outcome at the end. “For you have made cities a heap, strong cities, so that their foundations fall. The city of the impious shall never be built. Therefore the poor people bless you, and cities of wronged men will bless you.” For these things too, then, he says, I will glorify you, that you have removed the cities of the impious, destroying their godless commonwealths and impious buildings. And those who were saved out of them will bless you, or, according to the other translators, will glorify you. These are the people who became poor for your sake in the former age, and the cities of those who were wronged of old, whom the persecutors of godliness wronged. These will bless you, being found in your church in various communities, and they will rightly bless you. “For you became a helper to every humble city, and a shelter to those disheartened through want; you will deliver them from evil men; a shelter of the thirsty and a breath of wronged men.” They will bless you, as thirsting men in Zion, because you will deliver them from impious men, to whom you handed us over. And when they were humble and disheartened and in want of every delight, living among the wicked, you were their helper and shelter; and when they thirsted at that time, so as to say, “My soul thirsted for God, the mighty and living,” you again were a spring, refreshing them with dew and giving them drink by the outpouring of the Holy Spirit, and you revived them from their faintheartedness, strengthening them by the power of your only-begotten Word. And so that the children of the Jews may not suppose that these things are said about them, he necessarily adds the grace of Christ that was poured out on all the nations, saying: “And the Lord Sabaoth will make for all the nations on this mountain.” What will he make? According to the other translators, “a drinking-feast” is said next; but according to the Seventy, “They shall drink gladness,” he says, “they shall drink wine.” In these words, then, he prophesies that the Lord will prepare a banquet not for Israel, nor for the Jewish people, but for all the nations; not in hollows, nor in valleys, nor in plains, nor even on many mountains, nor on any chance mountain,
25.2PG 24:265–269
ἀλλ᾽ ἐν ἐκείνῳ, ὅπερ δεικνὺς ἔλεγεν · «Ὅτι βασιλεύσει Κύριος ἐν ὄρεσι, καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται. Ἐν γὰρ τῷ ὄρει τῆς ἑαυτοῦ βασιλείας, ἐν ᾧ καὶ τὴν δόξαν ἑαυτοῦ τοῖς ἑαυτοῦ πρεσβυτέροις παρέξει, καὶ τοῖς ἔθνεσι τὸ συμπόσιον παρασκευάσας, τὸ τῆς ἀθανασίας αὐτοῖς ποτὸν δωρήσεται. Παρίστησι δὲ τὸ ὄρος ὁ ᾿Απόστολος εἰπών Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλήμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἐνταῦθα τοίνυν γενόμενοι, οὐχ ὁ Ἰσραὴλ, ἀλλ᾽ οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν πίονται εὐφροσύνην, καὶ πίονται τὸν ἐκ τῆς ἀληθινῆς ἀμπέλου οἶνον, περὶ οὗ ὁ Σωτὴρ ἔλεγε · · Οὐ μὴν πίω αὐτὸν, ἕως ἂν πίω αὐτὸν καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Τούτων δὲ εἰκόνας ἡμῖν καὶ σύμβολα ἐν τοῖς μυστηρίοις τῆς καινῆς Διαθήκης διὰ τοῦ μυστικοῦ χρίσματος καὶ τοῦ σωτηρίου αἵματος ὁ εὐαγγελικὸς παραδέδωκε λόγος · ἵνα, ἐν τούτοις δοκιμασθέντες, καὶ τῶν κρειττόνων μεταλάβωμεν · ὁ γὰρ Ἰσραὴλ οὐκ ἄξιος τούτων. Ωσπερ δέ τις παρακαταθήκην ἐν μέτρῳ παραδίδωσι, οὕτω, φησὶ, τὸν περὶ τῶν λεχθέντων μυστικὸν λόγον παράδος πᾶσι τοῖς ἔθνεσι · καὶ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου · τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε. Τότε τοίνυν, ὅτε τῷ Υἱῷ τοῦ Θεοῦ οἱ ἅγιοι συμβασιλεύσουσιν, αὐτὸς ὁ θάνατος ὁ πάλαι καταπίνων αὐτοὺς, πάντως καταποθήσεται. ᾿Αντὶ δὲ τοῦτου ἔσται ἡ χρίσις ἡ κεχρισμένη εἰς πάντα τὰ ἔθνη. Χρισθέντες γὰρ τῷ χρίσματι, οὐκέτι γενήσονται ὑποχείριοι τῷ θανάτῳ· ἀθανασίας δὲ καὶ ζωῆς αἰωνίου μετέχοντες, τὸν θάνατον ἀνενέργητον καὶ ὥσπερ νεκρὸν καταστήσουσι. ᾿Αλλ' ὁμῶς ὁ φιλάνθρωπος τῶν ἀνθρώπων Σωτὴρ, ῥυσάμενος τοῦ θανάτου τὰς τῶν ἀνθρώπων ψυχὰς, τῆς τε πολυθέου καὶ δαιμονικῆς πλάνης ἐλευθερώσας, ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ὄνειδος δὲ ἦν τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ἡ κρατήσασα αὐτῶν εἰδωλολατρεία · ὅπερ ὄνειδος ἀφεῖλεν ὁ Θεὸς, καὶ τὸ ἐπὶ τούτῳ δάκρυον, τῶν διὰ τὴν φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαιομένων ἀπώλειαν. Ὄνειδος γὰρ ἦν οὐ μικρὸν τοῖς κατ' εἰκόνα τοῦ Θεοῦ πεποιημένοις τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς καὶ θανάτῳ ὑποβληθῆναι. ᾿Αλλ' ἀρθήσεται τὸ ὄνειδος, τοῦ μὲν θανάτου καταργηθέντος καὶ τοῦ σκότους ἀφανισθέντος · τῆς δὲ τοῦ Χριστοῦ βασιλείας αἰωνίῳ ζωῇ διαλαμπούσης, ἀπολαύσουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν μὲν προτέρων ἠλευθερωμένοι κακῶν, τῶν δὲ ἐπαγγελιῶν Θεοῦ καταξιωθησόμενοι. Καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ᾽ ᾧ ἠλπίζομεν, καὶ σώσει ἡμᾶς. Οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. Ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καταποθέντος τοῦ θανάτου κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, οἱ τοῦ νέου αἰῶνος υἱοὶ τῇ ἡμέρᾳ ἐκείνῃ εὐχαριστήριον ἄσουσιν ᾠδὴν, ὁρῶντες ἐν δόξῃ τὸν ἑαυτῶν Σωτῆρα, καὶ ἐροῦσιν ·
all᾽ en ekeinǭ, hoper deiknys elegen ; «Hoti basileusei Kyrios en oresi, kai enōpion tōn presbyterōn autou doxasthēsetai. En gar tǭ orei tēs heautou basileias, en hǭ kai tēn doxan heautou tois heautou presbyterois parexei, kai tois ethnesi to symposion paraskeuasas, to tēs athanasias autois poton dōrēsetai. Paristēsi de to oros ho ᾿Apostolos eipōn Proselēlythate Siōn orei, kai polei Theou zōntos Hierousalēm epouraniǭ, kai myriasin angelōn panēgyrei, kai Ekklēsią prōtotokōn apogegrammenōn en ouranois. Entautha toinyn genomenoi, ouch ho Israēl, all᾽ hoi ex hapantōn tōn ethnōn kataxioumenoi tōn epangeliōn piontai euphrosynēn, kai piontai ton ek tēs alēthinēs ampelou oinon, peri hou ho Sōtēr elege ; ; Ou mēn piō auton, heōs an piō auton kainon meth' hymōn en tę̄ basileią tōn ouranōn. Chrisontai myron en tǭ orei toutǭ. Parados tauta panta tois ethnesin; hē gar boulē hautē epi panta ta ethnē. Toutōn de eikonas hēmin kai symbola en tois mystēriois tēs kainēs Diathēkēs dia tou mystikou chrismatos kai tou sōtēriou haimatos ho euangelikos paradedōke logos ; hina, en toutois dokimasthentes, kai tōn kreittonōn metalabōmen ; ho gar Israēl ouk axios toutōn. Ōsper de tis parakatathēkēn en metrǭ paradidōsi, houtō, phēsi, ton peri tōn lechthentōn mystikon logon parados pasi tois ethnesi ; kai gar boulē hautē epi panta ta ethnē. Katepien ho thanatos ischysas, kai palin apheilen ho Theos pan dakryon apo pantos prosōpou ; to oneidos tou laou apheilen apo pasēs tēs gēs; to gar stoma Kyriou elalēse. Tote toinyn, hote tǭ Huiǭ tou Theou hoi hagioi symbasileusousin, autos ho thanatos ho palai katapinōn autous, pantōs katapothēsetai. ᾿Anti de toutou estai hē chrisis hē kechrismenē eis panta ta ethnē. Christhentes gar tǭ chrismati, ouketi genēsontai hypocheirioi tǭ thanatǭ; athanasias de kai zōēs aiōniou metechontes, ton thanaton anenergēton kai hōsper nekron katastēsousi. ᾿All' homōs ho philanthrōpos tōn anthrōpōn Sōtēr, rhysamenos tou thanatou tas tōn anthrōpōn psychas, tēs te polytheou kai daimonikēs planēs eleutherōsas, apheile pan dakryon apo pantos prosōpou. Oneidos de ēn tou laou tou ex ethnōn hē kratēsasa autōn eidōlolatreia ; hoper oneidos apheilen ho Theos, kai to epi toutǭ dakryon, tōn dia tēn philanthrōpian tēn tōn tosoutōn psychōn apoklaiomenōn apōleian. Oneidos gar ēn ou mikron tois kat' eikona tou Theou pepoiēmenois to ekpesein tēs aiōniou zōēs kai thanatǭ hypoblēthēnai. ᾿All' arthēsetai to oneidos, tou men thanatou katargēthentos kai tou skotous aphanisthentos ; tēs de tou Christou basileias aiōniǭ zōę̄ dialampousēs, apolausousin hoi ex hapantōn tōn ethnōn tōn men proterōn ēleutherōmenoi kakōn, tōn de epangeliōn Theou kataxiōthēsomenoi. Kai erousi tę̄ hēmerą ekeinę̄; Idou ho Theos hēmōn eph᾽ hǭ ēlpizomen, kai sōsei hēmas. Houtos Kyrios, hypemeinamen autǭ kai ēgalliōmetha, kai euphranthēsometha epi tę̄ sōtērią hēmōn. Anapausin dōsei ho Theos epi to oros touto. Katapothentos tou thanatou kata ton tēs anastaseōs kairon, hoi tou neou aiōnos huioi tę̄ hēmerą ekeinę̄ eucharistērion asousin ǭdēn, horōntes en doxę̄ ton heautōn Sōtēra, kai erousin ;
but on that one which he pointed out when he said: “For the Lord shall reign on the mountains, and shall be glorified before his elders.” For on the mountain of his own kingdom, on which he will also show his glory to his elders, he will prepare the banquet for the nations and give them the drink of immortality. The Apostle presents this mountain when he says: “You have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal gathering, and to the church of the firstborn enrolled in heaven.” Having come there, then, not Israel but those from all the nations who are counted worthy of the promises will drink gladness, and will drink the wine from the true vine, of which the Savior said: “I will not drink it until I drink it new with you in the kingdom of heaven.” “They shall anoint themselves with ointment on this mountain. Deliver all these things to the nations; for this counsel is upon all the nations.” Of these things the gospel word has handed down to us images and symbols in the mysteries of the new covenant, through the mystic chrism and the saving blood, so that, having been proved in these, we may also partake of the greater things; for Israel is not worthy of them. As one hands over a deposit in measure, so, he says, deliver the mystic teaching about what has been said to all the nations; for this counsel is upon all the nations. “Death, having prevailed, swallowed up; and again God took away every tear from every face; he took away the reproach of the people from all the earth; for the mouth of the Lord has spoken.” Then, therefore, when the saints reign together with the Son of God, death itself, which of old swallowed them up, will be wholly swallowed up. In its place will be the anointing with which all the nations have been anointed. For anointed with the chrism, they will no longer be subject to death; but sharing in immortality and eternal life, they will make death inactive and, as it were, dead. Yet the Savior, the lover of mankind, having rescued human souls from death and freed them from polytheistic and demonic error, took away every tear from every face. The reproach of the people from the nations was the idolatry that had ruled them; this reproach God took away, and the tears over it, of those who out of love for humankind wept for the destruction of so many souls. For it was no small reproach for those made in the image of God to fall from eternal life and be subjected to death. But the reproach will be removed, death being abolished and darkness done away; and as the kingdom of Christ shines forth with eternal life, those from all the nations will enjoy it, freed from their former evils and counted worthy of the promises of God. “And they will say in that day: Behold our God, in whom we hoped, and he will save us. This is the Lord; we waited for him, and we rejoiced, and we shall be glad in our salvation. God will give rest on this mountain.” When death has been swallowed up at the time of the resurrection, the sons of the new age will on that day sing a song of thanksgiving, seeing their Savior in glory, and will say:
25.3PG 24:265–269
Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ᾽ ᾧ ἡλπίζομεν. Πάλαι μὲν γὰρ αὐτὸν ἐν ἐλπίσιν εἴχομεν, πιστεύοντες ταῖς θείαις περὶ αὐτοῦ διδασκαλίαις· νῦν δὲ καὶ ὀφθαλμοῖς ὁρῶμεν αὐτὸν, διὸ ὑπεμένομεν πάλαι τὰ ἐπιόντα ἡμῖν λυπηρά. Καὶ οἱ μὲν ταῦτα ἐροῦσιν· ὁ δὲ ἀνάπαυσιν αὐτοῖς δώσει ἐν τῷ προλεχθέντι τῆς βασιλείας αὐτοῦ ὄρει. Καὶ καταπατηθήσεται ἡ Μωαβίτις, ὂν τρόπον πατοῦσιν ἄλωνα ἐν ἁμάξαις. Καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὂν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ, ἐφ᾽ ἃ τὰς χεῖρας ἐπέβαλε, καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου ταπεινώσει · καὶ καταβήσεται ἕως τοῦ ἐδάφους. Οἶμαι δὲ ἐνταῦθα Μωάβ λέγεσθαι τὸν πονηρὸν δαίμονα, καὶ τὴν ἀντικειμένην δύναμιν, τὴν πάλαι παρὰ τοῖς Μωαβίταις ὡς θεὸν τιμωμένην· ἥτις ἐπειδὴ μέγα ἐφρόνει, κατεπαιρομένη τοῦ Θεοῦ Ἰσραὴλ, καὶ τὸ ὑφ᾽ ἑαυτὴν ἔθνος ἐπιτρίβουσα, ὡς καὶ ἐπ᾿ αὐτοῦ Μωϋσέως τοιαῦτα τολμῆσαι, ὡς ἐκπορνεῦσαι τὸν λαὸν καὶ τελεσθῆναι τῷ Βεελφεγώρ· τοῦτο δὲ ἦν τὸ τῶν Μωαβιτῶν εἴδωλον· τούτου χάριν τὰ προκείμενα ὡς περί δεινῆς τινος καὶ θεομάχου δυνάμεως προπεφήτευται.
Idou ho Theos hēmōn eph᾽ hǭ hēlpizomen. Palai men gar auton en elpisin eichomen, pisteuontes tais theiais peri autou didaskaliais; nyn de kai ophthalmois horōmen auton, dio hypemenomen palai ta epionta hēmin lypēra. Kai hoi men tauta erousin; ho de anapausin autois dōsei en tǭ prolechthenti tēs basileias autou orei. Kai katapatēthēsetai hē Mōabitis, on tropon patousin alōna en hamaxais. Kai anēsei tas cheiras autou, on tropon kai autos etapeinōse tou apolesai. Kai tapeinōsei tēn hybrin autou, eph᾽ ha tas cheiras epebale, kai to hypsos tēs kataphygēs tou toichou tapeinōsei ; kai katabēsetai heōs tou edaphous. Oimai de entautha Mōab legesthai ton ponēron daimona, kai tēn antikeimenēn dynamin, tēn palai para tois Mōabitais hōs theon timōmenēn; hētis epeidē mega ephronei, katepairomenē tou Theou Israēl, kai to hyph᾽ heautēn ethnos epitribousa, hōs kai ep᾿ autou Mōÿseōs toiauta tolmēsai, hōs ekporneusai ton laon kai telesthēnai tǭ Beelphegōr; touto de ēn to tōn Mōabitōn eidōlon; toutou charin ta prokeimena hōs peri deinēs tinos kai theomachou dynameōs propephēteutai.
“Behold our God, in whom we hoped.” For of old we had him in hope, believing the divine teachings about him; but now we also see him with our eyes, for which reason we endured of old the painful things that came upon us. And they will say these things; and he will give them rest on the aforesaid mountain of his kingdom. “And Moab shall be trampled, as they tread a threshing floor with wagons. And he will let loose his hands, as he too humbled him, to destroy him. And he will humble his insolence, on which he laid his hands, and he will humble the height of the refuge of the wall; and it shall come down to the ground.” I think that Moab here means the wicked demon and the opposing power that of old was honored as a god among the Moabites; since it was greatly puffed up, exalting itself against the God of Israel and grinding down the nation under it, so that even in the time of Moses himself it dared such things as to make the people commit sexual immorality and be initiated into Baal-Peor—this was the idol of the Moabites—for this reason what is set out here has been prophesied as about some terrible power that fights against God.
Chapter 26
26.1PG 24:269–279
Τῇ ἡμέρᾳ ἐκείνῃ ἄσονται τὸ ἄσμα τοῦτο ἐπὶ γῆς Ἰούδα λέγοντες. Μεθ᾽ ἣν, τοῦ Σωτῆρος ἡμῶν τὴν αὐτοῦ βασιλείαν ἀπειληφότος ἐν τῷ ἐπουρανίῳ ὄρει, οἱ τῶν ἐπαγγελιῶν ἄξιοι ᾄσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ ἐπουράνιον ἆσμα ἐν τῇ ἐπουρανίῳ Ἱερουσαλήμ γενόμενοι, ἣν ἐπὶ τοῦ παρόντος Ἰουδαίαν ὠνόμασεν ὁ λόγος, ἀκολούθως τῇ χώρᾳ τῆς ἐπιγείου Ἱερουσαλήμ. Οὕτω γὰρ ὁμοῦ καὶ τοῖς ἀκροωμένοις τοῦ Ἰουδαίων λαοῦ παισὶ θυμηδίαν τινὰ καὶ προτροπὴν εἰς τὴν τῶν προκειμένων ἐλπίδα παρεἶχεν · ὁμοῦ καὶ τὴν ἀληθινὴν παρέστησε Ἰουδαίαν, τῆς ἐπουρανίου Ἱερουσαλὴμ τὴν χώραν, καὶ τὸ μέγα πλάτος ὧδέ που σημαίνων· ἵν᾿ ὁ μὲν τόπος νοῆται Ἰουδαία, τὸ δὲ ἐν αὐτῇ θεοσεβές πολίτευμα τῶν θείων καὶ εὐαγγελικῶν πνευμάτων ἡ τοῦ Θεοῦ πόλις· ἔνθα γενόμενοι οἱ διὰ τῆς προφητείας δηλούμενοι τῇ ἡμέρᾳ ἐκείνῃ ἄσονται τὸ ἆσμα τὸ ἐπιλεγόμενον. Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῖν θήσει τεῖχος καὶ περίτειχος. Οὐ γὰρ ἦν ἡ κάτω καὶ ἐπὶ γῆς πόλις όχυρὰ, πολλάκις ὑπὸ τῶν πολεμίων ἀλοῦσα, αὕτη δὲ ἀληθῶς ὀχυρὰ τοῦ Θεοῦ τυγχάνει πόλις, καὶ τοῦτ' ἔστι τὸ σωτήριον ἡμῶν. Κατὰ δὲ τὸν Σύμμαχον, Ἐροῦσι δὲ ἄδοντες τὸ ἆσμα, πόλιν ἰσχυρὰν ἔχομεν· · κατὰ δὲ τὸν Σύμμαχον Πόλις κράτους, ἡμῖν σωτήριον. Ἡ δὲ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ, «σωτήριον, καὶ ἀντὶ τοῦ, σωτηρίου, τὸ ὄνομα λευκῶς τοῦ Ἰησοῦ οὕτω περιέχει· αὐτοῖς γὰρ γράμμασιν ὁ Σωτὴρ ἡμῶν Ἑβραϊκῶς γράφεται. Αὐτὸς οὖν ὁ Σωτὴρ ἡμῶν τῶν μακαρίων πόλις, αὐτὸς καὶ τεῖχος αὐτῶν καὶ περίτειχος. ᾿Ανοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν. Μηκέτι γὰρ μηδενὸς ὄντος ἐμποδὼν, ἀκώλυτος καὶ ἀπαραπόδιστος καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῖς γέγονε. Τούτοις δὲ αἴτιον ἡ δικαιοκρισία τοῦ Θεοῦ. Αντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην, ὅτι ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὃς, ταπεινώσας, κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς, πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις ἕως ἑδάφους. ῎Αξια γὰρ τῆς ἐλπίδος τῆς παρὰ σοῦ τεθησαυρισμένης, καὶ ταῦτα λέγω πρὸς σὲ, τὴν ἐπιθυμίαν τῆς ψυχῆς μου. Σὺ γὰρ εἷς, Κύριος, ἡ ἐπιθυμία μου, καὶ ὁ θεῖος ἔρως τῆς ἐμῆς ψυχῆς. Διὸ ἡ ψυχή μου ἐπεθύμησε σε· καὶ αὐτὴ γὰρ ἡ μνήμη τοῦ ὀνόματός σου ἐξίστησιν ἡμῶν τὴν ψυχὴν, καὶ διεγείρει ἐπὶ τὸν σὸν πόθον. Καὶ πατήσουσιν αὐτὰς πόδες πραέων, καὶ ταπεινῶν βήματα. Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ἡ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν. Ἐκ νυκτός ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Οὔτε γὰρ καθεύδειν οἷοί τέ ἐσμεν τοὺς τῆς νυκτὸς καιροὺς, ἀλλὰ καὶ ἡμῶν ἐγρηγορότων τῷ πνεύματι, σὲ τὴν ἐπιθυμίαν ἡμῶν κατὰ νοῦν ἔχομεν. Οὕτως οὖν καὶ αἱ νύχτες ἡμῶν ὡς ἡμέραι πεφωτισμέναι τυγχάνουσιν· ἐπειδή περ τὰ προστάγματά σου καὶ οἱ λόγοι σου ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ἔτι τὰς διατριβάς ποιουμένοις καὶ διὰ νυκτὸς καὶ δι' ἡμέρας ἀντὶ φωτὸς ἐδόθησαν.
Tę̄ hēmerą ekeinę̄ asontai to asma touto epi gēs Iouda legontes. Meth᾽ hēn, tou Sōtēros hēmōn tēn autou basileian apeilēphotos en tǭ epouraniǭ orei, hoi tōn epangeliōn axioi ąsontai en tę̄ hēmerą ekeinę̄ to epouranion asma en tę̄ epouraniǭ Hierousalēm genomenoi, hēn epi tou parontos Ioudaian ōnomasen ho logos, akolouthōs tę̄ chōrą tēs epigeiou Hierousalēm. Houtō gar homou kai tois akroōmenois tou Ioudaiōn laou paisi thymēdian tina kai protropēn eis tēn tōn prokeimenōn elpida pareichen ; homou kai tēn alēthinēn parestēse Ioudaian, tēs epouraniou Hierousalēm tēn chōran, kai to mega platos hōde pou sēmainōn; hin᾿ ho men topos noētai Ioudaia, to de en autę̄ theosebes politeuma tōn theiōn kai euangelikōn pneumatōn hē tou Theou polis; entha genomenoi hoi dia tēs prophēteias dēloumenoi tę̄ hēmerą ekeinę̄ asontai to asma to epilegomenon. Idou polis ochyra, kai sōtērion hēmin thēsei teichos kai periteichos. Ou gar ēn hē katō kai epi gēs polis ochyra, pollakis hypo tōn polemiōn alousa, hautē de alēthōs ochyra tou Theou tynchanei polis, kai tout' esti to sōtērion hēmōn. Kata de ton Symmachon, Erousi de adontes to asma, polin ischyran echomen; ; kata de ton Symmachon Polis kratous, hēmin sōtērion. Hē de Hebraïkē lexis anti tou, «sōtērion, kai anti tou, sōtēriou, to onoma leukōs tou Iēsou houtō periechei; autois gar grammasin ho Sōtēr hēmōn Hebraïkōs graphetai. Autos oun ho Sōtēr hēmōn tōn makariōn polis, autos kai teichos autōn kai periteichos. ᾿Anoixate pylas, eiselthetō laos phylassōn dikaiosynēn, kai phylassōn alētheian. Mēketi gar mēdenos ontos empodōn, akōlytos kai aparapodistos kai eutheia hē hodos autois gegone. Toutois de aition hē dikaiokrisia tou Theou. Antilambanomenos alētheias kai phylassōn eirēnēn, hoti epi soi ēlpisamen, Kyrie, heōs tou aiōnos. Ho Theos ho megas, ho aiōnios, hos, tapeinōsas, katēgages tous enoikountas en hypsēlois, poleis ochyras katabaleis, kai kataxeis heōs hedaphous. ᾿Axia gar tēs elpidos tēs para sou tethēsaurismenēs, kai tauta legō pros se, tēn epithymian tēs psychēs mou. Sy gar heis, Kyrios, hē epithymia mou, kai ho theios erōs tēs emēs psychēs. Dio hē psychē mou epethymēse se; kai autē gar hē mnēmē tou onomatos sou existēsin hēmōn tēn psychēn, kai diegeirei epi ton son pothon. Kai patēsousin autas podes praeōn, kai tapeinōn bēmata. Hodos eusebōn eutheia egeneto, kai pareskeuasmenē hē hodos tōn eusebōn. Hē gar hodos Kyriou krisis. Ēlpisamen epi tǭ onomati sou, kai epi tę̄ mneią hē epithymei hē psychē hēmōn. Ek nyktos orthrizei to pneuma mou pros se, ho Theos; dioti phōs ta prostagmata sou epi tēs gēs. Oute gar katheudein hoioi te esmen tous tēs nyktos kairous, alla kai hēmōn egrēgorotōn tǭ pneumati, se tēn epithymian hēmōn kata noun echomen. Houtōs oun kai hai nychtes hēmōn hōs hēmerai pephōtismenai tynchanousin; epeidē per ta prostagmata sou kai hoi logoi sou hēmin tois epi tēs gēs eti tas diatribas poioumenois kai dia nyktos kai di' hēmeras anti phōtos edothēsan.
“In that day they shall sing this song in the land of Judah, saying.” After that day—when our Savior has received his kingdom on the heavenly mountain—those worthy of the promises will in that day sing the heavenly song, having come to be in the heavenly Jerusalem, which for the present the word called Judea, in keeping with the territory of the earthly Jerusalem. For in this way he at once gave the children of the Jewish people who heard him some delight and encouragement toward the hope of what was set before them, and at the same time presented the true Judea, the territory of the heavenly Jerusalem, signifying here, it seems, its great breadth too; so that the place is understood as Judea, and the godly commonwealth in it of divine and evangelical spirits as the city of God. Having come there, those indicated by the prophecy will in that day sing the song that follows. “Behold, a strong city, and he will make salvation for us a wall and an outer wall.” For the city below, on earth, was not strong, having often been captured by enemies; but this one is truly the strong city of God, and this is our salvation. According to Symmachus: “And they will say, singing the song: We have a strong city”; and according to Symmachus: “A city of might, salvation for us.” And the Hebrew word, in place of “salvation” and “of salvation,” plainly contains the name of Jesus; for our Savior is written in Hebrew with the very same letters. Our Savior himself, then, is the city of the blessed; he himself is also their wall and outer wall. “Open the gates; let a people enter that keeps righteousness and keeps truth.” For since nothing any longer stands in the way, the road has become unhindered and unimpeded and straight for them. And the cause of this for them is the just judgment of God. “Laying hold of truth and keeping peace, for in you, Lord, we have hoped forever. The great God, the eternal, who humbled and brought down those who dwell on high: you will cast down strong cities and bring them down to the ground.” For these things are worthy of the hope stored up from you, and these things I say to you, the desire of my soul. For you alone, Lord, are my desire and the divine love of my soul. Therefore my soul desired you; for the very remembrance of your name carries our soul out of itself and rouses it to longing for you. “And the feet of the meek and the steps of the humble shall tread them. The way of the godly has become straight, and the way of the godly is prepared. For the way of the Lord is judgment. We have hoped in your name and in the remembrance which our soul desires. From the night my spirit rises early to you, O God; for your ordinances are a light on the earth.” For we cannot even sleep through the hours of the night, but as we keep watch in spirit we have you, our desire, in mind. So our nights are lit up like days; since your ordinances and your words were given to us, who still spend our time on earth, as light both by night and by day.
26.2PG 24:269–279
Ταῦθ᾽ ὑπερβαλλούσῃ διαθέσει πρὸς τὸν Θεὸν ἀναφωνήσας ὁ προφήτης, μεταβαίνει ἐφ᾿ ἡμᾶς, παραινῶν τὴν αὐτὴν αὐτῷ βαδίζειν ὁδόν. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ἀσεβής· πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει. Αρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται.» Ταπεινοὶ γὰρ ὄντες οἱ ἀσεβεῖς, καὶ μακρὰν ἀφεστηκότες τῆς γνώσεως τοῦ Θεοῦ, ἐν σκότῳ τῆς αὐτοῦ ἀγνοίας ἐκαλινδοῦντο · ἀλλὰ τῆς καθόλου γνώσεως ἐπιστάσης, θεασάμενοι τὸν ὑψηλὸν βραχίονα οἱ πάλαι αὐτὸν ὡς μὴ ὄντα βλασφημοῦντες, παύσονται τῆς ἀπονοίας αἰσχύνῃ κατεχόμενοι. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον. Αἰνίττεται δὲ τοὺς ἐκ περιτομῆς μὴ καταδεξαμένους τὴν διὰ Χριστοῦ χάριν. Καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται·, ὡς ἂν ἀποφάσει ὑποβληθησομένους τῇ λεγούσῃ· Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπειδὴ τὸ φῶς οὐκ ἐδέξαντο, παραδοθήσονται τῷ πυρὶ καὶ τῷ σκότει. Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἶδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Καλὰ μὲν γὰρ καὶ τὰ ἄλλα παρὰ σοῦ πάντα · τὸ δὲ μέγιστον δῶρον ἡ παρὰ σοῦ, καὶ ἡ πρὸς ἑαυτὸν εἰρήνη τυγχάνει, ἵν᾿ ἀστασίαστοι ὦμεν, καὶ χρονεύουσα πρὸς σὲ διαπαντὸς φυλάττοιτο ἡμῶν ἡ ψυχή. Τοῦτο δ᾽ ἂν γένοιτο, εἰ καταξιώσῃ κτῆμα σαυτοῦ ἴδιον γενέσθαι ἡμᾶς· ἐπεὶ καὶ ἡμεῖς οὐκ ἄλλον τινὰ οἴδαμεν ἢ σὲ, καὶ μόνῳ τῷ ὀνόματί σου τεθαρῥήκαμεν. Ὅτε τοίνυν οὐδένα ἕτερον ἐκεκτήμεθα ἐν τῷ βίῳ ἢ σὲ, εἰκότως ἀντιβολοῦμεν καταξιωθῆναι τῆς σῆς γενέσθαι μερίδος καὶ τοῦ σοῦ κλήρου. Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. Διὰ τοῦτο ἀπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Ἡμεῖς μὲν οὖν, φησὶ, σοὶ ἐσμὲν, Κύριε, καὶ σὺ τὸ ἡμέτερον ὑπάρχεις κτῆμα· οἱ δὲ ταῖς πρὸς θάνατον ἁμαρτίαις ἑαυτοὺς ἐκδόντες, καὶ διὰ τοῦτο νεκροὶ τὰς ψυχὰς γενόμενοι· «ψυχὴ γὰρ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· · τὴν δὲ ἐπηγγελμένην τοῖς ἁγίοις αἰώνιον ζωὴν οὐκ ὄψονται, οὐδὲ ἰατροί ποθεν ἐπιστάντες κατὰ τὸν τῆς κρίσεως καιρὸν δυνήσονται αὐτοῖς ἐπικουρῆσαι πρὸς σωτηρίαν, οὐδ᾽ ἂν ἀναστῆσαι αὐτῶν τὴν πτῶσιν. Οὓς γὰρ σὺ ὁ μέγας καὶ φοβερὸς καὶ δίκαιος κρίτης παρέδωκας ἀπωλείᾳ, τίς ἰατρῶν διασώσασθαι δυνήσεται; Διὰ τοῦτο ἀπήγαγες καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Αντὶ δὲ τοῦ, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν, ὁ Σύμμαχος, πᾶσαν τὴν μνήμην αὐτῶν· · ὁ δὲ ᾿Ακύλας καὶ Θεοδοτίων, · πᾶν τὸ μνημόσυνον αὐτῶν, ἡρμήνευσαν. Ἔδει γὰρ πᾶσαν μνήμην κακίας ἀρθῆναι κατὰ τὸν δηλούμενον τῆς κρίσεως καιρόν. Εἰ δὲ λέγοιτο, πᾶν ἄρσεν αὐτῶν, πολλὴν εἰσάγει τὴν φιλανθρωπίαν ὁ λόγος· ὡς αὐτῶν μὲν ἡμαρτηκότων μὴ μελλόντων ἀφανίζεσθαι, μηδὲ εἰς τὸ παντελὲς ἀπόλλυσθαι· τῶν δὲ γεννημάτων οὕτω δηλουμένων, ὧν ἡ ψυχὴ αὐτῶν γεγέννηκε λογισμῶν πονηρῶν, τούτων ἀφανισμὸν γενήσεσθαί φησιν.
Tauth᾽ hyperballousę̄ diathesei pros ton Theon anaphōnēsas ho prophētēs, metabainei eph᾿ hēmas, parainōn tēn autēn autǭ badizein hodon. Dikaiosynēn mathete, hoi enoikountes epi tēs gēs. Pepautai gar asebēs; pas hos ou mē mathę̄ dikaiosynēn epi tēs gēs, alētheian ou mē poiēsei. Arthētō ho asebēs, hina mē idę̄ tēn doxan Kyriou. Kyrie, hypsēlos sou ho brachiōn, kai ouk ę̄deisan; gnontes de aischynthēsontai.» Tapeinoi gar ontes hoi asebeis, kai makran aphestēkotes tēs gnōseōs tou Theou, en skotǭ tēs autou agnoias ekalindounto ; alla tēs katholou gnōseōs epistasēs, theasamenoi ton hypsēlon brachiona hoi palai auton hōs mē onta blasphēmountes, pausontai tēs aponoias aischynę̄ katechomenoi. Zēlos lēpsetai laon apaideuton. Ainittetai de tous ek peritomēs mē katadexamenous tēn dia Christou charin. Kai nyn pyr tous hypenantious edetai;, hōs an apophasei hypoblēthēsomenous tę̄ legousę̄; Poreuesthe eis to pyr to aiōnion to hētoimasmenon tǭ diabolǭ kai tois angelois autou. Epeidē to phōs ouk edexanto, paradothēsontai tǭ pyri kai tǭ skotei. Kyrie ho Theos hēmōn, eirēnēn dos hēmin; panta gar apedōkas hēmin. Kyrie ho Theos hēmōn, ktēsai hēmas. Kyrie, ektos sou allon ouk oidamen; to onoma sou onomazomen. Kala men gar kai ta alla para sou panta ; to de megiston dōron hē para sou, kai hē pros heauton eirēnē tynchanei, hin᾿ astasiastoi ōmen, kai chroneuousa pros se diapantos phylattoito hēmōn hē psychē. Touto d᾽ an genoito, ei kataxiōsę̄ ktēma sautou idion genesthai hēmas; epei kai hēmeis ouk allon tina oidamen ē se, kai monǭ tǭ onomati sou tetharrhēkamen. Hote toinyn oudena heteron ekektēmetha en tǭ biǭ ē se, eikotōs antiboloumen kataxiōthēnai tēs sēs genesthai meridos kai tou sou klērou. Hoi de nekroi zōēn ou mē idōsin, oude iatroi ou mē anastēsōsi. Dia touto apēgages, kai apōlesas, kai ēras pan arsen autōn. Hēmeis men oun, phēsi, soi esmen, Kyrie, kai sy to hēmeteron hyparcheis ktēma; hoi de tais pros thanaton hamartiais heautous ekdontes, kai dia touto nekroi tas psychas genomenoi; «psychē gar hamartanousa, hautē apothaneitai; ; tēn de epēngelmenēn tois hagiois aiōnion zōēn ouk opsontai, oude iatroi pothen epistantes kata ton tēs kriseōs kairon dynēsontai autois epikourēsai pros sōtērian, oud᾽ an anastēsai autōn tēn ptōsin. Hous gar sy ho megas kai phoberos kai dikaios kritēs paredōkas apōleią, tis iatrōn diasōsasthai dynēsetai? Dia touto apēgages kai apōlesas, kai ēras pan arsen autōn. Anti de tou, kai ēras pan arsen autōn, ho Symmachos, pasan tēn mnēmēn autōn; ; ho de ᾿Akylas kai Theodotiōn, ; pan to mnēmosynon autōn, hērmēneusan. Edei gar pasan mnēmēn kakias arthēnai kata ton dēloumenon tēs kriseōs kairon. Ei de legoito, pan arsen autōn, pollēn eisagei tēn philanthrōpian ho logos; hōs autōn men hēmartēkotōn mē mellontōn aphanizesthai, mēde eis to panteles apollysthai; tōn de gennēmatōn houtō dēloumenōn, hōn hē psychē autōn gegennēke logismōn ponērōn, toutōn aphanismon genēsesthai phēsin.
Having cried out these things to God with surpassing affection, the prophet turns to us, urging us to walk the same road as he. “Learn righteousness, you who dwell on the earth. For the impious one has ceased; everyone who will not learn righteousness on the earth will not do truth. Let the impious one be taken away, that he may not see the glory of the Lord. Lord, your arm is high, and they did not know; but when they know, they will be ashamed.” For the impious, being lowly and standing far off from the knowledge of God, wallowed in the darkness of ignorance of him; but when the universal knowledge has come, those who of old blasphemed him as one who does not exist, beholding his high arm, will cease from their madness, seized by shame. “Zeal will take hold of an uninstructed people.” He is hinting at those of the circumcision who did not accept the grace that comes through Christ. “And now fire will devour the adversaries,” as men who are to be subjected to the sentence that says: “Go into the eternal fire prepared for the devil and his angels.” Since they did not accept the light, they will be handed over to the fire and the darkness. “O Lord our God, give us peace; for you have rendered us all things. O Lord our God, take possession of us. Lord, besides you we know no other; we name your name.” For all the other things that come from you are good too; but the greatest gift is peace from you, and peace with oneself, so that we may be free of discord, and our soul, abiding with you, may be guarded continually. And this would come about if you deign that we become your own possession; since we too know no other than you, and have taken courage in your name alone. Since, then, we have possessed no one else in life but you, we rightly entreat to be counted worthy to become your portion and your inheritance. “But the dead shall not see life, nor shall physicians raise them up. Therefore you led them away, and destroyed them, and took away every male of them.” We, then, he says, are yours, Lord, and you are our possession; but those who have given themselves up to sins unto death, and for this reason have become dead in their souls—“for the soul that sins, it shall die”—will not see the eternal life promised to the saints; nor will physicians, coming from anywhere at the time of the judgment, be able to help them toward salvation, nor raise them from their fall. For those whom you, the great and fearful and just Judge, have handed over to destruction, which of the physicians will be able to save? “Therefore you led away and destroyed, and took away every male of them.” Instead of “and took away every male of them,” Symmachus rendered “all their memory,” and Aquila and Theodotion “all their memorial.” For every memory of wickedness had to be taken away at the time of the judgment that is indicated. But if it is said “every male of them,” the word brings in great love for humankind: as though those who sinned were not themselves to be done away with, nor to perish altogether, but their offspring are indicated in this way, the evil thoughts which their soul has begotten; and he says that these will be done away with.
26.3PG 24:269–279
Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς. Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. · Ἐπειδὴ τὸν περὶ τῆς καθόλου κρίσεως τόπον θεωρεῖ ὁ προφήτης, ὡσανεὶ παρὼν τῇ κρίσει, καὶ τῷ βήματι τοῦ Θεοῦ παρεστὼς, ἐφ᾽ οἷς ὁρᾷ, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δὲ ἱκετεύει, ποτὲ δὲ εὐχαριστεῖ, ποτὲ δὲ τὰς ἀποθησομένας ὑπὸ τοῦ Θεοῦ ἀμοιβὰς τοῖς ἀξίοις διέρχεται. Πάντα δὲ ταῦτα διὰ τῆς αὐτοῦ Γραφῆς καὶ ἡμῖν παραδίδωσιν, ὡς ἂν παιδευοίμεθα διδασκόμενοι πάνθ᾽ ὅσα καὶ αὐτὸς ἐκ τῆς τοῦ θείου Πνεύματος ἐπιλάμψεως ἔγνω. Καὶ νῦν οὖν, φησὶν, ὅτε καιρὸς ἦν, ὦ Κύριε, τὴν στενὴν καὶ τὴν τεθλιμμένην ὁδεύοντες ὑπὲρ τῆς εὐσεβείας ἠγωνιζόμεθα· πλὴν καὶ ἐν ἐκείνῃ τῇ θλίψει οὐκ ἦμέν σου ἀμνήμονες· ὑπ᾿ αὐτῆς δὲ τῆς σῆς μνήμης δυναμούμενοι καρτερῶς ὑπεμένομεν· ὥστε λέγειν «Θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλιμπανόμενοι · καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι. Διὰ ταύτης γοῦν τῆς θλίψεως παιδευόμεθα, εἰδότες, ὅτι ὃν ἀγαπᾷ Κύριος, παιδεύει. Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν · οὕτως ἐγενήθημεν τῷ ᾿Αγαπητῷ σου. Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὅ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται πάντες οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Διὸ πάντα πόνον ὑπομένοντες, ἐοικότες ἦμεν ὠδινούσῃ γυναικὶ, καὶ βοὰς ἀφιούσῃ περὶ αὐτὸ τὸ μέλλειν τὸ κατὰ γαστρὸς κινούμενον εἰς φῶς προἀγειν· οὕτω γὰρ καὶ ἡμεῖς ἐγενήθημεν τῷ σῷ ᾿Αγαπητῷ· τὸν γὰρ μονογενῆ σου Λόγον ἔνδον ἔχοντες ἐν τῇ ἑαυτῶν ψυχῇ, καὶ τὸν ἐκ σοῦ κατασπαρέντα ἡμῖν ἕνθεον φόβον, καὶ δὴ καρτερήσαντες, οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, ἀλλ᾽ ἐτέκομεν πνεῦμα σωτηρίας. Τέλος γὰρ τῆς κυήσεως τοῦ ᾿Αγαπητοῦ σου καὶ τοῦ φόβου αὐτοῦ ἡ σωτηρία ἦν τοῦ ἡμετέρου πνεύματος. Ὅπερ ἀπογεννήσαντες φανερὸν κατεστήσαμεν πᾶσι τοῖς ἐπὶ τῆς γῆς κατοικοῦσιν ἀνθρώποις, ὡς ἂν καὶ αὐτοὶ μαθόντες ὠφεληθεῖεν διὰ τοῦ ζηλῶσαι κυῆσαι καὶ αὐτοὺς ἀπὸ τοῦ φόβου, καὶ ἀποτεκεῖν τὸ αὐτὸ πνεῦμα. Οἱ γὰρ μὴ τοῦτο λαβόντες μηδὲ τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας, ἄλλως δὲ ἄγονοι καὶ ἄκαρποι γενόμενοι, καὶ ἐκπεσοῦνται τῆς παρὰ σοῦ ἐλπίδος · οἱ δέ γε τῆς σῆς μερίδος ὄντες, οἱ διὰ σὲ πᾶσαν θλίψιν ὑπομείναντες, εἰ καὶ μέχρι θανάτου ἀγωνίσαιντο πρὸς τὴν ἁμαρτίαν, οὐδαμῶς τῆς παρὰ σοὶ ζωῆς ἀποπεσοῦνται. ᾿Αναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν· ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. ᾿Αναστήσονται γὰρ οἱ νεκροὶ, ἢ κατὰ τὸν ᾿Ακύλαν, Ζήσονται οἱ τεθνεῶτές σου, ἢ κατὰ τὸν Σύμμαχον καὶ Θεοδοτίωνα, Ζήσονται οἱ νεκροί σου. Νεκροὶ δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες, ἕτεροι ὄντες παρὰ τοὺς λεχθέντας νεκροὺς, περὶ ὧν εἴρητο· · δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἱατροὶ οὐ μὴ ἀναστήσονται;
Prosthes autois kaka, Kyrie, prosthes kaka tois endoxois tēs gēs. Kyrie, en thlipsei emnēsthēmen sou; en thlipsei mikrą hē paideia sou hēmin. ; Epeidē ton peri tēs katholou kriseōs topon theōrei ho prophētēs, hōsanei parōn tę̄ krisei, kai tǭ bēmati tou Theou parestōs, eph᾽ hois horą, pote men exomologeitai, pote de hiketeuei, pote de eucharistei, pote de tas apothēsomenas hypo tou Theou amoibas tois axiois dierchetai. Panta de tauta dia tēs autou Graphēs kai hēmin paradidōsin, hōs an paideuoimetha didaskomenoi panth᾽ hosa kai autos ek tēs tou theiou Pneumatos epilampseōs egnō. Kai nyn oun, phēsin, hote kairos ēn, ō Kyrie, tēn stenēn kai tēn tethlimmenēn hodeuontes hyper tēs eusebeias ēgōnizometha; plēn kai en ekeinę̄ tę̄ thlipsei ouk ēmen sou amnēmones; hyp᾿ autēs de tēs sēs mnēmēs dynamoumenoi karterōs hypemenomen; hōste legein «Thlibomenoi, all᾽ ou stenochōroumenoi; diōkomenoi, all᾽ ouk enkatalimpanomenoi ; kataballomenoi, all᾽ ouk apollymenoi. Dia tautēs goun tēs thlipseōs paideuometha, eidotes, hoti hon agapą Kyrios, paideuei. Kai hōs hē ōdinousa engizei tou tekein, kai epi tę̄ ōdini autēs ekekragen ; houtōs egenēthēmen tǭ ᾿Agapētǭ sou. Dia ton phobon sou, Kyrie, en gastri elabomen, kai ōdinēsamen, kai etekomen pneuma sōtērias sou, ho epoiēsamen epi tēs gēs. Ou pesoumetha, alla pesountai pantes hoi enoikountes epi tēs gēs. Dio panta ponon hypomenontes, eoikotes ēmen ōdinousę̄ gynaiki, kai boas aphiousę̄ peri auto to mellein to kata gastros kinoumenon eis phōs proagein; houtō gar kai hēmeis egenēthēmen tǭ sǭ ᾿Agapētǭ; ton gar monogenē sou Logon endon echontes en tę̄ heautōn psychę̄, kai ton ek sou katasparenta hēmin hentheon phobon, kai dē karterēsantes, ouk esphalēmen tēs elpidos, all᾽ etekomen pneuma sōtērias. Telos gar tēs kyēseōs tou ᾿Agapētou sou kai tou phobou autou hē sōtēria ēn tou hēmeterou pneumatos. Hoper apogennēsantes phaneron katestēsamen pasi tois epi tēs gēs katoikousin anthrōpois, hōs an kai autoi mathontes ōphelētheien dia tou zēlōsai kyēsai kai autous apo tou phobou, kai apotekein to auto pneuma. Hoi gar mē touto labontes mēde tekontes to pneuma tēs sōtērias, allōs de agonoi kai akarpoi genomenoi, kai ekpesountai tēs para sou elpidos ; hoi de ge tēs sēs meridos ontes, hoi dia se pasan thlipsin hypomeinantes, ei kai mechri thanatou agōnisainto pros tēn hamartian, oudamōs tēs para soi zōēs apopesountai. ᾿Anastēsontai hoi nekroi, kai egerthēsontai hoi en tois mnēmeiois, kai euphranthēsontai hoi en tę̄ gę̄ hē gar drosos hē para sou iama autois estin; hē de gē tōn asebōn peseitai. ᾿Anastēsontai gar hoi nekroi, ē kata ton ᾿Akylan, Zēsontai hoi tethneōtes sou, ē kata ton Symmachon kai Theodotiōna, Zēsontai hoi nekroi sou. Nekroi de autou tines an eien, ē hoi hagioi autou martyres, heteroi ontes para tous lechthentas nekrous, peri hōn eirēto; ; de nekroi zōēn ou mē idōsin, oude hiatroi ou mē anastēsontai?
“Add evils to them, Lord, add evils to the glorious of the earth. Lord, in affliction we remembered you; in small affliction your discipline was upon us.” Since the prophet is contemplating the subject of the universal judgment, as though present at the judgment and standing beside the judgment seat of God, at what he sees he now confesses, now supplicates, now gives thanks, and now recounts the rewards to be rendered by God to the worthy. All these things he hands down to us too through his Scripture, so that we may be trained, being taught all that he himself knew from the illumination of the divine Spirit. And now, then, he says, when it was the time, O Lord, walking the narrow and afflicted way, we struggled for godliness; yet even in that affliction we were not forgetful of you, but, strengthened by the very remembrance of you, we endured steadfastly; so as to say, “Afflicted, but not crushed; persecuted, but not forsaken; struck down, but not destroyed.” Through this affliction, then, we are disciplined, knowing that whom the Lord loves he disciplines. “And as a woman in labor draws near to giving birth and has cried out in her pangs, so were we to your Beloved. Because of the fear of you, Lord, we conceived, and were in labor, and gave birth to a spirit of your salvation, which we made upon the earth. We shall not fall, but all who dwell on the earth shall fall.” Therefore, enduring every toil, we were like a woman in labor, crying out because she is about to bring to the light what moves in her womb; for so we too were to your Beloved; for having your only-begotten Word within, in our own soul, and the godly fear sown in us by you, and having endured steadfastly, we were not disappointed of our hope, but gave birth to a spirit of salvation. For the end of the pregnancy of your Beloved and of the fear of him was the salvation of our spirit. Having brought it forth, we made it manifest to all people who dwell on the earth, so that they too, learning of it, might be helped by striving themselves to conceive from that fear and bring forth the same spirit. For those who have not received it nor brought forth the spirit of salvation, but have otherwise become barren and unfruitful, will also fall from the hope that is from you; but those who are of your portion, who have endured every affliction for your sake, even if they should struggle against sin to the point of death, will by no means fall from the life that is with you. “The dead shall rise, and those in the tombs shall be raised, and those in the earth shall rejoice; for the dew from you is healing to them; but the land of the impious shall fall.” “The dead shall rise,” or according to Aquila, “Your dead shall live,” or according to Symmachus and Theodotion, “Your dead shall live.” Who would his dead be but his holy martyrs, who are other than the dead mentioned before, of whom it was said: “… dead shall not see life, nor shall physicians raise them up”?
26.4PG 24:269–279
᾿Αλλ' ἐκεῖνοι μὲν ἦσαν νεκροὶ, τὰ πρὸς θάνατον ἡμαρτηκότες, οἱ δὲ νεκροὶ τοῦ Κυρίου οἱ δι' αὐτὸν πᾶσαν θλίψιν ἕως θάνατον ὑπομένοντες. ᾿Αντὶ δὲ τοῦ, ἐγερθήσονται, οἱ λοιποὶ ἡρμήνευσαν, ὡς κοιμηθέντων αὐτῶν, οὐχὶ δὲ τεθνεώτων. Διὸ ὁ τῶν ἁγίων θάνατος κοίμησις ὀνομάζεται. Ακολούθως δὲ τῇ κοιμήσει ἡ ἀνάστασις ἐξυπνισμὸς ἂν λεχθείη. Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐξυπνισθήσεσθαι οἱ ἐν τοῖς μνημείοις κατὰ τὸ πρῶτον εἴρηνται· κατὰ δὲ τὸ δεύτερον, ἀγαλλιάσονται, ἢ αἰνέσουσι, κατὰ τὸν ᾿Ακύλαν, ἢ ἀλαλάξουσι, κατὰ τὸν Θεοδοτίωνα. Δρόσος ἡ ἐπὶ γῆς κατιοῦσα ἡρέμα καὶ πράως ἐκτρέφει καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα αὐτῇ σπέρματα· τὸν αὐτὸν τρόπον ἡ παρὰ σοῦ δρόσος ἴαμα καὶ ζωὴν καὶ σωτηρίαν παρέξει τοῖς σοῖς νεκροῖς, ὧν τα σώματα κατὰ καιρὸν ἐπὶ τῆς γῆς ἐσπάρη. Οὐκ ἂν δὲ ἁμάρτοις αὐτὸν εἶναι δρόσον λέγων τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ὅς, ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς, ὁμοῦ καὶ ἴασιν ἁμαρτημάτων, εἴ που τι αὐτοῖς κατ᾿ ἄνθρωπον πεπλημμέλητο, παρέξει ὁμοῦ καὶ ἀνάστασιν καὶ σωτηρίαν, καὶ ζωὴν αἰώνιον αὐτοῖς δωρήσεται· ἀλλ᾽ οὐχὶ τὰ τῶν ἀσεβῶν τοιαῦτα. Βάδιζε, ὁ λαός μου· εἴσελθε εἰς τὰ ταμιεῖά σου μὴ περιεργάζου τὰ ποῤῥωτάτω τυγχάνοντα τῶν σῶν ταμιείων. ᾿Απόκλεισον τὴν θύραν σου· ἀποκρύβηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Μετὰ τὴν διδασκαλίαν τῆς τῶν νεκρῶν ἀναστάσεως, ὡς περιεστῶτας ἔμπροσθεν, καὶ ἐπὶ τὸ αὐτὸ μετὰ τὴν ἀνάστασιν συνηγμένους τοὺς ἁγίους τοῦ Θεοῦ θεασάμενον τὸ πνεῦμα τὸ προφητικὸν, ἔπειτα ἐξ ἑτέρου μέρους τὴν ἐπιοῦσαν τοῖς ἀσεβέσιν ὀργὴν κατανοῆσαν, τῷ τάγματι τῶν ἁγίων προσφωνεῖ ἀποχωρεῖν πρὸς βραχὺ τοῦ μακρὰν κρύπτεσθαι, ὡς μηδὲ θεωροὺς τῆς τῶν ἀσεβῶν γίνεσθαι ἀπωλείας. Ταμιεῖα δὲ τοῦ λαοῦ τοῦ Θεοῦ αἱ πολλαὶ παρὰ τῷ Πατρὶ τυγχάνουσι μοναὶ, ἑκάστῳ τάγματι τῶν ἁγίων κατὰ δικαίαν Θεοῦ κρίσιν ἀφωρισμέναι. Εἰς ταῦτ᾽ οὖν τὰ σοὶ παρεσκευασμένα ταμιεῖά σου, φησὶν, ὁ ἐμὸς λαὸς, εἴσελθε, καὶ ἀπόκλεισον τὴν θύραν σου. Ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. Παρελθούσης δὲ αὐτῆς, ἀναπετάσας λοιπὸν τὰς τῶν σαυτοῦ ταμιείων πύλας, μετὰ πολλῆς ἐξουσίας καὶ παῤῥησίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα, καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ Θεοῦ. Καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους· · ὡς μηδένα λαθεῖν τῶν πάλαι ἐν αὐτῇ τὰς ψυχὰς ἀνῃρημένων διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων· ἐπὶ τούτῳ γὰρ τὴν ὀργὴν ἐπάξειν εἴρηται ὁ Θεός· ὀργῆς ἐνταῦθα ὀνομαζομένης τῶν ταῖς κολάσεσι διακονουμένων ἀγγέλων. Δηλοῖ δὲ διὰ τούτων τὴν τῶν ἁγίων τοῦ Θεοῦ ἀναίρεσιν καὶ τὰ τῶν μαρτύρων αἵματα, περὶ ὧν καὶ Μωϋσῆς ἐν μεγάλῃ ὠδῇ γράφων ἔλεγε· · Ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσει.
᾿All' ekeinoi men ēsan nekroi, ta pros thanaton hēmartēkotes, hoi de nekroi tou Kyriou hoi di' auton pasan thlipsin heōs thanaton hypomenontes. ᾿Anti de tou, egerthēsontai, hoi loipoi hērmēneusan, hōs koimēthentōn autōn, ouchi de tethneōtōn. Dio ho tōn hagiōn thanatos koimēsis onomazetai. Akolouthōs de tę̄ koimēsei hē anastasis exypnismos an lechtheiē. Dio kata tous loipous hermēneutas exypnisthēsesthai hoi en tois mnēmeiois kata to prōton eirēntai; kata de to deuteron, agalliasontai, ē ainesousi, kata ton ᾿Akylan, ē alalaxousi, kata ton Theodotiōna. Drosos hē epi gēs katiousa hērema kai praōs ektrephei kai auxein poiei ta enapokeimena autę̄ spermata; ton auton tropon hē para sou drosos iama kai zōēn kai sōtērian parexei tois sois nekrois, hōn ta sōmata kata kairon epi tēs gēs esparē. Ouk an de hamartois auton einai droson legōn ton monogenē tou Theou Logon, hos, epistaxas tas heautou zōopoious stagonas tois autou nekrois, homou kai iasin hamartēmatōn, ei pou ti autois kat᾿ anthrōpon peplēmmelēto, parexei homou kai anastasin kai sōtērian, kai zōēn aiōnion autois dōrēsetai; all᾽ ouchi ta tōn asebōn toiauta. Badize, ho laos mou; eiselthe eis ta tamieia sou mē periergazou ta porrhōtatō tynchanonta tōn sōn tamieiōn. ᾿Apokleison tēn thyran sou; apokrybēthi mikron hoson, heōs an parelthę̄ hē orgē Kyriou. Meta tēn didaskalian tēs tōn nekrōn anastaseōs, hōs periestōtas emprosthen, kai epi to auto meta tēn anastasin synēgmenous tous hagious tou Theou theasamenon to pneuma to prophētikon, epeita ex heterou merous tēn epiousan tois asebesin orgēn katanoēsan, tǭ tagmati tōn hagiōn prosphōnei apochōrein pros brachy tou makran kryptesthai, hōs mēde theōrous tēs tōn asebōn ginesthai apōleias. Tamieia de tou laou tou Theou hai pollai para tǭ Patri tynchanousi monai, hekastǭ tagmati tōn hagiōn kata dikaian Theou krisin aphōrismenai. Eis taut᾽ oun ta soi pareskeuasmena tamieia sou, phēsin, ho emos laos, eiselthe, kai apokleison tēn thyran sou. Idou gar Kyrios apo tou hagiou epagei tēn orgēn epi tous enoikountas epi tēs gēs. Parelthousēs de autēs, anapetasas loipon tas tōn sautou tamieiōn pylas, meta pollēs exousias kai parrhēsias proïthi ton neon epopteuōn aiōna, kai tēn epēngelmenēn soi basileian tou Theou. Kai anakalypsei hē gē to haima autēs, kai ou katakalypsei tous anę̄rēmenous; ; hōs mēdena lathein tōn palai en autę̄ tas psychas anę̄rēmenōn dia tōn pros thanaton hamartēmatōn; epi toutǭ gar tēn orgēn epaxein eirētai ho Theos; orgēs entautha onomazomenēs tōn tais kolasesi diakonoumenōn angelōn. Dēloi de dia toutōn tēn tōn hagiōn tou Theou anairesin kai ta tōn martyrōn haimata, peri hōn kai Mōÿsēs en megalę̄ ōdę̄ graphōn elege; ; Hoti to haima tōn huiōn autou ekdikeitai, kai ekdikēsei, kai antapodōsei dikēn tois echthrois, kai tois misousin antapodōsei.
But those were dead because they had committed sins unto death, whereas the Lord’s dead are those who for his sake endure every affliction even to death. Instead of “shall be raised,” the others rendered it as of men who have fallen asleep, not died. Therefore the death of the saints is called sleep; and, in keeping with sleep, the resurrection might be called an awakening. So according to the other translators those in the tombs are said in the first clause to be awakened; and in the second, “they shall exult,” or “they shall praise,” according to Aquila, or “they shall shout aloud,” according to Theodotion. Dew coming down on the earth gently and mildly nourishes and makes grow the seeds lying in it; in the same way the dew from you will provide healing and life and salvation to your dead, whose bodies were sown in the earth in their time. And you would not be wrong to say that the dew is the only-begotten Word of God himself, who, letting fall his life-giving drops on his dead, will grant at once healing of sins, if in any way they offended as men, and at once resurrection and salvation, and will give them eternal life; but it is not so with the impious. “Go, my people; enter into your chambers”: do not busy yourself with what lies far away from your chambers. “Shut your door; hide yourself for a little while, until the wrath of the Lord passes by.” After the teaching on the resurrection of the dead, the prophetic Spirit, having beheld the saints of God standing about in front and gathered together after the resurrection, and then perceiving on the other side the wrath coming upon the impious, calls to the company of the saints to withdraw for a short while and hide far off, so that they may not even be spectators of the destruction of the impious. The chambers of God’s people are the many dwellings with the Father, assigned to each company of the saints by the just judgment of God. Into these chambers of yours, then, which are prepared for you, he says, my people, enter, and shut your door. “For behold, the Lord is bringing wrath from the holy place upon those who dwell on the earth.” And when it has passed, then fling open the gates of your chambers and go forth with great authority and boldness, beholding the new age and the kingdom of God promised to you. “And the earth will uncover its blood, and will not cover those who have been slain”; so that none of those whose souls were of old slain in it through sins unto death escapes notice; for on this account God is said to bring the wrath, the angels who serve in the punishments being here called “wrath.” Through these words he also indicates the slaughter of the saints of God and the blood of the martyrs, about which Moses too, writing in the great song, said: “For the blood of his sons is avenged, and he will avenge, and render justice to his enemies, and repay those who hate him.”
Chapter 27
27.1PG 24:279–283
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Ἡ μὲν οὖν τοῦ Θεοῦ ῥάβδος, εὐθεῖά τις οὖσα καὶ παιδευτική, κατὰ τὸ, Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας τοῦ· · τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται εἰς παίδευσιν αὐτῶν καὶ βελτίωσιν καὶ ψυχῆς ὠφέλειαν προσαγομένη· ὁ δὲ μηδὲ ὀρθὸν μηδὲ εὐθὺ κεκτημένος, ὅλος δὲ διόλου καμπύλος καὶ σκολιὸς, χαμαί τε ἐπὶ τὸ στῆθος καὶ κοιλίαν ἕρπων, ἐφεδρεύων τε τοῖς πάντων ποσὶν ἐπὶ τὸ σκελίζειν καὶ καταβάλλειν αὐτοὺς, μετὰ πάντας τοὺς ἀσεβεῖς τῇ σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παραδοθήσεται, ἣν αὐτῷ μόνῳ ὁ μέγας κριτὴς ἐταμιεύσατο. Μάχαιραν ἐνταῦθα λέγει τὴν ἐνέργειαν τῆς δίκης· ἀλλὰ καὶ ἁγίαν καλεῖ, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ καὶ δεικνὺς, ὡς οὐκ εἰς ἀπώλειαν καταστρέψουσιν οἱ τιμωρούμενοι· ἁγιωσύνης τε αὐτοῖς αἴτιον ἔσται μετανοοῦσι. Καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται ὁ Θεὸς παιδεύων, ἀλλὰ καθάραι καὶ ἁγιάσαι ἐπιστρέψαντας. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς, ἐπιθύμημα ἐξάρχειν κατ᾿ αὐτῆς. Ἐγὼ πόλις ὀχυρὰ, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἀλώσεται γὰρ νυκτὸς, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος αὐτῆς. Οὐκ ἔστιν ἢ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος πάντα ὅσα συνέταξε. Κατακέκαυμαι. Ὁ δὲ νοῦς τοῦ λόγου τοιοῦτός ἐστι· Μή τι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην; Οἱ μὲν γὰρ ἐδίωκον αὐτοὺς καὶ πληγὰς ἐπιθέντες · οἱ δὲ τὰ κάλλιστα αὐτοῖς τὴν εἰρήνην εὐηγγελίζοντο. Μήτι οὖν τὰ ἴσα ἔπασχον οἱ ἐξ ἐθνῶν, ἀδικοῦντες τοὺς τῆς εἰρήνης κήρυκας; Ἔτυπτον γὰρ, καὶ οὐκ ἀντετύπτοντο, καὶ ἀνῄρουν, ἀλλ᾽ οὐκ ἀντανῃροῦντο καὶ μαχόμενοι δὲ καὶ ὀνειδίζοντες, ἐδίωκον αὐτοὺς καὶ ἐξαπέστελλον· οἱ δὲ οὐκ ἀνεχώρουν τοῦ τὴν εἰρήνην καὶ τοῦ τὰ ἀγαθὰ αὐτοῖς εὐαγγελίζεσθαι. Διὸ ἐπιλέγει· Βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ· ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην· οἱ ἐρχόμενοι τέκνα Ἰακώβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται· καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεταί; Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς. Οὐ σὺ ἦσθα μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; Ταῦτα γὰρ ἐμελέτων οἱ ἐξ ἐθνῶν ἄπιστοι κατὰ τῶν· ἀποστόλων τοῦ Χριστοῦ πνεύματι σκληρῷ» κατεχόμενοι, καὶ οὐδὲν ἕτερον διανοούμενοι, ἢ ὅπως ἀνέλωσιν αὐτοὺς τῷ ἐν αὐτοῖς πνεύματι. ᾿Αλλ᾽ ἐπειδὴ τοιαῦτα πάσχοντες οἱ ἐκ τοῦ Ἰακώβ βλαστήσαντες, καὶ ἐκ τοῦ Ἰσραὴλ ἐξανθήσαντες, ἔφερον πάντα γενναίως διὰ τὸν Χριστόν· τούτου χάριν ἐπιλέγει· Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι τὴν ἁμαρτίαν αὐτοῦ, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους, ὡς κονίαν λεπτὴν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα, ὥσπερ δρυμὸς μακράν.
En tę̄ hēmerą ekeinę̄ epaxei ho Theos tēn machairan tēn hagian, tēn megalēn kai tēn ischyran epi ton drakonta, ton ophin pheugonta, epi ton drakonta ophin skolion, kai anelei ton drakonta. Hē men oun tou Theou rhabdos, eutheia tis ousa kai paideutikē, kata to, Rhabdos euthytētos hē rhabdos tēs basileias tou; ; tois iasima hēmartēkosi tetērētai eis paideusin autōn kai beltiōsin kai psychēs ōpheleian prosagomenē; ho de mēde orthon mēde euthy kektēmenos, holos de diolou kampylos kai skolios, chamai te epi to stēthos kai koilian herpōn, ephedreuōn te tois pantōn posin epi to skelizein kai kataballein autous, meta pantas tous asebeis tę̄ sklērą kai megalę̄ kai ischyrą machairą paradothēsetai, hēn autǭ monǭ ho megas kritēs etamieusato. Machairan entautha legei tēn energeian tēs dikēs; alla kai hagian kalei, homou men paramythoumenos to phoberon tēs apeilēs, homou de kai deiknys, hōs ouk eis apōleian katastrepsousin hoi timōroumenoi; hagiōsynēs te autois aition estai metanoousi. Kai gar ouk apolesai bouletai ho Theos paideuōn, alla katharai kai hagiasai epistrepsantas. Tę̄ hēmerą ekeinę̄ ampelōn kalos, epithymēma exarchein kat᾿ autēs. Egō polis ochyra, polis poliorkoumenē, matēn potiō autēn; alōsetai gar nyktos, hēmeras de peseitai to teichos autēs. Ouk estin ē ouk epelabeto autēs. Tis me thēsei phylassein kalamēn en agrǭ? dia tēn polemian tautēn ēthetēka autēn. Toinyn dia touto epoiēse Kyrios panta hosa synetaxe. Katakekaumai. Ho de nous tou logou toioutos esti; Mē ti kakon anti kakou tois ethnesin apedidosan hoi kēryttontes autois eirēnēn? Hoi men gar ediōkon autous kai plēgas epithentes ; hoi de ta kallista autois tēn eirēnēn euēngelizonto. Mēti oun ta isa epaschon hoi ex ethnōn, adikountes tous tēs eirēnēs kērykas? Etypton gar, kai ouk antetyptonto, kai anę̄roun, all᾽ ouk antanę̄rounto kai machomenoi de kai oneidizontes, ediōkon autous kai exapestellon; hoi de ouk anechōroun tou tēn eirēnēn kai tou ta agatha autois euangelizesthai. Dio epilegei; Boēsontai hoi enoikountes en autę̄; poiēsōmen eirēnēn autǭ, poiēsōmen eirēnēn; hoi erchomenoi tekna Iakōb blastēsei, kai exanthēsei Israēl, kai emplēsthēsetai hē oikoumenē tou karpou autou. Mē hōs autos epataxe, kai autos houtōs plēgēsetai; kai hōs autos aneilen, houtōs anairethēsetai? Machomenos kai oneidizōn exapostelei autous. Ou sy ēstha meletōn tǭ pneumati tǭ sklērǭ, anelein autous pneumati thymou? Tauta gar emeletōn hoi ex ethnōn apistoi kata tōn; apostolōn tou Christou pneumati sklērǭ» katechomenoi, kai ouden heteron dianooumenoi, ē hopōs anelōsin autous tǭ en autois pneumati. ᾿All᾽ epeidē toiauta paschontes hoi ek tou Iakōb blastēsantes, kai ek tou Israēl exanthēsantes, epheron panta gennaiōs dia ton Christon; toutou charin epilegei; Dia touto aphairethēsetai hē anomia Iakōb, kai touto estin hē eulogia autou, hotan aphelōmai tēn hamartian autou, hotan thōsi pantas tous lithous tōn bōmōn katakekommenous, hōs konian leptēn, kai ou mē meinę̄ ta dendra autōn, kai ta eidōla autōn ekkekommena, hōsper drymos makran.
“In that day God will bring the holy sword, the great and the strong, upon the dragon, the fleeing serpent, upon the dragon, the crooked serpent, and he will slay the dragon.” Now the rod of God, being straight and corrective—according to the saying, “The rod of uprightness is the rod of your kingdom”—is reserved for those who have committed curable sins, being applied for their correction and improvement and the benefit of their soul; but he who possesses nothing upright or straight, but is crooked and twisted through and through, crawling on the ground on his breast and belly, lying in wait at everyone’s feet to trip them and throw them down, will, after all the impious, be handed over to the hard and great and strong sword, which the great Judge has reserved for him alone. By “sword” he means here the working of justice; but he also calls it holy, at once softening the fearfulness of the threat and showing that those who are punished will not end in destruction, and that it will be a cause of holiness for them when they repent. For in disciplining, God does not wish to destroy, but to cleanse and sanctify those who turn. “In that day a fair vineyard, a desire, to begin against it. I am a strong city, a besieged city; in vain shall I water it; for it shall be taken by night, and by day its wall shall fall. There is none that has not laid hold of it. Who will set me to guard stubble in a field? Because of this enemy I have rejected it. Therefore because of this the Lord has done all that he appointed. I am burned up.” The sense of the passage is this: Did those who preached peace to the nations repay them evil for evil? For the nations persecuted them and laid blows on them; but they announced to them the best of things, peace. Did those from the nations, then, suffer the like when they wronged the heralds of peace? For they struck, and were not struck back; they killed, but were not killed in return; and fighting and reviling they persecuted them and drove them out; but the heralds did not give up announcing to them peace and good things. Therefore he adds: “Those who dwell in it will cry out: Let us make peace with him, let us make peace; those who come, the children of Jacob; Israel shall sprout and blossom, and the world shall be filled with its fruit. Shall he be struck as he struck? And as he slew, so shall he be slain? Fighting and reviling he will send them away. Were you not meditating with the hard spirit, to slay them with a spirit of wrath?” For the unbelievers from the nations meditated these things against the apostles of Christ, held fast by “a hard spirit,” and intending nothing else than how to slay them by the spirit within them. But since those who sprouted from Jacob and blossomed from Israel, suffering such things, bore everything nobly for Christ’s sake, for this reason he adds: “Therefore the lawlessness of Jacob shall be taken away, and this is his blessing, when I take away his sin, when they make all the stones of the altars broken in pieces like fine dust, and their trees shall not remain, and their idols cut down like a forest far off.”
27.2PG 24:279–283
Ταῦτα γὰρ, φησὶν, αἴτια γενήσεται τῆς ἀφέσεως τῶν ἁμαρτιῶν Ἰακώβ, καὶ διὰ ταῦτα ἐπ᾿ αὐτὸν ἥξει ἡ εὐλογία, ἀφαιρουμένης αὐτοῦ τῆς ἁμαρτίας. Σωθήσεται γὰρ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσι ἐν τῇ πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης, κατὰ τὸν ᾿Απόστολον· ἀκόλουθόν ἐστι καὶ τὸν Ἰακώβ τέκνα βλαστήσαντα, καὶ τὸν τοιοῦτον καρπὸν ἐξανθήσαντα, διὰ τῆς τούτων ἀρετῆς κοινωνῆσαι αὐτῶν τῇ εὐλογίᾳ. Σημαίνει δὲ ὁ λόγος πολλοὺς διὰ τῆς ἀποστολικῆς χάριτος καὶ τῶν κατὰ σάρκα γειτνιώντων αὐτοῖς σωθήσεσθαι. Τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον. Καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται ποίμνια. Ἐπεὶ μὴ ἐβουλήθησαν τὸν καλὸν ποιμένα παραδέξασθαι, τὸν θέντα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων· διόπερ ἡ χώρα τῆς ψυχῆς αὐτῶν ἔσται πολὺν χρόνον εἰς βόσκημα, ὡς πληροῦσθαι εἰς αὐτοὺς τὸ, ἐλυμήνατο αὐτὴν ὖς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.» Καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρόν διὰ τὸ ξηρανθῆναι. Ἐκεῖ, φησὶν, ἀναπαύσονται τὰ ποίμνια, δῆλον δὲ ὅτι οἱ καταβόσκοντες καὶ λυμαινόμενοι αὐτὴν. Εἰς τοσαύτην δὲ περιτραπήσεται ἐρημίαν, ὡς μηδὲν χλωρὸν ἐν αὐτῇ ὑπάρξαι · διὸ λέλεκται· Καὶ οὐκ ἔσται ἐν αὐτῷ χλωρόν. Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Γυναῖκας ἀνακαλεῖται, ὡς ἀνδρῶν μὴ εὐρισκομένων ἐν αὐτοῖς ἀξίων σωτηρίας. Διὸ ταῖς γυναιξὶ παρακελεύεται σπεύδειν καὶ ἥκειν εἰς μαρτυρίαν ἀπὸ θέας τῶν παραδόξων καὶ θαυμασίων ἔργων, ὡς ἂν ἐλθοῦσαι φωτίσαιεν τὸν ἐν σκότῳ καθήμενον λαὸν καὶ τὴν πόλιν αὐτῶν τὴν ἀφειμένην. Διὸ κατὰ τὸν ᾿Ακύλαν εἴρηται· Γυναῖκες ἐρχόμεναι φωτίζουσιν αὐτήν·· κατὰ δὲ τὸν Σύμμαχον, Γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι αὐτήν. Τίνα δὲ αὐτὴν, ἢ τὴν ἀνωτέρω λεχθεῖσαν πόλιν; περὶ ἧς εἴρητο· Πόλις γὰρ ὠχυρωμένη ἡ μόνη καλή, καὶ ἀφεῖται καὶ ἐγκαταλέλειπται ὡς ἔρημος. Ταῦτα δὲ ἐπληροῦτο πρὸς λέξιν καὶ πρὸς ἱστορίαν κατὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν, ἐν ᾧ, κατὰ μὲν τὸν Ματθαῖον, Ησαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρὰν θεωροῦσαι, αἴτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία Ἰακώβου, καὶ Ἰωσὴ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου· · κατὰ δὲ τὸν Λουκᾶν· Κατακολουθήσασαι δὲ γυναϊκές τινες ἦσαν, συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, καὶ τὰ ἑξῆς. Διὰ τοῦτο οὐ μὴ οίκτειρήσῃ ὁ ποιήσας αὐτοὺς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ. Οίμαι δὲ διὰ τούτων σημαίνεσθαι τὸν ἐπελθόντα τοῖς Ἰουδαίοις πόλεμον κατὰ τὸ Παλαιστίνων ἔθνος, μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει ὁ Θεὸς ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων. Ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ. Πόλις δὲ αὕτη ἐστὶν ἀμφὶ τοῦ ὄρους τοῦ μεταξὺ τῆς Αἰγύπτου καὶ τῆς Παλαιστίνης κειμένη. Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἔσω τοῦ χειμάῤῥου Αἱγύπτου, εἴρηται· αἰνιττομένου, ὡς ἔφην, τοῦ λόγου τὸν γενησόμενον κατὰ Ἰουδαίων πόλεμον ἐν τῷ Παλαιστίνων ἔθνει. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν ᾿Ασσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ· καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ., ᾿Αγαπητὸν γὰρ τὸ κἂν ἕνα, ἢ καὶ δεύτερον, καί τινας εὐαριθμήτους ἐξ αὐτῶν καθ' ἑκάστην πόλιν ἢ καὶ καθ᾿ ἕκαστον ἔθνος σώζεσθαι. Τούτους μὲν οὖν κατὰ ἕνα συναγάγετε· τοῖς δὲ λοιποῖς ἔθνεσι σάλπιγγι σαλπίσει μεγάλῃ, τοῦ λόγου βοῶντος εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις. Σημαίνει δὲ διὰ μὲν τῶν Αἰγυπτίων, τοὺς εἰδωλολάτρας πάντας, διὰ δὲ τῶν ᾿Ασσυρίων τοὺς πολεμίους τοῦ Ἰσραὴλ, τοὺς πολιορκητὰς τῆς Ἰουδαίων χώρας γενομένους, οἷς τοῦ λόγου διὰ τῆς εὐαγγελικῆς σάλπιγγος τῆς ὡς ἀληθῶς μεγάλης κηρύξαντος, μεταβαλόντες οἱ ἐν τοῖς ἔθνεσιν εἰδωλολάτραι, καὶ οἱ πάλαι ἐχθροὶ, καὶ οἱ πολέμιοι τῆς τοῦ Ἰσραὴλ θεοσεβείας, ἥξουσι πρὸς τὸν Θεὸν ἐπιστρέψαντες, ὡς τοὺς πάλαι ἀπολωλότας ἐν τῇ τῆς εἰδωλολατρείας
Tauta gar, phēsin, aitia genēsetai tēs apheseōs tōn hamartiōn Iakōb, kai dia tauta ep᾿ auton hēxei hē eulogia, aphairoumenēs autou tēs hamartias. Sōthēsetai gar dia tēs teknogonias, ean meinōsi en tę̄ pistei kai agapę̄ kai hagiasmǭ meta sōphrosynēs, kata ton ᾿Apostolon; akolouthon esti kai ton Iakōb tekna blastēsanta, kai ton toiouton karpon exanthēsanta, dia tēs toutōn aretēs koinōnēsai autōn tę̄ eulogią. Sēmainei de ho logos pollous dia tēs apostolikēs charitos kai tōn kata sarka geitniōntōn autois sōthēsesthai. To katoikoumenon poimnion aneimenon estai, hōs poimnion kataleleimmenon. Kai estai polyn chronon eis boskēma, kai ekei anapausontai poimnia. Epei mē eboulēthēsan ton kalon poimena paradexasthai, ton thenta tēn heautou psychēn hyper tōn probatōn; dioper hē chōra tēs psychēs autōn estai polyn chronon eis boskēma, hōs plērousthai eis autous to, elymēnato autēn ys ek drymou, kai monios agrios katenemēsato autēn.» Kai meta chronon ouk estai en autę̄ pan chlōron dia to xēranthēnai. Ekei, phēsin, anapausontai ta poimnia, dēlon de hoti hoi kataboskontes kai lymainomenoi autēn. Eis tosautēn de peritrapēsetai erēmian, hōs mēden chlōron en autę̄ hyparxai ; dio lelektai; Kai ouk estai en autǭ chlōron. Gynaikes erchomenai apo theas, deute; ou gar laos estin echōn synesin. Gynaikas anakaleitai, hōs andrōn mē euriskomenōn en autois axiōn sōtērias. Dio tais gynaixi parakeleuetai speudein kai hēkein eis martyrian apo theas tōn paradoxōn kai thaumasiōn ergōn, hōs an elthousai phōtisaien ton en skotǭ kathēmenon laon kai tēn polin autōn tēn apheimenēn. Dio kata ton ᾿Akylan eirētai; Gynaikes erchomenai phōtizousin autēn;; kata de ton Symmachon, Gynaikes erchomenai kai dēlousai autēn. Tina de autēn, ē tēn anōterō lechtheisan polin? peri hēs eirēto; Polis gar ōchyrōmenē hē monē kalē, kai apheitai kai enkataleleiptai hōs erēmos. Tauta de eplērouto pros lexin kai pros historian kata tēn tou Sōtēros hēmōn anastasin, en hǭ, kata men ton Matthaion, Ēsan ekei gynaikes pollai apo makran theōrousai, aitines ēkolouthēsan autǭ apo tēs Galilaias diakonousai autǭ; en hais ēn Maria hē Magdalēnē, kai Maria Iakōbou, kai Iōsē mētēr, kai hē mētēr tōn huiōn Zebedaiou; ; kata de ton Loukan; Katakolouthēsasai de gynaïkes tines ēsan, synelēlythuiai ek tēs Galilaias autǭ, kai ta hexēs. Dia touto ou mē oikteirēsę̄ ho poiēsas autous, oude ho plasas autous ou mē eleēsę̄. Oimai de dia toutōn sēmainesthai ton epelthonta tois Ioudaiois polemon kata to Palaistinōn ethnos, meta tēn kata Christou tolman. Kai estai en tę̄ hēmerą ekeinę̄, symphraxei ho Theos apo tēs diōrygos tou potamou heōs Rhinokorourōn. Hymeis de synagagete kata hena tous huious Israēl. Polis de hautē estin amphi tou orous tou metaxy tēs Aigyptou kai tēs Palaistinēs keimenē. Dio kata tous loipous hermēneutas, esō tou cheimarrhou Haigyptou, eirētai; ainittomenou, hōs ephēn, tou logou ton genēsomenon kata Ioudaiōn polemon en tǭ Palaistinōn ethnei. Kai estai en tę̄ hēmerą ekeinę̄, salpiousi tę̄ salpingi tę̄ megalę̄, kai hēxousin hoi apolomenoi en tę̄ chōrą tōn ᾿Assyriōn kai hoi apolomenoi en Aigyptǭ; kai proskynēsousi tǭ Kyriǭ epi to oros to hagion en Hierousalēm., ᾿Agapēton gar to kan hena, ē kai deuteron, kai tinas euarithmētous ex autōn kath' hekastēn polin ē kai kath᾿ hekaston ethnos sōzesthai. Toutous men oun kata hena synagagete; tois de loipois ethnesi salpingi salpisei megalę̄, tou logou boōntos eis exakouston pasin anthrōpois. Sēmainei de dia men tōn Aigyptiōn, tous eidōlolatras pantas, dia de tōn ᾿Assyriōn tous polemious tou Israēl, tous poliorkētas tēs Ioudaiōn chōras genomenous, hois tou logou dia tēs euangelikēs salpingos tēs hōs alēthōs megalēs kēryxantos, metabalontes hoi en tois ethnesin eidōlolatrai, kai hoi palai echthroi, kai hoi polemioi tēs tou Israēl theosebeias, hēxousi pros ton Theon epistrepsantes, hōs tous palai apolōlotas en tę̄ tēs eidōlolatreias
For these things, he says, will be causes of the forgiveness of Jacob’s sins, and because of them the blessing will come upon him, as his sin is taken away. For since she “will be saved through childbearing, if they remain in faith and love and holiness with self-control,” according to the Apostle, it follows that Jacob too, having sprouted children and blossomed with such fruit, shares in their blessing through their virtue. The word signifies that many of those akin to them according to the flesh will also be saved through the apostolic grace. “The inhabited flock shall be let go, like a forsaken flock. And it shall be for a long time for pasture, and there flocks shall rest.” Since they would not receive the good shepherd, who laid down his life for the sheep, therefore the land of their soul will be for pasture for a long time, so that in them is fulfilled the saying, “The boar from the forest ravaged it, and the solitary wild beast fed upon it.” “And after a time there shall be nothing green in it, because it has dried up.” There, he says, the flocks will rest—clearly those that graze it down and ravage it. And it will be turned into such desolation that nothing green will be in it; therefore it is said: “And there shall be nothing green in it.” “Women coming from a sight, come; for it is not a people that has understanding.” He calls women, as though no men worthy of salvation were found among them. Therefore he urges the women to hasten and come to bear witness from the sight of the strange and wonderful works, so that by coming they might enlighten the people sitting in darkness and their abandoned city. Therefore according to Aquila it is said: “Women coming enlighten it”; and according to Symmachus: “Women coming and making it known.” And what is “it” but the city spoken of above, of which it was said: “For the fortified city, the only fair one, is let go and forsaken like a desert”? These things were fulfilled to the letter and historically at the resurrection of our Savior, when, according to Matthew, “there were many women there looking on from afar, who had followed him from Galilee, ministering to him; among whom was Mary Magdalene, and Mary the mother of James and Joses, and the mother of the sons of Zebedee”; and according to Luke: “And certain women followed, who had come with him from Galilee,” and what follows. “Therefore he who made them will not have pity, nor will he who formed them show mercy.” I think that by these words is signified the war that came upon the Jews throughout the nation of the Palestinians after their daring deed against Christ. “And it shall be in that day, God will fence in from the channel of the river to Rhinocorura. But you, gather the sons of Israel one by one.” This is a city lying at the border between Egypt and Palestine. Therefore according to the other translators it is said: “within the torrent of Egypt”; the word hinting, as I said, at the war that would come upon the Jews in the nation of the Palestinians. “And it shall be in that day, they will blow the great trumpet, and those who were lost in the land of the Assyrians and those who were lost in Egypt shall come; and they shall worship the Lord on the holy mountain in Jerusalem.” For one must be content if even one, or a second, and some few who can be counted, from among them are saved in each city or even in each nation. These, then, gather one by one; but to the other nations he will sound with a great trumpet, the word crying out so as to be heard by all people. By the Egyptians he signifies all idolaters, and by the Assyrians the enemies of Israel, who became the besiegers of the land of the Jews; when the word has proclaimed to them through the gospel trumpet, which is truly great, the idolaters among the nations, and the former enemies, and those hostile to the godliness of Israel, will change and come, turning to God, so that those who of old were lost in the … of idolatry
Chapter 28
28.1PG 24:283–295
πλάνῃ, μεταβληθέντας καὶ σπεύσαντας ἐλθεῖν ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας τυχεῖν. Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοί Ἐφραὶμ. Αἰνίττεται δὲ τὸ συνέδριον τῶν Φαρισαίων καὶ ἀρχιερέων καὶ τῶν λοιπῶν ἀρχόντων τοῦ Ἰουδαίων λαοῦ· οὓς, ἐκ διαφόρων ἀξιωμάτων συνελθόντας κατὰ τὸ αὐτὸ, στεφάνῳ παραβάλλει, οὐ τιμῆς τινος οὐδὲ δόξης, ἀλλ᾽ ὕβρεως καὶ ἀτιμίας. Διό φησιν, Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, τῷ στεφάνῳ τῆς ὑπερηφανίας. Ὑπερήφανοι γάρ τινες ἦσαν, ἀλαζόνες τε καὶ ἀπονενοημένοι, ἐν οἷς ὑπῆρχον καὶ οἱ μισθωτοί τοῦ Ἐφραΐμ Ἐλέγετο δὲ Ἰούδας ὁ προδότης ἐκ φυλῆς Ἐφραὶμ γεγονέναι· μισθωτὸν δὲ καλεῖ, ὡς ἂν ἐξηγορασμένον χρήμασιν ἐπὶ τὸ προδοῦναι τὸν διδάσκαλον. Τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος οἱ μεθύοντες ἄνευ οἴνου. Μετασχὼν γὰρ τῆς δόξης τοῦ ἀποστολικοῦ χοροῦ, διὰ τῆς ἐπὶ τὸ χεῖρον ῥοπῆς, γέγονε τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης. ῎Ανθος δὲ καὶ βλαστὸς μικρῷ πρόσθεν ὠνομάζοντο οἱ ἀπόστολοι τοῦ Σωτῆρος, ἐν οἷς ἐλέγετο· Τέκνα Ἰακώβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραὴλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. ᾿Αλλ' ἐκ τούτων ὁ προφήτης ἐκπεσὼν, τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης εἴρηται. Σημαίνει δὲ οὗτος ὁ λόγος τὸ σπέρμα τῶν τὴν ψυχὴν πεπαχυμμένων, περὶ ὧν ἐλέχθη· Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. Ἦσαν τοίνυν ὥσπερ τις κορυφὴ ὄρους τοῦ παχέος οἱ ἄρχοντες τοῦ πεπαχυμμένου λαοῦ, κεφαλὴ τυγχάνοντες αὐτῶν, οἷς συνήφθη τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης· διὸ ταλανίζεται. ᾿Αντὶ δὲ τοῦ, ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, ὁ μὲν ᾿Ακύλας, φάραγγος ῥυπαριῶν, ὁ δὲ Σύμμαχος, φάραγγος πιοτήτων, ὁ δὲ Θεοδοτίων, φάραγγος πιόνων, ἡρμήνευσαν· ἡ δὲ Ἑβραϊκὴ φωνή, Γηθσημανί, περιέχει. Ὅπερ ἤκουσά τινος τῶν ἡμετέρων ἀγαπητῶν διασαφοῦντος καὶ λέγοντος τὸν τόπον εἶναι τὸν ἐν τῷ Εὐαγγελίῳ Γεθσημανὶ · ὠνομασμένον, ἔνθα ὁ προδότης μετὰ τοῦ στεφάνου τῆς ὕβρεως ἐπελθὼν τῷ Σωτῆρι, τὰ τῆς προδοσίας εἰργάσατο. Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν, ὁ θυμὸς Κυρίου, ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυμα ταῖς χερσίν. Οὕτω γὰρ θυμὸς Κυρίου, φησὶ, κατὰ τούτων αὐτῶν ἐλεύσεται τῶν μεθυόντων ἄνευ οἶνου· ὡς χαλάζῃ παραβάλλεσθαι, κατὰ κεφαλῆς ἀνδρῶν οὐκ ἐχούσης σκέπην καταρασσούσῃ. Οὕτω πως τὸν θυμὸν τοῦ Θεοῦ κατὰ τῶν δηλουμένων ἐπενεχθήσεσθαί φησι. Καὶ τοῖς ποσὶ καταπατηθήσεται ὁ στέφανος ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ. Πάλαι μὲν γὰρ ἦσαν στέφανος ὕβρεως εἰς τὸ ὑβρίζειν παρατεταγμένοι· διὸ καὶ στέφανος ὑπερηφανίας ἐλέγοντο· τέλος δὲ αὐτοὺς διαλήψεται τοιοῦτον, ὡς καταπατηθῆναι αὐτοὺς· διὸ καὶ κατεπατήθησαν ὑπό τε τῶν καταδουλωσαμένων αὐτοὺς πολεμίων· οἱ καὶ τὴν πόλιν αὐτῶν ἑαυτοῖς καταπατήματα πεποιήκασι. Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ᾿ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου· ἰδὼν αὐτὸ, πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν αὐτὸ, θελήσει αὐτὸ καταπιεῖν. Τοιοῦτος δέ τις ἦν ὁ Ἰούδας, ἄνθος μὲν γεγονὼς, ἀλλὰ ἐκπεσὼν τῆς ἐλπίδος ὁμοῦ καὶ τῆς δόξης.
planę̄, metablēthentas kai speusantas elthein epi tēn tou Theou gnōsin, kai tēs dia Christou sōtērias tychein. Ouai tǭ stephanǭ tēs hybreōs, hoi misthōtoi Ephraim. Ainittetai de to synedrion tōn Pharisaiōn kai archiereōn kai tōn loipōn archontōn tou Ioudaiōn laou; hous, ek diaphorōn axiōmatōn synelthontas kata to auto, stephanǭ paraballei, ou timēs tinos oude doxēs, all᾽ hybreōs kai atimias. Dio phēsin, Ouai tǭ stephanǭ tēs hybreōs, ē kata tous loipous hermēneutas, tǭ stephanǭ tēs hyperēphanias. Hyperēphanoi gar tines ēsan, alazones te kai aponenoēmenoi, en hois hypērchon kai hoi misthōtoi tou Ephraïm Elegeto de Ioudas ho prodotēs ek phylēs Ephraim gegonenai; misthōton de kalei, hōs an exēgorasmenon chrēmasin epi to prodounai ton didaskalon. To anthos to ekpeson tēs doxēs epi tēs koryphēs tou orous tou pacheos hoi methyontes aneu oinou. Metaschōn gar tēs doxēs tou apostolikou chorou, dia tēs epi to cheiron rhopēs, gegone to anthos to ekpeson tēs doxēs. ᾿Anthos de kai blastos mikrǭ prosthen ōnomazonto hoi apostoloi tou Sōtēros, en hois elegeto; Tekna Iakōb blastēsei, kai exanthēsei Israēl, kai plēsthēsetai hē oikoumenē tou karpou autou. ᾿All' ek toutōn ho prophētēs ekpesōn, to anthos to ekpeson tēs doxēs eirētai. Sēmainei de houtos ho logos to sperma tōn tēn psychēn pepachymmenōn, peri hōn elechthē; Epachynthē gar hē kardia tou laou toutou. Ēsan toinyn hōsper tis koryphē orous tou pacheos hoi archontes tou pepachymmenou laou, kephalē tynchanontes autōn, hois synēphthē to anthos to ekpeson tēs doxēs; dio talanizetai. ᾿Anti de tou, epi tēs koryphēs tou orous tou pacheos, ho men ᾿Akylas, pharangos rhypariōn, ho de Symmachos, pharangos piotētōn, ho de Theodotiōn, pharangos pionōn, hērmēneusan; hē de Hebraïkē phōnē, Gēthsēmani, periechei. Hoper ēkousa tinos tōn hēmeterōn agapētōn diasaphountos kai legontos ton topon einai ton en tǭ Euangeliǭ Gethsēmani ; ōnomasmenon, entha ho prodotēs meta tou stephanou tēs hybreōs epelthōn tǭ Sōtēri, ta tēs prodosias eirgasato. Idou ischyron kai sklēron, ho thymos Kyriou, hōs chalaza katapheromenē ouk echousa skepēn, bią katapheromenē; hōs hydatos poly plēthos syron chōran, tę̄ gę̄ poiēsei anapauma tais chersin. Houtō gar thymos Kyriou, phēsi, kata toutōn autōn eleusetai tōn methyontōn aneu oinou; hōs chalazę̄ paraballesthai, kata kephalēs andrōn ouk echousēs skepēn katarassousę̄. Houtō pōs ton thymon tou Theou kata tōn dēloumenōn epenechthēsesthai phēsi. Kai tois posi katapatēthēsetai ho stephanos hybreōs, hoi misthōtoi tou Ephraïm. Palai men gar ēsan stephanos hybreōs eis to hybrizein paratetagmenoi; dio kai stephanos hyperēphanias elegonto; telos de autous dialēpsetai toiouton, hōs katapatēthēnai autous; dio kai katepatēthēsan hypo te tōn katadoulōsamenōn autous polemiōn; hoi kai tēn polin autōn heautois katapatēmata pepoiēkasi. Kai estai to anthos to ekpeson tēs elpidos tēs doxēs ep᾿ akrou tou orous tou hypsēlou; hōs prodromos sykou; idōn auto, prin eis tēn cheira autou labein auto, thelēsei auto katapiein. Toioutos de tis ēn ho Ioudas, anthos men gegonōs, alla ekpesōn tēs elpidos homou kai tēs doxēs.
… error, having been changed and having hastened to come to the knowledge of God and to obtain the salvation that is through Christ. “Woe to the crown of insolence, the hirelings of Ephraim.” He is hinting at the council of the Pharisees and high priests and the other rulers of the Jewish people; these, having come together into one from various ranks, he compares to a crown—not of any honor or glory, but of insolence and dishonor. Therefore he says, “Woe to the crown of insolence,” or, according to the other translators, “to the crown of pride.” For some of them were proud, boastful and reckless, and among them were also “the hirelings of Ephraim.” Judas the betrayer was said to have come from the tribe of Ephraim; and he calls him a hireling as one bought with money to betray his teacher. “The flower that fell from glory, on the top of the fat mountain, those who are drunk without wine.” For having shared in the glory of the apostolic company, through his inclination toward the worse he became “the flower that fell from glory.” A little before, the apostles of the Savior were named flower and shoot, in the words: “The children of Jacob shall sprout, and Israel shall blossom, and the world shall be filled with its fruit.” But the betrayer, having fallen from among these, is called “the flower that fell from glory.” This word signifies the seed of those whose soul has been made fat, of whom it was said: “For the heart of this people has grown fat.” The rulers of the fattened people, then, were like a kind of top of the fat mountain, being their head; and to them the flower that fell from glory was joined; therefore he is pronounced wretched. Instead of “on the top of the fat mountain,” Aquila rendered “of a valley of filth,” Symmachus “of a valley of fatnesses,” and Theodotion “of a valley of fat things”; and the Hebrew word contains “Gethsemani.” I heard one of our beloved brethren explain this, saying that it is the place named Gethsemane in the Gospel, where the betrayer, coming upon the Savior with the crown of insolence, carried out the betrayal. “Behold, the wrath of the Lord is strong and hard, like hail coming down where there is no shelter, coming down with violence; like a great mass of water sweeping away a land, it will give the land rest with its hands.” For so, he says, the wrath of the Lord will come against these very men who are drunk without wine, so that it is compared to hail beating down on the heads of men who have no shelter. In some such way he says the wrath of God will be brought upon those indicated. “And the crown of insolence, the hirelings of Ephraim, shall be trampled under foot.” For of old they were a crown of insolence, drawn up to commit insolence, and therefore they were called a crown of pride; but such an end will overtake them that they will be trampled underfoot; and so they were trampled by the enemies who enslaved them, who have also made their city a place for themselves to trample. “And the flower that fell from the hope of glory on the summit of the high mountain shall be like an early fig; whoever sees it will want to swallow it before he takes it into his hand.” Such a one was Judas, who had become a flower, but fell from hope and from glory at once.
28.2PG 24:283–295
Καὶ πάλαι μὲν τυγχάνων ἐπάνω ὄρους τοῦ ὑψηλοῦ, περὶ οὗ προϊὼν ὁ προφήτης φησίν· · Ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών. ᾿Αλλὰ γέγονε τοιοῦτός τις, ὡς ὁμοιωθῆναι προδρόμῳ σύκου, καρπῷ ἀτελεσφορήτῳ, ὡραίῳ μὲν καὶ καλῷ τῇ θέᾳ, ἀχρήστῳ δὲ ἄλλως διὰ τὸ ἀτελὲς τοῦ πρὸς τροφὴν ἐπιτηδείου καρποῦ. Διὸ πρόδρομον αὐτὸν γενόμενον τεθεαμένος ὁ τῶν καλῶν βάσκανος, προήρπασε σπεύσας· ὡς θελῆσαι αὐτὸν καταπιεῖν πρὶν ἢ τῆς χειρὸς ἐπιλαβέσθαι· οὕτω γοῦν αὐτὸν καὶ κατέπιεν ἰσχύσας. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος Σαβαώθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης, τῷ καταλειφθέντι τοῦ λαοῦ. Καταλειφθήσονται δὲ ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλυόντων ἀνελεῖν. Δῆλον δὲ ὅτι τοῖς περιλειφθεῖσιν ἐκ τῆς τοῦ παντὸς λαοῦ ἀπωλείας· οὗτοι δὲ ἦσαν οἱ τοῦ Σωτῆρος ἀπόστολοί τε καὶ μαθηταί· αὐτὸν γὰρ ἔσεσθαι τὸν Κύριον στέφανον ἐλπίδος ἐπαγγέλλεται. Οὗτοι γὰρ οἶνῳ πεπλημμελημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα·, ὅπερ οἱ λοιποὶ ἑρμηνευταὶ μέθυσμα ὠνόμασαν. Ἵνα δὲ μή τις οἶνον ὑπολάβοι καὶ μέθυσμα τὸ προχείρως νοούμενον, προησφαλίσατο ἀνωτέρω εἰπὼν, οἱ μεθύοντες ἄνευ οἴνου. Οὐκοῦν ἕτερος ἦν οὗτος ὁ οἶνος, καὶ ἄλλο τὸ καλούμενον σίκερα, ἢ τὸ μέθυσμα, δι' οὗ τὰ τῆς πλάνης αὐτοῖς γέγονε. Ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα· κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν· τουτέστι φάσμα. ᾿Αρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκα πλεονεξίας. Φάσμα γὰρ ἦν ἀληθῶς καὶ φάντασμα τὸ πάντας αὐτοὺς ἀθρόως τὰ τοσαῦτα παθεῖν καὶ τὸ βουλὴν βουλεύσασθαι δεινὴν καὶ ἄθεον, ἣν καταλήψεται ἡ ἐκ τοῦ Θεοῦ ἀρά. Ἰούδας μὲν οὖν χρημάτων ἕνεκεν καὶ τῆς τούτων πλεονεξίας τὸν Σωτῆρα παρεδίδου· οἱ δὲ λοιποί, μεταποιούμενοι τῆς ἐκ τοῦ λαοῦ πλεονεξίας, καὶ μή πη ὁ Χριστοῦ λόγος καθέλοι αὐτοὺς τῆς ἀρχῆς ὑφορώμενοι, τὴν κατ᾿ αὐτοῦ σκευὴν ἐτύρευσαν· διὸ εἴρηται· Αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. Τίνι ἀνηγγείλαμεν κακὰ, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ. Διαγράψας ὁ λόγος τὴν περὶ τοῦ στεφάνου τῆς ὕβρεως καὶ τῶν ἑξῆς ἐπενηνεγμένων προφητείαν, μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τὸ ἀποστολικὸν, οὗ ἐλέγετο εἶναι αὐτὸς ὁ Κύριος Σαβαώθ στέφανος ἐλπίδος καὶ κίδαρις δόξης. Καὶ διδάσκει τοῦτον αὐτὸς ὁ Κύριος Σαβαώθ, λέγω δὴ τὸν ἀποστολικὸν χορὸν παρασκευάζεσθαι πρὸς θλίψεις μελλούσας αὐτοῖς ἐπάγεσθαι διὰ τὸν Χριστοῦ λόγον. Διὸ ὥσπερ ἐπιφωνῶν αὐτοῖς λέγει· Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; · ὡς εἰ σαφέστερον ἔλεγε· Τίς ἄρα πρόθυμος παραδέξασθαι τὰ ἐπαγγελλόμενα κακά; Κακὰ δὲ ὀνομάζει κοινοτέρως τὰς περιστάσεις καὶ τὰ νομιζόμενα λυπηρά· τοὺς πόνους δηλαδὴ καὶ τὰς θλίψεις τὰς ὑπὲρ εὐσεβείας. Πρὸς ὑμᾶς γὰρ τοὺς ἀποστόλους ἐστὶν ὁ λόγος, καὶ ταῦτα περὶ ὑμῶν ἐπαγγέλλομεν. Ὅτε μὲν γὰρ ἦτε νήπιοι, ὡσανεὶ ὑπὸ μαζῶν τρεφόμενοι γάλακτι, οὐδὲν ἦν ὑμῖν ἐπικείμενον τοιοῦτον διὰ τὸ ἀτελὲς τῆς νοητῆς ἡλικίας· τοιοῦτοι δὲ τυγχάνοντες οἱ ὑπὸ παιδαγωγὸν τὸν Μωϋσέως νόμον, εἴτε γαλουχούμενοι ταῖς πρώταις εἰσαγωγαῖς τοῦ θεοσεβοῦς λόγου·
Kai palai men tynchanōn epanō orous tou hypsēlou, peri hou proïōn ho prophētēs phēsin; ; Ep᾿ oros hypsēlon anabēthi, ho euangelizomenos Siōn. ᾿Alla gegone toioutos tis, hōs homoiōthēnai prodromǭ sykou, karpǭ atelesphorētǭ, hōraiǭ men kai kalǭ tę̄ theą, achrēstǭ de allōs dia to ateles tou pros trophēn epitēdeiou karpou. Dio prodromon auton genomenon tetheamenos ho tōn kalōn baskanos, proērpase speusas; hōs thelēsai auton katapiein prin ē tēs cheiros epilabesthai; houtō goun auton kai katepien ischysas. Tę̄ hēmerą ekeinę̄ estai Kyrios Sabaōth ho stephanos tēs elpidos, ho plakeis tēs doxēs, tǭ kataleiphthenti tou laou. Kataleiphthēsontai de epi pneumati kriseōs epi krisin, kai ischyn kōlyontōn anelein. Dēlon de hoti tois perileiphtheisin ek tēs tou pantos laou apōleias; houtoi de ēsan hoi tou Sōtēros apostoloi te kai mathētai; auton gar esesthai ton Kyrion stephanon elpidos epangelletai. Houtoi gar oinǭ peplēmmelēmenoi eisin; eplanēthēsan dia to sikera;, hoper hoi loipoi hermēneutai methysma ōnomasan. Hina de mē tis oinon hypolaboi kai methysma to procheirōs nooumenon, proēsphalisato anōterō eipōn, hoi methyontes aneu oinou. Oukoun heteros ēn houtos ho oinos, kai allo to kaloumenon sikera, ē to methysma, di' hou ta tēs planēs autois gegone. Hiereus kai prophētēs exestēsan dia to sikera; katepothēsan dia ton oinon, eseisthēsan apo tēs methēs, eplanēthēsan; toutesti phasma. ᾿Ara edetai tautēn tēn boulēn; hautē gar hē boulē heneka pleonexias. Phasma gar ēn alēthōs kai phantasma to pantas autous athroōs ta tosauta pathein kai to boulēn bouleusasthai deinēn kai atheon, hēn katalēpsetai hē ek tou Theou ara. Ioudas men oun chrēmatōn heneken kai tēs toutōn pleonexias ton Sōtēra paredidou; hoi de loipoi, metapoioumenoi tēs ek tou laou pleonexias, kai mē pē ho Christou logos katheloi autous tēs archēs hyphorōmenoi, tēn kat᾿ autou skeuēn etyreusan; dio eirētai; Hautē gar hē boulē heneken pleonexias. Tini anēngeilamen kaka, kai tini anēngeilamen angelian? hoi apogegalaktismenoi apo galaktos, hoi apespasmenoi apo mastou. Diagrapsas ho logos tēn peri tou stephanou tēs hybreōs kai tōn hexēs epenēnegmenōn prophēteian, metabainei palin epi to tagma to apostolikon, hou elegeto einai autos ho Kyrios Sabaōth stephanos elpidos kai kidaris doxēs. Kai didaskei touton autos ho Kyrios Sabaōth, legō dē ton apostolikon choron paraskeuazesthai pros thlipseis mellousas autois epagesthai dia ton Christou logon. Dio hōsper epiphōnōn autois legei; Tini anēngeilamen kaka? kai tini anēngeilamen angelian? ; hōs ei saphesteron elege; Tis ara prothymos paradexasthai ta epangellomena kaka? Kaka de onomazei koinoterōs tas peristaseis kai ta nomizomena lypēra; tous ponous dēladē kai tas thlipseis tas hyper eusebeias. Pros hymas gar tous apostolous estin ho logos, kai tauta peri hymōn epangellomen. Hote men gar ēte nēpioi, hōsanei hypo mazōn trephomenoi galakti, ouden ēn hymin epikeimenon toiouton dia to ateles tēs noētēs hēlikias; toioutoi de tynchanontes hoi hypo paidagōgon ton Mōÿseōs nomon, eite galouchoumenoi tais prōtais eisagōgais tou theosebous logou;
And formerly he stood upon a high mountain, of which the prophet says later: “Go up onto a high mountain, you who bring good tidings to Zion.” But he became such that he was likened to an early fig, an unripened fruit, lovely and fair to look at, but otherwise useless because it was not brought to the fullness of fruit fit for food. Therefore the one who envies what is good, seeing that he had become an early fig, hastened and snatched him beforehand, so as to want to swallow him before taking him in hand; and so, having prevailed, he swallowed him. “In that day the Lord Sabaoth shall be the crown of hope, woven of glory, for the remnant of the people. And they shall be left with a spirit of judgment for judgment, and strength to prevent slaying.” Clearly for those left over from the destruction of the whole people; and these were the apostles and disciples of the Savior; for he promises that the Lord himself will be their crown of hope. “For these have offended through wine; they went astray through strong drink,” which the other translators called “drunkenness.” And so that no one might take wine and drunkenness in the obvious sense, he guarded against it above, saying, “those who are drunk without wine.” So this wine was something else, and what is called strong drink, or drunkenness, was something else, through which their going astray came about. “Priest and prophet were beside themselves through strong drink; they were swallowed up through wine, they were shaken by drunkenness, they went astray; that is, a phantom. A curse shall devour this counsel; for this counsel is for the sake of greed.” For it was truly a phantom and an apparition that they all at once suffered so much, and that they took a terrible and godless counsel, which the curse from God will overtake. Judas, then, betrayed the Savior for the sake of money and greed for it; and the rest, claiming the gains that came from the people, and suspecting that the word of Christ might somehow put them down from their office, contrived the plot against him; therefore it is said: “For this counsel is for the sake of greed.” “To whom have we announced evils, and to whom have we announced a message? Those weaned from milk, those drawn away from the breast.” Having described the prophecy about the crown of insolence and what was added after it, the word passes again to the apostolic order, of which it was said that the Lord Sabaoth himself would be the crown of hope and the diadem of glory. And the Lord Sabaoth himself teaches this order—I mean the apostolic company—to prepare itself for afflictions that are to be brought upon them because of the word of Christ. Therefore, as though calling to them, he says: “To whom have we announced evils? and to whom have we announced a message?”—as if he were saying more plainly: Who, then, is ready to receive the evils that are announced? He calls “evils,” in a more general way, hardships and what are considered painful: that is, the toils and afflictions endured for godliness. For the word is addressed to you, the apostles, and we announce these things about you. For when you were infants, being nourished as it were with milk at the breast, nothing of this kind was laid upon you because of the immaturity of your spiritual age; and such were those under the law of Moses as their tutor, or those nursed by the first introductions to the godly word;
28.3PG 24:283–295
νῦν δὲ ὅτε, προκόψαντες τῇ ἡλικίᾳ, τοῦ μὲν παιδαγωγοῦ ἀπηλλάγητε, τῷ δὲ τελείῳ διδασκάλῳ προσεληλύθατε, ἀπογαλακτισθέντες ἀπὸ νομικοῦ γάλακτος καὶ ἀποσπασθέντες ὡς ἀπὸ μητρὸς τῆς Ἰουδαϊκῆς καὶ σωματικῆς λατρείας. Θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπ᾿ ἐλπίδα· ἔτι μικρὸν, ἔτι μικρόν· διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας· ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ λέγοντες αὐτῷ· ᾿Ανάπαυμα τῷ πεινῶντι, καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν Λέγεται δὲ ταῦτα πρὸς τὸν χορὸν τὸν ἀποστολικὸν καὶ προς πάντας τοὺς τῷ σωτηρίῳ Εὐαγγελίῳ μαθητευσμένους. Οὐ δεῖ δὲ ἐν ταῖς θλίψεσιν ἑαυτῶν τὴν σωτηρίαν ἀπογινώσκειν, ὡς ἐν θλίψει πάντοτε προσδοκῶντας ἔσεσθαι· ὅσον γὰρ οὔπω, παυσαμένης τῆς θλίψεως, τὰ ἐκ ταύτης ὑμᾶς βραβεῖα διαδέξεται, νικητὰς ἀποφανθέντας, καὶ τὸν στέφανον τῆς ἐλπίδος τὸν πλακέντα τῆς δόξης ἀναδησαμένους. Διόπερ ἐλπίδα ἐπ' ἐλπίδι ἐπάγει, οὐ μετὰ μακρὸν διάστημα τῆς θλίψεως· βραχύ γάρ τι ἔσται τὸ μεταξύ· διό φησιν, Ἔτι μικρόν· Ἡ γὰρ · θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Φαυλίζοντες γὰρ ὑμᾶς οἱ θλίβοντες, καὶ χλευάζοντες, λοιδοροῦντες καὶ βλασφημοῦντες, διατελοῦσιν ἀλλοιοτέρᾳ γλώσσῃ χρώμενοι. Ὧν δεῖ καταφρονεῖν διὰ τὴν ἔτι μικρὸν διαδεξομένην ὑμᾶς ἐλπίδα. Καὶ ἔσται αὐτοῖς τὸ λόγιον τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψει, ἐλπὶς ἐπ' ἐλπίδι· ἔτι μικρὸν, ἔτι μικρόν· ἵνα πορευθῶσιν εἰς τὰ ὀπίσω, καὶ κινδυνεύσωσι, καὶ συντριβήσωνται, καὶ ἀλώσωνται. Δείκνυσιν ὁ λόγος τοὺς ἐκ περιτομῆς ἀπίστους, οἱ οὐ θελήσουσιν ἀκούειν. Διόπερ «Ἔσται, φησὶ, τὸ λόγιον Κυρίου αὐτοῖς, θλίψις ἐπὶ θλίψει.» Οἱ γὰρ μὴ βουληθέντες διὰ Χριστὸν θλίβεσθαι, μηδὲ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεῦσαι· τὴν πλατείαν δὲ καὶ εὐρύχωρον ἀπελθόντες, πεσοῦνται εἰς τὰ ὀπίσω καὶ συντριβήσονται, καὶ κινδυνεύσουσι, καὶ ἁλώσονται. Ταῦτα γὰρ πάντα διαδέξεται αὐτοὺς μὴ βουληθέντας τὸ προλεχθὲν λόγιον Κυρίου παραδέξασθαι· ἑαυτοῖς δὲ πτώσεως καὶ συντριβῆς γενομένους αἰτίους. Διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμενοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἱερουσαλήμ.» Οντων γὰρ καὶ ἄλλων χλευαστῶν ἀνδρῶν τῶν παρ' Ἕλλησι διασυρόντων τὸν Χριστοῦ λόγον ἵνα μή τις ὑπολάβῃ περὶ ἑτέρων τὰ προκείμενα λέγεσθαι, ἀκριβῶς καὶ ἀναγκαίως προσέθηκεν τὸ, οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου. Καὶ ἐπειδήπερ καὶ ἐκτὸς τῆς Ἱερουσαλήμ ἦσαν πλείους ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν προεστῶτες τοῦ λαοῦ, ἐπισημαίνεται ἀκριβῶς πρὸς ποίους ἄρχοντας καὶ ἐξουσιάζοντας τοῦ λαοῦ ταῦτα γένοιτο. Ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾄδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας. Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἐπέλθῃ ἐφ᾿ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. · Ἐπειδὴ τοίνυν ταῦτα διενοήθησαν καὶ ἀλλήλοις ὠμίλησαν οἱ προλεχθέντες χλευασταὶ, τὸν μὲν Χριστοῦ λόγον χλευάσαντες, καὶ διασύραντες, δι' οὗ ἐδιδάσκοντο, ὡς δέοι αὐτοὺς θλίψιν ἐπὶ θλίψιν προσδοκᾶν, καὶ τὴν ἐπ᾿ αὐτῇ ἐλπίδα ἐπ᾿ ἐλπίδι· ἑλόμενοι δὲ φιλίαν σπείσασθαι πρὸς τὸν θάνατον καὶ πρὸς τὸν ἄδην, καταφυγὴν, τοῦτο πράξαντες, προσεδόκησαν οὔτε θλίψεως πειραθήσεσθαι, οὔτε λυπηρῷ τινι καὶ ἀηδεῖ περιπεσεῖσθαι· εἰ δὲ συμβαίη μάλιστά τινά ποθεν ἐπικλύζουσαν ἐξ ἀντικειμένης δυνάμεως ἐπιέναι οὐκ ἐπ' αὐτοὺς ἤξειν ὑπέλαβον διὰ τὸ φίλους εἶναι τῇ ἀντικειμένῃ δυνάμει καὶ αὐτῷ τῷ θανάτῳ, φησὶν, ἀκούσατε λόγον Κυρίου.
nyn de hote, prokopsantes tę̄ hēlikią, tou men paidagōgou apēllagēte, tǭ de teleiǭ didaskalǭ proselēlythate, apogalaktisthentes apo nomikou galaktos kai apospasthentes hōs apo mētros tēs Ioudaïkēs kai sōmatikēs latreias. Thlipsin epi thlipsin prosdechou, elpida ep᾿ elpida; eti mikron, eti mikron; dia phaulismon cheileōn, dia glōssēs heteras; hoti lalēsousi tǭ laǭ toutǭ legontes autǭ; ᾿Anapauma tǭ peinōnti, kai touto to syntrimma, kai ouk ēthelēsan akouein Legetai de tauta pros ton choron ton apostolikon kai pros pantas tous tǭ sōtēriǭ Euangeliǭ mathēteusmenous. Ou dei de en tais thlipsesin heautōn tēn sōtērian apoginōskein, hōs en thlipsei pantote prosdokōntas esesthai; hoson gar oupō, pausamenēs tēs thlipseōs, ta ek tautēs hymas brabeia diadexetai, nikētas apophanthentas, kai ton stephanon tēs elpidos ton plakenta tēs doxēs anadēsamenous. Dioper elpida ep' elpidi epagei, ou meta makron diastēma tēs thlipseōs; brachy gar ti estai to metaxy; dio phēsin, Eti mikron; Hē gar ; thlipsis hypomonēn katergazetai; hē de hypomonē dokimēn; hē de dokimē elpida; hē de elpis ou kataischynei. Phaulizontes gar hymas hoi thlibontes, kai chleuazontes, loidorountes kai blasphēmountes, diatelousin alloioterą glōssę̄ chrōmenoi. Hōn dei kataphronein dia tēn eti mikron diadexomenēn hymas elpida. Kai estai autois to logion tou Theou, thlipsis epi thlipsei, elpis ep' elpidi; eti mikron, eti mikron; hina poreuthōsin eis ta opisō, kai kindyneusōsi, kai syntribēsōntai, kai alōsōntai. Deiknysin ho logos tous ek peritomēs apistous, hoi ou thelēsousin akouein. Dioper «Estai, phēsi, to logion Kyriou autois, thlipsis epi thlipsei.» Hoi gar mē boulēthentes dia Christon thlibesthai, mēde tēn stenēn kai tethlimmenēn hodeusai; tēn plateian de kai eurychōron apelthontes, pesountai eis ta opisō kai syntribēsontai, kai kindyneusousi, kai halōsontai. Tauta gar panta diadexetai autous mē boulēthentas to prolechthen logion Kyriou paradexasthai; heautois de ptōseōs kai syntribēs genomenous aitious. Dia touto akousate logon Kyriou, andres tethlimmenoi, kai hoi archontes tou laou toutou tou en Hierousalēm.» Ontōn gar kai allōn chleuastōn andrōn tōn par' Hellēsi diasyrontōn ton Christou logon hina mē tis hypolabę̄ peri heterōn ta prokeimena legesthai, akribōs kai anankaiōs prosethēken to, hoi exousiazontes tou laou toutou. Kai epeidēper kai ektos tēs Hierousalēm ēsan pleious ana pasan tēn Ioudaian kai Galilaian proestōtes tou laou, episēmainetai akribōs pros poious archontas kai exousiazontas tou laou tauta genoito. Hoti eipate; Epoiēsamen diathēkēn meta tou ądou, kai meta tou thanatou synthēkas. Kataigis pheromenē ean parelthę̄, ou mē epelthę̄ eph᾿ hēmas; ethēkamen pseudos tēn elpida hēmōn, kai tǭ pseudei skepasthēsometha. ; Epeidē toinyn tauta dienoēthēsan kai allēlois ōmilēsan hoi prolechthentes chleuastai, ton men Christou logon chleuasantes, kai diasyrantes, di' hou edidaskonto, hōs deoi autous thlipsin epi thlipsin prosdokan, kai tēn ep᾿ autę̄ elpida ep᾿ elpidi; helomenoi de philian speisasthai pros ton thanaton kai pros ton adēn, kataphygēn, touto praxantes, prosedokēsan oute thlipseōs peirathēsesthai, oute lypērǭ tini kai aēdei peripeseisthai; ei de symbaiē malista tina pothen epiklyzousan ex antikeimenēs dynameōs epienai ouk ep' autous ēxein hypelabon dia to philous einai tę̄ antikeimenę̄ dynamei kai autǭ tǭ thanatǭ, phēsin, akousate logon Kyriou.
but now that, advancing in age, you have been released from the tutor and have come to the perfect teacher, weaned from the milk of the law and drawn away, as from a mother, from the Jewish and bodily worship. “Expect affliction upon affliction, hope upon hope; yet a little, yet a little; through contempt of lips, through another tongue; for they will speak to this people, saying to it: Rest for the hungry, and this is the ruin; and they would not hear.” These things are said to the apostolic company and to all who have been made disciples by the saving Gospel. One must not despair of one’s salvation in afflictions, as though expecting to be always in affliction; for very soon, when the affliction ceases, the prizes won from it will succeed to you, when you have been declared victors and have bound on the crown of hope woven of glory. Therefore he brings in hope upon hope not long after the affliction; for the interval will be short; therefore he says, “Yet a little.” For “affliction produces endurance, and endurance proven character, and proven character hope, and hope does not put to shame.” For those who afflict you, treating you with contempt and mocking, reviling and blaspheming, go on using a strange tongue. These you must despise because of the hope that will succeed to you in yet a little while. “And the oracle of God shall be to them affliction upon affliction, hope upon hope; yet a little, yet a little; that they may go backward, and be in danger, and be broken, and be taken.” The word points to the unbelievers of the circumcision, who will not wish to hear. Therefore “the oracle of the Lord,” he says, “shall be to them affliction upon affliction.” For those who would not be afflicted for Christ’s sake, nor walk the narrow and afflicted way, but went off on the broad and spacious one, will fall backward and be broken, and be in danger, and be taken. For all these things will overtake them, since they would not receive the aforesaid oracle of the Lord, and became the causes of their own fall and ruin. “Therefore hear the word of the Lord, you afflicted men, and you rulers of this people that is in Jerusalem.” For since there were also other mocking men among the Greeks who disparaged the word of Christ, so that no one might suppose that what is set out here is said about others, he precisely and necessarily added “those who have authority over this people.” And since outside Jerusalem too there were many who presided over the people throughout all Judea and Galilee, he indicates precisely to what rulers and to which of those in authority over the people these things are addressed. “Because you said: We have made a covenant with Hades, and agreements with death. If a rushing storm passes by, it shall not come upon us; we have made a lie our hope, and by the lie we shall be sheltered.” Since, then, the mockers mentioned before thought these things and said them to one another—mocking and disparaging the word of Christ, by which they were taught that they must expect affliction upon affliction, and upon it hope upon hope; and choosing instead to make a treaty of friendship with death and with Hades as a refuge—they expected, having done this, neither to experience affliction nor to fall into anything painful or unpleasant; and if it should indeed happen that some flood came on from anywhere from the opposing power, they supposed it would not reach them, because they were friends of the opposing power and of death itself; therefore he says, “Hear the word of the Lord.”
28.4PG 24:283–295
Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ.» Ὑμεῖς μὲν οὐ παρεδέξασθε τὴν πρώτως ὑμῖν κατεπαγγελθεῖσαν χάριν· ἐγὼ δὲ τὸν ἐμαυτοῦ λίθον τὸν πολυτελῆ καὶ τίμιον ἐν ἀκρογωνίαις ἀναθεὶς, ὑψηλὸν καὶ ἐπιφανῆ, καὶ τοῖς ἄλλοις πᾶσιν ἔκδηλον ποιήσω, ὅπως πᾶς ἐπ' αὐτὸν πιστεύων μὴ ἐκπέσῃ τῆς ἐλπίδος. Τοῦτον δὲ τὸν λίθον ἐπαγγέλλεται θήσειν εἰς τὰ θεμέλια Σιὼν, ὃ δὴ καὶ ἔργῳ πεποίηκεν, εἰπὼν καὶ ἐπιτελέσας τὸ, Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Σιὼν γὰρ ὄρος τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἐπὶ τούτῳ τεθεμελιωμένην Ἐκκλησίαν πολλάκις ἐξειλήφαμεν. Πολυτελῆ δὲ ὄντα τὸν λίθον τοῦτον καὶ ἐκλεκτὸν καὶ τίμιον θήσειν εἰς τὰ θεμέλια τῆς Ἐκκλησίας ἐπαγγέλλεται· ἐντεῦθεν γωνιαῖος καὶ ἀκρογωνιαῖος κέκληται. Εἴη δ᾽ ἂν τὸ ἀνθρώπινον τοῦ Σωτῆρος ἡμῶν οὕτως ὠνομασμένον σῶμα· ἐπεὶ καὶ κατὰ τὸν Δανιήλ, ο λίθος τμηθεὶς ἄνευ χειρῶν ἑωρᾶτο λίθου μὲν τοῦ ἀνθρωπίνου νοουμένου σώματος· ὅρους δὲ τῆς κατὰ τὸν Σωτῆρα θεότητος. Καὶ θήσω κρίσιν εἰς ἐλπίδα ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμοὺς, καὶ οἱ πεποιθότες μάτην ψεύδει, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, ὁ πιστεύων οὐ σπεύσει. Μακροθυμήσει γὰρ ὁ πιστεύων, περιμένων τοῦ λόγου τὴν ἐπαγγελιαν. Οὗτος δ᾽ ἂν εἴη ὁ λίθος, ὁ αὐτὸς τε πέτρα, περὶ ἧς ὁ Σωτὴρ ἔλεγε · · Ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Οὗτος ὁ λίθος καὶ κρίνων ἀγαθὰς παρέξει τοῖς κρινομένοις ἐλπίδας, ἐπειδὴ συνῆπται αὐτῷ ἐλεημοσύνη μετὰ δικαιοτάτου σταθμοῦ καὶ μέτρου διὸ λέλεκται· οὐδὲ πειραθησόμεθά τινος λυπηροῦ. Ἀκούετε γὰρ Ἡ δὲ ἐλεημοσύνη μου εις σταθμούς. Μὴ καὶ ἀφέλη ὑμῶν τὴν διαθήκην τοῦ θανάτου · καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ἅδην οὐ μὴ ἐμμείνῃ. Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Μὴ γὰρ ἑαυτοὺς, φησὶν, ἀπατᾶτε φάσκοντες· Ἐπειδὴ τῷ θανάτῳ ἐφιλιώθημεν, οὐ μὴ ἐπέλθῃ ἐφ᾿ ἡμᾶς καταιγὶς, ἐντεῦθεν ἤδη καὶ μανθάνετε, ὦ οὗτοι οἱ πεποιθότες τῷ ψεύδει καὶ εἰρηκότες, Ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδᾳ ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα·, ὅτι καταιγίς παρελθοῦσα οὐ παρελεύσεται ὑμᾶς · ἀλλὰ ἀφελεῖ ὑμῶν τὴν πρὸς τὸν θάνατον συνθήκην, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ἅδην οὐ μὴ ἐμμείνῃ. Σαθρῷ γὰρ πράγματι ἑαυτοὺς ἐπιστεύσατε, θανάτῳ καὶ ᾅδῃ τὰς ὑμετέρας ἐλπίδας ἀναρτήσαντες. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς· πρωί πρωί παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Μάθετε ἀκούειν. Στενοχωρούμενοι, οὐ δυνάμεθα μάχεσθαι· αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι. Εἰ γὰρ ἐθέλητε, καὶ ἐν τῇ μερίδι τοῦ Θεοῦ συναχθήσεσθε, καὶ οὐκ ἀσθενήσετε ὑπερ εὐσεβείας ἀγωνιζόμενοι· ἐπειδὴ δὲ ἕκοντες τῷ θανάτῳ καὶ τῷ ᾅδῃ ἑαυτοὺς προσεκληρώσατε, γινώσκετε, ὅτι ἤδη ὑμῖν ἐπελεύσεται αὐτὸς ὁ Κύριος, ἐπάγων καθ' ὑμῶν ὀργὴν διὰ τὰ προλεχθέντα πάντα, Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών· μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον.
Dia touto tade legei Kyrios; Idou egō embalō eis ta themelia Siōn lithon polytelē, eklekton, akrogōniaion, entimon eis ta themelia autēs; kai ho pisteuōn ep' autǭ, ou mē kataischynthę̄.» Hymeis men ou paredexasthe tēn prōtōs hymin katepangeltheisan charin; egō de ton emautou lithon ton polytelē kai timion en akrogōniais anatheis, hypsēlon kai epiphanē, kai tois allois pasin ekdēlon poiēsō, hopōs pas ep' auton pisteuōn mē ekpesę̄ tēs elpidos. Touton de ton lithon epangelletai thēsein eis ta themelia Siōn, ho dē kai ergǭ pepoiēken, eipōn kai epitelesas to, Epi tēn petran oikodomēsō mou tēn Ekklēsian. Siōn gar oros to euangelikon kērygma, kai epi toutǭ tethemeliōmenēn Ekklēsian pollakis exeilēphamen. Polytelē de onta ton lithon touton kai eklekton kai timion thēsein eis ta themelia tēs Ekklēsias epangelletai; enteuthen gōniaios kai akrogōniaios keklētai. Eiē d᾽ an to anthrōpinon tou Sōtēros hēmōn houtōs ōnomasmenon sōma; epei kai kata ton Daniēl, o lithos tmētheis aneu cheirōn heōrato lithou men tou anthrōpinou nooumenou sōmatos; horous de tēs kata ton Sōtēra theotētos. Kai thēsō krisin eis elpida hē de eleēmosynē mou eis stathmous, kai hoi pepoithotes matēn pseudei, hoti ou mē parelthę̄ hymas kataigis. Kata de tous loipous hermēneutas, ho pisteuōn ou speusei. Makrothymēsei gar ho pisteuōn, perimenōn tou logou tēn epangelian. Houtos d᾽ an eiē ho lithos, ho autos te petra, peri hēs ho Sōtēr elege ; ; Epi tēn petran tautēn oikodomēsō mou tēn Ekklēsian. Houtos ho lithos kai krinōn agathas parexei tois krinomenois elpidas, epeidē synēptai autǭ eleēmosynē meta dikaiotatou stathmou kai metrou dio lelektai; oude peirathēsometha tinos lypērou. Akouete gar Hē de eleēmosynē mou eis stathmous. Mē kai aphelē hymōn tēn diathēkēn tou thanatou ; kai hē elpis hymōn hē pros ton hadēn ou mē emmeinę̄. Kataigis pheromenē ean epelthę̄, esesthe autę̄ eis katapatēma. Mē gar heautous, phēsin, apatate phaskontes; Epeidē tǭ thanatǭ ephiliōthēmen, ou mē epelthę̄ eph᾿ hēmas kataigis, enteuthen ēdē kai manthanete, ō houtoi hoi pepoithotes tǭ pseudei kai eirēkotes, Ethēkamen pseudos tēn elpidą hēmōn, kai tǭ pseudei skepasthēsometha;, hoti kataigis parelthousa ou pareleusetai hymas ; alla aphelei hymōn tēn pros ton thanaton synthēkēn, kai hē elpis hymōn hē pros ton hadēn ou mē emmeinę̄. Sathrǭ gar pragmati heautous episteusate, thanatǭ kai hądę̄ tas hymeteras elpidas anartēsantes. Hotan parelthę̄, lēpsetai hymas; prōi prōi pareleusetai hēmeras, kai en nykti estai elpis ponēra. Mathete akouein. Stenochōroumenoi, ou dynametha machesthai; autoi de asthenoumen tou hymas synachthēnai. Ei gar ethelēte, kai en tę̄ meridi tou Theou synachthēsesthe, kai ouk asthenēsete hyper eusebeias agōnizomenoi; epeidē de hekontes tǭ thanatǭ kai tǭ hądę̄ heautous proseklērōsate, ginōskete, hoti ēdē hymin epeleusetai autos ho Kyrios, epagōn kath' hymōn orgēn dia ta prolechthenta panta, Hōsper oros asebōn anastēsetai Kyrios, kai estai en tę̄ pharangi Gabaōn; meta thymou poiēsei ta erga autou, pikrias ergon.
“Therefore thus says the Lord: Behold, I will lay in the foundations of Zion a costly stone, chosen, a cornerstone, precious, in its foundations; and he who believes in him shall not be put to shame.” You did not receive the grace first promised to you; but I, setting up my own costly and precious stone at the head of the corner, high and conspicuous, will make it plain to all others too, so that everyone who believes in it may not fall from his hope. He promises to place this stone in the foundations of Zion, which indeed he has done in deed, having said and fulfilled the saying, “On the rock I will build my church.” For we have often taken Zion to be the mountain, the gospel preaching, and the church founded upon it. He promises to place this stone, which is costly and chosen and precious, in the foundations of the church; hence it is called corner and cornerstone. This might be our Savior’s human body so named; since in Daniel too a stone was seen cut without hands, the stone being understood as the human body, and the mountain as the Godhead in the Savior. “And I will make judgment into hope, and my mercy into scales; and you who trust vainly in a lie, that the storm shall not pass by you.” According to the other translators, “he who believes shall not hasten.” For he who believes will be patient, waiting for the promise of the word. This would be the stone, which is also the rock, of which the Savior said: “On this rock I will build my church.” This stone, even when judging, will provide good hopes to those being judged, since mercy is joined to him together with the most just scale and measure; therefore it is said: “… nor shall we experience anything painful.” For you hear: “And my mercy into scales.” “Will he not also take away from you the covenant of death? and your hope in Hades shall not endure. If a rushing storm comes upon you, you shall be trampled by it.” Do not deceive yourselves, he says, by saying, “Since we have made friends with death, a storm shall not come upon us”; learn already from this, you who trust in the lie and have said, “We have made a lie our hope, and by the lie we shall be sheltered,” that the storm, when it passes, will not pass you by; but it will take away from you your agreement with death, and your hope in Hades will not endure. For you have entrusted yourselves to a rotten thing, hanging your hopes on death and Hades. “When it passes, it will take you; early in the morning it will pass by day, and in the night there will be an evil hope. Learn to hear. Being hard pressed, we cannot fight; and we ourselves are too weak for you to be gathered.” For if you wished, you too would be gathered into God’s portion, and would not be weak in struggling for godliness; but since you have willingly allotted yourselves to death and Hades, know that the Lord himself will now come upon you, bringing wrath against you because of all that was said before. “Like a mountain of the impious the Lord will rise, and he will be in the valley of Gibeon; with wrath he will do his works, a work of bitterness.”
28.5PG 24:283–295
Πικρίας ἔργα τοῖς δεηθεῖσιν ὥσπερ ἀντιδότου πικρᾶς διὰ τὴν ὑποκειμένην αὐτῶν τῇ ψυχῇ κακίαν. Πικρία δὲ καὶ ὀργὴ καὶ θυμὸς, καὶ τὰ τοιαῦτα λεγόμενα ἐπὶ Θεοῦ οὐδὲν ἕτερον ἢ τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις τὰς ἐκ τοῦ θείου δικαστηρίου ἐπελευσομένας εἴωθε σημαίνειν. Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ σαπρία αὐτοῦ ἀλλοτρία· Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαώθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Μηδὲ ἰσχυσάτωσαν οἱ πόδες ὑμῶν, οἷς κατεδήσατε ἑαυτοὺς διαθήκην μετὰ τοῦ θανάτου ποιησάμενοι καὶ μετὰ τοῦ ᾅδου συνθήκας· ἀλλ᾽ εἴ τις ὑμῖν ἐστι σωτηρίας ἐλπὶς, διαῤῥήξατε τοὺς πρὸς τὸν θάνατον δεσμούς· ἀναχωρεῖτε δὲ καὶ τῆς νομιζομένης ὑμῖν εὐφροσύνης, τῆς τε προσκαίρου παύσασθε ἡδονῆς· τούτων γὰρ ὁποῖον ἔσται τὸ τέλος μεμαθήκατε. Ταῦτα δὲ μὴ νομίσητε λέγειν ἐμὲ τὸν προφήτην· ά γὰρ ἤκουσα ψυχῆς ἀκοῇ εἰρηκότος τοῦ Κυρίου Σαβαὼθ, ταῦθ᾽ ὑμῖν μεταδέδωκα · ἠβουλήθη γὰρ ὑμᾶς μὴ ἀγνοεῖν τὰ παρ' αὐτῷ κεκρυμμένα καὶ ὡρισμένα καὶ συντεταγμένα πράγματα. Ἑνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου· προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. Διὰ μὲν τοῦ τῇ φωνῇ τῇ δι' ἀέρος φερομένῃ τὰ ὦτα παρέχειν τὸ ἐνωτίζεσθαι δηλῶν · διὰ δὲ τοῦ ἀκούειν καὶ πειθαρχεῖν τοῖς λεγομένοις τὸ ἀκούειν· διὰ δὲ τοῦ νοεῖν τοῖς σημαινομένοις νοήμασι, τὴν προσοχὴν καὶ τὴν θεωρίαν σημαίνων. Μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ἀροτριῶν; ἢ σπόρον προετοιμάσει, πρὶν ἐργάσασθαι τὴν γῆν; Οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον; καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν, καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου, καὶ εὐφρανθήσῃ. Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται. Εἶθ᾽ ὑποδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ τῆς κατὰ τὴν χώραν γεωργίας ἕτερός ἐστιν ὁ καιρὸς τοῦ ἀροῦν τὴν χώραν, καὶ ἕτερος τοῦ σπείρειν σπέρματα, τῇ ὑποκειμένῃ γῇ κατάλληλα · κατὰ τὰ αὐτὰ καὶ ὁ τῶν ψυχῶν γεωργὸς τοῦ Θεοῦ Λόγος, κατὰ μὲν τὸν ἐπιτήδειον καιρὸν τὰς τῶν ἀνθρώπων ψυχὰς νεοῦσθαι βούλεται, διὰ τῆς λογικῆς. διδασκαλίας σχιζούσης καὶ ἀνατεμνούσης τοὺς ἐν βάθει κρυπτομένους λογισμοὺς τῷ τοῦ λόγου ἀρότρῳ. Διὸ προστάττει λέγων· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ᾿ ἀκάνθαις. Ἐπειδὰν δὲ ὁμαλισθῇ τὸ ὡσπερεὶ πρόσωπον τῆς ψυχῆς, πάσης κακίας περιαιρεθείσης τῆς πάλαι ἐν αὐτῇ ἀκανθῶν δίκην φυείσης, τηνικαῦτα καταλλήλως τῇ τῶν ὑποδεχομένων τὸν σπόρον διαφορᾷ, καταβάλλει σπέρματα, τοῖς μὲν ἀσθενέστερά τινα καὶ σμικρὰ μελανθίῳ καὶ κυμίνῳ ἀναλογοῦντα· τοῖς δὲ σπουδαιότερα καὶ ἀναγκαῖα, καὶ πυρῷ καὶ κριθῇ, κέγχρῳ τε καὶ ζέᾳ παραβαλλόμενα, διὰ τὴν καὶ ἐν αὐτοῖς τούτοις πολλὴν καὶ διάφορον δύναμιν · διαιρέσεις γὰρ χαρισμάτων εἰσὶ καὶ διαιρέσεις ἐνεργημάτων εἰσί· καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος ταῦτα δίδοται, τῷ δὲ ἕτερα, καὶ πάλιν ἑτέρῳ τὰ ἁρμόζοντα. Ἐπειδὰν δὲ ὁ τοῦ θερισμοῦ καιρὸς ἐπιστῇ, συντέλειαν δὲ εἶναι τοῦ κόσμου τὸν θερισμὸν ὁ Σωτὴρ ἐδίδαξε · τότε κατ᾿ ἀξίαν ἕκαστος ὧν εἴληφε σπερμάτων ἀπαιτηθήσεται τὸν καρπόν. Καὶ οἱ μὲν μέτρια εἰληφότες, μὴ καταλλήλως δὲ αὐτοῖς χρησάμενοι, παιδείας καὶ κολάσεως μετριωτέρας πεῖραν λήψονται, ὡσπερεὶ ῥάβδῳ τυπτόμενοι · οἱ δὲ μειζόνων σπερμάτων, καὶ τελειοτέρων χαρισμάτων ἠξιωμένοι, μηδένα καρπὸν ἄξιον τῆς παρασχεθείσης αὐτοῖς δυνάμεως ἀποδεδωκότες, μείζοσι τοῖς τῆς κολάσεως πρηστῆρσι παραδοθήσονται. Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Καὶ ταῦτα παρὰ Κυρίου Σαβαώθ ἐξῆλθε τὰ τέρατα. Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν. Οὐ γὰρ οὕτως, φησὶ, τοῖς ἀσεβέσιν ἐπεξέρχομαι, ὡς καὶ τὴν οὐσίαν αὐτῶν ἀφανίσαι, καὶ εἰς τὸ παντελὲς ἀφανίσαι αὐτῶν τὰς ψυχάς· ἐπεὶ μηδὲ κατὰ τὸ παράδειγμα οἱ τροχοὶ τῆς ἀμάξης οἱ ἐκ σιδήρου κατεσκευασμένοι τὸν σίτον ἀφανίζουσι· πᾶσαν δὲ τὴν περὶ αὐτὸν περιαίρουσι καλάμην, εἰς τὸ διασῶσαι καὶ καθαρὸν ἀπεργάσασθαι τὸν σίτον.
Pikrias erga tois deētheisin hōsper antidotou pikras dia tēn hypokeimenēn autōn tę̄ psychę̄ kakian. Pikria de kai orgē kai thymos, kai ta toiauta legomena epi Theou ouden heteron ē tas kata tōn asebōn kolaseis tas ek tou theiou dikastēriou epeleusomenas eiōthe sēmainein. Ho de thymos autou allotriōs chrēsetai, kai hē sapria autou allotria; Kai hymeis mē euphrantheiēte, mēde ischysatōsan hymōn hoi desmoi; dioti syntetelesmena kai syntetmēmena pragmata ēkousa para Kyriou Sabaōth, ha poiēsei epi pasan tēn gēn. Mēde ischysatōsan hoi podes hymōn, hois katedēsate heautous diathēkēn meta tou thanatou poiēsamenoi kai meta tou hądou synthēkas; all᾽ ei tis hymin esti sōtērias elpis, diarrhēxate tous pros ton thanaton desmous; anachōreite de kai tēs nomizomenēs hymin euphrosynēs, tēs te proskairou pausasthe hēdonēs; toutōn gar hopoion estai to telos memathēkate. Tauta de mē nomisēte legein eme ton prophētēn; a gar ēkousa psychēs akoę̄ eirēkotos tou Kyriou Sabaōth, tauth᾽ hymin metadedōka ; ēboulēthē gar hymas mē agnoein ta par' autǭ kekrymmena kai hōrismena kai syntetagmena pragmata. Henōtizesthe kai akouete tēs phōnēs mou; prosechete kai akouete tous logous mou. Dia men tou tę̄ phōnę̄ tę̄ di' aeros pheromenę̄ ta ōta parechein to enōtizesthai dēlōn ; dia de tou akouein kai peitharchein tois legomenois to akouein; dia de tou noein tois sēmainomenois noēmasi, tēn prosochēn kai tēn theōrian sēmainōn. Mē holēn tēn hēmeran arotriasei arotriōn? ē sporon proetoimasei, prin ergasasthai tēn gēn? Ouch hotan homalisę̄ to prosōpon autēs, tote speirei mikron melanthion ē kyminon? kai palin speirei pyron, kai krithēn, kai kenchron kai zean en tois horiois sou? kai paideuthēsę̄ krimati Theou sou, kai euphranthēsę̄. Ou gar meta sklērotētos kathairetai to melanthion, oude trochos hamaxēs periaxei epi to kyminon; alla rhabdǭ tinassetai to melanthion, to de kyminon meta artou brōthēsetai. Eith᾽ hypodeigmati kechrētai physikǭ; hōs gar tēs kata tēn chōran geōrgias heteros estin ho kairos tou aroun tēn chōran, kai heteros tou speirein spermata, tę̄ hypokeimenę̄ gę̄ katallēla ; kata ta auta kai ho tōn psychōn geōrgos tou Theou Logos, kata men ton epitēdeion kairon tas tōn anthrōpōn psychas neousthai bouletai, dia tēs logikēs. didaskalias schizousēs kai anatemnousēs tous en bathei kryptomenous logismous tǭ tou logou arotrǭ. Dio prostattei legōn; Neōsate heautois neōmata, kai mē speirēte ep᾿ akanthais. Epeidan de homalisthę̄ to hōsperei prosōpon tēs psychēs, pasēs kakias periairetheisēs tēs palai en autę̄ akanthōn dikēn phyeisēs, tēnikauta katallēlōs tę̄ tōn hypodechomenōn ton sporon diaphorą, kataballei spermata, tois men asthenestera tina kai smikra melanthiǭ kai kyminǭ analogounta; tois de spoudaiotera kai anankaia, kai pyrǭ kai krithę̄, kenchrǭ te kai zeą paraballomena, dia tēn kai en autois toutois pollēn kai diaphoron dynamin ; diaireseis gar charismatōn eisi kai diaireseis energēmatōn eisi; kai hǭ men dia tou Pneumatos tauta didotai, tǭ de hetera, kai palin heterǭ ta harmozonta. Epeidan de ho tou therismou kairos epistę̄, synteleian de einai tou kosmou ton therismon ho Sōtēr edidaxe ; tote kat᾿ axian hekastos hōn eilēphe spermatōn apaitēthēsetai ton karpon. Kai hoi men metria eilēphotes, mē katallēlōs de autois chrēsamenoi, paideias kai kolaseōs metriōteras peiran lēpsontai, hōsperei rhabdǭ typtomenoi ; hoi de meizonōn spermatōn, kai teleioterōn charismatōn ēxiōmenoi, mēdena karpon axion tēs paraschetheisēs autois dynameōs apodedōkotes, meizosi tois tēs kolaseōs prēstērsi paradothēsontai. Ou gar eis ton aiōna egō hymin orgisthēsomai, oude phōnē tēs pikrias mou katapatēsei hymas. Kai tauta para Kyriou Sabaōth exēlthe ta terata. Bouleusasthe, hypsōsate mataian paraklēsin. Ou gar houtōs, phēsi, tois asebesin epexerchomai, hōs kai tēn ousian autōn aphanisai, kai eis to panteles aphanisai autōn tas psychas; epei mēde kata to paradeigma hoi trochoi tēs amaxēs hoi ek sidērou kateskeuasmenoi ton siton aphanizousi; pasan de tēn peri auton periairousi kalamēn, eis to diasōsai kai katharon apergasasthai ton siton.
Works of bitterness for those who needed, as it were, a bitter antidote because of the wickedness lying in their soul. Bitterness and anger and wrath, and such things said of God, are accustomed to signify nothing other than the punishments of the impious that will come from the divine tribunal. “And his wrath will deal strangely, and his rottenness is strange. And may you not rejoice, nor let your bonds be strong; for I have heard from the Lord Sabaoth of things completed and cut short, which he will do upon all the earth.” Nor let your feet be strong, by which you bound yourselves when you made a covenant with death and agreements with Hades; but if you have any hope of salvation, break the bonds that tie you to death; withdraw from what you consider joy, and cease from temporary pleasure; for you have learned what the end of these things will be. And do not think that I, the prophet, say these things; for what I heard with the hearing of the soul when the Lord Sabaoth spoke, these things I have passed on to you; for he willed that you should not be ignorant of the things hidden with him, and determined and appointed. “Give ear and hear my voice; attend and hear my words.” By “give ear” he indicates lending one’s ears to the voice carried through the air; by “hear,” hearing in the sense of obeying what is said; and by understanding the meanings signified, he signifies attention and contemplation. “Will the plowman plow all day? Or will he prepare seed before he works the ground? Is it not when he has leveled its surface that he then sows small black cumin or cumin? and again sows wheat and barley and millet and spelt in your borders? And you will be instructed by the judgment of your God and will rejoice. For black cumin is not cleaned with harshness, nor will a cart wheel be driven over the cumin; but the black cumin is beaten out with a rod, and the cumin will be eaten with bread.” Then he uses an illustration from nature: as in farming the land, the time for plowing the land is one, and the time for sowing seeds suited to the soil is another, so too the Word of God, the farmer of souls, wills that at the suitable time human souls be plowed up, the rational teaching splitting and cutting open with the plow of the word the thoughts hidden in the depths. Therefore he commands, saying: “Break up for yourselves fallow ground, and do not sow upon thorns.” And when what is, as it were, the face of the soul has been leveled, all the wickedness that once grew in it like thorns having been removed, then, in keeping with the differences among those who receive the seed, he casts in seeds: to some, weaker and small ones, comparable to black cumin and cumin; to others, more important and necessary ones, compared to wheat and barley, millet and spelt, because of the great and varied power in these very things; for “there are varieties of gifts, and there are varieties of workings”; and to one these things are given through the Spirit, to another other things, and again to another what suits him. And when the time of harvest comes—and the Savior taught that the harvest is the consummation of the world—then each will be required to render the fruit of the seeds he has received, according to their worth. And those who received moderate gifts but did not use them fittingly will experience a more moderate discipline and punishment, as if beaten with a rod; but those counted worthy of greater seeds and more perfect gifts, who have rendered no fruit worthy of the power provided them, will be handed over to the greater fiery blasts of punishment. “For I will not be angry with you forever, nor will the voice of my bitterness trample you. And these wonders came forth from the Lord Sabaoth. Take counsel, exalt vain comfort.” For I do not proceed against the impious, he says, so as to destroy their substance and do away with their souls altogether; since not even in the illustration do the wheels of the cart, though made of iron, destroy the grain; rather they strip away all the straw around it, so as to preserve the grain and make it clean.
Chapter 29
29.1PG 24:295–303
Οὐαὶ ᾿Αριὴλ πόλις, ἣν ἐπολέμησε Δαυΐδ· συναγάγετε σπέρματα ἐνιαυτὸν ἐπ᾿ ἐνιαυτόν· φάγεσθε γὰρ σὺν Μωάβ. Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην ᾿Αριὴλ καὶ αὐτοὶ οἱ Ἰουδαίων παῖδες ὁμολογοῦσι τὴν Ἱερουσαλήμ εἶναι· φασὶ δὲ ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστός, ᾿Αριὴλ ὠνομάσθαι, καὶ τοῦτο δῆλον εἶναι ἀπὸ τοῦ Ἰεζεκιήλ, οὗ πρὸς τοῖς τελευταίοις ἐπὶ τῆς διαγραφῆς τῆς πόλεως οὕτως εἴρηται· Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει πήχεως, καὶ παλαιστῆς κόλπωμα βάθος ἐπὶ πῆχυν» καὶ ἑξῆς ἐπιφέρει· «Καὶ τὸ ᾿Αριὴλ πηχέων τεσσάρων· καὶ ἀπὸ τοῦ ᾿Αριὴλ πηχέων τεσσάρων, καὶ ἀπὸ τοῦ ᾿Αριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς. Καὶ τὸ Ἀριὴλ πηχῶν δέκα δύο. μῆκος ἐπὶ πήχεις δώδεκα · πλάτος τετράγωνον ἐπὶ τέσσαρα μέρη αὐτοῦ. Ἑρμηνεύεσθαι δέ φασι τὸ Ἀριὴλ, λέων Θεοῦ· ἐπειδὴ γὰρ τοῦ Θεοῦ ἦν τὸ θυσιαστήριον, κατήσθιέ τε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα ζώων θύματα, τούτου χάριν ταύτην είληφε τὴν προσηγορίαν. Τὸ δὲ, Πόλις ἣν ἐπολέμησε Δαυΐδ, οὐ φασὶν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ· ἀλλὰ κατὰ μὲν τὸν ᾿Ακύλαν, Πολίχνη βιωτεύσεως Δαυΐδ, ἤτοι παρεμβλήσεως· · ἀλλοφύλων γὰρ οὖσαν αὐτὴν πρότερον ὁ Δαυΐδ ὑποχείριον ἐποιήσατο, τοὺς ἀλλοφύλους ἐλάσας ἐξ αὐτῆς· ὥστε δύνασθαι ἡμᾶς καὶ τοῖς Ἑβδομήκοντα ἐφαρμόσαι τὴν διάνοιαν τὴν αὐτὴν. Οὕτω γὰρ ἂν λέγοιτο· Πόλις ἣν ἐπολέμησε Δαυΐδ, ὅτε ὑπὸ ἀλλοφύλοις ἦν. Δύναται δὲ καὶ ἀντὶ τοῦ, δι᾽ ἣν ἐπολέμησε Δαυΐδ, λέγεσθαι. Τὸ δὲ, Συναγάγετε γεννήματα, φησίν · ὅσον γὰρ οὔπω στερηθήσεσθε πάσης λογικῆς τροφῆς. Ὡς ἔτι οὖν καιρός ἐστι, χρήσασθε τοῖς ἐνιαυτοῖς τούτοις πρὸς ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὸν χρόνον τοῦ σωτηρίου κηρύγματος, καθ΄ ὃν ἐπιδημήσας αὐτοῖς ὁ Σωτὴρ, ἐκήρυττεν ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως. Τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν, ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. Αὐτὸν οὖν ἐκεῖνον καθ' ὃν παρείχεν αὐτοῖς τὰ περὶ τῆς τῶν οὐρανῶν βασιλείας μαθήματα, σημαίνων φησί · Συναγάγετε γεννήματα, ἐνιαυτὸν ἐπ᾽ ἐνιαυτὸν φάγεσθε. Ἑκθλίψω γὰρ ᾿Αριὴλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί. Καὶ κυκλώσω ὡς Δαυΐδ ἐπὶ σὲ, καὶ βαλῶ εἰς χάρακα, καὶ οἰκοδομήσω, θήσω ἐπὶ σὲ πύργους. Καὶ ταπεινωθήσονται οἱ λόγοι σου, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται. Καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει. Καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος τὸ πλῆθος τῶν καταδυναστευόντων σε, καὶ ἔσται ὡς στιγμὴ παραχρήμα παρὰ Κυρίου Σαβαώθ. Ωσπερ γάρ ποτε ὁ Δαυΐδ παρεμβολὴν περὶ σὲ τὴν Ιερουσαλήμ ἐκύκλωσε, ὅτε ἀλλοφύλων ἦσθα, καὶ ἐπολεμησέ σε πόλιν οὖσαν ἀλλοφύλων· οὕτω κἀγὼ ὁ ταῦτα λέγων Κύριος νῦν σε κυκλώσω. Αλλοφύλων γὰρ οἰκητήριον γέγονας, πληρωθεῖσα κακῶν ἀρχόντων. ῞Απερ ἐπληροῦτο μετὰ τὰ τολμηθέντα τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀκολούθως, ὡς καὶ αὐτὸς ὁ Σωτὴρ, ἀποκλαυσάμενος τότε τὴν Ἱερουσαλήμ, ἀναγέγραπται εἰρηκώς·
Ouai ᾿Ariēl polis, hēn epolemēse Dauïd; synagagete spermata eniauton ep᾿ eniauton; phagesthe gar syn Mōab. Tēn dia tōn meta cheiras talanizomenēn ᾿Ariēl kai autoi hoi Ioudaiōn paides homologousi tēn Hierousalēm einai; phasi de idiōs to thysiastērion to pro tou naou synestos, ᾿Ariēl ōnomasthai, kai touto dēlon einai apo tou Iezekiēl, hou pros tois teleutaiois epi tēs diagraphēs tēs poleōs houtōs eirētai; Kai tauta ta metra tou thysiastēriou en pēchei pēcheōs, kai palaistēs kolpōma bathos epi pēchyn» kai hexēs epipherei; «Kai to ᾿Ariēl pēcheōn tessarōn; kai apo tou ᾿Ariēl pēcheōn tessarōn, kai apo tou ᾿Ariēl kai hyperanō tōn keratōn pēchys. Kai to Ariēl pēchōn deka dyo. mēkos epi pēcheis dōdeka ; platos tetragōnon epi tessara merē autou. Hermēneuesthai de phasi to Ariēl, leōn Theou; epeidē gar tou Theou ēn to thysiastērion, katēsthie te panta ta en autǭ prospheromena zōōn thymata, toutou charin tautēn eilēphe tēn prosēgorian. To de, Polis hēn epolemēse Dauïd, ou phasin eirēsthai en tǭ Hebraïkǭ; alla kata men ton ᾿Akylan, Polichnē biōteuseōs Dauïd, ētoi paremblēseōs; ; allophylōn gar ousan autēn proteron ho Dauïd hypocheirion epoiēsato, tous allophylous elasas ex autēs; hōste dynasthai hēmas kai tois Hebdomēkonta epharmosai tēn dianoian tēn autēn. Houtō gar an legoito; Polis hēn epolemēse Dauïd, hote hypo allophylois ēn. Dynatai de kai anti tou, di᾽ hēn epolemēse Dauïd, legesthai. To de, Synagagete gennēmata, phēsin ; hoson gar oupō sterēthēsesthe pasēs logikēs trophēs. Hōs eti oun kairos esti, chrēsasthe tois eniautois toutois pros ōpheleian tōn hymeterōn psychōn kai moi dokei dia toutōn ainittesthai ton chronon tou sōtēriou kērygmatos, kath΄ hon epidēmēsas autois ho Sōtēr, ekērytten eniauton Kyriou dekton kai hēmeran antapodoseōs. Tacha de kai deuteron autois eniauton, ē kai triton hōmilēkōs phainetai. Auton oun ekeinon kath' hon pareichen autois ta peri tēs tōn ouranōn basileias mathēmata, sēmainōn phēsi ; Synagagete gennēmata, eniauton ep᾽ eniauton phagesthe. Hekthlipsō gar ᾿Ariēl, kai estai autēs hē ischys kai ho ploutos emoi. Kai kyklōsō hōs Dauïd epi se, kai balō eis charaka, kai oikodomēsō, thēsō epi se pyrgous. Kai tapeinōthēsontai hoi logoi sou, kai eis tēn gēn hoi logoi sou dysontai. Kai estai hōs hoi phōnountes ek tēs gēs hē phōnē sou, kai pros to edaphos hē phōnē sou asthenēsei. Kai estai hōs koniortos apo trochou ho ploutos tōn asebōn, kai hōs chnous pheromenos to plēthos tōn katadynasteuontōn se, kai estai hōs stigmē parachrēma para Kyriou Sabaōth. Ōsper gar pote ho Dauïd parembolēn peri se tēn Ierousalēm ekyklōse, hote allophylōn ēstha, kai epolemēse se polin ousan allophylōn; houtō kagō ho tauta legōn Kyrios nyn se kyklōsō. Allophylōn gar oikētērion gegonas, plērōtheisa kakōn archontōn. ῾Aper eplērouto meta ta tolmēthenta tois tēn Hierousalēm oikousi kata tou Sōtēros hēmōn akolouthōs, hōs kai autos ho Sōtēr, apoklausamenos tote tēn Hierousalēm, anagegraptai eirēkōs;
“Woe, Ariel, city which David fought against; gather produce year upon year; for you shall eat with Moab.” The children of the Jews themselves also acknowledge that the Ariel lamented in the present passage is Jerusalem; but they say that, specifically, the altar that stood before the temple was named Ariel, and that this is clear from Ezekiel, where near the end, in the description of the city, it is said thus: “And these are the measures of the altar in cubits of a cubit and a handbreadth, a hollow, a depth of a cubit”; and next he adds: “And the Ariel of four cubits; and from the Ariel four cubits, and from the Ariel and above the horns a cubit. And the Ariel of twelve cubits, in length twelve cubits, in breadth square, on its four sides.” And they say that Ariel is interpreted “lion of God”; for since the altar was God’s, and devoured all the animal victims offered on it, for this reason it received this name. And they say that “city which David fought against” is not said in the Hebrew; but according to Aquila it is “town of David’s dwelling,” or of his encampment; for it had formerly belonged to the foreigners, and David brought it under his hand, driving the foreigners out of it; so that we can apply the same sense to the Seventy as well. For thus it might be said: “City which David fought against,” when it was under the foreigners. It can also be said in place of “on account of which David fought.” As for “Gather produce,” he says: for very soon you will be deprived of all food of the word. While there is still time, then, use these years for the benefit of your souls. And it seems to me that by these words he hints at the time of the saving preaching, during which the Savior, having come to dwell among them, preached the acceptable year of the Lord and the day of recompense. And perhaps he appears to have conversed with them a second year too, or even a third. Signifying, then, that very time in which he gave them the teachings about the kingdom of heaven, he says: “Gather produce; year upon year you shall eat.” “For I will press Ariel hard, and her strength and wealth shall be mine. And I will encircle you like David, and cast a palisade against you, and build, and set towers against you. And your words shall be humbled, and your words shall sink into the earth. And your voice shall be like those who speak out of the earth, and your voice shall grow weak toward the ground. And the wealth of the impious shall be like dust from a wheel, and the multitude of those who oppress you like chaff carried away; and it shall be like a point of time, suddenly, from the Lord Sabaoth.” For as David once encircled you, Jerusalem, with an encampment, when you belonged to the foreigners, and fought against you as a city of foreigners, so I too, the Lord who says these things, will now encircle you. For you have become a dwelling of foreigners, filled with wicked rulers. These things were fulfilled in consequence of what the inhabitants of Jerusalem dared against our Savior, as the Savior himself, weeping then over Jerusalem, is recorded to have said:
29.2PG 24:295–303
Εἰ ἔγνως καὶ σὺ γε τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα, καὶ κυκλώσουσί σε, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς, καὶ σεισμοῦ, καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα. Δι' ὧν ἡνίξατο ὡς ἄρα καὶ πυρίκαυστος γενήσεται ἡ πόλις, ἄνωθεν ἐκ Θεοῦ βροντῆς καὶ σεισμοῦ καὶ καταιγίδος κατ' αὐτῆς ἐνεχθείσης. Καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ ὁ πλοῦτος ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ ᾿Αριὴλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἱερουσαλήμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ᾿ αὐτὴν, καὶ οἱ θλίβοντες αὐτήν. Καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες, καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων, μάταιον αὐτῶν τὸ ἐνὑπνιον. Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν καὶ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ· ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἥλπισεν· οὕτως ἔσται ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐξεστράτευσαν ἐπὶ τὸ ὄρος Σιών. Δι' ὧν ἡνίξατο τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων. Οὗτοι γὰρ ἦσαν οἱ τὴν ἐσχάτην πολιορκίαν ἐπαγαγόντες τῇ Ἱερουσαλήμ. Ἐχρῆν γὰρ ἡμᾶς καὶ περὶ αὐτῶν τι μαθεῖν, καὶ ὁποῖον ἔσται καὶ τὸ αὐτῶν τέλος διδαχθῆναι. Φησὶν οὖν τὸν πλοῦτον καὶ τὴν τρυφὴν αὐτῶν μέχρι τῆς ἐνεστώσης ζωῆς ὑπάρχουσαν ἐοικέναι τοῖς κατὰ τοῖς ὕπνοις ὀνειρώττουσι καὶ μέχρι τοῦ δοκεῖν διακατέχειν ταῦτα νομίζουσι· τοιαύτην γὰρ εἶναι τὴν τοῦ παρόντος πλούτου φαντασίαν. Μετὰ γὰρ τὸν ἐνεστῶτα βίον μάταιον αὐτοῖς εὑρεθήσεται τὸ ἐνύπνιον, καὶ τὸ τέλος ἧς ἐνόμιζον ἀπολαύειν τρυφῆς. Ἐκλυθῆτε καὶ ἔκστητε, καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου· ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως · καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. · Ἐπειδήπερ, ὅτε παρῆν αὐτοῖς ἐνανθρωπήσας ὁ Κύριος, ἀκοῇ ἀκούοντες αὐτοῦ, οὐ συνίεσαν, καὶ βλέποντες αὐτὸν ὀφθαλμοῖς, τῇ ὁράσει τῆς ψυχῆς οὐχ ἑώρων, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ ἀκούειν, ποτίσει αὐτοὺς Κύριος πνεύματι κατανύξεως. Καὶ ἔσονται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὁ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ᾿Ανάγνωθι ταῦτα, καὶ ἐρεῖ, Οὐ δύναμαι ἀναγνῶναι· ἐσφράγισται γάρ. Περὶ τῶν μετὰ ταῦτα προεστάναι δοκούντων τοῦ ἐκ περιτομῆς λαοῦ διέρχεται θεσπίζων· Καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα τοῦ βιβλίου, οὐ μὴν καὶ συνιέντες αὐτά· μηδὲν γὰρ διαφέρειν αὐτὰ τῶν κατεσφραγισμένων σφραγίσι, πρὸς τὸ μὴ δύνασθαί τινα τὸν ἐκ τοῦ Ἰουδαίων λαοῦ τὰ ἐγγεγραμμένα διαγινώσκειν· οὕτως αὐτοῖς ἀγνώστους ἔσεσθαι τοὺς προφητικοὺς λόγους κᾶν τε ἀπαγγέλληται αὐτοῖς ἀπὸ στόματος, κἄν τε ἄπειροι ὦσιν αὐτῶν. Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα· καὶ ἐρεῖ αὐτῷ, ᾿Ανάγνωθι τοῦτο· καὶ ἐρεῖ, Οὐ δύναμαι ἀναγνῶναι, οὐκ ἐπίσταμαι γράμματα. Τοιοῦτον δὲ ἔσεσθαι τὸν προφητικὸν νοῦν, οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις αὐτοῖς, πρὸς οὓς ταῦτα ἐθεσπίζετο. Πρόσχες γὰρ ἐπιμελῶς ὅπως εἴρηται· «Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα·
Ei egnōs kai sy ge ta pros eirēnēn sou, hoti hēxousin hēmerai epi se, kai parembalousin epi se hoi echthroi sou charaka, kai kyklōsousi se, kai eis tēn gēn edaphisthēsę̄. Episkopē gar estai meta brontēs, kai seismou, kai phōnēs megalēs, kataigis pheromenē, kai phlox pyros katesthiousa. Di' hōn hēnixato hōs ara kai pyrikaustos genēsetai hē polis, anōthen ek Theou brontēs kai seismou kai kataigidos kat' autēs enechtheisēs. Kai estai hōs ho enypniazomenos en hypnǭ ho ploutos ethnōn pantōn, hosoi epestrateusan epi ᾿Ariēl, kai pantes hoi strateusamenoi epi Hierousalēm, kai pantes hoi synēgmenoi ep᾿ autēn, kai hoi thlibontes autēn. Kai esontai hōs hoi en hypnǭ pinontes, kai esthiontes, kai exanastantōn, mataion autōn to enypnion. Kai hon tropon enypniazetai ho dipsōn kai pinōn, kai exanastas eti dipsą; hē de psychē autou eis kenon hēlpisen; houtōs estai ho ploutos tōn ethnōn pantōn, hosoi exestrateusan epi to oros Siōn. Di' hōn hēnixato tēn apolausin tēs en tǭ biǭ toutǭ tryphēs tōn Rhōmaïkōn archontōn. Houtoi gar ēsan hoi tēn eschatēn poliorkian epagagontes tę̄ Hierousalēm. Echrēn gar hēmas kai peri autōn ti mathein, kai hopoion estai kai to autōn telos didachthēnai. Phēsin oun ton plouton kai tēn tryphēn autōn mechri tēs enestōsēs zōēs hyparchousan eoikenai tois kata tois hypnois oneirōttousi kai mechri tou dokein diakatechein tauta nomizousi; toiautēn gar einai tēn tou parontos ploutou phantasian. Meta gar ton enestōta bion mataion autois heurethēsetai to enypnion, kai to telos hēs enomizon apolauein tryphēs. Eklythēte kai ekstēte, kai kraipalēsate ouk apo sikera, oude apo oinou; hoti pepotiken hymas Kyrios pneumati katanyxeōs ; kai kammysei tous ophthalmous autōn, kai tōn prophētōn autōn, kai tōn archontōn autōn, hoi horōntes ta krypta. ; Epeidēper, hote parēn autois enanthrōpēsas ho Kyrios, akoę̄ akouontes autou, ou syniesan, kai blepontes auton ophthalmois, tę̄ horasei tēs psychēs ouch heōrōn, kai ta ōta autōn ebarynan tou mē akouein, potisei autous Kyrios pneumati katanyxeōs. Kai esontai hymin ta rhēmata panta tauta, hōs hoi logoi tou bibliou tou esphragismenou toutou, ho ean dōsin auto anthrōpǭ epistamenǭ grammata legontes; ᾿Anagnōthi tauta, kai erei, Ou dynamai anagnōnai; esphragistai gar. Peri tōn meta tauta proestanai dokountōn tou ek peritomēs laou dierchetai thespizōn; Kai esontai hymin panta ta rhēmata tou bibliou, ou mēn kai synientes auta; mēden gar diapherein auta tōn katesphragismenōn sphragisi, pros to mē dynasthai tina ton ek tou Ioudaiōn laou ta engegrammena diaginōskein; houtōs autois agnōstous esesthai tous prophētikous logous kan te apangellētai autois apo stomatos, kan te apeiroi ōsin autōn. Kai dothēsetai to biblion touto eis cheiras anthrōpou mē epistamenou grammata; kai erei autǭ, ᾿Anagnōthi touto; kai erei, Ou dynamai anagnōnai, ouk epistamai grammata. Toiouton de esesthai ton prophētikon noun, ou pasin anthrōpois, alla monois autois, pros hous tauta ethespizeto. Prosches gar epimelōs hopōs eirētai; «Kai estai hymin ta rhēmata tauta;
“If you had known, even you, the things that make for your peace! For days shall come upon you, and your enemies shall cast a palisade about you, and surround you, and dash you to the ground.” “For there shall be a visitation with thunder and earthquake and a great voice, a rushing storm, and a flame of devouring fire.” By these words he hinted that the city would also be burned with fire, thunder and earthquake and storm being brought upon it by God from above. “And the wealth of all the nations, as many as have marched against Ariel, and all who have made war on Jerusalem, and all who are gathered against her and afflict her, shall be like one who dreams in sleep. And they shall be like those who drink and eat in their sleep, and when they rise, their dream is vain. And as the thirsty man dreams that he is drinking, and when he rises is still thirsty, and his soul has hoped in vain, so shall the wealth be of all the nations, as many as have marched against Mount Zion.” By these words he hinted at the enjoyment of the luxury of this life by the Roman rulers. For it was they who brought the final siege upon Jerusalem. For we had to learn something about them too, and to be taught what their end will be. He says, then, that their wealth and luxury, which lasts only to the end of the present life, is like those who dream in their sleep and think they possess these things, so far as seeming goes; for such is the illusion of present wealth. For after the present life their dream will be found vain, and so too the end of the luxury they thought they enjoyed. “Faint and be amazed, and be drunk, not from strong drink nor from wine; for the Lord has made you drink a spirit of stupor; and he will shut their eyes, and those of their prophets and their rulers, who see hidden things.” Since, when the Lord was present among them made man, they heard him with their hearing but did not understand, and seeing him with their eyes did not see with the sight of the soul, and made their ears heavy so as not to hear, the Lord will make them drink a spirit of stupor. “And all these words shall be to you like the words of this sealed book, which, if they give it to a man who knows letters, saying, Read this, he will say, I cannot read it, for it is sealed.” He goes on to prophesy about those who afterwards seem to preside over the people of the circumcision: “And all the words of the book shall be to you,” but without their understanding them; for they will not differ from things sealed with seals, so that no one of the Jewish people can make out what is written in them; so unknown to them will the prophetic words be, whether they are recited to them by mouth or they are unacquainted with them. “And this book shall be given into the hands of a man who does not know letters, and one will say to him, Read this; and he will say, I cannot read it, I do not know letters.” The prophetic sense, then, will be like this, not for all people, but only for those to whom these things were prophesied. For note carefully how it is said: “And these words shall be to you”;
29.3PG 24:295–303
· ὑμῖν γάρ φησι τοῖς παροῦσι, καὶ ὁρῶσι, καὶ ἀκούουσιν. «Ὁ δὲ λόγος ἦν πρὸς Ἰουδαίους, οἷς τὸν νοῦν τῆς προφητείας ἄγνωστον ὑποκαταβὰς διδάσκει δι᾽ ὧν ἐπιλέγει· «Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται. Καὶ εἶπε Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾿ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτόν. Καὶ ἐπειδὴ σοφίαν ἀνθρώπων προβάλλονται, τὴν ἐμὴν μὲν ἀποστρέφοντες σοφίαν καὶ τὸν ἐμὸν λόγον, ἑτέρας δέ τινας παραδόσεις τῶν παρ' αὐτοῖς πρεσβυτέρων, ὥσπερ τινῶν σοφῶν κατέχοντες· τούτου χάριν τὰς μὲν ἐμὰς Γραφὰς οὐ συνήσουσιν. Ἐγὼ δὲ αὐτὸς τῶν σοφῶν αὐτῶν τὴν σοφίαν ἀπολῶ, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Οὐαὶ οἱ βαθεῖαν βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Θεοῦ. Οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν· καὶ ἐροῦσι, Τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται, ἢ ἃ ἡμεῖς ποιοῦμεν; Εἶτ' ἐπειδήπερ θεοσεβεῖν ἐπαγγελλόμενοι τοῖς χείλεσιν, ἐν τῷ κρυπτῷ τὰ χείριστα διεπράττοντο, φαρμακείαις καὶ ἀκαθαρσίαις, καὶ ἄλλαις μυρίαις ἀθεμίτοις πράξεσι συμφυρόμενοι · πᾶσι δὲ τούτοις ἐνεχείρουν ὡς μὴ ἐφορῶντος τοῦ Θεοῦ· εἰκότως αὐτοὺς ταλανίζει ταῦτα λέγων · Οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτὸ, Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας;» Εἰ γὰρ δὴ πάντες ἄνθρωποι πηλῷ κεραμέως ἐοίκαμεν διὰ τὸ πήλινον ἡμῶν σῶμα, πῶς οὐχ ἔπεται νοεῖν, ὅτι μὴ δυνατὸν λαθεῖν τὸν ποιητὴν, ὁποίας ἐργασίας ὑπάρχει τὸ ὑπ᾿ αὐτοῦ πεποιημένον; Τίς δύναται, ἢ τίς τολμήσει φάναι, ὅτι μὴ ὁ Θεὸς αὐτὸν ἔπλασεν; Εἰ δὲ οὐκ ἂν εἴποι ταῦτά ποτε περὶ τοῦ κεραμέως ὁ ὑποκείμενος αὐτῷ πηλὸς, δῆλον, ὡς μάταιοι πάντες οἱ ἔνδον τῇ ψυχῇ αὐτῶν βουλὴν βαθείαν διανοούμενοι, καὶ τὸν Θεὸν οἰόμενοι ἀγνοεῖν τὰ ἐν τῷ σκότῳ πραττόμενα αὐτοῖς ἔργα. Οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ, καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται ; Λίβανον μὲν τὸν ἐξ ἐθνῶν λαὸν, Κάρμηλον δὲ τὸ Ἰουδαίων ἔθνος Ἔσεσθαι τοίνυν προφητεύει τὸ μὲν Ἰουδαίων ἔθνος οἷόν τινα δρυμὸν ξύλων ἀγρίων καὶ ἀκάρπων· τὸν δὲ πάλαι δρυμῷ ἐοικότα Λίβανον, τὸν ἐξ ἐθνῶν λαὸν, ὁποῖος ἦν ποτε ὁ Ἰουδαίων λαὸς, πεπληρωμένος δένδρων ἀγαθῶν καὶ παντοίων φυτῶν τε καὶ καρπῶν. Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ· ὀφθαλμοὶ τυφλῶν ὄψονται. Ποίας δὲ βίβλου, ἢ ταύτης αὐτῆς τῆς μετὰ χεῖρας, περὶ ἧς ἀνωτέρω ἐλέγετο· Ὑμῖν τὰ ῥήματα ταῦτα πάντα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου.» Ἀλλὰ τῷ μέν ποτε Καρμήλῳ, μεταβληθέντι δὲ εἰς δρυμὸν, ἔσονται οἱ λόγοι τοῦ βιβλίου τῆς προφητείας ἐσφραγισμένοι ·
; hymin gar phēsi tois parousi, kai horōsi, kai akouousin. «Ho de logos ēn pros Ioudaious, hois ton noun tēs prophēteias agnōston hypokatabas didaskei di᾽ hōn epilegei; «Kai akousontai en tę̄ hēmerą ekeinę̄ kōphoi logous bibliou, kai ophthalmoi typhlōn opsontai, kai agalliasontai. Kai eipe Kyrios; Engizei moi ho laos houtos en tǭ stomati autou, kai en tois cheilesin autōn timōsi me; hē de kardia autōn porrhō apechei ap᾿ emou. Matēn de sebontai me, didaskontes entalmata anthrōpōn kai didaskalias. Dia touto idou prosthēsō tou metatheinai ton laon touton, kai metathēsō auton. Kai epeidē sophian anthrōpōn proballontai, tēn emēn men apostrephontes sophian kai ton emon logon, heteras de tinas paradoseis tōn par' autois presbyterōn, hōsper tinōn sophōn katechontes; toutou charin tas men emas Graphas ou synēsousin. Egō de autos tōn sophōn autōn tēn sophian apolō, kai tēn synesin tōn synetōn athetēsō. Ouai hoi batheian boulēn poiountes, kai ou dia Theou. Ouai hoi en kryphę̄ boulēn poiountes, kai estai en skotei ta erga autōn; kai erousi, Tis heōraken hēmas? kai tis hēmas gnōsetai, ē ha hēmeis poioumen? Eit' epeidēper theosebein epangellomenoi tois cheilesin, en tǭ kryptǭ ta cheirista dieprattonto, pharmakeiais kai akatharsiais, kai allais myriais athemitois praxesi symphyromenoi ; pasi de toutois enecheiroun hōs mē ephorōntos tou Theou; eikotōs autous talanizei tauta legōn ; Ouch hōs pēlos tou kerameōs logisthēsesthe? Mē erei to plasma tǭ plasanti auto, Ou sy me eplasas? ē to poiēma tǭ poiēsanti, Ou synetōs me epoiēsas?» Ei gar dē pantes anthrōpoi pēlǭ kerameōs eoikamen dia to pēlinon hēmōn sōma, pōs ouch epetai noein, hoti mē dynaton lathein ton poiētēn, hopoias ergasias hyparchei to hyp᾿ autou pepoiēmenon? Tis dynatai, ē tis tolmēsei phanai, hoti mē ho Theos auton eplasen? Ei de ouk an eipoi tauta pote peri tou kerameōs ho hypokeimenos autǭ pēlos, dēlon, hōs mataioi pantes hoi endon tę̄ psychę̄ autōn boulēn batheian dianooumenoi, kai ton Theon oiomenoi agnoein ta en tǭ skotǭ prattomena autois erga. Ouketi mikron kai metatethēsetai ho Libanos, hōs to oros to Chermel, kai to Chermel eis drymon logisthēsetai ? Libanon men ton ex ethnōn laon, Karmēlon de to Ioudaiōn ethnos Esesthai toinyn prophēteuei to men Ioudaiōn ethnos hoion tina drymon xylōn agriōn kai akarpōn; ton de palai drymǭ eoikota Libanon, ton ex ethnōn laon, hopoios ēn pote ho Ioudaiōn laos, peplērōmenos dendrōn agathōn kai pantoiōn phytōn te kai karpōn. Kai akousontai en tę̄ hēmerą ekeinę̄ kōphoi logous bibliou, kai hoi en tǭ skotei, kai hoi en tę̄ homichlę̄; ophthalmoi typhlōn opsontai. Poias de biblou, ē tautēs autēs tēs meta cheiras, peri hēs anōterō elegeto; Hymin ta rhēmata tauta panta, hōs hoi logoi tou bibliou tou esphragismenou toutou.» Alla tǭ men pote Karmēlǭ, metablēthenti de eis drymon, esontai hoi logoi tou bibliou tēs prophēteias esphragismenoi ;
to you, he says, who are present and see and hear. The word was addressed to the Jews; going on, he teaches that the sense of the prophecy is unknown to them, by what he adds: “And in that day the deaf shall hear the words of a book, and the eyes of the blind shall see, and they shall exult. And the Lord said: This people draws near me with their mouth, and they honor me with their lips; but their heart is far from me. And in vain do they worship me, teaching the commandments and teachings of men. Therefore behold, I will proceed to remove this people, and I will remove them.” And since they put forward a wisdom of men, turning away from my wisdom and my word, and holding to certain other traditions of their elders, as of men who are wise, for this reason they will not understand my Scriptures. “And I myself will destroy the wisdom of their wise, and set aside the understanding of the prudent. Woe to those who make deep counsel, and not through God. Woe to those who make counsel in secret, and their works shall be in darkness; and they will say, Who has seen us? and who will know us, or what we do?” Then, since while professing godliness with their lips they did the worst things in secret, mixed up with sorceries and impurities and countless other lawless deeds, and attempted all these things as though God did not see, he rightly pronounces them wretched, saying: “Shall you not be reckoned as the potter’s clay? Shall the thing formed say to him who formed it, You did not form me? or the thing made to him who made it, You did not make me with understanding?” For if all of us men are like the potter’s clay because of our body of clay, how does it not follow that one must understand that it is impossible for the maker not to know what kind of workmanship the thing he has made is? Who can say, or who will dare to say, that God did not form him? And if the clay subject to the potter would never say such things about the potter, it is clear that all are vain who inwardly in their soul devise deep counsel and think that God does not know the works done by them in darkness. “Is it not yet a little while, and Lebanon shall be changed like Mount Carmel, and Carmel shall be reckoned a forest?” Lebanon is the people from the nations, and Carmel the Jewish nation. He prophesies, then, that the Jewish nation will be like a forest of wild and fruitless trees; and that Lebanon, which of old was like a forest, the people from the nations, will become what the Jewish people once was, filled with good trees and all kinds of plants and fruits. “And in that day the deaf shall hear the words of a book, and those in darkness and those in the mist; the eyes of the blind shall see.” What book but this very one we have in hand, about which it was said above: “All these words shall be to you like the words of this sealed book”? But to Carmel, which once was such but has been changed into a forest, the words of the book of the prophecy will be sealed;
29.4PG 24:295–303
τοῖς δὲ πάλαι τυφλοῖς καὶ ἐν τῷ δρυμῷ τοῦ Λιβάνου λελογισμένοις, μεταβληθεῖσιν ἐπὶ τὸ ἥμερον καὶ καρποφόρον, ἀκουστοὶ γενήσονται οἱ λόγοι τῶν θείων γραμμάτων· καὶ οἱ πάλαι δὲ ὄντες ἐν τῷ σκότει καὶ ἐν τῇ ὁμίχλῃ, ὥστε μὴ βλέπειν μήτε συνιέναι, μήτε νοεῖν, διὰ τὸ τυφλοὺς ἔχειν τοὺς ὀφθαλμοὺς, οὗτοι, παραδόξου μεταβολῆς ἀξιωθέντες, θεωροὶ γενήσονται τῶν ἐναποκειμένων ἐν τοῖς θείοις γράμμασι μυστηρίων. «Καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.» Τίς γὰρ καὶ διενοήθη πώποτε τοὺς ἐκ πατέρων εἰδωλολάτρας, ἀθέους ὄντας καὶ ἀσεβεῖς καὶ ἀλλοτρίους τῆς γνώσεως τοῦ Θεοῦ, εἰς τοιαύτην ἤξειν ἐλπίδα; Ὅμως δ' οὖν καὶ οἱ ἀπηλπισμένοι, φησὶ, τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ. Τούτων ἀπολαύσουσιν οὗτοι πάντες, ἐπειδὴ ὁ πάλαι κρατῶν αὐτῶν καὶ τυραννῶν, ἄνομός τις καὶ ἀσεβὴς ἄρχων, λέγω δὴ αὐτὸς ὁ διάβολος, ἐξέλιπεν καὶ ἀπώλετο μακρὰν διωχθεὶς, ὁ πάλαι καταδουλωσάμενος αὐτοὺς ὑπερήφανος· ἀλλὰ καὶ οἱ ὑπὸ τούτῳ ἀσεβοῦντες ἐπὶ ἀδικίᾳ ἐξωλοθρεύθησαν, δηλαδὴ οἱ πονηροὶ δαίμονες. Οἱ ποιοῦντες ἀνθρώπους ἁμαρτάνειν ἐν λόγῳ. Πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν· ὅτι ἐπλαγίασαν ἐπ᾿ ἀδίκοις δίκαιον. Τοὺς γὰρ προφήτας εἰς πρόσωπον αὐτοὺς ἐλέγχοντας, καὶ τῶν ἁμαρτημάτων ἐπιστρέφοντας ἐπαγίδευον, λαβὰς κατ᾿ αὐτῶν θηρώμενοι, ὅπως αὐτοὺς ἀπολέσωσι. τῶν ἐθνῶν μεταβολῆς, καὶ ὡς ἀλλόφυλοί τινες ἄνδρες Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὂν ἀφώρισεν ἐξ Ἀβραάμ· Οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ · ἀλλ᾽ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾿ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ῞Αγιον Ἰακώβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. Ὑμᾶς δὲ λέγω, τὸν καλούμενον οἶκον Ἰακώβ, ὃν οὐκ ἄξιον ὄντα τοῦ θεοφιλοῦς ἐκείνου Ἀβραὰμ ἀφώρισε, καὶ ἀπηλλοτρίωσεν αὐτοὺς ὁ Θεὸς, διὰ τὸ μὴ τοῖς ἔργοις ἀξίους τοῦ Ἀβραὰμ καταστῆσαι ἑαυτούς. Τὰ γὰρ τέκνα τοῦ Ἀβραὰμ διὰ τῶν ἔργων γνωρίζεται, ὡς ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Τίς δ' ἂν εἴη οὗτος ὁ καιρὸς, ἢ ὁ τῆς ἐκβάσεως τῶν ἐμῶν λόγων, καθ' ὂν τὰ τέκνα τὰ ὑμέτερα τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ ἡμετέρου γένους ὄψονται δοξάζοντας τὸ ἐμὸν ὄνομα; Τότε γὰρ αὐτὰ τὰ ὑμέτερα τέκνα καταισχυνθήσεται καὶ διατραπήσεται, ὁρῶντα τὸ παράδοξον τῆς τὸν Ἅγιον τοῦ Ἰσραὴλ καὶ τὸν Θεὸν τοῦ Ἰακὼβ ἀγιάζουσι, καὶ φόβον ἀναλάβονται τοῦ ἐπὶ πάντων Θεοῦ. Καὶ γνώσονται οἱ πλανώμενοι τῷ πνεύματι σύνεσιν· οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Αἱ γλῶσσαι αἱ ψελλίζουσαι καὶ μηδὲν τρανὸν μηδὲ ἀληθὲς λαλεῖν δυνάμεναι, εἰς τὸ κατὰ φύσιν ἐλθοῦσαι, τρανώτατα λαλήσουσι, μαθοῦσαι εἰρήνης λόγους, ὡς ἂν παντὸς ἀπηλλαγμέναι πολέμου, καὶ τὴν πρὸς Θεὸν εἰρήνην ἀσπασάμεναι.
tois de palai typhlois kai en tǭ drymǭ tou Libanou lelogismenois, metablētheisin epi to hēmeron kai karpophoron, akoustoi genēsontai hoi logoi tōn theiōn grammatōn; kai hoi palai de ontes en tǭ skotei kai en tę̄ homichlę̄, hōste mē blepein mēte synienai, mēte noein, dia to typhlous echein tous ophthalmous, houtoi, paradoxou metabolēs axiōthentes, theōroi genēsontai tōn enapokeimenōn en tois theiois grammasi mystēriōn. «Kai agalliasontai ptōchoi dia Kyrion en euphrosynę̄, kai hoi apēlpismenoi tōn anthrōpōn emplēsthēsontai euphrosynēs.» Tis gar kai dienoēthē pōpote tous ek paterōn eidōlolatras, atheous ontas kai asebeis kai allotrious tēs gnōseōs tou Theou, eis toiautēn ēxein elpida? Homōs d' oun kai hoi apēlpismenoi, phēsi, tōn anthrōpōn emplēsthēsontai euphrosynēs. Exelipen anomos, kai apōleto hyperēphanos, kai exōlothreuthēsan hoi anomountes epi kakią. Toutōn apolausousin houtoi pantes, epeidē ho palai kratōn autōn kai tyrannōn, anomos tis kai asebēs archōn, legō dē autos ho diabolos, exelipen kai apōleto makran diōchtheis, ho palai katadoulōsamenos autous hyperēphanos; alla kai hoi hypo toutǭ asebountes epi adikią exōlothreuthēsan, dēladē hoi ponēroi daimones. Hoi poiountes anthrōpous hamartanein en logǭ. Pantas de tous elenchontas en pylais proskomma thēsousin; hoti eplagiasan ep᾿ adikois dikaion. Tous gar prophētas eis prosōpon autous elenchontas, kai tōn hamartēmatōn epistrephontas epagideuon, labas kat᾿ autōn thērōmenoi, hopōs autous apolesōsi. tōn ethnōn metabolēs, kai hōs allophyloi tines andres Dia touto tade legei Kyrios epi ton oikon Iakōb, on aphōrisen ex Abraam; Ou nyn aischynthēsetai Iakōb, oude nyn to prosōpon metabalei ; all᾽ hotan idōsi ta tekna autōn ta erga mou, di᾿ eme hagiasousi to onoma mou, kai hagiasousi ton ῾Agion Iakōb, kai ton Theon tou Israēl phobēthēsontai. Hymas de legō, ton kaloumenon oikon Iakōb, hon ouk axion onta tou theophilous ekeinou Abraam aphōrise, kai apēllotriōsen autous ho Theos, dia to mē tois ergois axious tou Abraam katastēsai heautous. Ta gar tekna tou Abraam dia tōn ergōn gnōrizetai, hōs edidaxen ho Sōtēr eipōn; Ei tekna tou Abraam ēte, ta erga tou Abraam epoieite. Tis d' an eiē houtos ho kairos, ē ho tēs ekbaseōs tōn emōn logōn, kath' on ta tekna ta hymetera tous allogeneis kai allotrious tou hēmeterou genous opsontai doxazontas to emon onoma? Tote gar auta ta hymetera tekna kataischynthēsetai kai diatrapēsetai, horōnta to paradoxon tēs ton Hagion tou Israēl kai ton Theon tou Iakōb agiazousi, kai phobon analabontai tou epi pantōn Theou. Kai gnōsontai hoi planōmenoi tǭ pneumati synesin; hoi de gongyzontes mathēsontai hypakouein, kai hai glōssai hai psellizousai mathēsontai lalein eirēnēn. Hai glōssai hai psellizousai kai mēden tranon mēde alēthes lalein dynamenai, eis to kata physin elthousai, tranōtata lalēsousi, mathousai eirēnēs logous, hōs an pantos apēllagmenai polemou, kai tēn pros Theon eirēnēn aspasamenai.
but to those who of old were blind and reckoned as in the forest of Lebanon, once they have been changed to cultivation and fruitfulness, the words of the divine writings will become audible; and those who were of old in darkness and in the mist, so as neither to see nor understand nor perceive because their eyes were blind, these, counted worthy of a wonderful change, will become beholders of the mysteries laid up in the divine writings. “And the poor shall exult in gladness because of the Lord, and those of mankind who were despaired of shall be filled with gladness.” For who ever imagined that those who were idolaters from their fathers, godless and impious and strangers to the knowledge of God, would come to such a hope? Yet nevertheless, he says, those of mankind who were despaired of shall be filled with gladness. “The lawless one has failed, and the proud one has perished, and those who act lawlessly in wickedness have been destroyed.” All these will enjoy these things, since he who of old ruled and tyrannized over them, a lawless and impious ruler—I mean the devil himself—has failed and perished, driven far away, the proud one who of old had enslaved them; and those too who acted impiously in injustice under him have been destroyed, clearly the wicked demons. “Those who make men sin by a word. And they will lay a stumbling block for all who reprove in the gates; for they have turned aside the just man with unjust things.” For they laid snares for the prophets who reproved them to their face and turned them from their sins, hunting for pretexts against them so as to destroy them. “Therefore thus says the Lord to the house of Jacob, which he separated from Abraham: Jacob shall not now be ashamed, nor shall his face now change; but when their children see my works, for my sake they will sanctify my name, and sanctify the Holy One of Jacob, and fear the God of Israel.” I mean you, the so-called house of Jacob, which God separated, being unworthy of that Abraham beloved of God, and estranged you, because you did not make yourselves worthy of Abraham by your works. For the children of Abraham are known by their works, as the Savior taught when he said: “If you were children of Abraham, you would do the works of Abraham.” What would this time be but the time of the fulfillment of my words, in which your children will see those of another race, strangers to our race, glorifying my name? For then your very children will be put to shame and confounded, seeing the wonder of [the change of the nations, and how certain men of foreign race] sanctify the Holy One of Israel and the God of Jacob, and they will take up the fear of the God who is over all. “And those who go astray in spirit will know understanding; and those who murmur will learn to obey, and the stammering tongues will learn to speak peace.” The stammering tongues, which could speak nothing clear or true, coming to their natural state, will speak most clearly, having learned words of peace, as being freed from all war and having embraced peace with God.
Chapter 30
30.1PG 24:303–313
Οὐαὶ τέκνα ἀποστάται, λέγει Κύριος. Ἐποιήσατε βουλὴν, οὐ δι' ἐμοῦ, καὶ συνθήκας, οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ᾽ ἁμαρτίας, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. Ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ᾿ Αἴγυπτον ὄνειδος· ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοί, ἄγγελοι πονηροί. Μάτην κοπιάσουσι πρὸς λαὸν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.» Σαφῶς παριστᾷ γεγονέναι τότε παρ' Αἰγυπτίοις δαίμονας, ἀγγέλους πονηροὺς ὀνομάζει αὐτοὺς, οἱ μάλιστα ἐνήργουν τὰ πολλὰ ἐν τῇ καλουμένῃ πόλει τῆς Αἰγύπτου Τάνει, ἔνθα τὸ βασίλειον τοῦ Φαραὼ κατ᾿ ἐκεῖνο ἵδρυτο. Πλὴν ἀλλὰ καὶ οὗτοὶ, φησὶν, οἱ ἐν Τάνει ἀρχηγοί, ἄγγελοι πονηροὶ οὐδὲν ὠφελήσουσιν εἰς τὸ ἐπαμῦναι τοῖς προσφυγοῦσιν αὐτοῖς, καὶ τὴν ἐξ αὐτῶν βοήθειαν ἀνακαλεσαμένοις. Καὶ αὐτοῖς ἔργοις ἐπληροῦτο καθ' ὃν χρόνον ὁ τῶν Βαβυλωνίων βασιλεὺς, ὑποχείριον ποιησάμενος τὴν Αἴγυπτον, οὐ μόνους Αἰγυπτίους, ἀλλὰ καὶ τῶν Ἰουδαίων τοὺς πρόσφυγας αὐτοὺς γενομένους, πολεμῶν ὁμοῦ ἐξηνδραποδίσατο. Τὸ τηνικαῦτα γὰρ ἡ ἐπὶ Φαραὼ τῶν Ἰουδαίων ἐλπὶς εἰς αἰσχύνην καὶ ὄνειδος αὐτοῖς περιετράπη. Ἡ ὄρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. (Σύμμαχος, Λήμμα κτηνῶν Νότου.) Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἱ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, οὐκ ὠφελήσει αὐτούς·» διὰ τὸ ἔρημον εἶναι πᾶσαν Θεοῦ, πεπληρῶσθαι δὲ τετραπόδων τῶν παρ᾿ αὐτοῖς θεοποιουμένων, καὶ τῶν παρ᾿ αὐτοῖς ἐνεργούντων δαιμόνων. Αὕτη τοίνυν ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ Αἰγυπτίων ἐρημίᾳ ἐθεωρεῖτο τῷ προφήτῃ, καὶ τούτοις οἱ πρόσφυγες τῶν Ἰουδαίων ἐπεκόμιζον τὸν ἑαυτῶν πλοῦτον· τὰ γὰρ ταμιεῖα τῆς ἑαυτῶν ψυχῆς τῇ Αἰγυπτιακῇ παρέδοσαν πλάνῃ. Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς. ᾿Απάγγειλον αὐτοῖς, ὅτι, Ματαία ἡ παράκλησις ὑμῶν αὕτη. Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα, καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα καιρῷ, καὶ ἕως τὸν αἰῶνα· ὅτι ὁ λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἱ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· τῆς ἀλογίας καὶ ἀφροσύνης αὐτῶν οὕτω πως δηλουμένης. Οὔτε γὰρ οἱ αἰσθητοὶ Αἰγύπτιοι, οὔτε οἱ τούτων νομιζόμενοι θεοί, βοηθήσειν ἔμελλον τῷ προσφυγόντι αὐτοῖς Ἰουδαίων λαῷ. Κατὰ γὰρ πολλὴν στενοχωρίαν ψυχῆς καὶ καθ' ὑπερβολὴν θλίψεως τοὺς παρ᾿ αὐτοῖς ἀνηγόρευον θεούς · αὐτοὺς δὴ ἐκείνους τοὺς τὰς ψυχὰς αὐτῶν θλίβοντας καὶ στενοχωροῦντας πονηροὺς δαίμονας· ἐν οἷς ἦσαν λέοντες καὶ ἀσπίδες, καὶ τούτων ἔκγονα, καὶ ὄφεις, καὶ ἄλλα μυρία ἑρπετά τε καὶ θηρία· ὧν εἰκόνες ἦσαν καὶ τὰ αἰσθητὰ ζῶα καθ' ὅλης τῆς Αἰγύπτου θεοποιούμενα. Καὶ γὰρ λέοντας ἀληθῶς καὶ ἀσπίδας, καὶ ὄφεις καὶ ἄλλα μυρία οἷα θεοὺς τετιμήκασι. Ἤδη γοῦν ἀπὸ τῆς τῶν νομιζομένων αὐτοῖς θεῶν ἐπωνυμίας καὶ τὰς πόλεις κεκλήκασιν, ἀπὸ τοῦ λέοντος, τὴν Λεοντὼ, ἀπὸ δὲ τοῦ κυνὸς τὴν Κυνὼ, καὶ ἀπὸ ἄλλου πάλιν θηρὸς ἑτέραν πόλιν. Οἱ λέγοντες τοῖς προφήταις, Μὴ ἀναγγέλλετε ἡμῖν ·
Ouai tekna apostatai, legei Kyrios. Epoiēsate boulēn, ou di' emou, kai synthēkas, ou dia tou pneumatos mou, prostheinai hamartias eph᾽ hamartias, hoi poreuomenoi katabēnai eis Aigypton, eme de ouk epērōtēsan, tou boēthēnai hypo Pharaō, kai skepasthēnai hypo Aigyptiōn. Estai gar hymin skepē Pharaō eis aischynēn, kai tois pepoithosin ep᾿ Aigypton oneidos; hoti eisin en Tanei archēgoi, angeloi ponēroi. Matēn kopiasousi pros laon, hos ouk ōphelēsei autous eis boētheian, alla eis aischynēn kai oneidos.» Saphōs paristą gegonenai tote par' Aigyptiois daimonas, angelous ponērous onomazei autous, hoi malista enērgoun ta polla en tę̄ kaloumenę̄ polei tēs Aigyptou Tanei, entha to basileion tou Pharaō kat᾿ ekeino hidryto. Plēn alla kai houtoi, phēsin, hoi en Tanei archēgoi, angeloi ponēroi ouden ōphelēsousin eis to epamynai tois prosphygousin autois, kai tēn ex autōn boētheian anakalesamenois. Kai autois ergois eplērouto kath' hon chronon ho tōn Babylōniōn basileus, hypocheirion poiēsamenos tēn Aigypton, ou monous Aigyptious, alla kai tōn Ioudaiōn tous prosphygas autous genomenous, polemōn homou exēndrapodisato. To tēnikauta gar hē epi Pharaō tōn Ioudaiōn elpis eis aischynēn kai oneidos autois perietrapē. Hē orasis tōn tetrapodōn tōn en tę̄ erēmǭ. (Symmachos, Lēmma ktēnōn Notou.) En tę̄ thlipsei kai tę̄ stenochōrią leōn kai skymnos leontos, ekeithen kai aspides kai ekgona aspidōn petomenōn, hoi epheron epi onōn kai kamēlōn ton plouton autōn pros ethnos, ouk ōphelēsei autous;» dia to erēmon einai pasan Theou, peplērōsthai de tetrapodōn tōn par᾿ autois theopoioumenōn, kai tōn par᾿ autois energountōn daimonōn. Hautē toinyn hē horasis tōn tetrapodōn tōn en tę̄ Aigyptiōn erēmią etheōreito tǭ prophētę̄, kai toutois hoi prosphyges tōn Ioudaiōn epekomizon ton heautōn plouton; ta gar tamieia tēs heautōn psychēs tę̄ Aigyptiakę̄ paredosan planę̄. Aigyptioi mataia kai kena ōphelēsousin hymas. ᾿Apangeilon autois, hoti, Mataia hē paraklēsis hymōn hautē. Nyn oun kathisas grapson epi pyxiou tauta, kai eis biblion, hoti estai eis hēmeras tauta kairǭ, kai heōs ton aiōna; hoti ho laos apeithēs estin, huioi pseudeis, hoi ouk ēboulonto akouein ton nomon tou Theou; tēs alogias kai aphrosynēs autōn houtō pōs dēloumenēs. Oute gar hoi aisthētoi Aigyptioi, oute hoi toutōn nomizomenoi theoi, boēthēsein emellon tǭ prosphygonti autois Ioudaiōn laǭ. Kata gar pollēn stenochōrian psychēs kai kath' hyperbolēn thlipseōs tous par᾿ autois anēgoreuon theous ; autous dē ekeinous tous tas psychas autōn thlibontas kai stenochōrountas ponērous daimonas; en hois ēsan leontes kai aspides, kai toutōn ekgona, kai opheis, kai alla myria herpeta te kai thēria; hōn eikones ēsan kai ta aisthēta zōa kath' holēs tēs Aigyptou theopoioumena. Kai gar leontas alēthōs kai aspidas, kai opheis kai alla myria hoia theous tetimēkasi. Ēdē goun apo tēs tōn nomizomenōn autois theōn epōnymias kai tas poleis keklēkasin, apo tou leontos, tēn Leontō, apo de tou kynos tēn Kynō, kai apo allou palin thēros heteran polin. Hoi legontes tois prophētais, Mē anangellete hēmin ;
“Woe, apostate children, says the Lord. You have made counsel, not through me, and agreements, not through my Spirit, to add sins upon sins, you who set out to go down into Egypt, but did not ask me, so as to be helped by Pharaoh and sheltered by the Egyptians. For the shelter of Pharaoh shall be to you for shame, and a reproach to those who trust in Egypt; for there are chiefs in Tanis, wicked messengers. In vain shall they labor for a people that will not profit them for help, but for shame and reproach.” He plainly shows that there were demons among the Egyptians at that time—he calls them wicked angels—who were especially active in many things in the city of Egypt called Tanis, where Pharaoh’s palace was established at that time. Nevertheless these too, he says, the chiefs in Tanis, the wicked angels, will be of no help in defending those who fled to them and called on them for help. And this was fulfilled in actual fact at the time when the king of the Babylonians, having brought Egypt under his hand, made war on and enslaved together not only the Egyptians but also those of the Jews who had become refugees among them. For then the Jews’ hope in Pharaoh turned into shame and reproach for them. “The vision of the four-footed beasts in the desert.” (Symmachus: “Oracle of the beasts of the South.”) “In affliction and distress, the lion and the lion’s whelp, from there also asps and the offspring of flying asps, those who carried their wealth on asses and camels to a nation; it will not profit them”: because Egypt was wholly a desert of God, and filled with the four-footed beasts that they made gods, and with the demons active among them. This, then, was the vision of the four-footed beasts in the desolation of the Egyptians that the prophet beheld; and to these the Jewish refugees brought their wealth; for they handed over the storehouses of their soul to the Egyptian error. “The Egyptians will profit you in vain and emptily. Announce to them: This comfort of yours is vain. Now therefore sit down and write these things on a tablet and in a book, for these things shall be for days to come, and forever; for the people is disobedient, lying sons, who would not hear the law of God”—their unreason and folly being shown in some such way. For neither the visible Egyptians, nor those they considered gods, would help the Jewish people who fled to them. For it was in terms of great distress of soul and excessive affliction that he spoke of the gods among them: those very wicked demons that afflict and distress their souls; among them were lions and asps and their offspring, and snakes, and countless other reptiles and beasts, whose images were also the visible animals made gods throughout all Egypt. For they really did honor lions and asps and snakes and countless other things as gods. Indeed they even named their cities after those they considered gods: from the lion, Leonto; from the dog, Cyno; and from another beast again another city. “Those who say to the prophets, Do not announce to us,”
30.2PG 24:303–313
καὶ τοῖς ὁράματα ὁρῶσι, Μὴ λαλεῖτε ἡμῖν· ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης. ᾿Αφέλετε ἀφ᾿ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ᾿ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ. Ταῦτα γὰρ οἱ μὴ πιστεύσαντες ταῖς τοῦ Ἱερεμίου φωναῖς πρὸς αὐτὸν καὶ τοὺς τὰ ὅμοια αὐτῷ φρονοῦντας ἔλεγον. Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ ἅγιος Ἰσραήλ · Ὅτι ἡπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ· διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα· καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτά, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὅστρακον, ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν. Οὕτω λέγει Κύριος Κύριος, ὁ ῞Αγιος τοῦ Ἰσραήλ · Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις· ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη· καὶ οὐκ ἠβούλεσθε ἀκούειν· ἀλλ᾽ εἴπατε, Ἐφ' ἵππων φευξόμεθα · διὰ τοῦτο φεύξεσθε· καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα., Φεύξεσθε μέν· ποῦ μὴν διαφυγεῖν δυνήσεσθε τὴν τῶν Βαβυλωνίων χεῖρα, καταληψομένην ὑμᾶς, καὶ ἐν αὐτῇ ἔχουσαν ; Διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. Χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοὶ, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ᾿ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Ὥσπερ νηὸς παραπεσούσης καὶ ἀπολομένης ἐν θαλάττῃ σημεῖον τυγχάνει ἀποτεθεὶς ἐπ᾿ ἄκρου ὄρους ἱστὸς, τοῦ μηκέτι αὐτοῦ χρείαν εἶναι· οὕτως ἐπίσημον γενήσεσθαι τὴν ἀπώλειαν τῶν δηλουμένων· πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι, περιλειφθήσεσθαι δὲ βραχεῖς τινας, οὓς ἐλεήσας ὁ Θεὸς, καὶ οἶκτον λαβὼν διασώζει δοξαζόμενος, καὶ ὑψούμενος διὰ τοῦ ἐλεῆσαι αὐτοὺς · οὕτω γὰρ αὐτὸν κριτὴν δίκαιον εἶναι, ὡς τοὺς μὲν ἀξίους τιμωρίας κολάζειν, τοὺς δὲ δυναμένους ἐλέου τυχεῖν, τῆς παρ᾿ αὐτοῦ καταξιοῦν σωτηρίας. Διό φησι· Καὶ πάλιν μένει ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτής Κύριος ὁ Θεὸς ὑμῶν. Μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ. Δίκαιος γὰρ ὢν κριτὴς, τοὺς μὲν ἀξίους αἰχμαλωσίᾳ παρεδίδου· οὓς δὲ δίκαιον ἐλεεῖν, ἔσωζεν· ὅθεν καὶ μακάριόν ἐστι τὸ ἐμμένειν ἐν αὐτῷ· ἢ κατὰ τὸν Σύμμαχον, ὑπομένειν αὐτόν. Καλὸν γὰρ τὸ μὴ λειποτακτεῖν, καὶ μὴ ἀπογινώσκειν τὴν τοῦ Θεοῦ βοήθειαν ἐν ταῖς καταλαμβανούσαις συμφοραῖς. Ὡς δίκαιος τοιγαροῦν κριτὴς, καὶ ὡς ἀγαθὸς πάλιν οἱκτειρήσει · ὡς τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ δεύτερον οἰκοδομηθῆναι, καὶ αὖθις ἐν αὐτῇ κατοικῆσαι λαόν. Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ οὐκ ἔκλαυσεν. Ἐλέησόν με· ἐλεήσει σε. Τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπἡκουσέ σου. Οὕτω γὰρ περιέχει ἡ Ἑβραϊκὴ λέξις · διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἱερουσαλήμ, κλαυθμὸν οὐ κλαύσεις · · ὁμοίως δὲ καὶ κατὰ τὸν Θεοδοτίωνα εἴρηται· · Ἐν Ἱερουσαλήμ κλαυθμὸς οὐ κλαυσθήσεται. Οὐκέτι γὰρ ἦν καιρὸς κλαυθμοῦ τοῖς διὰ τὸν ἔλεον τοῦ Θεοῦ ἀπολαβοῦσι τὸ πατρῷον ἔδαφος, καὶ ἐπὶ τούτῳ χαίρουσι καὶ εὐφραινομένοις, κατὰ τὸ εἰρημένον·
kai tois horamata horōsi, Mē laleite hēmin; alla hēmin laleite kai anangellete hēmin heteran planēsin. kai apostrepsate hēmas apo tēs hodou tautēs. ᾿Aphelete aph᾿ hēmōn ton tribon touton, kai aphelete aph᾿ hēmōn to logion tou Israēl. Tauta gar hoi mē pisteusantes tais tou Hieremiou phōnais pros auton kai tous ta homoia autǭ phronountas elegon. Dia touto tade legei Kyrios ho hagios Israēl ; Hoti hēpeithēsate tois logois toutois, kai ēlpisate epi pseudei, kai hoti egongysas, kai pepoithōs egenou epi tǭ logǭ toutǭ; dia touto estai hymin hē hamartia hautē hōs teichos pipton parachrēma poleōs ochyras healōkuias, hēs parachrēma paresti to ptōma; kai to ptōma autēs estai hōs syntrimma angeiou ostrakinou ek keramiou lepta, hōste mē heurein en autois hostrakon, en hǭ pyr areis, kai en hǭ aposyrieis hydōr mikron. Houtō legei Kyrios Kyrios, ho ῾Agios tou Israēl ; Hotan apostrapheis stenaxę̄s, tote sōthēsę̄, kai gnōsę̄ pou ēstha, hote epepoitheis epi tois mataiois; mataia hē ischys hymōn egenēthē; kai ouk ēboulesthe akouein; all᾽ eipate, Eph' hippōn pheuxometha ; dia touto pheuxesthe; kai epi kouphois anabatais esometha., Pheuxesthe men; pou mēn diaphygein dynēsesthe tēn tōn Babylōniōn cheira, katalēpsomenēn hymas, kai en autę̄ echousan ? Dia touto kouphoi esontai hoi diōkontes hymas. Chilioi dia phōnēn henos pheuxontai, kai dia phōnēn pente pheuxontai polloi, heōs an kataleiphthēte hōs histos ep᾿ orous, kai hōs sēmaian pherōn epi bounou. Hōsper nēos parapesousēs kai apolomenēs en thalattę̄ sēmeion tynchanei apotetheis ep᾿ akrou orous histos, tou mēketi autou chreian einai; houtōs episēmon genēsesthai tēn apōleian tōn dēloumenōn; plēn ou pantē pantas apoleisthai phēsi, perileiphthēsesthai de bracheis tinas, hous eleēsas ho Theos, kai oikton labōn diasōzei doxazomenos, kai hypsoumenos dia tou eleēsai autous ; houtō gar auton kritēn dikaion einai, hōs tous men axious timōrias kolazein, tous de dynamenous eleou tychein, tēs par᾿ autou kataxioun sōtērias. Dio phēsi; Kai palin menei ho Theos tou oikteirēsai hymas kai dia touto hypsōthēsetai tou eleēsai hymas; dioti kritēs Kyrios ho Theos hymōn. Makarioi hoi emmenontes en autǭ. Dikaios gar ōn kritēs, tous men axious aichmalōsią paredidou; hous de dikaion eleein, esōzen; hothen kai makarion esti to emmenein en autǭ; ē kata ton Symmachon, hypomenein auton. Kalon gar to mē leipotaktein, kai mē apoginōskein tēn tou Theou boētheian en tais katalambanousais symphorais. Hōs dikaios toigaroun kritēs, kai hōs agathos palin hoikteirēsei ; hōs tēn Siōn kai tēn Hierousalēm deuteron oikodomēthēnai, kai authis en autę̄ katoikēsai laon. Dioti laos hagios en Siōn oikēsei, kai Hierousalēm klauthmǭ ouk eklausen. Eleēson me; eleēsei se. Tēn phōnēn tēs kraugēs sou hēnika eiden, epēkouse sou. Houtō gar periechei hē Hebraïkē lexis ; dio kata ton Symmachon eirētai; Hierousalēm, klauthmon ou klauseis ; ; homoiōs de kai kata ton Theodotiōna eirētai; ; En Hierousalēm klauthmos ou klausthēsetai. Ouketi gar ēn kairos klauthmou tois dia ton eleon tou Theou apolabousi to patrǭon edaphos, kai epi toutǭ chairousi kai euphrainomenois, kata to eirēmenon;
“and to those who see visions, Do not speak to us; but speak to us and announce to us another error, and turn us from this way. Take away from us this path, and take away from us the oracle of Israel.” For those who did not believe the words of Jeremiah said these things to him and to those who thought as he did. “Therefore thus says the Lord, the Holy One of Israel: Because you disobeyed these words, and hoped in a lie, and because you murmured and trusted in this word, therefore this sin shall be to you like a wall falling suddenly from a strong city that has been taken, whose fall is at hand suddenly; and its fall shall be like the breaking of an earthen vessel, fine pieces from a jar, so that no sherd is found among them with which you may take up fire, or with which you may draw a little water. Thus says the Lord, the Lord, the Holy One of Israel: When you turn and groan, then you shall be saved, and you shall know where you were when you trusted in vain things; your strength became vain; and you would not hear, but said, We will flee on horses; therefore you shall flee; and we will be on swift riders.” You will flee indeed; but how will you be able to escape the hand of the Babylonians, which will overtake you and hold you in it? “Therefore those who pursue you shall be swift. A thousand shall flee at the voice of one, and at the voice of five many shall flee, until you are left like a mast on a mountain, and like one carrying a standard on a hill.” As when a ship has been wrecked and lost at sea a mast set up on the top of a mountain is a sign that there is no more use for it, so, he says, the destruction of those indicated will be conspicuous; yet he says that not all will perish altogether, but some few will be left, whom God, having pity and compassion on them, preserves, being glorified and exalted by having mercy on them; for so he is a just judge, punishing those worthy of punishment and counting those who are able to obtain mercy worthy of his salvation. Therefore he says: “And again God waits to have pity on you, and therefore he will be exalted to have mercy on you; for the Lord your God is a judge. Blessed are those who abide in him.” For being a just judge, he handed over to captivity those who deserved it, but saved those whom it was just to pity; hence it is also blessed to abide in him, or, according to Symmachus, to wait for him. For it is good not to desert one’s post, and not to despair of God’s help in the calamities that overtake us. As a just judge, therefore, and as good, he will again have pity, so that Zion and Jerusalem are built a second time and a people again dwells in it. “For a holy people shall dwell in Zion, and Jerusalem did not weep with weeping. Have mercy on me; he will have mercy on you. When he saw the voice of your cry, he heard you.” For so the Hebrew word has it; therefore according to Symmachus it is said: “Jerusalem, you shall not weep a weeping”; and similarly according to Theodotion it is said: “In Jerusalem weeping shall not be wept.” For there was no longer a time of weeping for those who through God’s mercy had recovered their ancestral soil, and were rejoicing and glad over it, according to the saying:
30.3PG 24:303–313
Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. ῾Αγίους δὲ καλεῖ τοὺς διὰ τῆς μετανοίας τὸν ἁγιασμὸν ἐφελκυσαμένους. Κλαίουσαν δὲ τὴν Ἱερουσαλήμ εἰσάγει ὁ προφήτης, προανατυπῶν αὐτὴν τοιαύτην κατὰ νοῦν ἑαυτοῦ τοῖς τῆς συμπαθείας σπλάγχνοις. ᾿Αντὶ δὲ τοῦ, Τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου, ὁ Σύμμαχός φησι, Τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούει σου.» Όμοιον δὲ τούτῳ, Κατὰ τὴν πίστιν σου γενηθήτω σοι, εἰωθότι λέγεσθαι ὑπὸ τοῦ Σωτῆρος. Νῦν μὲν γὰρ, φησὶν, οὐκ ἔκλαυσε, καθ᾽ ἕτερον δὲ καιρὸν τοῦτο ποιεῖ. Πλὴν ὁ λόγος παραινεῖ αὐτῇ βοᾷν πρὸς τὸν Θεὸν πάντοτε. Πρὸς τὴν φωνήν σου, φησὶν, ἀποκριθήσεταί σοι ὁ Θεός. Καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως, καὶ ὕδωρ στενόν · καὶ οὐκέτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε · ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε· καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων · οἱ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά. Διδάσκει δὲ διὰ τούτων, ὡς ἐν μὲν τῇ ἀρχῇ τῆς ἐπανόδου πολλῆς θλιψεως μετέσχον οἱ ἀπὸ τῆς γῆς πολεμίας ἐπανελθόντες, τῶν περιχώρων θλιβόντων αὐτοὺς, ὡς καὶ τὸ ἔργον ἐπισχεῖν τῆς οἰκοδομῆς τοῦ ἱεροῦ. Τοῦτο οὖν καὶ ἐν τῇ ἱστορίᾳ ἐν τῇ βίβλῳ τοῦ Ἔσδρα διδάσκει. Διὸ οὐκέτι πλανήσουσί σε· εἰ γὰρ καὶ πειραθεῖεν τοῦτο πρᾶξαί τινες, ἀλλ᾽ οἱ ὀφθαλμοί σου ὄψονται αὐτούς. Ἰδόντες δὲ αὐτοὺς καὶ νοήσαντες, οὐ πλανηθήσονται. Καὶ πάλιν εἰ πειραθεῖεν ἑτέροις λόγοις ἀπατηλοῖς διαστροφὰς πρὸς ὑμᾶς λαλεῖν, καὶ τούτων τὰ ῥήματα οὐ παραδέξονται τὰ ὦτά σου· κἂν ἀπατῶντες λέγοιεν· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά· · οὐ πεισθήσῃ γὰρ αὐτοῖς λέγουσι ταῦτα · ἀλλ᾽ ὁδῷ βασιλικῇ πορεύσῃ, τὴν μέσην ὁδεύων, καὶ μὴ ἐκκλίνων μήτε εἰς δεξιὰ μήτε εἰς ἀριστερά. Καὶ μιανεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὥσεις αὐτά. Τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός. Πάντα εἰς σὲ πληρωθήσεται ἐν εὐθηνίᾳ πολλῇ, καὶ βαθυτάτῃ εἰρήνῃ τὴν ζωὴν διατελοῦντι· ὡς καὶ παρὰ σοὶ ζῶα, καὶ μάλιστα τὴν χώραν γεωργοῦντα, πληροῦσθαι τῆς αὐτοῖς κατὰ φύσιν τροφῆς. Καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον. Οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ. Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι, ἢ κατὰ τὸν Σύμμαχον, · ἐν ἡμέρᾳ σφαγῆς πολλῆς, ἐν τῷ πεσεῖν μεγάλους.» Πότε δὲ ἔσται ἡ πολλὴ σφαγή, καὶ πότε πεσοῦνται οἱ μεγάλοι, ἢ κατὰ τὸν καιρὸν τῆς καθόλου κρίσεως τῆς μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος τούτου γεγενημένης Διὸ εἴρηται κατὰ τοὺς Ἑβδομήκοντα, Ὅταν πέσωσι πύργοι, καὶ ὅταν ἀπόλωνται πολλοί.
Erchomenoi de hēxousin en agalliasei, airontes ta dragmata autōn. ῾Agious de kalei tous dia tēs metanoias ton hagiasmon ephelkysamenous. Klaiousan de tēn Hierousalēm eisagei ho prophētēs, proanatypōn autēn toiautēn kata noun heautou tois tēs sympatheias splanchnois. ᾿Anti de tou, Tēn phōnēn tēs kraugēs sou hēnika eiden, epēkouse sou, ho Symmachos phēsi, Tēn phōnēn tēs boēs sou, kathōs an akousthę̄, akouei sou.» Omoion de toutǭ, Kata tēn pistin sou genēthētō soi, eiōthoti legesthai hypo tou Sōtēros. Nyn men gar, phēsin, ouk eklause, kath᾽ heteron de kairon touto poiei. Plēn ho logos parainei autę̄ boąn pros ton Theon pantote. Pros tēn phōnēn sou, phēsin, apokrithēsetai soi ho Theos. Kai dōsei Kyrios hymin arton thlipseōs, kai hydōr stenon ; kai ouketi mē engisōsi soi hoi planōntes se ; hoti hoi ophthalmoi sou opsontai tous planōntas se; kai ta ōta sou akousontai tous logous tōn opisō se planēsantōn ; hoi legontes; Hautē hē hodos, poreuthōmen en autę̄, eite dexia, eite aristera. Didaskei de dia toutōn, hōs en men tę̄ archę̄ tēs epanodou pollēs thlipseōs meteschon hoi apo tēs gēs polemias epanelthontes, tōn perichōrōn thlibontōn autous, hōs kai to ergon epischein tēs oikodomēs tou hierou. Touto oun kai en tę̄ historią en tę̄ biblǭ tou Esdra didaskei. Dio ouketi planēsousi se; ei gar kai peiratheien touto praxai tines, all᾽ hoi ophthalmoi sou opsontai autous. Idontes de autous kai noēsantes, ou planēthēsontai. Kai palin ei peiratheien heterois logois apatēlois diastrophas pros hymas lalein, kai toutōn ta rhēmata ou paradexontai ta ōta sou; kan apatōntes legoien; Hautē hē hodos, poreuthōmen en autę̄, eite dexia, eite aristera; ; ou peisthēsę̄ gar autois legousi tauta ; all᾽ hodǭ basilikę̄ poreusę̄, tēn mesēn hodeuōn, kai mē ekklinōn mēte eis dexia mēte eis aristera. Kai mianeis ta eidōla ta periērgyrōmena, kai perikechrysōmena lepta poiēseis, kai likmēseis hōs hydōr apokathēmenēs, kai hōs kopron hōseis auta. Tote estai ho hyetos tǭ spermati tēs gēs sou, kai ho artos tou gennēmatos tēs gēs sou estai plēsmonē kai liparos. Panta eis se plērōthēsetai en euthēnią pollę̄, kai bathytatę̄ eirēnę̄ tēn zōēn diatelounti; hōs kai para soi zōa, kai malista tēn chōran geōrgounta, plērousthai tēs autois kata physin trophēs. Kai boskēthēsetai sou ta ktēnē tę̄ hēmerą ekeinę̄ topon piona kai eurychōron. Hoi tauroi hymōn kai hoi boes hoi ergazomenoi tēn gēn phagontai achyra anapepoiēmena en krithę̄ lelikmēmenę̄. Kai estai epi pantos orous hypsēlou kai epi pantos bounou meteōrou hydōr diaporeuomenon en tę̄ hēmerą ekeinę̄, hotan apolōntai polloi, kai hotan pesōsi pyrgoi, ē kata ton Symmachon, ; en hēmerą sphagēs pollēs, en tǭ pesein megalous.» Pote de estai hē pollē sphagē, kai pote pesountai hoi megaloi, ē kata ton kairon tēs katholou kriseōs tēs meta tēn synteleian tou aiōnos toutou gegenēmenēs Dio eirētai kata tous Hebdomēkonta, Hotan pesōsi pyrgoi, kai hotan apolōntai polloi.
“But they shall come with rejoicing, carrying their sheaves.” He calls “holy” those who have drawn sanctification to themselves through repentance. The prophet brings in Jerusalem weeping, picturing her beforehand in his own mind in this way out of the depths of his compassion. Instead of “When he saw the voice of your cry, he heard you,” Symmachus says: “The voice of your shout, as soon as it is heard, he hears you.” Like this is “Let it be done to you according to your faith,” which the Savior was accustomed to say. For now, he says, she has not wept, but she does so at another time. Yet the word urges her always to cry out to God. To your voice, he says, God will answer you. “And the Lord will give you bread of affliction and scant water; and those who lead you astray shall no longer come near you; for your eyes shall see those who lead you astray, and your ears shall hear the words of those who led you astray behind, who say: This is the way, let us walk in it, whether to the right or to the left.” By these words he teaches that at the beginning of the return those who came back from the enemies’ land had their share of much affliction, since the neighboring peoples afflicted them, so that they even halted the work of building the temple. This is what the history in the book of Ezra teaches too. Therefore they will no longer lead you astray; for even if some should try to do this, your eyes will see them; and having seen and understood them, they will not be led astray. And again, if they should try with other deceitful words to speak perversities to you, your ears will not receive their words either; even if, to deceive you, they should say, “This is the way, let us walk in it, whether to the right or to the left,” you will not be persuaded by them when they say this; but you will walk by the royal road, keeping to the middle, and turning aside neither to the right nor to the left. “And you will defile the idols plated with silver, and you will grind those covered with gold fine, and scatter them like the water of a menstruous woman, and thrust them out like dung. Then there shall be rain for the seed of your land, and the bread of the produce of your land shall be plenty and rich.” All things will be fulfilled for you in great abundance as you pass your life in deepest peace; so that even the animals with you, and especially those that till the land, are filled with the food natural to them. “And your cattle shall graze in that day in a rich and spacious place. Your bulls and oxen that work the land shall eat straw prepared with winnowed barley. And upon every high mountain and every lofty hill there shall be water running in that day, when many perish and when towers fall,” or according to Symmachus, “in the day of great slaughter, when the great fall.” When will the great slaughter be, and when will the great fall, but at the time of the universal judgment that will come after the consummation of this age? Therefore it is said according to the Seventy: “When towers fall, and when many perish.”
30.4PG 24:303–313
Πολλοὶ γὰρ κατ' ἐκεῖνον ἀπολοῦνται τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις ἀποδοθήσεται. Ἐνταῦθα οὔτε τοῦ Ἰσραὴλ μνημονεύει, οὐδὲ ὅλως τῶν Ἰουδαίων, ἀλλὰ τοῦ λαοῦ αὐτοῦ· ὡς πάντας τοὺς ἀξίους χρηματίζειν λαὸν Θεοῦ, τῆς ἐπαγγελίας ἐξαπλουμένης. Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται. Ἰδου τὸ ὄνομα Κυρίου ἔρχεται διὰ πολλοῦ χρόνου, καιόμενος θυμὸς μετὰ δόξης. Τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ αὐτοῦ ὡς πῦρ ἔδεται. Αντὶ δὲ τοῦ, διὰ πολλοῦ χρόνου, οἱ λοιποὶ ἐρμηνευταί, μακρόθεν, εἰρήκασι. Καὶ τήρει, ὡς οὐκ ἂν αὐτὸν φησι τὸν Κύριον ἔρχεσθαι, ἀλλὰ τὸ ὄνομα Κυρίου, τὸν Χριστὸν αἰνιττόμενος, περὶ ου εἴρηται· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ἑρχομένου δὲ καὶ τὴν δευτέραν αὐτοῦ ἔνδοξον παρουσίαν ποιουμένου, ἐπακολουθήσουσι τιμωρητικαὶ δυνάμεις, δι' ὧν αἱ κολάσεις τοῖς ἀσεβέσιν ἐπαχθήσονται, ἂς ἡ παροῦσα Γραφὴ θυμὸν καὶ ὀργὴν ὀνομάζει· ἀκολούθως γὰρ τῇ τοῦ λόγου ἀποφάσει τὰ τῆς ὀργῆς τοῖς κολασθησομένοις ἐπενεχθήσεται. Καὶ τὸ πνεῦμα αὐτοῦ, ὡς ὕδωρ ἐν φάραγγι σύρον, ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται. Καὶ διαιρεθήσεται τὸ κολαστικὸν τοῦτο πνεῦμα εἰς πολλὰς διαιρέσεις, διὰ τὸ πλείστην εἶναι τῶν κολαζομένων διαφοράν. Τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις, καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν. Τὴν κατὰ πάντων θεοπτίαν καὶ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἔσω τούτων στήσεται τὰ τῆς ὀργῆς· διαβήσεται δὲ καὶ εἰς τὰ ἔθνη ἡ τιμωρία. Ἵνα γὰρ μὴ ἐξῇ τοῖς Ἰσραηλίταις, μόνοις ὑπὸ τοῦ Θεοῦ ἐλεγχομένοις, λέγειν αὐτοὺς μόνον τὸν Θεὸν ἐπὶ τοῖς φάσκει, καὶ καταλήψεσθαι τὴν ἐκ τῆς πλανήσεως ἁμαρτήμασι τιμωρηθήσεσθαι, οὐχὶ δὲ καὶ τὰ ἔθνη, ἀναγκαίως καὶ τὴν ἐπὶ τὰ ἔθνη διαβήσεσθαι ἐκδικίαν δίκην προαγορεύει. Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς, ὡσεὶ ἑορτάζοντας, ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετ᾿ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν, Θεὸν τοῦ Ἰσραὴλ; Καὶ ἀκουστὴν ποιήσει Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ, καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ, δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βία. Διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ασσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτοὺς · καὶ ἔσται αὐτῷ κυκλόθεν. Τότε δὴ, φησὶν, οἱ παίοντες αὐτοὺς καὶ τύπτοντες τιμωρηθήσονται· δαίμονες γὰρ, κυκλόθεν αὐτοὺς περιστοιχησάμενοι, τὰς τιμωρίας ἐπάξουσι. Τίνες δὲ εἰσιν οὗτοι διασαφεῖ φάσκων· "Ὅθεν͵ ἦν αὐτοῖς ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ἧς αὐτὸς ἐπεποίθει. Αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν.» Ἐλπὶς τοῖς ἀσεβέσι βοηθείας ἦν ἀπὸ τῶν θεῶν αὐτῶν, τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων, καὶ τῶν πονηρῶν πνευμάτων. Τούτοις γὰρ ὡς θεοῖς προσεῖχον, καὶ τὴν ἐλπίδα τῆς βοηθείας ἐκ τούτων αὐτοῖς ἔσεσθαι ἤλπιζον, οὐκ εἰδότες, ὅτι οὗτοι κολασταὶ αὐτῶν ἔσονται. Ἡ γὰρ ὀργὴ καὶ ὁ θυμὸς κατὰ τῶν ἀσεβῶν ἀποστελλόμενος δι' ἀγγέλων γενήσεται πονηρῶν. Αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς· ἅτε ἐπιχαιρεσίκακοί τινες ὄντες· ἀντὶ γὰρ τῶν φίλων ἐχθροὶ καταστήσονται. Σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ. Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; Ταῦτα δὲ, φησὶ, σὲ περιμένει, τὸν πάλαι τρυφερὸν καὶ ὑπερήφανον· εἰ μὴ ἄρα σαυτὸν ἀπατῶν προσδοκᾷς ὅτι καὶ σοὶ βασιλεύειν ἡτοίμασται ὁμοίως τοῖς στενὴν καὶ τεθλιμμένην ὁδεύσασι τρίβον, καὶ πτωχοῖς διὰ Θεὸν γενομένοις ἕνεκεν δικαιοσύνης. Πᾶσι γὰρ ἐκείνοις ἡτοίμασται ἡ βασιλεία, ἀλλ᾽ οὐ σοὶ τῷ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν πορευομένῳ. Φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά. Ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη. Θεῖον καὶ πῦρ ὑποκαίουσιν εἰς τὴν τῶν αὐτόθι κατακριθησομένων κόλασιν. Τοσαῦτα δὲ διὰ μέσου εἰπὼν, ἀναλαμβάνει τὴν πρὸς τοὺς καταφεύγοντας εἰς Αἴγυπτον προφητείαν.
Polloi gar kat' ekeinon apolountai ton chronon, en hǭ kai ta epēngelmena tois axiois apodothēsetai. Entautha oute tou Israēl mnēmoneuei, oude holōs tōn Ioudaiōn, alla tou laou autou; hōs pantas tous axious chrēmatizein laon Theou, tēs epangelias exaploumenēs. Kai estai to phōs tēs selēnēs hōs to phōs tou hēliou, kai to phōs tou hēliou estai heptaplasion en tę̄ hēmerą, hotan iasētai Kyrios to syntrimma tou laou autou, kai tēn odynēn tēs plēgēs sou iasetai. Idou to onoma Kyriou erchetai dia pollou chronou, kaiomenos thymos meta doxēs. To logion tōn cheileōn autou, logion orgēs plēres, kai hē orgē tou thymou autou hōs pyr edetai. Anti de tou, dia pollou chronou, hoi loipoi ermēneutai, makrothen, eirēkasi. Kai tērei, hōs ouk an auton phēsi ton Kyrion erchesthai, alla to onoma Kyriou, ton Christon ainittomenos, peri ou eirētai; Eulogēmenos ho erchomenos en onomati Kyriou, Theos Kyrios kai epephanen hēmin. Herchomenou de kai tēn deuteran autou endoxon parousian poioumenou, epakolouthēsousi timōrētikai dynameis, di' hōn hai kolaseis tois asebesin epachthēsontai, as hē parousa Graphē thymon kai orgēn onomazei; akolouthōs gar tę̄ tou logou apophasei ta tēs orgēs tois kolasthēsomenois epenechthēsetai. Kai to pneuma autou, hōs hydōr en pharangi syron, hēxei heōs tou trachēlou, kai diairethēsetai. Kai diairethēsetai to kolastikon touto pneuma eis pollas diaireseis, dia to pleistēn einai tōn kolazomenōn diaphoran. Tou taraxai ethnē epi planēsei mataią, kai diōxetai autous planēsis, kai lēpsetai autous kata prosōpon autōn. Tēn kata pantōn theoptian kai touto deiknysin, hoti ouk esō toutōn stēsetai ta tēs orgēs; diabēsetai de kai eis ta ethnē hē timōria. Hina gar mē exę̄ tois Israēlitais, monois hypo tou Theou elenchomenois, legein autous monon ton Theon epi tois phaskei, kai katalēpsesthai tēn ek tēs planēseōs hamartēmasi timōrēthēsesthai, ouchi de kai ta ethnē, anankaiōs kai tēn epi ta ethnē diabēsesthai ekdikian dikēn proagoreuei. Mē dia pantos dei hymas euphrainesthai, kai eisporeuesthai eis ta hagia mou diapantos, hōsei heortazontas, hōsei euphrainomenous eiselthein met᾿ aulou eis to oros Kyriou pros ton, Theon tou Israēl? Kai akoustēn poiēsei Kyrios tēn doxan tēs phōnēs autou, kai ton thymon tou brachionos autou, deixai meta thymou kai orgēs kai phlogos katesthiousēs, keraunōsei biaiōs, kai hōs hydōr kai chalaza synkatapheromenē bia. Dia gar tēs phōnēs Kyriou hēttēthēsontai Assyrioi tę̄ plēgę̄, hę̄ an pataxę̄ autous ; kai estai autǭ kyklothen. Tote dē, phēsin, hoi paiontes autous kai typtontes timōrēthēsontai; daimones gar, kyklothen autous peristoichēsamenoi, tas timōrias epaxousi. Tines de eisin houtoi diasaphei phaskōn; "Hothen͵ ēn autois hē elpis tēs boētheias, eph᾿ hēs autos epepoithei. Autoi meta tympanōn kai kitharas polemēsousin.» Elpis tois asebesi boētheias ēn apo tōn theōn autōn, tōn antikeimenōn dēladē dynameōn, kai tōn ponērōn pneumatōn. Toutois gar hōs theois proseichon, kai tēn elpida tēs boētheias ek toutōn autois esesthai ēlpizon, ouk eidotes, hoti houtoi kolastai autōn esontai. Hē gar orgē kai ho thymos kata tōn asebōn apostellomenos di' angelōn genēsetai ponērōn. Autoi meta tympanōn kai kitharas polemēsousin auton ek metabolēs; hate epichairesikakoi tines ontes; anti gar tōn philōn echthroi katastēsontai. Sy gar pro hēmerōn apaitēthēsę̄. Mē kai soi hētoimasthē basileuein? Tauta de, phēsi, se perimenei, ton palai trypheron kai hyperēphanon; ei mē ara sauton apatōn prosdokąs hoti kai soi basileuein hētoimastai homoiōs tois stenēn kai tethlimmenēn hodeusasi tribon, kai ptōchois dia Theon genomenois heneken dikaiosynēs. Pasi gar ekeinois hētoimastai hē basileia, all᾽ ou soi tǭ tēn plateian kai eurychōron hodon poreuomenǭ. Pharanga batheian, xyla keimena, pyr kai xyla polla. Ho thymos Kyriou hōs pharanx hypo theiou kaiomenē. Theion kai pyr hypokaiousin eis tēn tōn autothi katakrithēsomenōn kolasin. Tosauta de dia mesou eipōn, analambanei tēn pros tous katapheugontas eis Aigypton prophēteian.
For many will perish at that time, in which what was promised will also be rendered to the worthy. Here he mentions neither Israel nor the Jews at all, but “his people”; so that all who are worthy are called the people of God, as the promise is spread abroad. “And the light of the moon shall be as the light of the sun, and the light of the sun shall be sevenfold in the day when the Lord heals the breach of his people, and he will heal the pain of your wound. Behold, the name of the Lord comes after a long time, burning wrath with glory. The oracle of his lips, an oracle full of anger, and the anger of his wrath shall devour like fire.” Instead of “after a long time,” the other translators have said “from afar.” And note that he does not say that the Lord himself comes, but “the name of the Lord,” hinting at Christ, of whom it is said: “Blessed is he who comes in the name of the Lord; the Lord is God and has appeared to us.” And when he comes and makes his second, glorious coming, punishing powers will follow, through whom the punishments will be brought upon the impious, which the present Scripture calls wrath and anger; for the effects of wrath will be brought upon those to be punished in accordance with the sentence of the Word. “And his breath, like water rushing in a ravine, shall come up to the neck, and shall be divided.” And this punishing spirit will be divided into many divisions, because of the very great difference among those who are punished. “To trouble nations for vain error; and error shall pursue them, and take them before their face.” This too shows God’s oversight over all: that the wrath will not stop within these, but the punishment will pass over to the nations as well. For so that the Israelites, who alone are reproved by God, might not be able to say that they alone … would be punished for the sins arising from error, and not the nations too, he necessarily foretells that vengeance will pass to the nations as well. “Must you always rejoice, and enter into my holy places continually, as though keeping festival, as though rejoicing to enter with a flute into the mountain of the Lord, to the God of Israel? And the Lord will make the glory of his voice heard, and the wrath of his arm, to show it with wrath and anger and devouring flame; he will strike with thunderbolts violently, and like water and hail coming down together with violence. For through the voice of the Lord the Assyrians shall be defeated by the blow with which he strikes them; and it shall be round about him.” Then, he says, those who smite and strike them will be punished; for demons, ranged around them on every side, will bring the punishments. And who these are he makes clear, saying: “From where they had their hope of help, in which he had trusted. They will fight with drums and lyre.” The impious had hope of help from their gods, that is, the opposing powers and the wicked spirits. For to these they attended as gods, and hoped that help would come to them from these, not knowing that these would be their punishers. For the wrath and anger sent against the impious will be carried out through wicked angels. “They will fight him with drums and lyre, by a change”: as beings that rejoice in evil; for instead of friends they will become enemies. “For you will be required before your days. Was it prepared for you too to reign?” These things, he says, await you, who were of old luxurious and proud; unless, deceiving yourself, you expect that for you too it has been prepared to reign, like those who walked the narrow and afflicted path and became poor for God’s sake, for the sake of righteousness. For the kingdom has been prepared for all those, but not for you who walk the broad and spacious way. “A deep ravine, logs lying, fire and much wood. The wrath of the Lord like a ravine burning with sulfur.” Sulfur and fire burn beneath for the punishment of those who will be condemned there. Having said so much by way of digression, he resumes the prophecy against those who flee to Egypt.
Chapter 31
31.1PG 24:313–315
Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ᾽ ἴπποις πεποιθότες καὶ ἐφ᾽ ἅρμασιν. Ἔστι γὰρ πολλὰ, καὶ ἐφ᾿ ἵπποις πλῆθος σφόδρα. Καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ῞Αγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν. Καὶ αὐτὸς σοφῶς ἦγεν ἐπ᾿ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ᾿ οἴκους ἀνθρώπων πονηρῶν, καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν, Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων σάρκας καὶ οὐκ ἔστι βοήθεια. δὲ Κύριος ἐπάγει τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτοὺς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται μαχαίρᾳ. Μέμφεται αὐτοὺς ὁ λόγος, ὅτι, μὴ πεποιθότες ἐπὶ τὸν "Αγιον τοῦ Ἰσραὴλ, εἰς Αἰγυπτίους κατέφυγον· διὸ καὶ καταλήψεσθαι αὐτοὺς ὁ μὴ προσεδόκησαν κακὰ ἐπ᾿ αὐτῆς τῆς Αἰγύπτου ἀπειλεῖ. Διδάσκει δι᾿ ὅλης τῆς προκειμένης ἱστορίας ὁ λόγος, ἐν τοῖς καιροῖς τῶν διωγμῶν, εἴ ποτε κρινεῖεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ἢ καὶ τὴν Ἐκκλησίαν αὐτοῦ παραδοῦναι τοῖς τὴν θεοσέβειαν ἐλαύνουσι, μὴ δεῖν ἀναχωρεῖν τῆς ἐνθέου πίστεως, μηδὲ τῆς ἐπὶ τὸν Θεὸν πεποιθήσεως ἀφίστασθαι, μηδὲ ἀπογινώσκειν τὰς τούτου διαλλαγὰς, μηδὲ ἐπὶ τὸν Αἰγυπτιακὸν βίον αὐτομολεῖν, λέγω δὴ τὸν τῶν εἰδωλολατρῶν. Πολλοὶ γὰρ ἐν τοῖς τοιούτοις καιροῖς, ἀποστήσαντες τοῦ τῆς θεοσεβείας λόγου, τὰς ἐλπίδας ἀνήρτησαν ἑαυτῶν τῆς τῶν εἰδωλολατρῶν βοηθείας. Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ὃν τρόπον ὅταν βοήσῃ ὁ λέων, ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβε, καὶ κεκράξῃ ἐπ᾿ αὐτὴν ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν, καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν· οὕτως καταβήσεται Κύριος Σαβαώθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος Σιὼν, ἐπὶ τὰ ὄρη αὐτῆς ὡς ὄρνεα πετόμενα · οὕτως ὑπερασπιεῖ Κύριος, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. Ἐπιστράφητε οἱ τὴν βαθείαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, υἱοὶ Ἰσραήλ· ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνηθήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν. Ἔξεστι γὰρ εἰσέτι καὶ νῦν μετανοήσαντας ἐπανελθεῖν εἰς τὴν ἑαυτῶν γῆν, μαθόντας ὁποῖα ἐπήγγελται περὶ αὐτῆς ὁ Θεός. Καὶ τοῦτο δὲ παρίστησιν ἡ ἱστορία· μετὰ γὰρ τὸ ἐπανελθεῖν αὐτοὺς ἀπὸ Βαβυλῶνος, καὶ ἀνεγεῖραι δεύτερον τὸν ἐν Ἱεροσολύμοις ναὸν, οὐκέτι φαίνονται εἰδώλοις χρησάμενοι. Καὶ πεσεῖται Ασσοὺρ οὐ μαχαίρᾳ ἀνδρὸς, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτὸν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα. Σημαίνει δὲ τὴν καθαίρεσιν τῆς τῶν εἰδωλολατρῶν βασιλείας, καὶ τὴν πτῶσιν αὐτῶν, ὥσπερ ἀφ᾽ ὕψους τοῦ προτέρου βασιλικοῦ ἀξιώματος ἐπὶ τὸ ταπεινὸν φερομένου · καὶ τοῦτο αὐτοῖς, φησὶ, συμβήσεται οὐκ ἐξ ἀνθρωπίνης ἐφόδου, ἀλλ᾽ ἐκ τῆς τοῦ Θεοῦ κατ᾿ αὐτῶν ὀργῆς. Εἰ γὰρ καὶ τὰ μάλιστα ἐδόκουν ἄνθρωποι ὑπηρέται γεγονέναι τῆς καθαιρέσεως αὐτῶν, ἀλλ᾽ αὐτὸς ἦν ὁ Θεὸς, ὁ διὰ τῶν ἀνθρώπων καθαιρῶν αὐτούς. Πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι, καὶ ἡττηθήσονται. Πέτραν λέγει τοῦ ᾿Ασσυρίου τὸ πάλαι στεῤῥὸν καὶ βέβαιον καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ, ὅπερ παρελεύσεσθαί φησιν ὁ λόγος.
Ouai hoi katabainontes eis Aigypton epi boētheian, hoi eph᾽ ippois pepoithotes kai eph᾽ harmasin. Esti gar polla, kai eph᾿ hippois plēthos sphodra. Kai ouk ēsan pepoithotes epi ton ῾Agion tou Israēl, kai ton Kyrion ouk ezētēsan. Kai autos sophōs ēgen ep᾿ autous kaka, kai ho logos autou ou mē athetēthę̄, kai epanastēsetai ep᾿ oikous anthrōpōn ponērōn, kai epi tēn elpida autōn tēn mataian, Aigyption anthrōpon kai ou Theon, hippōn sarkas kai ouk esti boētheia. de Kyrios epagei tēn cheira autou ep᾿ autous, kai kopiasousin hoi boēthountes, kai hama pantes apolountai machairą. Memphetai autous ho logos, hoti, mē pepoithotes epi ton "Agion tou Israēl, eis Aigyptious katephygon; dio kai katalēpsesthai autous ho mē prosedokēsan kaka ep᾿ autēs tēs Aigyptou apeilei. Didaskei di᾿ holēs tēs prokeimenēs historias ho logos, en tois kairois tōn diōgmōn, ei pote krineien ho Theos ton laon autou, ē kai tēn Ekklēsian autou paradounai tois tēn theosebeian elaunousi, mē dein anachōrein tēs entheou pisteōs, mēde tēs epi ton Theon pepoithēseōs aphistasthai, mēde apoginōskein tas toutou diallagas, mēde epi ton Aigyptiakon bion automolein, legō dē ton tōn eidōlolatrōn. Polloi gar en tois toioutois kairois, apostēsantes tou tēs theosebeias logou, tas elpidas anērtēsan heautōn tēs tōn eidōlolatrōn boētheias. Hoti houtōs eipe moi Kyrios; Hon tropon hotan boēsę̄ ho leōn, ē ho skymnos epi tę̄ thērą hę̄ elabe, kai kekraxę̄ ep᾿ autēn heōs an emplēsthę̄ ta orē tēs phōnēs autou, kai hēttēthēsan, kai to plēthos tou thymou eptoēthēsan; houtōs katabēsetai Kyrios Sabaōth epistrateusai epi to oros Siōn, epi ta orē autēs hōs ornea petomena ; houtōs hyperaspiei Kyrios, kai exeleitai, kai peripoiēsetai, kai sōsei. Epistraphēte hoi tēn batheian boulēn bouleuomenoi kai anomon, huioi Israēl; hoti tę̄ hēmerą ekeinę̄ aparnēthēsontai hoi anthrōpoi ta cheiropoiēta autōn, ta argyra kai ta chrysa, ha epoiēsan hai cheires autōn. Exesti gar eiseti kai nyn metanoēsantas epanelthein eis tēn heautōn gēn, mathontas hopoia epēngeltai peri autēs ho Theos. Kai touto de paristēsin hē historia; meta gar to epanelthein autous apo Babylōnos, kai anegeirai deuteron ton en Hierosolymois naon, ouketi phainontai eidōlois chrēsamenoi. Kai peseitai Assour ou machairą andros, oude machaira anthrōpou kataphagetai auton, kai pheuxetai ouk apo prosōpou machairas; hoi de neaniskoi esontai eis hēttēma. Sēmainei de tēn kathairesin tēs tōn eidōlolatrōn basileias, kai tēn ptōsin autōn, hōsper aph᾽ hypsous tou proterou basilikou axiōmatos epi to tapeinon pheromenou ; kai touto autois, phēsi, symbēsetai ouk ex anthrōpinēs ephodou, all᾽ ek tēs tou Theou kat᾿ autōn orgēs. Ei gar kai ta malista edokoun anthrōpoi hypēretai gegonenai tēs kathaireseōs autōn, all᾽ autos ēn ho Theos, ho dia tōn anthrōpōn kathairōn autous. Petrą gar perilēphthēsontai hōs charaki, kai hēttēthēsontai. Petran legei tou ᾿Assyriou to palai sterrhon kai bebaion kai ischyron tēs basileias autou, hoper pareleusesthai phēsin ho logos.
“Woe to those who go down to Egypt for help, who trust in horses and in chariots; for they are many, and in horses a very great number. And they did not trust in the Holy One of Israel, and they did not seek the Lord. And he wisely brought evils upon them, and his word shall not be set aside; and he will rise up against the houses of wicked men and against their vain hope: an Egyptian, a man and not God; flesh of horses, and there is no help. And the Lord brings his hand upon them, and those who help shall grow weary, and all together shall perish by the sword.” The word reproaches them because, not trusting in the Holy One of Israel, they fled to the Egyptians; therefore it also threatens that evils they did not expect will overtake them in Egypt itself. Through the whole of the present history the word teaches that in times of persecution, if ever God should judge it right to hand over his people, or even his church, to those who drive out godliness, one must not withdraw from the divine faith, nor stand away from trust in God, nor despair of reconciliation with him, nor desert to the Egyptian life—I mean that of the idolaters. For many in such times, having departed from the word of godliness, hung their hopes on the help of the idolaters. “For thus the Lord said to me: As when a lion roars, or the whelp over the prey that it has taken, and cries over it until the mountains are filled with its voice, and they were defeated and terrified at the greatness of his wrath, so the Lord Sabaoth will come down to make war upon Mount Zion, upon its mountains; like birds flying, so the Lord will shield, and deliver, and preserve, and save. Turn, you sons of Israel, who devise deep and lawless counsel; for in that day men will renounce the works of their hands, the silver and the gold, which their hands made.” For it is possible even now for those who repent to return to their own land, having learned what God has promised concerning it. And history shows this too; for after they returned from Babylon and raised up the temple in Jerusalem a second time, they are no longer seen to have used idols. “And Assur shall fall, not by a man’s sword, nor shall a human sword devour him; and he shall flee, not from the face of a sword; and the young men shall be for defeat.” He signifies the overthrow of the kingdom of the idolaters and their fall, as of one carried down from the height of their former royal dignity to lowliness; and this, he says, will happen to them not from a human attack, but from God’s wrath against them. For even if men seemed above all to have been the agents of their overthrow, yet it was God himself who overthrew them through men. “For they shall be surrounded by a rock as by a palisade, and shall be defeated.” He calls the “rock” of the Assyrian the former firmness and stability and strength of his kingdom, which, the word says, will pass away.
31.2PG 24:313–315
«Ὁ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Καὶ διὰ τούτου προτρέπει τοὺς εἰς τὴν Αἴγυπτον ὁρμήσαντας μὴ ἀναχωρεῖν τοῦ τόπου ἔνθα ἦν ὁ νεὼς τοῦ Θεοῦ· ἀλλὰ καὶ μακαρίζει τοὺς ἕξοντας ἐν Σιὼν σπέρμα, καὶ ἐν Ἱερουσαλήμ οἱκείους, διὰ τὸ μέλλειν αὐτὴν ἀνανεοῦσθαι, καὶ τὴν οἰκείαν αὖθις ἀπολαμβάνειν δόξαν, ἢ καὶ κρείττονα ἧς εἶχε πρότερον. Διὸ ἐλέγετο ἑτέροις· Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Εἰδέναι δὲ χρὴ, ὅτι τὸ μὲν, μακάριος, οὐδεὶς τῶν ἑρμηνευτῶν εἴρηκεν· ἀντὶ δὲ τοῦ, "Ος ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἱερουσαλήμ, ὁ μὲν Σύμμαχος ἔχει, πῦρ ἐν Σιὼν, καὶ κλίβανον ἐν Ἱερουσαλήμ·· ὁ ᾿Ακύλας καὶ Θεοδοτίων, Φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἱερουσαλήμ, εἰρήκασι· διδάσκοντος τοῦ λόγου, ὅτι ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος, ὁ κατὰ τῶν ᾿Ασσυρίων ἀπειλήσας τὰ λεγόμενα, ἔχει πῦρ ἐν Σιὼν, καὶ κλίβανον ἐν Ἱερουσαλήμ· ἵν᾿ ὅτε βούληται, τῷ πυρὶ τούτῳ καὶ τῷ κλιβάνῳ κατακαύσῃ καὶ κατοπτήσῃ τοὺς καύσεως δεομένους. Διὸ οὐ προσήκει καταφρονεῖν τῆς τοῦ Θεοῦ πόλεως. Ταῦτα δὲ καὶ περὶ τῆς Ἐκκλησίας εἰκότως ἂν ῥηθείη, ἐπειδήπερ ἡ πόλις τοῦ Θεοῦ ἡ δεδοξασμένη αὐτή ἐστι, περὶ ἧς εἴρηται· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Ἔστι καὶ ἐν αὐτῇ πῦρ καὶ κλίβανος, εἰς τὸ καταφλέγειν καὶ ἀναλίσκειν τὰ ἐν ἑκάστῃ ψυχῇ ξύλα καὶ χόρτον καὶ καλάμην. Ἑὰν δὲ λέγηται, Φῶς αὐτῷ ἐν Σιὼν, καὶ κλίβανος αὐτῷ ἐν Ἱερουσαλήμ, διὰ μὲν τοὺς φωτὸς ἀξίους τῶν συναγομένων τὸ φῶς εἰρῆσθαι ἐκδεξόμεθα· διὰ δὲ τοὺς καύσεως καὶ καθάρσεως χρείαν ἔχοντας τὸ, κλίβανος ἐν Ἱερουσαλήμ.
«Ho de pheugōn halōsetai. Tade legei Kyrios Makarios hos echei en Siōn sperma, kai oikeious en Hierousalēm. Kai dia toutou protrepei tous eis tēn Aigypton hormēsantas mē anachōrein tou topou entha ēn ho neōs tou Theou; alla kai makarizei tous hexontas en Siōn sperma, kai en Hierousalēm hoikeious, dia to mellein autēn ananeousthai, kai tēn oikeian authis apolambanein doxan, ē kai kreittona hēs eiche proteron. Dio elegeto heterois; Kai estai hē doxa tou oikou toutou hē eschatē hyper tēn prōtēn. Eidenai de chrē, hoti to men, makarios, oudeis tōn hermēneutōn eirēken; anti de tou, "Os echei en Siōn sperma kai oikeious en Hierousalēm, ho men Symmachos echei, pyr en Siōn, kai klibanon en Hierousalēm;; ho ᾿Akylas kai Theodotiōn, Phōs autǭ en Siōn kai klibanos autǭ en Hierousalēm, eirēkasi; didaskontos tou logou, hoti ho tōn holōn Theos kai Kyrios, ho kata tōn ᾿Assyriōn apeilēsas ta legomena, echei pyr en Siōn, kai klibanon en Hierousalēm; hin᾿ hote boulētai, tǭ pyri toutǭ kai tǭ klibanǭ katakausę̄ kai katoptēsę̄ tous kauseōs deomenous. Dio ou prosēkei kataphronein tēs tou Theou poleōs. Tauta de kai peri tēs Ekklēsias eikotōs an rhētheiē, epeidēper hē polis tou Theou hē dedoxasmenē autē esti, peri hēs eirētai; Dedoxasmena elalēthē peri sou, hē polis tou Theou. Esti kai en autę̄ pyr kai klibanos, eis to kataphlegein kai analiskein ta en hekastę̄ psychę̄ xyla kai chorton kai kalamēn. Hean de legētai, Phōs autǭ en Siōn, kai klibanos autǭ en Hierousalēm, dia men tous phōtos axious tōn synagomenōn to phōs eirēsthai ekdexometha; dia de tous kauseōs kai katharseōs chreian echontas to, klibanos en Hierousalēm.
“And he who flees shall be taken. Thus says the Lord: Blessed is he who has seed in Zion and kinsmen in Jerusalem.” By this too he urges those who had set out for Egypt not to leave the place where the temple of God was; and he also pronounces blessed those who would have seed in Zion and kinsmen in Jerusalem, because it was to be renewed and to recover its own glory again, or even a greater glory than it had before. Therefore it was said elsewhere: “And the latter glory of this house shall be greater than the former.” But one must know that none of the translators has said “blessed”; and instead of “who has seed in Zion and kinsmen in Jerusalem,” Symmachus has “fire in Zion and an oven in Jerusalem,” and Aquila and Theodotion have said: “Light for him in Zion and an oven for him in Jerusalem”; the word teaching that the God and Lord of all, who threatened against the Assyrians what is said, has fire in Zion and an oven in Jerusalem, so that, when he wishes, he may burn up and bake with this fire and this oven those who need burning. Therefore it is not fitting to despise the city of God. These things might fittingly be said about the church too, since she is the glorious city of God, about which it is said: “Glorious things have been spoken of you, O city of God.” In her too there is fire and an oven, to burn up and consume the wood and hay and straw in each soul. And if it is said, “Light for him in Zion and an oven for him in Jerusalem,” we shall take the light to be said for those of the gathered who are worthy of light, and “an oven in Jerusalem” for those who need burning and cleansing.
Chapter 32
32.1PG 24:315–323
Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου. Καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος, ἔνδοξος ἐν γῇ διψώσῃ. Θεσπίζει τὰ πέρὶ τῆς θεοφανείας τοῦ Χριστοῦ· μόνος γὰρ οὗτος δίκαιος ἐν ἀνθρώποις ἀνεφάνη ὁ βασιλεύς. Καὶ οἱ ἀπόστολοι δὲ αὐτοῦ μετὰ κρίσεως τοῦ ἑαυτῶν βασιλέως, τῆς Ἐκκλησίας αὐτοῦ καθηγήσαντο. Ἐβασίλευσε τοίνυν εἰς δικαιοσύνην ὁ Χριστὸς καινήν τινα ταύτην τὴν βασιλείαν· οὐ γὰρ εἰς ἀνθρωπίνην ἀξίαν ἀποβλέπων, οὐδὲ εἰς τιμὴν καὶ δόξαν τὴν παρὰ ἀνθρώποις, τὴν βασιλείαν ἐπανήρατο, ἀλλ᾽ εἰς δικαιοσύνην· ὥσπερ οὖν καὶ οἱ ἄρχοντες αὐτοῦ, οὐκ ἐν ἀξιώμασι κοσμικοῖς προαχθέντες ἦρχον, ἀλλ᾽ εἰς κρίσιν. Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται, Καὶ ἄρχοντες εἰς κρίμα ἄρξουσιν. ᾿Αντὶ δὲ τοῦ, Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, ὁ Σύμμαχος, Καὶ ἔσται, φησὶν, ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ λαίλαπος. Ποῖος οὖν ἄνθρωπος ἔσται ἀλλ᾽ ὁ ἀνωτέρω δίκαιος ὠνομασμένος; Αὐτὸς γὰρ οὗτος ἔσται ἀνὴρ, οὐκοῦν τῇ φύσει ἀνὴρ, ἀλλὰ κρείττων ἢ κατὰ ἀνθρώπου φύσιν. Πλὴν ἔσται ἄνθρωπος ἐπικρύπτων αὐτοῦ τὴν θεότητα. Ὕδωρ γὰρ φερόμενον ἦν καὶ ἀπολλύμενον τὸ πλῆθος τοῦ τῶν Ἰουδαίων λαοῦ· διὸ καὶ ἀπέκρυπτεν αὐτὸν ἐξ αὐτῶν, καὶ τοὺς λόγους αὐτοῦ ἀπ᾿ ἐκείνων μὲν ἐκάλυπτε, τοῖς δὲ αὐτοῦ μαθηταῖς ἐφανέρου. Τις δὲ φανήσεται ἢ αὐτὸς δίκαιος βασιλεύς; αὐτὸς γὰρ φανήσεται ὡς ποταμὸς φερόμενος ἔνδοξος. Τις δέ ἐστιν ἡ Σιὼν αὕτη ἢ ἡ τὸν ἀπ᾿ ἐκείνων κρυπτόμενον ἐμφανῶς παραδεξαμένη; ἡ γὰρ πάλαι ἔρημος καὶ διψῶσα ἡ ἐξ ἐθνῶν Ἐκκλησία, αὕτη ἐστὶν ἡ Σιών. Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ᾿ ἀνθρώπους, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν, καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην. Σιὼν τοίνυν καὶ γῆ διψῶσᾳ πάλαι ἔρημος εἴη ἂν ἡ Ἐκκλησία· καὶ καρδία ἀσθενούντων, καὶ γλῶσσαι τραυλίζουσαι, αἱ τῶν πάλαι τὸν Θεὸν μὴ νοούντων, μηδὲ ὀρθὰ λαλούντων ἐθνῶν, οἷς ἐπαγγέλλεται τὴν ἐπὶ τὰ κρείττω μεταβολήν. Τούτοις ἐπιλέγει · Καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν· ὥσπερ οὖν πρότερον ἐποίουν, ὅτε τοῖς ὡς ἀληθῶς μωροῖς διδασκάλοις αὐτῶν ἐπέτρεπον τὰς ἑαυτῶν ψυχάς· ἦσαν δὲ οὗτοι οἱ σοφοὶ τοῦ αἰῶνος τούτου, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν. Τοιοῦτος δὲ ἦν πᾶς ὁ τὴν σοφίαν ἐπαγγελλόμενος τοῦ αἰῶνος τούτου. «Καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου, Σίγα. Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διασπείραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιήσει. Ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Μωρὰ δὲ ταῦτα γὰρ πάντα πάλαι ἔπραττον οἱ πάλαι μωροὶ ἄρχοντες τῶν ἀνθρώπων· καὶ ἡ βουλὴ αὐτῶν πονηρὰ οὖσα ἄνομα ἐβουλεύετο, εἰς τὸ καταφθεῖραι τοῖς ἑαυτῶν λόγοις τοὺς τὰς ψυχὰς ταπεινούς.
Idou gar basileus dikaios basileusei, kai archontes meta kriseōs arxousi. Kai estai ho anthrōpos kryptōn tous logous autou, kai krybēsetai hōs aph' hydatos pheromenou. Kai phanēsetai en Siōn hōs potamos pheromenos, endoxos en gę̄ dipsōsę̄. Thespizei ta peri tēs theophaneias tou Christou; monos gar houtos dikaios en anthrōpois anephanē ho basileus. Kai hoi apostoloi de autou meta kriseōs tou heautōn basileōs, tēs Ekklēsias autou kathēgēsanto. Ebasileuse toinyn eis dikaiosynēn ho Christos kainēn tina tautēn tēn basileian; ou gar eis anthrōpinēn axian apoblepōn, oude eis timēn kai doxan tēn para anthrōpois, tēn basileian epanērato, all᾽ eis dikaiosynēn; hōsper oun kai hoi archontes autou, ouk en axiōmasi kosmikois proachthentes ērchon, all᾽ eis krisin. Dio kata tous loipous hermēneutas eirētai, Kai archontes eis krima arxousin. ᾿Anti de tou, Kai estai ho anthrōpos kryptōn tous logous autou, ho Symmachos, Kai estai, phēsin, anēr hōs apokryphē apo pneumatos kai lailapos. Poios oun anthrōpos estai all᾽ ho anōterō dikaios ōnomasmenos? Autos gar houtos estai anēr, oukoun tę̄ physei anēr, alla kreittōn ē kata anthrōpou physin. Plēn estai anthrōpos epikryptōn autou tēn theotēta. Hydōr gar pheromenon ēn kai apollymenon to plēthos tou tōn Ioudaiōn laou; dio kai apekrypten auton ex autōn, kai tous logous autou ap᾿ ekeinōn men ekalypte, tois de autou mathētais ephanerou. Tis de phanēsetai ē autos dikaios basileus? autos gar phanēsetai hōs potamos pheromenos endoxos. Tis de estin hē Siōn hautē ē hē ton ap᾿ ekeinōn kryptomenon emphanōs paradexamenē? hē gar palai erēmos kai dipsōsa hē ex ethnōn Ekklēsia, hautē estin hē Siōn. Kai ouketi esontai pepoithotes ep᾿ anthrōpous, alla ta ōta dōsousin akouein, kai hē kardia tōn asthenountōn prosexei tou akouein, kai hai glōssai hai psellizousai tachy mathēsontai lalein eirēnēn. Siōn toinyn kai gē dipsōsą palai erēmos eiē an hē Ekklēsia; kai kardia asthenountōn, kai glōssai traulizousai, hai tōn palai ton Theon mē noountōn, mēde ortha lalountōn ethnōn, hois epangelletai tēn epi ta kreittō metabolēn. Toutois epilegei ; Kai ouketi ou mē eipōsi tǭ mōrǭ archein; hōsper oun proteron epoioun, hote tois hōs alēthōs mōrois didaskalois autōn epetrepon tas heautōn psychas; ēsan de houtoi hoi sophoi tou aiōnos toutou, hōn emōranen ho Theos tēn sophian. Toioutos de ēn pas ho tēn sophian epangellomenos tou aiōnos toutou. «Kai ouketi mē eipōsin hoi hypēretai sou, Siga. Ho gar mōros mōra lalēsei, kai hē kardia autou mataia noēsei, tou syntelein anoma, kai lalein pros Kyrion planēsin, tou diaspeirai psychas peinōsas, kai tas psychas tas dipsōsas kenas poiēsei. Hē gar boulē tōn ponērōn anoma bouleuetai, kataphtheirai tapeinous en logois adikois, kai diaskedasai logous tapeinōn en krisei. Mōra de tauta gar panta palai epratton hoi palai mōroi archontes tōn anthrōpōn; kai hē boulē autōn ponēra ousa anoma ebouleueto, eis to kataphtheirai tois heautōn logois tous tas psychas tapeinous.
“Behold, a righteous king shall reign, and rulers shall rule with judgment. And the man shall be hiding his words, and he shall be hidden as from rushing water. And he shall appear in Zion like a rushing river, glorious in a thirsty land.” He prophesies about the divine appearing of Christ; for he alone appeared among men as the righteous king. And his apostles too, with the judgment of their king, led his church. Christ, then, reigned in righteousness, a kind of new kingdom; for he did not take up the kingdom looking to human rank, nor to honor and glory among men, but for righteousness; just as his rulers too ruled not as men advanced in worldly ranks, but for judgment. Therefore according to the other translators it is said: “And rulers shall rule for judgment.” Instead of “And the man shall be hiding his words,” Symmachus says: “And a man shall be like a hiding place from wind and storm.” What man, then, will this be but the one named righteous above? For he himself will be a man—not, however, a man by nature, but greater than human nature. Yet he will be a man hiding his Godhead. For the multitude of the Jewish people was water rushing by and perishing; therefore he hid himself from them, and concealed his words from them, but revealed them to his disciples. Who will appear but the righteous king himself? For he will appear like a glorious rushing river. And who is this Zion but she who openly received him who was hidden from them? For the church from the nations, once desert and thirsty, is this Zion. “And they shall no longer trust in men, but they will give their ears to hear, and the heart of the weak will attend to hear, and the stammering tongues will quickly learn to speak peace.” Zion, then, and the thirsty land once desert would be the church; and the heart of the weak and the stammering tongues are those of the nations who of old did not know God nor speak rightly, to whom he promises the change for the better. To these he adds: “And they will no longer tell the fool to rule,” as they did before, when they entrusted their souls to their truly foolish teachers; and these were the wise men of this age, whose wisdom God made foolish. Such was everyone who professed the wisdom of this age. “And your servants will no longer say, Be silent. For the fool will speak foolish things, and his heart will devise vain things, to accomplish lawless deeds, and to speak error against the Lord, to scatter hungry souls; and he will make thirsty souls empty. For the counsel of the wicked devises lawless things, to destroy the lowly with unjust words, and to scatter the words of the lowly in judgment.” For the foolish rulers of men of old did all these foolish things; and their counsel, being wicked, devised lawless things, to destroy with their words those lowly in soul.
32.2PG 24:315–323
Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο· καὶ αὕτη ἡ βουλή μενεῖ. Δι' ὧν σημαίνονται οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν εἰς τὴν ἀρχὴν τῆς σωτηρίας αὐτοῦ, καὶ τὸ ἡγεῖσθαι αὐτῆς, δίκαιος δεδώρηται βασιλεύς. Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες, ἐπ᾿ ἐλπίδι ἀκούσατε τοὺς λόγους μου. Διὰ τῶν προκειμένων προσφωνεί παρακελευόμενος ἀποκλαίεσθαι καὶ κόπτεσθαι καὶ θρηνεῖν, ὡς ἂν ἐκπέσοιεν τῆς τοῦ Θεοῦ χάριτος διὰ τὴν εἰς τὸν Θεὸν ἀπιστίαν αὐτῶν· διαβάλλων δὲ τὸ ἄνανδρον τῆς ψυχῆς αὐτῶν καὶ τὸ τεθηλυμένον, γυναῖκας αὐτοὺς ἀποκαλεῖ. Φασὶ δὲ τὰς συναγωγὰς αὐτῶν δηλοῦσθαι διὰ τῆς φασκούσης προφητείας. Παρακελεύεται τοίνυν ὁ λόγος αὐτοῖς μὴ ὑπτίως, μηδὲ παρέργως προσέχειν τοῖς λεγομένοις, διεγηγερμένως δὲ καὶ συντεταγμένως. Εἴποις δ᾽ ἂν τὰς μὲν πρώτας γυναῖκας σημαίνειν τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρὰ Ἰουδαίοις συνόδους, καὶ τὰ πλήθη τὰ ἐν αὐτοῖς συναγόμενα· τὰς δὲ θυγατέρας ἐν τοῖς ὑστέροις χρόνοις ὑποστησομένας, τὰς αὐτῶν συναγωγάς. Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ᾿ ἐλπίδος· ἀνήλωται ὁ τρύγητος, πέπαυται ὁ σπόρος, καὶ οὐκέτι μὴ ἔλθῃ. Ἐνιαυτὸν δὲ καλεῖ ὁ προφητικὸς λόγος τὸν χρόνον τοῦ κηρύγματος τοῦ εὐαγγελικοῦ, καθ᾽ ἂν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν συνὼν ἀνθρώποις ἐκήρυξε διδάσκων. Καὶ τοῦτο δηλοῖ ἀπὸ τοῦ ἑξῆς ἐκ προσώπου τοῦ Θεοῦ λέγεσθαι· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμὲ, οὗ εἶνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν. Ἔκστητε, λυπήθητε αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε· περιζώσασθε σάκκους τὰς ὀσφύας ὑμῶν. ῾Αψάσθω, φησὶν, ὑμῶν ἡ κατὰ Θεὸν λύπη, καὶ τῆς προτέρας ἀπιστίας ἔκστητε ἐπιδοῦναι ἑαυτὰς εἰς μετάνοιαν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε, περὶ ἀγροῦ ἐπιθυμήματος, καὶ ἀμπέλου γεννήματος. Ἡ γῆ τοῦ λαοῦ μου, ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. Τοῦτο δὲ ἐδήλου διὰ τῶν ἔμπροσθεν εἰπών· Καὶ ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· · καὶ ταύτας διερμηνεύων ἐπήγαγε λέγων· Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐπὶ τούτοις τοιγαροῦν κόπτεσθαι παρεκελεύετο, καὶ μάλιστα διὰ τὴν ἐπιφερομένην ἀπειλήν. Πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι, πλοῦτον πόλεως ἀφήσουσιν, οἴκους ἐπιθυμητούς. Καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὅνων ἀγρίων, βοσκήματα ποιμένων. Τίς δὲ, ὁρῶν μετοίκους ἄνδρας οἰκοῦντας τὴν Ἱερουσαλήμ, εἰδωλολάτρας τε ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους, οὐκ ἂν εὐλόγως εἴποι ὄνους ἀγρίους, καὶ διαφόρους ἀγέλας καταβόσκεσθαι αὐτήν. Διὸ λέλεκται· Εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων.» Διὰ ταῦτα τοιγαροῦν προσέταξεν ὑμῖν ὁ λόγος ἰσχυρόν ποιεῖσθαι κοπετὸν, καὶ τῷ θρήνῳ παραμένειν ἐπὶ τοσοῦτον. Ἕως ἂν ἐπέλθοι ἐφ᾽ ὑμᾶς Πνεῦμα ἀφ᾽ ὑψηλοῦ. Τοῦτο δὲ ἦν περὶ οὗ ἔφασκεν ὁ Σωτήρ· Ἰδοὺ ἐγὼ ἀπέρχομαι, καὶ ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας· · καὶ πάλιν· Ἕως ἂν λάβητε ἐξ ὕψους δύναμιν. Ἐπεὶ τοίνυν Μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται, καὶ, Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσουσιν· · εἰκότως ταῖς προλεχθείσαις, αἳ διὰ θρήνου καὶ κλαυθμοῦ καὶ κοπετοῦ τὴν μετάνοιαν ἐνεδείξαντο, ἐπαγγελίαν δίδωσιν άγαθὴν τὴν διὰ τοῦ Πνεύματος.
Hoi de eusebeis syneta ebouleusanto; kai hautē hē boulē menei. Di' hōn sēmainontai hoi apostoloi tou Sōtēros hēmōn eis tēn archēn tēs sōtērias autou, kai to hēgeisthai autēs, dikaios dedōrētai basileus. Gynaikes plousiai, anastēte, kai akousate tēs phōnēs mou; thygateres, ep᾿ elpidi akousate tous logous mou. Dia tōn prokeimenōn prosphōnei parakeleuomenos apoklaiesthai kai koptesthai kai thrēnein, hōs an ekpesoien tēs tou Theou charitos dia tēn eis ton Theon apistian autōn; diaballōn de to anandron tēs psychēs autōn kai to tethēlymenon, gynaikas autous apokalei. Phasi de tas synagōgas autōn dēlousthai dia tēs phaskousēs prophēteias. Parakeleuetai toinyn ho logos autois mē hyptiōs, mēde parergōs prosechein tois legomenois, diegēgermenōs de kai syntetagmenōs. Eipois d᾽ an tas men prōtas gynaikas sēmainein tas epi tōn palaiōn chronōn para Ioudaiois synodous, kai ta plēthē ta en autois synagomena; tas de thygateras en tois hysterois chronois hypostēsomenas, tas autōn synagōgas. Hēmeras eniautou mneian poiēsasthe en odynę̄ met᾿ elpidos; anēlōtai ho trygētos, pepautai ho sporos, kai ouketi mē elthę̄. Eniauton de kalei ho prophētikos logos ton chronon tou kērygmatos tou euangelikou, kath᾽ an ho Sōtēr kai Kyrios hēmōn synōn anthrōpois ekēryxe didaskōn. Kai touto dēloi apo tou hexēs ek prosōpou tou Theou legesthai; Pneuma Kyriou ep᾿ eme, hou eineken echrise me, euangelisasthai ptōchois apestalke me, kēryxai aichmalōtois aphesin, kai typhlois anablepsin, kalesai eniauton Kyriou dekton. Ekstēte, lypēthēte hai pepoithuiai, ekdysasthe, gymnai genesthe; perizōsasthe sakkous tas osphyas hymōn. ῾Apsasthō, phēsin, hymōn hē kata Theon lypē, kai tēs proteras apistias ekstēte epidounai heautas eis metanoian. Hē gar kata Theon lypē metanoian eis sōtērian ametamelēton katergazetai. Kai epi tōn mastōn koptesthe, peri agrou epithymēmatos, kai ampelou gennēmatos. Hē gē tou laou mou, akantha kai chortos anabēsetai, kai ek pasēs oikias euphrosynē arthēsetai. Touto de edēlou dia tōn emprosthen eipōn; Kai emeina hina poiēsę̄ staphylēn, epoiēse de akanthas; ; kai tautas diermēneuōn epēgage legōn; Emeina hina poiēsę̄ krisin, epoiēse de anomian, kai ou dikaiosynēn, alla kraugēn. Epi toutois toigaroun koptesthai parekeleueto, kai malista dia tēn epipheromenēn apeilēn. Polis plousia, oikoi enkataleleimmenoi, plouton poleōs aphēsousin, oikous epithymētous. Kai esontai hai kōmai spēlaia heōs tou aiōnos, euphrosynē honōn agriōn, boskēmata poimenōn. Tis de, horōn metoikous andras oikountas tēn Hierousalēm, eidōlolatras te ek diaphorōn ethnōn syneilegmenous, ouk an eulogōs eipoi onous agrious, kai diaphorous agelas kataboskesthai autēn. Dio lelektai; Euphrosynē onōn agriōn, boskēmata poimenōn.» Dia tauta toigaroun prosetaxen hymin ho logos ischyron poieisthai kopeton, kai tǭ thrēnǭ paramenein epi tosouton. Heōs an epelthoi eph᾽ hymas Pneuma aph᾽ hypsēlou. Touto de ēn peri hou ephasken ho Sōtēr; Idou egō aperchomai, kai apostelō hymin ton Paraklēton, to Pneuma tēs alētheias; ; kai palin; Heōs an labēte ex hypsous dynamin. Epei toinyn Makarioi hoi penthountes, hoti paraklēthēsontai, kai, Makarioi hoi klaiontes, hoti gelasousin; ; eikotōs tais prolechtheisais, hai dia thrēnou kai klauthmou kai kopetou tēn metanoian enedeixanto, epangelian didōsin agathēn tēn dia tou Pneumatos.
“But the godly have devised understanding counsels; and this counsel shall abide.” By these words the apostles of our Savior are signified, to whom the righteous king has granted the beginning of his salvation and its leadership. “Rich women, rise up and hear my voice; daughters, hear my words in hope.” In what is set out here he calls out, urging them to weep and beat their breasts and lament, since they would fall from the grace of God because of their unbelief toward God; and censuring the unmanliness and effeminacy of their soul, he calls them women. They say that their synagogues are indicated by this prophecy. The word urges them, then, not to attend carelessly or in passing to what is said, but alertly and with full attention. You might say that the first, the women, signify the assemblies among the Jews in the ancient times and the multitudes gathered in them; and the daughters, their synagogues that would come into being in later times. “Make remembrance of days of a year with pain, with hope; the vintage is spent, the sowing has ceased, and it shall come no more.” The prophetic word calls “a year” the time of the gospel preaching, during which our Savior and Lord, dwelling with men, preached and taught. And it shows this from what is said next in the person of God: “The Spirit of the Lord is upon me, because he has anointed me; he has sent me to preach good news to the poor, to proclaim release to captives and recovery of sight to the blind, to proclaim the acceptable year of the Lord.” “Be amazed, be grieved, you who are confident; strip, become naked; gird sackcloth on your loins.” Let godly grief take hold of you, he says, and depart from your former unbelief so as to give yourselves to repentance. For “godly grief produces a repentance that leads to salvation without regret.” “And beat upon your breasts for the pleasant field and the fruit of the vine. The land of my people, thorn and grass shall come up on it, and gladness shall be taken away from every house.” This he showed when he said earlier: “And I waited for it to make grapes, but it made thorns”; and interpreting these he added: “I waited for it to do judgment, but it did lawlessness, and not righteousness, but a cry.” For these things, then, he urged them to beat their breasts, and above all because of the threat that follows. “A rich city, abandoned houses; they shall leave the wealth of the city, desirable houses. And the villages shall be caves forever, a joy of wild asses, pastures of shepherds.” Who, seeing foreign settlers inhabiting Jerusalem, idolaters gathered from various nations, would not rightly say that wild asses and various herds graze it down? Therefore it is said: “A joy of wild asses, pastures of shepherds.” For these reasons, then, the word commanded you to make strong lamentation and to remain in mourning so long, “until the Spirit from on high comes upon you.” This was the one of whom the Savior spoke: “Behold, I go away, and I will send you the Paraclete, the Spirit of truth”; and again: “until you receive power from on high.” Since, then, “Blessed are those who mourn, for they shall be comforted,” and “Blessed are those who weep, for they shall laugh,” he fittingly gives the good promise through the Spirit to the women spoken of, who showed their repentance through lamentation and weeping and beating of breasts.
32.3PG 24:315–323
Καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμέλ εἰς δρυμὸν λογισθήσεται· καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει.» Λίβανος μὲν τὸ ὄρος τὸ ἐπὶ τῆς Φοινίκης ἐδήλου τὰ ἔθνη· Κάρμηλος δὲ τὸ ὄρος τὸ ὑπὸ Ἰουδαίοις ὃν πρότερον τὸν ἐκ περιτομῆς λαὸν, ὅθεν καὶ ἑρμηνεύεται ὁ Χερμέλ, δηλαδή Κάρμηλος, Ἐπίγνωσις περιτομῆς.» Τὸν Λίβανον τοίνυν, τὸν ἀλλόφυλον καὶ ἀλλογενῆ λαὸν, τὸν ἐξ ἐθνῶν μεταβληθέντα, ἔσεσθαί φησιν, ὁποῖος ἦν ὁ πάλαι παρὰ τῷ Θεῷ τετιμημένος λαὸς ὁ ἐκ περιτομῆς· αὐτὸν δὲ τὸν ἐκ περιτομῆς λαὸν, Χερμέλ ἢ Κάρμηλον ὀνομαζόμενον, εἰς δρυμόν λογισθήσεσθαι. Τοῦτο τοίνυν καὶ ἐν τοῖς μετὰ χεῖρας σημαίνει φάσκων ὁ λόγος κατὰ τὸν Σύμμαχον· «Καὶ ἔσται ἡ ἔρημος εἰς Κάρμηλον· · ὡς γὰρ ἐκεῖ ὁ Λίβανος εἰς Κάρμηλον ἐλέγετο μεταβάλλεσθαι, οὕτως ἐνταῦθα ἡ ἔρημος, ἵνα ᾗ ταὐτὸν καὶ ἔρημος ὁ Λίβανος, οὕτω δηλουμένης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥτις μεταβέβληται εἰς Κάρμηλον. "Ωσπερ γὰρ ἦν πάλαι πρότερον μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·, ὅ τε Κάρμηλος ἦν ἐπίγνωσιν ἔχων περὶ ταύτης· οὕτως ὁ Λίβανος καὶ ἡ πάλαι ἔρημος, ἐπὶ τὸ κρεῖττον μεταβαλοῦσα, γέγονε μερὶς τοῦ Θεοῦ· ὡς αὖ πάλιν ὁ Κάρμηλος εἰς δρυμὸν ἐλογίσθη. Δρυμὸς δὲ ἐστι χωρίον φυτῶν ἀγρίων καὶ ἀκάρπων πλῆρες· διὸ σύνηθες τῇ θείᾳ Γραφῇ τὰ ἔθνη τὰ τὸν Θεὸν οὐκ εἰδότα, δρυμὸν ὀνομάζειν, ὡς πολλάκις ἀπεδείξαμεν. Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἕως τοῦ αἰῶνος. Καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήσει πεποιθὼς, καὶ ἀναπαύσονται μετὰ πλούτου. Αντὶ γὰρ τῆς καθαιρεθείσης πόλεως τῆς μεγάλης ἐκείνης καὶ γαυριώσης, ἑτέραν τῷ Θεῷ συστήσεσθαι πόλιν, τὴν ἀπὸ περάτων ἕως περάτων καθολικὴν Ἐκκλησίαν, καὶ τὸ ἐν αὐτῇ πολίτευμα, θεσπίζει. Βέβαιον γὰρ τῶν εἰς Θεὸν πεπιστευκότων τὸ φρόνημα. Πόλιν εἰρήνης τὴν ἐν τοῖς οὐρανοῖς λέγει· Ἡ γὰρ ἄνω, φησὶ, Ἱερουσαλήμ ἐλευθέρα ἐστὶ, μήτηρ πάντων ἡμῶν.» Πόλιν δὲ ἀμεριμνίας καὶ τὰς διαφόρους λέγει μονὰς· πολλαὶ γὰρ, φησὶ, μοναὶ παρὰ τῷ Πατρί μου, ἔχουσι δὲ καὶ τὸν πλοῦτον τὸν ἄσυλον. «Θησαυρίζετε γὰρ, φησὶν, ὅπου σὴς καὶ βρῶσις οὐκ ἀφανίζει, οὐδὲ κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Ἡ δὲ χάλαζα, ἐὰν καταβῇ, οὐκ ἐφ᾽ ὑμᾶς ἥξει. Καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες, ὡς οἱ ἐν τῇ πεδινῇ. Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Μακαρίζει δὲ διὰ τούτων τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν, καὶ τοὺς πρώτους κήρυκας τοῦ Εὐαγγελίου, τοὺς καὶ Ἰουδαίοις καὶ Ἕλλησι κηρύξαντας, καὶ τὸν σπόρον αὐτῶν καταβαλομένους ἐπὶ πάντα ἄνθρωπον Ἰουδαῖόν τε πρῶτον καὶ Ἕλληνα · βοῦς γὰρ διὰ τοὺς πατέρας, ὡσανεὶ καθαρὸν ζῶον, ὁ ἐκ περιτομῆς λαὸς ὠνόμασται· ὄνος δὲ, ὡσανεὶ ἀκάθαρτος, ὁ ἐκ πατέρων εἰδωλολατρῶν λαός. Ἐπεὶ τοίνυν Ἰουδαίοις πρώτως, ἔπειτα Ἕλλησι τὸν εὐαγγελικὸν κατεβάλλοντο σπόρον οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι, εἰκότως εἴρηται· Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ὕδωρ δὲ ἐνταῦθα ᾐνίξατο τὴν θεόπνευστον Γραφὴν, ὑπὸ Ἰουδαίων καὶ τοῦ ἐξ ἐθνῶν λαοῦ πατουμένην.
Kai estai erēmos ho Chermel, kai ho Chermel eis drymon logisthēsetai; kai anapausetai en tę̄ erēmǭ krima, kai dikaiosynē en tǭ Karmēlǭ katoikēsei.» Libanos men to oros to epi tēs Phoinikēs edēlou ta ethnē; Karmēlos de to oros to hypo Ioudaiois hon proteron ton ek peritomēs laon, hothen kai hermēneuetai ho Chermel, dēladē Karmēlos, Epignōsis peritomēs.» Ton Libanon toinyn, ton allophylon kai allogenē laon, ton ex ethnōn metablēthenta, esesthai phēsin, hopoios ēn ho palai para tǭ Theǭ tetimēmenos laos ho ek peritomēs; auton de ton ek peritomēs laon, Chermel ē Karmēlon onomazomenon, eis drymon logisthēsesthai. Touto toinyn kai en tois meta cheiras sēmainei phaskōn ho logos kata ton Symmachon; «Kai estai hē erēmos eis Karmēlon; ; hōs gar ekei ho Libanos eis Karmēlon elegeto metaballesthai, houtōs entautha hē erēmos, hina hę̄ tauton kai erēmos ho Libanos, houtō dēloumenēs tēs ex ethnōn Ekklēsias, hētis metabeblētai eis Karmēlon. "Ōsper gar ēn palai proteron meris Kyriou laos autou Iakōb, schoinisma klēronomias autou Israēl;, ho te Karmēlos ēn epignōsin echōn peri tautēs; houtōs ho Libanos kai hē palai erēmos, epi to kreitton metabalousa, gegone meris tou Theou; hōs au palin ho Karmēlos eis drymon elogisthē. Drymos de esti chōrion phytōn agriōn kai akarpōn plēres; dio synēthes tę̄ theią Graphę̄ ta ethnē ta ton Theon ouk eidota, drymon onomazein, hōs pollakis apedeixamen. Kai estai ta erga tēs dikaiosynēs eirēnē, kai kratēsei hē dikaiosynē anapausin, kai pepoithotes heōs tou aiōnos. Kai katoikēsei ho laos autou en polei eirēnēs, kai enoikēsei pepoithōs, kai anapausontai meta ploutou. Anti gar tēs kathairetheisēs poleōs tēs megalēs ekeinēs kai gauriōsēs, heteran tǭ Theǭ systēsesthai polin, tēn apo peratōn heōs peratōn katholikēn Ekklēsian, kai to en autę̄ politeuma, thespizei. Bebaion gar tōn eis Theon pepisteukotōn to phronēma. Polin eirēnēs tēn en tois ouranois legei; Hē gar anō, phēsi, Hierousalēm eleuthera esti, mētēr pantōn hēmōn.» Polin de amerimnias kai tas diaphorous legei monas; pollai gar, phēsi, monai para tǭ Patri mou, echousi de kai ton plouton ton asylon. «Thēsaurizete gar, phēsin, hopou sēs kai brōsis ouk aphanizei, oude kleptai dioryssousi kai kleptousin. Hē de chalaza, ean katabę̄, ouk eph᾽ hymas hēxei. Kai esontai hoi enoikountes en tois drymois pepoithotes, hōs hoi en tę̄ pedinę̄. Makarioi hoi speirontes epi pan hydōr, hou bous kai onos patei. Makarizei de dia toutōn tous apostolous tou Sōtēros hēmōn, kai tous prōtous kērykas tou Euangeliou, tous kai Ioudaiois kai Hellēsi kēryxantas, kai ton sporon autōn katabalomenous epi panta anthrōpon Ioudaion te prōton kai Hellēna ; bous gar dia tous pateras, hōsanei katharon zōon, ho ek peritomēs laos ōnomastai; onos de, hōsanei akathartos, ho ek paterōn eidōlolatrōn laos. Epei toinyn Ioudaiois prōtōs, epeita Hellēsi ton euangelikon kateballonto sporon hoi tou Sōtēros hēmōn apostoloi, eikotōs eirētai; Makarios ho speirōn epi pan hydōr, hou bous kai onos patei. Hydōr de entautha ę̄nixato tēn theopneuston Graphēn, hypo Ioudaiōn kai tou ex ethnōn laou patoumenēn.
“And Chermel shall be desert, and Chermel shall be reckoned a forest; and judgment shall rest in the desert, and righteousness shall dwell in Carmel.” Lebanon, the mountain in Phoenicia, indicated the nations; and Carmel, the mountain under the Jews, the people formerly of the circumcision; whence Chermel, that is, Carmel, is also interpreted “knowledge of circumcision.” He says, then, that Lebanon, the foreign people of another race, changed from among the nations, will be what the people of the circumcision, honored of old by God, once was; and that the people of the circumcision itself, named Chermel or Carmel, will be reckoned a forest. This, then, is what the word signifies in the present passage too, saying according to Symmachus: “And the desert shall become Carmel”; for as there Lebanon was said to be changed into Carmel, so here the desert is, so that Lebanon and the desert are the same thing, the church from the nations being indicated in this way, which has been changed into Carmel. For as formerly “the Lord’s portion was his people Jacob, Israel the lot of his inheritance,” and Carmel had knowledge of this, so Lebanon, the former desert, changing for the better, has become God’s portion; as, conversely, Carmel was reckoned a forest. A forest is a place full of wild and fruitless plants; therefore it is customary for the divine Scripture to call the nations that do not know God a forest, as we have often shown. “And the works of righteousness shall be peace, and righteousness shall hold rest, and they shall be confident forever. And his people shall dwell in a city of peace, and shall dwell in it with confidence, and they shall rest with wealth.” For in place of that great and proud city which was destroyed, he prophesies that another city will be established for God, the catholic church from end to end of the earth, and the commonwealth in it. For firm is the mind of those who have believed in God. He calls the city in heaven a city of peace: “For the Jerusalem above,” he says, “is free, which is the mother of us all.” By a city free of care he also means the various dwellings: for “there are many dwellings,” he says, “with my Father”; and they also have the wealth that cannot be plundered: “For lay up treasure,” he says, “where moth and rust do not destroy, nor thieves break in and steal.” “And the hail, if it comes down, shall not come upon you. And those who dwell in the forests shall be confident, as those in the plain. Blessed are those who sow beside every water, where ox and ass tread.” By these words he pronounces blessed the apostles of our Savior and the first heralds of the Gospel, who preached to Jews and Greeks and cast their seed upon every man, the Jew first and the Greek; for the people of the circumcision is named an ox because of the fathers, as a clean animal, and the people from idolatrous fathers an ass, as unclean. Since, then, the apostles of our Savior cast the seed of the gospel first to the Jews and then to the Greeks, it is fittingly said: “Blessed is he who sows beside every water, where ox and ass tread.” By water here he hinted at the divinely inspired Scripture, trodden by the Jews and by the people from the nations.
Chapter 33
33.1PG 24:323–331
Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους· καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφ᾿ ἱματίου, οὕτως ἡττηθήσονται. Τούτοις ἀδελφὰ τυγχάνει τὰ δι' ὧν ὁ Σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· Ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, καὶ οὐκ ἀδικεῖσθε ὑμεῖς, καὶ, Ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.» Δύο γὰρ ὄντων ταγμάτων, ὡς ἂν εἴποι τις, κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, τῶν μὲν δρώντων, τῶν δὲ πασχόντων, μακάριος ἂν εἴη ὁ πάσχων, ἀλλὰ μὴ δρῶν· ἄθλιος δὲ ὁ δρῶν, ἀλλὰ μὴ πάσχων. Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν· ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. Ἐκ προσώπου τῶν ἀποστόλων τὴν εὐχὴν ἀναπέμπει· τῶν μὲν γὰρ ἀπειθησάντων τῷ εὐαγγελικῷ κηρύγματι τὸ σπέρμα παρεδόθη ἀπωλείᾳ· ἡμῶν δὲ σωτηρία σὺ αὐτὸς τυγχάνεις, ὦ Κύριε, παριστάμενος ἡμῖν ἐν καιρῷ θλίψεως. Διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου, καὶ διεσπάρησαν τὰ ἔθνη·· περὶ τῶν ἀπιστησάντων τῷ ἱερῷ κηρύγματι. Σημαίνει δὲ τὴν πολιορκίαν τοῦ Ἰουδαίων ἔθνους, καὶ ὡς πολυπληθείας πολεμίων ἐπελθούσης αὐτοῖς ἐξέστησαν τῆς ἑαυτῶν γῆς, καὶ διεσκορπίσθησαν εἰς τὰ ἔθνη. Νῦν δὲ συναχθήσεται τὰ σκύλα ὑμῶν, μικροῦ καὶ μεγάλου, ὃν τρόπον ἐὰν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν.» Τὸ εὐχείρωτον καὶ εὐάλωτον τοῦ Ἰουδαίων λαοῦ παριστὰς, τὸ τε πλῆθος αὐτῶν ἀκρίσι παραβάλλων, σημαίνει ὡς οἱ πολέμιοι ἀντὶ παιγνίου αὐτοὺς ἔξουσιν, οὐ μόνον τὰ σκύλα αὐτῶν διαρπάξοντες μικροῦ καὶ μεγάλου, ἀλλὰ καὶ αὐτοῖς ἐμπαίζοντες. Ταῦτα περὶ τούτων εἰπὼν, μεταβαίνει ἐπὶ τὸ τάγμα τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἐφ᾿ ᾧ καὶ δοξάζει τὸν Θεὸν λέγων· ῞Αγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς· ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. Νοήσεις δὲ τὴν Σιὼν ἀπὸ τοῦ λέγεσθαι κρίσεως καὶ δικαιοσύνης πεπληρῶσθαι αὐτήν. Ἐν δὲ τοῖς ἀνωτέρω ἐλέγετο· Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα καὶ δικαιοσύνη.» Τὴν ἀνωτέρω τοίνυν ἔρημον ὠνομασμένην νῦν Σιὼν ἀποκαλεῖ, οὕτω τὴν Ἐκκλησίαν τοῦ Θεοῦ σημαίνων. Αὕτη γὰρ ἦν ἡ πάλαι ἔρημος, ἐν ᾗ ἀνεπαύσατο κρίμα καὶ δικαιοσύνη· διὸ καὶ εὐλογεῖται νῦν ὁ Θεὸς, ὅτι ἐνεπλήσθη κρίσεως καὶ δικαιοσύνης. Ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν· ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον. Οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.» Νόμῳ γὰρ, δηλαδὴ εὐαγγελικῷ, οἳ ἐν τῇ κοινῇ ταύτῃ Σιὼν παρεδόθησαν· ἐν ἐλπίσι γὰρ τοῖς ἁγίοις ἀπόκειται τὰ ἀγαθά. Ποίοις δὲ θησαυροῖς ἢ τοῖς ἀποκειμένοις ἐν οὐρανοῖς; Ἰδοὺ δὲ ἐν τῷ φόβῳ ὑμῶν οὗτοι φοβηθήσονται, οὓς ἐφοβεῖσθε· βοήσονται ἀφ᾽ ὑμῶν.» Ταῦτα πρὸς τοὺς ἀποστόλους εἴρηται· ἐπιπεσεῖται γὰρ, φησὶν, ἐπὶ τοὺς ἀπίστους ὁ ὑμέτερος φόβος. ῎Αγγελοι ἀποσταλήσονται πικρῶς κλαίοντες. Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους. Ἐπένθησεν ἡ γῆ, ἠσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ἡ Σάρων, φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χέρμελ.
Ouai tois talaipōrousin hymas, hymas de oudeis poiei talaipōrous; kai ho athetōn hymas ouk athetei; halōsontai hoi athetountes kai paradothēsontai, kai hōs sēs eph᾿ himatiou, houtōs hēttēthēsontai. Toutois adelpha tynchanei ta di' hōn ho Sōtēr tois heautou mathētais elegen; Ho hymas athetōn eme athetei, kai ouk adikeisthe hymeis, kai, Ho eme athetōn athetei ton aposteilanta me.» Dyo gar ontōn tagmatōn, hōs an eipoi tis, kata tous kairous tōn diōgmōn, tōn men drōntōn, tōn de paschontōn, makarios an eiē ho paschōn, alla mē drōn; athlios de ho drōn, alla mē paschōn. Kyrie, eleēson hēmas; epi soi gar pepoithamen. Egenēthē to sperma tōn apeithountōn eis apōleian; hē de sōtēria hēmōn en kairǭ thlipseōs. Ek prosōpou tōn apostolōn tēn euchēn anapempei; tōn men gar apeithēsantōn tǭ euangelikǭ kērygmati to sperma paredothē apōleią; hēmōn de sōtēria sy autos tynchaneis, ō Kyrie, paristamenos hēmin en kairǭ thlipseōs. Dia phōnēn tou phobou sou exestēsan laoi apo tou phobou sou, kai diesparēsan ta ethnē;; peri tōn apistēsantōn tǭ hierǭ kērygmati. Sēmainei de tēn poliorkian tou Ioudaiōn ethnous, kai hōs polyplētheias polemiōn epelthousēs autois exestēsan tēs heautōn gēs, kai dieskorpisthēsan eis ta ethnē. Nyn de synachthēsetai ta skyla hymōn, mikrou kai megalou, hon tropon ean tis synagagę̄ akridas, houtōs empaixousin hymin.» To eucheirōton kai eualōton tou Ioudaiōn laou paristas, to te plēthos autōn akrisi paraballōn, sēmainei hōs hoi polemioi anti paigniou autous exousin, ou monon ta skyla autōn diarpaxontes mikrou kai megalou, alla kai autois empaizontes. Tauta peri toutōn eipōn, metabainei epi to tagma tēs tou Theou Ekklēsias, eph᾿ hǭ kai doxazei ton Theon legōn; ῾Agios ho Theos ho katoikōn en hypsēlois; eneplēsthē Siōn kriseōs kai dikaiosynēs. Noēseis de tēn Siōn apo tou legesthai kriseōs kai dikaiosynēs peplērōsthai autēn. En de tois anōterō elegeto; Kai anapausetai en tę̄ erēmǭ krima kai dikaiosynē.» Tēn anōterō toinyn erēmon ōnomasmenēn nyn Siōn apokalei, houtō tēn Ekklēsian tou Theou sēmainōn. Hautē gar ēn hē palai erēmos, en hę̄ anepausato krima kai dikaiosynē; dio kai eulogeitai nyn ho Theos, hoti eneplēsthē kriseōs kai dikaiosynēs. En nomǭ paradothēsontai, en thēsaurois hē sōtēria hēmōn; ekei sophia kai epistēmē kai eusebeia pros ton Kyrion. Houtoi eisi thēsauroi dikaiosynēs.» Nomǭ gar, dēladē euangelikǭ, hoi en tę̄ koinę̄ tautę̄ Siōn paredothēsan; en elpisi gar tois hagiois apokeitai ta agatha. Poiois de thēsaurois ē tois apokeimenois en ouranois? Idou de en tǭ phobǭ hymōn houtoi phobēthēsontai, hous ephobeisthe; boēsontai aph᾽ hymōn.» Tauta pros tous apostolous eirētai; epipeseitai gar, phēsin, epi tous apistous ho hymeteros phobos. ᾿Angeloi apostalēsontai pikrōs klaiontes. Erēmōthēsontai gar hai toutōn hodoi; pepautai ho phobos tōn ethnōn, kai hē pros toutous diathēkē airetai, kai ou mē logisēsthe autous anthrōpous. Epenthēsen hē gē, ēschynthē ho Libanos, helē egeneto hē Sarōn, phanera estai hē Galilaia kai ho Chermel.
“Woe to those who make you wretched, though no one makes you wretched; and he who rejects you does not reject; those who reject shall be taken and handed over, and like a moth on a garment, so shall they be defeated.” Akin to these are the words in which the Savior said to his disciples: “He who rejects you rejects me,” and you are not wronged; and, “He who rejects me rejects him who sent me.” For since there are two orders, as one might say, in times of persecution, those who inflict and those who suffer, blessed would be the one who suffers but does not inflict, and wretched the one who inflicts but does not suffer. “O Lord, have mercy on us; for we have trusted in you. The seed of the disobedient has come to destruction; but our salvation is in time of affliction.” He sends up the prayer in the person of the apostles; for the seed of those who disobeyed the gospel preaching was handed over to destruction; but you yourself, O Lord, are our salvation, standing by us in time of affliction. “At the voice of the fear of you the peoples were amazed from the fear of you, and the nations were scattered”: concerning those who disbelieved the holy preaching. He signifies the siege of the Jewish nation, and how, when a great multitude of enemies came upon them, they were driven from their own land and scattered among the nations. “But now your spoils shall be gathered, of small and great; as if one gathers locusts, so they will mock you.” Showing how easily the Jewish people would be mastered and taken, and comparing their multitude to locusts, he signifies that the enemies will treat them as a plaything, not only plundering their spoils, small and great, but also mocking them. Having said these things about them, he passes to the order of the church of God, for which he also glorifies God, saying: “Holy is God who dwells on high; Zion has been filled with judgment and righteousness.” You will understand who Zion is from its being said to have been filled with judgment and righteousness. And above it was said: “And judgment and righteousness shall rest in the desert.” The one named desert above, then, he now calls Zion, signifying in this way the church of God. For she was the former desert in which judgment and righteousness rested; therefore God is now blessed, because she has been filled with judgment and righteousness. “They shall be delivered in law, our salvation is in treasures; there are wisdom and knowledge and godliness toward the Lord. These are the treasures of righteousness.” For by law—that is, the law of the gospel—those who are in this common Zion were delivered; for the good things are laid up for the saints in hope. And in what treasures but those laid up in heaven? “And behold, in the fear of you those whom you feared shall fear; they shall cry out because of you.” These things are said to the apostles; for your fear, he says, will fall upon the unbelievers. “Messengers shall be sent weeping bitterly. For their ways shall be made desolate; the fear of the nations has ceased, and the covenant with them is taken away, and you shall not reckon them men. The land mourned, Lebanon was ashamed, Sharon became marshes; Galilee and Chermel shall be laid bare.”
33.2PG 24:323–331
Ὁ μὲν οὖν φιλάνθρωπος Θεὸς ἀγγέλους εἰρήνης ἀπέστειλε πρὸς τὸν Ἰουδαίων λαὸν, πικρῶς κλαίοντας καὶ παρακαλοῦντας ὑποδέξασθαι τὴν εὐαγγελικὴν αὐτοῖς εἰρήνην. Ἐπεὶ δὲ οὐκ ἐδέξαντο αὐτοὺς, ἐπιφέρει φάσκων· Νῦν ἀναστήσομαι, λέγει ὁ Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι» τοῦ λόγου παριστῶντος σαφῶς ὀφθήσεσθαι τὸν Θεὸν αὐτοῖς. Τίσι δὲ αὐτοῖς, ἢ τοῖς θησαυρίσασιν ἑαυτοῖς τοὺς τῆς δικαιοσύνης καὶ τῆς σοφίας θησαυρούς; Τούτοις γὰρ, φησὶν, ὀφθήσομαι· ἦσαν δὲ οὗτοι οἱ μαθηταὶ καὶ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, οἷς ἐγὼ μὲν ὤφθην· οἱ δὲ ἔκραξαν ἐκτενῶς, ἄγγελοι ὄντες εἰρήνης· διὸ καὶ πικρῶς ἔκλαυσαν βοῶντες ἐν εὐχαῖς ἐκτενῶς ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ. Ἡσαν γὰρ οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν ἄγγελοι, οἱ πικρῶς ἔκλαιον πενθοῦντες, διὰ τὸ μὴ πείθεσθαι μηδὲ πιστεύειν αὐτοῖς τοὺς δι᾿ αὐτῶν κεκλημένους ἐπὶ τὴν τοῦ Χριστοῦ εἰρήνην. Νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν· · ἡ διὰ Μωσέως αὐτοῖς παραδοθεῖσα, καὶ ὅτι οὐδεὶς οὐκέτι αὐτοὺς εἰς ἀνθρώπους λογιεῖται. Πῦρ κατέδεται ὑμᾶς · · τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ' ἣν ὄψονται. Καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη καὶ κατακεκαυμένη. Ακούσονται οἱ πόῤῥωθεν ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Απέστησαν οἱ ἐν Σιὼν ἄνομοι· λήψεται τρόμος τοὺς ἀσεβεῖς. Εἰ καὶ ταῦτα μὴ περὶ τῶν δεξαμένων τὴν εὐαγγελισθεῖσαν αὐτοῖς χάριν Ἰουδαίων λαοῦ θεσπίζει, ὑμεῖς, ἀκοὴν τῶν προφητικῶν τούτων λόγων ἀκούοντες, οὐ συνίετε γινώσκοντες, ὅτι ταῦτα τὰ πρὸς ὑμᾶς Ἑβραϊκῇ φωνῇ λαλούμενά τε καὶ γραφόμενα, ὅσα τε ἄλλα θαύματα εἰς ὑμᾶς ἐξεπραξάμην, οἱ πόῤῥωθεν καὶ μέχρι τῶν ἐσχάτων τῆς γῆς οἰκοῦντες, καὶ ἅπερ παρ' ὑμῖν ἐλάλησα, καὶ ὑμῶν ὁρώντων ἐποίησα, οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ἀκούσονται. Πῶς δὲ γνώσονται ἀλλ᾿ ἢ ἐγγίσαντες τῷ Θεῷ, καὶ προσελθόντες αὐτῷ καὶ τὴν ἰσχὺν αὐτοῦ μεμαθηκότες; Οὗτοι δὲ αὐτοὶ εἴσονται ὅπως ἀπέστησάν μου, οἱ ἐν Σιὼν ἄνομοι · οὗ χάριν διὰ τὴν ἀποστασίαν αὐτῶν, λήψεται αὐτοὺς τρόμος. Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον· τὸν αἰώνιον; Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν. Φησὶ γοῦν, Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλους αὐτοῦ; Τίς οὖν ἐστιν ὁ ταῦτα εἰδὼς, καὶ τοῖς μὴ εἰδόσι προσμαρτυρούμενος, ἢ πᾶς ὁ πορευόμενος ἐν δικαιοσύνῃ, καὶ πᾶς ὁ μισῶν ἀσέβειαν καὶ ἀδικίαν, δωροδοκίαν τε ἀποστρεφόμενοι, καὶ τὰ ὦτα φράττοντες τοῦ μὴ ἀκοῦσαι κρίσιν αἵματος, μυῶντες τοὺς ὀφθαλμοὺς τοῦ μὴ θεωρεῖν ἄδικον πρᾶξιν; Τοιοῦτος δὲ ἦν ὁ χορὸς τῶν προφητῶν τοῦ Θεοῦ, καὶ πᾶς θεοφιλὴς ἀνὴρ, ὅ τε χορὸς τῶν ἀποστόλων καὶ μαθητῶν Σωτῆρος ἡμῶν. Πᾶς τοίνυν ὁ τοιοῦτος ἀπαγγέλλει ἡμῖν, φασὶ, διότι πῦρ καίεται τοῖς ἀσεβέσιν ἡτοιμασμένον· ὁ δὲ αὐτὸς καὶ τὸν τόπον τῆς αἰωνίου κρίσεως δηλώσει ἡμῖν, προσμαρτυρούμενος φυλάττεσθαι μὴ περιπεσεῖν εἰς αὐτήν.
Ho men oun philanthrōpos Theos angelous eirēnēs apesteile pros ton Ioudaiōn laon, pikrōs klaiontas kai parakalountas hypodexasthai tēn euangelikēn autois eirēnēn. Epei de ouk edexanto autous, epipherei phaskōn; Nyn anastēsomai, legei ho Kyrios, nyn doxasthēsomai, nyn hypsōthēsomai» tou logou paristōntos saphōs ophthēsesthai ton Theon autois. Tisi de autois, ē tois thēsaurisasin heautois tous tēs dikaiosynēs kai tēs sophias thēsaurous? Toutois gar, phēsin, ophthēsomai; ēsan de houtoi hoi mathētai kai apostoloi tou Sōtēros hēmōn, hois egō men ōphthēn; hoi de ekraxan ektenōs, angeloi ontes eirēnēs; dio kai pikrōs eklausan boōntes en euchais ektenōs hyper tēs apōleias tou proterou laou. Hēsan gar hoi apostoloi tou Sōtēros hēmōn angeloi, hoi pikrōs eklaion penthountes, dia to mē peithesthai mēde pisteuein autois tous di᾿ autōn keklēmenous epi tēn tou Christou eirēnēn. Nyn opsesthe, nyn aisthēsesthe; mataia estai hē ischys tou pneumatos hymōn; ; hē dia Mōseōs autois paradotheisa, kai hoti oudeis ouketi autous eis anthrōpous logieitai. Pyr katedetai hymas ; ; tēn deuteran autou kai endoxon parousian epangellomenos, kath' hēn opsontai. Kai esontai ethnē katakekaumena, hōs akantha en agrǭ errhimmenē kai katakekaumenē. Akousontai hoi porrhōthen epoiēsa, gnōsontai hoi engizontes tēn ischyn mou. Apestēsan hoi en Siōn anomoi; lēpsetai tromos tous asebeis. Ei kai tauta mē peri tōn dexamenōn tēn euangelistheisan autois charin Ioudaiōn laou thespizei, hymeis, akoēn tōn prophētikōn toutōn logōn akouontes, ou syniete ginōskontes, hoti tauta ta pros hymas Hebraïkę̄ phōnę̄ laloumena te kai graphomena, hosa te alla thaumata eis hymas exepraxamēn, hoi porrhōthen kai mechri tōn eschatōn tēs gēs oikountes, kai haper par' hymin elalēsa, kai hymōn horōntōn epoiēsa, hoi en tois perasi tēs oikoumenēs akousontai. Pōs de gnōsontai all᾿ ē engisantes tǭ Theǭ, kai proselthontes autǭ kai tēn ischyn autou memathēkotes? Houtoi de autoi eisontai hopōs apestēsan mou, hoi en Siōn anomoi ; hou charin dia tēn apostasian autōn, lēpsetai autous tromos. Tis anangelei hymin hoti pyr kaietai? Tis anangelei hymin ton topon; ton aiōnion? Poreuomenos en dikaiosynę̄, lalōn eutheian hodon, misōn anomian kai adikian, kai tas cheiras aposeiomenos apo dōrōn, barynōn ta ōta, hina mē akousę̄ krisin haimatos, kammyōn tous ophthalmous, hina mē idę̄ adikian. Phēsi goun, Tis anangelei hymin hoti pyr kaietai, to hētoimasmenon tǭ diabolǭ kai tois angelous autou? Tis oun estin ho tauta eidōs, kai tois mē eidosi prosmartyroumenos, ē pas ho poreuomenos en dikaiosynę̄, kai pas ho misōn asebeian kai adikian, dōrodokian te apostrephomenoi, kai ta ōta phrattontes tou mē akousai krisin haimatos, myōntes tous ophthalmous tou mē theōrein adikon praxin? Toioutos de ēn ho choros tōn prophētōn tou Theou, kai pas theophilēs anēr, ho te choros tōn apostolōn kai mathētōn Sōtēros hēmōn. Pas toinyn ho toioutos apangellei hēmin, phasi, dioti pyr kaietai tois asebesin hētoimasmenon; ho de autos kai ton topon tēs aiōniou kriseōs dēlōsei hēmin, prosmartyroumenos phylattesthai mē peripesein eis autēn.
God, then, the lover of mankind, sent messengers of peace to the Jewish people, weeping bitterly and urging them to receive the peace of the gospel. But since they did not receive them, he adds: “Now I will arise, says the Lord, now I will be glorified, now I will be exalted,” the word showing plainly that God would be seen by them. By whom but those who have stored up for themselves the treasures of righteousness and wisdom? To these, he says, I will be seen; and these were the disciples and apostles of our Savior, to whom I was seen; and they cried out earnestly, being messengers of peace; therefore they also wept bitterly, crying out earnestly in prayers over the destruction of the former people. For the apostles of our Savior were the messengers who wept bitterly in mourning, because those called by them to the peace of Christ would not obey or believe them. “Now you shall see, now you shall perceive; the strength of your spirit shall be vain”: the strength handed down to them through Moses; and that no one will any longer reckon them among men. “Fire shall devour you”: promising his second and glorious coming, at which they will see. “And the nations shall be burned up, like a thorn thrown away in a field and burned up. Those far off shall hear what I have done; those who draw near shall know my strength. The lawless in Zion have departed; trembling shall seize the impious.” Even if he does not prophesy these things about those of the Jewish people who received the grace preached to them, you, hearing the report of these prophetic words, do not understand, though you know that what was spoken and written to you in the Hebrew tongue, and all the other wonders I performed for you—that is, what I spoke among you and did while you watched—those far off, who dwell to the ends of the earth, at the ends of the world, will hear. And how will they know except by drawing near to God and coming to him and learning his strength? And these very ones will know how the lawless in Zion departed from me; on account of which, because of their apostasy, trembling will seize them. “Who will announce to you that a fire is burning? Who will announce to you the eternal place? He who walks in righteousness, speaking a straight way, hating lawlessness and injustice, and shaking his hands free of bribes, stopping his ears so as not to hear a judgment of blood, shutting his eyes so as not to see injustice.” He says, then: Who will announce to you that a fire is burning, the one prepared for the devil and his angels? Who, then, is the one who knows these things and testifies to those who do not know, but everyone who walks in righteousness, and everyone who hates impiety and injustice, turning away from bribery, and stopping their ears so as not to hear a judgment of blood, shutting their eyes so as not to look on an unjust deed? Such was the company of the prophets of God, and every man beloved of God, and the company of the apostles and disciples of our Savior. Every such one, then, announces to us, they say, that a fire is burning, prepared for the impious; and he will also show us the place of the eternal judgment, testifying to us to take care not to fall into it.
33.3PG 24:323–331
Οὗτος οἰκήσει ἐν ὑψήλῳ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Αὐτὸς δὲ οὗτος, μακρὰν τοῦ πυρὸς γεγονὼς καὶ τοῦ προλεχθέντος αἰωνίου τόπου, οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ, καὶ ἐπὶ πέτρας ἰσχυρᾶς. Κατὰ δὲ τὸν Σύμμαχον, ᾿Αὐτὸς ἐν ὑψηλοῖς κατασκηνώσει, ὡς περιοχαὶ πετρῶν τὸ ὕψος αὐτοῦ· · ὡς νοεῖν ἡμᾶς διὰ τούτων τὴν τῶν μακαρίων ἄσκησιν, καὶ τὸν ἐν ἀκροτάτῳ φιλοσοφίας βίον αὐτῶν· διὸ ἐπιλέγεται, ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.» Ὁ δὲ τοιοῦτος, ἄρτῳ καὶ ὕδατι τὴν παροῦσαν ζωὴν ἀσκηθεὶς, πέρας ἔξει καὶ καρπὸν τῆς ἀσκήσεως τὴν ἔνδοξον τοῦ βασιλέως θέαν · διό φησιν · Βασιλέα μετὰ δόξης ὄψεσθε, οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν ποῤῥωθεν, ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. Ποῦ εἰσιν οἱ γραμματικοί; Ποῦ εἰσιν οἱ συμβουλεύοντες; Ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσατο, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. Ποῦ εἰσιν οἱ γραμματεῖς, οἱ τὸ γράμμα τοῦ νόμου πρεσβεύσαντες, καὶ μηδ' ἕτερον εἰδότες νοεῖν ἢ τὰς τῆς λέξεως ἀπαγγελίας; Οὓς ἐταλάνιζεν ὁ Σωτὴρ ἐν Εὐαγγελίοις λέγων· · Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί. Ποῦ γὰρ οὗτοι φανήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως; οἳ κόλακες ἐξέστρεφον τοὺς κολακευομένους αὐτοῖς. Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ Σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αϊ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος, Σωτήριον μὲν τὸν Χριστὸν τοῦ Θεοῦ, πόλιν δὲ ἑορτῶν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Τῆς μὲν γὰρ Ἰουδαϊκῆς Ἱερουσαλήμ πολλάκις ἐσείσθησαν αἱ σκηναὶ, πολιορκηθείσης διαφόρως καὶ εἰς ἔδαφος κατενεχθείσης ὑπὸ τῶν κατὰ χρόνους πολεμησάντων αὐτήν· τῆς δὲ καινῆς ταύτης πόλεως ἀκινήτους φησὶν ἔσεσθαι τοὺς πασσάλους. Κἂν γὰρ νομίζητε ποτε ἐν διωγμοῖς ἐλαύνεσθαι καὶ πολιορκεῖσθαι, ἀλλ᾿ ἐπὶ τὴν πέτραν ἑστῶσα μένει δι' αἰῶνος ἄπτωτος · ἀψευδὴς γὰρ ἦν ὁ εἰπών · Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν, τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. Ὁ γὰρ Θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει. Αὐτὸ τὸ ὄνομα, φησὶ, Κυρίου τόπος ἔσται ταύτῃ τῇ καινῇ πόλει τῇ ἀσείστῳ καὶ ἀπτώτῳ· διόπερ, ὡς ἂν ἐπὶ τὸν Κύριον, τόπον ὄντα αὐτῆς, ᾤκοδομημένη, ἄσειστος μένει. Δι' ὧν ὁ λόγος τῆς προλεχθείσης πόλεως τὸν Κύριόν φησιν ἔσεσθαι τόπον, ποταμῶν ῥεῖθρα ἐχόντων καὶ διώρυγας πλατεῖς· ὥστε λέγειν· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, καὶ Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων, διὰ τὸ αὐτὸν τὸν Κύριον εἶναι τὸν τόπον αὐτῶν. Ὅθεν ἐχθροῖς καὶ πολεμίοις ἀνεπίβατοι τυγχάνουσιν οἱ ποταμοί, τὴν προλεχθεῖσαν τοῦ Θεοῦ πόλιν ἀντὶ περιβόλου κυκλοῦντες καὶ περιτειχίζοντες · ὡς πᾶσιν ἀλλοτρίοις ἀδιάβατον εἶναι· ἐπειδὴ ὁ Κύριος, τόπος ὢν αὐτῆς, μέγας ἐστίν· αὐτὸς γὰρ ἦν ἡ πέτρα, ἐφ᾽ ἣν ᾠκοδόμητο. Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν. Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι, καὶ οὐ μὴ εἴπωσι, Κοπιῶ, ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Σημαίνει δὲ διὰ τούτων τὴν πτῶσιν τῆς σωματικῆς Ἱερουσαλήμ, ἧς ἐῤῥάγη τὰ σχοινία · καὶ ὁ ἱστὸς δὲ αὐτῆς, ὥσπερ τινὸς νηὸς ἐν χειμῶσι καὶ κλύδωσι διαπεσούσης, ἐκλίθη πίπτων, διασπασθέντων τῶν διακρατούντων αὐτῶν σχοινίων. τῆς κρίσεως καιρὸν δυσωδίας ἀποπνεύσουσι· διὸ δυσωδία.
Houtos oikēsei en hypsēlǭ spēlaiǭ petras ischyras; artos autǭ dothēsetai, kai to hydōr autou piston. Autos de houtos, makran tou pyros gegonōs kai tou prolechthentos aiōniou topou, oikēsei en hypsēlǭ spēlaiǭ, kai epi petras ischyras. Kata de ton Symmachon, ᾿Autos en hypsēlois kataskēnōsei, hōs periochai petrōn to hypsos autou; ; hōs noein hēmas dia toutōn tēn tōn makariōn askēsin, kai ton en akrotatǭ philosophias bion autōn; dio epilegetai, artos autǭ dothēsetai, kai to hydōr autou piston.» Ho de toioutos, artǭ kai hydati tēn parousan zōēn askētheis, peras exei kai karpon tēs askēseōs tēn endoxon tou basileōs thean ; dio phēsin ; Basilea meta doxēs opsesthe, hoi ophthalmoi hymōn opsontai gēn porrhōthen, hē psychē hymōn meletēsei phobon. Pou eisin hoi grammatikoi? Pou eisin hoi symbouleuontes? Pou estin ho arithmōn tous trephomenous mikron kai megan laon? hǭ ou synebouleusato, oude ę̄dei bathyphōnon, hōste mē akousai; laos pephaulismenos, kai ouk esti tǭ akouonti synesis. Pou eisin hoi grammateis, hoi to gramma tou nomou presbeusantes, kai mēd' heteron eidotes noein ē tas tēs lexeōs apangelias? Hous etalanizen ho Sōtēr en Euangeliois legōn; ; Ouai hymin, grammateis kai Pharisaioi hypokritai. Pou gar houtoi phanēsontai en hēmerą tēs kriseōs? hoi kolakes exestrephon tous kolakeuomenous autois. Idou Siōn hē polis, to Sōtērion hēmōn hoi ophthalmoi sou opsontai, Hierousalēm; polis plousia, skēnai aï ou mē seisthōsin, oude mē kinēthōsin hoi passaloi tēs skēnēs autēs eis ton aiōna chronon, oude ta schoinia autēs ou mē diarrhagōsin. Sēmainei de dia toutōn ho logos, Sōtērion men ton Christon tou Theou, polin de heortōn tēn Ekklēsian tou Theou. Tēs men gar Ioudaïkēs Hierousalēm pollakis eseisthēsan hai skēnai, poliorkētheisēs diaphorōs kai eis edaphos katenechtheisēs hypo tōn kata chronous polemēsantōn autēn; tēs de kainēs tautēs poleōs akinētous phēsin esesthai tous passalous. Kan gar nomizēte pote en diōgmois elaunesthai kai poliorkeisthai, all᾿ epi tēn petran hestōsa menei di' aiōnos aptōtos ; apseudēs gar ēn ho eipōn ; Epi tēn petran oikodomēsō mou tēn Ekklēsian, kai pylai hądou ou katischysousin autēs. Hoti to onoma Kyriou mega hymin, topos hymin estai, potamoi kai diōryges plateis kai eurychōroi. Ou poreusę̄ tautēn tēn hodon, oude poreusetai ploion elaunon. Ho gar Theos mou megas estin; ou pareleusetai me Kyrios kritēs hēmōn, Kyrios archōn hēmōn, Kyrios basileus hēmōn, Kyrios houtos hēmas sōsei. Auto to onoma, phēsi, Kyriou topos estai tautę̄ tę̄ kainę̄ polei tę̄ aseistǭ kai aptōtǭ; dioper, hōs an epi ton Kyrion, topon onta autēs, ǭkodomēmenē, aseistos menei. Di' hōn ho logos tēs prolechtheisēs poleōs ton Kyrion phēsin esesthai topon, potamōn rheithra echontōn kai diōrygas plateis; hōste legein; Tou potamou ta hormēmata euphrainousi tēn polin tou Theou, kai Ho potamos tou Theou eplērōthē hydatōn, dia to auton ton Kyrion einai ton topon autōn. Hothen echthrois kai polemiois anepibatoi tynchanousin hoi potamoi, tēn prolechtheisan tou Theou polin anti peribolou kyklountes kai periteichizontes ; hōs pasin allotriois adiabaton einai; epeidē ho Kyrios, topos ōn autēs, megas estin; autos gar ēn hē petra, eph᾽ hēn ǭkodomēto. Errhagēsan ta schoinia sou, hoti ouk enischysan ho histos sou eklinen, ou chalasei ta histia; ouk arei sēmeion, heōs hou paradothę̄ eis pronomēn. Toinyn polloi chōloi pronomēn poiēsousi, kai ou mē eipōsi, Kopiō, ho laos enoikōn en autois; aphethē gar autois hē hamartia. Sēmainei de dia toutōn tēn ptōsin tēs sōmatikēs Hierousalēm, hēs errhagē ta schoinia ; kai ho histos de autēs, hōsper tinos nēos en cheimōsi kai klydōsi diapesousēs, eklithē piptōn, diaspasthentōn tōn diakratountōn autōn schoiniōn. tēs kriseōs kairon dysōdias apopneusousi; dio dysōdia.
“This one shall dwell in a high cave of a strong rock; bread shall be given him, and his water shall be sure.” This very one, having come to be far from the fire and from the eternal place mentioned before, will dwell in a high cave and on a strong rock. According to Symmachus: “He shall dwell on the heights; the strongholds of rocks shall be his height”; so that we may understand by these words the discipline of the blessed and their life at the summit of philosophy; therefore it is added: “Bread shall be given him, and his water shall be sure.” Such a one, having disciplined the present life with bread and water, will have as the end and fruit of his discipline the glorious sight of the king; therefore he says: “You shall see a king with glory; your eyes shall see a land far off; your soul shall meditate on fear. Where are the grammarians? Where are the counselors? Where is he who counts those who are being reared, the small and great people? Whom he did not consult, nor did he know a deep voice, so as not to hear; a despised people, and there is no understanding for him who hears.” Where are the scribes, who held the letter of the law in honor and knew how to understand nothing but the plain sense of the wording? Whom the Savior pronounced wretched in the Gospels, saying: “Woe to you, scribes and Pharisees, hypocrites.” For where will these appear on the day of judgment? They were flatterers who perverted those whom they flattered. “Behold Zion the city; your eyes shall see our salvation, Jerusalem, a rich city, tents that shall not be shaken, nor shall the pegs of its tent be moved forever, nor shall its cords be broken.” By these words the word signifies Christ of God as the salvation, and the church of God as the city of feasts. For the tents of the Jewish Jerusalem were often shaken, as it was besieged in various ways and brought to the ground by those who made war on it at different times; but he says that the pegs of this new city will be immovable. For even if you think it is sometimes harried and besieged in persecutions, yet standing on the rock it remains forever unfallen; for he who said it did not lie: “On the rock I will build my church, and the gates of Hades shall not prevail against it.” “For the name of the Lord is great to you; it shall be to you a place, rivers and canals broad and spacious. You shall not go by this way, nor shall a ship go rowing. For my God is great; the Lord will not pass me by; the Lord is our judge, the Lord our ruler, the Lord our king; this Lord will save us.” The very name of the Lord, he says, will be a place for this new city, unshaken and unfallen; therefore, as built on the Lord, who is its place, it remains unshaken. By these words the word says that the Lord will be the place of the city mentioned before, with streams of rivers and broad canals; so that one may say: “The rushings of the river gladden the city of God,” and, “The river of God was filled with waters,” because the Lord himself is their place. Hence the rivers are impassable to foes and enemies, encircling and walling round the city of God mentioned before in place of a rampart, so that it cannot be crossed by any stranger; since the Lord, who is its place, is great; for he himself was the rock on which it had been built. “Your cords have been broken, because they were not strong; your mast has leaned, it will not loosen the sails; it will not raise a signal until it is given up for plunder. Therefore many lame will make plunder, and the people dwelling among them will not say, I am weary; for their sin has been forgiven them.” By these words he signifies the fall of the bodily Jerusalem, whose cords were broken; and its mast, like that of a ship broken up in storms and waves, leaned and fell, the cords that held it being torn apart. … at the time of judgment they will breathe out a stench; therefore, “stench.”
Chapter 34
34.1PG 24:331–337
Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες ἀκουσάτω ἡ γῆ, καὶ οἱ ἐν αὐτῇ οἰκοῦντες, ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ · διότι ὁ θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνὴ, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι εἰς σφαγήν. Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται, καὶ οἱ νεκροί · καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή. Τίσι δὲ παραδοῦναι αὐτοὺς εἰς σφαγὴν, ἢ ταῖς κολαστικαῖς καὶ τιμωρητικαῖς δυνάμεσι; Τούτων δὲ τῶν κολαζομένων οἱ μὲν τραυματίαι ἔσονται, οἱ δὲ νεκροί· οἱ δηλαδή τὰ πρὸς θάνατὸν ἡμαρτηκότες· ὧν αἱ πράξεις, αἱ κατὰ τὸν θνητὸν βίον συντελεσθεῖσαι κατὰ τὸν κατὰ τὸν Σύμμαχον εἴρηται, Καὶ ἀναβήσεται ἢ Καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. Καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν. Ταῦτα τοίνυν ἐτύγχανον ὄρη, περὶ ὧν εἴρηται τὸ, Καὶ τακήσονται ὄρη ἀπὸ τοῦ αἵματος. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν, ὅρη νοούμεναι, τακήσεσθαι λέγονται, ὡς αἰτίαι γενόμεναι ἀπωλείας τῶν εἰρημένων. Τίνες δ᾽ ἂν εἶεν αὗται, ἢ περὶ ὧν φησιν ὁ ᾿Απόστολος, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Αὗται γὰρ αἱ δυνάμεις, αϊ τὸν ἀέριον χῶρον διακατέχονται, δυνάμεις οὐρανῶν εἴρηνται· ἐπεὶ καὶ τὰ δι' ἀέρος φερόμενα πετεινὰ οὐρανοῦ καλεῖν εἴωθεν ἡ θεία Γραφὴ λέγουσα, Τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης. Μὴ κείμενον δὲ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ τὸ, Καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, μετὰ ἀστερίσκων ἐκ τῆς τῶν λοιπῶν ἑρμηνείας προσετέθη. Ἐπεὶ δὲ ἐχρῆν ἡμᾶς γνῶναι πότε ταῦτὰ ἔσται, καὶ τοῦτο διδάσκει ὁ προφητικός λόγος, παριστὰς, ὡς μετὰ τὴν συντέλειαν τοῦ κόσμου τούτου γενήσεται τὰ προλεχθέντα. Διὸ ἐπιφέρει · Καὶ εἰλιγήσεται ὡς βιβλίον ὁ οὐρανὸς, καὶ πάντα τὰ ἄστρα πεσεῖται, ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. Καὶ ὁ Σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς συντελείας παραδοὺς ἔλεγεν · Καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Ὁ μὲν ᾿Ακύλας, Καὶ πᾶσα στρατιὰ αὐτῶν ἀποῤῥεύσει, ὡς ἀποῤῥεῖ φύλλον ἀπὸ ἀμπέλου, καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ πᾶσα ἡ δύναμις αὐτοῦ πεσεῖται, ὡς πίπτει φύλλον ἀπὸ ἀμπέλου, καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς.» Τετήρηται δὲ ταῦτα ἡμῖν, εἰς τὸ δεῖξαι, ὅτι τὰ παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένα ἄστρα παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς δυνάμεις τοῦ οὐρανοῦ ὠνομάσθησαν. Ποῖαι δὲ δυνάμεις, ἢ περὶ ὧν ἀρτίως ἐλέγετο; Ταῦτα οὖν αὐτὰ ὡς φύλλα ἐξ ἀμπέλου πεσεῖσθαι εἴρηται κατὰ τὸν τῆς κρίσεως καιρὸν, καθ' ὂν εἰλιγήσεται οὐρανὸς ὡς βιβλίον. Ἐπιτηρῆσαι δὲ ἄξιον, ἐνταῦθα γενομένους τοῦ λόγου, ὡς οὐ φθορὰν, οὐδὲ ἀπώλειαν καὶ ἀφανισμὸν ἔσεσθαι τοῦ οὐρανοῦ σημαίνει ὁ λόγος· ἀλλ᾽ ὡς ἂν εἰλισσομένης βίβλου φανεροῦται τὰ ἐν αὐτῇ γεγραμμένα, οὐ μὴν φθείρεται ἡ βίβλος τὸν αὐτὸν τρόπον ἀνελιττομένης τῆς περιεχούσης τὰς τοῦ σύμπαντος αἰῶνος κρίσεις καὶ πράξεις βίβλου, αἱ ἀντικείμεναι δυνάμεις ἀπορρέουσι τῆς κατὰ τὸν ἀέρα διατριβῆς.
Prosagagete, ethnē, kai akousate, archontes akousatō hē gē, kai hoi en autę̄ oikountes, hē oikoumenē, kai ho laos ho en autę̄ ; dioti ho thymos Kyriou epi panta ta ethnē, kai orgē epi ton arithmon autōn tou apolesai autous, kai paradounai eis sphagēn. Hoi de traumatiai autōn rhiphēsontai, kai hoi nekroi ; kai anabēsetai autōn hē osmē. Tisi de paradounai autous eis sphagēn, ē tais kolastikais kai timōrētikais dynamesi? Toutōn de tōn kolazomenōn hoi men traumatiai esontai, hoi de nekroi; hoi dēladē ta pros thanaton hēmartēkotes; hōn hai praxeis, hai kata ton thnēton bion syntelestheisai kata ton kata ton Symmachon eirētai, Kai anabēsetai ē Kai brachēsetai ta orē apo tou haimatos autōn. Kai takēsontai pasai hai dynameis tōn ouranōn. Tauta toinyn etynchanon orē, peri hōn eirētai to, Kai takēsontai orē apo tou haimatos. Hai gar dynameis tōn ouranōn, horē nooumenai, takēsesthai legontai, hōs aitiai genomenai apōleias tōn eirēmenōn. Tines d᾽ an eien hautai, ē peri hōn phēsin ho ᾿Apostolos, Ouk estin hēmin hē palē pros haima kai sarka; alla pros tas archas, pros tas exousias, pros tous kosmokratoras tou kosmou toutou, pros ta pneumatika tēs ponērias en tois epouraniois. Hautai gar hai dynameis, aï ton aerion chōron diakatechontai, dynameis ouranōn eirēntai; epei kai ta di' aeros pheromena peteina ouranou kalein eiōthen hē theia Graphē legousa, Ta peteina tou ouranou kai tous ichthyas tēs thalassēs. Mē keimenon de en tę̄ tōn Hebdomēkonta hermēneią to, Kai takēsontai pasai hai dynameis tōn ouranōn, meta asteriskōn ek tēs tōn loipōn hermēneias prosetethē. Epei de echrēn hēmas gnōnai pote tauta estai, kai touto didaskei ho prophētikos logos, paristas, hōs meta tēn synteleian tou kosmou toutou genēsetai ta prolechthenta. Dio epipherei ; Kai eiligēsetai hōs biblion ho ouranos, kai panta ta astra peseitai, hōs phylla ex ampelou, kai hōs piptei phylla apo sykēs. Kai ho Sōtēr de en tois Euangeliois peri tēs synteleias paradous elegen ; Kai hoi asteres pesountai ek tou ouranou, kai hai dynameis tōn ouranōn saleuthēsontai, kai tote phanēsetai to sēmeion tou Huiou tou anthrōpou en tǭ ouranǭ. Ho men ᾿Akylas, Kai pasa stratia autōn aporrheusei, hōs aporrhei phyllon apo ampelou, kai hōs apoptōma apo sykēs; kata de ton Symmachon, Kai pasa hē dynamis autou peseitai, hōs piptei phyllon apo ampelou, kai hōs apoptōma apo sykēs.» Tetērētai de tauta hēmin, eis to deixai, hoti ta para tois Hebdomēkonta eirēmena astra para tois loipois hermēneutais dynameis tou ouranou ōnomasthēsan. Poiai de dynameis, ē peri hōn artiōs elegeto? Tauta oun auta hōs phylla ex ampelou peseisthai eirētai kata ton tēs kriseōs kairon, kath' on eiligēsetai ouranos hōs biblion. Epitērēsai de axion, entautha genomenous tou logou, hōs ou phthoran, oude apōleian kai aphanismon esesthai tou ouranou sēmainei ho logos; all᾽ hōs an eilissomenēs biblou phaneroutai ta en autę̄ gegrammena, ou mēn phtheiretai hē biblos ton auton tropon anelittomenēs tēs periechousēs tas tou sympantos aiōnos kriseis kai praxeis biblou, hai antikeimenai dynameis aporreousi tēs kata ton aera diatribēs.
“Draw near, you nations, and hear, you rulers; let the earth hear, and those who dwell in it, the world and the people in it; for the wrath of the Lord is upon all the nations, and anger upon their number, to destroy them and hand them over to slaughter. And their wounded shall be cast out, and the dead; and their stench shall go up.” To whom will he hand them over for slaughter but to the punishing and avenging powers? Of those who are punished some will be wounded and others dead: the dead clearly being those who have sinned unto death; whose deeds, done in mortal life, at the … according to Symmachus it is said: “And … shall go up,” or, “And the mountains shall be drenched with their blood. And all the powers of the heavens shall melt.” These, then, were the mountains of which it is said: “And the mountains shall melt from the blood.” For the powers of the heavens, understood as mountains, are said to melt, as having become causes of the destruction of those mentioned. Who would these be but those of whom the Apostle says: “Our wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the world-rulers of this world, against the spiritual forces of wickedness in the heavenly places”? For these powers, which occupy the region of the air, have been called powers of the heavens; since the divine Scripture is also accustomed to call the birds that move through the air birds of heaven, saying: “The birds of heaven and the fish of the sea.” The words “And all the powers of the heavens shall melt,” which are not in the version of the Seventy, were added with asterisks from the version of the others. And since we had to know when these things will be, the prophetic word teaches this too, showing that what has been foretold will happen after the consummation of this world. Therefore he adds: “And the heaven shall be rolled up like a scroll, and all the stars shall fall like leaves from a vine, and as leaves fall from a fig tree.” And the Savior too, handing down teaching about the consummation in the Gospels, said: “And the stars shall fall from heaven, and the powers of the heavens shall be shaken, and then the sign of the Son of Man shall appear in heaven.” Aquila: “And all their host shall flow away, as a leaf flows from a vine, and as what falls from a fig tree”; and according to Symmachus: “And all its power shall fall, as a leaf falls from a vine, and as what falls from a fig tree.” These have been noted by us to show that what the Seventy called stars were named powers of heaven by the other translators. And what powers but those of which we were just speaking? These very ones, then, are said to fall like leaves from a vine at the time of judgment, when heaven will be rolled up like a scroll. Now that we have come to this point of the passage, it is worth noting that the word does not signify a corruption, nor a destruction and disappearance, of heaven; but as when a scroll is rolled open what is written in it is made plain, yet the scroll is not destroyed, in the same way, when the scroll containing the judgments and deeds of the whole age is unrolled, the opposing powers fall away from their abode in the air.
34.2PG 24:331–337
Τότε δὲ αἱ ἀντικείμεναι δυνάμεις, αἱ πάλαι δίκην ἄστρων πολλοὺς ἀδικήσασαι, πεσοῦνται· ἐπεὶ καὶ αὐτὸς ὁ Σατανᾶς, μετασχηματιζόμενος εἰς νοῦ: Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Ἰδουμαία δὲ ἑρμηνεύεται ἡ γεώδης, ἐφ᾿ ἣν ἡ μάχαιρα καταβᾶσὰ πληροῦται αἴμάτος, καὶ ὥσπερ ἀπὸ στέατος τῶν κατασφάττομένων παχύνεται. Ἡ μάχαιρα Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ ἀἴματος τράγων καὶ ἀμνῶν, καὶ ἀπὸ στέατος τράγων καὶ κρίῶν· ὅτι θυσία τῷ Κυρίῳ ἐν Βοσόρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ. Τίνες δὲ εἰσιν οὗτοι ἀμνοὶ καὶ τράγοι καὶ κριοί φησι· τῶν μὲν ἀμνῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἀρνῶν, σημαινόντων τοὺς τὸν δημώδη καὶ ἰδιωτικὸν μετελθόντας βίον· τῶν δὲ τράγων καὶ κριῶν τοὺς πολλὰ δεδυνημένους ἐν ἀρχαῖς καὶ ἐξουσίαις, οὓς μετελεύσεται ἡ μάχαιρα τοῦ Θεοῦ, ὥσπερ θυσίαν ἐργαζομένη διὰ τοῦ κατασφάττειν καὶ θύειν τοὺς προλεχθέντας ἀμνοὺς καὶ τράγους καὶ κριούς. ἄγγελον φωτὸς, πέπτωκεν ὡς ἀστραπὴ ἐκ τοῦ οὐρα ἀρνῶν, Καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ᾿ αὐτῶν, καὶ οἱ κριοὶ, καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.» Ἡ Βοσὸρ μεταλαμβάνεται εἰς τὴν σάρκὰ, τοῦ λόγου τὴν ἀνάστασιν τῆς σαρκὸς σημαίνοντος ἐν τούτοις. Διὸ τὴν τῶν εἰρημένων σφαγὴν ἐν σαρκὶ ἔσεσθαι διδάσκων φησίν· Ὅτι θυσίὰ τῷ Θεῷ ἐν Βοσόρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ·· πᾶσαν γὰρ τὴν γεώδη ψυχὴν μετελεύσεται. Εδώμ γὰρ ὁ γήϊνος ἑρμηνεύεται· ὡς καὶ ἀλλαχοῦ δὴ ὁ αὐτὸς οὗτος προφήτης ἑξῆς προϊὼν περὶ τοῦ Σωτῆρος καὶ τῆς ὑπ᾿ αὐτοῦ γενησομένης κρίσεώς φησιν· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ;» Τὴν γὰρ ἔνσαρκὸν αὐτοῦ παρουσίαν ἐπὶ τῆς γῆς γενομένην τοῦτον ἐδήλου τὸν τρόπον. Οἶμαι δὲ τὸ θεῖὸν Πνεῦμα τοιαύταις χρήσασθαὶ λέξεσιν ἀπειλητικαῖς ἐἰς τὸ παραστῆσαὶ τὴν κατὰ τῶν ἀσεβῶν τοῦ Θεοῦ ἐκδίκησὶν, καὶ εἰς τὸ σοβῆσαι τοὺς τούτων ἀκροωμένους τῇ συνήθει καὶ παχυτέρα ἀκοῇ, τῷ μὴ δύνασθαι τοὺς πάντας ἄλλως νοεΐν τὰς ἐπαχθησομένας τοῖς ἀσεβέσι τιμωρίας, μηδὲ τὸν τρόπον τῆς κολάσεως ἐπινοῆσαι δύνασθαι. Διὸ παχυτέροις ῥήμασι καὶ συνηθεστέραις λέξεσι φόβου ποιητικαῖς τούτων ἀκούοντες. Ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. Καὶ ἐν τοῖς ἀνωτέρω δὲ κέχρηται, ἵνα κἂν οὕτω φοβηθέντες ἐπιστρέψωσιν οἱ ἐλέγετο τὸ, Γυναῖκες πλούσιαι, ἀνάστητε, ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ᾿ ἐλπίδος. »Τίς οὖν ἦν οὗτος ὁ ἐνιαυτὸς, ἐφ᾽ ᾧ κόπτεσθαι μετ᾿ ὀδύνης προστάττει, ἡ παροῦσα προφητεία παρίστησι λέγουσα τὰ προκείμενα· «Καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν.» Ὁρᾷς ὅπως ἐν τούτοις ἐνιαυτὸς Κυρίου, εἴρηται, «καὶ ἡμέρα ἀνταποδόσεως, ὡς ὅμοιον τυγχάνῃ τῷ, Ἡμέρα γὰρ κρίσεως Σιών. Οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἐνιαυτὸς τυγχάνει, καὶ μία καὶ ἡ αὐτὴ ἡμέρα, καθ᾿ ἣν οἱ πτωχοὶ εὐαγγελίζονται, οἵ τε πενθοῦντες τὴν Σιὼν παρακαλοῦνται ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ, καὶ αἱ λεγόμεναι πλούσιαι γυναῖκες ἐπὶ τὸν κοπετὸν καλοῦνται, καὶ τὰ λεγόμενα διὰ τῶν προκειμένων τῇ Σιὼν ἀποβαίνειν ἤμελλε.
Tote de hai antikeimenai dynameis, hai palai dikēn astrōn pollous adikēsasai, pesountai; epei kai autos ho Satanas, metaschēmatizomenos eis nou: Emethysthē hē machaira mou en tǭ ouranǭ, kai epi tēn Idoumaian katabēsetai, kai epi ton laon tēs apōleias meta kriseōs. Idoumaia de hermēneuetai hē geōdēs, eph᾿ hēn hē machaira katabasa plēroutai aimatos, kai hōsper apo steatos tōn katasphattomenōn pachynetai. Hē machaira Kyriou eneplēsthē haimatos, epachynthē apo steatos, apo aimatos tragōn kai amnōn, kai apo steatos tragōn kai kriōn; hoti thysia tǭ Kyriǭ en Bosor, kai sphagē megalē en tę̄ Idoumaią. Tines de eisin houtoi amnoi kai tragoi kai krioi phēsi; tōn men amnōn, ē kata tous loipous hermēneutas, arnōn, sēmainontōn tous ton dēmōdē kai idiōtikon metelthontas bion; tōn de tragōn kai kriōn tous polla dedynēmenous en archais kai exousiais, hous meteleusetai hē machaira tou Theou, hōsper thysian ergazomenē dia tou katasphattein kai thyein tous prolechthentas amnous kai tragous kai krious. angelon phōtos, peptōken hōs astrapē ek tou oura arnōn, Kai sympesountai hoi hadroi met᾿ autōn, kai hoi krioi, kai hoi tauroi, kai methysthēsetai hē gē apo tou haimatos, kai apo tou steatos autōn emplēsthēsetai.» Hē Bosor metalambanetai eis tēn sarka, tou logou tēn anastasin tēs sarkos sēmainontos en toutois. Dio tēn tōn eirēmenōn sphagēn en sarki esesthai didaskōn phēsin; Hoti thysia tǭ Theǭ en Bosor, kai sphagē megalē en tę̄ Idoumaią;; pasan gar tēn geōdē psychēn meteleusetai. Edōm gar ho gēïnos hermēneuetai; hōs kai allachou dē ho autos houtos prophētēs hexēs proïōn peri tou Sōtēros kai tēs hyp᾿ autou genēsomenēs kriseōs phēsin; Tis houtos ho paragenomenos ex Edōm, erythēma himatiōn ek Bosor?» Tēn gar ensarkon autou parousian epi tēs gēs genomenēn touton edēlou ton tropon. Oimai de to theion Pneuma toiautais chrēsasthai lexesin apeilētikais eis to parastēsai tēn kata tōn asebōn tou Theou ekdikēsin, kai eis to sobēsai tous toutōn akroōmenous tę̄ synēthei kai pachytera akoę̄, tǭ mē dynasthai tous pantas allōs noeïn tas epachthēsomenas tois asebesi timōrias, mēde ton tropon tēs kolaseōs epinoēsai dynasthai. Dio pachyterois rhēmasi kai synēthesterais lexesi phobou poiētikais toutōn akouontes. Hēmera gar kriseōs Kyriou, kai eniautos antapodoseōs kriseōs Siōn. Kai en tois anōterō de kechrētai, hina kan houtō phobēthentes epistrepsōsin hoi elegeto to, Gynaikes plousiai, anastēte, hēmeras eniautou mneian poiēsasthe en odynę̄ met᾿ elpidos. »Tis oun ēn houtos ho eniautos, eph᾽ hǭ koptesthai met᾿ odynēs prostattei, hē parousa prophēteia paristēsi legousa ta prokeimena; «Kalesai eniauton Kyriou dekton, kai hēmeran antapodoseōs tǭ theǭ hēmōn, parakalesai pantas tous penthountas, dothēnai tois penthousi Siōn doxan.» Horąs hopōs en toutois eniautos Kyriou, eirētai, «kai hēmera antapodoseōs, hōs homoion tynchanę̄ tǭ, Hēmera gar kriseōs Siōn. Oukoun heis kai ho autos eniautos tynchanei, kai mia kai hē autē hēmera, kath᾿ hēn hoi ptōchoi euangelizontai, hoi te penthountes tēn Siōn parakalountai epi tę̄ Christou parousią, kai hai legomenai plousiai gynaikes epi ton kopeton kalountai, kai ta legomena dia tōn prokeimenōn tę̄ Siōn apobainein ēmelle.
Then the opposing powers, which of old, like stars, wronged many, will fall; since Satan himself too, transforming himself into [an angel of light, has fallen like lightning from hea]ven. “My sword has been made drunk in heaven, and it shall come down upon Idumea, and upon the people of destruction with judgment.” Idumea is interpreted “the earthy one”; upon it the sword, coming down, is filled with blood and, as it were, made fat with the fat of those who are slaughtered. “The sword of the Lord has been filled with blood, it has been made fat with fat, with the blood of goats and lambs, and with the fat of goats and rams; for there is a sacrifice to the Lord in Bosor, and a great slaughter in Idumea.” Who are these lambs and goats and rams, he says? The lambs—or, according to the other translators, “sheep”—signify those who have followed the common and private life; and the goats and rams those who have held great power in offices and authorities, whom the sword of God will pursue, as though performing a sacrifice by slaughtering and sacrificing the lambs and goats and rams mentioned before. “And the mighty shall fall with them, and the rams and the bulls, and the land shall be made drunk with their blood, and filled with their fat.” Bosor is rendered “flesh,” the word signifying in these things the resurrection of the flesh. Therefore, teaching that the slaughter of those mentioned will be in the flesh, he says: “For there is a sacrifice to God in Bosor, and a great slaughter in Idumea”; for it will pursue every earthy soul. For Edom is interpreted “the earthy”; as elsewhere too this same prophet, going on further, says about the Savior and the judgment that he will carry out: “Who is this who comes from Edom, with redness of garments from Bosor?” For in this way he indicated his coming in the flesh upon earth. I think the divine Spirit used such threatening words to set forth God’s vengeance on the impious and to frighten those who hear them with their customary and grosser hearing, because not all are able to understand otherwise the punishments that will be brought on the impious, nor able to conceive the manner of the punishment. Therefore [he has used] grosser expressions and more customary words that produce fear, [so that even so, being frightened, those who] hear them [may turn]. “For it is a day of the Lord’s judgment, and a year of recompense of the judgment of Zion.” And in what went before [it was said]: “Rich women, rise up … make remembrance of days of a year with pain, with hope.” What, then, this year was, over which he commands them to beat their breasts with pain, the present prophecy shows, saying what is set out here: “to proclaim the acceptable year of the Lord, and the day of recompense to our God, to comfort all who mourn, that glory be given to those who mourn for Zion.” You see how in these words “the year of the Lord” is spoken of, and “the day of recompense,” so that it is like “For it is a day of judgment of Zion.” So it is one and the same year, and one and the same day, in which the poor have the good news preached to them and those who mourn for Zion are comforted at the coming of Christ, and the so-called rich women are called to lamentation, and what is said in the present passage was to befall Zion.
34.3PG 24:331–337
Ταῦτα δὲ πάντα ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ἐπληροῦτο, καθ᾽ ἣν οἱ μὲν εἰς αὐτὸν πεπιστευκότες, καὶ τὴν χάριν τὴν δι᾿ αὐτοῦ παραδεδεγμένοι, τῶν χρηστοτέρων ἐπαγγελιῶν ἀπήλαυον · οἱ δὲ ἀλλοτρίους ἑαυτοὺς καταστήσαντες τῆς αὐτοῦ χάριτος, πάσης ἀγαθῆς ἐλπίδος ἀποπεσόντες, ταῖς τῶν σκυθρωποτέρων ἀπειλαῖς ὑποπεπτώκασιν. Καὶ αὐτὴ δὲ αὐτῶν ἡ σεμνὴ καὶ βασιλικὴ πόλις τοιαῦτα πέπονθεν, ὁποῖα θεσπίζει ἡ παροῦσα προφητεία. Καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον. Καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη νυκτὸς καὶ ἡμέρας. Δι' ὧν σαφῶς ὁ λόγος παρίστησιν ἐσχάτην ἐρημίαν καταλήψεσθαι τὸν τε τόπον καὶ τὸ ἔθνος. Καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰν αὐτῆς έρημωθήσεται, καὶ εἰς χρόνον πολύν. Τὸ σημεῖον τῆς ἐν βάθει τιμωρίας αὐτῶν τοῖς ἄνω παρέχων ὁρᾷν διὰ τὴν ὑποκειμένην αὐτοῖς κακίαν, πίσσῃ διὰ τὸ σκοτῶδες καὶ μέλαν παραβαλλομένην. Ὄρνεα, καὶ ἐχῖνοι, καὶ ἴβεις, καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ· καὶ ἐπιβληθήσεται ἐπ᾿ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. Δι' ὧν αἰνίττεται ψυχὰς ἀκαθάρτους, ὁποῖαι ἦσαν αἱ τῶν μετὰ ταῦτα ἐξ ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν τὸν τόπον οἰκησάντων εἰδωλολατρῶν. «Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται. Οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν· δαίμονάς τινας αἰνιττόμενος τοὺς ἐν τοῖς ἀγάλμασι τῆς εἰδωλολατρείας αὐτῶν ἐμφωλεύοντας. Καὶ ἀναφυήσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς. Καὶ ἔσται ἐπαύλεις σειρήνων, καὶ αὐλὴ στρουθῶν. Καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον. Ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὑρόντες αὐτοῖς ἀνάπαυσιν · δηλῶν τὰς ἀκάρπους αὐτῶν διδασκαλίας. Διὸ καὶ τὸν ἀμπελῶνα αὐτῶν διὰ τῶν ἔμπροσθεν ἐδήλου ἄκανθαν ἀγησχέναι, λέγων· «Ἔμεινα ἵνα ποιήσῃ μοι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Ἐρημίας δὲ τῆς ἐσχάτης ἐν ταῖς ψυχαῖς αὐτῶν γενομένης, καὶ ἀκάνθαις πληρωθείσης αὐτῶν τῆς χώρας, εἰκότως ἀναπαύεσθαι ἐν αὐτοῖς τὰ πνεύματα τὰ ἀκάθαρτα προλέγει. Ἑκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας. Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων. Ἔλαφον καθαρὸν ζῶον οἶδεν ἡ θεία Γραφή, καὶ πολλὰ χρηστὰ περὶ ἐλάφων διδάσκει, ὡς ὅταν λέγῃ· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ·· καὶ πάλιν · «Φωνή Κυρίου καταρτιζομένη ἐλάφους· · καὶ αὖθις· Ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· · καὶ ἐν τῷ Ἰώβ· · Ἐφύλαξας δὲ μῆνας ἐλάφων, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς. Καὶ αὐτὸς δὲ ὁ τῆς νύμφης, ὁ ἐν τῷ ᾿Ασματι τῶν ἀσμάτων, ὁ ἀδελφιδοῦς, ἐλάφῳ παραβέβληται· Ομοιός ἐστι δορκάδι ἢ νεβρῷ ἐλάφων, ἐπὶ τὰ ὄρη ἀρωμάτων. Ὅτε τοίνυν καὶ αὐτὸς ὁ νυμφίος ἐλάφῳ παραβάλλεται, τίνας δ᾽ ἂν εἴποις ἐνταῦθα ἐλάφους ἢ τοὺς μαθητὰς καὶ ἀποστόλους; Ἔστι δὲ καὶ ὀφιοκτόνον τὸ ζῶον. Διδάσκει τοίνυν ὁ παρὼν λόγος, ὡς ἀπὸ τῆς ἐρημίας τοῦ Ἰουδαίων ἔθνους ἔλαφοί τινες παρῆλθον, οἱ μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν· Ἐκεῖ γὰρ, φησὶ, συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων. Ἐγνώρισαν γὰρ ἑαυτοὺς, καὶ τῆς ψυχῆς αὐτῶν τοὺς κατ' εἰκόνα Θεοῦ γενομένους χαρακτήρας ἐπέγνωσαν. Ἐπειδὴ δὲ οὐ παρέμειναν ἐν μιᾷ πόλει· διέδραμον δὲ ἄλλος ἀλλαχοῦ πληροῦντες τὸ Εὐαγγέλιον· τούτου χάριν εἴρηται · Ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι ὁ Κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. Ὁ γὰρ εἰπὼν αὐτοῖς, «Μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, αὐτὸς ἐνετείλατο μὴ κατὰ τὸ αὐτὸ ποιεῖσθαι τὰ τῆς συστάσεως τῶν Ἐκκλησιῶν αὐτῶν. Καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισε βόσκεσθαι. Εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ' αὐτῆς. Οὐκοῦν καὶ νομὴν αὐτοῖς καὶ βοσκὴν παρεἶχεν, ὥσπερ καὶ κλήρους εἰς γενεὰς γενεῶν, εἰς τὸ ἀναπαύεσθαι αὐτοὺς εἰς τοὺς αὐτῶν κλήρους, δηλαδὴ τοῖς ἔθνεσι τοῖς ἀποκληρωθεῖσιν αὐτοῖς, ἐν οἷς εἰς γενεὰς γενεῶν ἡ μνήμη αὐτῶν ἐν ταῖς ὑπ᾿ αὐτῶν ἱδρυθείσαις Ἐκκλησίαις ἀναζωπυρεῖται.
Tauta de panta epi tēs tou Sōtēros hēmōn Iēsou Christou parousias eplērouto, kath᾽ hēn hoi men eis auton pepisteukotes, kai tēn charin tēn di᾿ autou paradedegmenoi, tōn chrēstoterōn epangeliōn apēlauon ; hoi de allotrious heautous katastēsantes tēs autou charitos, pasēs agathēs elpidos apopesontes, tais tōn skythrōpoterōn apeilais hypopeptōkasin. Kai autē de autōn hē semnē kai basilikē polis toiauta peponthen, hopoia thespizei hē parousa prophēteia. Kai straphēsontai hai pharanges autēs eis pissan, kai hē gē autēs eis theion. Kai estai hē gē autēs hōs pissa kaiomenē nyktos kai hēmeras. Di' hōn saphōs ho logos paristēsin eschatēn erēmian katalēpsesthai ton te topon kai to ethnos. Kai ou sbesthēsetai eis ton aiōna chronon, kai anabēsetai ho kapnos autēs anō; eis genean autēs erēmōthēsetai, kai eis chronon polyn. To sēmeion tēs en bathei timōrias autōn tois anō parechōn horąn dia tēn hypokeimenēn autois kakian, pissę̄ dia to skotōdes kai melan paraballomenēn. Ornea, kai echinoi, kai ibeis, kai korakes katoikēsousin en autę̄; kai epiblēthēsetai ep᾿ autēn spartion geōmetrias erēmou, kai onokentauroi oikēsousin en autę̄. Di' hōn ainittetai psychas akathartous, hopoiai ēsan hai tōn meta tauta ex allophylōn kai allogenōn ethnōn ton topon oikēsantōn eidōlolatrōn. «Hoi archontes autēs ouk esontai. Hoi gar basileis kai hoi megistanes autēs esontai eis apōleian; daimonas tinas ainittomenos tous en tois agalmasi tēs eidōlolatreias autōn emphōleuontas. Kai anaphyēsei eis tas poleis autōn akanthina xyla, kai eis ta ochyrōmata autēs. Kai estai epauleis seirēnōn, kai aulē strouthōn. Kai synantēsousi daimonia onokentaurois, kai boēsontai heteros pros ton heteron. Ekei anapausontai onokentauroi, heurontes autois anapausin ; dēlōn tas akarpous autōn didaskalias. Dio kai ton ampelōna autōn dia tōn emprosthen edēlou akanthan agēschenai, legōn; «Emeina hina poiēsę̄ moi staphylēn, epoiēse de akanthas.» Erēmias de tēs eschatēs en tais psychais autōn genomenēs, kai akanthais plērōtheisēs autōn tēs chōras, eikotōs anapauesthai en autois ta pneumata ta akatharta prolegei. Hekei enosseusen echinos, kai esōsen hē gē ta paidia autēs meta asphaleias. Ekei synēntēsan elaphoi, kai eidon ta prosōpa allēlōn. Elaphon katharon zōon oiden hē theia Graphē, kai polla chrēsta peri elaphōn didaskei, hōs hotan legę̄; Hon tropon epipothei hē elaphos ;; kai palin ; «Phōnē Kyriou katartizomenē elaphous; ; kai authis; Elaphos philias kai pōlos sōn charitōn homileitō soi; ; kai en tǭ Iōb; ; Ephylaxas de mēnas elaphōn, ōdinas de autōn exaposteleis. Kai autos de ho tēs nymphēs, ho en tǭ ᾿Asmati tōn asmatōn, ho adelphidous, elaphǭ parabeblētai; Omoios esti dorkadi ē nebrǭ elaphōn, epi ta orē arōmatōn. Hote toinyn kai autos ho nymphios elaphǭ paraballetai, tinas d᾽ an eipois entautha elaphous ē tous mathētas kai apostolous? Esti de kai ophioktonon to zōon. Didaskei toinyn ho parōn logos, hōs apo tēs erēmias tou Ioudaiōn ethnous elaphoi tines parēlthon, hoi mathētai tou Sōtēros hēmōn; Ekei gar, phēsi, synēntēsan elaphoi, kai eidon ta prosōpa allēlōn. Egnōrisan gar heautous, kai tēs psychēs autōn tous kat' eikona Theou genomenous charaktēras epegnōsan. Epeidē de ou paremeinan en mią polei; diedramon de allos allachou plērountes to Euangelion; toutou charin eirētai ; Hetera tēn heteran ouk ezētēsan, hoti ho Kyrios autois eneteilato, kai to Pneuma autou synēgagen autas. Ho gar eipōn autois, «Mathēteusate panta ta ethnē en tǭ onomati mou, autos eneteilato mē kata to auto poieisthai ta tēs systaseōs tōn Ekklēsiōn autōn. Kai autos epibalei autois klērous, kai hē cheir autou diemerise boskesthai. Eis ton aiōna chronon klēronomēsete, eis geneas geneōn anapausontai ep' autēs. Oukoun kai nomēn autois kai boskēn pareichen, hōsper kai klērous eis geneas geneōn, eis to anapauesthai autous eis tous autōn klērous, dēladē tois ethnesi tois apoklērōtheisin autois, en hois eis geneas geneōn hē mnēmē autōn en tais hyp᾿ autōn hidrytheisais Ekklēsiais anazōpyreitai.
All these things were fulfilled at the coming of our Savior Jesus Christ, at which those who believed in him and received the grace that comes through him enjoyed the kinder promises; but those who made themselves strangers to his grace, falling from every good hope, have come under the threats of gloomier things. And their own revered and royal city has suffered such things as the present prophecy foretells. “And its valleys shall be turned into pitch, and its land into sulfur. And its land shall be like pitch burning night and day.” By these words the word plainly shows that the utmost desolation will overtake both the place and the nation. “And it shall not be quenched forever, and its smoke shall go up on high; for its generation it shall be made desolate, and for a long time.” He gives those above a sign of their punishment in the depth to see, because of the wickedness lying in them, which is compared to pitch for its darkness and blackness. “Birds and hedgehogs and ibises and ravens shall dwell in it; and a measuring line of desolation shall be cast over it, and onocentaurs shall dwell in it.” By these words he hints at unclean souls, such as were those of the idolaters from foreign and alien nations who afterwards inhabited the place. “Its rulers shall not be; for its kings and its great men shall be for destruction”: hinting at certain demons lurking in the images of their idolatry. “And thorn trees shall spring up in their cities and in its strongholds. And it shall be dwellings of sirens and a court of ostriches. And demons shall meet onocentaurs, and they shall cry one to another. There onocentaurs shall rest, having found rest for themselves”: indicating their fruitless teachings. Therefore he also showed earlier that their vineyard had produced thorns, saying: “I waited for it to make me grapes, but it made thorns.” And since the utmost desolation had come about in their souls, and their land had been filled with thorns, he fittingly foretells that the unclean spirits rest among them. “There the hedgehog made its nest, and the earth saved its young in safety. There deer met, and saw one another’s faces.” The divine Scripture knows the deer as a clean animal, and teaches many good things about deer, as when it says: “As the deer longs”; and again: “The voice of the Lord preparing the deer”; and again: “Let the deer of friendship and the colt of your graces keep company with you”; and in Job: “Did you watch the months of the deer, and will you send forth their pangs?” And the bride’s beloved himself, in the Song of Songs, is compared to a deer: “He is like a gazelle or a young deer on the mountains of spices.” Since, then, the bridegroom himself is compared to a deer, whom would you say the deer are here but the disciples and apostles? And the animal is also a killer of snakes. The present passage teaches, then, that out of the desolation of the Jewish nation certain deer came forth, the disciples of our Savior: “For there,” he says, “deer met and saw one another’s faces.” For they recognized one another and knew the features of their soul made in the image of God. And since they did not remain in one city, but ran off each to a different place, fulfilling the Gospel, for this reason it is said: “One did not seek the other, for the Lord commanded them, and his Spirit gathered them.” For he who said to them, “Make disciples of all nations in my name,” himself commanded them not to carry out the founding of their churches all in the same place. “And he will cast lots for them, and his hand apportioned them to feed. You shall inherit forever; for generations of generations they shall rest upon it.” So he gave them pasture and grazing, as also lots for generations of generations, so that they might rest in their own lots—that is, in the nations allotted to them—among whom, for generations of generations, their memory is rekindled in the churches founded by them.
Chapter 35
35.1PG 24:337–343
Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Εἴη τοίνυν αὕτη ἡ ἔρημος παρὰ τὴν προλεχθεῖσαν Σιὼν, ἐν ᾗ ἐχίνους, καὶ ἴβεις, καὶ κόρακας, δαιμόνιά τε καὶ ὀνοκενταύρους οἰκήσειν ἐλέγετο, πίσσης τε αὐτῆς καὶ θείου πληρωθήσεσθαι τὰς φάραγγας. Τούτων δὲ περὶ τῆς Σιὼν καὶ περὶ τῆς Ἱερουσαλήμ εἰρημένων, ὥρα τὰ προκείμενα περὶ ἑτέρας ἐρήμου λέγεσθαι νοεῖν. Διψῶσα γὰρ ἦν αὕτη πρότερον ἡ ἔρημος, ἐστερημένη νάματος οὐρανίου· ἀλλὰ χαίρειν αὐτῇ καὶ εὐφραίνεσθαι ὁ λόγος προστάττει διὰ τὰ λεγόμενα, ἔτι δὲ καὶ ἀνθεῖν ὡς κρίνον· ὥστε λέγειν· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν παντὶ τόπῳ. ᾿Αλλὰ καὶ ἐξανθήσει, φησὶ, νεαρὰ βλαστήματα καὶ ἄνθη ὡραῖα, περὶ ὧν εἴρηται ἐν ῎Ασματι τῶν ἀσμάτων· Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· οἱ μανδραγόραι ἔδωκαν ὀσμὴν αὐτῶν. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἐνταῦθα ἄντικρυς διὰ τοῦ Ἰορδάνου τὴν εὐαγγελικὴν Γραφὴν παρίστησιν· ἐν γὰρ τῷ Ἰορδάνῃ ποταμῷ πρῶτος Ἰωάννης ἐκήρυσσε τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ὡς μηκέτι ἐνεργούσης ἐν τῇ Ἱερουσαλήμ τῆς κατὰ τὸν Μωϋσέως νόμον ἐπιτελουμένης λατρείας, βάπτισμα μετανοίας καὶ τὸ τῆς παλιγγενεσίας λουτρὸν ἐν αὐτῷ τῷ ποταμῷ ὁ αὐτὸς παρεδίδου προφήτης· ὅ τε Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπεσφραγίσατο τοῦ Ἰωάννου τὸ κήρυγμα ἐν τῷ Ἰορδάνῃ ποταμῷ βαπτισθεὶς ὑπ᾿ αὐτοῦ, καὶ βεβαιώσας δι᾽ ἑαυτοῦ τὸ τῆς παλιγγενεσίας μυστήριον. Ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῷ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Ὁ μὲν Λίβανος διὰ τῶν ἔμπροσθεν ἐδήλου καὶ τὸ θυσιαστήριον καὶ τὸν νεὼν, ἐν ᾧ αἵ τε θυσίαι σὺν αὐτῷ τῷ Λιβάνῳ καὶ ἡ κατὰ νόμον λατρεία ἐν ταῖς ἀναφοραῖς προσεφέρετο· ὁ δὲ Κάρμηλος τὸν ἐκ περιτομῆς λαὸν αἰνιττόμενος ἀποδέδεικται πολλάκις. Τοῦ λαοῦ τοίνυν τοῦ παλαιοῦ ἡ τιμὴ, καὶ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλήμ ἡ δόξα τῇ πάλαι ἐρήμῳ, λέγω δὴ τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ δοθήσεσθαι προφητεύεται. Εἶτ᾿ ἐπιλέγει · Καὶ ὁ λαός μου, οὐκέτι ὁ Ἰσραὴλ, ἀλλ᾽ λέγει ἐμός, φησὶ, λαὸς ὄψεται τὴν δόξαν Κυρίου· · ταύτην τὴν ἐπαγγελίαν τοῦ λόγου παρέχοντος τῷ νέῳ λαῷ, ἅτε παραδεξαμένῳ τὴν πρώτην τοῦ Σωτῆρος παρουσίαν · διὸ καὶ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θέαν, τὸ τε ὕψος αὐτοῦ θεωρήσει. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε· · τοῦ λόγου παρακελευομένου τοῖς τοῦ Σωτῆρος ἡμῶν μαθηταῖς τε καὶ ἀποστόλοις ἐνισχύειν τὰς παρειμένας ἐν τοῖς ἔθνεσι ψυχὰς, καὶ τὰ τῶν ἡσθενηκότων γόνατα κρατύνειν. Οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ὑμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει· αὐτὸς ἥξει, καὶ σώσει ἡμᾶς.» Κἂν γὰρ διώκωσί τινες ἀπειλοῦντες, καὶ φόβους ἐμποιοῦντες, αἰκίας τε καὶ βασάνους ἐπάγοντες· ἀλλ᾽ ὑμεῖς, φησὶν, οἱ ποτε ὀλιγόψυχοι, ἰσχύος τε καὶ δυνάμεως μεταλαμβάνοντες, μὴ φοβεῖσθε, ἔχοντες τὸν ὑμέτερον διὰ παντὸς ὑμῖν συνόντα Θεόν. Ταῦτα τοίνυν παιδευθέντες, ὑμεῖς οἱ ποτε ὀλιγόψυχοι, ἰσχύσατε καὶ μὴ φοβεῖσθε.
Euphranthēti, erēmos dipsōsa; agalliasthō erēmos, kai antheitō hōs krinon. Eiē toinyn hautē hē erēmos para tēn prolechtheisan Siōn, en hę̄ echinous, kai ibeis, kai korakas, daimonia te kai onokentaurous oikēsein elegeto, pissēs te autēs kai theiou plērōthēsesthai tas pharangas. Toutōn de peri tēs Siōn kai peri tēs Hierousalēm eirēmenōn, hōra ta prokeimena peri heteras erēmou legesthai noein. Dipsōsa gar ēn hautē proteron hē erēmos, esterēmenē namatos ouraniou; alla chairein autę̄ kai euphrainesthai ho logos prostattei dia ta legomena, eti de kai anthein hōs krinon; hōste legein; «Christou euōdia esmen tǭ Theǭ en panti topǭ. ᾿Alla kai exanthēsei, phēsi, neara blastēmata kai anthē hōraia, peri hōn eirētai en ᾿Asmati tōn asmatōn; Ta anthē ōphthē en tę̄ gę̄; hoi mandragorai edōkan osmēn autōn. Kai exanthēsei kai agalliasetai ta erēma tou Iordanou. Hē doxa tou Libanou edothē autę̄, kai hē timē tou Karmēlou; kai ho laos mou opsetai tēn doxan Kyriou kai to hypsos tou Theou. Entautha antikrys dia tou Iordanou tēn euangelikēn Graphēn paristēsin; en gar tǭ Iordanę̄ potamǭ prōtos Iōannēs ekērysse tēn basileian tōn ouranōn; kai hōs mēketi energousēs en tę̄ Hierousalēm tēs kata ton Mōÿseōs nomon epiteloumenēs latreias, baptisma metanoias kai to tēs palingenesias loutron en autǭ tǭ potamǭ ho autos paredidou prophētēs; ho te Sōtēr kai Kyrios hēmōn Iēsous Christos epesphragisato tou Iōannou to kērygma en tǭ Iordanę̄ potamǭ baptistheis hyp᾿ autou, kai bebaiōsas di᾽ heautou to tēs palingenesias mystērion. Hē doxa tou Libanou edothē autǭ, kai hē timē tou Karmēlou. Ho men Libanos dia tōn emprosthen edēlou kai to thysiastērion kai ton neōn, en hǭ hai te thysiai syn autǭ tǭ Libanǭ kai hē kata nomon latreia en tais anaphorais prosephereto; ho de Karmēlos ton ek peritomēs laon ainittomenos apodedeiktai pollakis. Tou laou toinyn tou palaiou hē timē, kai tou naou tou en Hierousalēm hē doxa tę̄ palai erēmǭ, legō dē tę̄ ex ethnōn Ekklēsią dothēsesthai prophēteuetai. Eit᾿ epilegei ; Kai ho laos mou, ouketi ho Israēl, all᾽ legei emos, phēsi, laos opsetai tēn doxan Kyriou; ; tautēn tēn epangelian tou logou parechontos tǭ neǭ laǭ, hate paradexamenǭ tēn prōtēn tou Sōtēros parousian ; dio kai tēn deuteran kai endoxon autou thean, to te hypsos autou theōrēsei. Ischysate, cheires aneimenai, kai gonata paralelymena, parakalesate; ; tou logou parakeleuomenou tois tou Sōtēros hēmōn mathētais te kai apostolois enischyein tas pareimenas en tois ethnesi psychas, kai ta tōn hēsthenēkotōn gonata kratynein. Hoi oligopsychoi tē dianoią, ischysate, mē phobeisthe. Idou ho Theos hymōn krisin antapodidōsi kai antapodōsei; autos hēxei, kai sōsei hēmas.» Kan gar diōkōsi tines apeilountes, kai phobous empoiountes, aikias te kai basanous epagontes; all᾽ hymeis, phēsin, hoi pote oligopsychoi, ischyos te kai dynameōs metalambanontes, mē phobeisthe, echontes ton hymeteron dia pantos hymin synonta Theon. Tauta toinyn paideuthentes, hymeis hoi pote oligopsychoi, ischysate kai mē phobeisthe.
“Rejoice, thirsty desert; let the desert exult and blossom like a lily.” This desert, then, would be other than the Zion mentioned before, in which it was said hedgehogs and ibises and ravens, demons and onocentaurs, would dwell, and whose valleys would be filled with pitch and sulfur. Since those things were said about Zion and about Jerusalem, it is time to understand what is set out here as said about another desert. For this desert was formerly thirsty, deprived of the heavenly stream; but the word commands it to rejoice and be glad because of what is said, and moreover to blossom like a lily; so that it may say: “We are the fragrance of Christ to God in every place.” But it will also blossom, he says, with young shoots and lovely flowers, of which it is said in the Song of Songs: “The flowers have appeared in the land; the mandrakes have given their fragrance.” “And the deserts of the Jordan shall blossom and exult. The glory of Lebanon has been given to it, and the honor of Carmel; and my people shall see the glory of the Lord and the height of God.” Here by the Jordan he plainly presents the gospel Scripture; for at the river Jordan John first preached the kingdom of heaven; and since the worship carried out according to the law of Moses was no longer effective in Jerusalem, the same prophet handed on the baptism of repentance and the washing of regeneration in that very river; and our Savior and Lord Jesus Christ set his seal on John’s preaching by being baptized by him in the river Jordan, and confirmed through himself the mystery of regeneration. “The glory of Lebanon has been given to it, and the honor of Carmel.” Lebanon, in what went before, indicated both the altar and the temple, in which the sacrifices, together with the frankincense itself, and the worship according to the law were offered in the offerings; and Carmel has often been shown to hint at the people of the circumcision. The honor of the old people, then, and the glory of the temple in Jerusalem are prophesied to be given to the former desert, I mean the church from the nations. Then he adds: “And my people”—no longer Israel, but my people, he says—“shall see the glory of the Lord”; the word giving this promise to the new people, as having received the first coming of the Savior; therefore it will also behold his second and glorious appearing and his height. “Be strong, you slack hands and paralyzed knees; comfort”: the word urging the disciples and apostles of our Savior to strengthen the souls that had grown slack among the nations, and to make firm the knees of those who had grown weak. “You who are faint of heart in mind, be strong, do not fear. Behold, your God renders judgment and will render it; he himself will come and save us.” For even if some persecute you with threats, causing fears and bringing torments and tortures, yet you, he says, who were once faint-hearted, receiving strength and power, do not fear, having your God always with you. Instructed in these things, then, you who were once faint-hearted, be strong and do not fear.
35.2PG 24:337–343
Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος, ὁ χωλὸς, καὶ τρανὴ ἔσται ἡ γλῶσσα μογιλάλων. Καὶ οἱ κωφοὶ, τυφλοί τε καὶ ἀνήκοοι θείων λόγων πρότερον, νῦν διὰ τῆς αὐτοῦ χάριτος ἐπιστήμονες γεγόνασι ταῖς τῶν θεοπνεύστων λογίων ἀκοαῖς· ἀλλὰ καὶ οἱ παρειμένοι τὰς βάσεις τῆς ψυχῆς ἀνεπήδησαν ἐλάφων δίκην, τοῖς αὐτῶν ἐξομοιωθέντες διδασκάλοις· οὓς μικροῦ πρόσθεν ἐλάφους ὠνόμασεν ἡ προφητεία. Καὶ ἡ τῶν μογιλάλων γλῶσσα, ἣν συνέδησεν ὁ Σατανᾶς πρὸς τὸ μὴ θεολογεῖν τὸν ἀληθῆ Θεὸν, τρανὰ φθέγγεσθαι καὶ διηρθρωμένα μεμάθηκεν. Μογιλάλους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου, μόγις ποτὲ τολμήσαντας ὀρθόν τι φρονῆσαι καὶ εἰπεῖν περὶ Θεοῦ. Ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται. Ἐκεῖ εὐφροσύνη ὀρνέων, ἐπαύλεις καλάμου καὶ ἕλη.» Τὸ μὲν οὖν ὕδωρ, αὐτὸ ἦν ἐκεῖνο τὸ τοῦ Ἰορδάνου · διὸ ἐλέγετο μικρῷ πρόσθεν · Καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Δι' οὗ καὶ ἡνίττετο τὸ λουτρὸν τῆς παλιγγενεσίας, καὶ τὸ τῆς καινῆς Διαθήκης μυστήριον· τὰ δὲ ῥεῖθρα τοὺς εὐαγγελικοὺς ἐδήλου λόγους. Εὐφροσύνην ὀρνέων· ψυχῶν ἐπτερωμένων δηλαδή, καὶ μετεωροποιῶν, καὶ ἄλλων ἡμέρων καὶ πράων ὑπὸ τῷ καλῷ ποιμένι διοικουμένων ὡς δύνασθαι λέγειν· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ύστερήσει. «Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται· καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος. Αὕτη δὲ εἴη ἂν ἡ ἀπάγουσα ἐπὶ τὸ τρισμακάριον τέλος τῆς ἐπουρανίου τοῦ Θεοῦ πόλεως, ἣν παριστὰς ὁ Σωτήρ ἔλεγεν · · Ἐγώ εἰμι ἡ ὁδός. Οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος · οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾿ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Τίνες δὲ οὗτοι, ἀλλ᾽ ἡ οἱ πάλαι διεσκεδασμένοι τοῦ Θεοῦ καὶ μακρὰν τῆς ἀληθείας ἀποπλανηθέντες ; Οὗτοι γὰρ, παλινδρομήσαντες, καὶ τὴν εὐθεῖαν καὶ ἀπλανῆ ὁδὸν εὐρόντες, πορεύσονται ἐν αὐτῇ. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων οὐ μὴ ἀναβῇ εἰς αὐτὴν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ. Πῶς γὰρ καὶ οἷόν τε ἦν ἐν τῷ εἰρηκότι, Ἐγώ εἰμι ἡ ὁδὸς,, εὑρεθῆναί τι τῶν πονηρῶν; Οὐδὲ ὁδοὺς ὄφεως ἐπὶ πέτραν δυνατὸν ἦν εὑρεῖν κατὰ τὸν Σολομῶντα. ᾿Αλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι, καὶ συνηγμένοι διὰ Κυρίου · · οὓς αὐτὸς δηλονότι ἐλυτρώσατο τῷ ἰδίῳ αἵματι, καὶ οἱ συνηγμένοι διὰ Κυρίου, ἀλλ᾽ οὐδὲ διὰ προφήτου, οὐδὲ διά τινος σπουδῆς ἀνθρωπίνης· δι' αὐτοῦ δὲ τοῦ Κυρίου οἱ λελυτρωμένοι καὶ συνηγμένοι, οὗτοι πορεύσονται τὴν δηλωθεῖσαν ὁδόν. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης. Οὐ γὰρ δὴ δυνατὸν ἐνταῦθα Σιὼν ἐκείνην παραδέχεσθαι, περὶ ἧς εἴρητο· Καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών· καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν, καὶ τὰ τούτοις ἑξῆς. Διόπερ ἀνάγκη διαφόρως νοεῖν τὰς ὁμωνύμους προσαγορευομένας Σιών. «Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.» Οἱ γὰρ νικηταὶ τοῦ μεγάλου τούτου ἀγῶνος στεφάνῳ εὐφροσύνης ἀναδήσονται. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, καὶ λύπη καὶ στεναγμός·, δηλονότι τοὺς τὴν σωτήριον ὁδὸν ἀκλινῶς βαδίσαντας, καὶ διὰ τοῦτο ἐπὶ τὸ τρισμακάριον τέλος καταντήσαντας· ἐν ᾧ, στεφάνῳ Θεοῦ τιμηθέντες, τῆς αἰωνίου ζωῆς, ἀπολαύσουσιν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἔνθα ἀπέδρα ὀδύνη καὶ στεναγμός.
Tote anoichthēsontai ophthalmoi typhlōn, kai ōta kōphōn akousontai; tote haleitai hōs elaphos, ho chōlos, kai tranē estai hē glōssa mogilalōn. Kai hoi kōphoi, typhloi te kai anēkooi theiōn logōn proteron, nyn dia tēs autou charitos epistēmones gegonasi tais tōn theopneustōn logiōn akoais; alla kai hoi pareimenoi tas baseis tēs psychēs anepēdēsan elaphōn dikēn, tois autōn exomoiōthentes didaskalois; hous mikrou prosthen elaphous ōnomasen hē prophēteia. Kai hē tōn mogilalōn glōssa, hēn synedēsen ho Satanas pros to mē theologein ton alēthē Theon, trana phthengesthai kai diērthrōmena memathēken. Mogilalous de ouk an hamartois eipōn tous para tois sophois tou aiōnos toutou, mogis pote tolmēsantas orthon ti phronēsai kai eipein peri Theou. Hoti errhagē en tę̄ erēmǭ hydōr, kai pharanx en gę̄ dipsōsę̄. Kai estai hē anydros eis helē, kai eis tēn dipsōsan gēn pēgē hydatos estai. Ekei euphrosynē orneōn, epauleis kalamou kai helē.» To men oun hydōr, auto ēn ekeino to tou Iordanou ; dio elegeto mikrǭ prosthen ; Kai agalliasetai ta erēma tou Iordanou. Di' hou kai hēnitteto to loutron tēs palingenesias, kai to tēs kainēs Diathēkēs mystērion; ta de rheithra tous euangelikous edēlou logous. Euphrosynēn orneōn; psychōn epterōmenōn dēladē, kai meteōropoiōn, kai allōn hēmerōn kai praōn hypo tǭ kalǭ poimeni dioikoumenōn hōs dynasthai legein; «Kyrios poimainei me, kai ouden me ysterēsei. «Estai ekei hodos kathara, kai hodos hagia klēthēsetai; kai ou mē parelthę̄ ekei akathartos. Hautē de eiē an hē apagousa epi to trismakarion telos tēs epouraniou tou Theou poleōs, hēn paristas ho Sōtēr elegen ; ; Egō eimi hē hodos. Oude estai ekei hodos akathartos ; hoi de diesparmenoi poreusontai ep᾿ autēs, kai ou mē planēthōsi. Tines de houtoi, all᾽ hē hoi palai dieskedasmenoi tou Theou kai makran tēs alētheias apoplanēthentes ? Houtoi gar, palindromēsantes, kai tēn eutheian kai aplanē hodon eurontes, poreusontai en autę̄. Kai ouk estai ekei leōn, oude tōn ponērōn thēriōn ou mē anabę̄ eis autēn, oude mē heurethę̄ ekei. Pōs gar kai hoion te ēn en tǭ eirēkoti, Egō eimi hē hodos,, heurethēnai ti tōn ponērōn? Oude hodous opheōs epi petran dynaton ēn heurein kata ton Solomōnta. ᾿Alla poreusontai en autę̄ lelytrōmenoi, kai synēgmenoi dia Kyriou ; ; hous autos dēlonoti elytrōsato tǭ idiǭ haimati, kai hoi synēgmenoi dia Kyriou, all᾽ oude dia prophētou, oude dia tinos spoudēs anthrōpinēs; di' autou de tou Kyriou hoi lelytrōmenoi kai synēgmenoi, houtoi poreusontai tēn dēlōtheisan hodon. Kai apostraphēsontai, kai hēxousin eis Siōn met' euphrosynēs. Ou gar dē dynaton entautha Siōn ekeinēn paradechesthai, peri hēs eirēto; Kai eniautos antapodoseōs kriseōs Siōn; kai straphēsontai hai pharanges autēs eis pissan, kai ta toutois hexēs. Dioper anankē diaphorōs noein tas homōnymous prosagoreuomenas Siōn. «Kai euphrosynē aiōnios hyper kephalēs autōn.» Hoi gar nikētai tou megalou toutou agōnos stephanǭ euphrosynēs anadēsontai. Epi gar tēs kephalēs autōn ainesis kai agalliama, kai euphrosynē katalēpsetai autous; apedra odynē, kai lypē kai stenagmos;, dēlonoti tous tēn sōtērion hodon aklinōs badisantas, kai dia touto epi to trismakarion telos katantēsantas; en hǭ, stephanǭ Theou timēthentes, tēs aiōniou zōēs, apolausousin en tę̄ tōn ouranōn basileią, entha apedra odynē kai stenagmos.
“Then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear; then the lame shall leap like a deer, and the tongue of the stammerers shall be clear.” And the deaf and blind, formerly unable to hear the divine words, have now through his grace become knowledgeable by hearing the inspired oracles; and those who were paralyzed in the steps of the soul have leapt up like deer, made like their teachers, whom the prophecy a little earlier named deer. And the tongue of the stammerers, which Satan bound so that it should not speak of the true God, has learned to utter clear and articulate words. You would not be wrong to call stammerers those among the wise of this age who scarcely ever dared to think or say anything right about God. “For water has broken forth in the desert, and a ravine in a thirsty land. And the waterless land shall become marshes, and in the thirsty land there shall be a spring of water. There shall be the gladness of birds, dwellings of reeds and marshes.” The water, then, was that very water of the Jordan; therefore it was said a little before: “And the deserts of the Jordan shall exult.” By it he hinted at the washing of regeneration and the mystery of the new covenant; and the streams indicated the gospel words. “The gladness of birds”: of winged souls, clearly, that soar aloft, and of others, gentle and mild, governed under the good shepherd, so that they can say: “The Lord shepherds me, and I shall lack nothing.” “There shall be a pure way there, and it shall be called a holy way; and the unclean shall not pass by there.” This would be the way that leads to the thrice-blessed end in the heavenly city of God, which the Savior presented when he said: “I am the way.” “Nor shall there be an unclean way there; but the scattered shall walk on it, and shall not go astray.” Who are these but those who of old were scattered from God and wandered far from the truth? For these, running back and finding the straight way that does not wander, will walk in it. “And there shall be no lion there, nor shall any of the evil beasts go up on it, nor be found there.” For how could anything evil be found in him who said, “I am the way”? Nor could one find the ways of a serpent on a rock, according to Solomon. “But the redeemed shall walk in it, and those gathered through the Lord”: those whom he himself evidently redeemed with his own blood; and those gathered through the Lord, not through a prophet, nor through any human effort; but those redeemed and gathered through the Lord himself, these will walk the way that has been shown. “And they shall return and come to Zion with gladness.” For it is not possible to take this Zion here as that one of which it was said: “And a year of recompense of the judgment of Zion; and its valleys shall be turned into pitch,” and what follows. Therefore one must necessarily understand differently the places that bear the same name, Zion. “And everlasting gladness over their head.” For the victors of this great contest will bind on a crown of gladness. “For upon their head praise and exultation, and gladness shall take hold of them; pain and grief and groaning have fled away”: clearly those who walked the saving way without turning aside and so reached the thrice-blessed end; in which, honored with God’s crown, they will enjoy eternal life in the kingdom of heaven, where pain and groaning have fled away.
Chapter 36
36.1PG 24:343–347
Καὶ ἐγένετο τοῦ ιδ' ἔτους βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασιλεὺς ᾿Ασσυρίων τὸν Ῥαβσάκην ἐκ Λάχης εἰς Ἱερουσαλήμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς. Καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου, ὁ οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ, ὑπομνηματογράφος. Ἱστορία μέν ἐστιν ἡ προκειμένη καὶ διήγησις θαυμαστή πραγμάτων κατὰ τοὺς χρόνους Ἑζεκίου γενομένων· ἀνείληπται δὲ μετὰ τῶν λοιπῶν ἱστοριῶν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων. Ὅμως δ' οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητικῇ βίβλῳ καταβέβληται, διὰ τὸ ἐμφέρεσθαι πρὸς τὸ τέλος τῆς ἱστορίας προφητείαν, καί τινα μεγάλην καὶ παράδοξον πρᾶξιν ἐπιτελεσθεῖσαν κατὰ τοὺς χρόνους Ἐζεκίου. Καὶ εἶπεν αὐτοῖς Ῥαβσάκης· Εἴπατε Ἐζεκίᾳ· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς ᾿Ασσυρίων· Τί πεποιθὼς εἶ;, Ὥσπερ γάρ τις ἀντικειμένη δύναμις τῷ προφητικῷ τῷ φάσκοντι, Τάδε λέγει Κύριος, καὶ οὗτος ἐβόα· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ βασιλεὺς ᾿Ασσυρίων. Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον, ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ. Συκοφάντης δὲ ὢν ὁ ἐχθρὸς καταψεύδεται τοῦ Ἐζεκίου, λέγων, Ἰδοὺ πεποιθὼς εἶ ἐπ᾿ Αἴγυπτον, καὶ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, ὅς τοῖς ἐπερειδομένοις ἐπ᾿ αὐτῷ, καὶ ἐπιθαῤῥοῦσι παντὸς γίνεται πολεμίου χείρων, οὐκ εἰδὼς φυλάττειν τὰς συνθήκας τοῖς πρόσφυξιν· ὅθεν ἐοικέναι αὐτὸν ῥάβδῳ καλαμίνῃ, ὁμοῦ καὶ τὸ σαθρὸν ἐχούσῃ ἐκ φύσεως, καὶ τὸ βλαβερὸν τοῖς ἐπερειδομένοις αὐτῇ. Εἰ δὲ λέγετε, Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν· οὐκ αὐτός ἐστι, οὗ ἀφεῖλεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ, καὶ τὰ θυσιαστήρια αὐτοῦ· καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλήμ· Κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τούτου προσκυνήσατε; Οὐ γὰρ ἡγνόους οἱ πολέμιοι, ὅτι δι' εὐχῶν κρατεῖν καὶ διὰ λόγων θεοσεβῶν δεῖ τὸν Ἐζεκίαν καὶ τοὺς σὺν αὐτῷ. Ταῦτα αὐτὰ διαβάλλει ὁ τοῦ Ἀσσυρίου στρατηγὸς, λέγων ὡς πρὸς παρόντα τὸν Ἐζεκίαν· πρὸς ὂν ἂν εἶπεν Ἐζεκίας καὶ οἱ σὺν αὐτῷ· Οὗτοι ἐν ἄρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι τοῦ Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Νῦν μίχθητε τῷ Κυρίῳ μου τῷ βασιλεῖ ᾿Ασσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππων, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾿ αὐτοὺς. Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾿ Αἰγυπτίους. Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην; Κύριος εἶπε πρὸς μὲ· ᾿Ανάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν. Δεῖγμα δὲ, φησὶν, ἐναργὲς τοῦ κατὰ πρόσταγμα Θεοῦ ταῦτα γεγενῆσθαι, τὸ τὴν Σαμάρειαν ἑλεῖν καὶ πάντα τὸν Ἰσραὴλ ἀπαγαγεῖν αἰχμάλωτον. Ὡς γὰρ ἐκείνους ἀδελφοὺς ὄντας ὑμετέρους εἶλον, οὐκ ἄλλως ἢ τοῦ Θεοῦ βουλομένου, τὸν αὐτὸν τρόπον αὐτοῦ νεύματι καὶ ὑμᾶς λήψομαι.
Kai egeneto tou id' etous basileuontos Ezekiou, anebē Sennachēreim basileus ᾿Assyriōn epi tas poleis tēs Ioudaias tas ochyras, kai elaben autas. Kai apesteile basileus ᾿Assyriōn ton Rhabsakēn ek Lachēs eis Hierousalēm pros ton basilea Ezekian meta dynameōs pollēs. Kai estē en tǭ hydragōgǭ tēs kolymbēthras tēs anō en tę̄ hodǭ tou agrou tou knapheōs. Kai exēlthe pros auton Heliakeim ho tou Chelkiou, ho oikonomos, kai Somnas ho grammateus, kai Iōach ho tou Asaph, hypomnēmatographos. Historia men estin hē prokeimenē kai diēgēsis thaumastē pragmatōn kata tous chronous Hezekiou genomenōn; aneilēptai de meta tōn loipōn historiōn en tę̄ tetartę̄ tōn Basileiōn, kai en tę̄ deuterą tōn Paraleipomenōn. Homōs d' oun kai en tę̄ meta cheiras prophētikę̄ biblǭ katabeblētai, dia to empheresthai pros to telos tēs historias prophēteian, kai tina megalēn kai paradoxon praxin epitelestheisan kata tous chronous Ezekiou. Kai eipen autois Rhabsakēs; Eipate Ezekią; Tade legei ho basileus ho megas, basileus ᾿Assyriōn; Ti pepoithōs ei?, Hōsper gar tis antikeimenē dynamis tǭ prophētikǭ tǭ phaskonti, Tade legei Kyrios, kai houtos eboa; Tade legei ho basileus ho megas, ho basileus ᾿Assyriōn. Idou pepoithōs ei epi tēn rhabdon tēn kalaminēn tēn tethlasmenēn tautēn, ep᾿ Aigypton, hōs an epistērichthę̄ anēr ep᾿ autēn, eiseleusetai eis tēn cheira autou; houtōs esti Pharaō basileus Aigyptou, kai pantes hoi pepoithotes ep᾿ autǭ. Sykophantēs de ōn ho echthros katapseudetai tou Ezekiou, legōn, Idou pepoithōs ei ep᾿ Aigypton, kai epi Pharaō basilea Aigyptou, hos tois epereidomenois ep᾿ autǭ, kai epitharrhousi pantos ginetai polemiou cheirōn, ouk eidōs phylattein tas synthēkas tois prosphyxin; hothen eoikenai auton rhabdǭ kalaminę̄, homou kai to sathron echousę̄ ek physeōs, kai to blaberon tois epereidomenois autę̄. Ei de legete, Epi Kyrion ton Theon hēmōn pepoithamen; ouk autos esti, hou apheilen Ezekias ta hypsēla autou, kai ta thysiastēria autou; kai eipe tǭ Ioudą kai tę̄ Hierousalēm; Kata prosōpon tou thysiastēriou toutou proskynēsate? Ou gar hēgnoous hoi polemioi, hoti di' euchōn kratein kai dia logōn theosebōn dei ton Ezekian kai tous syn autǭ. Tauta auta diaballei ho tou Assyriou stratēgos, legōn hōs pros paronta ton Ezekian; pros on an eipen Ezekias kai hoi syn autǭ; Houtoi en armasi, kai houtoi en hippois; hēmeis de en onomati tou Theou hēmōn epikalesometha. Nyn michthēte tǭ Kyriǭ mou tǭ basilei ᾿Assyriōn, kai dōsō hymin dischilian hippōn, ei dynēsesthe dounai anabatas ep᾿ autous. Kai pōs dynasthe apostrepsai eis prosōpon tōn toparchōn? Oiketai eisin hoi pepoithotes ep᾿ Aigyptious. Kai nyn mē aneu Kyriou anebēmen epi tēn chōran tautēn? Kyrios eipe pros me; ᾿Anabēthi epi tēn gēn tautēn, kai diaphtheiron autēn. Deigma de, phēsin, enarges tou kata prostagma Theou tauta gegenēsthai, to tēn Samareian helein kai panta ton Israēl apagagein aichmalōton. Hōs gar ekeinous adelphous ontas hymeterous eilon, ouk allōs ē tou Theou boulomenou, ton auton tropon autou neumati kai hymas lēpsomai.
“And it came to pass in the fourteenth year of the reign of Hezekiah, Sennacherib king of the Assyrians went up against the strong cities of Judea and took them. And the king of the Assyrians sent Rabshakeh from Lachish to Jerusalem to King Hezekiah with a great force. And he stood by the aqueduct of the upper pool on the road of the fuller’s field. And there went out to him Eliakim son of Chelkias, the steward, and Somnas the scribe, and Joah son of Asaph, the recorder.” What is set out here is history, and a marvelous narrative of events that happened in the times of Hezekiah; it is recorded with the other histories in the fourth book of Kingdoms and in the second of Chronicles. Nevertheless it has also been set down in the prophetic book in hand, because toward the end of the history a prophecy is included, and a great and wonderful deed accomplished in the times of Hezekiah. “And Rabshakeh said to them: Say to Hezekiah: Thus says the great king, the king of the Assyrians: In what are you trusting?” For like some power opposed to the prophetic word that says, “Thus says the Lord,” this man too cried out: “Thus says the great king, the king of the Assyrians.” “Behold, you are trusting in this broken reed staff, in Egypt; if a man leans on it, it will go into his hand; so is Pharaoh king of Egypt, and all who trust in him.” Being a slanderer, the enemy lies against Hezekiah, saying, “Behold, you are trusting in Egypt and in Pharaoh king of Egypt,” who to those who lean on him and take courage in him becomes worse than any enemy, not knowing how to keep his agreements with refugees; therefore he is like a reed staff, which has both rottenness by nature and harm for those who lean on it. “But if you say, We trust in the Lord our God: is it not he whose high places and altars Hezekiah took away, and said to Judah and to Jerusalem, You shall worship before this altar?” For the enemies were not unaware that Hezekiah and those with him held that one must prevail through prayers and words of godliness. These very things the Assyrian’s general slanders, speaking as if Hezekiah were present; to whom Hezekiah and those with him might have said: “Some in chariots, and some in horses; but we will call on the name of our God.” “Now mingle with my lord the king of the Assyrians, and I will give you two thousand horses, if you are able to provide riders for them. And how can you turn back the face of the governors? Those who trust in the Egyptians are servants. And now, have we come up against this land without the Lord? The Lord said to me: Go up against this land and destroy it.” A clear proof, he says, that these things have happened by God’s command is that I took Samaria and led away all Israel captive. For as I took them, who are your brothers, only because God willed it, in the same way I will take you too by his nod.
36.2PG 24:343–347
Εἴτε δὲ ἐκ τοῦ εἰκότος ταῦτα ἔφασκε στοχαζόμενος τὸ κεκρατηκέναι τοῦ χρηματίζοντος λαοῦ τοῦ Θεοῦ, λέγω δὴ τοῦ Ἰσραήλ· εἴτε καὶ ἀληθῶς ᾔσθετο, Θεοῦ ὑποβάλλοντος αὐτοῦ τοῖς λογισμοῖς τῇ τῶν Ἰουδαίων ἐπελθεῖν χώρᾳ, διὰ τὰς πεπραγμένας αὐτοῖς κακίας καὶ παρανομίας. Και εἶπε πρὸς αὐτὸν Ἐλιακεὶμ, καὶ Σομνᾶς, καὶ Ἰωάχ· Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἱουδαῖστί. Καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει;» Τηρητέον δὲ, ὡς καὶ τῶν ἐν τούτοις ὀνομαζομένων ἀνδρῶν, λέγω δὴ τοῦ Ἐλιακεὶμ καὶ τοῦ Σομνᾶ, καὶ διὰ τῶν ἔμπροσθεν μνήμην ἐποιεῖτο ὁ προφήτης ἐν τῷ ῥήματι τῆς φάραγγος Σιών. ᾿Αναγκαία δὲ ἐστιν ἡ ἐπιτήρησις εἰς τὸ ἐφαρμόσαι τῇ προκειμένῃ ἱστορίᾳ τοὺς ἐν ἐκείνῃ τῇ προφητεία φερομένους λόγους. Φασὶ δὲ παῖδες Ἑβραίων τὸν Σομνᾶν τοῦτον αὐτομολῆσαι πρὸς τὸν ᾿Ασσύριον ὕστερον, δεξιὰν αὐτῷ σὺν ἑτέροις δεδωκότα διὰ τὸν ἐξ αὐτοῦ φόβον · καὶ τούτου χάριν διὰ τῶν ἔμπροσθεν προφητευθέντων περὶ αὐτοῦ λέλεκται. Καὶ εἶπε πρὸς αὐτοὺς Ῥαβσάκης· Μὴ πρὸς τὸν κύριον ὑμῶν, ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου, λαλῆσαι τοὺς λόγους τούτους; Οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον, καὶ πίωσιν οὗρον μεθ᾽ ὑμῶν ἅμα; Καὶ ἔστη Ῥαβσάκης, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Ἰουδαῖστὶ καὶ εἶπεν· Ακούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως Ασσυρίων. Τάδε λέγει ὁ βασιλεύς· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις· οὐ δύνηται ῥύσασθαι ὑμᾶς. Καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ασσυρίων. Μὴ ἀκούετε Ἐζεκίου. Τάδε λέγει ὁ βασιλεὺς ᾿Ασσυρίων · Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μὲ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν· ἕως ἂν ἔλθω, καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου, καὶ οἶνου καὶ ἄρτων, καὶ ἀμπελώνων. Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, λέγων· Ὁ Θεὸς ῥύσεται ἡμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν, ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ασσυρίων; Ποῦ ἐστιν ὁ θεὸς Ἑμὰθ, καὶ ᾿Αρφάθ; καὶ ποῦ ὁ Θεὸς τῆς πόλεως Ἐκφαρουαΐμ; Μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου;» Οὐδὲν διαφέρειν νομίζων τὸν ἐν τῇ Ἱερουσαλήμ τιμώμενον τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι πεπλανημένως θεῶν νομιζομένων. Κατ᾿ ὀλίγον δὲ ὁ βάρβαρος τὴν θεομάχον ἐξώπλισε γλῶσσαν· τὸ μὲν πρῶτον τοῦ ἁγίου καταψευδόμενος, καὶ λέγων αὐτὸν πεποιθέναι ἐπ᾿ Αἴγυπτον· εἶτα ἐπιχειρῶν τὰς παραινέσεις αὐτοῦ διαλύειν τὰς ἐπὶ Θεῷ πεποιθέναι τὸ πλῆθος παρασκευαζούσας, τὴν δύναμιν αὐτοῦ διαβάλλων διὰ τοῦ μὴ κτήσασθαι κατασκευὴν ἱππικήν · εἶτα μετὰ τοῦ Θεοῦ ἀναβῆναι λέγων, ὡς ἂν δειλιάσῃ τὸ πλῆθος ὡς προδοθὲν ἀπὸ Θεοῦ· εἶτα ἐπαγγελίαις χρηστῶν ἀμπελώνων, καὶ τῶν ἄλλων δοκούντων καλῶν· εἶτα εἰδὼς πάντα αὐτοῦ τὰ τοιαῦτα ἄπρακτα, τὴν μιαρὰν αὐτοῦ ἀνοίγει γλῶτταν, ἀσεβείας ἀφιεὶς φωνάς. ᾿Αλλ' ἐκτέτικε δίκας τῆς ἀσεβείας, ἀγγέλου πανστρατιᾷ δαπανώμενος χειρί. Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι, Καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ τοῦ ᾿Ασάφ ὁ ὑπομνηματογράφος πρὸς Ἑζεκίαν, ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου. Μηδὲ γὰρ προσήκει τὸν εὐσεβῆ βλασφήμῳ προσδιαλέγεσθαι, ὡς ἂν μὴ ἐρεθίζοιτο εἰς ἑτέρας ἐκπίπτειν βλασφημίας· μόνον δὲ πεφράχθαι δεῖ ὥσπερ τισὶν ὅπλοις, καὶ πανταχόθεν ἠσφαλίσθαι τῇ σιωπῇ, κρύπτοντας ἐν ἑαυτοῖς τοὺς ἀληθεῖς λόγους, περιμένοντας δὲ τὴν ἐκ Θεοῦ κατὰ τῶν βλασφήμων κρίσιν. Ταῦτα παραγγείλαντος τοῦ βασιλέως ἐπιστημόνως, τὸ προσταχθὲν ἐποίουν οἱ τοῦ πλήθους προεστῶτες· ὃ δὴ καὶ ἡμῖν ποιητέον ἐστὶν ἐν καιροῖς διωγμῶν, ἢ ἐν κοιναῖς καὶ ἀθέοις βλασφήμων διαλέξεσι.
Eite de ek tou eikotos tauta ephaske stochazomenos to kekratēkenai tou chrēmatizontos laou tou Theou, legō dē tou Israēl; eite kai alēthōs ę̄stheto, Theou hypoballontos autou tois logismois tę̄ tōn Ioudaiōn epelthein chōrą, dia tas pepragmenas autois kakias kai paranomias. Kai eipe pros auton Eliakeim, kai Somnas, kai Iōach; Lalēson pros tous paidas sou Syristi; akouomen gar hēmeis; kai mē lalei pros hēmas Hioudaisti. Kai hina ti laleis eis ta ōta tōn anthrōpōn epi tǭ teichei?» Tērēteon de, hōs kai tōn en toutois onomazomenōn andrōn, legō dē tou Eliakeim kai tou Somna, kai dia tōn emprosthen mnēmēn epoieito ho prophētēs en tǭ rhēmati tēs pharangos Siōn. ᾿Anankaia de estin hē epitērēsis eis to epharmosai tę̄ prokeimenę̄ historią tous en ekeinę̄ tę̄ prophēteia pheromenous logous. Phasi de paides Hebraiōn ton Somnan touton automolēsai pros ton ᾿Assyrion hysteron, dexian autǭ syn heterois dedōkota dia ton ex autou phobon ; kai toutou charin dia tōn emprosthen prophēteuthentōn peri autou lelektai. Kai eipe pros autous Rhabsakēs; Mē pros ton kyrion hymōn, ē pros hymas apestalke me ho kyrios mou, lalēsai tous logous toutous? Ouchi pros tous anthrōpous tous kathēmenous epi tǭ teichei, hina phagōsi kopron, kai piōsin houron meth᾽ hymōn hama? Kai estē Rhabsakēs, kai aneboēse phōnę̄ megalę̄ Ioudaisti kai eipen; Akousate tous logous tou basileōs tou megalou, basileōs Assyriōn. Tade legei ho basileus; Mē apatatō hymas Ezekias logois; ou dynētai rhysasthai hymas. Kai mē legetō hymin Ezekias, hoti rhysetai hymas ho Theos, kai ou mē paradothę̄ hē polis hautē en cheiri basileōs Assyriōn. Mē akouete Ezekiou. Tade legei ho basileus ᾿Assyriōn ; Ei boulesthe eulogēthēnai, ekporeuesthe pros me, kai phagesthe hekastos tēn ampelon autou kai tas sykas, kai piesthe hydōr ek tou lakkou hymōn; heōs an elthō, kai labō hymas eis gēn, hōs hē gē hymōn, gē sitou, kai oinou kai artōn, kai ampelōnōn. Mē apatatō hymas Ezekias, legōn; Ho Theos rhysetai hēmas. Mē errhysanto hoi theoi tōn ethnōn, hekastos tēn heautou chōran ek cheiros basileōs Assyriōn? Pou estin ho theos Hemath, kai ᾿Arphath? kai pou ho Theos tēs poleōs Ekpharouaïm? Mē edynanto rhysasthai Samareian ek cheiros mou?» Ouden diapherein nomizōn ton en tę̄ Hierousalēm timōmenon tōn para tois allois ethnesi peplanēmenōs theōn nomizomenōn. Kat᾿ oligon de ho barbaros tēn theomachon exōplise glōssan; to men prōton tou hagiou katapseudomenos, kai legōn auton pepoithenai ep᾿ Aigypton; eita epicheirōn tas paraineseis autou dialyein tas epi Theǭ pepoithenai to plēthos paraskeuazousas, tēn dynamin autou diaballōn dia tou mē ktēsasthai kataskeuēn hippikēn ; eita meta tou Theou anabēnai legōn, hōs an deiliasę̄ to plēthos hōs prodothen apo Theou; eita epangeliais chrēstōn ampelōnōn, kai tōn allōn dokountōn kalōn; eita eidōs panta autou ta toiauta aprakta, tēn miaran autou anoigei glōttan, asebeias aphieis phōnas. ᾿All' ektetike dikas tēs asebeias, angelou panstratią dapanōmenos cheiri. Kai esiōpēsan, kai oudeis apekrithē autǭ logon, dia to prostaxai ton basilea mēdena apokrithēnai, Kai eisēlthen Eliakeim ho tou Chelkiou oikonomos, kai Somnas ho grammateus tēs dynameōs, kai Iōach ho tou ᾿Asaph ho hypomnēmatographos pros Hezekian, eschismenoi tous chitōnas, kai apēngeilan autǭ tous logous Rhabsakou. Mēde gar prosēkei ton eusebē blasphēmǭ prosdialegesthai, hōs an mē erethizoito eis heteras ekpiptein blasphēmias; monon de pephrachthai dei hōsper tisin hoplois, kai pantachothen ēsphalisthai tę̄ siōpę̄, kryptontas en heautois tous alētheis logous, perimenontas de tēn ek Theou kata tōn blasphēmōn krisin. Tauta parangeilantos tou basileōs epistēmonōs, to prostachthen epoioun hoi tou plēthous proestōtes; ho dē kai hēmin poiēteon estin en kairois diōgmōn, ē en koinais kai atheois blasphēmōn dialexesi.
Whether he said these things conjecturing from probability, since he had overcome the people called God’s people, I mean Israel; or whether he truly perceived it, God suggesting to his thoughts that he should come against the land of the Jews because of the wickedness and lawlessness they had committed. “And Eliakim and Somnas and Joah said to him: Speak to your servants in Syrian, for we understand; and do not speak to us in Judean. And why do you speak in the ears of the men on the wall?” It must be noted that the prophet also made mention of the men named here, I mean Eliakim and Somnas, in what went before, in the oracle of the valley of Zion. The observation is necessary in order to fit the words found in that prophecy to the present history. The children of the Hebrews say that this Somnas later deserted to the Assyrian, having given him his right hand along with others out of fear of him; and that for this reason what was prophesied earlier was said about him. “And Rabshakeh said to them: Has my lord sent me to your lord, or to you, to speak these words? Is it not to the men sitting on the wall, that they may eat dung and drink urine together with you? And Rabshakeh stood and cried out with a loud voice in Judean and said: Hear the words of the great king, the king of the Assyrians. Thus says the king: Let not Hezekiah deceive you with words; he cannot deliver you. And let not Hezekiah tell you that God will deliver you, and that this city will not be handed over into the hand of the king of the Assyrians. Do not listen to Hezekiah. Thus says the king of the Assyrians: If you wish to be blessed, come out to me, and you shall eat each of his own vine and figs, and drink water from your own cistern, until I come and take you to a land like your land, a land of grain and wine and bread and vineyards. Let not Hezekiah deceive you, saying, God will deliver us. Have the gods of the nations delivered each his own land from the hand of the king of the Assyrians? Where is the god of Hamath and Arphad? And where is the god of the city of Ekpharouaim? Were they able to deliver Samaria from my hand?” He thought that the one honored in Jerusalem differed in no way from those mistakenly considered gods among the other nations. Little by little the barbarian armed his God-fighting tongue: first lying against the holy man and saying that he trusted in Egypt; then trying to undo his exhortations, which prepared the multitude to trust in God, by disparaging his strength because he had not acquired a force of cavalry; then saying that he had come up with God, so that the multitude might lose heart as though betrayed by God; then with promises of good vineyards and of the other things that seemed good; then, knowing that all such efforts of his were ineffective, he opens his foul tongue, letting out words of impiety. But he paid the penalty for his impiety, his whole army consumed by the hand of an angel. “And they were silent, and no one answered him a word, because the king had commanded that no one answer. And Eliakim son of Chelkias the steward, and Somnas the scribe of the force, and Joah son of Asaph the recorder went in to Hezekiah with their tunics torn, and reported to him the words of Rabshakeh.” For it is not fitting for the godly to converse with a blasphemer, lest he be provoked to fall into further blasphemies; one must only be fenced in as with armor and secured on every side by silence, keeping the true words hidden within oneself and awaiting God’s judgment on the blasphemers. When the king had wisely commanded these things, the leaders of the multitude did what was commanded; and this is what we too must do in times of persecution, or in public and godless disputes with blasphemers.
Chapter 37
37.1PG 24:347–353
Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια, καὶ περιεβάλετο σάκκον· καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.» Πρὸς τοῖς ἄλλοις τοίνυν κατορθώμασι τοῦ Ἐζεκίου, γυμνασίαν ἀρετῆς καὶ πλείονος θεοσεβείας ἔνδειξιν παρείχεν ὁ Θεὸς αὐτῷ διὰ τῆς πρὸς τὸν πολέμιον παρατάξεως, ἐν ᾗ διέλαμψε, πάντα μὲν στρατηγικῶς τὰ πρὸς τὸν πόλεμον παραταξάμενος, τὸ δὲ πᾶν ἀναθεὶς τῷ Θεῷ, τοῖς δὲ ὑπ᾿ αὐτὸν πλήθεσι θεοσεβή διδασκαλίαν παραγγείλας, «Καὶ περιέβαλε σάκκον, σημεῖα πένθους καὶ κακώσεως ἐπαγόμενος· τούτῳ δὲ τῷ σχήματι διὰ μέσης ἀνῄει τῆς πόλεως ἀπὸ τῶν βασιλείων οἴκων ἐπὶ τὸν νεὼν τοῦ Θεοῦ, καὶ ταπεινὸν ἑαυτὸν τῷ Θεῷ δεικνὺς, οἴκτου καὶ ἐλέους τυχεῖν ἠξίου τῷ σχήματι. «Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους, πρὸς Ἡσαΐαν υἱὸν ᾿Αμὼς τὸν προφήτην. Τοὺς γὰρ ἑτέρους τῶν ἱερέων τοῦ Θεοῦ, σάκκους ἀντὶ τῶν ἱερατικῶν ἡμφιεσμένους στολῶν, πρὸς τὸν προφήτην Ἡσαΐαν πέμπει, φάσκειν αὐτοῖς παραγγείλας· Τάδε λέγει Ἐζεκίας, οὐχ ὁ βασιλεὺς προσθείς· οὐ γὰρ ὁ καιρὸς αὐτῷ τοῦτ᾽ ἐπέτρεπε λέγειν, ταπεινουμένῳ ἕνεκα τῆς παρούσης συμφορᾶς. Καὶ εἶπαν αὐτῷ· Τάδε λέγει Ἐζεκίας· Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. Εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαβσάκου, οὓς ἀπέστειλε βασιλεὺς ᾿Ασσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριόν σου περὶ τῶν καταλελειμμένων τούτων. Τούτου χάριν ἐπὶ σὲ τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀνεπέμψαμεν, διὰ σοῦ τὸν σὸν Θεὸν ἐν καιρῷ παραστῆσαι βοηθόν ἡμῖν ἀντιβολοῦντες· ὃν οὐδὲ ἑαυτῶν Θεὸν ὀνομάζειν τολμῶμεν· σὸν δὲ Κύριον καὶ Θεὸν ἀκριβῶς ὄντα ἐπιστάμεθα. Τοῦτον οὖν αὐτὸν ἱκετεύομεν μὴ τοῖς ἡμετέροις ἐπιβλέψαι πλημμελήμασι, καὶ μὴ τῶν ἡμετέρων μνήμην ποιήσασθαι ἁμαρτημάτων· ταῖς δὲ ἀθέοις τοῦ πολεμίου φωναῖς, καὶ τῇ τοσαύτῃ ὑπερηφάνῳ προσέχειν ἀλαζονείᾳ. Καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἠσαΐαν, καὶ εἶπεν αὐτοῖς Ἡσαΐας· Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· Τάδε λέγει Κύριος· Μὴ φοβηθῆς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ασσυρίων. Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν, ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. Ὡς δὲ μόνον ἐπέστησαν αὐτοὶ, φθάσας τοὺς παρ᾿ αὐτῶν λόγους ὁ Ἡσαΐας, ἀπαγγέλλειν προσέταττε τὴν ἐπιφερομένην προφητείαν· δι᾿ ἧς πνεῦμα, φησὶν, ἐμβάλλει εἰς αὐτόν· ὑφ᾽ οὗ πνεύματος ἀπατηθεὶς, ἐπανήξει ἐπὶ τὴν ἑαυτοῦ γῆν, ἔνθα ξίφει τὴν ζωὴν καταστρέψει. Καὶ ἀπέστρεψε Ῥαβσάκης, καὶ κατέλαβε τὸν βασιλέα Ασσυρίων πολιορκοῦντα Λοβνάν. Καὶ ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχὶς, καὶ ἐξῆλθε Θαρακά, βασιλεὺς Αἰθιόπων, πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων· Οὕτως ἐρεῖτε Εζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ᾽ ᾧ πέποιθας ἐπ᾿ αὐτῷ, λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλήμ ἐν χειρὶ βασιλέως Ασσυρίων. Σὺ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς ᾿Ασσυρίων;
Kai egeneto en tǭ akousai ton basilea Ezekian, eschise ta himatia, kai periebaleto sakkon; kai anebē eis ton oikon Kyriou.» Pros tois allois toinyn katorthōmasi tou Ezekiou, gymnasian aretēs kai pleionos theosebeias endeixin pareichen ho Theos autǭ dia tēs pros ton polemion parataxeōs, en hę̄ dielampse, panta men stratēgikōs ta pros ton polemon parataxamenos, to de pan anatheis tǭ Theǭ, tois de hyp᾿ auton plēthesi theosebē didaskalian parangeilas, «Kai periebale sakkon, sēmeia penthous kai kakōseōs epagomenos; toutǭ de tǭ schēmati dia mesēs anę̄ei tēs poleōs apo tōn basileiōn oikōn epi ton neōn tou Theou, kai tapeinon heauton tǭ Theǭ deiknys, oiktou kai eleous tychein ēxiou tǭ schēmati. «Kai apesteilen Eliakeim ton oikonomon, kai Somnan ton grammatea, kai tous presbyterous tōn hiereōn peribeblēmenous sakkous, pros Hēsaïan huion ᾿Amōs ton prophētēn. Tous gar heterous tōn hiereōn tou Theou, sakkous anti tōn hieratikōn hēmphiesmenous stolōn, pros ton prophētēn Hēsaïan pempei, phaskein autois parangeilas; Tade legei Ezekias, ouch ho basileus prostheis; ou gar ho kairos autǭ tout᾽ epetrepe legein, tapeinoumenǭ heneka tēs parousēs symphoras. Kai eipan autǭ; Tade legei Ezekias; Hēmera thlipseōs kai oneidismou, kai elegmou kai orgēs hē sēmeron hēmera, hoti hēkei hē ōdin tę̄ tiktousę̄, ischyn de ouk echei tou tekein. Eisakousai Kyrios ho Theos sou tous logous Rhabsakou, hous apesteile basileus ᾿Assyriōn, oneidizein Theon zōnta, kai oneidizein logous, hous ēkouse Kyrios ho Theos sou, kai deēthēsę̄ pros Kyrion sou peri tōn kataleleimmenōn toutōn. Toutou charin epi se ton tou Theou anthrōpon anepempsamen, dia sou ton son Theon en kairǭ parastēsai boēthon hēmin antibolountes; hon oude heautōn Theon onomazein tolmōmen; son de Kyrion kai Theon akribōs onta epistametha. Touton oun auton hiketeuomen mē tois hēmeterois epiblepsai plēmmelēmasi, kai mē tōn hēmeterōn mnēmēn poiēsasthai hamartēmatōn; tais de atheois tou polemiou phōnais, kai tę̄ tosautę̄ hyperēphanǭ prosechein alazoneią. Kai ēlthon hoi paides tou basileōs Ezekiou pros Ēsaïan, kai eipen autois Hēsaïas; Houtōs ereite pros ton kyrion hymōn; Tade legei Kyrios; Mē phobēthēs apo tōn logōn hōn ēkousas, hous ōneidisan me hoi presbeis basileōs Assyriōn. Idou egō emballō eis auton pneuma, kai akousas angelian, apostraphēsetai eis tēn chōran autou, kai peseitai machairą en tę̄ gę̄ autou. Hōs de monon epestēsan autoi, phthasas tous par᾿ autōn logous ho Hēsaïas, apangellein prosetatte tēn epipheromenēn prophēteian; di᾿ hēs pneuma, phēsin, emballei eis auton; hyph᾽ hou pneumatos apatētheis, epanēxei epi tēn heautou gēn, entha xiphei tēn zōēn katastrepsei. Kai apestrepse Rhabsakēs, kai katelabe ton basilea Assyriōn poliorkounta Lobnan. Kai ēkousen hoti apēren apo Lachis, kai exēlthe Tharaka, basileus Aithiopōn, poliorkēsai auton; kai akousas apestrepse. Kai apesteilen angelous pros Ezekian legōn; Houtōs ereite Ezekią basilei tēs Ioudaias; Mē se apatatō ho Theos sou, eph᾽ hǭ pepoithas ep᾿ autǭ, legōn; Ou mē paradothę̄ Hierousalēm en cheiri basileōs Assyriōn. Sy ouk ēkousas ha epoiēsan basileis ᾿Assyriōn?
“And it came to pass, when King Hezekiah heard, he tore his garments, and put on sackcloth, and went up into the house of the Lord.” Besides Hezekiah’s other achievements, then, God gave him exercise in virtue and a display of greater godliness through the battle against the enemy, in which he shone, arranging everything for the war like a general, yet dedicating the whole to God, and enjoining godly teaching on the multitudes under him. “And he put on sackcloth,” taking on signs of mourning and affliction; and in this guise he went up through the middle of the city from the royal palace to the temple of God, and, showing himself humble before God, sought by his guise to obtain pity and mercy. “And he sent Eliakim the steward and Somnas the scribe and the elders of the priests, clothed in sackcloth, to Isaiah son of Amoz the prophet.” For he sends others, the priests of God, clothed in sackcloth instead of their priestly robes, to the prophet Isaiah, commanding them to say: “Thus says Hezekiah”—not adding “the king”; for the time did not permit him to say this, humbled as he was by the present calamity. “And they said to him: Thus says Hezekiah: Today is a day of affliction and reproach and rebuke and wrath, for the pang has come to the woman in labor, but she has no strength to give birth. May the Lord your God hear the words of Rabshakeh, whom the king of the Assyrians sent to reproach the living God and to reproach with words which the Lord your God heard; and you will pray to your Lord for those who are left.” For this reason we have sent up to you, the man of God, entreating that through you your God may stand by us as a helper in season; whom we do not even dare to call our own God, but we know well that he is your Lord and God. Him, then, we beseech not to look upon our offenses, and not to remember our sins, but to attend to the godless words of the enemy and to such great proud boasting. “And the servants of King Hezekiah came to Isaiah, and Isaiah said to them: Thus shall you say to your lord: Thus says the Lord: Do not be afraid of the words that you heard, with which the envoys of the king of the Assyrians reproached me. Behold, I put a spirit into him, and having heard a report, he shall return to his own land, and shall fall by the sword in his own land.” As soon as they arrived, Isaiah, anticipating their words, commanded them to report the prophecy that follows; by which, he says, he puts a spirit into him; deceived by this spirit, he will return to his own land, where he will end his life by the sword. “And Rabshakeh returned and found the king of the Assyrians besieging Lobna. And he heard that he had departed from Lachish; and Tharaca king of the Ethiopians came out to besiege him; and hearing it he turned back. And he sent messengers to Hezekiah, saying: Thus shall you say to Hezekiah king of Judea: Let not your God, in whom you trust, deceive you, saying, Jerusalem shall not be handed over into the hand of the king of the Assyrians. Have you not heard what the kings of the Assyrians did?”
37.2PG 24:347–353
Πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν, καὶ σὺ ῥυσθήσῃ; Μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζὰν, καὶ Χάῤῥαν, καὶ Ῥαφὲθ, αἴ εἰσιν ἐν χώρᾳ Θεμάθ; Ποῦ εἰσι βασιλεῖς Ἐμάθ; καὶ ποῦ Ἀρφάθ; καὶ ποῦ πόλεως Ἐπφαρουαῖμ, ᾿Αναγουγάνα Καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτὸ, καὶ ἀνέβη εἰς οἶκον Κυρίου, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου. Καὶ προσηύξατο Ἐζεκίας πρὸς Κύριον λέγων· Κύριος Σαβαώθ, ὁ Θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ.» Ὁ δέ γε Ἐζεκίας ὥσπερ καὶ πρότερον ἔσπευδε καὶ νῦν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, καὶ αὐτῷ μόνῳ τὴν ἐπιστολὴν ἐδείκνυ τῷ Θεῷ. Εἶτ᾿ ἐπῆγεν ἱκετηρίαν, διὰ προσευχῆς μόνον αὐτὸν εἶναι λέγων Θεὸν, καὶ οὐκ ἄλλον. Σὺ εἶ ὁ Θεὸς μόνος πάσης βασιλείας τῆς οἰκουμένης· σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. Κλῖνον, Κύριε, τὸ οὖς σου· εἰσάκουσον, Κύριε· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου· εἴσβλεψον, Κύριε, καὶ ἰδὲ τοὺς λόγους Σενναχηρεὶμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα. Ἐπ' ἀληθείας γὰρ, Κύριε, ἠρήμωσαν βασιλεῖς ᾿Ασσυρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν, καὶ ἀνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ᾽ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώσαντο αὐτούς. Νῦν δὲ, Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρῶν αὐτοῦ· ἵνα γνῷ πᾶσα ἡ βασιλεία τῆς γῆς, ὅτι σὺ εἶ ὁ Θεὸς μόνος. Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς ᾿Αμὼς πρὸς Ἐζεκίαν. Ὁ μὲν βασιλεὺς Ἐζεκίας, οἷα θεοφιλής, εἰς τὸν οἶκον ἀνῄει τοῦ Θεοῦ, καὶ τὴν ἀνάγραπτον ἱκετηρίαν ἀνέπεμπε · Θεὸς δὲ αὐτῷ ἀποκρίνεται, τὸν ἑαυτοῦ προφήτην Ἡσαΐαν ὡς αὐτὸν πέμψας· δεύτερον δὲ αὐτῷ τοῦτον ἐκδίδωσι τὸν χρησμὸν, ὡς ἄρα εἴη ἀκηκοὼς τὸν τῆς προσευχῆς αὐτοῦ λόγον διδάσκων. Καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ασσυρίων. Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισε σε, παρθένος θυγάτηρ Σιών. Ἐγὼ δὲ σοί φημι μὴ σαυτὸν ἀπατᾶν, οὐ γὰρ τῇ σαυτοῦ δυνάμει τούτων ἁπάντων περιγέγονας. Ἐγὼ δὲ ἤμην αὐτὰ κατ᾿ αὐτῶν ὁρίσας, εἰ καὶ σὺ μὴ ἐπέγνως, ἢ καὶ μηδὲ ἤκουσας τὴν ἐμὴν ἐξ ἀρχῆς βουλήν. Ταῦτα γὰρ αὐτὸς κέκρικα κατὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πάλαι καὶ ἐξ ἡμερῶν ἀρχαίων διὰ σοῦ πραχθῆναι. Νῦν δὲ δι᾽ ἔργων τὴν ἐμὴν ἐπέδειξα βουλὴν, ἐγείρας σε ἐπ' ὀλέθρῳ τῶν τιμωρίας ἀξίων, καί σοι χρησάμενος σημείῳ τοῦ ἐξερημῶσαι ἔθνη, ἀναστάτους ποιῆσαι τοὺς οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς· ἂς πρότερον μὲν ἐφύλαττον διασώζων ἐγώ· ἐπεὶ δὲ ἠσέβουν μὴ γνωρίζοντες τὸν ἑαυτῶν σωτῆρα, ἀνῆκα τὰς ἐμαυτοῦ χεῖρας σοι παραδιδοὺς ἐπὶ τιμωρίᾳ· οἱ δὲ παραχρῆμα ἔρημοι ἐγένοντο τῆς ἐμῆς στερηθέντες ἐπισκοπῆς. Διὸ ἐπιλέγει· Ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε, θυγάτηρ Ἱερουσαλήμ. Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραὴλ, ὅτι δι᾽ ἀγγέλων ὠνείδισας Κύριον.
Pasan tēn gēn hōs apōlesan, kai sy rhysthēsę̄? Mē errhysanto autous hoi theoi tōn ethnōn, hous apōlesan hoi pateres mou, tēn te Gōzan, kai Charrhan, kai Rhapheth, ai eisin en chōrą Themath? Pou eisi basileis Emath? kai pou Arphath? kai pou poleōs Eppharouaim, ᾿Anagougana Kai elaben Ezekias to biblion para tōn angelōn, kai anegnō auto, kai anebē eis oikon Kyriou, kai ēnoixen auto enantion Kyriou. Kai prosēuxato Ezekias pros Kyrion legōn; Kyrios Sabaōth, ho Theos Israēl, ho kathēmenos epi tōn cheroubim.» Ho de ge Ezekias hōsper kai proteron espeude kai nyn epi ton oikon tou Theou, kai autǭ monǭ tēn epistolēn edeikny tǭ Theǭ. Eit᾿ epēgen hiketērian, dia proseuchēs monon auton einai legōn Theon, kai ouk allon. Sy ei ho Theos monos pasēs basileias tēs oikoumenēs; sy epoiēsas ton ouranon kai tēn gēn. Klinon, Kyrie, to ous sou; eisakouson, Kyrie; anoixon, Kyrie, tous ophthalmous sou; eisblepson, Kyrie, kai ide tous logous Sennachēreim, hous apesteilen oneidizein Theon zōnta. Ep' alētheias gar, Kyrie, ērēmōsan basileis ᾿Assyriōn tēn oikoumenēn holēn, kai tēn chōran autōn, kai anebalon ta eidōla autōn eis to pyr. Ou gar theoi ēsan, all᾽ erga cheirōn anthrōpōn, xyla kai lithoi; kai apōsanto autous. Nyn de, Kyrie, ho Theos hēmōn, sōson hēmas ek cheirōn autou; hina gnǭ pasa hē basileia tēs gēs, hoti sy ei ho Theos monos. Kai apestalē Hēsaïas huios ᾿Amōs pros Ezekian. Ho men basileus Ezekias, hoia theophilēs, eis ton oikon anę̄ei tou Theou, kai tēn anagrapton hiketērian anepempe ; Theos de autǭ apokrinetai, ton heautou prophētēn Hēsaïan hōs auton pempsas; deuteron de autǭ touton ekdidōsi ton chrēsmon, hōs ara eiē akēkoōs ton tēs proseuchēs autou logon didaskōn. Kai eipen autǭ; Tade legei Kyrios ho Theos Israēl; Ēkousa ha prosēuxō pros me peri Sennachēreim basileōs Assyriōn. Houtos ho logos hon elalēse peri autou ho Theos; Ephaulise se kai emyktērise se, parthenos thygatēr Siōn. Egō de soi phēmi mē sauton apatan, ou gar tę̄ sautou dynamei toutōn hapantōn perigegonas. Egō de ēmēn auta kat᾿ autōn horisas, ei kai sy mē epegnōs, ē kai mēde ēkousas tēn emēn ex archēs boulēn. Tauta gar autos kekrika kata tōn atheōn kai asebōn ethnōn palai kai ex hēmerōn archaiōn dia sou prachthēnai. Nyn de di᾽ ergōn tēn emēn epedeixa boulēn, egeiras se ep' olethrǭ tōn timōrias axiōn, kai soi chrēsamenos sēmeiǭ tou exerēmōsai ethnē, anastatous poiēsai tous oikountas en polesin ochyrais; as proteron men ephylatton diasōzōn egō; epei de ēseboun mē gnōrizontes ton heautōn sōtēra, anēka tas emautou cheiras soi paradidous epi timōrią; hoi de parachrēma erēmoi egenonto tēs emēs sterēthentes episkopēs. Dio epilegei; Epi soi kephalēn ekinēse, thygatēr Hierousalēm. Tina ōneidisas kai parōxynas? ē pros tina hypsōsas tēn phōnēn sou? kai ouk ēras eis hypsos tous ophthalmous sou pros ton hagion tou Israēl, hoti di᾽ angelōn ōneidisas Kyrion.
“How they destroyed the whole earth; and will you be delivered? Did the gods of the nations deliver them, whom my fathers destroyed, Gozan and Charran and Rapheth, which are in the land of Thema? Where are the kings of Hamath? And where is Arphad? And where is the city of Epharouaim, Anagougana?” “And Hezekiah took the letter from the messengers, and read it, and went up into the house of the Lord, and opened it before the Lord. And Hezekiah prayed to the Lord, saying: Lord Sabaoth, God of Israel, who sit upon the cherubim.” Hezekiah, as before, now too hastened to the house of God and showed the letter to God alone. Then he brought his supplication, saying through his prayer that he alone is God, and no other. “You alone are God of every kingdom of the world; you made heaven and earth. Incline your ear, Lord; hear, Lord; open your eyes, Lord; look, Lord, and see the words of Sennacherib, which he sent to reproach the living God. For in truth, Lord, the kings of the Assyrians have laid waste the whole world and their land, and cast their idols into the fire. For they were not gods, but works of men’s hands, wood and stones; and they destroyed them. But now, O Lord our God, save us from his hands, that every kingdom of the earth may know that you alone are God. And Isaiah son of Amoz was sent to Hezekiah.” King Hezekiah, as one beloved of God, went up into the house of God and sent up his written supplication; and God answers him, sending his own prophet Isaiah to him, and gives him this second oracle, teaching that he has heard the words of his prayer. “And he said to him: Thus says the Lord God of Israel: I have heard what you prayed to me about Sennacherib king of the Assyrians. This is the word that God has spoken about him: The virgin daughter of Zion has despised you and mocked you.” And I say to you: Do not deceive yourself; for it is not by your own power that you have prevailed over all these. It was I who had determined these things against them, even if you did not recognize it, or did not even hear my counsel from the beginning. For I myself judged of old, from ancient days, that these things should be done through you against the godless and impious nations. But now I have shown my counsel by deeds, raising you up for the destruction of those worthy of punishment, and using you as a sign to lay waste nations, to uproot those who dwell in strong cities; which formerly I guarded and preserved; but since they acted impiously, not knowing their own savior, I let go my hands, handing them over to you for punishment; and they at once became desolate, deprived of my oversight. Therefore he adds: “She has shaken her head at you, the daughter of Jerusalem. Whom have you reproached and provoked? Or against whom have you raised your voice? And you did not lift up your eyes on high to the Holy One of Israel, for through messengers you have reproached the Lord.”
37.3PG 24:347–353
Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ. Ἠνίττετο διὰ τούτων τὰς ἐν τοῖς λοιποῖς ἐθνεσιν ἐπηρτημένας καὶ εὐθηνουμένας βασιλείας. Τὸ γὰρ πολὺ πλῆθος τοῦ Λιβάνου ἐν ὑψηλοτάταις κέδροις καὶ κυπαρίσσοις, ἢ καὶ · ἀρκεύθοις, κατὰ τὸν Σύμμαχον, ἢ ἐλάταις, κατὰ τὸν ᾿Ακύλαν, εἰς εἰκόνα περιείληφε τῶν τότε εὐθηνουμένων ἐθνῶν. Καὶ ἔθηκα γέφυραν, καὶ ἡρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ ἡμερῶν ἀρχαίων συνέταξα· νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς. ᾿Ανῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων, καὶ ὡς ἄγρωστις. Νῦν δὲ τὴν ἀνάπαυσίν σου και τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι. Ὁ δὲ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνἐβη πρὸς μέ. Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥϊνὰ σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ· · ἵνα μὴ ὅποι βούλει ἀπίῃς, ἕλκοιο δὲ καὶ μὴ βουλόμενος εἰς τοὐπίσω· ἀποστραφήναι γάρ σε δεήσει τῷ ὁδῷ ᾗ τὴν ἐνταῦθα πεποίησαι πορείαν, πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολμᾷν. Πλὴν εἰ καὶ μὴ συναπώλεσε τῷ πλήθει διὰ τὴν εἰρημένην αἰτίαν, δι᾽ ἣν καὶ Φαραὼ, τῶν λοιπῶν Αἰγυπτίων κολαζομένων, θεωρὸς ἐφυλάττετο· ὅμως γοῦν τοὺς αὐτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας ἐπὶ τῆς οἰκείας γενόμενος γῆς. Τοῦτο δὲ σοι τὸ σημεῖον · φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας· τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα · τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. Εἰ δέ σοι δεῖ σημείου πρὸς πίστωσιν τῶν ἐμῶν λόγων, ἴσθι ὅτι τὸν παρόντα ἐνιαυτὸν τοῖς ἀπὸ τῆς γῆς αὐτομάτως ἀναδοθησομένοις πρὸς τροφὴν χρήσῃ, τὸ μηδὲ δύνασθαι συνήθως τὴν χώραν γεωργίας τυχεῖν διὰ τὴν τῶν πολεμίων ἔφοδον. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ρίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω, ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὅρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαώθ ποιήσει ταῦτα. Διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα ᾿Ασσυρίων· Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ᾿ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπ᾿ αὐτὴν θυρεὸν, οὐδὲ μὴ κυκλώσῃ ἐπ᾿ αὐτὴν χάρακα, εὐ εἰδότες, ὡς οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ μετὰ τὴν αἰχμαλωσίαν τοῦ ἐν Σαμαρείᾳ πλήθους ἐν εἰρήνῃ διατελέσετε, εἰ κατὰ τὴν ἐμὴν βουλὴν, ρίζαν ἐμβαλόντες ἐδραίαν θεοσεβείας ἐν τῇ ἑαυτῶν ψυχῇ, καρπὸν τῆς ἐμῆς γεωργίας ἄξιον ἀναβλέποντα πρὸς μὲ ἀναδώσετε. Ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾽ ἐμὲ, καὶ διὰ Δαυΐδ τὸν παϊδά μου.» Τοῦτο γὰρ ἐμοὶ Θεῷ ὄντι πρέπει.
Sy gar eipas; Tǭ plēthei tōn harmatōn egō anebēn eis hypsos oreōn, kai eis ta eschata tou Libanou, kai ekopsa to hypsos tēs kedrou autou, kai to kallos tēs kyparissou, kai eisēlthon eis hypsos merous tou drymou. Ēnitteto dia toutōn tas en tois loipois ethnesin epērtēmenas kai euthēnoumenas basileias. To gar poly plēthos tou Libanou en hypsēlotatais kedrois kai kyparissois, ē kai ; arkeuthois, kata ton Symmachon, ē elatais, kata ton ᾿Akylan, eis eikona perieilēphe tōn tote euthēnoumenōn ethnōn. Kai ethēka gephyran, kai hērēmōsa hydata, kai pasan synagōgēn hydatos. Ou tauta ēkousas palai ha egō epoiēsa? Ex hēmerōn archaiōn synetaxa; nyn de epedeixa exerēmōsai ethnē en ochyrois, kai oikountas en polesin ochyrais. ᾿Anēka tas cheiras, kai exēranthēsan, kai egenonto hōs chortos xēros epi dōmatōn, kai hōs agrōstis. Nyn de tēn anapausin sou kai tēn exodon sou kai tēn eisodon sou egō epistamai. Ho de thymos sou, hon ethymōthēs, kai hē pikria sou anebē pros me. Kai embalō phimon eis tēn rhïna sou, kai chalinon eis ta cheilē sou, kai apostrepsō se tę̄ hodǭ hę̄ ēlthes en autę̄; ; hina mē hopoi boulei apię̄s, helkoio de kai mē boulomenos eis toupisō; apostraphēnai gar se deēsei tǭ hodǭ hę̄ tēn entautha pepoiēsai poreian, pros to mē toiauta phthengesthai tolmąn. Plēn ei kai mē synapōlese tǭ plēthei dia tēn eirēmenēn aitian, di᾽ hēn kai Pharaō, tōn loipōn Aigyptiōn kolazomenōn, theōros ephylatteto; homōs goun tous autou paidas heuren heautou phoneas epi tēs oikeias genomenos gēs. Touto de soi to sēmeion ; phage touton ton eniauton ha esparkas; tǭ de eniautǭ tǭ deuterǭ to kataleimma ; tǭ de tritǭ speirantes amēsate, kai phyteusate ampelōnas, kai phagesthe ton karpon autōn. Ei de soi dei sēmeiou pros pistōsin tōn emōn logōn, isthi hoti ton paronta eniauton tois apo tēs gēs automatōs anadothēsomenois pros trophēn chrēsę̄, to mēde dynasthai synēthōs tēn chōran geōrgias tychein dia tēn tōn polemiōn ephodon. Kai esontai hoi kataleleimmenoi en tę̄ Ioudaią, phyēsousi rizan katō, kai poiēsousi sperma anō, hoti ex Hierousalēm esontai hoi kataleleimmenoi, kai hoi sōzomenoi ex horous Siōn. Ho zēlos Kyriou Sabaōth poiēsei tauta. Dia touto houtōs legei Kyrios epi basilea ᾿Assyriōn; Ou mē eiselthę̄ eis tēn polin tautēn, oude mē balę̄ ep᾿ autēn belos, oude mē epibalę̄ ep᾿ autēn thyreon, oude mē kyklōsę̄ ep᾿ autēn charaka, eu eidotes, hōs hoi perileiphthentes en tę̄ Ioudaią meta tēn aichmalōsian tou en Samareią plēthous en eirēnę̄ diatelesete, ei kata tēn emēn boulēn, rizan embalontes edraian theosebeias en tę̄ heautōn psychę̄, karpon tēs emēs geōrgias axion anableponta pros me anadōsete. Alla tę̄ hodǭ hę̄ ēlthen, en autę̄ apostraphēsetai, kai eis tēn polin tautēn ou mē eiselthę̄. Tade legei Kyrios; Hyperaspiō hyper tēs poleōs tautēs tou sōsai autēn di᾽ eme, kai dia Dauïd ton païda mou.» Touto gar emoi Theǭ onti prepei.
“For you said: With the multitude of chariots I went up to the height of mountains, and to the farthest parts of Lebanon, and I cut down the height of its cedar and the beauty of its cypress, and I entered into the height of a part of the forest.” By these words he hinted at the kingdoms among the other nations, which were raised high and flourishing. For the great mass of Lebanon, in its very tall cedars and cypresses—or junipers according to Symmachus, or firs according to Aquila—he took as an image of the nations that were then flourishing. “And I set a bridge, and dried up waters and every gathering of water. Have you not heard these things of old, which I did? From ancient days I ordained it; but now I have shown it, to lay waste nations in strongholds, and those who dwell in strong cities. I let go my hands, and they withered, and became like dry grass on housetops, and like couch grass. But now I know your resting and your going out and your coming in. And your wrath with which you raged, and your bitterness, have come up to me. And I will put a muzzle in your nose and a bridle in your lips, and I will turn you back by the way by which you came”: so that you do not go away wherever you wish, but are dragged backward even against your will; for you will have to be turned back by the road by which you made your journey here, so that you may not dare to utter such things. Yet even if he did not perish together with the multitude, for the reason stated—for which Pharaoh too, while the rest of the Egyptians were punished, was preserved as a spectator—nevertheless, when he came to his own land, he found his own sons to be his murderers. “And this shall be the sign to you: eat this year what you have sown; and in the second year what remains; and in the third, sow and reap, and plant vineyards, and eat their fruit.” And if you need a sign to confirm my words, know that this present year you will use for food what the earth yields of itself, since the land cannot be farmed as usual because of the enemies’ invasion. “And those left in Judea shall take root below and bear seed above; for out of Jerusalem shall be those who are left, and those who are saved out of Mount Zion. The zeal of the Lord Sabaoth will do these things. Therefore thus says the Lord concerning the king of the Assyrians: He shall not enter this city, nor shoot an arrow against it, nor set a shield against it, nor cast a palisade around it”: knowing well that you who were left in Judea after the captivity of the multitude in Samaria will continue in peace, if, according to my counsel, having put down a firm root of godliness in your own soul, you yield fruit worthy of my husbandry, looking up to me. “But by the way by which he came, by it he shall return, and he shall not enter this city. Thus says the Lord: I will shield this city, to save it for my own sake and for the sake of David my servant.” For this befits me, who am God.
37.4PG 24:347–353
Διὸ ταῦτα πράξω δι' ἐμὲ, ἀλλ᾽ οὐ διὰ τοῦ ἀξίους εἶναι τοὺς βοηθουμένους. Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν ᾿Ασσυρίων ρπε' χιλιάδας· καὶ ἀναστάντες τὸ πρωῖ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῇ· καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, ᾿Αδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις. Αὐτοὶ δὲ διεσώθησαν εἰς Αρμενίαν, καὶ ἐβασίλευσεν ᾿Ασορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. Οὐκ εἰς μακρὰν δὲ τοῖς λόγοις φοβερά τις θεϊκὴ πρᾶξις εἴπετο αὐτίκα μετὰ ταύτας τὰς φωνὰς, οὐδ᾽ ἀνθρωπίνης μεθόδου, μυριάδες ἀθρόως ἀνδρῶν εὔρηνται νεκραὶ βεβλημέναι ὑπὸ χειρὸς ἑνὸς ἀγγέλου· τοσοῦτος γὰρ ἦν οὗτος, ὡς Θεοῦ κρίσει διακονήσασθαι καὶ τοσαῦτα πλήθη τῶν πολεμίων ἀνελεῖν· ὅπως ἔργῳ πεῖραν λάβοι ὁ τούτων βασιλεὺς, ὃς κατεβλασφήμει Θεοῦ. Τούτου γοῦν ἕνεκεν τοσούτων ἀπολλυμένων, οὐ συναπώλλυτο, ὡς ἂν θεωρὸς γενόμενος τοῦ πραχθέντος, τὴν ἄθεον αὐτοῦ γλῶτταν ἐπιστομίσειεν.
Dio tauta praxō di' eme, all᾽ ou dia tou axious einai tous boēthoumenous. Kai exēlthen angelos Kyriou, kai aneilen ek tēs parembolēs tōn ᾿Assyriōn rpe' chiliadas; kai anastantes to prōi, heuron panta ta sōmata nekra. Kai apēlthen apostrapheis Sennachēreim basileus Assyriōn, kai ǭkēsen en Nineuę̄; kai en tǭ auton proskynein en tǭ oikǭ Nasarach ton patrarchon autou, ᾿Adramelech kai Sarasar hoi huioi autou epataxan auton machairais. Autoi de diesōthēsan eis Armenian, kai ebasileusen ᾿Asordan ho huios autou ant᾿ autou. Ouk eis makran de tois logois phobera tis theïkē praxis eipeto autika meta tautas tas phōnas, oud᾽ anthrōpinēs methodou, myriades athroōs andrōn eurēntai nekrai beblēmenai hypo cheiros henos angelou; tosoutos gar ēn houtos, hōs Theou krisei diakonēsasthai kai tosauta plēthē tōn polemiōn anelein; hopōs ergǭ peiran laboi ho toutōn basileus, hos kateblasphēmei Theou. Toutou goun heneken tosoutōn apollymenōn, ou synapōllyto, hōs an theōros genomenos tou prachthentos, tēn atheon autou glōttan epistomiseien.
Therefore I will do these things for my own sake, and not because those who are helped are worthy. “And the angel of the Lord went out and slew of the camp of the Assyrians one hundred and eighty-five thousand; and when they rose in the morning, they found all the bodies dead. And Sennacherib king of the Assyrians departed and returned and dwelt in Nineveh; and while he was worshiping in the house of Nasarach his patriarch, Adrammelech and Sarasar his sons struck him with swords. And they escaped into Armenia, and Asordan his son reigned in his place.” Not long after the words, a fearful divine deed followed immediately upon these speeches, not by human means: myriads of men were found all at once lying dead, struck by the hand of one angel; for he was so great as to serve the judgment of God and slay such great multitudes of the enemy; so that their king, who blasphemed God, might learn by experience in deed. For this reason, then, when so many perished, he did not perish with them, so that, having become a spectator of what was done, he might muzzle his godless tongue.
Chapter 38
38.1PG 24:355–361
Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, εμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοἶχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεχίας κλαυθμῷ μεγάλῳ. Ὁ εἰπὼν Θεός· Ἐγὼ ἀποκτενῶ καὶ ζωοποιήσω· πατάξω, κἀγὼ ἰάσομαι, ἢ τοὺς πολεμίους πατάξας κρίσει δικαίᾳ δι᾽ ἑνὸς ἀγγέλου, τὸν θεοφιλή βασιλέα ἰᾶται καὶ ζωοποιεῖ, ῥυόμενος αὐτὸν ἐκ θανάτου δι᾽ ἑαυτοῦ. Καλῶς οὖν ἀπεσημήνατο φήσας· Ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· · ἢ κατὰ τὸν ᾿Ακύλαν, τοῦ ἀποθανεῖν, ἢ κατὰ τοὺς λοιποὺς, εἰς θάνατον. Ἐν γὰρ ἐκείνῳ τῷ καιρῷ, καθ' ὂν τὰ προλεχθέντα πεπόνθασιν οἱ ᾿Ασσύριοι, ὁ τοῦ θανάτου καιρὸς ἐπέστη τῷ Ἐζεκίᾳ. Βουλόμενος δὲ σῶσαι αὐτὸν ὁ Θεὸς, οὐκ ἐν ἀδήλῳ κατέλιπε τὸ μέλλον τὴν μαλακίαν αὐτοῦ διαδέξασθαι τέλος. Διὸ προφάσεις αὐτῷ σωτηρίας παρέχων; τὸ τῆς ἀῤῥωστίας τέλος φανερὸν αὐτῷ καθίστη, διὰ τοῦ προφήτου, ὡς ἂν μαθὼν προσεύξοιτο, καὶ προσευξάμενος τύχοι προσθήκης ζωῆς, καὶ μετὰ τὸν ὡρισμένον κατ᾿ αὐτοῦ θάνατον· διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς οὐκ ἀνάγκη τις ἢ εἰμαρμένη τῆς ἀνθρωπίνης ζωῆς, οὐδὲ ἀπαράτρεπτος ἀνθρώποις καιρὸς ὥρισται θανάτου. Θεὸς δὲ αὐτὸς, κρατῶν ἁπάντων, καὶ ζωῆς αἴτιος καὶ θανάτου τυγχάνει, δι' οὓς οἶδεν αὐτὸς τρόπους ἑκάστων τῶν εἰς τὸν βίον παριόντων κατὰ τούσδε ἢ τούσδε τοὺς χρόνους παράγων, καὶ ἐπὶ τοσοίσδε ἢ τοσοῖσδε ἔτεσι, καὶ διὰ τοιᾶσδε ἢ τοιᾶσδε συνάγων τελευτῆς. Μόνῳ τε αὐτῷ καὶ τοὺς ἐν αὐταῖς, ὡς εἰπεῖν, ταῖς τοῦ θανάτου πύλαις γενομένους δυνατὸν ἐστιν ἀνακαλεῖσθαι · ὡς νῦν μὲν τὸν Ἐζεκίαν ἐξ ἀῤῥωστίας θανατικῆς διασώσασθαι, καὶ προσθήκην αὐτῷ ζωῆς χαρίσασθαι ὅλὼν ἐτῶν πέντε καὶ δέκα· ἑτέρους δὲ καὶ μετὰ τὸ τεθνάναι ἐκ νεκρῶν ἀναβιῶναι ποιήσας, ὅσους ἡ θεία παρίστησι Γραφή. Ὡς ἐξ ἅπαντος λελύσθαι τοὺς περὶ εἰμαρμένης λόγους, διὰ τὸ καὶ πάσης ἀνάγκης καὶ πάσης οὐσίας τε καὶ φύσεως τὸν ἐπὶ πάντῶν Θεὸν κρατεῖν. Ταῦτα ἰδὼν ὁ Εζεκίας, ὅτε μὲν ὑγιὴς τὸ σῶμα ἦν, ἐπὶ τὸν νεὼν ἔσπευδε τοῦ Θεοῦ, κἀκεῖ τὸν Θεὸν αὐτοῦ τε καὶ τοῦ λαοῦ καὶ τῆς πόλεως σωτῆρα γενέσθαι ἐξεκαλεῖτο· ἐπεὶ δὲ τοῦτο πράττειν ἐπὶ τοῦ παρόντος ἀπεῖργεν ἡ νόσος, ἐξ αὐτῆς στρωμνῆς τὴν εὐχὴν ἀνέπεμπε τῷ Θεῷ, πανταχοῦ παρεῖναι καὶ παντὸς εἶναι θεοσεβοῦς ἐπήκοον πεπεισμένος. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν λέγων· Πορεύθητι, καὶ εἶπον Ἐζεκίᾳ· Τάδε λέγει Κύριος ὁ Θεὸς Δαυΐδ τοῦ πατρός σου. Πατέρα δὲ αὐτοῦ τὸν Δαυΐδ ὁ Θεὸς ἐκάλει, τὴν ἀνωτάτω μαρτυρίαν αὐτῷ παρέχων, ὡς ἀξίῳ τὸν θεοφιλῆ πατέρα ἐπιγράφεσθαι τῆς τῶν τρόπων ὁμοιότητος χάριν. Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου. Ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ιε' ἔτη.
Egeneto de en tǭ kairǭ ekeinǭ, emalakisthē Ezekias heōs thanatou; kai ēlthe pros auton Hēsaïas huios Amōs ho prophētēs, kai eipe pros auton; Tade legei Kyrios; Taxai peri tou oikou sou; apothnēskeis gar sy, kai ou zēsę̄. Kai apestrepsen Ezekias to prosōpon autou pros ton toichon, kai prosēuxato pros Kyrion, legōn; Mnēsthēti, Kyrie, hōs eporeuthēn enōpion sou meta alētheias en kardią alēthinę̄, kai ta aresta enōpion sou epoiēsa. Kai eklausen Ezechias klauthmǭ megalǭ. Ho eipōn Theos; Egō apoktenō kai zōopoiēsō; pataxō, kagō iasomai, ē tous polemious pataxas krisei dikaią di᾽ henos angelou, ton theophilē basilea iatai kai zōopoiei, rhyomenos auton ek thanatou di᾽ heautou. Kalōs oun apesēmēnato phēsas; En tǭ kairǭ ekeinǭ emalakisthē Ezekias heōs thanatou; ; ē kata ton ᾿Akylan, tou apothanein, ē kata tous loipous, eis thanaton. En gar ekeinǭ tǭ kairǭ, kath' on ta prolechthenta peponthasin hoi ᾿Assyrioi, ho tou thanatou kairos epestē tǭ Ezekią. Boulomenos de sōsai auton ho Theos, ouk en adēlǭ katelipe to mellon tēn malakian autou diadexasthai telos. Dio prophaseis autǭ sōtērias parechōn? to tēs arrhōstias telos phaneron autǭ kathistē, dia tou prophētou, hōs an mathōn proseuxoito, kai proseuxamenos tychoi prosthēkēs zōēs, kai meta ton hōrismenon kat᾿ autou thanaton; didaskontos hēmas tou logou, hōs ouk anankē tis ē eimarmenē tēs anthrōpinēs zōēs, oude aparatreptos anthrōpois kairos hōristai thanatou. Theos de autos, kratōn hapantōn, kai zōēs aitios kai thanatou tynchanei, di' hous oiden autos tropous hekastōn tōn eis ton bion pariontōn kata tousde ē tousde tous chronous paragōn, kai epi tosoisde ē tosoisde etesi, kai dia toiasde ē toiasde synagōn teleutēs. Monǭ te autǭ kai tous en autais, hōs eipein, tais tou thanatou pylais genomenous dynaton estin anakaleisthai ; hōs nyn men ton Ezekian ex arrhōstias thanatikēs diasōsasthai, kai prosthēkēn autǭ zōēs charisasthai holōn etōn pente kai deka; heterous de kai meta to tethnanai ek nekrōn anabiōnai poiēsas, hosous hē theia paristēsi Graphē. Hōs ex hapantos lelysthai tous peri eimarmenēs logous, dia to kai pasēs anankēs kai pasēs ousias te kai physeōs ton epi pantōn Theon kratein. Tauta idōn ho Ezekias, hote men hygiēs to sōma ēn, epi ton neōn espeude tou Theou, kakei ton Theon autou te kai tou laou kai tēs poleōs sōtēra genesthai exekaleito; epei de touto prattein epi tou parontos apeirgen hē nosos, ex autēs strōmnēs tēn euchēn anepempe tǭ Theǭ, pantachou pareinai kai pantos einai theosebous epēkoon pepeismenos. Kai egeneto logos Kyriou pros Hēsaïan legōn; Poreuthēti, kai eipon Ezekią; Tade legei Kyrios ho Theos Dauïd tou patros sou. Patera de autou ton Dauïd ho Theos ekalei, tēn anōtatō martyrian autǭ parechōn, hōs axiǭ ton theophilē patera epigraphesthai tēs tōn tropōn homoiotētos charin. Ēkousa tēs proseuchēs sou, kai eidon ta dakrya sou. Idou prostithēmi pros ton chronon sou ie' etē.
“And it came to pass at that time that Hezekiah was sick unto death; and Isaiah son of Amoz the prophet came to him and said to him: Thus says the Lord: Set your house in order; for you are dying, and you shall not live. And Hezekiah turned his face to the wall and prayed to the Lord, saying: Remember, Lord, how I walked before you in truth with a true heart, and did what was pleasing before you. And Hezekiah wept with great weeping.” The God who said, “I will kill and I will make alive; I will strike and I will heal,” having struck the enemies by just judgment through one angel, heals and makes alive the king beloved of God, rescuing him from death by himself. Rightly, then, he indicated it by saying: “At that time Hezekiah was sick unto death,” or according to Aquila, “so as to die,” or according to the others, “to death.” For at the very time when the Assyrians suffered what was told before, the time of death came upon Hezekiah. But God, wishing to save him, did not leave in uncertainty the end that was to follow his sickness. Therefore, giving him occasions of salvation, he made the end of the illness plain to him through the prophet, so that, learning it, he might pray, and having prayed might obtain an addition of life even after the death appointed for him; the word teaching us that there is no necessity or fate over human life, nor is an unalterable time of death fixed for men. But God himself, who rules all things, is the cause both of life and of death, bringing into life each of those who enter it by ways he himself knows, at these or those times, for so many or so many years, and gathering them in by this or that end. And to him alone it is possible to call back even those who have come, so to speak, to the very gates of death: as now to save Hezekiah from a mortal illness and grant him an addition of life of fifteen whole years; and he made others live again from the dead even after they had died, as many as the divine Scripture presents. So the arguments about fate are entirely undone, because the God who is over all rules over every necessity and every substance and nature. Seeing these things, Hezekiah, when he was healthy in body, hastened to the temple of God and there called on God to become the savior of himself and of the people and the city; but since his sickness now kept him from doing this, he sent up his prayer to God from his very bed, persuaded that God is present everywhere and hears every godly man. “And the word of the Lord came to Isaiah, saying: Go and say to Hezekiah: Thus says the Lord, the God of David your father.” God called David his father, giving him the highest testimony, as worthy to have the man beloved of God inscribed as his father because of the likeness of his ways. “I have heard your prayer and seen your tears. Behold, I add fifteen years to your time.”
38.2PG 24:355–361
Καὶ ἐκ χειρὸς βασιλέως Ασσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην. Ἐπεὶ καὶ οἱ λόγοι τῆς εὐχῆς οὐκ ἐν πολυλογίᾳ περιεχόμενοι, ἄξιοι τῶν ἀκοῶν ἦσαν τοῦ Θεοῦ, καὶ τὸ τῶν δακρύων ἔργον κατὰ καιρὸν εὐλόγως καὶ ἀναγκαίως γενόμενον τοὺς τῆς ἐπισκοπῆς τοῦ Θεοῦ εἶλκε πρὸς αὐτὸν ὀφθαλμούς· διὸ καὶ ἐπινεύει αὐτῷ ζωῆς προσθήκην, ἔργῳ παριστὰς, ὡς οὔτε φύσει ἀτάκτῳ θάνατος ἀνθρώποις ὥρισται, οὔτε ἀνάγκῃ ἀπαραιτήτῳ. Οὐ μόνον δὲ χρόνους αὐτῷ ζωῆς, ἀλλ᾽ ἐκ περιουσίας, οἷα Θεὸς, καὶ εὐζωΐαν αὐτῷ τὴν ἐν συστάσει καὶ εἰρηναίῳ βίῳ ἐπαγγέλλεται, αὐτόν τε ὁμοῦ καὶ τὸν σὺν αὐτῷ λαὸν καὶ τὴν πόλιν ἐκ τῆς τῶν πολεμίων χειρὸς διασώζειν ὑπισχνούμενος, σημεῖόν τε αὐτῷ παρεἶχε τῆς τῶν εἰρημένων πίστεως δι' ἑτέρου παραδόξου. Τοῦτο δὲ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο. Ἰδοὺ ἐγὼ στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη τοὺς ι' ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος. Αποστρέψω τὸν ἥλιον τοὺς ι' ἀναβαθμούς· καὶ ἀνέβη ὁ ἥλιος τοὺς ι' ἀναβαθμοὺς, οὓς κατέβη ἡ σκιά. Σημεῖον μὲν ὑπήρχετο θαυμαστόν, καὶ τὸν Ἐζεκίου ἀπὸ δυσμῶν τοῦ βίου δευτέραν παλινδρομῆσαι ζωήν. Προσευχὴ Ἐζεκίου βασιλέως τῆς Ἰουδαίας, ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου· Πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. Συνειδὼς γὰρ ἐμαυτὸν ἤδη λοιπὸν ταῖς τοῦ θανάτου πύλαις πλησιάζοντα, ἀπεῖπον καὶ ἀπήλπικα ἐμαυτοῦ τὴν ἐν ἀνθρώποις ζωήν. Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον. Εἰκότως ἐν ἀγῶνι καταστὰς τῶν μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου, ὑπομιμνήσκει μὲν τῆς ἑαυτοῦ θεοσεβείας τὸν Θεόν· διὰ δὲ τοῦ κλαυθμοῦ μὴ ἐκπεσεῖν τῆς χώρας τῶν ζώντων κατηντιβόλει. Ἔτι δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἐλύπει τὸν Ἐζεκίαν, μηδένα διάδοχον ἐκ σπέρματος ὑπάρχειν αὐτοῦ, μήπω παιδὸς αὐτῷ γενομένου, καθ' ὂν χρόνον αὐτὰ ἔλεγεν. Ἐπειδὴ τοίνυν ἄπαις ἔμελλε τελευτᾷν, μηδένα καταλιπὼν διάδοχον, ἐξ οὗ τὸ σωτήριον τοῦ Θεοῦ γενέσθαι ἐν ἀνθρώποις προσδοκᾶν, εἰκότως ἂν τῆς τοῦ Χριστοῦ γεννήσεως τῆς ἐκ σπέρματος τοῦ Δαυΐδ ἐπαιρόμενος, καὶ ἀπεκλαίετο. Ἐξέλιπεν ἐκ τῆς συγγενείας μου· κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου. Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ᾿ ἐμοῦ, ὥσπερ ὁ σκηνὴν καταλύων πήξας. Ὡς ἱστὸς τὸ πνεῦμά μου παρ' ἐμοὶ ἐγένετο, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. Σκηνὴν καλεῖ τὸ σῶμα, ἔνοικον δὲ τὴν ψυχὴν· ἧς ἀναχωρούσης, ἔοικε τὸ σῶμα καταλυομένῃ σκηνῇ· σκηνὴν μὲν λέγων τὸ σῶμα, ἐπεὶ ὁ θεσπέσιος Απόστολος σκηνὴν αὐτὸ ὠνόμασεν. ᾿Αλλὰ καὶ ὥσπερ ἰστὸν ἐρίθου τὸ ὕφασμα λοιπὸν ἀποτεμνούσης, οὕτω καὶ τὰ τῆς ἐμῆς ζωῆς, καὶ τοῦ βίου παντὸς τὸ ὕφασμα περὶ τέλος ἤλαυνεν ἀποτεμνόμενον. Ἕκαστος οὖν τῶν ἀνθρώπων στολὴν ὑφαίνων, καὶ κόσμον τῇ ἑαυτοῦ περιτιθεὶς ψυχῇ διὰ τῶν αὐτοῦ πράξεων. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῖ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου. Ἀπὸ γὰρ τῆς ἡμέρας ἕως νυκτὸς παρεδόθην.
Kai ek cheiros basileōs Assyriōn rhysomai se kai tēn polin tautēn. Epei kai hoi logoi tēs euchēs ouk en polylogią periechomenoi, axioi tōn akoōn ēsan tou Theou, kai to tōn dakryōn ergon kata kairon eulogōs kai anankaiōs genomenon tous tēs episkopēs tou Theou eilke pros auton ophthalmous; dio kai epineuei autǭ zōēs prosthēkēn, ergǭ paristas, hōs oute physei ataktǭ thanatos anthrōpois hōristai, oute anankę̄ aparaitētǭ. Ou monon de chronous autǭ zōēs, all᾽ ek periousias, hoia Theos, kai euzōïan autǭ tēn en systasei kai eirēnaiǭ biǭ epangelletai, auton te homou kai ton syn autǭ laon kai tēn polin ek tēs tōn polemiōn cheiros diasōzein hypischnoumenos, sēmeion te autǭ pareiche tēs tōn eirēmenōn pisteōs di' heterou paradoxou. Touto de soi to sēmeion para Kyriou, hoti poiēsei Kyrios to rhēma touto. Idou egō strepsō tēn skian tōn anabathmōn, hous katebē tous i' anabathmous tou oikou tou patros sou ho hēlios. Apostrepsō ton hēlion tous i' anabathmous; kai anebē ho hēlios tous i' anabathmous, hous katebē hē skia. Sēmeion men hypērcheto thaumaston, kai ton Ezekiou apo dysmōn tou biou deuteran palindromēsai zōēn. Proseuchē Ezekiou basileōs tēs Ioudaias, hēnika emalakisthē, kai anestē ek tēs malakias autou. Egō eipa en tǭ hypsei tōn hēmerōn mou; Poreusomai en pylais hądou, kataleipsō ta etē ta epiloipa. Syneidōs gar emauton ēdē loipon tais tou thanatou pylais plēsiazonta, apeipon kai apēlpika emautou tēn en anthrōpois zōēn. Eipa; Ouketi ou mē idō to sōtērion tou Theou epi gēs, ouketi mē idō anthrōpon. Eikotōs en agōni katastas tōn meta tēn apallagēn tou biou, hypomimnēskei men tēs heautou theosebeias ton Theon; dia de tou klauthmou mē ekpesein tēs chōras tōn zōntōn katēntibolei. Eti de kai touto pros tois eirēmenois elypei ton Ezekian, mēdena diadochon ek spermatos hyparchein autou, mēpō paidos autǭ genomenou, kath' on chronon auta elegen. Epeidē toinyn apais emelle teleutąn, mēdena katalipōn diadochon, ex hou to sōtērion tou Theou genesthai en anthrōpois prosdokan, eikotōs an tēs tou Christou gennēseōs tēs ek spermatos tou Dauïd epairomenos, kai apeklaieto. Exelipen ek tēs syngeneias mou; katelipon to epiloipon tēs zōēs mou. Exēlthe kai apēlthen ap᾿ emou, hōsper ho skēnēn katalyōn pēxas. Hōs histos to pneuma mou par' emoi egeneto, erithou engizousēs ektemein. Skēnēn kalei to sōma, enoikon de tēn psychēn; hēs anachōrousēs, eoike to sōma katalyomenę̄ skēnę̄; skēnēn men legōn to sōma, epei ho thespesios Apostolos skēnēn auto ōnomasen. ᾿Alla kai hōsper iston erithou to hyphasma loipon apotemnousēs, houtō kai ta tēs emēs zōēs, kai tou biou pantos to hyphasma peri telos ēlaunen apotemnomenon. Hekastos oun tōn anthrōpōn stolēn hyphainōn, kai kosmon tę̄ heautou perititheis psychę̄ dia tōn autou praxeōn. En tę̄ hēmerą ekeinę̄ paredothēn heōs prōi hōs leonti, houtōs synetripse panta ta osta mou. Apo gar tēs hēmeras heōs nyktos paredothēn.
“And I will deliver you and this city from the hand of the king of the Assyrians.” Since the words of the prayer, which did not consist in many words, were worthy of God’s hearing, and the work of the tears, done in season, reasonably and of necessity, drew the eyes of God’s oversight toward him, he therefore grants him an addition of life, showing in deed that death is fixed for men neither by a disordered nature nor by an inexorable necessity. And he promises him not only years of life, but out of his abundance, as God, also well-being in a settled and peaceful life, undertaking to save him together with the people with him and the city from the hand of the enemies; and he gave him a sign of the trustworthiness of what was said through another wonder. “And this shall be the sign to you from the Lord, that the Lord will do this word: Behold, I will turn back the shadow of the steps, the ten steps of your father’s house which the sun has gone down; I will turn back the sun the ten steps; and the sun went up the ten steps by which the shadow had gone down.” A wonderful sign was promised, and also that Hezekiah should run back from the setting of his life to a second life. “The prayer of Hezekiah king of Judea, when he was sick and rose up from his sickness. I said in the height of my days: I shall go into the gates of Hades; I shall leave the remaining years.” For, being aware that I was already drawing near to the gates of death, I gave up and despaired of my life among men. “I said: I shall no longer see the salvation of God on the earth; I shall no longer see a man.” Fittingly, being placed in the struggle over what follows departure from life, he reminds God of his own godliness, and through his weeping entreated not to fall from the land of the living. Besides what has been said, this too grieved Hezekiah, that he had no successor from his seed, since no child had yet been born to him at the time he said these things. Since, then, he was about to die childless, leaving no successor from whom he might expect the salvation of God to come about among men, he fittingly wept, as though being cut off from the birth of Christ from the seed of David. “It has failed from my kindred; I have left the rest of my life. It has gone out and departed from me, like one who takes down a tent he has pitched. My spirit has become with me like a web, as the weaver draws near to cut it off.” He calls the body a tent and the soul its dweller; when the soul withdraws, the body is like a tent being taken down; he calls the body a tent since the divine Apostle named it a tent. And as a weaver finally cuts off the web, so too the affairs of my life, the web of my whole life, were being driven to their end, cut off. Each man, then, weaving a garment, and putting adornment on his own soul through his deeds … “In that day I was handed over until morning as to a lion; so he broke all my bones.” “For from day to night I was handed over.”
38.3PG 24:355–361
"Ωσπερ τινὶ ἀνθρωποβόρῳ λέοντι, ὅς τε ὡς μὲν διὰ τῆς ἐπιτεθείσης μοι ἀῤῥωστίας διὰ πάσης νυκτὸς καὶ ἡμέρας συνέτριψε πάντα τὰ ὀστᾶ μου· μικροῦ δὲ δεῖν καὶ ὅλον αὐτὸν καταπιεῖν με ἔμελλεν. Ὡς χελιδὼν, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετῶ. Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον. Ὅμως δ' οὖν ἐν τούτοις γενόμενος, οὐκ ἐξησθένησα, οὐδὲ τοῦ Θεοῦ μου ἀνεχώρησα, ἀναλαβὼν δὲ ἐμαυτὸν πίστει καὶ ἀγαθῇ ἐλπίδι, κλαυθμῷ καὶ προσευχῇ παρέδωκα ἐμαυτόν. Εὐχομένου δέ μου, φησὶν, ἐπιμόνως, καὶ ἐγκειμένου τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας, ὃς ἐξείλατό με, καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. Ὁ δὴ μὴ μελλήσας ἐξείλετό με, καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς· μονονουχὶ τὸν αὐτοῦ λόγον πιστωσάμενος, ὃν ἐπήγγελται τοῖς ἁγίοις αὐτοῦ εἰπών· Ἕτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι. Κύριε, περὶ ταύτης γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακληθεὶς ἔζησα. Οὐχ ὅτι τούτων ἄξιος ἤμην ἐγώ· πολλῶν γὰρ μεστὸς ἁμαρτιῶν αὐτὸς ὑπῆρχον· ἀλλὰ τῷ σῷ ἐλέῳ καὶ τῇ σῇ φιλανθρωπίᾳ ταῦτα παρέστη. Εἴλου γάρ μου τὴν ψυχὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας. Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσι οἱ ἐν ἄδου τὴν ἐλεημοσύνην σου· οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ. Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου. Χωρίον γάρ ἐστιν ἀσεβῶν τοῦτο· διὸ τὴν ψυχὴν ἐλευθερωθεὶς ἐξ αὐτοῦ, χαίρων ἀποδίδωμι τῷ Θεῷ τὴν εὐχαριστίαν. Ἡ δὲ χώρα τῶν παρὰ Θεῷ ζώντων καὶ τοὺς αἰνοῦντας ὑποδέξεται· ἔνθα καὶ αὐτὸς λοιπὸν γενήσεσθαι πιστεύω, τοῦτό μοι τῆς σῆς δωρησαμένης χάριτος. Θεὲ τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ. Σοὶ προσεδρεύων διαπαντός, καὶ ἀχώριστος γενόμενος τοῦ σοῦ ἀγιάσματος, διαπαντὸς εὐλογήσω σε. Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν· Λάβε παλάθην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ·» διδάσκων, ὡς οὐ πάμπαν ἀπόβλητα γένοιτ᾽ ἄν ποτε καὶ τὰ παρ' ἀνθρώποις πρὸς θεραπείαν τοῦ σώματος ἐπινοούμενα· ἔτι δὲ ὅτι χρηστέον καὶ τούτοις, ὡς καὶ τοῦ προφήτου τοῦτο πρᾶξαι παραινέσαντος. Καὶ οἱ λοιποὶ πάντες ἕλκος ὠνόμασαν τὸ διὰ τῆς παλάθης θεραπευθέν· ἀλλ᾽ οὐχ ἕλκος ἦν τὸ πρῶτον, ἀῤῥωστία δὲ καὶ μαλακία πρὸς θάνατον. Διὸ ἐπ' ἐκείνης Καὶ αὐτὸς ἐποίησε καθοδήγησιν πάντας ἐνιαυτούς μου.» μὲν κλαυθμοὶ καὶ προσευχαὶ, καὶ Θεοῦ ἐπισκοπή παρελαμβάνοντο· ἐπὶ δὲ τοῦ μερικοῦ ἕλκους σωματική τις θεραπεία, ἣν ὁ προφήτης ὑποβέβληκεν, Καὶ εἶπεν Ἐζεκίας· Τοῦτο σημεῖον πρὸς Ἐζεκίαν, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.
"Ōsper tini anthrōpoborǭ leonti, hos te hōs men dia tēs epitetheisēs moi arrhōstias dia pasēs nyktos kai hēmeras synetripse panta ta osta mou; mikrou de dein kai holon auton katapiein me emellen. Hōs chelidōn, houtō phōnēsō, kai hōs peristera, houtō meletō. Exelipon gar mou hoi ophthalmoi tou blepein eis to hypsos tou ouranou pros ton Kyrion. Homōs d' oun en toutois genomenos, ouk exēsthenēsa, oude tou Theou mou anechōrēsa, analabōn de emauton pistei kai agathę̄ elpidi, klauthmǭ kai proseuchę̄ paredōka emauton. Euchomenou de mou, phēsin, epimonōs, kai enkeimenou tēs pros ton Theon hiketērias, hos exeilato me, kai apheilato mou tēn odynēn tēs psychēs. Ho dē mē mellēsas exeileto me, kai apheileto mou tēn odynēn tēs psychēs; mononouchi ton autou logon pistōsamenos, hon epēngeltai tois hagiois autou eipōn; Heti lalountos sou, erō; Idou pareimi. Kyrie, peri tautēs gar anēngelē soi, kai exēgeiras mou tēn pnoēn, kai paraklētheis ezēsa. Ouch hoti toutōn axios ēmēn egō; pollōn gar mestos hamartiōn autos hypērchon; alla tǭ sǭ eleǭ kai tę̄ sę̄ philanthrōpią tauta parestē. Eilou gar mou tēn psychēn, hina mē apolētai, kai aperrhipsas opisō mou pasas tas hamartias. Ou gar hoi en hądou ainesousi se, oude hoi apothanontes eulogēsousi se, oude elpiousi hoi en adou tēn eleēmosynēn sou; hoi zōntes eulogēsousi se hon tropon kagō. Apo gar tēs sēmeron paidia poiēsō, ha anangelousi tēn dikaiosynēn sou. Chōrion gar estin asebōn touto; dio tēn psychēn eleutherōtheis ex autou, chairōn apodidōmi tǭ Theǭ tēn eucharistian. Hē de chōra tōn para Theǭ zōntōn kai tous ainountas hypodexetai; entha kai autos loipon genēsesthai pisteuō, touto moi tēs sēs dōrēsamenēs charitos. Thee tēs sōtērias mou, kai ou pausomai eulogōn se meta psaltēriou pasas tas hēmeras tēs zōēs mou katenanti tou oikou tou Theou. Soi prosedreuōn diapantos, kai achōristos genomenos tou sou agiasmatos, diapantos eulogēsō se. Kai eipen Hēsaïas pros Ezekian; Labe palathēn ek sykōn, kai tripson, kai kataplasai, kai hygiēs esę̄;» didaskōn, hōs ou pampan apoblēta genoit᾽ an pote kai ta par' anthrōpois pros therapeian tou sōmatos epinooumena; eti de hoti chrēsteon kai toutois, hōs kai tou prophētou touto praxai parainesantos. Kai hoi loipoi pantes helkos ōnomasan to dia tēs palathēs therapeuthen; all᾽ ouch helkos ēn to prōton, arrhōstia de kai malakia pros thanaton. Dio ep' ekeinēs Kai autos epoiēse kathodēgēsin pantas eniautous mou.» men klauthmoi kai proseuchai, kai Theou episkopē parelambanonto; epi de tou merikou helkous sōmatikē tis therapeia, hēn ho prophētēs hypobeblēken, Kai eipen Ezekias; Touto sēmeion pros Ezekian, hoti anabēsomai eis ton oikon tou Theou.
As to some man-eating lion, which, through the sickness laid upon me through the whole night and day, broke all my bones, and was all but about to swallow me whole. “Like a swallow, so will I cry, and like a dove, so do I meditate. For my eyes have failed from looking to the height of heaven to the Lord.” Yet even in this state I did not lose strength, nor did I withdraw from my God; but taking hold of myself with faith and good hope, I gave myself over to weeping and prayer. And as I prayed persistently, he says, and pressed on with my supplication to God, “he delivered me, and took away the pain of my soul.” He, without delay, delivered me and took away the pain of my soul, all but confirming his word, which he promised to his saints, saying: “While you are still speaking, I will say: Behold, I am here.” “Lord, for it was told you concerning this, and you raised up my breath, and being comforted I lived.” Not that I was worthy of these things, for I myself was full of many sins; but these came to pass by your mercy and your love for mankind. “For you chose my soul, that it might not perish, and you cast all my sins behind me. For those in Hades will not praise you, nor will the dead bless you, nor will those in Hades hope for your mercy; the living will bless you, as I do. For from today I will beget children, who will declare your righteousness.” For that is a place of the impious; therefore, my soul having been set free from it, I rejoice and render thanksgiving to God. And the land of those who live with God will receive those who praise him; and there I believe I too shall be in the end, your grace granting me this. “O God of my salvation, and I will not cease blessing you with the psaltery all the days of my life before the house of God.” Waiting on you continually, and never parted from your sanctuary, I will bless you continually. “And Isaiah said to Hezekiah: Take a cake of figs, and crush it, and make a poultice, and you shall be well”: teaching that the means devised among men for the care of the body are not wholly to be rejected; and further that one should also use them, since the prophet too advised doing this. All the others named what was healed by the fig-cake a “sore”; but at first it was not a sore, but an illness and a sickness unto death. Therefore in that case weeping and prayers and God’s oversight were employed; but for the localized sore a bodily remedy, which the prophet suggested. [“And he himself made a guidance for all my years.”] “And Hezekiah said: This is the sign to Hezekiah, that I shall go up to the house of God.”
Chapter 39
39.1PG 24:361–363
Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδάχ Βαλαδὰν, ὁ υἱὸς τοῦ Βαλαδάν, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Ἐζεκίᾳ·ἤκουσε γὰρ, ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη. Καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς Ἐζεκίας, καὶ ἔδειξεν αὐτοῖς τὸν οἱκον τοῦ Νεχωθᾶ, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ τῆς στακτῆς, καὶ τῶν θυμιαμάτων, καὶ τοῦ μύρου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ. Καὶ οὐκ ἦν οὐθὲν, ὃ οὐκ ἔδειξεν Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ. Συνεξετάζουσιν ἡμῖν καὶ διερευνωμένοις τὰ κατὰ τοὺς παρόντας τόπους ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγεν νενοσηκέναι μὲν τὸν Ἐζεκίαν. ἐπεὶ μὴ εἰρήκει ᾠδὴν εἰς τὸν Θεὸν εὐχαριστήριον ἐπὶ τῇ πτώσει τῶν ᾿Ασσυρίων, ὡς Μωϋσῆς ᾔδεν ἐπὶ τῇ ἀπωλείᾳ τῶν Αἰγυπτίων, καὶ ὡς Δεβόῤῥα ἐπὶ τῇ ἀπωλείᾳ τοῦ Σισάρα, καὶ ὡς ῎Αννα ἐπὶ τῇ γεννήσει τοῦ Σαμουήλ· ὅπερ μὴ «ποιήσαντα τὸν Ἐζεκίαν, τῇ νόσῳ περιπεσεῖν· τὸν δὲ Βαβυλώνιον ἐγνωκέναι τὴν ἀπὸ τῆς νόσου ῥῶσιν αὐτοῦ, καὶ ἀπεσταλκέναι πρὸς αὐτὸν ἄνδρας, οὐκ ἀργῶς · ἀλλ᾽ ἐπειδὴ συνέβη τὴν ἡμέραν ἐκείνην καθ' ἣν τὸ σημεῖον τῆς τοῦ ἡλίου ἀναδρομῆς ὡρῶν γεγενῆσθαι διπλασίων· μὴ γὰρ λαθεῖν τοῦτο τοὺς Βαβυλωνίους, δεινοὺς ὄντας περὶ τὴν τῶν ἄστρων θεωρίαν. Καὶ ἐπειδὴ τὸν ἥλιον θεοποιοῦντες, συνεῖδον ὡς ὑπὸ κρείττονος περιηνέχθη εἰς τοὐπίσω δυνάμεως · τούτου χάριν ἧκον ζητῆσαι τὸν τούτου θέλοντες αἴτιον. Εἶτ᾿ ἐπειδὴ πολυπραγμονήσαντες ἔγνων τὸν τῶν Ἑβραίων Θεὸν μέγαν εἶναι, τὸν καὶ τοῦ παντὸς κόσμου δημιουργόν· τοῦ τε βασιλέως Ἐζεκίου τὴν ἀῤῥωστίαν, δι᾿ ἣν καὶ τὸ θαῦμα γέγονεν, εἰκότως καταπλαγέντες τὸ πεπραγμένον, φιλίαν ἐθέλησαν σπείσασθαι πρὸς τὸν Ἐζεκίαν, ὡς πρὸς ἄνδρα θεοφιλῆ. Ταῦτα μὲν ὁ Ἑβραῖος. Ἐγὼ δὲ συνεῖδον, ὡς ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν ἐνιαυτὸν ταῦτα πάντα συνέβη· λέγω δὲ ἡ ἔφοδος τοῦ ᾿Ασσυρίου ἡ κατὰ τῆς Ἰουδαίας, καὶ ἡ δι᾽ ἀγγέλου Θεοῦ κατὰ τοῦ ᾿Ασσυρίου πληγή, ἢ τε τοῦ Σενναχερεὶμ φυγὴ, καὶ ἡ τῶν αὐτοῦ παιδίων ἐπανάστασις, ἢ τε τοῦ διαδεδεγμένου αὐτὸν υἱοῦ σεσιωπημένη ἀπώλεια. Ὅτι δὲ καθ᾿ ἕνα καὶ τὸν ἀὐτὸν ἐνιαυτὸν ταῦτα συνέβη πραχθῆναι, μάθοις ἂν ἐπιστήσας, ὡς ἡ μὲν ἔφοδος τοῦ ᾿Ασσυρίου ἔτους τεσσαρεσκαιδεκάτου τῆς Ἑζεκίου βασιλείας γέγονε · τελευτᾷ δὲ βασιλεύσας τὰ πάντα ἐννέα καὶ εἴκοσι ἔτη, ὧν τὰ πέντε καὶ δέκα ἔτη μετὰ τὴν νόσον αὐτῷ προσετέθη. Οὐκοῦν ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει νενοσήκει, καὶ τὰ λοιπὰ πάντα τὰ πρὸ τῆς νόσου κατὰ τὸν αὐτὸν συνετελέσθη χρόνον. Ὁμοῦ δὴ οὖν τούτων ἁπάντων ἡ ἀκοὴ τὸν τῶν Βαβυλωνίων βασιλέα ἐνῆγε πρὸς τὴν τοῦ Ἐζεκίου φιλίαν, ὡς ἀποστεῖλαι αὐτῷ δῶρα καὶ πρέσβεις καὶ ἐπιστολάς. Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεκίαν, καὶ εἶπε πρὸς αὐτόν· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι ; Καὶ πόθεν ἥκασι πρὸς σὲ; Καὶ εἶπεν Εζεκίας · Ἐκ γῆς πόῤῥωθεν ἥκασι πρὸς μὲ, ἐκ Βαβυλῶνος.
En tǭ kairǭ ekeinǭ apesteile Marōdach Baladan, ho huios tou Baladan, ho basileus tēs Babylōnias, epistolas kai presbeis kai dōra Ezekią;ēkouse gar, hoti emalakisthē heōs thanatou, kai anestē. Kai echarē ep᾿ autois Ezekias, kai edeixen autois ton hoikon tou Nechōtha, kai tou argyriou kai tou chrysiou, kai tēs staktēs, kai tōn thymiamatōn, kai tou myrou, kai pantas tous oikous tōn skeuōn tēs gazēs, kai panta hosa ēn en tois thēsaurois autou. Kai ouk ēn outhen, ho ouk edeixen Ezekias en tǭ oikǭ autou, kai en pasę̄ tę̄ exousią autou. Synexetazousin hēmin kai diereunōmenois ta kata tous parontas topous ho tōn Ioudaiōn didaskalos elegen nenosēkenai men ton Ezekian. epei mē eirēkei ǭdēn eis ton Theon eucharistērion epi tę̄ ptōsei tōn ᾿Assyriōn, hōs Mōÿsēs ę̄den epi tę̄ apōleią tōn Aigyptiōn, kai hōs Deborrha epi tę̄ apōleią tou Sisara, kai hōs ᾿Anna epi tę̄ gennēsei tou Samouēl; hoper mē «poiēsanta ton Ezekian, tę̄ nosǭ peripesein; ton de Babylōnion egnōkenai tēn apo tēs nosou rhōsin autou, kai apestalkenai pros auton andras, ouk argōs ; all᾽ epeidē synebē tēn hēmeran ekeinēn kath' hēn to sēmeion tēs tou hēliou anadromēs hōrōn gegenēsthai diplasiōn; mē gar lathein touto tous Babylōnious, deinous ontas peri tēn tōn astrōn theōrian. Kai epeidē ton hēlion theopoiountes, syneidon hōs hypo kreittonos periēnechthē eis toupisō dynameōs ; toutou charin hēkon zētēsai ton toutou thelontes aition. Eit᾿ epeidē polypragmonēsantes egnōn ton tōn Hebraiōn Theon megan einai, ton kai tou pantos kosmou dēmiourgon; tou te basileōs Ezekiou tēn arrhōstian, di᾿ hēn kai to thauma gegonen, eikotōs kataplagentes to pepragmenon, philian ethelēsan speisasthai pros ton Ezekian, hōs pros andra theophilē. Tauta men ho Hebraios. Egō de syneidon, hōs hyph᾽ hena kai ton auton eniauton tauta panta synebē; legō de hē ephodos tou ᾿Assyriou hē kata tēs Ioudaias, kai hē di᾽ angelou Theou kata tou ᾿Assyriou plēgē, ē te tou Sennachereim phygē, kai hē tōn autou paidiōn epanastasis, ē te tou diadedegmenou auton huiou sesiōpēmenē apōleia. Hoti de kath᾿ hena kai ton auton eniauton tauta synebē prachthēnai, mathois an epistēsas, hōs hē men ephodos tou ᾿Assyriou etous tessareskaidekatou tēs Hezekiou basileias gegone ; teleutą de basileusas ta panta ennea kai eikosi etē, hōn ta pente kai deka etē meta tēn noson autǭ prosetethē. Oukoun en tǭ tessareskaidekatǭ etei nenosēkei, kai ta loipa panta ta pro tēs nosou kata ton auton synetelesthē chronon. Homou dē oun toutōn hapantōn hē akoē ton tōn Babylōniōn basilea enēge pros tēn tou Ezekiou philian, hōs aposteilai autǭ dōra kai presbeis kai epistolas. Kai ēlthen Hēsaïas ho prophētēs pros ton basilea Ezekian, kai eipe pros auton; Ti legousin hoi anthrōpoi houtoi ? Kai pothen hēkasi pros se? Kai eipen Ezekias ; Ek gēs porrhōthen hēkasi pros me, ek Babylōnos.
“At that time Marodach Baladan, son of Baladan, king of Babylonia, sent letters and envoys and gifts to Hezekiah; for he heard that he had been sick unto death and had recovered. And Hezekiah rejoiced over them, and showed them the house of Nechotha, and of the silver and the gold, and of the myrrh and the incense and the ointment, and all the houses of the vessels of the treasury, and all that was in his treasures. And there was nothing that Hezekiah did not show in his house and in all his dominion.” When we were examining and searching out these passages together, the teacher of the Jews said that Hezekiah had fallen sick because he had not uttered a song of thanksgiving to God for the fall of the Assyrians, as Moses sang over the destruction of the Egyptians, and Deborah over the destruction of Sisera, and Hannah over the birth of Samuel; that Hezekiah, not having done this, fell into sickness; and that the Babylonian learned of his recovery from the sickness and sent men to him, not idly, but because it happened that the day on which the sign of the sun’s turning back occurred became double in its hours; for this did not escape the Babylonians, who were skilled in the observation of the stars. And since, making a god of the sun, they perceived that it had been carried backward by a stronger power, for this reason they came, wishing to seek its cause. Then, when by inquiring they learned that the God of the Hebrews was great, the maker also of the whole world, and learned of King Hezekiah’s illness, on account of which the wonder had happened, they were naturally astonished at what had been done and wished to make friendship with Hezekiah as with a man beloved of God. So much for the Hebrew. But I have observed that all these things happened within one and the same year—I mean the Assyrian’s invasion of Judea, and the blow upon the Assyrian through the angel of God, and Sennacherib’s flight, and the uprising of his sons, and the death, passed over in silence, of the son who succeeded him. That these things happened in one and the same year you may learn by noting that the Assyrian’s invasion took place in the fourteenth year of Hezekiah’s reign; and he died having reigned twenty-nine years in all, of which fifteen were added to him after the sickness. Therefore he fell sick in the fourteenth year, and all the rest, before the sickness, was completed in the same time. The report of all these things together, then, led the king of the Babylonians to friendship with Hezekiah, so that he sent him gifts and envoys and letters. “And Isaiah the prophet came to King Hezekiah and said to him: What do these men say? And from where have they come to you? And Hezekiah said: They have come to me from a land far off, from Babylon.”
39.2PG 24:361–363
Καὶ εἶπεν Ἡσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; Καὶ εἶπεν Ἐζεκίας· Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὁ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου. Καὶ εἶπεν Ησαΐας · ῎Ακουσον τὸν λόγον Κυρίου Σαβαώθ · Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἤξει, καὶ οὐδὲν οὐ μὴ καταλείπωσιν. Εἶπε δὲ ὁ Θεὸς, ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν γεννήσεις, λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. Καὶ εἶπεν Ἐζεκίας Ἠσαΐᾳ· ᾿Αγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησε· γενέσθω δὴ εἰρήνη, καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.» "Απερ ἀκούσας ὁ Ἐζεκίας, εὐλαβῶς ἅμα καὶ εὐσεβῶς, πάντα λόγον ἀγαθὸν εἶναι ὂν λαλήσειεν ὁ Θεὸς, κᾶν λυπηρὸς εἶναι νομίζοιτο ἀνθρώποις, ἀπεκρίνατο. Ἐφ' οἷς πάλιν ὁ Ἑβραῖος μὴ ἀποδέξασθαι τοῦ Ἐζεκίου τὴν προαίρεσιν τὸν Θεὸν ἔλεγε. Τὸ γὰρ ὑπὲρ μὲν ἑαυτοῦ ἠξιωκέναι, ὑπὲρ δὲ τοῦ λαοῦ μηδένα λόγον πεποιῆσθαι, μεμπτὸν τῷ Θεῷ φανῆναι · διὸ ἐπιλέγειν ἐξῆς τὸν προφήτην· Παρακαλεῖτε τὸν λαών μου, λέγει ὁ Θεός. Εἰ γὰρ καὶ οὗτος, φησὶ, φίλαυτος ῶν, ὑπὲρ μὲν ἑαυτοῦ φροντίσας ἐδεήθη, τοῦ δὲ λαοῦ μνήμην οὗ τινα ἐποιήσατο· ἀλλ᾽ ὁ Θεὸς, τοῦ ἰδίου κηδόμενος λαοῦ, παρακαλεῖν αὐτὸν τοῖς τοῦτα πράττειν οἷοις τε παρακελεύεται.
Kai eipen Hēsaïas; Ti eidosan en tǭ oikǭ sou? Kai eipen Ezekias; Panta ta en tǭ oikǭ mou eidosan, kai ouk estin en tǭ oikǭ mou ho ouk eidosan alla kai ta en tois thēsaurois mou. Kai eipen Ēsaïas ; ᾿Akouson ton logon Kyriou Sabaōth ; Idou hēmerai erchontai, kai lēpsontai panta ta en tǭ oikǭ sou, kai hosa synēgagon hoi pateres sou heōs tēs hēmeras tautēs eis Babylōna ēxei, kai ouden ou mē kataleipōsin. Eipe de ho Theos, hoti kai apo tōn teknōn sou, hōn gennēseis, lēpsontai, kai poiēsousi spadontas en tǭ oikǭ tou basileōs tōn Babylōniōn. Kai eipen Ezekias Ēsaïą; ᾿Agathos ho logos Kyriou, hon elalēse; genesthō dē eirēnē, kai dikaiosynē en tais hēmerais mou.» "Aper akousas ho Ezekias, eulabōs hama kai eusebōs, panta logon agathon einai on lalēseien ho Theos, kan lypēros einai nomizoito anthrōpois, apekrinato. Eph' hois palin ho Hebraios mē apodexasthai tou Ezekiou tēn proairesin ton Theon elege. To gar hyper men heautou ēxiōkenai, hyper de tou laou mēdena logon pepoiēsthai, mempton tǭ Theǭ phanēnai ; dio epilegein exēs ton prophētēn; Parakaleite ton laōn mou, legei ho Theos. Ei gar kai houtos, phēsi, philautos ōn, hyper men heautou phrontisas edeēthē, tou de laou mnēmēn hou tina epoiēsato; all᾽ ho Theos, tou idiou kēdomenos laou, parakalein auton tois touta prattein hoiois te parakeleuetai.
“And Isaiah said: What did they see in your house? And Hezekiah said: They saw everything in my house, and there is nothing in my house that they did not see, and also what is in my treasures. And Isaiah said: Hear the word of the Lord Sabaoth: Behold, days are coming, and they shall take everything in your house, and all that your fathers gathered until this day shall come to Babylon, and they shall leave nothing. And God said that they shall also take some of your children, whom you will beget, and make them eunuchs in the house of the king of the Babylonians. And Hezekiah said to Isaiah: Good is the word of the Lord which he spoke; let there be peace and righteousness in my days.” Hearing this, Hezekiah answered reverently and piously that every word God speaks is good, even if men think it grievous. Concerning this the Hebrew said again that God did not approve Hezekiah’s choice. For it seemed blameworthy to God that he had made request for himself but taken no account of the people; therefore the prophet next adds: “Comfort my people, says God.” For even if this man, he says, being a lover of himself, made his request out of concern for himself and made no mention of the people, yet God, caring for his own people, commands those able to do it to comfort it.
Chapter 40
40.1PG 24:363–375
Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ· παρακαλέσατε αὐτήν. Τίνες δὲ εἰσιν οἷς ὁ λόγος παρακαλεῖν τὸν λαὸν προστάττει, ἄξιον ἐπιστῆσαι· τίς δὲ ἡ καρδία Ἱερουσαλήμ, καὶ ποταπὴν χρὴ νοεῖν τὴν Ἱερουσαλήμ, ὥσπερ τι ζῶον καρδίαν ἔχουσαν. Ἔμψυχον γὰρ καὶ λογικὴν σαφῶς παρίστησιν αὐτὴν ὁ φήσας λόγος · · Λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Καὶ ἦν μὲν εἰπεῖν Ἱερουσαλήμ τὸν λαὸν εἶναι τὸν ἐν αὐτῇ κατοικοῦντα, ὡς πολλάκις τὴν πόλιν ἀντὶ τῶν οἰκητόρων ὀνομαζομένην· νυνὶ δὲ ὁ λόγος αὐτοῦ τοῦ λαοῦ μέμνηται λέγων· Παρακαλεῖτε τὸν λαόν μου·, καὶ πάλιν ἰδίως ἐπιφέρει τὸ, Λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Τίνες οὖν εἰσιν οἱ παρακαλεῖν προσταττόμενοι, καὶ τίς ὁ παρακαλούμενος λαὸς, τί τε ἡ καρδία Ἱερουσαλήμ. ὥρα διευκρινῆσαι. Οἱ μὲν οὖν παρακαλοῦντες εἶεν ἂν οἱ τὸ Πνεῦμα τὸ παράκλητον ὑποδεδεγμένοι, ἀπόστολοι δηλαδὴ καὶ μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν, καὶ εὐαγγελισταὶ, καὶ οἱ τούτοις ὅμοιοι, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ·· Ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα εἴη μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ αὖθις· Ὅταν δὲ ἔλθη ὁ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὁ πέμψει ὁ Πατήρ μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ τὰ ἑξῆς. Πάντες τοιγαροῦν οἱ τὸ παράκλητον Πνεῦμα ὑποδεξάμενοι προστάττονται παρακαλεῖν τὸν λαὸν τοῦ Θεοῦ· ἀλλ' οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸν Ἰακώβ, οὐδὲ τὸν Ἰούδαν. "Ωσπερ δὲ ἀποδέδεικται, ὁ λαὸς τοῦ Θεοῦ, οὕτως ἡ καρδία Ἱερουσαλήμ νοηθήσεται, τὸ κρείττον τάγμα τοῦ λαοῦ. Ὡς γὰρ ἐν σώματι ἡ καρδία τὸ κυριώτατόν ἐστι τοῦ παντὸς, οὕτω καὶ ἐν τῷ τῆς Ἐκκλησίας σώματι τὸ κυριώτατον τάγμα εἰκότως ἂν λεχθείη τὸ τῶν λογικωτέρων, φρονήσει τε καὶ διανοίᾳ καὶ λογισμῷ διαφερόντων. Ἐὰν τοίνυν λέγηται, Λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, οὕτω δεκτέον τὸν λόγον, ὡς σαφέστερον ἔλεγε· Λαλήσατε τοῖς ἐν τῷ λαῷ τοῦ Θεοῦ νοήμοσι καὶ λογικωτέροις. Τούτοις μὲν οὖν λαλεῖν προστάττονται οἱ ἱερεῖς· τὸν δὲ λοιπὸν λαὸν παρακαλεῖν, ὡς δεόμενον παρακλήσεως καὶ παραμυθίας. Ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Προσήκει δὲ λοιπὸν παρακλήσεως καὶ παραμυθίας αὐτὴν τυγχάνειν διὰ τὴν ἐπιλάμψασαν τῷ βίῳ τοῦ καινοῦ πάντων ἀνθρώπων Σωτῆρος ἐπιφάνειαν. Διπλῆν δὲ κόλασιν εἶποις ἂν ἐπεληλυθέναι τῇ καρδίᾳ Ἱερουσαλήμ· ἐπεὶ καὶ κατὰ τὴν ἱστορίαν συναπήλαυον τοῖς κακοῖς τοῦ πλήθους οἱ δηλούμενοι, ὑπ' ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι, καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς, διὰ τὴν τοῦ πλήθους ἀναβολὴν πενθοῦντες καὶ ἀποκλαιόμενοι τὴν πτῶσιν καὶ τὴν ἀπώλειαν τῶν πολλῶν· ἀλλὰ δεύτερον πολιορκηθεῖσα ἡ Ἱερουσαλήμ, ὡς εἰς ἔδαφος κατενεχθῆναι τὸν ἐν αὐτῇ νεὼν, διπλὴν τιμωρίαν τῶν ἐν αὐτῇ τετολμημένων ἀσεβημάτων ὑπέμεινε. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Σαφῶς παρίστησι μὴ ἐν τῇ Ἱερουσαλήμ γεγενῆσθαι τὰ θεσπιζόμενα, ἀλλ᾽ ἐπὶ τῆς ἐρήμου· λέγω δὴ τὸ ὀφθήσεσθαι τὴν δόξαν Κυρίου, καὶ τὸ πάσῃ σαρκὶ γνωσθήσεσθαι τὸ σωτήριον τοῦ Θεοῦ.
Parakaleite, parakaleite ton laon mou, legei ho Theos. Hiereis, lalēsate eis tēn kardian Hierousalēm; parakalesate autēn. Tines de eisin hois ho logos parakalein ton laon prostattei, axion epistēsai; tis de hē kardia Hierousalēm, kai potapēn chrē noein tēn Hierousalēm, hōsper ti zōon kardian echousan. Empsychon gar kai logikēn saphōs paristēsin autēn ho phēsas logos ; ; Lalēsate eis tēn kardian Hierousalēm. Kai ēn men eipein Hierousalēm ton laon einai ton en autę̄ katoikounta, hōs pollakis tēn polin anti tōn oikētorōn onomazomenēn; nyni de ho logos autou tou laou memnētai legōn; Parakaleite ton laon mou;, kai palin idiōs epipherei to, Lalēsate eis tēn kardian Hierousalēm. Tines oun eisin hoi parakalein prostattomenoi, kai tis ho parakaloumenos laos, ti te hē kardia Hierousalēm. hōra dieukrinēsai. Hoi men oun parakalountes eien an hoi to Pneuma to paraklēton hypodedegmenoi, apostoloi dēladē kai mathētai tou Sōtēros hēmōn, kai euangelistai, kai hoi toutois homoioi, pros hous elegen ho Sōtēr;; Egō erōtēsō ton Patera mou, kai allon Paraklēton dōsei hymin, hina eiē meth' hymōn eis ton aiōna, to Pneuma tēs alētheias; kai authis; Hotan de elthē ho Paraklētos, to Pneuma to hagion, ho pempsei ho Patēr mou, ekeinos hymas didaxei panta, kai ta hexēs. Pantes toigaroun hoi to paraklēton Pneuma hypodexamenoi prostattontai parakalein ton laon tou Theou; all' ou ton Israēl, oude ton Iakōb, oude ton Ioudan. "Ōsper de apodedeiktai, ho laos tou Theou, houtōs hē kardia Hierousalēm noēthēsetai, to kreitton tagma tou laou. Hōs gar en sōmati hē kardia to kyriōtaton esti tou pantos, houtō kai en tǭ tēs Ekklēsias sōmati to kyriōtaton tagma eikotōs an lechtheiē to tōn logikōterōn, phronēsei te kai dianoią kai logismǭ diapherontōn. Ean toinyn legētai, Lalēsate eis tēn kardian Hierousalēm, houtō dekteon ton logon, hōs saphesteron elege; Lalēsate tois en tǭ laǭ tou Theou noēmosi kai logikōterois. Toutois men oun lalein prostattontai hoi hiereis; ton de loipon laon parakalein, hōs deomenon paraklēseōs kai paramythias. Hoti eplēsthē hē tapeinōsis autēs; lelytai autēs hē hamartia, hoti edexato ek cheiros Kyriou dipla ta hamartēmata autēs. Prosēkei de loipon paraklēseōs kai paramythias autēn tynchanein dia tēn epilampsasan tǭ biǭ tou kainou pantōn anthrōpōn Sōtēros epiphaneian. Diplēn de kolasin eipois an epelēlythenai tę̄ kardią Hierousalēm; epei kai kata tēn historian synapēlauon tois kakois tou plēthous hoi dēloumenoi, hyp' allophylois ethnesi tapeinoumenoi, kai kata dianoian ekolazon heautous, dia tēn tou plēthous anabolēn penthountes kai apoklaiomenoi tēn ptōsin kai tēn apōleian tōn pollōn; alla deuteron poliorkētheisa hē Hierousalēm, hōs eis edaphos katenechthēnai ton en autę̄ neōn, diplēn timōrian tōn en autę̄ tetolmēmenōn asebēmatōn hypemeine. Phōnē boōntos en tę̄ erēmǭ; Hetoimasate tēn hodon Kyriou, eutheias poieite tas tribous tou Theou hēmōn. Saphōs paristēsi mē en tę̄ Hierousalēm gegenēsthai ta thespizomena, all᾽ epi tēs erēmou; legō dē to ophthēsesthai tēn doxan Kyriou, kai to pasę̄ sarki gnōsthēsesthai to sōtērion tou Theou.
“Comfort, comfort my people, says God. Priests, speak to the heart of Jerusalem; comfort her.” It is worth considering who they are whom the word commands to comfort the people; and what the heart of Jerusalem is, and what sort of Jerusalem one must understand, which has a heart like a living being. For the word that says, “Speak to the heart of Jerusalem,” plainly presents it as ensouled and rational. One might say that Jerusalem is the people dwelling in it, as the city is often named in place of its inhabitants; but here the word mentions the people itself, saying, “Comfort my people,” and again adds separately, “Speak to the heart of Jerusalem.” It is time, then, to determine who those commanded to comfort are, and who the people comforted is, and what the heart of Jerusalem is. Those who comfort would be those who have received the Spirit, the Paraclete—that is, the apostles and disciples of our Savior, and the evangelists, and those like them—to whom the Savior said: “I will ask my Father, and he will give you another Paraclete, to be with you forever, the Spirit of truth”; and again: “But when the Paraclete comes, the Holy Spirit, whom my Father will send, he will teach you all things,” and what follows. All, therefore, who have received the Paraclete Spirit are commanded to comfort the people of God—but not Israel, nor Jacob, nor Judah. And as the people of God has been shown, so the heart of Jerusalem will be understood as the better order of the people. For as in a body the heart is the most sovereign part of the whole, so also in the body of the church the most sovereign order might fittingly be said to be that of the more rational, who excel in prudence and understanding and reasoning. When, then, it is said, “Speak to the heart of Jerusalem,” the saying must be taken as if he said more plainly: Speak to those in the people of God who are intelligent and more rational. To these, then, the priests are commanded to speak; and to comfort the rest of the people, as needing comfort and consolation. “For her humiliation has been fulfilled; her sin has been loosed, for she has received from the hand of the Lord double for her sins.” It is fitting, then, that she now obtain comfort and consolation because of the appearing of the new Savior of all people, which has shone upon life. You might say that a double punishment came upon the heart of Jerusalem: since, according to the history, those indicated shared in the evils of the multitude, humbled under foreign nations, and in their minds they punished themselves, mourning over the rejection of the multitude and weeping for the fall and destruction of the many; but also Jerusalem, besieged a second time so that the temple in it was brought to the ground, endured a double punishment for the impieties dared in it. “A voice of one crying in the desert: Prepare the way of the Lord, make straight the paths of our God.” He plainly shows that what is prophesied would happen not in Jerusalem but in the desert—I mean that the glory of the Lord would be seen and that the salvation of God would be known to all flesh.
40.2PG 24:363–375
Καὶ ταῦτα μὲν ἐπληροῦτο πρὸς ἱστορίαν καὶ λέξιν ἐπὶ τοῦ Βαπτιστοῦ Ἰωάννου κηρύσσοντος τὴν σωτήριον ἐπιφάνειαν Θεοῦ ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἐν ᾗ καὶ τὸ σωτήριον ὤφθη τοῦ Θεοῦ. Αὐτὸς γὰρ ὁ Χριστὸς, ἤ τε δόξα αὐτοῦ τοῖς πᾶσιν ἐγνώσθη, ὅτε βαπτισθέντος αὐτοῦ, ἡνοίχθησαν οἱ οὐρανοὶ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς καταβὰν ἔμεινεν ἐπ᾿ αὐτοῦ, φωνή τε ἠνέχθη πατρικὴ τῷ Υἱῷ μαρτυροῦσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε.» Ὡς γὰρ μέλλοντος ἐπιδημεῖν τῇ ἐρήμῳ καὶ τῇ ἐξ αἰῶνος ἀβάτῳ τοῦ Θεοῦ, ταῦτα ἐλέγετο. Ἦν δὲ τὰ ἔθνη πάντα ἔρημα Θεοῦ γνώσεως, καὶ ἄβατα πᾶσι τοῖς τοῦ Θεοῦ δικαίοις τε καὶ προφήταις ἀνδράσι. Διόπερ ἡ φωνὴ παρακελεύεται ὁδὸν εὐτρεπίζειν τῷ τοῦ Θεοῦ Λόγῳ, καὶ τὴν ἄβατον καὶ τραχεῖαν ὀμαλὴν ποιεῖν, ἵν᾽ ἐπιβῇ ἐπιδημήσας ὁ Θεὸς ἡμῶν. Έτοιμάσατε τὴν ὁδὸν Κυρίου·, τουτέστι τὸ εὐαγγελικὸν κήρυγμα, ἡ καινὴ παράκλησις αὕτη, ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι τὸ σωτήριον τοῦ Θεοῦ ἐπιζητοῦσα. Εἶτα διεγείρει τὰς ἐν βάθει κακίας τεταπεινωμένας ψυχὰς, ἐπιλέγων· Πᾶσα φάραγξ πληρωθήσεται. Καὶ τὰς ὑπερηφάνους τε καὶ ὑπεραιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ τὸ ἐναντίον πείσεσθαι διδάσκει λέγων· Καὶ πᾶν ὄρος καὶ βουνός ταπεινωθήσεται, ἀλλὰ καὶ ἔσται, Πάντα τὰ σκολιά, φησὶν, εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδία. Καὶ τὴν τραχεῖαν δὲ ψυχὴν ὁμαλὴν γίνεσθαι προστάττει, ὡς ἂν δεκτικὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ Θεοῦ. Καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε. Σὰρξ δὲ ἦσαν οἱ αὐτοὶ μὄνον σάρκινοι, καὶ οὐδαμῶς Πνεύματος ἁγίου μέτοχοι πάντες ἄνθρωποι. "Ὅτι Κύριος ἐλάλησεν· · ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος. Φωνὴ λέγοντος, Βόησον. Καὶ εἶπα, Τί βοήσω; Πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα. Αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις καὶ τοῦ τὴν εἰκόνα τοῦ χοϊκοῦ φέροντος ἀνθρώπου, λέγω δὴ τοῦ φιλοσωμάτου καὶ τοῦ κατὰ σάρκα ζῶντος· ὁμοίως γοῦν τῷ χόρτῳ τῆς γῆς, καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραῖζεται, εἶτ' οὐκ εἰς μακρὰν ὑπὸ τῆς ἀστάτου καὶ ῥευστῆς φύσεως ἀπομαραίνεται· ὅπερ διδάσκει ἡ Γραφὴ λέγουσα· · Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών. Ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ. Σφόδρα καὶ ταῦτα τῇ τῶν προλεχθέντων ἔπεται διανοίᾳ, εὐκαίρως καὶ τῶν εὐαγγελιστῶν μνήμην ποιούμενα, καὶ παρουσίαν Θεοῦ ἀνθρώποις εὐαγγελιζόμενα, μετὰ τὰ περὶ τῆς ἐν τῇ ἐρήμῳ βοώσης φωνῆς. Εἶπετο γὰρ τῇ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ προφητείᾳ ὁ περὶ τῶν εὐαγγελιστῶν τοῦ Σωτῆρος λόγος. Τις οὖν ἐστιν αὕτη ἡ Σιών, ἢ πάντως που ἡ διὰ τῶν ἔμπροσθεν Ἱερουσαλήμ ὠνομασμένη; Καὶ αὕτη γὰρ ὄρος ἦν, ὃ δηλοῖ ἡ φάσκουσα Γραφή· «Ὅρος Σιὼν τοῦτο ὁ κατεσκήνωσας ἐν αὐτῷ· καὶ ὁ Ἀπόστολος· Προσεληλύθατε Σιὼν ὄρει.
Kai tauta men eplērouto pros historian kai lexin epi tou Baptistou Iōannou kēryssontos tēn sōtērion epiphaneian Theou en tę̄ erēmǭ tou Iordanou, en hę̄ kai to sōtērion ōphthē tou Theou. Autos gar ho Christos, ē te doxa autou tois pasin egnōsthē, hote baptisthentos autou, hēnoichthēsan hoi ouranoi, kai to Pneuma to hagion en eidei peristeras kataban emeinen ep᾿ autou, phōnē te ēnechthē patrikē tǭ Huiǭ martyrousa; Houtos estin ho Huios mou ho agapētos, autou akouete.» Hōs gar mellontos epidēmein tę̄ erēmǭ kai tę̄ ex aiōnos abatǭ tou Theou, tauta elegeto. Ēn de ta ethnē panta erēma Theou gnōseōs, kai abata pasi tois tou Theou dikaiois te kai prophētais andrasi. Dioper hē phōnē parakeleuetai hodon eutrepizein tǭ tou Theou Logǭ, kai tēn abaton kai tracheian omalēn poiein, hin᾽ epibę̄ epidēmēsas ho Theos hēmōn. Etoimasate tēn hodon Kyriou;, toutesti to euangelikon kērygma, hē kainē paraklēsis hautē, hē pasin anthrōpois gnōsthēsesthai to sōtērion tou Theou epizētousa. Eita diegeirei tas en bathei kakias tetapeinōmenas psychas, epilegōn; Pasa pharanx plērōthēsetai. Kai tas hyperēphanous te kai hyperairomenas kata tēs gnōseōs tou Theou to enantion peisesthai didaskei legōn; Kai pan oros kai bounos tapeinōthēsetai, alla kai estai, Panta ta skolia, phēsin, eis eutheian, kai hē tracheia eis pedia. Kai tēn tracheian de psychēn homalēn ginesthai prostattei, hōs an dektikē genoito tēs epibaseōs tou Theou. Kai ophthēsetai hē doxa Kyriou, kai opsetai pasa sarx to sōtērion tou Theou, hoti Kyrios elalēse. Sarx de ēsan hoi autoi monon sarkinoi, kai oudamōs Pneumatos hagiou metochoi pantes anthrōpoi. "Hoti Kyrios elalēsen; ; apseudēs gar ho epangeilamenos. Phōnē legontos, Boēson. Kai eipa, Ti boēsō? Pasa sarx chortos, kai pasa doxa anthrōpou hōs anthos chortou. Exēranthē ho chortos, kai to anthos exepese; to de rhēma tou Theou hēmōn menei eis ton aiōna. Hautē goun esti pasēs sarkos physis kai tou tēn eikona tou choïkou pherontos anthrōpou, legō dē tou philosōmatou kai tou kata sarka zōntos; homoiōs goun tǭ chortǭ tēs gēs, kai tois hōraiois anthesi pros brachy thallei kai hōraizetai, eit' ouk eis makran hypo tēs astatou kai rheustēs physeōs apomarainetai; hoper didaskei hē Graphē legousa; ; Exēranthē ho chortos, kai to anthos exepesen. Ep' oros hypsēlon anabēthi ho euangelizomenos Siōn. Hypsōson tę̄ ischyï tēn phōnēn sou, ho euangelizomenos Hierousalēm. Sphodra kai tauta tę̄ tōn prolechthentōn epetai dianoią, eukairōs kai tōn euangelistōn mnēmēn poioumena, kai parousian Theou anthrōpois euangelizomena, meta ta peri tēs en tę̄ erēmǭ boōsēs phōnēs. Eipeto gar tę̄ peri Iōannou tou Baptistou prophēteią ho peri tōn euangelistōn tou Sōtēros logos. Tis oun estin hautē hē Siōn, ē pantōs pou hē dia tōn emprosthen Hierousalēm ōnomasmenē? Kai hautē gar oros ēn, ho dēloi hē phaskousa Graphē; «Horos Siōn touto ho kateskēnōsas en autǭ; kai ho Apostolos; Proselēlythate Siōn orei.
And these things were fulfilled historically and to the letter when John the Baptist preached the saving appearing of God in the desert of the Jordan, where the salvation of God was also seen. For Christ himself and his glory became known to all when, at his baptism, the heavens were opened, and the Holy Spirit came down in the form of a dove and remained upon him, and a fatherly voice was borne, bearing witness to the Son: “This is my beloved Son; listen to him.” For these things were said of God as about to come to sojourn in the desert, impassable from all eternity. And all the nations were a desert, empty of the knowledge of God, and impassable to all the just men and prophets of God. Therefore the voice commands to make ready a way for the Word of God, and to make the impassable and rough way smooth, so that our God, coming to sojourn, may tread on it. “Prepare the way of the Lord”: that is, the gospel preaching, this new comfort, which seeks that the salvation of God be made known to all people. Then he rouses the souls humbled in the depth of wickedness, adding: “Every valley shall be filled.” And he teaches that the proud, who lift themselves up against the knowledge of God, will suffer the opposite, saying: “And every mountain and hill shall be made low”; and moreover, “All the crooked things,” he says, “shall become straight, and the rough into plains.” And he commands the rough soul to become smooth, so that it may become able to receive God’s treading. “And the glory of the Lord shall be seen, and all flesh shall see the salvation of God, for the Lord has spoken.” “Flesh” were all people, being merely fleshly and in no way partakers of the Holy Spirit. “For the Lord has spoken”: for he who promised does not lie. “A voice of one saying, Cry. And I said, What shall I cry? All flesh is grass, and all the glory of man like the flower of grass. The grass has withered, and the flower has fallen; but the word of our God abides forever.” Such, then, is the nature of all flesh and of the man who bears the image of the earthy—I mean the lover of the body and the one who lives according to the flesh; like the grass of the earth and its lovely flowers, it flourishes and blooms for a short time, then before long withers away because of its unstable and flowing nature; which the Scripture teaches, saying: “The grass has withered, and the flower has fallen.” “Go up onto a high mountain, you who bring good tidings to Zion. Lift up your voice with strength, you who bring good tidings to Jerusalem.” These words too follow closely the sense of what was said before, fittingly making mention of the evangelists as well and announcing God’s coming to men, after the passage about the voice crying in the desert. For the word about the evangelists of the Savior followed the prophecy about John the Baptist. Who, then, is this Zion, but surely the one named Jerusalem in what went before? For this too was a mountain, as the Scripture shows which says: “This Mount Zion, in which you have dwelt”; and the Apostle: “You have come to Mount Zion.”
40.3PG 24:363–375
Καὶ μήποτε νῦν ὁ χορὸς ὁ ἀποστολικὸς, ὁ ἐκ τοῦ προτέρου λαοῦ, ὁ ἐκ περιτομῆς ἐξειλεγμένος, τοῦτον σημαίνεται τὸν τρόπον; Αὕτη γάρ ἐστι Σιὼν καὶ Ἱερουσαλήμ, ἡ τὸ σωτήριον τοῦ Θεοῦ παραδεδεγμένη, ἐπηρτημένη τις οὖσα καὶ αὕτη τῷ ὄρει τοῦ Θεοῦ τῷ μονογενεῖ αὐτοῦ Λόγῳ· ᾗ προστάττει εὐαγγελίζεσθαι ἀνελθούσῃ ἐπ᾿ ὄρος ὑψηλὸν, αὐτὸν τὸν σωτήριον λόγον. Τις δὲ ὁ εὐαγγελιζόμενος, ἢ ὁ εὐαγγελικὸς χορός; Τί δὲ εὐαγγελίζεσθαι; κηρύττειν πᾶσιν ἀνθρώποις τοῦ Χριστοῦ τὴν ἐπὶ γῆς παρουσίαν, καὶ πρὸ πάντων ταῖς πόλεσιν Ἰούδα. Ὑψώσατε, μὴ φοβεῖσθε. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ Θεὸς ἡμῶν· λέγω δὴ ταῖς Ἰουδαϊκαῖς συναγωγαῖς, ὡς ἄρα εἴη ἐληλυθὼς ὁ πάλαι ἥξειν καὶ ἐπιδημήσειν ἀνθρώποις διὰ τῶν προφητῶν κηρυττόμενος Θεὸς, καὶ αὐτὸς Κύριος, ὁ ἐκ μακροῦ προσδοκώμενος αὐτοῖς. Ἰδοὺ Κύριος, Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας · · ὡς εἰ σαφέστερον ἔλεγεν, μετὰ δεσποτικῆς κυρίας καὶ αὐθεντίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ταῦτα μὲν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καθ᾽ ἣν ἤξει ἐν δόξῃ ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦτο μὲν οὖν ὡς δεσπότης καὶ Κύριος ποιήσει μετὰ ἰσχύος καὶ μετὰ τοῦ καλουμένου βραχίονος αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ. Κατὰ τὴν πρώτην αὐτοῦ πάροδον ἐπληροῦτο, ἐν ᾗ, κενώσας ἑαυτὸν, καὶ μορφὴν δούλου λαβὼν, ἐποίμαινε τὸ ποίμνιον αὐτοῦ· ἢ κατὰ τὸν Σύμμαχον, τὴν ἀγέλην αὐτοῦ ἔβοσκεν. Οὐ γὰρ ὡς Κύριος μετὰ ἰσχύος, οὐδ᾽ ὡς βραχίων μετὰ τῆς οἰκείας κυρίας καὶ δεσποτείας· ἀλλ' ὡς ποιμὴν, φησὶ, ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ. Ὁ δὴ καὶ ἐμαρτύρει λέγων αὐτὸς ἐν Εὐαγγελίοις· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. ῎Αρνας δὲ τοὺς ἀρτιγενεῖς καὶ ἐν Χριστῷ ἀναγεννωμένους δηλοῖ Καὶ ἄλλως δὲ τῶν ἀποστόλων αὐτοῦ αἱ ψυχαὶ κύουσαι καὶ ὠδίνουσαι τοὺς δι' αὐτῶν ἐν Χριστῷ ἀναγεννωμένους, παράκλητον αὐτὸν εἶχον· ὅπερ νοήσεις ἐξ ἑνὸς τοῦ λέγοντος· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὁρᾶς πῶς ὁ Παῦλος ὑπὲρ τῶν μαθητευομένων αὐτῷ εἶχεν ὠδῖνας· οὕτως οὖν καὶ οἱ λοιποὶ ἀπόστολοι. Ωσπερ γὰρ ἐν γαστρὶ κύουσι μητέρες, τοὺς δι᾿ αὐτῶν ἐν Χριστῷ γεννωμένους ὤδινον, ὑπεραγωνιῶντες μήπου τις ἔκτρωμα γένηται ἀπολισθήσας καὶ ἐξαμβλωθεὶς τῆς ἐν Χριστῷ μορφώσεώς τε καὶ τελειώσεως. Διόπερ αὐτὸς ὁ προλεχθεὶς ποιμὴν παρακαλέσειν αὐτοὺς εἴρηται. Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανον σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τῶν γάρ τυφῶν τοῦ αἰῶνος τούτου τὸ πᾶν ἀναθέντων αὐτοματισμῷ καί τινι συντυχίᾳ φυσικῇ εἰμαρμένης, ἀνάγκῃ ὁ παρὼν λόγος μηδὲν ὡς ἔτυχε τῶν ὄντων εἶναι, πάντα δὲ μέτρῳ καὶ ἀριθμῷ ὑπὸ τοῦ θεολογουμένου Κυρίου συνεστάναι παρίστησι. Τροπικῶς δὲ τοῖς παρ᾿ ἡμῶν συνήθεσι μέτροις κέχρηται, ὡς ἂν ἐκ τῶν ἡμῖν γνωρίμων καὶ συνήθων ὀνομάτων εἰς ἔννοιαν ἀφικοίμεθα τῆς τῶν δηλουμένων διδασκαλίας.
Kai mēpote nyn ho choros ho apostolikos, ho ek tou proterou laou, ho ek peritomēs exeilegmenos, touton sēmainetai ton tropon? Hautē gar esti Siōn kai Hierousalēm, hē to sōtērion tou Theou paradedegmenē, epērtēmenē tis ousa kai hautē tǭ orei tou Theou tǭ monogenei autou Logǭ; hę̄ prostattei euangelizesthai anelthousę̄ ep᾿ oros hypsēlon, auton ton sōtērion logon. Tis de ho euangelizomenos, ē ho euangelikos choros? Ti de euangelizesthai? kēryttein pasin anthrōpois tou Christou tēn epi gēs parousian, kai pro pantōn tais polesin Iouda. Hypsōsate, mē phobeisthe. Eipon tais polesin Iouda; Idou ho Theos hēmōn; legō dē tais Ioudaïkais synagōgais, hōs ara eiē elēlythōs ho palai hēxein kai epidēmēsein anthrōpois dia tōn prophētōn kēryttomenos Theos, kai autos Kyrios, ho ek makrou prosdokōmenos autois. Idou Kyrios, Kyrios meta ischyos erchetai, kai ho brachiōn meta kyrias ; ; hōs ei saphesteron elegen, meta despotikēs kyrias kai authentias. Idou ho misthos autou met᾿ autou, kai to ergon enantion autou. Tauta men peri tēs deuteras tou Christou parousias, kath᾽ hēn ēxei en doxę̄ apodōsōn hekastǭ kata ta erga autou. Touto men oun hōs despotēs kai Kyrios poiēsei meta ischyos kai meta tou kaloumenou brachionos autou. Hōs poimēn poimanei to poimnion autou. Kata tēn prōtēn autou parodon eplērouto, en hę̄, kenōsas heauton, kai morphēn doulou labōn, epoimaine to poimnion autou; ē kata ton Symmachon, tēn agelēn autou ebosken. Ou gar hōs Kyrios meta ischyos, oud᾽ hōs brachiōn meta tēs oikeias kyrias kai despoteias; all' hōs poimēn, phēsi, poimanei to poimnion autou. Ho dē kai emartyrei legōn autos en Euangeliois; Egō eimi ho poimēn ho kalos, kai ginōskō ta ema, kai ginōskousi me ta ema; kai tēn psychēn mou tithēmi hyper tōn probatōn. Kai tǭ brachioni autou synaxei arnas, kai en gastri echousas parakalesei. ᾿Arnas de tous artigeneis kai en Christǭ anagennōmenous dēloi Kai allōs de tōn apostolōn autou hai psychai kyousai kai ōdinousai tous di' autōn en Christǭ anagennōmenous, paraklēton auton eichon; hoper noēseis ex henos tou legontos; Teknia mou, hous palin ōdinō, achris hou morphōthę̄ Christos en hymin. Horas pōs ho Paulos hyper tōn mathēteuomenōn autǭ eichen ōdinas; houtōs oun kai hoi loipoi apostoloi. Ōsper gar en gastri kyousi mēteres, tous di᾿ autōn en Christǭ gennōmenous ōdinon, hyperagōniōntes mēpou tis ektrōma genētai apolisthēsas kai examblōtheis tēs en Christǭ morphōseōs te kai teleiōseōs. Dioper autos ho prolechtheis poimēn parakalesein autous eirētai. Tis emetrēse tę̄ cheiri to hydōr, kai ton ouranon spithamę̄, kai pasan tēn gēn draki? Tis estēse ta orē stathmǭ, kai tas napas zygǭ? Tōn gar typhōn tou aiōnos toutou to pan anathentōn automatismǭ kai tini syntychią physikę̄ eimarmenēs, anankę̄ ho parōn logos mēden hōs etyche tōn ontōn einai, panta de metrǭ kai arithmǭ hypo tou theologoumenou Kyriou synestanai paristēsi. Tropikōs de tois par᾿ hēmōn synēthesi metrois kechrētai, hōs an ek tōn hēmin gnōrimōn kai synēthōn onomatōn eis ennoian aphikoimetha tēs tōn dēloumenōn didaskalias.
Or is it perhaps the apostolic company, chosen out of the former people, those of the circumcision, that is now signified in this way? For this is Zion and Jerusalem, which received the salvation of God, being itself, as it were, hung upon the mountain of God, his only-begotten Word; and he commands her, having gone up onto a high mountain, to proclaim as good news the saving Word himself. Who is the one who brings good tidings, but the evangelical company? And what is it to bring good tidings? To proclaim to all people the coming of Christ upon earth, and before all to the cities of Judah. “Lift it up, do not fear. Say to the cities of Judah: Behold our God”: I mean to the Jewish synagogues, that he has come who of old was proclaimed through the prophets as about to come and sojourn among men, God and himself Lord, long awaited by them. “Behold the Lord, the Lord comes with strength, and the arm with lordship”: as if he were saying more plainly, with masterly lordship and authority. “Behold, his reward is with him, and the work before him.” These things concern the second coming of Christ, at which he will come in glory to render to each according to his works. This, then, he will do as Master and Lord, with strength and with what is called his arm. “Like a shepherd he will shepherd his flock.” This was fulfilled at his first coming, in which, having emptied himself and taken the form of a servant, he shepherded his flock; or, according to Symmachus, he fed his herd. For not as Lord with strength, nor as the arm with its own lordship and mastery, but as a shepherd, he says, he will shepherd his flock. This he himself also testified in the Gospels, saying: “I am the good shepherd, and I know my own, and my own know me; and I lay down my life for the sheep.” “And with his arm he will gather the lambs, and comfort those that are with young.” By lambs he indicates the newborn, those born again in Christ. And in another way, the souls of his apostles, pregnant and in labor with those born again in Christ through them, had him as their comforter; which you will understand from one who says: “My little children, with whom I am again in labor until Christ is formed in you.” You see how Paul had labor pains for those who were his disciples; and so too did the other apostles. For like mothers carrying in the womb, they were in labor with those being born in Christ through them, in great anxiety lest anyone become a miscarriage, slipping and being cast out before being formed and perfected in Christ. Therefore the shepherd mentioned before is said to comfort them. “Who has measured the water with his hand, and heaven with a span, and all the earth with a handful? Who has set the mountains in a balance and the valleys on a scale?” For since the … of this age have ascribed the whole to chance and to some natural coincidence of fate, the present word necessarily shows that none of the things that exist is by chance, but that all things have been established by measure and number by the Lord whom we confess as God. It uses figuratively the measures customary among us, so that from names known and familiar to us we may come to understand the teaching about the things indicated.
40.4PG 24:363–375
Εἶτ' ἐπειδήπερ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, εἰκότως τὰ ἡμῖν ὑπερμεγέθη τῇ τοῦ κρείττονος παραθέσει σμικρύνει, ἡμᾶς εἰς ἔννοιαν προσκαλούμενος τοῦ τὰ σύμπαντα συστησαμένου, Τίς ἔγνω νοῦν Κυρίου; καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν; ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Ἐπειδὴ γὰρ ἡρώτησε, τίς ὁ ταῦτα ὑποστησάμενος, καὶ τὶς ὁ μέτρῳ καὶ σταθμῷ ταῦτα διαταξάμενος, ἀκολούθως ἀποδίδωσιν, ὡς οὐδεὶς ἢ εἷς μόνος ὁ τοῖς πᾶσιν ἀκατάληπτος νοῦς, διὸ ἐπιλέγει· «Τίς ἔγνω νοῦν Κυρίου;» τὸν τῶν εἰρημένων ἁπάντων ποιητικὸν, ὃς οὔτε συμβούλου δεηθεὶς, οὔτε παρά τινος γνώμην λαβὼν, τῇ αὐτοῦ σοφίᾳ τὰ μηδαμῆ μηδαμῶς ὑφεστῶτα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, ὡς σίελος λογισθήσονται. Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὀλοκάρπωσιν. Ποῖα δὲ ταῦτα ἢ τὰ τὸν Θεὸν μὴ εἰδότα, προστετηκότα δὲ τῇ πλάνῃ τῆς εἰδωλολατρείας; "Α δὴ καὶ ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ, καὶ ὡς σίελος λογισθήσεσθαι ἐλέγετο, Καὶ πάντα τὰ ἔθνη ὡς οὐδὲν εἰσι, καὶ εἰς οὐθὲν ἐλογίσθησαν. Τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; καὶ ἀκολούθως ἐπήγαγε μετὰ τὸ παραθέσθαι τὴν περὶ Θεοῦ θεολογίαν, κηρύξαι τε τοῖς ἔθνεσιν ὅσος ἦν ὁ μετρήσας τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν πᾶσαν δρακὶ, τὰ τε ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ συστησάμενος. Τούτοις γοῦν ἀναγκαίως παραβάλλει τὴν κατέχουσαν πλάνην τῶν ἐθνῶν, ἀποστρέφων αὐτῆς, ἀνακαλούμενος δὲ εἰς ἐπίγνωσιν τοῦ θεολογουμένου. Μὴ εἰκόνα ἐποίησε τέκτων; ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; ὁμοίωμα κατεσκεύασεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητήσει πῶς στήσει εἰκόνα αὐτοῦ, καὶ ἵνα μὴ σαλεύηται. Οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; Οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς. Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες· ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν· ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησε.» Εἰ καὶ μὴ ἐκ πατέρων ἐδιδάχθητε, ἀλλὰ νῦν γοῦν σωφρονισθέντες, ὠφελήθητε, καὶ μάθετε τίς ποτέ ἐστιν ὁ κατέχων τὰ θεμέλια τῆς γῆς. Εἰ γὰρ μὴ ἠδύνασθε, φησὶν, εἰς τὸν οὐρανὸν τὴν διάνοιαν ἐπαίρειν, ἀλλ᾽ ἐπιστήσατε, φησὶν, ἐν τῇ γῇ ἐμποιεῖσθαι τὰς διατριβάς. Ἐπὶ τίνος τε ἥδρασται ζητήσατε, καὶ τίς ἐστιν οὗτος, ὁ τὸ τοσοῦτον στοιχεῖον ἀκλινές τε καὶ ἀσάλευτον διακρατῶν. Τίς δὲ, φησὶν, ἐστὶν ὁ καὶ τὰ τοσαῦτα σπείρας ἐπὶ τῆς γῆς ἔθνη, ὡς παραβάλλεσθαι αὐτὰ σμικρότητος ἕνεκα τῶν σωμάτων ἀκρίσιν; Εἶτα, πάλιν ἀναβὰς ἀπὸ τῆς γῆς τῷ λόγῳ, τὴν ἁψίδα τὴν οὐράνιον, τὸ τε ὑπὲρ γῆν ἡμισφαίριον, καμάρας δίκην ἐπῃωρημένον, τοῖς πᾶσιν ἀποθαυμάζειν, καὶ τὸν συστησάμενον τὸν οὐρανὸν ἐννοῆσαι ὀπόσης ἐστὶ δυνάμεως, παρορμᾷ, λογίσασθαί τε, ὡς οὐκ ἀργῶς αὐτὸν ὑπεστήσατο σκηνῆς δίκην, ἄνωθεν μὲν ἐφηπλωμένον κατὰ τῶν εἴσω οὐρανοῦ πάντων, τοῖς δὲ ἐπέκεινα οὐρανοῦ ὑπεστρῶσθαι ἐκδιαίτημα, ὥσπερ δὲ τῆς σκηνῆς προυνόησεν, οὕτω καὶ τῶν εἴσω τῆς σκηνῆς οἰκούντων.
Eit' epeidēper ek megethous kai kallonēs ktismatōn analogōs ho genesiourgos theōreitai, eikotōs ta hēmin hypermegethē tę̄ tou kreittonos parathesei smikrynei, hēmas eis ennoian proskaloumenos tou ta sympanta systēsamenou, Tis egnō noun Kyriou? kai tis autou symboulos egeneto, hos symbibą auton? ē pros tina synebouleusato, kai synebibasen auton? ē tis edeixen autǭ krisin? ē hodon syneseōs tis edeixen autǭ? Epeidē gar hērōtēse, tis ho tauta hypostēsamenos, kai tis ho metrǭ kai stathmǭ tauta diataxamenos, akolouthōs apodidōsin, hōs oudeis ē heis monos ho tois pasin akatalēptos nous, dio epilegei; «Tis egnō noun Kyriou?» ton tōn eirēmenōn hapantōn poiētikon, hos oute symboulou deētheis, oute para tinos gnōmēn labōn, tę̄ autou sophią ta mēdamē mēdamōs hyphestōta ek tou mē ontos eis to einai parēgagen. Ei panta ta ethnē hōs stagōn apo kadou, kai hōs rhopē zygou elogisthēsan, hōs sielos logisthēsontai. Ho de Libanos ouch hikanos eis kausin, kai panta ta tetrapoda ouch hikana eis olokarpōsin. Poia de tauta ē ta ton Theon mē eidota, prostetēkota de tę̄ planę̄ tēs eidōlolatreias? "A dē kai hōs stagōn apo kadou, kai hōs rhopē zygou, kai hōs sielos logisthēsesthai elegeto, Kai panta ta ethnē hōs ouden eisi, kai eis outhen elogisthēsan. Tini hōmoiōsate Kyrion, kai tini homoiōmati hōmoiōsate auton? kai akolouthōs epēgage meta to parathesthai tēn peri Theou theologian, kēryxai te tois ethnesin hosos ēn ho metrēsas tę̄ cheiri to hydōr, kai ton ouranon spithamę̄, kai tēn gēn pasan draki, ta te orē stathmǭ kai tas napas zygǭ systēsamenos. Toutois goun anankaiōs paraballei tēn katechousan planēn tōn ethnōn, apostrephōn autēs, anakaloumenos de eis epignōsin tou theologoumenou. Mē eikona epoiēse tektōn? ē chrysochoos chōneusas chrysion periechrysōsen auton? homoiōma kateskeuasen auton? Xylon gar asēpton eklegetai tektōn, kai sophōs zētēsei pōs stēsei eikona autou, kai hina mē saleuētai. Ou gnōsesthe? ouk akousesthe? Ouk anēngelē ex archēs hymin? ouk egnōte ta themelia tēs gēs. Ho katechōn ton gyron tēs gēs, kai hoi enoikountes en autę̄ hōs akrides; ho stēsas hōs kamaran ton ouranon, kai diateinas hōs skēnēn katoikein; ho didous archontas hōs ouden archein, tēn de gēn hōs ouden epoiēse.» Ei kai mē ek paterōn edidachthēte, alla nyn goun sōphronisthentes, ōphelēthēte, kai mathete tis pote estin ho katechōn ta themelia tēs gēs. Ei gar mē ēdynasthe, phēsin, eis ton ouranon tēn dianoian epairein, all᾽ epistēsate, phēsin, en tę̄ gę̄ empoieisthai tas diatribas. Epi tinos te hēdrastai zētēsate, kai tis estin houtos, ho to tosouton stoicheion aklines te kai asaleuton diakratōn. Tis de, phēsin, estin ho kai ta tosauta speiras epi tēs gēs ethnē, hōs paraballesthai auta smikrotētos heneka tōn sōmatōn akrisin? Eita, palin anabas apo tēs gēs tǭ logǭ, tēn hapsida tēn ouranion, to te hyper gēn hēmisphairion, kamaras dikēn epę̄ōrēmenon, tois pasin apothaumazein, kai ton systēsamenon ton ouranon ennoēsai oposēs esti dynameōs, parormą, logisasthai te, hōs ouk argōs auton hypestēsato skēnēs dikēn, anōthen men ephēplōmenon kata tōn eisō ouranou pantōn, tois de epekeina ouranou hypestrōsthai ekdiaitēma, hōsper de tēs skēnēs prounoēsen, houtō kai tōn eisō tēs skēnēs oikountōn.
Then, since “from the greatness and beauty of created things their Creator is correspondingly perceived,” he fittingly makes small, by comparison with what is greater, the things that are very great to us, calling us to the thought of him who established the universe. “Who has known the mind of the Lord? And who has been his counselor, who instructs him? Or with whom did he take counsel, and he instructed him? Or who showed him judgment? Or who showed him the way of understanding?” For since he asked who it was who brought these things into being, and who ordered them with measure and balance, he consequently answers: no one, unless it be the one Mind alone, incomprehensible to all; therefore he adds, “Who has known the mind of the Lord?”—the maker of all that has been mentioned, who, needing no counselor and taking no advice from anyone, by his own wisdom brought what in no way existed at all out of non-being into being. “If all the nations are counted as a drop from a bucket and as the turn of a scale, they will be counted as spittle. And Lebanon is not sufficient for burning, and all the four-footed beasts are not sufficient for a whole burnt offering.” What are these but those that do not know God, but have melted into the error of idolatry? These were said to be counted as a drop from a bucket and as the turn of a scale and as spittle. “And all the nations are as nothing, and they were counted as nothing. To whom have you likened the Lord, and with what likeness have you likened him?” And he consequently added this after setting out the teaching about God and proclaiming to the nations how great is he who measured the water with his hand, and heaven with a span, and all the earth with a handful, and established the mountains in a balance and the valleys on a scale. With these he necessarily compares the error that held the nations, turning them from it and calling them to the knowledge of the God who is proclaimed. “Did a craftsman make an image? Or did a goldsmith, melting gold, gild it? Did he fashion a likeness of him? For the craftsman chooses wood that does not rot, and will wisely seek how he will set up his image so that it does not totter. Will you not know? Will you not hear? Was it not announced to you from the beginning? Did you not know the foundations of the earth? He who holds the circle of the earth, and those who dwell in it are like locusts; who set up heaven like a vault, and stretched it out like a tent to dwell in; who gives rulers to rule as nothing, and made the earth as nothing.” Even if you were not taught by your fathers, yet now at least, brought to your senses, be helped, and learn who it is who holds the foundations of the earth. For if you were not able, he says, to lift your mind to heaven, then at least, he says, turn your attention to spending your thought on the earth. Seek on what it is founded, and who this is who holds so great an element unbending and unshaken. And who is it, he says, who also sowed so many nations on the earth, so that they are compared to locusts for the smallness of their bodies? Then, ascending again from the earth in his discourse, he urges all to marvel at the heavenly vault, and the hemisphere above the earth hung like a vault, and to think how great is the power of him who established heaven, and to reckon that he did not set it up idly like a tent, spread out above over all within heaven, and laid beneath as a dwelling for those beyond heaven; and as he provided for the tent, so also for those who dwell within the tent.
40.5PG 24:363–375
Διόπερ κατὰ χρόνους καὶ καιροὺς τοῖς ἐν τῇ γῇ βιοῦσιν ἀνθρώποις ἄρχοντας ἐφίστησι, προνοησάμενος ἀρχόντων τοῖς ἀρχομένοις καταλλήλων. Διὸ ἐπιλέγει· Διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν. Οὐδὲν δὲ ὀνομάζει τὸν θνητὸν βίον, ἢ καὶ τὴν γῆν αὐτὴν· ὥσπερ οὖν διδάσκει φάσκων ἐξῆς· Τὴν δὲ γῆν εἰς οὐδὲν ἐποίησε. Ταῦτα πάντα περὶ τῶν κατὰ καιροὺς ἀρξάντων καὶ τυραννησάντων ἐπὶ τῆς γῆς εἴρηται, ὡς εἰς τοιοῦτο περιστησαμένων τέλος. Οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπ᾿ αὐτοὺς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς. Νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. Αναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε, τίς κατέδειξε ταῦτα πάντα; ῾Ὁ ἐκφέρων κατ' ἀριθμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ᾿ ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος αὐτοῦ· οὐδὲν σε ἕλαθε. Διὸ πρὸς αὐτοὺς ἀποτείνεται λέγων· Διὰ τί παρὰ σεαυτῷ ταῦτα λογίζῃ, καὶ λέγειν τολμᾷς, ὡς τὸν Θεὸν ἡ σὴ ὁδὸς ἔλαθε, καὶ οὐχ ὑπόκεισαι κρίσει, διὰ τὸ ἀγνοεῖν αὐτὸν τὰ ὑπὸ σοῦ δρώμενα; Μὴ γὰρ εἴπῃς, Ἰακώβ, καὶ τί ἐλάλησας, Ἰσραήλ; Απεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε, καὶ ἀπέστη. Καὶ νῦν οὐκ ἔγνως; εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος, ὁ Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ· διδοὺς τοῖς πεινῶσιν ἰσχὺν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Ακατάληπτος δὲ και ἀνέφικτος ἡ παρ' αὐτῷ τυγχάνει σοφία, δι' ἧς τὰ σύμπαντα διοικεῖ· οὕτω δ' οὖν αὐτῷ μέλει καὶ τῶν καθ᾿ ἕκαστον καὶ κατὰ μέρος, ὡς, διὰ τὸ ἐφορᾶν αὐτὸν καὶ λόγῳ θείῳ διακρίνειν τὰ κατ' ἀνθρώπους πράγματα, ἰδιάζειν ἑκάστῳ μεμερισμένον τὸν βίον· ὡς τοῖς μὲν δι' ἔνδειαν τροφῆς πεινῶσιν ἰσχὺν παρεῖναι πολλάκις καὶ ῥώμην σώματος φυσικὴν, τοῖς δὲ μὴ πεινῶσι, πλούτῳ δὲ περιῤῥεομένοις, φροντίδας ὑπάρχειν καὶ λύπας, τὰς τὴν τρυφὴν αὐτῶν κολαζούσας. Κατὰ τὸν αὐτὸν δὲ λόγον, νέους μὲν καὶ νεανίσκους, οὓς εἰς τὸ ἀνδρίζεσθαι προσήκει, ἀσθενεῖς ἀπεργάζεται, πάθεσι καὶ νοσήμασι περιβάλλων. Μυρίους δὲ νεότητι σφριγῶντας θᾶττον ἀποβῆναι παρεσκεύασε τοῦ βίου. ᾿Ανάπαλιν δὲ τούτοις οἱ ἐν διωγμῶν καιροῖς τὸν Θεὸν ὑπομένοντες, ἀσθενεῖς ὄντες καὶ οἰκτροὶ κατὰ τὴν παροῦσαν ζωὴν, μεταβολῆς θείας ἠξιώθησαν, ὡς μὴ μόνον ἀνέσεως καὶ ἐλευθερίας τυχεῖν, ἀλλὰ καὶ δίκην ἀετῶν πτεροφυῆσαι · ὥστε ἀναβῆναι καὶ ὑψωθῆναι καὶ μετεωροπορῆσαι, καὶ τέλος τὴν εἰς οὐρανοὺς πορείαν στείλασθαι. Τοιαύτη γὰρ ἡ ἀετῶν φύσις. Οἱ δὲ ὑπομένοντες τὸν Θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί· δραμοῦνται, καὶ οὐ κοπιάσουσι· βαδιοῦνται, καὶ οὐ πεινάσουσιν. Μετά οὖν τὰς ὑπερβαλλούσας θλίψεις, ἐπισκοπῆς Θεοῦ καταξιωθέντες, ἐν εἰρήνῃ διετέλεσαν τὸν βίον, ἀετῶν δίκην πτεροφυήσαντες, καὶ εἰς ὕψος ἀρθέντες. Εἰ δὲ καὶ μαρτυρίῳ τελειωθῆναι συμβέβηκε τοὺς ὑπὲρ εὐσεβείας ἡγωνισμένους καὶ νενικηκότας, πολὺ μᾶλλον τούτοις ἁρμόσειεν ἡ εἰρημένη ἐπαγγελία.
Dioper kata chronous kai kairous tois en tę̄ gę̄ biousin anthrōpois archontas ephistēsi, pronoēsamenos archontōn tois archomenois katallēlōn. Dio epilegei; Didous archontas eis ouden archein. Ouden de onomazei ton thnēton bion, ē kai tēn gēn autēn; hōsper oun didaskei phaskōn exēs; Tēn de gēn eis ouden epoiēse. Tauta panta peri tōn kata kairous arxantōn kai tyrannēsantōn epi tēs gēs eirētai, hōs eis toiouto peristēsamenōn telos. Ou gar mē phyteusōsin, oude mē speirōsin, oude mē rhizōthę̄ eis tēn gēn hē rhiza autōn. Epneusen ep᾿ autous, kai exēranthēsan, kai kataigis hōs phrygana lēpsetai autous. Nyn oun tini me hōmoiōsate, kai hypsōthēsomai? eipen ho hagios. Anablepsate eis hypsos tous ophthalmous hymōn, kai idete, tis katedeixe tauta panta? ῾Ho ekpherōn kat' arithmon ton kosmon autou pantas ep᾿ onomati kalesei apo pollēs doxēs, kai en kratei ischyos autou; ouden se helathe. Dio pros autous apoteinetai legōn; Dia ti para seautǭ tauta logizę̄, kai legein tolmąs, hōs ton Theon hē sē hodos elathe, kai ouch hypokeisai krisei, dia to agnoein auton ta hypo sou drōmena? Mē gar eipę̄s, Iakōb, kai ti elalēsas, Israēl? Apekrybē hē hodos mou apo tou Theou, kai ho Theos mou tēn krisin apheile, kai apestē. Kai nyn ouk egnōs? ei mē ēkousas? Theos aiōnios, ho Theos ho kataskeuasas ta akra tēs gēs, ou peinasei, oude kopiasei, oude estin exeuresis tēs phronēseōs autou; didous tois peinōsin ischyn, kai tois mē odynōmenois lypēn. Peinasousi gar neōteroi, kai kopiasousi neaniskoi, kai eklektoi anischyes esontai. Akatalēptos de kai anephiktos hē par' autǭ tynchanei sophia, di' hēs ta sympanta dioikei; houtō d' oun autǭ melei kai tōn kath᾿ hekaston kai kata meros, hōs, dia to ephoran auton kai logǭ theiǭ diakrinein ta kat' anthrōpous pragmata, idiazein hekastǭ memerismenon ton bion; hōs tois men di' endeian trophēs peinōsin ischyn pareinai pollakis kai rhōmēn sōmatos physikēn, tois de mē peinōsi, ploutǭ de perirrheomenois, phrontidas hyparchein kai lypas, tas tēn tryphēn autōn kolazousas. Kata ton auton de logon, neous men kai neaniskous, hous eis to andrizesthai prosēkei, astheneis apergazetai, pathesi kai nosēmasi periballōn. Myrious de neotēti sphrigōntas thatton apobēnai pareskeuase tou biou. ᾿Anapalin de toutois hoi en diōgmōn kairois ton Theon hypomenontes, astheneis ontes kai oiktroi kata tēn parousan zōēn, metabolēs theias ēxiōthēsan, hōs mē monon aneseōs kai eleutherias tychein, alla kai dikēn aetōn pterophyēsai ; hōste anabēnai kai hypsōthēnai kai meteōroporēsai, kai telos tēn eis ouranous poreian steilasthai. Toiautē gar hē aetōn physis. Hoi de hypomenontes ton Theon allaxousin ischyn, pterophyēsousin hōs aetoi; dramountai, kai ou kopiasousi; badiountai, kai ou peinasousin. Meta oun tas hyperballousas thlipseis, episkopēs Theou kataxiōthentes, en eirēnę̄ dietelesan ton bion, aetōn dikēn pterophyēsantes, kai eis hypsos arthentes. Ei de kai martyriǭ teleiōthēnai symbebēke tous hyper eusebeias hēgōnismenous kai nenikēkotas, poly mallon toutois harmoseien hē eirēmenē epangelia.
Therefore, according to times and seasons, he sets rulers over the people living on the earth, providing rulers suited to those who are ruled. Therefore he adds: “Giving rulers to rule over nothing.” He calls mortal life “nothing,” or the earth itself; as he teaches next, saying: “And he made the earth as nothing.” All these things are said about those who at various times ruled and tyrannized on the earth, as having come round to such an end. “For they shall not plant, nor shall they sow, nor shall their root take root in the earth. He blew upon them, and they withered, and a storm will take them like brushwood. Now therefore to whom have you likened me, and shall I be exalted? said the Holy One. Lift up your eyes on high and see: who has displayed all these things? He who brings out his host by number will call them all by name, from much glory and in the might of his strength; nothing has escaped you.” Therefore he addresses them, saying: Why do you reason these things within yourself, and dare to say that your way has escaped God, and that you are not subject to judgment because he does not know what you do? “For do not say, Jacob—and why have you spoken, Israel?—My way was hidden from God, and my God has taken away judgment and departed. And now, have you not known? Have you not heard? God is eternal, the God who prepared the ends of the earth; he will not hunger nor grow weary, nor is there any searching out of his understanding; giving strength to the hungry and grief to those who are not in pain. For the young shall hunger, and young men shall grow weary, and the chosen shall be without strength.” Incomprehensible and unattainable is the wisdom with him by which he governs the universe; and yet he so cares for things individually and in detail that, because he oversees and discerns human affairs by divine reason, each has his own apportioned life; so that those who hunger for lack of food often have strength and natural bodily vigor, while those who do not hunger, but abound in wealth, have cares and griefs that chastise their luxury. By the same reasoning he makes the young and the youths, whom it befits to act like men, weak, surrounding them with sufferings and diseases. And he has caused countless men in the bloom of youth to depart from life all the sooner. On the contrary, those who in times of persecution wait for God, being weak and pitiable in the present life, have been counted worthy of a divine change, so as not only to obtain relief and freedom, but also to grow wings like eagles, so as to go up and be exalted and travel aloft, and finally to make their journey to heaven. For such is the nature of eagles. “But those who wait for God shall exchange strength, they shall grow wings like eagles; they shall run and not grow weary; they shall walk and not hunger.” After their surpassing afflictions, then, counted worthy of God’s visitation, they passed their life in peace, having grown wings like eagles and been lifted on high. And if it has befallen those who struggled and conquered for godliness to be perfected by martyrdom, the promise spoken would fit them far more.
Chapter 41
41.1PG 24:375–385
Εγκαινίζεσθε πρὸς μὲ, νῆσοι· οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα· τότε κρίσιν ἀναγγειλάτωσαν., Παρακελεύεται δῆτα ταῖς νήσοις, κατὰ Θεοδοτίωνα, κωφεύειν καὶ σιγᾷν, ὡς ἂν ἐπήκοοι γένοιντο θεϊκῆς ὁμιλίας, σωτηρίου τε κηρύγματος. Νήσους δὲ ὀνομάζει συνεχῶς τὰς ἐξ ἁπάντων τῶν ἐθνῶν Ἐκκλησίας, διὰ τὸ ὥσπερ ὑπὸ θαλάσσης περιρρέεσθαι ὑπὸ τῆς ἁλμυρᾶς τοῦ βίου κακίας. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ὡς ἂν μεταβάλοιεν τὸν ἑαυτῶν τρόπον, καὶ ἀλλαγὴν τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ποιήσοιντο. Ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα· δηλονότι τὰ ἔθνη πρὸς μὲ, φησὶ, τὸν Θεὸν ἐγγισάτωσαν, καὶ τὰ ἐμὰ ῥήματα λαλησάτωσαν, ὁμοῦ κατὰ τὸ αὐτὸ γενόμενα, ἐν τῇ ἐμῇ δηλαδὴ Ἐκκλησίᾳ. Τότε κρίσιν ἀναγγειλάτωσαν. Τις ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; Τὸν γὰρ περὶ τῆς κρίσεως λόγον βούλεται μαθόντα τὰ ἔθνη καὶ ἑτέροις ἀπαγγέλλειν. Δικαιοσύνης γὰρ ἔργον ἦν τὸ μὴ ἰδίους μόνον, ἀλλὰ καὶ τὰ λοιπὰ ἔθνη καλεῖσθαι ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν. Δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. Ὑπέταξεν αὐτῷ πολλοὺς, ἵνα καθέλῃ Βαβυλῶνα δικαίως. Αὐτὸς γὰρ ἦν ὁ καὶ τοῖς πρώτοις πρόπαλαι καὶ ἐξ ἀρχῆς θεοφιλέσι γενομένοις γνωσθεὶς, καὶ ὁ μετὰ τὸν πρότερον λαὸν τῶν ἐθνῶν Ἐκκλησίαν πεπιστευμένος. ἀρχῆς. Μαρτυρεῖ δὲ ὁ λόγος ὠφέλειαν οὐ τὴν τυΚαὶ διώξεται αὐτούς· διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν χοῦσαν τοῖς ἔθνεσιν, εἴ γε μεταβάλλοντα τῆς προτέρας ἀβλεψίας καὶ πολυθεῖας, ἴδοσαν τὸν εἰρηκότα · Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Καὶ ἰδόντα ἐφοβήθησαν, ἐν ἀρχῇ γενόμενα σοφίας· ᾿Αρχὴ γὰρ σοφίας φόβος Κυρίου. Τὰ ἄκρα τῆς γῆς ἤγγισαν, καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι. Καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς ὁ τύπτων σφύρᾳ, ἅμα ἐλαύνων, ποτὲ μὲν ἐρεῖ, Σύμβλημα καλόν ἐστιν. Ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ, καὶ οὐ κινηθήσονται. Τὸ γὰρ παραδοξότατον τοῦτό ἐστιν, ὅτι καὶ τὰ βάρβαρα φύλα καὶ τὰ ποῤῥωτάτω ἀπῳκισμένα Ἰουδαϊκῆς χώρας, καθ' ἣν μόνην γνωρίζεσθαι ἐνομίζετο τὸ παλαιὸν ὁ Θεὸς, γνῶσιν ἀνείληφε τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας· ὡς ἐκπλαγῆναι τῆς τοῦ Θεοῦ δικαιοσύνης τὴν χάριν, σπεῦσαἱ τε καὶ ἐλθεῖν ἀκολούθως τῷ φήσαντι κηρύγματι· Ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Οὐ γὰρ μόνον ἑαυτοὺς σώζειν οἱ κεκλημένοι, ἀλλὰ καὶ τοὺς πλησίον κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους. Ἦν ποτε χρόνος ὅτε καὶ ἡμῶν αὐτῶν κατίσχυσεν ἀνὴρ τέκτων ὁ τὴν εἰδωλολατρείαν κατεργασάμενος, καὶ χαλκεὺς τύπτων σφύρᾳ τοὺς ἑαυτοῦ θεούς· ἀλλὰ νῦν ἔγνωμεν τὸ μηθὲν ὄντας ἐκείνους, καὶ τῆς πατρικῆς κατέγνωμεν πλάνης, ὃ δὴ καὶ ὑμᾶς προσήκει μανθάνοντας ὠφελεῖσθαι. Δεῖγμα δὲ τῆς ἀδρανείας τῶν πάλαι νομισθέντων ἡμῖν θεῶν τὸ μὴ ἑστάναι δύνασθαι, εἰ μὴ γόμφοις τισὶ καὶ ἥλοις ἐμπαρεῖεν. Σὺ δὲ, Ἰσραὴλ παῖς μου, Ἰακώβ, καὶ ὃν ἐξελεξάμην, σπέρμα ᾿Ἀβραὰμ, ὃν ἠγάπησα.
Enkainizesthe pros me, nēsoi; hoi gar archontes allaxousin ischyn; engisatōsan kai lalēsatōsan hama; tote krisin anangeilatōsan., Parakeleuetai dēta tais nēsois, kata Theodotiōna, kōpheuein kai sigąn, hōs an epēkooi genointo theïkēs homilias, sōtēriou te kērygmatos. Nēsous de onomazei synechōs tas ex hapantōn tōn ethnōn Ekklēsias, dia to hōsper hypo thalassēs perirreesthai hypo tēs halmyras tou biou kakias. Hoi gar archontes allaxousin ischyn; hōs an metabaloien ton heautōn tropon, kai allagēn tēn apo tōn cheironōn epi ta kreittō poiēsointo. Engisatōsan kai lalēsatōsan hama; dēlonoti ta ethnē pros me, phēsi, ton Theon engisatōsan, kai ta ema rhēmata lalēsatōsan, homou kata to auto genomena, en tę̄ emę̄ dēladē Ekklēsią. Tote krisin anangeilatōsan. Tis exēgeiren apo anatolōn dikaiosynēn? ekalesen autēn kata podas autou, kai poreusetai? Ton gar peri tēs kriseōs logon bouletai mathonta ta ethnē kai heterois apangellein. Dikaiosynēs gar ergon ēn to mē idious monon, alla kai ta loipa ethnē kaleisthai epi tēn tou Theou gnōsin. Dōsei enantion ethnōn, kai basileis ekstēsei kai dōsei eis gēn tas machairas autōn, kai hōs phrygana exōsmena ta toxa autōn. Hypetaxen autǭ pollous, hina kathelę̄ Babylōna dikaiōs. Autos gar ēn ho kai tois prōtois propalai kai ex archēs theophilesi genomenois gnōstheis, kai ho meta ton proteron laon tōn ethnōn Ekklēsian pepisteumenos. archēs. Martyrei de ho logos ōpheleian ou tēn tyKai diōxetai autous; dieleusetai en eirēnę̄ hē hodos tōn podōn autou. Tis enērgēse kai epoiēse tauta? Ekalesen autēn ho kalōn autēn apo geneōn chousan tois ethnesin, ei ge metaballonta tēs proteras ablepsias kai polytheias, idosan ton eirēkota ; Egō Theos prōtos, kai eis ta eperchomena egō eimi. Kai idonta ephobēthēsan, en archę̄ genomena sophias; ᾿Archē gar sophias phobos Kyriou. Ta akra tēs gēs ēngisan, kai ēlthon hama, krinōn hekastos tǭ plēsion, kai tǭ adelphǭ boēthēsai. Kai erei; Ischysen anēr tektōn, kai chalkeus ho typtōn sphyrą, hama elaunōn, pote men erei, Symblēma kalon estin. Ischyrōsan auta en hēlois, thēsousin auta, kai ou kinēthēsontai. To gar paradoxotaton touto estin, hoti kai ta barbara phyla kai ta porrhōtatō apǭkismena Ioudaïkēs chōras, kath' hēn monēn gnōrizesthai enomizeto to palaion ho Theos, gnōsin aneilēphe tēs eusebeias kai tēs theosebeias; hōs ekplagēnai tēs tou Theou dikaiosynēs tēn charin, speusai te kai elthein akolouthōs tǭ phēsanti kērygmati; Engisatōsan, kai lalēsatōsan hama. Ou gar monon heautous sōzein hoi keklēmenoi, alla kai tous plēsion kata tous tēs philanthrōpias nomous. Ēn pote chronos hote kai hēmōn autōn katischysen anēr tektōn ho tēn eidōlolatreian katergasamenos, kai chalkeus typtōn sphyrą tous heautou theous; alla nyn egnōmen to mēthen ontas ekeinous, kai tēs patrikēs kategnōmen planēs, ho dē kai hymas prosēkei manthanontas ōpheleisthai. Deigma de tēs adraneias tōn palai nomisthentōn hēmin theōn to mē hestanai dynasthai, ei mē gomphois tisi kai hēlois empareien. Sy de, Israēl pais mou, Iakōb, kai hon exelexamēn, sperma ᾿Abraam, hon ēgapēsa.
“Renew yourselves to me, islands; for the rulers shall exchange strength; let them draw near and speak together; then let them announce judgment.” He bids the islands—according to Theodotion—to be silent and still, so that they may become hearers of divine converse and of the saving preaching. He continually names “islands” the churches from all the nations, because they are surrounded, as by the sea, by the salt wickedness of life. “For the rulers shall exchange strength”: so that they may change their own manner and make an exchange from worse to better. “Let them draw near and speak together”: that is, let the nations draw near to me, God, he says, and speak my words, being together in the same place, clearly in my church. “Then let them announce judgment.” “Who has raised up righteousness from the east? He called it at his feet, and it shall go?” For he wishes that the nations, having learned the word concerning the judgment, should also announce it to others. For it was a work of righteousness that not only his own but the other nations too should be called to the knowledge of God. “He will give before nations, and will astonish kings, and will give their swords to the earth, and their bows like brushwood thrust away. He subjected many to him, that he might justly overthrow Babylon.” For he it was who was known also to the first men of very ancient times who were beloved of God from the beginning, and who after the former people was entrusted with the church of the nations. The word testifies to no [ordinary benefit to the nations]. “And he will pursue them; the way of his feet shall pass through in peace. Who has wrought and done these things? He who called it called it from the generations of [the beginning]”: if indeed, changing from their former blindness and polytheism, they saw him who said, “I God am first, and for what is coming I am.” “And seeing, they feared,” coming to be at the beginning of wisdom; for “the beginning of wisdom is the fear of the Lord.” “The ends of the earth drew near and came together, each judging for his neighbor and to help his brother. And he will say: The craftsman has prevailed, and the smith who strikes with the hammer, driving at once; at one time he will say: It is a good joint. They fastened them with nails; they will set them, and they will not be moved.” For this is the most wonderful thing, that even the barbarian tribes and those settled farthest from the Jewish land, in which alone God was of old thought to be known, have taken up the knowledge of godliness and piety; so that they were amazed at the grace of God’s righteousness, and hastened and came, in accordance with the preaching that said, “Let them draw near and speak together.” For those who are called save not only themselves but also their neighbors, according to the laws of love for humankind. There was a time when the craftsman who wrought idolatry prevailed over us too, and the smith who strikes his gods with a hammer; but now we have known that they are nothing, and have condemned our ancestral error; and it befits you too to learn this and be helped. A proof of the powerlessness of those we once thought gods is that they cannot stand unless they are fixed with some pegs and nails. “But you, Israel my servant, Jacob, whom I have chosen, the seed of Abraham, whom I have loved.”
41.2PG 24:375–385
Παῖδα πρῶτον ὀνομάζει, ἔπειτα ἐκλεκτὸν, εἶτα ἀγαπητόν. Τὸν μὲν ὡς ἐν ἀρχαῖς ὄντα καὶ φόβῳ δουλείας παιδαγωγούμενον, οἷος ἦν ὁ ἀποστολικὸς χορὸς, τὸν πρῶτον βίον ὑπὸ τὸν παιδαγωγὸν νόμον γεγονώς· τὸν δὲ αὐτὸν ἐκλεκτὸν ὀνομάζει, ὡς ἂν προκόψαντα καὶ τῆς σωτηρίου κλήσεως καὶ ἐκλογῆς κατηξιωμένον. Σπέρμα δὲ Ἀβραὰμ ἕτερον τάγμα τυγχάνον παρὰ τὸ τῶν ἐκλεκτῶν, ὁποῖον ἂν εἴη τὸ πλῆθος τῶν Ἰουδαίων, πρὸς οὓς διαλεγόμενος ὁ Σωτὴρ ἔλεγεν· Οἶδα, ὅτι σπέρμα ᾿Αβραάμ ἐστε. Ἕτεροι δὲ ἦσαν οὗτοι παρὰ τὰ τέκνα τοῦ Ἀβραὰμ, περὶ ὧν ἐδίδασκε λέγων· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ ᾿Ἀβραάμ ἐποιεῖτε. ᾿Ἀβραὰμ μὲν οὖν ἀγαπητὸς ἦν τοῦ Θεοῦ καὶ φίλος · διὸ λέλεκται· Σπέρμα Αβραάμ, ὃν ἠγάπησα· ἢ κατὰ τὸν Σύμμαχον, Σπέρμα ᾿Αβραὰμ τοῦ φίλου μου· κατὰ δὲ τὸν ᾿Ακύλαν, Σπέρμα ἀγαπητόν μου. Το γε μὴν σπέρμα αὐτοῦ οὐκέτι ἡγαπῆσθαι ὁμοίως τῷ Ἀβραὰμ λέγεται· πλὴν ἀλλὰ καὶ τὸ σπέρμα αὐτοῦ καλεῖ διὰ τῶν ἐκλεκτῶν αὐτοῦ, εἰπὼν αὐτοῖς· Πορεύεσθε πρὸς τὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραήλ. Οὗ ἀντελαβόμην ἀπ᾿ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ· ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. Σημαίνει δὲ διὰ τούτων τοὺς ἐν τῇ διασπορᾷ τοῦ Ἰουδαίων λαοῦ, οὓς πρώτους κατηξίου τῆς αὐτοῦ κλήσεως. Πολλοὶ γὰρ κατὰ τοὺς ἀποστολικούς χρόνους οἱ ἀπὸ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένοι, οὐ μόνον ἀπὸ τῆς Ἰουδαίας γῆς, ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. Μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ. Ἑπιθαρσύνει τὴν ἐκλογὴν ταύτην, εἰς τὸ ἀδεῶς εἰς πάντα τὰ ἔθνη κηρύξαι τὸ Εὐαγγέλιον· ὁ δὴ καὶ αὐτὸς ἐδήλου ἐν Εὐαγγελίοις ὁ Σωτήρ φάσκων· Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἐγὼ γὰρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. Ὅρα γάρ, φησὶ, μήποτε νοτ θῇς, ὡς τῇ αὐτοῦ ἰσχύϊ δεδύνησαι τοσούτῳ κηρύγματι διακονήσασθαι. Οὐδεὶς γὰρ ἂν ἦσθα, οὐδ᾽ ἂν ἠδυνήθης τι, εἰ μὴ ἐγὼ μετὰ σοῦ ὢν, καὶ σὺν σοὶ πορευόμενος, εἰς πάντα τὰ ἔθνη ἐνίσχυσά σε, ὑπομονὴν καὶ καρτερίαν καὶ δύναμίν σοι δωρησάμενος· ὡς μηδὲν ἐμποδών σοι γενέσθαι κώλυμα κηρύττοντι τὸ Εὐαγγέλιον εἰς πάντας. Ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἱ παροινήσουσιν εἰς σε. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. γὰρ καὶ πρὸς ὀλίγον ἔδοξαν εἶναί τινες, καθ' ὃν καιρὸν ἐπολέμουν καὶ ἐδίωκόν σε· ἀλλὰ σὺ μὲν ἔσῃ καὶ διαμενεῖς, καὶ ὄψει αὐτῶν τὴν ἀπώλειαν· οἱ δὲ οὐκ ἔσονται, ᾗ τάχος ἀφανιζόμενοι τοῦ βίου. Διὸ καρτερεῖν σε προσήκει, καὶ ὑπομένειν τὰς ἐξ αὐτῶν ἐπαγομένας θλίψεις. Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ. Ὀλίγοι γὰρ τὸν ἀριθμὸν ἐτύγχανον οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, δώδεκα μὲν ὄντες ἀπόστολοι·
Paida prōton onomazei, epeita eklekton, eita agapēton. Ton men hōs en archais onta kai phobǭ douleias paidagōgoumenon, hoios ēn ho apostolikos choros, ton prōton bion hypo ton paidagōgon nomon gegonōs; ton de auton eklekton onomazei, hōs an prokopsanta kai tēs sōtēriou klēseōs kai eklogēs katēxiōmenon. Sperma de Abraam heteron tagma tynchanon para to tōn eklektōn, hopoion an eiē to plēthos tōn Ioudaiōn, pros hous dialegomenos ho Sōtēr elegen; Oida, hoti sperma ᾿Abraam este. Heteroi de ēsan houtoi para ta tekna tou Abraam, peri hōn edidaske legōn; Ei tekna tou Abraam ēte, ta erga tou ᾿Abraam epoieite. ᾿Abraam men oun agapētos ēn tou Theou kai philos ; dio lelektai; Sperma Abraam, hon ēgapēsa; ē kata ton Symmachon, Sperma ᾿Abraam tou philou mou; kata de ton ᾿Akylan, Sperma agapēton mou. To ge mēn sperma autou ouketi hēgapēsthai homoiōs tǭ Abraam legetai; plēn alla kai to sperma autou kalei dia tōn eklektōn autou, eipōn autois; Poreuesthe pros ta probata apolōlota oikou Israēl. Hou antelabomēn ap᾿ akrōn tēs gēs, kai ek tōn skopiōn autēs ekalesa se, kai eipa soi; Pais mou ei; exelexamēn se, kai ouk enkatelipon se. Sēmainei de dia toutōn tous en tę̄ diasporą tou Ioudaiōn laou, hous prōtous katēxiou tēs autou klēseōs. Polloi gar kata tous apostolikous chronous hoi apo Ioudaiōn ton Christou logon paradedegmenoi, ou monon apo tēs Ioudaias gēs, alla kai en tois loipois ethnesin. Mē phobou; meta sou gar eimi; mē planō. Hepitharsynei tēn eklogēn tautēn, eis to adeōs eis panta ta ethnē kēryxai to Euangelion; ho dē kai autos edēlou en Euangeliois ho Sōtēr phaskōn; Idou egō meth᾽ hymōn eimi pasas tas hēmeras heōs tēs synteleias tou aiōnos. Egō gar eimi ho Theos sou, ho enischysas se, kai eboēthēsa soi. Esontai gar hōs ouk ontes, kai apolountai pantes hoi antidikoi sou. Hora gar, phēsi, mēpote not thę̄s, hōs tę̄ autou ischyï dedynēsai tosoutǭ kērygmati diakonēsasthai. Oudeis gar an ēstha, oud᾽ an ēdynēthēs ti, ei mē egō meta sou ōn, kai syn soi poreuomenos, eis panta ta ethnē enischysa se, hypomonēn kai karterian kai dynamin soi dōrēsamenos; hōs mēden empodōn soi genesthai kōlyma kēryttonti to Euangelion eis pantas. Zētēseis autous, kai ou mē heurę̄s tous anthrōpous hoi paroinēsousin eis se. Esontai gar hōs ouk ontes, kai ouk esontai hoi antipolemountes se. gar kai pros oligon edoxan einai tines, kath' hon kairon epolemoun kai ediōkon se; alla sy men esę̄ kai diameneis, kai opsei autōn tēn apōleian; hoi de ouk esontai, hę̄ tachos aphanizomenoi tou biou. Dio karterein se prosēkei, kai hypomenein tas ex autōn epagomenas thlipseis. Hoti egō ho Theos sou, ho kratōn tēs dexias sou, ho legōn soi; Mē phobou, Iakōb, oligostos Israēl. Oligoi gar ton arithmon etynchanon hoi tou Sōtēros hēmōn mathētai, dōdeka men ontes apostoloi;
First he names him servant, then chosen, then beloved. The servant as being in his beginnings and trained by a fear of slavery, such as was the apostolic company, which had spent its former life under the tutor, the law; the same he names chosen, as having advanced and been counted worthy of the saving calling and election. But the seed of Abraham is another order besides that of the chosen, such as would be the multitude of the Jews, to whom the Savior said in discourse: “I know that you are the seed of Abraham.” These were other than the children of Abraham, about whom he taught, saying: “If you were children of Abraham, you would do the works of Abraham.” Abraham, then, was beloved of God and his friend; therefore it is said: “seed of Abraham, whom I have loved,” or according to Symmachus, “seed of Abraham my friend,” and according to Aquila, “my beloved seed.” His seed, however, is no longer said to be loved as Abraham was; yet he calls his seed too through his chosen ones, saying to them: “Go to the lost sheep of the house of Israel.” “Whom I took hold of from the ends of the earth, and from its watchtowers I called you, and said to you: You are my servant; I chose you, and did not forsake you.” By these words he signifies those of the Jewish people in the dispersion, whom he counted worthy of his calling first. For in the apostolic times there were many from the Jews who received the word of Christ, not only from the land of Judea but also among the other nations. “Do not fear, for I am with you; do not go astray.” He encourages this chosen company to preach the Gospel fearlessly to all the nations; which the Savior himself also made plain in the Gospels, saying: “Behold, I am with you all the days until the consummation of the age.” “For I am your God, who strengthened you, and I helped you. For they shall be as nothing, and all your adversaries shall perish.” See, he says, lest you think that by your own strength you have been able to serve so great a preaching. For you would be nothing, nor would you have been able to do anything, if I had not been with you and gone with you to all the nations and strengthened you, granting you endurance and steadfastness and power, so that no hindrance stood in your way as you preached the Gospel to all. “You will seek them, and you will not find the men who will rage against you. For they shall be as nothing, and those who make war against you shall not be.” For even if for a little while they seemed to be something, at the time when they made war on you and persecuted you, yet you will be and will remain, and will see their destruction; but they will not be, being swiftly removed from life. Therefore it befits you to be steadfast and to endure the afflictions brought on by them. “For I am your God, who holds your right hand, who says to you: Do not fear, Jacob, Israel, few in number.” For the disciples of our Savior were few in number, being twelve apostles,
41.3PG 24:375–385
ἑβδομήκοντα δὲ οἱ μετ' αὐτούς. Ἰδοὺ ἐποίησα σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινοὺς, πριστηροειδεῖς. Οὕτω γὰρ ἡ δύναμις τοῦ ἐνισχύοντος αὐτοὺς ἐδεικνύετο, ὅτε αὐτοὶ σκώληκος οὐδὲν διέφερον, ἀλλὰ καὶ ὀλιγοστοὶ ἦσαν, καὶ νεκροί καὶ τεθνεῶτες τοῦ Ἰσραὴλ ἐτύγχανον. Ὅμως τοιοῦτοι ὄντες, ὥσπερ τινὰ καλάμην διέτεμνον τροχῶν καὶ ἀμάξης τρόπον, ἀλοῶντες καὶ καταπρίζοντες τῶν ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν τὴν δαιμονικὴν θεοποιίαν. Καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χνοῦν θήσεις.» Καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ. Ὅρη καὶ βουνοὺς τὰς ἀντικειμένας δυνάμεις, πάλαι κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρομένας, αἰνιττόμενος · ὡς μηκέτι ὑφεστάναι παρὰ τοῖς ἔθνεσι τὴν δαιμονικὴν πλάνην. Τῶν δὲ ἀποδοθέντων ὀρῶν καὶ τῶν δηλωθέντων βουνῶν ἀφανῶν γενομένων, σὺ αὐτὸς ὁ δοῦλός μου ὁ ἐκλεκτὸς, δι' οὗ ταῦτα κατώρθωται, εὐφρανθήσῃ ἐν Κυρίῳ, καὶ ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ. Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ ἐνδεεῖς. Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται· ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Ἐγὼ Κύριος ὁ Θεός· ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτους. Ὅπως δὲ ταῦτα τέλους ἔτυχε, καὶ εἰσέτι νῦν ἐνεργεῖται ἐν ταῖς διὰ τῶν μαθητῶν τοῦ Σωτῆρος ἡμῶν κατὰ πάντα τόπον ἰδρυθείσαις ἐκκλησίαις τοῦ Θεοῦ, τὴν διάνοιαν ἐπιστήσας εἴσῃ. Αἱ γοῦν τὸ παλαιὸν πτωχεύουσαι ἐν τοῖς ἔθνεσι ψυχαὶ καὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐνδεεῖς οὖσαι, καὶ μηδὲ ῥανίδα ζωτικοῦ πόματος κεκτημέναι, ὡς τὴν γλῶσσαν αὐτῶν καὶ τὸν δι' αὐτῆς προσφερόμενον λόγον ἐξηράνθαι, διὰ τὸ μηδεμιᾶς νοτίδος λόγου σωτηρίου μετέχειν· αὗται παραδόξου τετυχήκασιν εὐεργεσίας διὰ τῆς οὐρανίου χάριτος πληρωθεῖσαί τε πηγῶν, καὶ ποταμῶν καὶ παντοίων ζωτικῶν ὑδάτων, ὡς ἀπολαύουσαι ὕδατος, περὶ οὗ ἀνωτέρω ἐλέγετο· Καὶ πίονται ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου· · εἴτε ἀπὸ πηγῶν τοῦ Ἰσραὴλ, ὧν ἐμνημόνευσεν ὁ φήσας λόγος, Ἑν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Τοῦτο δ' ἂν εἴη τὸ Πνεῦμα τὸ ἅγιον τὸ πηγάζον ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ ἀνομβροῦν ὕδατα ζῶντα, τοτὲ μὲν ἀπὸ τῆς Παλαιᾶς Διαθήκης, τοτὲ δὲ ἀπὸ τῆς καινῆς καὶ εὐαγγελικῆς διδασκαλίας. ᾿Αλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ πεδίων πηγάς. Ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον, μυρσίνην καὶ κυπάρισσον, καὶ λεύκην. Ταῦτα πάντα, οὐδ᾽ ἄλλως ἢ ἐν ὑδάτων πλήθει τρεφόμενα καὶ αὐξανόμενα, εἰς τὴν εἰκόνα περιείληπται τῶν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ εὐθαλῶν ψυχῶν, ἀπὸ πολυπληθίας θείων καὶ λογικῶν ὑδάτων εἰς ὕψος ἐπηρμένων. Ὅτε μὲν οὖν τοὺς καρποὺς τῆς Ἐκκλησίας βουλεται παραστῆσαι ὁ λόγος, εἰκόνι χρῆται ἐλαίας, ἢ φοίνικος, ἢ ἀμπέλου· ὅτε δὲ τὸ εὐθαλὲς καὶ διηρμένον, νεαρόν τε καὶ ἀκμαῖον, τῶν ἐν τῇ Ἐκκλησίᾳ προκοπτόντων δηλοῖ, τῇ τῶν προλεχθέντων φυτῶν συνεχρήσατο εἰκόνι· ἃ οὐκ ἄλλως ἢ ἐξ ὑδάτων πλήθους καὶ γῆς ἑδραίας καὶ μονίμου συνίστασθαι πέφυκεν·
hebdomēkonta de hoi met' autous. Idou epoiēsa se hōs trochous hamaxēs aloōntas, kainous, pristēroeideis. Houtō gar hē dynamis tou enischyontos autous edeiknyeto, hote autoi skōlēkos ouden diepheron, alla kai oligostoi ēsan, kai nekroi kai tethneōtes tou Israēl etynchanon. Homōs toioutoi ontes, hōsper tina kalamēn dietemnon trochōn kai amaxēs tropon, aloōntes kai kataprizontes tōn allophylōn kai atheōn ethnōn tēn daimonikēn theopoiian. Kai aloēseis orē, kai leptyneis bounous, kai hōs chnoun thēseis.» Kai likmēseis, kai anemos lēpsetai autous, kai kataigis diasperei autous. Sy de euphranthēsę̄ en tois hagiois Israēl. Horē kai bounous tas antikeimenas dynameis, palai kata tēs gnōseōs tou Theou epairomenas, ainittomenos ; hōs mēketi hyphestanai para tois ethnesi tēn daimonikēn planēn. Tōn de apodothentōn orōn kai tōn dēlōthentōn bounōn aphanōn genomenōn, sy autos ho doulos mou ho eklektos, di' hou tauta katōrthōtai, euphranthēsę̄ en Kyriǭ, kai en tǭ hagiǭ Israēl epainethēsę̄. Kai agalliasontai hoi ptōchoi kai endeeis. Zētēsousi gar hydōr, kai ouk estai; hē glōssa autōn apo tēs dipsēs exēranthē. Egō Kyrios ho Theos; egō epakousomai ho Theos Israēl, kai ouk enkataleipsō autous. Hopōs de tauta telous etyche, kai eiseti nyn energeitai en tais dia tōn mathētōn tou Sōtēros hēmōn kata panta topon idrytheisais ekklēsiais tou Theou, tēn dianoian epistēsas eisę̄. Hai goun to palaion ptōcheuousai en tois ethnesi psychai kai tēs tou Theou gnōseōs endeeis ousai, kai mēde rhanida zōtikou pomatos kektēmenai, hōs tēn glōssan autōn kai ton di' autēs prospheromenon logon exēranthai, dia to mēdemias notidos logou sōtēriou metechein; hautai paradoxou tetychēkasin euergesias dia tēs ouraniou charitos plērōtheisai te pēgōn, kai potamōn kai pantoiōn zōtikōn hydatōn, hōs apolauousai hydatos, peri hou anōterō elegeto; Kai piontai hydōr ek tōn pēgōn tou sōtēriou; ; eite apo pēgōn tou Israēl, hōn emnēmoneusen ho phēsas logos, Hen ekklēsiais eulogeite ton Theon Kyrion ek pēgōn Israēl.» Touto d' an eiē to Pneuma to hagion to pēgazon en tę̄ Ekklēsią tou Theou, kai anombroun hydata zōnta, tote men apo tēs Palaias Diathēkēs, tote de apo tēs kainēs kai euangelikēs didaskalias. ᾿Alla anoixō epi tōn oreōn potamous, kai en mesǭ pediōn pēgas. Poiēsō tēn erēmon eis helē hydatōn, kai tēn dipsōsan gēn en hydragōgois. Thēsō eis tēn anydron gēn kedron kai pyxon, myrsinēn kai kyparisson, kai leukēn. Tauta panta, oud᾽ allōs ē en hydatōn plēthei trephomena kai auxanomena, eis tēn eikona perieilēptai tōn en tę̄ Ekklēsią tou Theou euthalōn psychōn, apo polyplēthias theiōn kai logikōn hydatōn eis hypsos epērmenōn. Hote men oun tous karpous tēs Ekklēsias bouletai parastēsai ho logos, eikoni chrētai elaias, ē phoinikos, ē ampelou; hote de to euthales kai diērmenon, nearon te kai akmaion, tōn en tę̄ Ekklēsią prokoptontōn dēloi, tę̄ tōn prolechthentōn phytōn synechrēsato eikoni; ha ouk allōs ē ex hydatōn plēthous kai gēs hedraias kai monimou synistasthai pephyken;
and seventy those after them. “Behold, I have made you like threshing wheels of a cart, new, saw-toothed.” For so the power of him who strengthened them was shown, when they were no different from a worm, but were few, and were dead and deceased men of Israel. Yet, being such, they cut through, as if it were stubble, after the manner of wheels and a cart, threshing and sawing apart the demonic god-making of the foreign and godless nations. “And you will thresh mountains, and grind hills small, and make them like chaff. And you will winnow them, and the wind will take them, and a storm will scatter them. But you will rejoice in the holy ones of Israel.” By mountains and hills he hints at the opposing powers that of old raised themselves against the knowledge of God; so that the demonic error no longer subsists among the nations. And when the mountains just described and the hills indicated have vanished, you yourself, my chosen servant, through whom these things have been accomplished, will rejoice in the Lord and be praised in the Holy One of Israel. “And the poor and needy will exult. For they will seek water, and there will be none; their tongue has dried up from thirst. I the Lord God, I will hear, the God of Israel, and I will not forsake them.” How these things reached fulfillment, and are still at work now in the churches of God founded in every place through the disciples of our Savior, you will know if you give your mind to it. The souls among the nations that of old were poor and in need of the knowledge of God, and possessed not even a drop of life-giving drink, so that their tongue and the speech uttered through it were dried up, because they had no share in any moisture of the saving word—these have obtained a wonderful benefit through heavenly grace, being filled with springs and rivers and all kinds of life-giving waters, so as to enjoy the water of which it was said above: “And they shall drink water from the springs of salvation”; or from the springs of Israel, which the word mentioned that says: “In the assemblies bless God the Lord from the springs of Israel.” This would be the Holy Spirit, who springs up in the church of God and pours forth living waters, now from the Old Testament, now from the new and evangelical teaching. “But I will open rivers on the mountains, and springs in the midst of plains. I will make the desert into pools of water, and the thirsty land into watercourses. I will set in the waterless land cedar and box, myrtle and cypress, and poplar.” All these, which are nourished and grow only in an abundance of water, have been taken as an image of the flourishing souls in the church of God, lifted on high by the abundance of divine and rational waters. When the word wishes to present the fruits of the church, it uses the image of the olive, or the palm, or the vine; but when it indicates the flourishing and lofty, young and vigorous state of those advancing in the church, it uses the image of the plants mentioned before, which by nature grow only from abundance of water and firm and stable ground;
41.4PG 24:375–385
ὅ δὴ καὶ ἀντὶ παραδόξου παρείληφεν, εἰ ἐν τῇ ἀνύδρῳ καὶ καταξήρῳ καὶ δειλαίᾳ γῇ τοσαύτην ὑδάτων χορηγίαν ἔσεσθαι ἐπήγγελται, ὡς τοιαῦτα βλαστῆσαι φυτά, ὁποῖα κατείλεκται. Τὸν αὐτὸν δὲ τρόπον ἔσεσθαι καὶ ἐπὶ τῆς πάλαι ἐρήμου καὶ ἀνύδρου γῆς τῶν πάλαι ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν· τοσαύτην γὰρ γενήσεσθαι καὶ ἐπ᾿ αὐτῷ μεταβολὴν προφητεύει εἰς ἔνδειξιν τῆς σωτηρίου εὐεργεσίας. Ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοήσωσε καὶ ἐπίστωνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν. Εἰ γὰρ μὴ Θεὸς ἦν καὶ χεὶρ Κυρίου, ἡ διὰ τῶν ἀποστόλων αὐτοῦ τὴν τοσαύτην μεταβολὴν ἐν τοῖς ἔθνεσιν εἰργασμένη, πῶς ἂν συνέστησαν ἐν τῇ τοσαύτῃ τῶν ἐθνῶν ἐρημίᾳ ἐκκλησίαι Θεοῦ, καὶ τὰ ἐν αὐτῇ λογικὰ ὕδατα πληθύνοντα πανταχοῦ γῆς, ὡς γεωργεῖσθαι τῶν πρότερον ἐρήμων καὶ ἀνημέρων ἐθνῶν τὰς ψυχὰς τῷ τῆς θεοσεβείας λόγῳ, φύειν τε καὶ ὑψηλὰ καὶ μετέωρα βλαστήματα· καὶ τὰ μὲν ἐπὶ γῆς ἐῤῥιζωμένα, λέγω δὴ ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ· τὰ δὲ εἰς ὕψος ἐπαιρόμενα, ὡς καὶ μέχρι τῆς βασιλείας τῶν οὐρανῶν ἐκτείνεσθαι, κἀκεῖ τὰς ἑαυτῶν ἀναρτᾶν ἐλπίδας; Διὸ φυτοῖς εὐώδεσι καὶ εἰς ὕψος ἐπηρμένοις παραβέβληνται. Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. Αναπολόγητοι γάρ ἐστε, φησὶν, ὦ εἰδωλολάτραι, μετὰ τὴν τοσαύτην χάριν τὴν τὰ τοσαῦτα κατεργασαμένην, τῇ πολυθέῳ ἐναπομείναντες πλάνῃ, μὴ ἐννοήσαντες, ὡς χείρ ἦν ἀληθῶς Θεοῦ ἡ τὰ τοσαῦτα κατεργαζομένη, καὶ πρὶν γενέσθαι μαρτυραμένη, ὅτι ταῦτα ἔσται. Ἐγγισάτωσαν, καὶ ἀναγγειλάτωσαν ὑμῖν συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν. Εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα. ᾿Αναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα, ὅτι θεοί ἐστε. Οἱ μὲν γὰρ τοῦ Θεοῦ προφῆται, ἐνθέου Πνεύματος μετασχόντες, προεῖπον τὰ ἔσχατα διαῤῥήδην θεσπίσαντες τῆς ἀνύδρου καὶ ἀγόνου καὶ ἀκάρπου τῶν ἐθνῶν χώρας τὴν ἐπὶ τὰ κρείττω μεταβολὴν, τὴν τε τοῦ Χριστοῦ παρουσίαν, καὶ τῶν ἀποστόλων αὐτοῦ τὸ κήρυγμα, καὶ ὅσα ἄλλα ταῖς αὐτῶν ἐμφέρεται προφητείαις· ὅθεν γνωρίζεται Θεὸς ὢν ἀληθῶς ὁ ἐν αὐτοῖς καὶ δι' αὐτῶν ταῦτα θεσπίσας. Οἱ δὲ πονηροὶ δαίμονες πόθεν ἠδύναντο γινώσκειν βουλὴν καὶ ἐνθύμησιν τοῦ ἐπὶ πάντων Θεοῦ, ἢ τὰ ὁρισθέντα ὑπ᾿ αὐτῷ περὶ τῆς τοῦ Χριστοῦ παρουσίας, περί τε τῆς αὐτῶν καθαιρέσεως καὶ ἀπωλείας; Διὸ, μὴ εἰδότες τὰ ἐπερχόμενα, μηδὲ τὰ ἐν ἐσχάτοις καιροῖς μέλλοντα συμβήσεσθαι περὶ τῆς κλήσεως τῶν ἐθνῶν, τῆς τε αὐτῶν ἐρημίας, εἰκότως οὐδὲ τὰ πρότερα ἐγνώριζον· ὅθεν οὐδεὶς αὐτῶν δεδύνηται τοῖς αὐτῶν προφήταις ὑποβάλλειν ταῦτα, ἅπερ οἱ τοῦ Πνεύματος τοῦ Θεοῦ καταξιωθέντες γραφῇ παραδέδωκασιν. Εὐποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα. Εἰ γὰρ καὶ τὰ μάλιστα κακοποιεῖν οἷοί τέ ἐστε, δαίμονες ὄντες πονηροί, ἀλλ᾽ οὐκ ἐκ τούτου γνώρισμα τῆς θεϊκῆς ἐνεργείας ἔξετε· διό περ τὸ ἰδιάζον ἐπὶ Θεοῦ πρῶτον ὑμᾶς ἐπιδείξασθαι χρή· λέγω δὴ τὸ εὐποιῆσαι· ἔπειτα ἄρα κρίσει δικαίᾳ χρήσασθαι, καὶ τοὺς ἀξίους κακώσεως τιμωρήσασθαι.
ho dē kai anti paradoxou pareilēphen, ei en tę̄ anydrǭ kai kataxērǭ kai deilaią gę̄ tosautēn hydatōn chorēgian esesthai epēngeltai, hōs toiauta blastēsai phyta, hopoia kateilektai. Ton auton de tropon esesthai kai epi tēs palai erēmou kai anydrou gēs tōn palai allophylōn kai atheōn ethnōn; tosautēn gar genēsesthai kai ep᾿ autǭ metabolēn prophēteuei eis endeixin tēs sōtēriou euergesias. Hina idōsi kai gnōsi, kai ennoēsōse kai epistōntai hama, hoti cheir Kyriou epoiēse tauta, kai ho hagios tou Israēl katedeixen. Ei gar mē Theos ēn kai cheir Kyriou, hē dia tōn apostolōn autou tēn tosautēn metabolēn en tois ethnesin eirgasmenē, pōs an synestēsan en tę̄ tosautę̄ tōn ethnōn erēmią ekklēsiai Theou, kai ta en autę̄ logika hydata plēthynonta pantachou gēs, hōs geōrgeisthai tōn proteron erēmōn kai anēmerōn ethnōn tas psychas tǭ tēs theosebeias logǭ, phyein te kai hypsēla kai meteōra blastēmata; kai ta men epi gēs errhizōmena, legō dē en tǭ thnētǭ kai anthrōpinǭ biǭ; ta de eis hypsos epairomena, hōs kai mechri tēs basileias tōn ouranōn ekteinesthai, kakei tas heautōn anartan elpidas? Dio phytois euōdesi kai eis hypsos epērmenois parabeblēntai. Engizei hē krisis hymōn, legei Kyrios ho Theos ēngisan hai boulai hymōn, legei ho basileus Iakōb. Anapologētoi gar este, phēsin, ō eidōlolatrai, meta tēn tosautēn charin tēn ta tosauta katergasamenēn, tę̄ polytheǭ enapomeinantes planę̄, mē ennoēsantes, hōs cheir ēn alēthōs Theou hē ta tosauta katergazomenē, kai prin genesthai martyramenē, hoti tauta estai. Engisatōsan, kai anangeilatōsan hymin symbēsetai, ē ta proteron tina ēn. Eipate, kai epistēsomen ton noun, kai gnōsometha ti ta eschata kai ta eperchomena. ᾿Anangeilate hēmin ta eperchomena ep' eschatou, kai gnōsometha, hoti theoi este. Hoi men gar tou Theou prophētai, entheou Pneumatos metaschontes, proeipon ta eschata diarrhēdēn thespisantes tēs anydrou kai agonou kai akarpou tōn ethnōn chōras tēn epi ta kreittō metabolēn, tēn te tou Christou parousian, kai tōn apostolōn autou to kērygma, kai hosa alla tais autōn empheretai prophēteiais; hothen gnōrizetai Theos ōn alēthōs ho en autois kai di' autōn tauta thespisas. Hoi de ponēroi daimones pothen ēdynanto ginōskein boulēn kai enthymēsin tou epi pantōn Theou, ē ta horisthenta hyp᾿ autǭ peri tēs tou Christou parousias, peri te tēs autōn kathaireseōs kai apōleias? Dio, mē eidotes ta eperchomena, mēde ta en eschatois kairois mellonta symbēsesthai peri tēs klēseōs tōn ethnōn, tēs te autōn erēmias, eikotōs oude ta protera egnōrizon; hothen oudeis autōn dedynētai tois autōn prophētais hypoballein tauta, haper hoi tou Pneumatos tou Theou kataxiōthentes graphę̄ paradedōkasin. Eupoiēsate kai kakōsate, kai thaumasometha, kai opsometha hama. Ei gar kai ta malista kakopoiein hoioi te este, daimones ontes ponēroi, all᾽ ouk ek toutou gnōrisma tēs theïkēs energeias exete; dio per to idiazon epi Theou prōton hymas epideixasthai chrē; legō dē to eupoiēsai; epeita ara krisei dikaią chrēsasthai, kai tous axious kakōseōs timōrēsasthai.
which indeed he has taken as a wonder, if in the waterless, parched and miserable land so great a supply of water is promised that such plants as have been listed spring up. In the same way, he prophesies, it will be also with the once desert and waterless land of the once foreign and godless nations; for so great a change will happen in it too, in demonstration of the saving benefit. “That they may see and know, and consider and understand together, that the hand of the Lord has done these things, and the Holy One of Israel has displayed them.” For if it were not God and the hand of the Lord that worked so great a change among the nations through his apostles, how would churches of God have been established in so great a desolation of the nations, and the rational waters in them multiplied everywhere on earth, so that the souls of the formerly desert and wild nations are cultivated by the word of godliness and grow high and lofty shoots—some rooted on the earth, I mean in mortal and human life, others lifted on high so as to stretch even to the kingdom of heaven and hang their hopes there? Therefore they have been compared to fragrant plants lifted on high. “Your judgment draws near, says the Lord God; your counsels have drawn near, says the king of Jacob.” For you are without excuse, he says, you idolaters, if after so great a grace that has wrought so much you remain in polytheistic error, not considering that it was truly the hand of God that was working so much, and that testified before it happened that these things would be. “Let them draw near and announce to you what will happen, or what the former things were. Tell, and we will set our mind to it, and we will know what the last things and the coming things are. Announce to us the things coming at the last, and we will know that you are gods.” For the prophets of God, sharing in the divine Spirit, foretold the last things, declaring plainly the change for the better of the waterless, barren and fruitless land of the nations, and the coming of Christ, and the preaching of his apostles, and all the other things contained in their prophecies; from which it is known that he is truly God who prophesied these things in them and through them. But how could the wicked demons know the counsel and purpose of the God who is over all, or what he had determined concerning the coming of Christ, and concerning their own overthrow and destruction? Therefore, not knowing the things to come, nor what was to happen in the last times concerning the calling of the nations and their own desolation, they naturally did not know the former things either; hence none of them has been able to suggest to their prophets the things which those counted worthy of the Spirit of God have handed down in writing. “Do good and do evil, and we will marvel, and we will see together.” For even if you are well able to do evil, being wicked demons, you will not have from this a mark of divine working; therefore you must first show what is proper to God—I mean doing good—and then use just judgment and punish those who deserve harm.
41.5PG 24:375–385
Ὡς ἐντεῦθεν παρίστασθαι τὰς νομιζομένας ἐνεργείας, ἢ τοὺς χρησμοὺς ἀνδρῶν εἶναι γοήτων ἀπάτας, τῇ τῶν πολλῶν ἠλιθιότητι καταχρωμένων. Ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν; Ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ Βοῤῥᾶ, καὶ τὸν ἀφ᾿ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου. Σημαίνει δὲ διὰ τούτων τὸν μὲν ἀπὸ ἀνατολῶν ἡλίου τὸν Χριστὸν καὶ τὴν ἑαυτοῦ δικαιοσύνην· τοῦτο δὲ ἐδήλου καὶ διὰ τῶν ἔμπροσθεν φήσας· Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ἣν καὶ τοῖς ἔθνεσι δεδωρῆσθαι ἐδήλου· τὸν δὲ ἀπὸ Βοῤῥᾶ, τὸν ἐξ ἐθνῶν λαὸν, πάλαι ὄντα ἐν τῷ Βοῤῥᾷ, κατὰ τὸ, ᾿Απὸ προσώπου Βοῤῥᾶ ἐκκαυθήσεται κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.» Τοῦτον οὖν τὸν ἐξ ἐθνῶν λαὸν, ἐξήγειρα, φησὶν, ἀπὸ Βοῤῥᾶ, ἵνα μηκέτι ἐν αὐτῷ ᾖ· καλέσω δὲ καὶ τὸν ἀφ᾿ ἡλίου ἀνατολῶν, τουτέστι τὸν Χριστόν. Ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλὸν, οὕτω καταπατηθήσεσθε · · ἤτοι τοὺς τὴν αὐτοῦ βασιλείαν δορυφοροῦντας ἀγγέλους οὕτως ὀνομάζων, δι' ὧν τὴν καθαίρεσιν τῆς ἀθέου πλάνης γεγενῆσθαί φησιν· ἢ τοὺς ἄρχοντας καὶ προεστῶτας τῆς Ἐκκλησίας αὐτοῦ. Ὑμεῖς δηλαδὴ, οἷς ἐλέγετο, ὅτι «Πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς.» Τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν, ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων, οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. Διπλὴν ἔχει διάνοιαν, ὡς μήτε αὐτῶν ἐχόντων λόγον, διὰ τὸ μηδὲν δύνασθαι, μήτε εἰδέναι, μήτε τῶν πάλαι περὶ αὐτὰ πλανωμένων ἐπιμενόντων τῇ πλάνῃ· ὠφελημένων δὲ ὑπὸ τοῦ τῆς ἀληθείας λόγου, ὡς μηκέτι ἐκείνοις παρέχειν τὰς ἀκοὰς, διὰ τὸ κατεγνωκέναι τῆς παλαιᾶς ἀπάτης. Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλήμ παρακαλέσω εἰς ὁδόν. Ὁ λέγει τοιοῦτόν ἐστι· Γινώσκετε, ὦ ἄνθρωποι, ὡς τῇ Ἑκκλησίᾳ τῇ ἐμῇ, τῇ καὶ διὰ τῶν ἔμπροσθεν ὠνομασμένῃ Σιὼν καὶ Ἱερουσαλήμ, αὐτὸς ἐγὼ δώσω τὴν κατὰ πάντων ἀρχὴν, καὶ τὴν Εκκλησίαν μου παρακαλέσω, καὶ θήσω αὐτὴν εἰς ὁδόν. Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς· καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων. Καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, Πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι. Εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς. Ἠλέγχθησαν γοῦν τὸ μηδὲν ὄντες, καὶ διὰ τοῦτο μηδὲν δυνάμενοι· διὸ καὶ ἐὰν ἐπερωτήσω αὐτοὺς ὁπόθεν εἶεν, οὐδεὶς αὐτῶν ἀπόκρισιν δώσει.
Hōs enteuthen paristasthai tas nomizomenas energeias, ē tous chrēsmous andrōn einai goētōn apatas, tę̄ tōn pollōn ēlithiotēti katachrōmenōn. Hoti pothen este hymeis, kai pothen hē ergasia hymōn? Ek gēs bdelygma exelexanto hymas. Egō de ēgeira ton apo Borrha, kai ton aph᾿ hēliou anatolōn, klēthēsontai tǭ onomati mou. Sēmainei de dia toutōn ton men apo anatolōn hēliou ton Christon kai tēn heautou dikaiosynēn; touto de edēlou kai dia tōn emprosthen phēsas; Tis exēgeiren apo anatolōn dikaiosynēn? hēn kai tois ethnesi dedōrēsthai edēlou; ton de apo Borrha, ton ex ethnōn laon, palai onta en tǭ Borrhą, kata to, ᾿Apo prosōpou Borrha ekkauthēsetai kaka epi pantas tous katoikountas tēn gēn.» Touton oun ton ex ethnōn laon, exēgeira, phēsin, apo Borrha, hina mēketi en autǭ ę̄; kalesō de kai ton aph᾿ hēliou anatolōn, toutesti ton Christon. Erchesthōsan archontes, kai hōs pēlos kerameōs, kai hōs kerameus katapatōn ton pēlon, houtō katapatēthēsesthe ; ; ētoi tous tēn autou basileian doryphorountas angelous houtōs onomazōn, di' hōn tēn kathairesin tēs atheou planēs gegenēsthai phēsin; ē tous archontas kai proestōtas tēs Ekklēsias autou. Hymeis dēladē, hois elegeto, hoti «Pothen este hymeis, kai pothen hē ergasia hymōn? ek gēs bdelygma exelexanto hymas.» Tis gar anangelei ta ex archēs, hina gnōmen kai ta emprosthen, kai eroumen, hoti alēthē estin? ouk estin ho prolegōn, oude ho akouōn hymōn tous logous. Diplēn echei dianoian, hōs mēte autōn echontōn logon, dia to mēden dynasthai, mēte eidenai, mēte tōn palai peri auta planōmenōn epimenontōn tę̄ planę̄; ōphelēmenōn de hypo tou tēs alētheias logou, hōs mēketi ekeinois parechein tas akoas, dia to kategnōkenai tēs palaias apatēs. Archēn Siōn dōsō, kai Hierousalēm parakalesō eis hodon. Ho legei toiouton esti; Ginōskete, ō anthrōpoi, hōs tę̄ Hekklēsią tę̄ emę̄, tę̄ kai dia tōn emprosthen ōnomasmenę̄ Siōn kai Hierousalēm, autos egō dōsō tēn kata pantōn archēn, kai tēn Ekklēsian mou parakalesō, kai thēsō autēn eis hodon. Apo gar tōn ethnōn idou oudeis; kai apo tōn eidōlōn autōn ouk ēn ho anangellōn. Kai ean erōtēsō autous, Pothen este? ou mē apokrithōsi moi. Eisi gar hoi poiountes hymas, kai matēn hoi planōntes hymas. Ēlenchthēsan goun to mēden ontes, kai dia touto mēden dynamenoi; dio kai ean eperōtēsō autous hopothen eien, oudeis autōn apokrisin dōsei.
So that from this it is shown that their supposed workings, or their oracles, are the deceits of sorcerers who exploit the simplicity of the many. “For where are you from, and where is your work from? From the earth they have chosen you, an abomination. But I have raised up the one from the north, and the one from the rising of the sun; they shall be called by my name.” By these words he signifies by the one from the rising of the sun Christ and his own righteousness; this he also showed earlier, saying: “Who raised up righteousness from the east?”, which he showed to have been granted to the nations as well; and by the one from the north the people from the nations, which of old was in the north, according to the saying: “From the face of the north evils shall be kindled upon all who dwell in the land.” This people from the nations, then, I have raised up, he says, from the north, so that it is no longer in it; and I will also call the one from the rising of the sun, that is, Christ. “Let rulers come, and as potter’s clay, and as a potter treading clay, so you shall be trampled”: either naming so the angels who guard his kingdom, through whom he says the overthrow of the godless error came about; or the rulers and leaders of his church. “You”: clearly those to whom it was said, “Where are you from, and where is your work from? From the earth they have chosen you, an abomination.” “For who will announce the things from the beginning, that we may know the things before too, and we will say that they are true? There is none who foretells, nor any who hears your words.” This has a double sense: that neither have they any speech, since they can do nothing and know nothing, nor do those who once went astray after them remain in the error; but, helped by the word of truth, they no longer give them their ears, because they have condemned the old deceit. “I will give rule to Zion, and I will comfort Jerusalem for the way.” What he says is this: Know, O men, that to my church, which was also named Zion and Jerusalem in what went before, I myself will give rule over all, and I will comfort my church and set it on the way. “For from the nations, behold, there is none; and from their idols there was none who announced. And if I ask them, Where are you from? they will not answer me. For they are those who make you, and in vain those who lead you astray.” They have been convicted, then, of being nothing, and therefore of being able to do nothing; and so, even if I ask them where they are from, none of them will give an answer.
Chapter 42
42.1PG 24:385–395
Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ · Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ Πνεῦμά μου ἐπ' αὐτόν. Εὔροις δ᾽ ἂν ταῦτα συνῳδὰ τοῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ ἐκ ρίζης Ἰεσσαὶ προελευσομένου τεθεσπισμένοις. Ἐκλεκτὸς δὲ οὐκέθ᾽ ὁμοίως τοῖς ἀποστόλοις· ἐπειδὴ μόνῳ αὐτῷ λέλεκται τὸ, Ὃν ἠρέτισεν ἡ ψυχή μου· · ἀλλὰ καὶ τὸ πνεῦμα τοῦ Θεοῦ ἐπὶ μόνον αὐτὸν ἐπαναπαύσατο· Ἐν αὐτῷ γὰρ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Διόπερ ὡς μόνος χωρήσας τὸ Πνεῦμα τὸ πατρικὸν, τὰ ἑξῆς πάντα ἐργάζεται, ἐξαγγέλλων τὰ περὶ τῆς καθολικῆς κρίσεως τοῖς ἔθνεσιν, εἰς τὸ παρασκευάζεσθαι τοὺς πάντας εἰς τὴν μέλλουσαν τοῦ Θεοῦ κρίσιν. Οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ συντρίμει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει· ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Σύνηθες τῇ θείᾳ Γραφῇ τῷ τῆς ψυχῆς ὄμματι καταχρᾶσθαι ἐπὶ τοῦ Θεοῦ· ἐπεὶ καὶ πόδας, καὶ χεῖρας, καὶ δακτύλους, καὶ ὀφθαλμοὺς Θεοῦ εἴωθεν ἀνθρωπινώτερον προφέρεσθαι. Περὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ ταῦτα λέγεται, ἐπειδήπερ ἡσύχως καὶ πράως τὸν ἀνθρώπινον διώδευσε βίον, ὡς μηδὲ τοῖς ὑπ᾿ αὐτοῦ θεραπευομένοις ἐπιτρέπειν αὐτὸν φανερὸν ποιεῖν τοῖς πᾶσιν · οὕτω γὰρ, φησὶν, ἀψοφητὶ καὶ ἡσύχως διελεύσεται τὸν ἐν ἀνθρώποις βίον, ὡς μηδὲ τὸν τυχόντα ἄνθρωπον λυπῆσαι τὸν πάντων ταπεινώτερον, καὶ ἀσθενέστερον, καλάμῳ διὰ τὸ ἀσθενὲς ἀπεικασμένον. Λίνον δὲ τυφόμενον εἶποις ἂν εἶναι τὸν εἰκῆ φυσιούμενον, ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ ἐπηρμένον καὶ τετυφωμένον, ὃν οὐ κωλύσειν, οὐδὲ παύσειν ἐλέγετο τοῦ ἐπάρματος ὁ προφητευόμενος. δὴ καὶ ἔργῳ ἐπλήρου ὁ Χριστὸς ἐπιδημῶν τῷ θνητῷ βίῳ· οὔτε οὖν ταπεινόν τινα καὶ ἀσθενῆ ἐν ἀνθρώποις ἐλύπησεν, οὔτε τινὰ τῶν ἐπηρμένων καὶ ὑπερηφάνων μετῆλθε· πρὸς ἅπαντας δὲ τοὺς ἀνθρώπους πρᾶός τε ἦν καὶ ταπεινὸς τῇ καρδίᾳ· σὺν ἀληθείᾳ δὲ καὶ παῤῥησίᾳ τοῖς πᾶσι διαστέλλων τὰ περὶ τῆς τοῦ Θεοῦ κρίσεως, καὶ οὐ πρότερόν γε ἐπαύσατο, ἢ φωτὸς δίκην ἐκλάμψαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν ὁ προφητικὸς λόγος ἠνίξατο εἰπὼν, ᾿Αναλάμψει καὶ οὐ θραυσθήσεται. Θραῦσαι μὲν γὰρ αὐτὸν, καὶ ἀποσβέσαι πεπείρανται οἱ τὸν θάνατον αὐτῷ κατασκευάσαντες · ἐπεὶ καὶ πᾶν τὸ θνητὸν γένος θανάτῳ θραύσεσθαι πέφυκεν. Ἀλλ᾿ οὐ καὶ αὐτὸν ἔθραυσεν· μόνος δὲ τῶν ἐξ αἰῶνος εἷς οὗτος θανάτου κρείττων ἀποφανθεὶς, εἰκότως ὑπὸ τῆς προφητείας μεμαρτύρηται φησάσης · ᾿Αναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. Διὸ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, φωτὸς δίκην εἰς πάντα τὸν κόσμον ἐκλάμψας, οὐ πρότερον ἐπαύσατο, ἢ διατάξασθαι ἐπὶ τῆς γῆς τὴν περὶ τῆς Ἐκκλησίας αὐτοῦ διοίκησίν τε καὶ κρίσιν, ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς, καὶ τὸ πνεῦμα τοῖς πατοῦσιν αὐτήν.
Iakōb ho pais mou, antilēpsomai autou ; Israēl ho eklektos mou, prosedexato auton hē psychē mou. edōka to Pneuma mou ep' auton. Eurois d᾽ an tauta synǭda tois dia tōn emprosthen peri tou ek rizēs Iessai proeleusomenou tethespismenois. Eklektos de ouketh᾽ homoiōs tois apostolois; epeidē monǭ autǭ lelektai to, Hon ēretisen hē psychē mou; ; alla kai to pneuma tou Theou epi monon auton epanapausato; En autǭ gar katǭkēse pan to plērōma tēs theotētos sōmatikōs. Dioper hōs monos chōrēsas to Pneuma to patrikon, ta hexēs panta ergazetai, exangellōn ta peri tēs katholikēs kriseōs tois ethnesin, eis to paraskeuazesthai tous pantas eis tēn mellousan tou Theou krisin. Ou kekraxetai, oude anēsei, oude akousthēsetai exō hē phōnē autou; kalamon tethlasmenon ou syntrimei, kai linon kapnizomenon ou sbesei; alla eis alētheian exoisei krisin. Synēthes tę̄ theią Graphę̄ tǭ tēs psychēs ommati katachrasthai epi tou Theou; epei kai podas, kai cheiras, kai daktylous, kai ophthalmous Theou eiōthen anthrōpinōteron propheresthai. Peri autou de tou Christou tauta legetai, epeidēper hēsychōs kai praōs ton anthrōpinon diōdeuse bion, hōs mēde tois hyp᾿ autou therapeuomenois epitrepein auton phaneron poiein tois pasin ; houtō gar, phēsin, apsophēti kai hēsychōs dieleusetai ton en anthrōpois bion, hōs mēde ton tychonta anthrōpon lypēsai ton pantōn tapeinōteron, kai asthenesteron, kalamǭ dia to asthenes apeikasmenon. Linon de typhomenon eipois an einai ton eikē physioumenon, hypo tou noos tēs sarkos autou epērmenon kai tetyphōmenon, hon ou kōlysein, oude pausein elegeto tou eparmatos ho prophēteuomenos. dē kai ergǭ eplērou ho Christos epidēmōn tǭ thnētǭ biǭ; oute oun tapeinon tina kai asthenē en anthrōpois elypēsen, oute tina tōn epērmenōn kai hyperēphanōn metēlthe; pros hapantas de tous anthrōpous praos te ēn kai tapeinos tę̄ kardią; syn alētheią de kai parrhēsią tois pasi diastellōn ta peri tēs tou Theou kriseōs, kai ou proteron ge epausato, ē phōtos dikēn eklampsai dia tēs ek nekrōn anastaseōs, hēn ho prophētikos logos ēnixato eipōn, ᾿Analampsei kai ou thrausthēsetai. Thrausai men gar auton, kai aposbesai pepeirantai hoi ton thanaton autǭ kataskeuasantes ; epei kai pan to thnēton genos thanatǭ thrausesthai pephyken. All᾿ ou kai auton ethrausen; monos de tōn ex aiōnos heis houtos thanatou kreittōn apophantheis, eikotōs hypo tēs prophēteias memartyrētai phēsasēs ; ᾿Analampsei kai ou thrausthēsetai, heōs an thę̄ epi tēs gēs krisin, kai epi tǭ onomati autou ethnē elpiousi. Dio kai meta tēn ek nekrōn anastasin, phōtos dikēn eis panta ton kosmon eklampsas, ou proteron epausato, ē diataxasthai epi tēs gēs tēn peri tēs Ekklēsias autou dioikēsin te kai krisin, hēn tois autou paredōke mathētais. Houtō legei Kyrios ho Theos ho poiēsas ton ouranon, kai pēxas auton, ho stereōsas tēn gēn, kai ta en autę̄, kai didous pnoēn tǭ laǭ tǭ ep᾿ autēs, kai to pneuma tois patousin autēn.
“Jacob my servant, I will help him; Israel my chosen, my soul has accepted him. I have put my Spirit upon him.” You would find these things in harmony with what was prophesied earlier about him who would come forth from the root of Jesse. But he is chosen not in the same way as the apostles; since to him alone is it said, “whom my soul has chosen”; and also the Spirit of God rested on him alone; “for in him dwelt all the fullness of the Godhead bodily.” Therefore, as alone having contained the Father’s Spirit, he performs all that follows, announcing to the nations what concerns the universal judgment, so that all may prepare themselves for the coming judgment of God. “He will not cry out, nor lift up his voice, nor will his voice be heard outside; a bruised reed he will not break, and smoking flax he will not quench; but he will bring forth judgment to truth.” It is customary for the divine Scripture to use the word “soul” loosely of God; since it is also accustomed to speak in a more human fashion of the feet and hands and fingers and eyes of God. These things are said about Christ himself, since he passed through human life quietly and gently, so as not even to allow those he healed to make him known to all; for so, he says, he will pass through life among men without noise and quietly, so as not to grieve even the chance person, the lowliest and weakest of all, likened to a reed for his weakness. Smoking flax you might say is the one vainly puffed up, exalted and swollen by the mind of his flesh, whom the one prophesied was said not to hinder nor stop from his exaltation. This Christ fulfilled in deed when he sojourned in mortal life: he neither grieved anyone lowly and weak among men, nor pursued anyone of the exalted and proud; but toward all people he was meek and lowly in heart; and, declaring to all with truth and boldness what concerns the judgment of God, he did not cease until he shone forth like a light through his resurrection from the dead, which the prophetic word hinted at, saying, “He will shine out and not be broken.” For those who contrived his death tried to break and quench him; since the whole mortal race is by nature broken by death. But it did not break him; rather he alone of all from eternity was shown stronger than death, and is fittingly attested by the prophecy that says: “He will shine out and not be broken, until he sets judgment on the earth; and in his name nations will hope.” Therefore, after the resurrection from the dead, having shone like a light into the whole world, he did not cease until he had ordered on the earth the government and judgment of his church, which he handed over to his disciples. “Thus says the Lord God who made heaven and fixed it, who established the earth and what is in it, and gives breath to the people on it, and spirit to those who tread on it.”
42.2PG 24:385–395
Σφόδρα ἀκολούθως· χρὴ γὰρ ἡμᾶς μαθεῖν ἐκ τίνος προσώπου ἦν τὰ περὶ Χριστοῦ προλεχθέντα. Ἐπειδὴ γὰρ ἀθρόως ἐπέβαλεν ὁ προφητικὸς λόγος ἐν ἀρχῇ εἰπὼν, Ἰακώβ· ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν· · τίς δὲ ἦν ὁ ταῦτα εἰρηκώς οὐ προεδίδαξεν, ἀναγκαίως ἐπὶ τοῦ παρόντος διασαφεῖ τὸν ταῦτα τεθεσπικότα· διὸ ἐπιφέρει τὸ, Οὕτως εἶπε Κύριος ὁ Θεός· · αὐτὸς γὰρ ἦν ὁ τὰ πρῶτα εἰρηκὼς, καὶ τὰ ἑξῆς ἐπιλεγόμενος. Εἰ γὰρ καὶ μάλιστα μὴ οἷοί τε ἐστε, φησὶν, ὑμεῖς· οἱ ἄνθρωποι, τὴν ἀφανῆ καὶ ἀσώματον οὐσίαν ἐποπτεῦσαι Θεοῦ, ἀλλ᾽ ἀναβλέψαντες εἰς τὸ μέγεθος τοῦ τοσούτου οὐρανοῦ, λογίσασθε ὁποῖός τις τυγχάνει ὁ τοσοῦτον μέγεθος διαπηξάμενος· ἀλλὰ καὶ ἐπὶ τὴν γῆν αὐτὴν ἀποβλέψαντες, ὁπόση τίς ἐστι, καὶ ὡς ἀκίνητος τὸν σύμπαντα αἰῶνα ἥδρασται ἐῤῥιζωμένη, καὶ τεθεμελιωμένη, ὡς μηδαμῆ μηδαμῶς κινεῖσθαι· ἐννοήσατε ὅσης ἀῤῥήτου ὑπάρχει δυνάμεως ὁ στερεώσας αὐτὴν, γόνιμόν τε καὶ καρπῶν οἰστικὴν αὐτὴν ἀπεργασάμενος, ὡς τοσαῦτα ζῶα καὶ φυτὰ προβάλλεσθαι. Ὁ δὴ οὖν τοσαῦτα κάλλη καὶ μεγέθη κατασκευάσας, Κύριος καὶ Θεὸς τῶν ὅλων, οὗτος τὰ προλεχθέντα περὶ τοῦ Χριστοῦ ἐθέσπισεν. Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς, καὶ καθημένους ἐν σκότει: Προσφωνεῖ δὲ ταῦτα τῷ ἀνωτέρω λεχθέντι παιδὶ αὐτοῦ, ᾧ τὸ ἑαυτοῦ πνεῦμα δώσειν ἐλέγετο. Πρῶτον δὲ αὐτὸν ἐν δικαιοσύνῃ καλεῖ, κατ᾿ ἀξίαν τὴν κλῆσιν αὐτοῦ καὶ κατὰ τὸ δίκαιον ποιούμενος· ἔπειτα κρατήσειν τῆς χειρὸς αὐτοῦ, καὶ ἐνισχῦσαι αὐτὸν, καὶ τρίτον χαριεῖσθαι αὐτῷ δῶρον ὥσπερ τι φῶς μέγα, πᾶσι τοῖς ἔθνεσιν ἐπαγγέλλεται λέγων· Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Πάλαι μὲν οὖν διὰ Μωϋσέως τὴν παλαιὰν Διαθήκην τῷ Ἰουδαίων ἐδίδου λαῷ· ἐνταῦθα δὲ τὸν προφητευόμενον εἰς διαθήκην τοῦ γένους τῶν ἀνθρώπων, καὶ εἰς φῶς ἐθνῶν δωρήσασθαί φησιν· ὅπως ἐν αὐτῷ φωτιζάμενοι τῶν πάλαι τὰς ψυχὰς τυφλῶν οἱ ὀφθαλμοὶ διανοίγωνται καὶ ἀναβλέπωσι διορῶντες τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς μηκέτι ξύλοις καὶ λίθοις καὶ ἀψύχων ὕλῃ τὴν τοῦ Θεοῦ τιμὴν ἀπονέμειν. Ἤμελλε γὰρ τοὺς σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένους, καὶ ἐν σκότῳ τε καὶ κακίᾳ πεπεδημένους διὰ τῆς τοῦ Θεοῦ χάριτος ἁμαρτιῶν ἀφέσεως καταξιοῦν, καὶ ὥσπερ ἐκ δεσμωτηρίων ἀπολύειν ἐλευθέρους τε καὶ ἀπαλλάττειν τῆς τοῦ διαβόλου εἰρκτῆς. Ἐγὼ Κύριος ὁ Θεός· τοῦτό μοῦ ἐστι τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τὰ ἀπ᾿ ἀρχῆς ἰδοὺ ἤκασι, καὶ καινὰ ὰ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγείλαι ἐδηλώθη ὑμῖν. · Ἐπιστῆσαι ἄξιον, ὡς οὐκ εἴρηται, Τὴν δόξαν μου οὐδενὶ δώσω· δείκνυται γὰρ ὁ Υἱὸς τοῦ Πατρὸς ἔχων τὴν δόξαν· τὸ μὲν γὰρ οὐδενὶ, ἀναιρετικὸν ἦν παντός · τὸ δὴ ἑτέρῳ μὴ δώσειν, ἑνὶ μόνῳ τὴν συγχώρησιν γεγενῆσθαι ἐμφαίνει, δηλαδὴ τῷ προφητευομένῳ Οὗτος δὲ ἦν πρὸς ὃν ἐλέγετο ·
Sphodra akolouthōs; chrē gar hēmas mathein ek tinos prosōpou ēn ta peri Christou prolechthenta. Epeidē gar athroōs epebalen ho prophētikos logos en archę̄ eipōn, Iakōb; ho pais mou, antilēpsomai autou; Israēl ho eklektos mou, prosedexato auton hē psychē mou edōka to pneuma mou ep' auton; ; tis de ēn ho tauta eirēkōs ou proedidaxen, anankaiōs epi tou parontos diasaphei ton tauta tethespikota; dio epipherei to, Houtōs eipe Kyrios ho Theos; ; autos gar ēn ho ta prōta eirēkōs, kai ta hexēs epilegomenos. Ei gar kai malista mē hoioi te este, phēsin, hymeis; hoi anthrōpoi, tēn aphanē kai asōmaton ousian epopteusai Theou, all᾽ anablepsantes eis to megethos tou tosoutou ouranou, logisasthe hopoios tis tynchanei ho tosouton megethos diapēxamenos; alla kai epi tēn gēn autēn apoblepsantes, hoposē tis esti, kai hōs akinētos ton sympanta aiōna hēdrastai errhizōmenē, kai tethemeliōmenē, hōs mēdamē mēdamōs kineisthai; ennoēsate hosēs arrhētou hyparchei dynameōs ho stereōsas autēn, gonimon te kai karpōn oistikēn autēn apergasamenos, hōs tosauta zōa kai phyta proballesthai. Ho dē oun tosauta kallē kai megethē kataskeuasas, Kyrios kai Theos tōn holōn, houtos ta prolechthenta peri tou Christou ethespisen. Egō Kyrios ho Theos ekalesa se en dikaiosynę̄, kai kratēsō tēs cheiros sou, kai enischysō se, kai edōka se eis diathēkēn genous, eis phōs ethnōn, anoixai ophthalmous typhlōn, exagagein ek desmōn dedemenous, kai ex oikou phylakēs, kai kathēmenous en skotei: Prosphōnei de tauta tǭ anōterō lechthenti paidi autou, hǭ to heautou pneuma dōsein elegeto. Prōton de auton en dikaiosynę̄ kalei, kat᾿ axian tēn klēsin autou kai kata to dikaion poioumenos; epeita kratēsein tēs cheiros autou, kai enischysai auton, kai triton charieisthai autǭ dōron hōsper ti phōs mega, pasi tois ethnesin epangelletai legōn; Kai edōka se eis diathēkēn genous, eis phōs ethnōn. Palai men oun dia Mōÿseōs tēn palaian Diathēkēn tǭ Ioudaiōn edidou laǭ; entautha de ton prophēteuomenon eis diathēkēn tou genous tōn anthrōpōn, kai eis phōs ethnōn dōrēsasthai phēsin; hopōs en autǭ phōtizamenoi tōn palai tas psychas typhlōn hoi ophthalmoi dianoigōntai kai anablepōsi diorōntes tēn tou Theou gnōsin, hōs mēketi xylois kai lithois kai apsychōn hylę̄ tēn tou Theou timēn aponemein. Ēmelle gar tous seirais tōn idiōn hamartēmatōn katesphigmenous, kai en skotǭ te kai kakią pepedēmenous dia tēs tou Theou charitos hamartiōn apheseōs kataxioun, kai hōsper ek desmōtēriōn apolyein eleutherous te kai apallattein tēs tou diabolou eirktēs. Egō Kyrios ho Theos; touto mou esti to onoma, tēn doxan mou heterǭ ou dōsō, oude tas aretas mou tois glyptois. Ta ap᾿ archēs idou ēkasi, kai kaina a egō anangellō, kai pro tou anangeilai edēlōthē hymin. ; Epistēsai axion, hōs ouk eirētai, Tēn doxan mou oudeni dōsō; deiknytai gar ho Huios tou Patros echōn tēn doxan; to men gar oudeni, anairetikon ēn pantos ; to dē heterǭ mē dōsein, heni monǭ tēn synchōrēsin gegenēsthai emphainei, dēladē tǭ prophēteuomenǭ Houtos de ēn pros hon elegeto ;
Very consistently; for we must learn in whose person the things foretold about Christ were spoken. For since the prophetic word began abruptly, saying, “Jacob my servant, I will help him; Israel my chosen, my soul has accepted him; I have put my Spirit upon him,” but did not first teach who it was who said these things, it necessarily makes clear now the one who prophesied them; therefore it adds, “Thus said the Lord God”; for he was the one who said the first things and adds what follows. For even if you men, he says, are wholly unable to behold the invisible and incorporeal being of God, yet look up to the greatness of so vast a heaven and reckon what sort of being he is who fixed so great a magnitude; and look also at the earth itself, how great it is, and how it is set unmoved for the whole age, rooted and founded so as never to move in any way at all, and consider of what unspeakable power he is who established it and made it fertile and fruitful, so that it puts forth so many animals and plants. He, then, who fashioned such beauties and magnitudes, the Lord and God of all, is the one who prophesied what was foretold about Christ. “I the Lord God have called you in righteousness, and I will hold your hand, and strengthen you, and I have given you as a covenant of the race, as a light of the nations, to open the eyes of the blind, to bring out the bound from bonds, and from the prison house, and those who sit in darkness.” He addresses these words to his servant mentioned above, to whom it was said he would give his own Spirit. First he calls him in righteousness, making his calling according to worth and justice; then he promises to hold his hand and strengthen him; and third to grant him as a gift, like a great light, to all the nations, saying: “And I have given you as a covenant of the race, as a light of the nations.” Of old, then, he gave the old covenant to the Jewish people through Moses; but here he says that he grants the one prophesied as a covenant for the race of men and as a light of the nations; so that, being enlightened in him, the eyes of those who were of old blind in their souls might be opened and see again, discerning the knowledge of God, so as no longer to assign the honor of God to wood and stones and lifeless matter. For he was going to count worthy of the forgiveness of sins, through the grace of God, those bound fast by the cords of their own sins and fettered in darkness and wickedness, and as it were to release them from prisons as free men and deliver them from the devil’s jail. “I am the Lord God; this is my name; my glory I will not give to another, nor my virtues to carved images. The things from the beginning, behold, have come, and new things which I announce, and before I announced them they were made plain to you.” It is worth noting that it is not said, “My glory I will give to no one”; for the Son is shown to have the Father’s glory. For “to no one” would have excluded everyone; but “I will not give to another” shows that the concession has been made to one alone, namely to the one who is prophesied. This was the one to whom it was said:
42.3PG 24:385–395
Ἑκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Διὰ τούτων δὲ, οἶμαι, τῶν λόγων τὰ ἔθνη πάντα παιδεύει, μηδένα μὲν θεὸν ὑμνεῖν τῶν πάλαι ὀνομαζομένων αὐτοῖς θεῶν· μόνον δὲ τὸν Χριστὸν τοῦ Θεοῦ καὶ τὸν πέμψαντα αὐτὸν Πατέρα δοξάζειν. Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ. Τοῦτό φησι χρῆναι ποιεῖν πάντας ἀνθρώπους. Δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ᾿ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες τὴν θάλασσαν, καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς· · ὡς ἀπὸ τῆς τοῦ Χριστοῦ προσηγορίας Χριστιανῶν τὴν σύμπασαν πεπληρῶσθαι. ῎Αντικρυς τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν σημαίνων, οὓς παρὰ τὴν θάλασσαν εἶδε βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἀλιεῖς· ὁμοίως δὲ καὶ τοὺς λοιπούς. Οἱ αὐτοὶ δὲ οὗτοι, καὶ τὴν καθ᾽ ἡμᾶς περιπλέοντες θάλατταν, τοτὲ μὲν ἐν ταῖς νήσοις ἐκήρυττον τὸ Εὐαγγέλιον, τοτὲ δὲ διέβαινον ἐπέκεινα Σπανίας τε καὶ Ἰταλίας, ὡς ἐν ὀλίγῳ χρόνῳ καὶ αὐτὴν βασιλεύουσαν πόλιν πληρῶσαι τῆς τοῦ Χριστοῦ διδασκαλίας. Καὶ ἄλλως δὲ οἱ τὴν τοῦ ἀνθρωπίνου βίου θάλασσαν ἐμπλέοντες, καὶ πᾶσι τοῖς ἔθνεσιν ἐν μέσαις ταῖς ἐκκλησίαις κηρύττοντες τὸ Εὐαγγέλιον διὰ τῶν προκειμένων δηλοῦνται· ἐπεὶ καὶ αὐτοὶ τὸν καινὸν ὕμνον πάσῃ κατήγγελλον τῇ γῇ, καὶ ἀνθρώποις ἐν μέσαις ταῖς ἐκκλησίαις κηρύττοντες καὶ διδάσκοντες. Καὶ οἱ κατοικοῦντες αὐτὰς · · τοὺς ἐν ταῖς Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς · · ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, καὶ πόλεις αὐτῆς. ἐκκλησίαις συναγομένους τοῦτον ἐμφαίνων τὸν τρόπον. Πολλαὶ γὰρ πόλεις κατὰ τὰς διαφόρους πολιτείας ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ἐπινοοῦνται, ὡς ἐδείκνυτο καὶ ἐν τῇ ὁράσει τῆς Αἰγύπτου, ἐν ᾗ ἐλέγοντο ἔσεσθαι πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι. Ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ᾿ ἄκρου τῶν ὀρέων βοήσουσι. Ἡ Κηδὰρ δὲ ἐπέκεινα τῆς ᾿Αραβίας τυγχάνει ἐπὶ τῆς ἐσχάτης ἐρήμου, καὶ κατέχειν φασὶ τὸ τῶν Σαρακηνῶν γένος. Δι' ὧν ὁ λόγος ἑβουλήθη πάντας τοὺς τὰς ἐρήμους καὶ τὰ ἔσχατὰ τῆς γῆς οἰκοῦντας δηλῶσαι, ὡς τῆς τοῦ Θεοῦ λογικῆς εὐφροσύνης διὰ τῆς τοῦ Χριστοῦ χάριτος καὶ μέχρις ἡμῶν φθάνειν μελλούσης. Καὶ Πέτρα δὲ τίς ἐστὶ πόλις Παλαιστίνης δεισιδαιμόνων ἀνδρῶν, καὶ πολλῇ τῇ πλάνῃ τῇ δαιμονικῇ βεβαπτισμένη· ἧς καὶ αὐτῆς τοὺς ἐνοίκους τῆς χάριτος μεταλήψεσθαί φησι λέγων Εὐφρανθήσονται οἱ οἰκοῦντες Πέτραν. Τούτων δὲ τῶν λόγων τὴν ἀλήθειαν ἡ διὰ τῶν πραγμάτων έκβασις ἐπιστώσατο, Ἐκκλησιῶν Χριστοῦ καὶ ἐπ᾿ αὐτῆς τῆς Πετρέων πόλεως, κατά τε τὴν χώραν αὐτῆς, καὶ ἐν ταῖς ἐρήμοις δὲ τῶν Σαρακηνῶν καθ᾿ ἡμᾶς αὐτοὺς ἱδρυμένων. Καὶ ἄλλως δὲ Κηδὰρ ἑρμηνεύεται σκοτασμὸς, διὰ τοὺς μεταβαλόντας ἀπὸ τοῦ σκοτασμοῦ ἐπὶ τὸ κατηγγελμένον φῶς τοῖς ἔθνεσιν. Εὐφρανθήσεσθαι ὁ λόγος φησὶ καὶ τοὺς κατοικοῦντας τὴν Πέτραν ὁμοίως· Ἡ δὲ Πέτρα ἦν ὁ Χριστός. Δώσουσι τῷ Θεῷ δόξαν· τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι. Οὕτω δὲ καὶ ἀνωτέρω ἐλέγετο·
Hekalesa se en dikaiosynę̄, kai kratēsō tēs cheiros sou, kai enischysō se, kai edōka se eis diathēkēn genous, eis phōs ethnōn. Dia toutōn de, oimai, tōn logōn ta ethnē panta paideuei, mēdena men theon hymnein tōn palai onomazomenōn autois theōn; monon de ton Christon tou Theou kai ton pempsanta auton Patera doxazein. Hymnēsate tǭ Kyriǭ hymnon kainon; hē archē autou. Touto phēsi chrēnai poiein pantas anthrōpous. Doxazete to onoma autou ap᾿ akrou tēs gēs, hoi katabainontes tēn thalassan, kai pleontes autēn, hai nēsoi kai hoi katoikountes autas; ; hōs apo tēs tou Christou prosēgorias Christianōn tēn sympasan peplērōsthai. ᾿Antikrys tous apostolous tou Sōtēros hēmōn sēmainōn, hous para tēn thalassan eide ballontas amphiblēstron eis tēn thalassan; ēsan gar alieis; homoiōs de kai tous loipous. Hoi autoi de houtoi, kai tēn kath᾽ hēmas peripleontes thalattan, tote men en tais nēsois ekērytton to Euangelion, tote de diebainon epekeina Spanias te kai Italias, hōs en oligǭ chronǭ kai autēn basileuousan polin plērōsai tēs tou Christou didaskalias. Kai allōs de hoi tēn tou anthrōpinou biou thalassan empleontes, kai pasi tois ethnesin en mesais tais ekklēsiais kēryttontes to Euangelion dia tōn prokeimenōn dēlountai; epei kai autoi ton kainon hymnon pasę̄ katēngellon tę̄ gę̄, kai anthrōpois en mesais tais ekklēsiais kēryttontes kai didaskontes. Kai hoi katoikountes autas ; ; tous en tais Euphranthēti, erēmos, kai hai kōmai autēs ; ; ē kata tous loipous hermēneutas, kai poleis autēs. ekklēsiais synagomenous touton emphainōn ton tropon. Pollai gar poleis kata tas diaphorous politeias en tę̄ Ekklēsią tou Theou epinoountai, hōs edeiknyto kai en tę̄ horasei tēs Aigyptou, en hę̄ elegonto esesthai pente poleis en Aigyptǭ lalousai tę̄ glōssę̄ tę̄ Chananitidi. Epauleis kai hoi katoikountes Kēdar. Euphranthēsontai hoi katoikountes Petran, ap᾿ akrou tōn oreōn boēsousi. Hē Kēdar de epekeina tēs ᾿Arabias tynchanei epi tēs eschatēs erēmou, kai katechein phasi to tōn Sarakēnōn genos. Di' hōn ho logos heboulēthē pantas tous tas erēmous kai ta eschata tēs gēs oikountas dēlōsai, hōs tēs tou Theou logikēs euphrosynēs dia tēs tou Christou charitos kai mechris hēmōn phthanein mellousēs. Kai Petra de tis esti polis Palaistinēs deisidaimonōn andrōn, kai pollę̄ tę̄ planę̄ tę̄ daimonikę̄ bebaptismenē; hēs kai autēs tous enoikous tēs charitos metalēpsesthai phēsi legōn Euphranthēsontai hoi oikountes Petran. Toutōn de tōn logōn tēn alētheian hē dia tōn pragmatōn ekbasis epistōsato, Ekklēsiōn Christou kai ep᾿ autēs tēs Petreōn poleōs, kata te tēn chōran autēs, kai en tais erēmois de tōn Sarakēnōn kath᾿ hēmas autous hidrymenōn. Kai allōs de Kēdar hermēneuetai skotasmos, dia tous metabalontas apo tou skotasmou epi to katēngelmenon phōs tois ethnesin. Euphranthēsesthai ho logos phēsi kai tous katoikountas tēn Petran homoiōs; Hē de Petra ēn ho Christos. Dōsousi tǭ Theǭ doxan; tas aretas autou en tais nēsois anangelousi. Houtō de kai anōterō elegeto;
“I have called you in righteousness, and I will hold your hand, and strengthen you, and I have given you as a covenant of the race, as a light of the nations.” By these words, I think, he teaches all the nations not to hymn as god any of the gods named among them of old, but to glorify only the Christ of God and the Father who sent him. “Sing to the Lord a new song; his rule.” He says that all people must do this. “Glorify his name from the end of the earth, you who go down to the sea and sail it, the islands and those who dwell in them”: so that the whole world has been filled with Christians, named from Christ. He plainly signifies the apostles of our Savior, whom he saw by the sea casting a net into the sea, for they were fishermen; and likewise the others. These same men, sailing round our sea, now preached the Gospel in the islands, now crossed to the parts beyond Spain and Italy, so that in a short time they filled even the imperial city itself with the teaching of Christ. And in another way, those who sail the sea of human life, and preach the Gospel to all the nations in the midst of the churches, are indicated by these words; since they too proclaimed the new song to all the earth, preaching and teaching men in the midst of the churches. “And those who dwell in them”: [indicating in this way] those gathered in the [churches]. [“Rejoice, desert, and its villages”—or, according to the other translators, “and its cities.”] For many cities are conceived in the church of God according to its various communities, as was shown also in the vision of Egypt, in which it was said that there would be five cities in Egypt speaking the Canaanite tongue. “Dwellings, and those who inhabit Kedar. Those who dwell in Petra will rejoice; from the top of the mountains they will shout.” Kedar lies beyond Arabia, in the farthest desert, and they say the race of the Saracens holds it. By these words the word wished to indicate all who inhabit the deserts and the ends of the earth, since the rational gladness of God was to reach even to us through the grace of Christ. And Petra is a city of Palestine, of superstitious men, deeply steeped in demonic error; of it too he says that its inhabitants will partake of grace, saying: “Those who dwell in Petra will rejoice.” The truth of these words the outcome of events has confirmed, churches of Christ having been founded in our own time both in the very city of the Petraeans and throughout its territory, and in the deserts of the Saracens. And in another way Kedar is interpreted “darkening,” because of those who have changed from darkness to the light proclaimed to the nations. The word says that those who dwell in Petra will likewise rejoice; and “the rock was Christ.” “They will give glory to God; they will announce his virtues in the islands.” So it was said above too:
42.4PG 24:385–395
Ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύῖ τὴν φωνὴν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ. Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετ' ἰσχύος. Οὐ γὰρ ἀλόγως αὐτοὺς πολεμήσει· ἀλλὰ μετὰ τοῦ τὴν αἰτίαν ἐξειπεῖν καὶ μεγάλῃ βοῇ φανερὸν ποιήσει, ἣν καὶ διδάσκει λέγων· Ἐσιώπησα· μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐν γὰρ τῷ παρανομεῖν αὐτοὺς καὶ ἀσεβεῖν, ἀνεξικακῶν καὶ φέρων αὐτοὺς τῇ αὐτοῦ μακροθυμία, μηδὲ παραχρῆμα τὴν ὀργὴν αὐτοῖς ἐπάγων ἐσιώπησε. Καὶ ἄλλως δὲ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, συκοφαντούμενος ἐσιώπα, καὶ ψευδομαρτυρούμενος οὐδὲν ἀπεκρίνατο Ἐσιώπησα· μὴ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; Ὡς ἡ τίκτουσα ἐκαρτέρησα. Εκστήσω καὶ ξηρανῶ ἅμα· ἐρημώσω ὄρη καὶ βουνους, καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ. Καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ· · τὰς πάλαι ποταμῶν δίκην χορηγουμένας αὐτοῖς διδασκαλίας. Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς. Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν. Ταῦτα τὰ ῥήματα ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Τίνες δὲ ἦσαν οὗτοι ἐδίδαξε διὰ τῶν ἔμπροσθεν, εἰπὼν εἰς πρόσωπον τοῦ Χριστοῦ· ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Τούτους δὴ οὖν αὐτοὺς τοὺς πάλαι τυφλοὺς ἐν τοῖς ἔθνεσιν, ἣν μὴ ἐπεγίνωσκον ὁδὸν βαδίσαι ποιήσειν ἐπαγγέλλεται. Πόθεν γάρ ἡμῖν γινώσκειν παρῆν τὴν κατὰ Θεὸν ὁδὸν, ἢ διὰ τῆς θεΐας αὐτοῦ χάριτος; Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς · · τὰς προφητικὰς δηλαδὴ Γραφὰς καὶ τοὺς βίους τοὺς ὑπὸ τῆς θείας διδασκαλίας ὑποβαλλομένους συνήσεσθαι ἡμᾶς φησι. Τὴν γὰρ ἄγνοιαν τοῦ Θεοῦ τὴν πάλαι ταῖς ψυχαῖς ἡμῶν ἐπιπολάζουσαν εἰς φῶς γνώσεως μεταβαλεῖσθαι· καὶ τὰ πάλαι δὲ σκολιὰ ἡμῖν καὶ ἀσαφῆ νομιζόμενα, καὶ ταῦτα ὁμαλά ποιήσειν ἐπαγγέλλεται. Τοὺς ἐκ περιτομῆς αἰνιττόμενος, φησίν· Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Εἶθ᾽ ὥσπερ ἐπιδεικνὺς αὐτοῖς τὴν τῶν ἐθνῶν μεταβολὴν, καὶ ἐξ οἴας πλάνης μεταβεβήκασιν εἰς φῶς ἐλθόντες ἀπὸ τοῦ σκότους, ὀνειδιστικῶς πρὸς ἐκείνους είδωλολατροῦντας ἐπιλέγει · · Αἰσχύνθητε, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. Καὶ ἵνα μὴ τις ταῦτα νομίσειε περὶ τῶν ἐθνῶν λέγεσθαι, τῶν πάλαι τυφλῶν καὶ κωφῶν, ἀναγκαίως διασαφεῖ καὶ διερμηνεύει τὴν διάνοιαν ἐξεπιλέγων· Καὶ τίς τυφλὸς, ἀλλ᾽ οἱ παϊδές μου; καὶ κωφοί, ἀλλ' οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε · ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Κύριος ὁ Θεὸς ἐβουλεύσατο ἵνα δικαιωθῇ, καὶ μεγαλύνῃ αἴνεσιν. Ὁρᾷς, ὅτι ταῦτα πάντα περὶ τοῦ λαοῦ εἴρηται τοῦ ἐκ περιτομῆς. Αλλ᾽ ὁ μὲν Κύριος ἐβουλεύσατο ἵνα δικαιώσῃ αὐτὸν, ἵνα μεγαλύνῃ αἴνεσιν· οἱ δὲ ἐδοξάσθησαν τοῖς τὰς ψυχὰς αὐτῶν πολεμοῦσιν. Καὶ εἶδον, καὶ ἐγένετο ὁ λαὸς προνενομευμένος καὶ διηρπαγμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς. Ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων, Απόδος.
Ep᾿ oros hypsēlon anabēthi, ho euangelizomenos Siōn; hypsōson tę̄ ischui tēn phōnēn sou, ho euangelizomenos Hierousalēm. Kyrios ho Theos tōn dynameōn exeleusetai, kai syntripsei polemon, epegerei zēlon, kai boēsetai epi tous echthrous autou met' ischyos. Ou gar alogōs autous polemēsei; alla meta tou tēn aitian exeipein kai megalę̄ boę̄ phaneron poiēsei, hēn kai didaskei legōn; Esiōpēsa; mē kai aei siōpēsomai? En gar tǭ paranomein autous kai asebein, anexikakōn kai pherōn autous tę̄ autou makrothymia, mēde parachrēma tēn orgēn autois epagōn esiōpēse. Kai allōs de kata ton kairon tou pathous autou, sykophantoumenos esiōpa, kai pseudomartyroumenos ouden apekrinato Esiōpēsa; mē aei siōpēsomai, kai anexomai? Hōs hē tiktousa ekarterēsa. Ekstēsō kai xēranō hama; erēmōsō orē kai bounous, kai panta chorton autōn xēranō. Kai thēsō potamous eis nēsous, kai helē xēranō; ; tas palai potamōn dikēn chorēgoumenas autois didaskalias. Kai axō typhlous en hodǭ hę̄ ouk egnōsan, kai tribous has ouk ę̄deisan, patēsai poiēsō autous. Poiēsō autois to skotos eis phōs, kai ta skolia eis eutheian. Tauta ta rhēmata poiēsō, kai ouk enkataleipsō autous. Tines de ēsan houtoi edidaxe dia tōn emprosthen, eipōn eis prosōpon tou Christou; edōka se eis diathēkēn genous, eis phōs ethnōn, anoixai ophthalmous typhlōn. Toutous dē oun autous tous palai typhlous en tois ethnesin, hēn mē epeginōskon hodon badisai poiēsein epangelletai. Pothen gar hēmin ginōskein parēn tēn kata Theon hodon, ē dia tēs theïas autou charitos? Poiēsō autois to skotos eis phōs ; ; tas prophētikas dēladē Graphas kai tous bious tous hypo tēs theias didaskalias hypoballomenous synēsesthai hēmas phēsi. Tēn gar agnoian tou Theou tēn palai tais psychais hēmōn epipolazousan eis phōs gnōseōs metabaleisthai; kai ta palai de skolia hēmin kai asaphē nomizomena, kai tauta homala poiēsein epangelletai. Tous ek peritomēs ainittomenos, phēsin; Autoi de apestraphēsan eis ta opisō. Eith᾽ hōsper epideiknys autois tēn tōn ethnōn metabolēn, kai ex oias planēs metabebēkasin eis phōs elthontes apo tou skotous, oneidistikōs pros ekeinous eidōlolatrountas epilegei ; ; Aischynthēte, hoi pepoithotes epi tois glyptois, hoi legontes tois chōneutois; Hymeis este theoi hēmōn. Kai hina mē tis tauta nomiseie peri tōn ethnōn legesthai, tōn palai typhlōn kai kōphōn, anankaiōs diasaphei kai diermēneuei tēn dianoian exepilegōn; Kai tis typhlos, all᾽ hoi païdes mou? kai kōphoi, all' hoi kyrieuontes autōn? Kai etyphlōthēsan hoi douloi tou Theou. Eidete pleonakis, kai ouk ephylaxasthe ; ēnoigmena ta ōta, kai ouk ēkousate. Kyrios ho Theos ebouleusato hina dikaiōthę̄, kai megalynę̄ ainesin. Horąs, hoti tauta panta peri tou laou eirētai tou ek peritomēs. All᾽ ho men Kyrios ebouleusato hina dikaiōsę̄ auton, hina megalynę̄ ainesin; hoi de edoxasthēsan tois tas psychas autōn polemousin. Kai eidon, kai egeneto ho laos pronenomeumenos kai diērpagmenos; hē gar pagis en tois tameiois pantachou, kai en oikois hama, hopou ekrypsan autous. Egenonto eis pronomēn, kai ouk ēn exairoumenos harpagma, kai ouk ēn ho legōn, Apodos.
“Go up onto a high mountain, you who bring good tidings to Zion; lift up your voice with strength, you who bring good tidings to Jerusalem.” “The Lord God of hosts will go forth, and will crush war, he will stir up zeal, and he will shout against his enemies with strength.” For he will not make war on them without reason, but will declare the cause and make it plain with a great shout; this he also teaches, saying: “I have been silent; shall I also be silent forever?” For while they transgressed and acted impiously, he kept silent, forbearing and bearing them in his long-suffering, and not bringing his wrath on them at once. And in another way, at the time of his passion, when he was slandered he was silent, and when false witness was borne against him he answered nothing. “I have been silent; shall I always be silent and endure? Like a woman in labor I have held out. I will amaze and dry up together; I will lay waste mountains and hills, and dry up all their grass. And I will make rivers into islands, and dry up marshes”: the teachings that of old were supplied to them like rivers. “And I will lead the blind in a way they did not know, and make them tread paths they had not known. I will make darkness into light for them, and the crooked into straight. These words I will do, and I will not forsake them.” Who these were he taught earlier, saying in the person of Christ: “I have given you as a covenant of the race, as a light of the nations, to open the eyes of the blind.” These very ones, then, who of old were blind among the nations, he promises to make walk a way they did not know. For how could we have known the way according to God except through his divine grace? “I will make darkness into light for them”: he says that we shall understand the prophetic Scriptures and the ways of life set before us by the divine teaching. For the ignorance of God that of old lay on the surface of our souls will be changed into the light of knowledge; and he promises to make plain too what of old was thought crooked and obscure to us. Hinting at those of the circumcision, he says: “But they turned back.” Then, as though showing them the change of the nations, and from what error they have passed, coming into light from darkness, he adds reproachfully toward those idolaters: “Be ashamed, you who trust in carved images, who say to molten images: You are our gods.” And so that no one might think these things are said about the nations, who were of old blind and deaf, he necessarily makes the sense clear and interprets it, adding: “And who is blind but my servants? And deaf but those who rule over them? And the servants of God were blinded. You have seen many times, and did not take heed; your ears were opened, and you did not hear. The Lord God took counsel that he might be justified and might magnify praise.” You see that all these things have been said about the people of the circumcision. But the Lord took counsel to justify it, to magnify praise; they, however, were glorified by those who make war on their souls. “And I saw, and the people were plundered and despoiled; for the snare is in the storerooms everywhere, and in houses together, where they hid them. They became a prey, and there was none to rescue the spoil, and none who said, Give it back.”
42.5PG 24:385–395
Ἐν γὰρ αὐτοῖς τοῖς λογισμοῖς, οὓς ἔκρυπτον, τὰ κατὰ Χριστοῦ βουλευόμενοι, ἐν αὐτοῖς ἐκείνοις ἡ κατ᾿ αὐτῶν παγὶς, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος αὐτοὺς, οὐδὲ ὁ λέγων, ᾿Απόδος. Τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα. Εἰ δέ τις ζητήσειεν τίς ὁ ταῦτα πράξας, εὕροι δ᾽ ἂν, ὅτι οὐδ᾽ ἄλλος ἔδωκεν αὐτοὺς εἰς διαρπαγὴν ἢ αὐτὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι. Καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς, οὐχ ὑπήκουον· ἀλλ᾽ οὐδὲ ἀκούειν ἤθελον τοῦ νόμου τῆς Καινῆς Διαθήκης. Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακώβ, καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; Οὐχὶ ὁ Θεὸς, ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι, αὖθις ἀνελάμβανον ἑαυτούς· ὡς καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὸ ἐν αὐτῇ βασίλειον αὐτῶν συνεστάναι· νῦν δὲ κατίσχυσεν αὐτῶν ὁ πόλεμος· οὐχ ὁ ἔξωθεν μόνος, ἀλλὰ καὶ ὁ τῶν τὰς ψυχὰς αὐτῶν πολιορκούντων. Καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ· καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν. Εἰ γὰρ καὶ τὰ μάλιστα οἱ ἐξ ὑμῶν ἄπιστοι, τυφλοὶ καὶ κωφοὶ γενόμενοι, καὶ τοιαῦτα πράξαντες, τῇ ὀργῇ τοῦ Θεοῦ παρεδόθησαν · ἀλλ᾽ ὑμεῖς ἔτι καὶ νῦν ἀκούσατε· ὑμᾶς δὲ λέγω τοὺς τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην μὴ ἀγνοήσαντας, ἀλλὰ καὶ τὸ ποίημα τὸ ἐν ὑμῖν καὶ τὸ πλάσμα σῶον καὶ ἀλώβητον διατηρήσαντας.
En gar autois tois logismois, hous ekrypton, ta kata Christou bouleuomenoi, en autois ekeinois hē kat᾿ autōn pagis, kai ouk ēn ho exairoumenos autous, oude ho legōn, ᾿Apodos. Tis en hymin, hos enōtieitai tauta? eisakousate eis ta eperchomena. Ei de tis zētēseien tis ho tauta praxas, heuroi d᾽ an, hoti oud᾽ allos edōken autous eis diarpagēn ē autos hǭ hēmartosan autǭ, kai ouk ēboulonto en tais hodois autou poreuesthai. Kaloumenoi gar eis tas euangelikas hodous, ouch hypēkouon; all᾽ oude akouein ēthelon tou nomou tēs Kainēs Diathēkēs. Tis edōken eis diarpagēn Iakōb, kai Israēl tois pronomeuousin auton? Ouchi ho Theos, hǭ hēmartosan autǭ, kai ouk eboulonto en tais hodois autou poreuesthai, oude akouein tou nomou autou? Palai men gar pros kairon tina polemoumenoi, authis anelambanon heautous; hōs kai tēn Hierousalēm, kai to en autę̄ basileion autōn synestanai; nyn de katischysen autōn ho polemos; ouch ho exōthen monos, alla kai ho tōn tas psychas autōn poliorkountōn. Kai epēgagen ep᾿ autous orgēn thymou autou, kai katischysen autous polemos, kai hoi symphlegontes autous kyklǭ; kai ouk egnōsan hekastos autōn, oude ethento epi psychēn. Ei gar kai ta malista hoi ex hymōn apistoi, typhloi kai kōphoi genomenoi, kai toiauta praxantes, tę̄ orgę̄ tou Theou paredothēsan ; all᾽ hymeis eti kai nyn akousate; hymas de legō tous ton heautōn poiētēn kai plastēn mē agnoēsantas, alla kai to poiēma to en hymin kai to plasma sōon kai alōbēton diatērēsantas.
For in the very thoughts which they hid, plotting against Christ, in those very thoughts was the snare against them, and there was none to rescue them, nor any who said, Give it back. “Who among you will give ear to these things? Listen to the things to come.” And if anyone should ask who did these things, he would find that no other gave them up for plunder than he himself against whom they sinned, and in whose ways they would not walk. For when called to the ways of the gospel they did not obey; they were not even willing to hear the law of the new covenant. “Who gave Jacob up for plunder, and Israel to those who despoil him? Was it not God, against whom they sinned, and they would not walk in his ways, nor hear his law?” For of old, when attacked for a time, they recovered themselves again, so that both Jerusalem and their kingdom in it were reestablished; but now war has prevailed against them—not only the war from outside, but also that of those who besiege their souls. “And he brought upon them the anger of his wrath, and war prevailed against them, and those who set them on fire round about; and none of them knew, nor did they lay it to heart.” For even if those of you who were unbelieving, having become blind and deaf and done such things, were handed over to the wrath of God, yet you, even now, listen—I mean you who have not ignored your maker and fashioner, but have kept the work and the fashioning in you sound and unharmed.
Chapter 43
43.1PG 24:395–401
Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, Ἰακώβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σύ.» Ἐγὼ Κύριος ὁ Θεὸς ὁ ποιήσας σε καὶ πλάσας σε· ποιήσας μὲν κατὰ ψυχὴν τὴν κατ' εἰκόνα Θεοῦ πεποιημένην· πλάσας δὲ κατὰ τὸ σῶμα τὸ ἀπὸ γῆς ληφθὲν καὶ ὑπ᾿ ἐμοῦ πεπλασμένον· λύτρον ὑπὲρ τῆς σωτηρίας τὸ ἐμαυτοῦ παραδοὺς αἷμα, ἐλυτρωσάμην σε καὶ ἐκάλεσά σε· ἀλλὰ καὶ κτῆμα ἑαυτοῦ ἐποιησάμην σε· ὥστε εἶναι μέν σε ἐμὸν λαὸν, κἀμὲ δὲ σοῦ αὐτοῦ Θεόν. Θάρσει τοιγαροῦν, τοσούτων παρ' ἐμοῦ κατηξιωμένος, καὶ βάδιζε τὴν ὁδὸν ἣν ἐκελεύσθης, θαρσῶν τε κήρυττε τοῖς ἀπανταχοῦ γῆς ἔθνεσι τὸν εὐαγγελικὸν λόγον. Κἂν γὰρ πῦρ φλέγον ἐπίῃ, κἂν ὕδατα, κἂν ποταμοὶ ἐπικλύζωσιν· οὐδέν σε ταῦτα λυπήσει, διὰ τὸ ἐμὲ σὺν σοὶ πανταχοῦ εἶναι. Αψευδῶς γὰρ ἀπηγγειλάμην τὸ, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ ἐὰν διαβαίνῃς δι᾽ ὕδατος, μετὰ σοῦ εἰμι, και ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἅγιος Ἰσραὴλ, ὁ σώζων σε. Ἐποίησα ἄλλαγμά σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ.» Οὕτω γὰρ παρ' ἐμοὶ γέγονας τίμιος, καὶ οὕτως ἐναντίον μου ἐδοξάσθης, καὶ οὕτως ἠγάπησά σε, ὡς καὶ μέχρι τῶν ἐσχατιῶν γῆς φθάσαι τὴν διὰ σοῦ πᾶσιν ἀνθρώποις προξενουμένην κατὰ Θεὸν σωτηρίαν· καὶ ὡς αὐτοὺς τῶν πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους τῆς διὰ σοῦ κλήσεως καταξιωθῆναι. Διὰ μὲν οὖν τῶν Αἰγυπτίων πάντας ἠνίξατο τοὺς δεισιδαίμονας καὶ εἰδωλολάτρας, διὰ δὲ τῆς Αἰθιοπίας καὶ Σοΐνης τοὺς μέχρι τῶν ἐσχατιῶν τῆς καθ' ἡμᾶς οἰκουμένης οἰκοῦντας. Ἰστέον, ὡς ἔστι Σαβαϊτῶν ἔθνος, ὅθεν βασίλισσα Σαβὰ ἐπεδήμει κατὰ τοὺς Σολομῶντος χρόνους. ᾿Αφ' οὗ ἕντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης, καὶ ἐγώ σε ἠγάπησα. Καὶ δώσω ἀνθρώπους ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι. Ἀπ᾿ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. Πολλὰ τέκνα κατὰ Θεὸν γεννήσας συνάξω εἰς τὴν ἐπουράνιόν μου πόλιν, μετεώρους αὐτοὺς ἀναλαβὼν δι᾿ ἀέρος ὥσπερ πτηνοὺς ἀνέμοις ὑποκουφιζόμενος, λέγω δὴ ἀγγελικαῖς δυνάμεσιν. Ἐρῶ τῷ βοῤῥᾷ, ῎Ἄγε, καὶ τῷ λιβὶ, ῎Αγε, μὴ κώλυε · ἄγε τοὺς υἱοὺς μου ἀπὸ τῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπ᾿ ἄκρων τῆς γῆς. Ἐγὼ γὰρ ταῖς ἀγγελικαῖς δυνάμεσι τοῦτο ποιεῖν προστάξω, διὰ τὸ ἐμοὺς εἶναι υἱοὺς καὶ θυγατέρας ἐμὰς δι᾽ ὑμῶν σπαρέντας καὶ ἀναγεννηθέντας ἐν τῇ ἐμῇ Ἐκκλησίᾳ. Πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. Πόθεν δὲ ἄλλοθεν ὑπέστη τὸ Χριστιανῶν ὄνομα ἢ ἐκ τῆς τοῦ Χριστοῦ προσηγορίας; αὐτὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα θεσπίζων. Ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα αὐτὸν, καὶ ἐποίησα αὐτὸν, ἄπλαστον ὄντα τοῖς τρόποις. Καὶ ἐξήγαγον λαὸν τυφλὸν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοὶ, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες.
Kai nyn houtōs legei Kyrios ho Theos ho poiēsas se, Iakōb, kai ho plasas se, Israēl; Mē phobou, hoti elytrōsamēn se; ekalesa se to onoma sou; emos ei sy.» Egō Kyrios ho Theos ho poiēsas se kai plasas se; poiēsas men kata psychēn tēn kat' eikona Theou pepoiēmenēn; plasas de kata to sōma to apo gēs lēphthen kai hyp᾿ emou peplasmenon; lytron hyper tēs sōtērias to emautou paradous haima, elytrōsamēn se kai ekalesa se; alla kai ktēma heautou epoiēsamēn se; hōste einai men se emon laon, kame de sou autou Theon. Tharsei toigaroun, tosoutōn par' emou katēxiōmenos, kai badize tēn hodon hēn ekeleusthēs, tharsōn te kērytte tois apantachou gēs ethnesi ton euangelikon logon. Kan gar pyr phlegon epię̄, kan hydata, kan potamoi epiklyzōsin; ouden se tauta lypēsei, dia to eme syn soi pantachou einai. Apseudōs gar apēngeilamēn to, Idou egō meth' hymōn eimi heōs tēs synteleias tou aiōnos. Kai ean diabainę̄s di᾽ hydatos, meta sou eimi, kai potamoi ou synklysousi se; kai ean dielthę̄s dia pyros, ou mē katakauthę̄s, phlox ou katakausei se hoti egō Kyrios ho Theos sou ho hagios Israēl, ho sōzōn se. Epoiēsa allagma sou Aigypton kai Aithiopian kai Soēnēn hyper sou.» Houtō gar par' emoi gegonas timios, kai houtōs enantion mou edoxasthēs, kai houtōs ēgapēsa se, hōs kai mechri tōn eschatiōn gēs phthasai tēn dia sou pasin anthrōpois proxenoumenēn kata Theon sōtērian; kai hōs autous tōn pantōn anthrōpōn deisidaimonestatous Aigyptious tēs dia sou klēseōs kataxiōthēnai. Dia men oun tōn Aigyptiōn pantas ēnixato tous deisidaimonas kai eidōlolatras, dia de tēs Aithiopias kai Soïnēs tous mechri tōn eschatiōn tēs kath' hēmas oikoumenēs oikountas. Isteon, hōs esti Sabaïtōn ethnos, hothen basilissa Saba epedēmei kata tous Solomōntos chronous. ᾿Aph' hou hentimos egenou enantion emou, edoxasthēs, kai egō se ēgapēsa. Kai dōsō anthrōpous hyper sou, kai archontas hyper tēs kephalēs sou. Mē phobou, hoti meta sou eimi. Ap᾿ anatolōn axō to sperma sou, kai apo dysmōn synaxō se. Polla tekna kata Theon gennēsas synaxō eis tēn epouranion mou polin, meteōrous autous analabōn di᾿ aeros hōsper ptēnous anemois hypokouphizomenos, legō dē angelikais dynamesin. Erō tǭ borrhą, ᾿Age, kai tǭ libi, ᾿Age, mē kōlye ; age tous huious mou apo tēs porrhōthen, kai tas thygateras mou ap᾿ akrōn tēs gēs. Egō gar tais angelikais dynamesi touto poiein prostaxō, dia to emous einai huious kai thygateras emas di᾽ hymōn sparentas kai anagennēthentas en tę̄ emę̄ Ekklēsią. Pantas hosoi epikeklēntai tǭ onomati mou. Pothen de allothen hypestē to Christianōn onoma ē ek tēs tou Christou prosēgorias? autos de ēn ho dia tou prophētou tauta thespizōn. En gar tę̄ doxę̄ mou kateskeuasa auton, kai eplasa auton, kai epoiēsa auton, aplaston onta tois tropois. Kai exēgagon laon typhlon, kai ophthalmoi eisin hōsautōs typhloi, kai kōphoi ta ōta echontes.
“And now thus says the Lord God, who made you, Jacob, and who formed you, Israel: Do not fear, for I have redeemed you; I have called you by your name; you are mine.” I am the Lord God who made you and formed you: made you as to the soul, which was made after the image of God, and formed you as to the body, which was taken from the earth and formed by me. Giving up my own blood as a ransom for your salvation, I redeemed you and called you; more than that, I made you my own possession, so that you are my people and I am your God. Take courage, then, since you have been counted worthy of so much from me; walk the road you were commanded to walk, and with courage proclaim the word of the gospel to the nations everywhere on earth. For even if blazing fire comes upon you, even if waters, even if rivers flood over you, none of these things will grieve you, because I am with you everywhere. For I declared without falsehood the words, “Behold, I am with you until the end of the age.” “And if you pass through water, I am with you, and rivers will not overwhelm you; and if you go through fire, you will not be burned up; the flame will not burn you up. For I am the Lord your God, the Holy One of Israel, who saves you. I made Egypt and Ethiopia and Syene an exchange for you, in your place.” For so precious have you become to me, and so glorified before me, and so have I loved you, that the salvation according to God, procured through you for all people, reaches as far as the ends of the earth, and that the Egyptians themselves, the most superstitious of all people, are counted worthy of the call that comes through you. By the Egyptians, then, he hinted at all the superstitious and the idolaters, and by Ethiopia and Syene at those who live as far as the ends of the inhabited world as we know it. It should be known that there is a nation of Sabaeans, from which the queen of Sheba came in the time of Solomon. “Since you became precious before me, you were glorified, and I loved you. And I will give people for you, and rulers for your head. Do not fear, for I am with you. From the east I will bring your seed, and from the west I will gather you.” Having begotten many children according to God, I will gather them into my heavenly city, taking them up aloft through the air like birds borne up by the winds—I mean by angelic powers. “I will say to the north, Bring, and to the southwest, Bring, do not hinder; bring my sons from afar, and my daughters from the ends of the earth.” For I will command the angelic powers to do this, because they are my sons and my daughters, sown and born again through you in my church. “All who have been called by my name.” For from where else did the name of Christians arise than from the title of Christ? And it was he himself who was declaring these things through the prophet. “For in my glory I prepared him, and I formed him, and I made him”—when he was unformed in his ways. “And I brought out a blind people, and their eyes are likewise blind, and they are deaf though they have ears.”
43.2PG 24:395–401
Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Διὰ γὰρ τῶν ἀποστολικῶν σπερμάτων καὶ τῆς διδασκαλίας αὐτῶν μεταβαλόντες οἱ πάλαι τυφλοὶ καὶ κωφοὶ, συνήχθησαν εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· ἤδη δὲ καὶ ἄρχοντες ἐξ αὐτῶν τουτων τῶν ἐθνῶν ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ κατέστησαν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ᾿Αγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γένεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην. Ἐπειδὴ κἀγὼ ὁ Θεὸς μάρτυς αὐτῶν γενήσομαι, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην · περὶ οὗ ἀνωτέρω ἔλεγεν · Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἐγὼ τοίνυν αὐτὸς ὁ Θεὸς, καὶ ὁ παῖς οὗτος ὁ ἐκλεκτός μου, μαρτυρήσω τοῖς ἐμοῖς μάρτυσι· ὁ δὴ καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις ἐδήλου λέγων· "Ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔστι.» Τὸ γὰρ αἴτιον τῆς τοῦ Χριστοῦ παρουσίας καὶ τῆς τῶν ἀποστόλων αὐτοῦ εἰς πάντα τὰ ἔθνη μαρτυρίας οὐδὲν ἕτερον ἦν, ἢ τὸ κηρύξαι τὴν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν εἰς αὐτὸν πίστιν, καὶ τὴν περὶ αὐτοῦ σύνεσιν τοῖς πρὶν ἀσυνέτοις, καὶ ἀσυνθέτοις, καὶ ἀπίστοις, καὶ ἐν ἀγνωσίᾳ οὖσιν αὐτοῦ · ὡς διὰ τοῦτο τυφλώττειν τοὺς τῆς διανοίας ὀφθαλμοὺς, καὶ περὶ τὴν πλάνην τῆς ἀθέου εἰδωλολατρείας εἰλεῖσθαι. · Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων. Μιᾶς γὰρ οὔσης ἀρχῆς, μία εἴη ἂν ἡ θεότης, ᾗ συμπαραλαμβάνεται καὶ ἡ τοῦ Μονογενοῦς αὐτοῦ θεολογία. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ᾿ ἀρχῆς· καὶ οὐκ ἔστιν ὁ ἐκ χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;» Ὡς γὰρ μάρτυς αὐτὸς ἐλέγετο, καὶ ὁ παῖς ὃν ἐξελέξατο· οὕτω καὶ Θεὸς σώζων εἴη ἂν αὐτός. Ἐὰν δὲ λέγῃ, Καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων, οὐκ ἀπαγορεύων τὸν Σωτῆρα εἶναι τὸν παῖδα ὃν ἐξελέξατο, τοῦτ᾽ ἂν εἴποι· οἶδε γοῦν αὐτὸν Σωτῆρα ὁ παρὼν προφήτης ἐν οἷς φησι· Καὶ ἀποστελεῖ αὐτοῖς Κύριος Σωτῆρα, ὃς σώσει αὐτούς. ᾿Αντὶ δὲ τοῦ, ὠνείδισα, ι οἱ λοιποὶ ἑρμηνευταὶ πάντες, «καὶ ἠκούτισα, εἰρήκασι. Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς, ὁ ῞Αγιος τοῦ Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Ουτως λέγει Κύριος ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλ᾽ ἐκοιμήθησαν, καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον. Ὁ νοῦς τῶν προκειμένων τοιοῦτός ἐστι·
Panta ta ethnē synēchthēsan hama, kai synachthēsontai archontes ex autōn. Dia gar tōn apostolikōn spermatōn kai tēs didaskalias autōn metabalontes hoi palai typhloi kai kōphoi, synēchthēsan eis tēn Ekklēsian tou Theou; ēdē de kai archontes ex autōn toutōn tōn ethnōn epi ton laon tou Theou katestēsan. Tis anangelei tauta? ē ta ex archēs tis anangelei hymin? ᾿Agagetōsan tous martyras autōn, kai dikaiōthētōsan, kai akousatōsan, kai eipatōsan alēthē. Genesthe moi martyres, kai egō martys, legei Kyrios ho Theos, kai ho pais mou, hon exelexamēn. Epeidē kagō ho Theos martys autōn genēsomai, kai ho pais mou hon exelexamēn ; peri hou anōterō elegen ; Idou ho pais mou, hon hēretisa, ho eklektos mou, prosedexato auton hē psychē mou. Egō toinyn autos ho Theos, kai ho pais houtos ho eklektos mou, martyrēsō tois emois martysi; ho dē kai ho Sōtēr en Euangeliois edēlou legōn; "Hos ean homologēsę̄ en emoi emprosthen tōn anthrōpōn, homologēsō kagō en autǭ emprosthen tou Patros mou tou en tois ouranois. Hina gnōte kai pisteusēte, kai synēte, hoti egō eimi. Emprosthen mou ouk egeneto allos Theos, kai met' eme ouk esti.» To gar aition tēs tou Christou parousias kai tēs tōn apostolōn autou eis panta ta ethnē martyrias ouden heteron ēn, ē to kēryxai tēn tou Theou gnōsin, kai tēn eis auton pistin, kai tēn peri autou synesin tois prin asynetois, kai asynthetois, kai apistois, kai en agnōsią ousin autou ; hōs dia touto typhlōttein tous tēs dianoias ophthalmous, kai peri tēn planēn tēs atheou eidōlolatreias eileisthai. ; Egō ho Theos, kai ouk esti parex emou sōzōn. Mias gar ousēs archēs, mia eiē an hē theotēs, hę̄ symparalambanetai kai hē tou Monogenous autou theologia. Egō anēngeila kai esōsa; ōneidisa, kai ouk ēn en hymin allotrios. Hymeis emoi martyres, kai egō Kyrios ho Theos eti ap᾿ archēs; kai ouk estin ho ek cheirōn mou exairoumenos. Poiēsō, kai tis apostrepsei auto?» Hōs gar martys autos elegeto, kai ho pais hon exelexato; houtō kai Theos sōzōn eiē an autos. Ean de legę̄, Kai ouk esti parex emou sōzōn, ouk apagoreuōn ton Sōtēra einai ton paida hon exelexato, tout᾽ an eipoi; oide goun auton Sōtēra ho parōn prophētēs en hois phēsi; Kai apostelei autois Kyrios Sōtēra, hos sōsei autous. ᾿Anti de tou, ōneidisa, i hoi loipoi hermēneutai pantes, «kai ēkoutisa, eirēkasi. Houtōs legei Kyrios ho Theos, ho lytroumenos hymas, ho ῾Agios tou Israēl; Heneken hymōn apostelō eis Babylōna, kai epegerō pheugontas pantas, kai Chaldaioi en ploiois dethēsontai. Egō Kyrios ho Theos ho hagios hymōn, ho katadeixas Israēl basilea hymōn. Outōs legei Kyrios ho didous en thalassę̄ hodon, kai en hydati ischyrǭ tribon, ho exagagōn harmata kai hippon kai ochlon ischyron; all᾽ ekoimēthēsan, kai ouk anastēsontai, esbesthēsan hōs linon esbesmenon. Ho nous tōn prokeimenōn toioutos esti;
“All the nations have been gathered together, and rulers will be gathered from among them.” For through the apostolic seed and their teaching, those who were once blind and deaf were changed and gathered into the church of God; and already rulers from these very nations have been appointed over the people of God. “Who will declare these things? Or who will declare to you the things from the beginning? Let them bring their witnesses and be justified, and let them hear and speak the truth. Be my witnesses, and I am a witness, says the Lord God, and my servant whom I have chosen.” Since I, God, will also be their witness, and my servant whom I have chosen—of whom he said above, “Behold my servant, whom I have chosen, my elect; my soul has accepted him”—I myself, God, and this servant, my chosen one, will bear witness to my witnesses. This the Savior also made plain in the Gospels when he said, “Whoever confesses me before men, I too will confess him before my Father who is in heaven.” “That you may know and believe and understand that I am. Before me there was no other god, and after me there is none.” For the reason for Christ’s coming and for the witness of his apostles to all the nations was nothing other than to proclaim the knowledge of God, and faith in him, and understanding about him, to those who before were without understanding and faithless and unbelieving and in ignorance of him, so that for this reason they were blind in the eyes of the mind and were whirled about in the error of godless idolatry. “I am God, and there is none besides me who saves.” For since there is one first principle, there would be one Godhead, in which the acknowledgment of his Only-begotten as God is also included. “I declared and I saved; I reproached, and there was no stranger among you. You are my witnesses, and I am the Lord God even from the beginning; and there is no one who delivers out of my hands. I will act, and who will turn it back?” For just as he himself was called a witness, and also the servant whom he chose, so too he himself would be the God who saves. And if he says, “And there is none besides me who saves,” he would not be saying this to deny that the servant whom he chose is the Savior; the present prophet, at any rate, knows him as Savior, where he says, “And the Lord will send them a Savior, who will save them.” Instead of “I reproached,” all the other translators have said, “and I made it heard.” “Thus says the Lord God, who redeems you, the Holy One of Israel: For your sake I will send to Babylon, and I will rouse up all who flee, and the Chaldeans will be bound in ships. I am the Lord God, your Holy One, who showed forth Israel as your king. Thus says the Lord, who gives a way in the sea and a path in mighty water, who brought out chariots and horse and a mighty crowd; but they lay down and will not rise; they were quenched like a quenched wick.” The sense of the passage is this:
43.3PG 24:395–401
Πάλαι μὲν τὰς ἐμὰς εὐεργεσίας παρεῖχον τῷ Ἰουδαίων ἔθνει· παιδεύων μὲν αὐτοὺς καὶ σωφρονίζων, Βαβυλωνίοις παρέδωκα, οὐκ εἰς μακρὸν ἐλευθέρους ἀνῆκα τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ἅτε Θεὸς ὢν καὶ Κύριος τῶν ὅλων. Αὐτούς τε Βαβυλωνίους τοὺς ἐπιστάντας τῇ Ἱερουσαλὴμ ἀναστάτους ἐποίησα, ὡς καὶ φυγῇ χρήσασθαι τοὺς παρ' αὐτὸῖς Χαλδαίους, δεσμίους τε ἀπαχθῆναί τινας αὐτῶν, πλοίοις ἐμβληθέντας ἐν τῇ παρ᾿ αὐτοῖς θαλάσσῃ, ὑφ᾽ ἐτέρων τινῶν δυνάμει κραταιοτέρων αὐτῶν. Ταῦτα γὰρ ἐγὼ διεπραξάμην ὁ Θεὸς, δεικνὺς τὴν ἐμὴν βασιλείαν ἀνθρώποις. «Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἰδοὺ ἐγὼ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά.» Δηλοῖ δὲ πάλιν τὴν ἐν τοῖς ἔθνεσι συστησομένην Ἐκκλησίαν, ἥτις ἔρημος ἦν Θεοῦ γνώσεως πρὶν ἐπιδημῆσαι τὸν Χριστὸν τοῦ Θεοῦ τὸν εἰπόντα· · Ἐγώ εἰμι ἡ ὁδός. Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. ᾿Αλλ᾽ ἐν ἐκείνῃ, φησὶ, τῇ πάλαι ἐρήμῳ ὁδὸν ποιήσω, ὥσπερ καὶ πρότερον ἐπὶ τῆς Ἐρυθρᾶς πεποίηκα θαλάσσης. Ῥέουσι δὲ καὶ ποταμοὶ θείων λογίων ἐκ διδασκαλίας ἁγίου Πνεύματος εἰς τὴν πάλαι ἄνυδρον, ὡς καὶ ἐπὶ Μωϋσέως ἔῤῥευσαν ἐν τῇ ἐρήμῳ ποταμοί· ἀλλ᾽ ἐκεῖ μὲν ὕδατος σωματικοῦ, ῥευστῆς οὐσίας ὄντος καὶ φθαρτῆς, νυνὶ δὲ ἐκ τῆς ἐνθέου χορηγίας τοῦ λογικοῦ καὶ πνευματικοῦ ὕδατος. Εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν· ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν. Αἱ ἀπηγριωμέναι ψυχαὶ μεταβληθήσονται τῆς θηριώδους καταστάσεως ἐκ τῆς τοῦ ποταμοῦ δυνάμεως ἀλλοιωθεῖσαι, ὡς αὐτοὺς πάλιν τοὺς θῆρας εὐλογῆσαί με. Εἰ δὲ καὶ Σειρήνες ἦσαν, θέλγουσαι ἡδονῇ καὶ ἄσμασι δαιμονικοῖς τὰς τῶν ἀνθρώπων ψυχὰς ἐν ποιητῶν πλάσμασιν εὐεπείᾳ λόγων κεκοσμημένοις· ἀλλὰ καὶ αὗται μεταβαλοῦσαι εὐλογήσουσί με· ἔτι γε μὴν καὶ θυγατέρες στρουθῶν· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, καὶ στρουθοκάμηλοι, ζῶον ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις γινόμενον, καὶ αὐτὸ ἡμερωθὲν εὐλογεῖν ἐμὲ τὸν Θεὸν μαθηθήσεται. Τούτων δὲ αἴτιον ἔσται τὸ ὑπ᾿ ἐμοῦ δοθὲν ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ἡ τῶν ποταμῶν δύναμις τῶν ἐν τῇ ἐρήμῳ ῥευσάντων. Λαόν μου ὂν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι· οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Εἰ μὲν γὰρ θῆρες οἱ ἄγριοι καὶ σειρῆνες καὶ αἱ θυγατέρες τῶν στρουθῶν εὐλογήσουσἱ με· σὺ δὲ, Ἰακώβ, οὐδὲν τοιοῦτον διεπράξω· ἀλλ' οὐδὲ ἠξίωσας ἐμὲ ἐπικαλεῖσθαι, ἐκοπιάθης δὲ εἰς ἐμὲ, · κατὰ τὸν Σύμμαχον, καίτοι ἐμοῦ μὴ ποιήσαντός σε κοπιάσαι. Οὐκ ἤνεγκάς μοι πρόβατά σου τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις του ἐδόξασάς με· οὐκ ἐδούλωσά σε ἐν θυσίαις, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ. Ὅπως καὶ ἐν τοῖς προκειμένοις τῇ ἐρήμῳ, καὶ τοῖς ἐν αὐτῇ θηρίοις ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται · τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ᾿ ἀσεβείαις ἐλέγχει, ὂν καὶ Ἰακὼβ καλεῖ νῦν καὶ Ἰσραήλ· οὕτως ἁπλῶς ξηροῖς ὀνόμασιν οὔτε δοῦλον αὐτοῦ, οὔτε ἐκλεκτὸν εἰπὼν, ὅπερ ἐποίει ἐπὶ τοῦ κρείττονος τάγματος. Οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα· ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου προέστης μου, καὶ ἐν ταῖς ἀδικίαις σου. Ἐγώ εἰμι, ἐγώ εἰμι, ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν. Καλή γὰρ ἡ μνήμη τῶν προτέρων ἁμαρτημάτων δι' ἐξομολογήσεως ἐξηγορευμένη · διὸ ἐπιφέρει· «Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς·, τοῦτο γὰρ ποιῶν δικαιωθήσῃ· ἐπειδὴ δίκαιος αὐτοῦ κατἡγορος ἐν πρωτολογίᾳ. Οἱ πατέρες ὑμῶν πρῶτοι, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου. Καὶ ἔδωκα ἀπολέσαι Ἰακώβ, καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.
Palai men tas emas euergesias pareichon tǭ Ioudaiōn ethnei; paideuōn men autous kai sōphronizōn, Babylōniois paredōka, ouk eis makron eleutherous anēka tēs eis Babylōna aichmalōsias, hate Theos ōn kai Kyrios tōn holōn. Autous te Babylōnious tous epistantas tę̄ Hierousalēm anastatous epoiēsa, hōs kai phygę̄ chrēsasthai tous par' autois Chaldaious, desmious te apachthēnai tinas autōn, ploiois emblēthentas en tę̄ par᾿ autois thalassę̄, hyph᾽ eterōn tinōn dynamei krataioterōn autōn. Tauta gar egō diepraxamēn ho Theos, deiknys tēn emēn basileian anthrōpois. «Mē mnēmoneuete ta prōta, kai ta archaia mē syllogizesthe. Idou egō poiō kaina, ha nyn anatelei, kai gnōsesthe auta.» Dēloi de palin tēn en tois ethnesi systēsomenēn Ekklēsian, hētis erēmos ēn Theou gnōseōs prin epidēmēsai ton Christon tou Theou ton eiponta; ; Egō eimi hē hodos. Kai poiēsō en tę̄ erēmǭ hodon, kai en tę̄ anydrǭ potamous. ᾿All᾽ en ekeinę̄, phēsi, tę̄ palai erēmǭ hodon poiēsō, hōsper kai proteron epi tēs Erythras pepoiēka thalassēs. Rheousi de kai potamoi theiōn logiōn ek didaskalias hagiou Pneumatos eis tēn palai anydron, hōs kai epi Mōÿseōs errheusan en tę̄ erēmǭ potamoi; all᾽ ekei men hydatos sōmatikou, rheustēs ousias ontos kai phthartēs, nyni de ek tēs entheou chorēgias tou logikou kai pneumatikou hydatos. Eulogēsousi me ta thēria tou agrou, seirēnes, kai thygateres strouthōn; hoti edōka en tę̄ erēmǭ hydōr, kai potamous en tę̄ anydrǭ, potisai to genos mou to eklekton. Hai apēgriōmenai psychai metablēthēsontai tēs thēriōdous katastaseōs ek tēs tou potamou dynameōs alloiōtheisai, hōs autous palin tous thēras eulogēsai me. Ei de kai Seirēnes ēsan, thelgousai hēdonę̄ kai asmasi daimonikois tas tōn anthrōpōn psychas en poiētōn plasmasin euepeią logōn kekosmēmenois; alla kai hautai metabalousai eulogēsousi me; eti ge mēn kai thygateres strouthōn; ē kata tous loipous hermēneutas, kai strouthokamēloi, zōon en erēmiais kai chōrais aoikētois ginomenon, kai auto hēmerōthen eulogein eme ton Theon mathēthēsetai. Toutōn de aition estai to hyp᾿ emou dothen en tę̄ erēmǭ hydōr, kai hē tōn potamōn dynamis tōn en tę̄ erēmǭ rheusantōn. Laon mou on periepoiēsamēn tas aretas mou diēgeisthai; ou nyn ekalesa se, Iakōb, oude kopiasai se epoiēsa, Israēl. Ei men gar thēres hoi agrioi kai seirēnes kai hai thygateres tōn strouthōn eulogēsousi me; sy de, Iakōb, ouden toiouton diepraxō; all' oude ēxiōsas eme epikaleisthai, ekopiathēs de eis eme, ; kata ton Symmachon, kaitoi emou mē poiēsantos se kopiasai. Ouk ēnenkas moi probata sou tēs holokarpōseōs sou, oude en tais thysiais tou edoxasas me; ouk edoulōsa se en thysiais, oude enkopon epoiēsa se en libanǭ. Hopōs kai en tois prokeimenois tę̄ erēmǭ, kai tois en autę̄ thēriois agathōn elpidas euangelizetai ; ton de laon ton ek peritomēs ep᾿ asebeiais elenchei, on kai Iakōb kalei nyn kai Israēl; houtōs haplōs xērois onomasin oute doulon autou, oute eklekton eipōn, hoper epoiei epi tou kreittonos tagmatos. Oude ektēsō moi argyriou thymiama, oude to stear tōn thysiōn sou epethymēsa; alla en tais hamartiais sou proestēs mou, kai en tais adikiais sou. Egō eimi, egō eimi, ho exaleiphōn tas anomias sou heneken emou, kai tas hamartias sou, kai ou mē mnēsthēsomai. Sy de mnēsthēti, kai krithōmen. Kalē gar hē mnēmē tōn proterōn hamartēmatōn di' exomologēseōs exēgoreumenē ; dio epipherei; «Lege sy prōtos tas hamartias sou, hina dikaiōthę̄s;, touto gar poiōn dikaiōthēsę̄; epeidē dikaios autou katēgoros en prōtologią. Hoi pateres hymōn prōtoi, kai hoi archontes hymōn ēnomēsan eis eme. Kai emianan hoi archontes ta hagia mou. Kai edōka apolesai Iakōb, kai Israēl eis oneidismon.
In the past I bestowed my benefits on the nation of the Jews: correcting them and bringing them to their senses, I handed them over to the Babylonians, and before long I set them free from the captivity in Babylon, since I am God and Lord of all things. And I made the Babylonians themselves, who had come against Jerusalem, homeless, so that even the Chaldeans among them took to flight, and some of them were led away in chains, thrown into ships on their own sea, by certain others more powerful than they. For I, God, accomplished these things, showing my kingship to mankind. “Do not remember the first things, and do not consider the things of old. Behold, I am doing new things, which will now spring up, and you will know them.” Here again he shows the church that was to be established among the nations, which was desert of the knowledge of God before the coming of the Christ of God, who said, “I am the way.” “And I will make a way in the desert, and rivers in the waterless land.” But in that land, he says, which was once desert, I will make a way, as I did before at the Red Sea. And rivers of divine oracles flow from the teaching of the Holy Spirit into the land that was once waterless, as rivers also flowed in the desert in the time of Moses; but there they were of bodily water, a substance that flows and perishes, whereas now they come from the divine supply of rational and spiritual water. “The beasts of the field will bless me, sirens and daughters of sparrows; for I gave water in the desert and rivers in the waterless land, to give drink to my chosen race.” Souls that had become savage will be changed from their beastly state, transformed by the power of the river, so that the beasts themselves in turn bless me. And if there were Sirens too, charming the souls of men with pleasure and demonic songs in the fictions of the poets, adorned with elegance of words, these too will be changed and will bless me; and further, the daughters of sparrows as well—or, according to the other translators, ostriches, a creature found in deserts and uninhabited lands—will themselves be tamed and learn to bless me, God. The cause of these things will be the water given by me in the desert, and the power of the rivers that flowed in the desert. “My people, whom I acquired to tell of my excellences. I have not now called you, Jacob, nor have I made you weary, Israel.” For if the wild beasts and the sirens and the daughters of sparrows will bless me, you, Jacob, did nothing of the kind; you did not even think it right to call upon me, but you grew weary of me, as Symmachus has it, though I had not made you weary. “You did not bring me the sheep of your whole burnt offering, nor did you glorify me with your sacrifices; I did not enslave you with sacrifices, nor did I make you weary with frankincense.” So, just as in the preceding verses he announces good hopes to the desert and to the beasts in it, he convicts the people of the circumcision of impieties, whom he now calls Jacob and Israel simply, by bare names, calling them neither his servant nor chosen, as he did for the better order. “Nor did you buy me incense with silver, nor did I desire the fat of your sacrifices; but in your sins and in your iniquities you stood before me. I am, I am he who blots out your transgressions for my own sake, and your sins, and I will not remember them. But you, remember, and let us go to judgment.” For the remembrance of former sins is good when they are declared through confession; therefore he adds, “Speak your sins first, that you may be justified”; for if you do this you will be justified, since the righteous man is his own accuser in his opening speech. “Your fathers first, and your rulers, transgressed against me. And the rulers defiled my holy things. And I gave Jacob to destruction, and Israel to reproach.”
Chapter 44
44.1PG 24:401–409
Νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην. Διὰ τούτων τὸν χορὸν αὖθις τὸν ἀποστολικὸν ἀποκαλεῖται. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Διὰ γὰρ τοῦ Πνεύματος τοῦ ἁγίου τὸ λογικὸν καὶ γόνιμον, καὶ πνευματικὸν ὕδωρ τῇ ἀνύδρῳ καὶ ἐρήμῳ χορηγήσειν ἤμελλε. Σπέρμα δὲ τῶν ἀποστόλων αἱ Ἐκκλησίαι τοῦ Θεοῦ, καὶ τὰ τέκνα αὐτῶν οἱ πανταχοῦ γῆς καὶ ἐν πᾶσι τοῖς ἔθνεσι διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἀναγεννηθέντες · οἳ καὶ ᾿Ανατελοῦσι, φησὶν, ἀνὰ μέσον ὕδατος χόρτον, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Καὶ ἐνταῦθα δὲ τὴν ἰτέαν παρέλαβε διὰ τὸ ἀειθαλὲς καὶ νεαρὸν τοῦ φυτοῦ, εἰς παράστασιν τοῦ πλήθους τῶν λογικῶν ὑδάτων τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ῥευσάντων. Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ ᾿ αὐτοῦ, Τοῦ Θεοῦ εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. Σεμνύνει ἑαυτὸν λέγων εἶναι Ἰσραήλ. Θαυμάσαι δὲ ἔστι καὶ καταπλαγῆναι ἀληθῶς τὴν τῶν προφητικῶν λόγων δύναμιν, ως αὐτοῖς ἔργοις τὰ ἀποτελέσματα παρειλήφαμεν. Ἐν γοῦν τοῖς καθ' ἡμᾶς αὐτοὺς γενομένοις διωγμοῖς πολλοὺς τῶν ἀλλοφύλων ἐθνῶν ἐθεασάμεθα, προαρπάζοντας ἑαυτοῖς τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας, ὧν ὁ μὲν ἑαυτὸν Ἰακὼβ ἐκάλει, καὶ ἕτερος Ἰσραὴλ, ἄλλος δὲ Ἱερεμίαν, καὶ Ἡσαΐαν ἕτερος, καὶ Δανιὴλ πάλιν ἄλλος · τοιαῦτα γοῦν ἐπιγραφόμενοι ὀνόματα ἐπὶ τὸ μαρτύριον τοῦ Θεοῦ σὺν πολλῷ θάρσει καὶ παρρησίᾳ παρήεσαν. "Α δὴ σημαίνουσα ἡ προφητεία φησίν · · Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἶμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ, Θεοῦ εἰμι, καὶ ἄλλος ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς Ἰσραὴλ, καὶ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι· ἀφ᾿ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. Λεγέτω γὰρ εἴ τίς ἐστι Θεὸς, ὅσον ἔργον ἑαυτοῦ δείκνυσιν ἐν τῷ παντί. Εἰ γὰρ εἷς ὁ κόσμος, καὶ οὗτος συμφυὴς, καὶ αὐτὸς ἑαυτῷ συνημμένος, εἷς ἂν γένοιτο καὶ ὁ τούτου δημιουργός. Ἀλλ᾿ οὗτος ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, οἷα τοῦ παντὸς γενεσιουργός θεωρεῖται. Εἰ δὲ τις εἰσάγοι ἕτερον, δεικνύτω τοιοῦτον ὁμοίως κόσμον ἕτερον παριστάς· ἀλλ᾽ οὐκ ἔστιν ἕτερος παρὰ τὸν ὁρώμενον κόσμον· οὐδὲ Θεὸς ἄρα ἕτερός ἐστιν. Εἰ δέ τις, Στήτω, φησὶ, τοῦτο πρῶτον· λέγω δὴ τὴν ἑαυτοῦ δειξάτω ὕπαρξιν· ὅτι τέ ἐστιν ἐν οὐσίας ὑποστάσει, καὶ ὅτι ἐφ᾽ ἑαυτῷ μένει καὶ ἕστηκεν· ἔπειτα φωνὴν ἀφεὶς λογικὴν καὶ Θεῷ πρέπουσαν, ἀναγγειλάτω τίνα ἔσται τὰ μετὰ ταῦτα γενησόμενα ἐν τῷ βίῳ ἢ τὰ πάλαι ἐξ ἀρχῆς ὑποστάντα, ἀφ᾿ οὗ τὸν ἄνθρωπον ἐθέμην ἐπὶ τῆς γῆς μέχρι τοῦ παρόντος χρόνου.
Nyn de akouson, Iakōb ho pais mou, kai Israēl, hon exelexamēn. Dia toutōn ton choron authis ton apostolikon apokaleitai. Houtō legei Kyrios ho Theos ho poiēsas se, kai ho plasas se ek koilias; Eti boēthēthēsę̄; mē phobou, pais mou Iakōb, kai ēgapēmenos Israēl, hon exelexamēn. Hoti egō dōsō hydōr en dipsei tois poreuomenois en anydrǭ, epithēsō to pneuma mou epi to sperma sou, kai tas eulogias mou epi ta tekna sou. Dia gar tou Pneumatos tou hagiou to logikon kai gonimon, kai pneumatikon hydōr tę̄ anydrǭ kai erēmǭ chorēgēsein ēmelle. Sperma de tōn apostolōn hai Ekklēsiai tou Theou, kai ta tekna autōn hoi pantachou gēs kai en pasi tois ethnesi dia tou Pneumatos tou hagiou anagennēthentes ; hoi kai ᾿Anatelousi, phēsin, ana meson hydatos chorton, kai hōs itea epi pararrheon hydōr. Kai entautha de tēn itean parelabe dia to aeithales kai nearon tou phytou, eis parastasin tou plēthous tōn logikōn hydatōn tōn en tę̄ Ekklēsią autou rheusantōn. Houtos erei, Tou Theou eimi, kai houtos boēsetai epi tǭ onomati Iakōb, kai heteros epigrapsei cheiri ᾿ autou, Tou Theou eimi, kai epi tǭ onomati Israēl boēsetai. Semnynei heauton legōn einai Israēl. Thaumasai de esti kai kataplagēnai alēthōs tēn tōn prophētikōn logōn dynamin, ōs autois ergois ta apotelesmata pareilēphamen. En goun tois kath' hēmas autous genomenois diōgmois pollous tōn allophylōn ethnōn etheasametha, proarpazontas heautois tas tōn hagiōn andrōn prosēgorias, hōn ho men heauton Iakōb ekalei, kai heteros Israēl, allos de Hieremian, kai Hēsaïan heteros, kai Daniēl palin allos ; toiauta goun epigraphomenoi onomata epi to martyrion tou Theou syn pollǭ tharsei kai parrēsią parēesan. "A dē sēmainousa hē prophēteia phēsin ; ; Houtos erei, Tou Theou eimi, kai houtos boēsetai epi tǭ onomati Iakōb, kai allos epigrapsei tę̄ cheiri autou, Theou eimi, kai allos epi tǭ onomati Israēl boēsetai. Houtōs legei ho Theos ho basileus Israēl, kai rhysamenos auton Theos Sabaōth; Egō prōtos, kai egō meta tauta; plēn emou ouk esti Theos. Tis hōsper egō? Stētō, kai kalesatō, kai anangeilatō, kai hetoimasatō moi; aph᾿ hou epoiēsa anthrōpon eis ton aiōna, kai ta eperchomena pro tou elthein anangeilatōsan hymin. Legetō gar ei tis esti Theos, hoson ergon heautou deiknysin en tǭ panti. Ei gar heis ho kosmos, kai houtos symphyēs, kai autos heautǭ synēmmenos, heis an genoito kai ho toutou dēmiourgos. All᾿ houtos ek megethous kai kallonēs ktismatōn, hoia tou pantos genesiourgos theōreitai. Ei de tis eisagoi heteron, deiknytō toiouton homoiōs kosmon heteron paristas; all᾽ ouk estin heteros para ton horōmenon kosmon; oude Theos ara heteros estin. Ei de tis, Stētō, phēsi, touto prōton; legō dē tēn heautou deixatō hyparxin; hoti te estin en ousias hypostasei, kai hoti eph᾽ heautǭ menei kai hestēken; epeita phōnēn apheis logikēn kai Theǭ prepousan, anangeilatō tina estai ta meta tauta genēsomena en tǭ biǭ ē ta palai ex archēs hypostanta, aph᾿ hou ton anthrōpon ethemēn epi tēs gēs mechri tou parontos chronou.
“But now hear, Jacob my servant, and Israel, whom I have chosen.” By these words he calls once again upon the company of the apostles. “Thus says the Lord God, who made you and formed you from the womb: You will still be helped; do not fear, my servant Jacob, and beloved Israel, whom I have chosen. For I will give water in thirst to those who walk in a waterless land; I will put my Spirit upon your seed, and my blessings upon your children.” For through the Holy Spirit he was going to supply the rational, fruitful, and spiritual water to the waterless and desert land. The seed of the apostles are the churches of God, and their children are those born again through the Holy Spirit everywhere on earth and in all the nations; and these, he says, “will spring up like grass between waters, and like a willow by flowing water.” Here too he took the willow because the plant is evergreen and fresh, to represent the abundance of the rational waters that have flowed in his church. “This one will say, I am God’s, and this one will cry out in the name of Jacob, and another will write with his hand, I am God’s, and will cry out in the name of Israel.” He takes pride in himself, saying that he is Israel. One may truly marvel and be astonished at the power of the prophetic words, since we have seen their fulfillment in the events themselves. In the persecutions that took place in our own time, at any rate, we saw many from foreign nations claiming for themselves the names of the holy men: one called himself Jacob, another Israel, another Jeremiah, another Isaiah, and yet another Daniel; and inscribing themselves with such names they went to the witness for God with great courage and boldness. Signifying this, the prophecy says: “This one will say, I am God’s, and this one will cry out in the name of Jacob, and another will write with his hand, I am God’s, and another will cry out in the name of Israel.” “Thus says God, the king of Israel, who delivered him, the God of hosts: I am first, and I am after these things; besides me there is no God. Who is like me? Let him stand and call, and declare and prepare for me, from the time I made man forever; and let them declare to you the things that are coming before they come.” For let him say, if anyone is a god, how great a work of his own he shows in the universe. For if the world is one, grown together and joined to itself, its maker too would be one. But he is perceived, from the greatness and beauty of created things, as the one who brought the whole into being. And if anyone brings in another, let him show him by presenting likewise another such world; but there is no other besides the visible world, and so there is no other God. And as for “let him stand,” he says—this first: I mean, let him show his own existence, that he is in the reality of substance, and that he remains and stands by himself; then, uttering a rational voice befitting God, let him declare what the things are that will happen hereafter in life, or the things that came to be of old from the beginning, from the time I set man on the earth until the present time.
44.2PG 24:401–409
Ἀπὸ γὰρ τούτου γνωσόμεθα, ὅτι ἔστησεν αὐτὰ λόγῳ. Μὴ παρακαλύπτεσθε, μηδὲ πλανᾶσθε. Οὐκ ἀπ᾿ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Καὶ οὐκ ἤκουσαν τότε οἱ πλάσσοντες καὶ οἱ γλύφοντες, πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς. ᾿Αλλ' αἰσχυνθήσονται οἱ πλάσσοντες Θεὸν, καὶ γλύφοντες πάντες ἀνωφελῆ. Οὐκ ἀπ᾿ ἀρχῆς, φησὶ, τουτέστι πρὸ τῶν τοῦ κατακλυσμοῦ χρόνων, καθ' οὓς οὐδὲ οἱ τῶν ἀψύχων ξοάνων τέκτονες ὑπῆρχον. Καὶ τούτων ὑμεῖς μάρτυρες, ὡς οὐκ ἦσαν τότε, λέγω δὴ κατὰ τὰς ἀρχὰς τῆς τοῦ θνητοῦ βίου συστάσεως, οἱ πλάσσοντες καὶ γλύφοντες θεοὺς, οὔπω γλυπτικῆς, οὐδὲ πλαστικῆς τέχνης ἐν ἀνθρώποις εὑρισκομένης. «Καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες, καὶ στησάτωσαν ἅμα, καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ, καὶ ἐν τερέτρῳ ἔστησεν αὐτὸ, καὶ εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει, καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ. Ἐκλεξάμενος τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐῤῥύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὁ ἐφύτευσε Κύριος, πίτυν, καὶ ὑετὸς ἐμήκυνεν · ἵνα ᾗ ἀνθρώποις εἰς καῦσιν · καὶ λαβὼν ἀπ᾿ αὐτοῦ, ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἐπὶ τοῦ ἡμίσους αὐτοῦ ἔπεψεν ἐν τοῖς ἄνθραξιν ἄρτους, καὶ ἐπ᾿ αὐτοῦ κρέας ὀπτήσας ἔφαγε, καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι, ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. Τὸ δὲ λοιπὸν ἐποίησεν εἰς Θεὸν γλυπτὸν, καὶ προσκυνεῖ καὶ προσεύχεται λέγων· Ἐξέλου με, ὅτι Θεός μου εἶ σύ., Τέως δὲ ὑμεῖς ἐπὶ τοῦ παρόντος, πρὸς οὓς ὁ παρὼν λόγος ; Τί δήποτε μὴ λογίζεσθε παρ' ἑαυτοῖς, τίς ἡ φύσις τῶν ἐν ἀψύχοις ἀγάλμασιν θεοποιουμένων ὑμῖν; Αρα γὰρ οὐ πρόχειρον τοῖς πᾶσι συνορᾶν, ὡς τεκτόνων εἶεν ἔργα, σκεπάρνοις καὶ τρυπάνοις, καὶ τοιούτοις τισὶν ὀργάνοις σκευωρημένα, πένητος καὶ ἐνδεοῦς ἀνδρὸς ἐπίνοια, ὃς δι᾽ ἔνδειαν τροφῆς ἐνεργείας ἄρτου σχολῆς μηχανὴν πλάνης ἐξηύρατο; Οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Καὶ οὐκ ἐλογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἐπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέα ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτῷ. Ὡς ἐπιλελησμένων δὲ καὶ δεομένων τῆς τούτων ὑπομνήσεως διὰ παχύτητος λογισμοῦ, ταῦτά φησι. Διόπερ ὀφείλεις τῆς σαυτοῦ μνημονεύειν ἀξίας, καὶ πλάσμα Θεοῦ ὢν αὐτὸς μὴ καθύβριζε σεαυτὸν, ἄψυχον ὕλην χερσὶ βαναύσων ἀνδρῶν πεπλασμένην σεαυτοῦ προτιμῶν καὶ θεοποιῶν. Γνῶθι, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ. Ἴδετε καὶ οὐκ ἐρεῖτε, ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου.
Apo gar toutou gnōsometha, hoti estēsen auta logǭ. Mē parakalyptesthe, mēde planasthe. Ouk ap᾿ archēs ēnōtisasthe, kai apēngeila hymin? Martyres hymeis este, ei esti Theos plēn emou. Kai ouk ēkousan tote hoi plassontes kai hoi glyphontes, pantes mataioi, poiountes ta katathymia autōn, ha ouk ōphelēsei autous. ᾿All' aischynthēsontai hoi plassontes Theon, kai glyphontes pantes anōphelē. Ouk ap᾿ archēs, phēsi, toutesti pro tōn tou kataklysmou chronōn, kath' hous oude hoi tōn apsychōn xoanōn tektones hypērchon. Kai toutōn hymeis martyres, hōs ouk ēsan tote, legō dē kata tas archas tēs tou thnētou biou systaseōs, hoi plassontes kai glyphontes theous, oupō glyptikēs, oude plastikēs technēs en anthrōpois heuriskomenēs. «Kai pantes hothen egenonto exēranthēsan, kai kōphoi apo anthrōpōn synachthētōsan pantes, kai stēsatōsan hama, kai entrapētōsan, kai aischynthētōsan hama; hoti ōxyne tektōn sidēron, skeparnǭ eirgasato auto, kai en teretrǭ estēsen auto, kai eirgasato auto en tǭ brachioni tēs ischyos autou; kai peinasei, kai asthenēsei, kai ou mē pię̄ hydōr. Eklexamenos tektōn xylon, estēsen auto en metrǭ, kai en kollę̄ errhythmisen auto, kai epoiēsen auto hōs morphēn andros, kai hōs hōraiotēta anthrōpou, stēsai auto en oikǭ. Ekopse xylon ek tou drymou, ho ephyteuse Kyrios, pityn, kai hyetos emēkynen ; hina hę̄ anthrōpois eis kausin ; kai labōn ap᾿ autou, ethermanthē, kai kausantes epepsan artous ep' autōn; to de loipon eirgasanto theous, kai proskynousin autois; hou to hēmisy autou katekausen en pyri, kai epi tou hēmisous autou epepsen en tois anthraxin artous, kai ep᾿ autou kreas optēsas ephage, kai eneplēsthē, kai thermantheis eipen; Hēdy moi, hoti ethermanthēn, kai eidon pyr. To de loipon epoiēsen eis Theon glypton, kai proskynei kai proseuchetai legōn; Exelou me, hoti Theos mou ei sy., Teōs de hymeis epi tou parontos, pros hous ho parōn logos ? Ti dēpote mē logizesthe par' heautois, tis hē physis tōn en apsychois agalmasin theopoioumenōn hymin? Ara gar ou procheiron tois pasi synoran, hōs tektonōn eien erga, skeparnois kai trypanois, kai toioutois tisin organois skeuōrēmena, penētos kai endeous andros epinoia, hos di᾽ endeian trophēs energeias artou scholēs mēchanēn planēs exēurato? Ouk egnōsan phronēsai, hoti apēmaurōthēsan tou blepein tois ophthalmois, kai tou noēsai tę̄ kardią autōn. Kai ouk elogisato tę̄ psychę̄ autou, oude egnō tę̄ phronēsei, hoti to hēmisy autou katekausen en pyri, kai epepsen epi tōn anthrakōn autou artous, kai optēsas krea ephage, kai to loipon autou eis bdelygma epoiēse, kai proskynousin autǭ. Hōs epilelēsmenōn de kai deomenōn tēs toutōn hypomnēseōs dia pachytētos logismou, tauta phēsi. Dioper opheileis tēs sautou mnēmoneuein axias, kai plasma Theou ōn autos mē kathybrize seauton, apsychon hylēn chersi banausōn andrōn peplasmenēn seautou protimōn kai theopoiōn. Gnōthi, hoti spodos hē kardia autōn, kai planōntai, kai oudeis dynatai exelesthai tēn psychēn autou. Idete kai ouk ereite, hoti pseudos en tę̄ dexią mou.
“For from this we shall know that he established them by a word. Do not cover yourselves, and do not go astray. Have you not from the beginning given ear, and I declared it to you? You are witnesses whether there is a God besides me. And those who mould and those who carve did not hear then, all of them vain, doing the things they desire, which will not profit them. But all who mould a god and carve useless things will be put to shame.” Not from the beginning, he says—that is, before the times of the flood, when there were not even craftsmen of lifeless wooden images. And of this you are witnesses, that they did not exist then—I mean at the beginnings of the establishment of mortal life—those who mould and carve gods, since the art neither of carving nor of moulding had yet been found among men. “And all from whom they came have withered; and let all the deaf from among men be gathered together, and let them stand together, and be put to confusion and shame together; for the carpenter sharpened iron, worked it with an adze, and set it up with an auger, and worked it with the arm of his strength; and he will hunger and grow weak and will not drink water. The carpenter, having chosen wood, set it up by measure, and shaped it with glue, and made it like the form of a man and like the beauty of a human being, to set it up in a house. He cut wood from the forest, which the Lord planted, a pine, and the rain made it grow, so that it might be for people to burn; and taking some of it he warmed himself, and burning it they baked loaves on it; and the rest they made into gods, and they worship them. Half of it he burned in the fire, and on half of it he baked loaves on the coals, and roasting meat on it he ate and was filled; and having warmed himself he said, It is pleasant to me, for I am warm and have seen fire. And the rest he made into a carved god, and he worships it and prays, saying, Deliver me, for you are my god.” But you, meanwhile, in the present time, to whom the present word is addressed: why do you not reckon with yourselves what the nature is of the things you make into gods in lifeless statues? Is it not easy for all to see that they are the works of carpenters, contrived with adzes and drills and such tools, the device of a poor and needy man who, for lack of food … invented a contrivance of error? “They did not know how to understand, for they were blinded from seeing with their eyes and from perceiving with their heart. And he did not reckon in his soul, nor know in his understanding, that half of it he burned in the fire, and baked loaves on its coals, and roasting meat he ate, and the rest of it he made into an abomination, and they worship it.” He says this as to people who have forgotten and need to be reminded of these things because of the dullness of their thinking. Therefore you ought to remember your own dignity, and since you are yourself God’s handiwork, do not insult yourself by honoring above yourself, and making a god of, lifeless matter moulded by the hands of common workmen. “Know that their heart is ashes, and they go astray, and no one can deliver his soul. See, and you will not say, There is a lie in my right hand.”
44.3PG 24:401–409
Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ, ὅτι παῖς μου εἶ σύ. Ἔπλασά σε παϊδά μου, καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ὡς ἀπεστραμμένῳ καὶ πολεμίοις ἐκδεδομένῳ. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὴν ἁμαρτίαν σου. Ἐπιστράφηθι πρὸς μὲ, καὶ λυτρώσομαί σε. Εὐφράνθητε, οὐρανοί, ὅτι ἐλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ. Ὡς ἂν χαρᾶς ἐν οὐρανοῖς γενησομένης ἐπὶ τοῖς μέλλουσι μετάνοιαν τῶν κακῶν ποιήσασθαι. Σαλπίσατε, τὰ θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται. Εἰ γάρ τινές εἰσιν αἱ τὴν γῆν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, καὶ αὗται ἀλαλαγμὸν καὶ ὕμνον ἀναπεμπέτωσαν τῷ Θεῷ. Εἰκὸς δὲ θεμέλια τῆς γῆς χρηματίζειν τοὺς προφήτας αὐτοὺς καὶ πάντας τοὺς δικαίους καὶ θεοφιλεῖς ἄνδρας· τοῦτο γοῦν ἐδίδασκεν ὁ ᾿Απόστολος φήσας · · Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Βοήσατε, ὄρη, εὐφροσύνην.» Ομοίως δοξαζέτωσαν τὸν Θεὸν ἐπὶ τῇ τῶν εἰρημένων μετανοίᾳ τε καὶ σωτηρίᾳ. Ὅρη μὲν τὰς ἐπηρμένας καὶ μετεώρους ψυχὰς αἰνιττόμενος · βουνοὺς δὲ τὰς τούτων μετριωτέρας · ξύλα δὲ τὰς καρποφόρους. Καὶ ἄλλως δὲ πάντα τὸν κόσμον καὶ τὰ τούτου μέρη τὸν Θεὸν ὑμνεῖν προστάττει, ἐπιλέγων· Ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται. Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ πλάσσων σε ἐκ κοιλίας. Ἔλεγχον εἰδωλολατρείας προεκθέμενος ὁ λόγος διὰ τῶν προκειμένων, ὡς ἂν παυσαμένοις τῆς εἰδωλολατρείας, τοῖς ὠφελημένοις ἐκ τῆς προφητικῆς διδασκαλίας, ἐπαγγελίας ποιεῖται, ἐπάνοδον τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας. Ἐπειδὴ γὰρ εἰδωλολατροῦντες τοῖς Βαβυλωνίοις παρεδόθησαν, αὐτή τε ἡ Ἱερουσαλήμ πολιορκίαν ὑπέμεινε, καὶ παντελῆ καταστροφὴν κατὰ τοὺς ᾿Ασσυρίων χρόνους, διὰ τὰ ἐν αὐτῇ τετολμημένα τοῖς οἰκήτορσι· θεσπίζει τοιαῦτα πεπονθόσιν ἐλευθερίαν κακῶν, εἰ παύσαιντο τῆς πλάνης. Ἐπληροῦτο δὲ ταῦτα κατὰ τοὺς Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος χρόνους. Διόπερ καὶ αὐτοῦ μέμνηται ὀνομαστὶ τοῦ Κύρου σφόδρα θαυμασίως, ἐγγύς που διακοσίοις ὕστερον ἔτεσι γενομένου, καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσαντος τὸν τῶν Ἰουδαίων λαὸν, τόν τε νεὼν προστάξαντος τὸν ἐν τῇ Ἱερουσαλήμ ἀνεγείρειν. δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Ἐξέτεινε δὲ τὸν οὐρανὸν μόνος, καὶ ἐστερέου τὴν γῆν βουλῇ τοῦ Πατρός· Αὐτὸς γὰρ · εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ἡ μὲν οὖν γῆ, ναστὴ οὖσα καὶ στερέμνιος, ὡς ἡδράσθη ἀκίνητος τὸν σύμπαντα αἰῶνα, καὶ ἐστερεῶσθαι λέγεται · ὁ δὲ οὐρανὸς, ἅτε ἐξηπλωμένος, διόλου ἐκτετάσθαι · διὸ καὶ ἐν ἑτέροις εἴρηται· Ὁ ἐκτείνας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Τίνα δὲ ἐστιν ἅπερ ὁ τοσοῦτος διδάσκει Κύριος, ἑξῆς ἐπιφέρει λέγων· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Πάντα γὰρ ἀληθεύων· ὁ λέγων τῇ Ἱερουσαλήμ, Κατοικηθήσῃ Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας ; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥῆμα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας, Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ ·
Mnēsthēti tauta, Iakōb kai Israēl, hoti pais mou ei sy. Eplasa se païda mou, kai sy, Israēl, mē epilanthanou mou. Hōs apestrammenǭ kai polemiois ekdedomenǭ. Idou gar apēleipsa hōs nephelēn tas anomias sou, kai hōs gnophon tēn hamartian sou. Epistraphēthi pros me, kai lytrōsomai se. Euphranthēte, ouranoi, hoti eleēsen ho Theos ton Israēl. Hōs an charas en ouranois genēsomenēs epi tois mellousi metanoian tōn kakōn poiēsasthai. Salpisate, ta themelia tēs gēs, boēsate, orē, euphrosynēn, hoi bounoi kai panta ta xyla ta en autois, hoti elytrōsato ho Theos ton Iakōb, kai Israēl doxasthēsetai. Ei gar tines eisin hai tēn gēn hypostērizousai theiai dynameis, kai hautai alalagmon kai hymnon anapempetōsan tǭ Theǭ. Eikos de themelia tēs gēs chrēmatizein tous prophētas autous kai pantas tous dikaious kai theophileis andras; touto goun edidasken ho ᾿Apostolos phēsas ; ; Epoikodomēthentes epi tǭ themeliǭ tōn apostolōn kai prophētōn. Boēsate, orē, euphrosynēn.» Omoiōs doxazetōsan ton Theon epi tę̄ tōn eirēmenōn metanoią te kai sōtērią. Horē men tas epērmenas kai meteōrous psychas ainittomenos ; bounous de tas toutōn metriōteras ; xyla de tas karpophorous. Kai allōs de panta ton kosmon kai ta toutou merē ton Theon hymnein prostattei, epilegōn; Hoti elytrōsato ho Theos ton Iakōb, kai Israēl doxasthēsetai. Houtō legei Kyrios ho lytroumenos se, kai plassōn se ek koilias. Elenchon eidōlolatreias proekthemenos ho logos dia tōn prokeimenōn, hōs an pausamenois tēs eidōlolatreias, tois ōphelēmenois ek tēs prophētikēs didaskalias, epangelias poieitai, epanodon tēs apo Babylōnos aichmalōsias. Epeidē gar eidōlolatrountes tois Babylōniois paredothēsan, autē te hē Hierousalēm poliorkian hypemeine, kai pantelē katastrophēn kata tous ᾿Assyriōn chronous, dia ta en autę̄ tetolmēmena tois oikētorsi; thespizei toiauta peponthosin eleutherian kakōn, ei pausainto tēs planēs. Eplērouto de tauta kata tous Kyrou tou prōtou Persōn basileusantos chronous. Dioper kai autou memnētai onomasti tou Kyrou sphodra thaumasiōs, engys pou diakosiois hysteron etesi genomenou, kai tēs aichmalōsias eleutherōsantos ton tōn Ioudaiōn laon, ton te neōn prostaxantos ton en tę̄ Hierousalēm anegeirein. di' autou egeneto, kai chōris autou egeneto ouden. Exeteine de ton ouranon monos, kai estereou tēn gēn boulę̄ tou Patros; Autos gar ; eipe, kai egenēthēsan; autos eneteilato, kai ektisthēsan.» Hē men oun gē, nastē ousa kai steremnios, hōs hēdrasthē akinētos ton sympanta aiōna, kai estereōsthai legetai ; ho de ouranos, hate exēplōmenos, diolou ektetasthai ; dio kai en heterois eirētai; Ho ekteinas ton ouranon hōsei derrhin. Tina de estin haper ho tosoutos didaskei Kyrios, hexēs epipherei legōn; Egō Kyrios ho syntelōn panta, exeteina ton ouranon monos, kai estereōsa tēn gēn. Panta gar alētheuōn; ho legōn tę̄ Hierousalēm, Katoikēthēsę̄ Tis heteros diaskedasei sēmeia engastrimythōn, kai manteias apo kardias ? apostrephōn phronimous eis ta opisō, kai tēn boulēn autōn mōrainōn, kai histōn rhēma paidos autou, kai tēn boulēn tōn angelōn autou kai tais polesi tēs Idoumaias, Oikodomēthēsesthe, kai ta erēma autēs anatelei ;
“Remember these things, Jacob and Israel, for you are my servant. I formed you as my servant, and you, Israel, do not forget me.” He speaks as to one who had turned away and been handed over to enemies. “For behold, I have wiped away your transgressions like a cloud, and your sin like darkness. Return to me, and I will redeem you. Rejoice, heavens, for God has had mercy on Israel.” As though there will be joy in heaven over those who are going to repent of their evils. “Sound the trumpet, foundations of the earth; cry out with gladness, mountains, you hills and all the trees in them; for God has redeemed Jacob, and Israel will be glorified.” For if there are divine powers that support the earth, let these too send up a shout and a hymn to God. But it is likely that the prophets themselves and all righteous and God-loving men are called foundations of the earth; this at any rate the apostle taught when he said, “Built upon the foundation of the apostles and prophets.” “Cry out with gladness, mountains.” Likewise let them glorify God for the repentance and salvation of those spoken of. By mountains he hints at lofty and exalted souls, by hills those more moderate than these, and by trees the fruitful ones. In another sense, too, he commands the whole world and its parts to hymn God, adding, “For God has redeemed Jacob, and Israel will be glorified.” “Thus says the Lord, who redeems you and forms you from the womb.” Having first set out a refutation of idolatry in the preceding verses, the word now makes promises of a return from the captivity in Babylon, as to people who have ceased from idolatry—to those who have been benefited by the prophetic teaching. For since, because they practised idolatry, they were handed over to the Babylonians, and Jerusalem itself underwent a siege and total overthrow in the times of the Assyrians because of the outrages its inhabitants dared in it, he foretells to those who have suffered such things freedom from evils, if they cease from their error. These things were fulfilled in the times of Cyrus, the first to reign as king of the Persians. That is why he even mentions Cyrus himself by name, most wonderfully, though Cyrus lived some two hundred years later, freed the people of the Jews from captivity, and ordered the temple in Jerusalem to be rebuilt. … “came to be through him, and without him nothing came to be.” He alone stretched out the heaven and made the earth firm by the will of the Father; “For he spoke, and they came to be; he commanded, and they were created.” The earth, then, being solid and firm, since it was settled immovable for all time, is said to have been made firm; but the heaven, as being spread out, is said to have been stretched out entirely; that is why it is said elsewhere too, “Who stretched out the heaven like a skin.” What the things are that so great a Lord teaches, he adds next, saying: “I am the Lord who accomplishes all things; I alone stretched out the heaven and made the earth firm.” [For speaking truth in all things: who says to Jerusalem, You will be inhabited.] “Who else will scatter the signs of ventriloquists and divinations from the heart, turning the wise backward and making their counsel foolish, and confirming the word of his servant and the counsel of his angels … and to the cities of Idumea, You will be built, and her desert places will spring up;”
44.4PG 24:401–409
ὁ λέγων τῇ ἀβύσσῳ, Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἱερουσαλήμ, Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. Ταῦτα μὲν οὖν οὕτω διαθήσομαι· τοῦ δὲ ἐμοῦ παιδὸς ἀγαπητοῦ καὶ ἐκλεκτοῦ, λέγω δὴ τοῦ Χριστοῦ μου, περὶ οὗ διὰ τῶν ἔμπροσθεν πλεῖστα ὅσα εἴρηται, συστήσω τὰ ῥήματα, καὶ τῶν ἀγγέλων δὲ αὐτοῦ, λέγω δὴ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τὰς βουλὰς ἐπαληθεῦσαι ποιήσω. Ἐγὼ δὲ μέλλων ταῦτα ποιεῖν ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὅτι τὴν Ἱερουσαλήμ μετὰ τὴν πρώτην καθαίρεσιν τὴν ὑπὸ Βαβυλωνίων γενησομένην ἀνακαινισθῆναι ποιήσω, ὡς καὶ τὰς τῆς Ἰουδαίας πόλεις κατοικηθῆναι, καὶ τὰ ἐν αὐταῖς ἔρημα πάλιν ὡς τὰ ἀπ᾿ ἀρχῆς συστῆναι. Αλλά καὶ τὴν πολυθεῖαν, τῆς κακίας ἄβυσσον ὀνομαζομένην, ἔρημον καταστήσω, καὶ τοὺς ποταμοὺς τῆς πολυθείας τῶν πολεμίων ἀποξηρανῶ· ὡς μηκέτι τὴν Βαβυλῶνα συστῆναι, μήτε τοὺς ποταμοὺς αὐτῆς τοὺς πολλὰ δεδυνημένους ἐν πλήθεσιν ἰσχυροῖς. Ταῦτα δὲ πάντα ποιήσω διακόνῳ χρησάμενος ἀνδρὶ τοῦ Περσῶν γένους βεβασιλευκότι πρώτῳ. Εἰ δὲ χρὴ καὶ ἐπ᾿ ὀνόματος προφητεῦσαι τούτου τὴν προσηγορίαν, Κῦρος ὄνομα τῷ θεσπιζομένῳ, ὃν προστήσομαι τῶν ἐμῶν λόγων ὑπηρέτην, φρόνησιν αὐτῷ δωρησάμενος εὐσεβῆ, ὡς πάντα τὰ καταθύμιά μοι ποιῆσαι καὶ προστάξαι τὴν Ἱερουσαλήμ οἰκοδομηθῆναι, καὶ τὸν νεὼν τὸν ἐν αὐτῇ θεμελιωθῆναι.
ho legōn tę̄ abyssǭ, Erēmōthēsę̄, kai tous potamous sou xēranō; ho legōn Kyrǭ phronein, kai panta ta thelēmata mou poiēsei; ho legōn Hierousalēm, Oikodomēthēsę̄, kai ton oikon ton hagion mou themeliōsō. Tauta men oun houtō diathēsomai; tou de emou paidos agapētou kai eklektou, legō dē tou Christou mou, peri hou dia tōn emprosthen pleista hosa eirētai, systēsō ta rhēmata, kai tōn angelōn de autou, legō dē tōn apostolōn kai mathētōn kai euangelistōn tas boulas epalētheusai poiēsō. Egō de mellōn tauta poiein enteuthen ēdē prolegō kai epangellomai, hoti tēn Hierousalēm meta tēn prōtēn kathairesin tēn hypo Babylōniōn genēsomenēn anakainisthēnai poiēsō, hōs kai tas tēs Ioudaias poleis katoikēthēnai, kai ta en autais erēma palin hōs ta ap᾿ archēs systēnai. Alla kai tēn polytheian, tēs kakias abysson onomazomenēn, erēmon katastēsō, kai tous potamous tēs polytheias tōn polemiōn apoxēranō; hōs mēketi tēn Babylōna systēnai, mēte tous potamous autēs tous polla dedynēmenous en plēthesin ischyrois. Tauta de panta poiēsō diakonǭ chrēsamenos andri tou Persōn genous bebasileukoti prōtǭ. Ei de chrē kai ep᾿ onomatos prophēteusai toutou tēn prosēgorian, Kyros onoma tǭ thespizomenǭ, hon prostēsomai tōn emōn logōn hypēretēn, phronēsin autǭ dōrēsamenos eusebē, hōs panta ta katathymia moi poiēsai kai prostaxai tēn Hierousalēm oikodomēthēnai, kai ton neōn ton en autę̄ themeliōthēnai.
“who says to the deep, You will be made desolate, and I will dry up your rivers; who says to Cyrus to be wise, and he will do all my wishes; who says to Jerusalem, You will be built, and I will lay the foundation of my holy house.” These things, then, I will arrange thus; but I will confirm the words of my beloved and chosen servant—I mean my Christ, about whom very many things have been said in the preceding passages—and I will make the counsels of his angels—I mean the apostles and disciples and evangelists—prove true. And since I am going to do these things, I already foretell and promise from this point that I will cause Jerusalem to be renewed after the first destruction, which will come about at the hands of the Babylonians, so that the cities of Judea too will be inhabited and the desolate places in them will be established again as at the beginning. Moreover, I will make desolate polytheism, which is called the deep of wickedness, and I will dry up the rivers of the enemies’ polytheism, so that Babylon will no longer stand, nor her rivers, which had great power in mighty multitudes. All these things I will do using as my minister a man of the Persian race who was the first to reign as king. And if the name of this man too must be prophesied, Cyrus is the name of the one foretold, whom I will appoint as the servant of my words, giving him a pious understanding, so that he will do all that I desire and will command Jerusalem to be built and the temple in it to have its foundations laid.
Chapter 45
45.1PG 24:409–419
Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ανοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλείσονται. ᾿Αγαθὸν δὲ ὑπηρέτην τῆς ἐμῆς βουλῆς εὗρον τὸν προδηλωθέντα ἄνδρα· ἐντεῦθεν ἤδη ἐπαγγέλλομαι κρατήσειν αὐτοῦ τῆς δεξιᾶς, πρὸς τὸ μὴ παρατρέπεσθαι, μηδὲ νικᾶσθαι ὑπό τινος κρείττονος. Ὑποτάσσω δὲ αὐτῷ πλεῖστα ὅσα ἐν τοῖς λοιποῖς ἔθνεσι βασιλευόντων · δι᾿ αὐτοῦ δὲ τὴν ἰσχὺν διαῤῥήξω πάσης τῆς ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείας · πάντα δὲ λεῖα καὶ ὁμαλὰ καταστήσας πρὸ τῶν αὐτοῦ ποδῶν, θύρας πόλεων, καὶ αὐτὰς ὅλας τὰς πόλεις ὑποχειρίους αὐτῷ παραδώσω · ὡς μηδεμίαν ἐναντίαν αὐτῷ γενέσθαι. Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω. Καὶ εἴποι δ᾽ ἄν τις τὰ κατὰ τὸν Ζοροβάβελ, ἢ κατὰ Κῦρον ἱστορικῶς γενόμενα, εἰκόνας καὶ σύμβολα περιέχειν τῆς ἀληθείας· τὰ δὲ κατὰ τὸν ἀληθῆ Κύριον καὶ Χριστὸν πνευματικῶς πεπληρῶσθαι· ὡς ἐπ᾿ αὐτὸν μᾶλλον ἀληθεύειν τὸν λόγον τὸν φήσαντα · Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ. Κατὰ γὰρ τὴν πρόχειρον λέξιν οὔτε Χριστὸς ὧν τοῦ Θεοῦ φαίνεται ὁ Περσῶν βασιλεὺς οἰκοδομήσας τὴν Ἱερουσαλήμ· ἀλλ᾽ οὐδὲ ὅλως κατὰ τὴν αὐτοῦ ζωὴν προὔκοψε τῆς οἰκοδομῆς τὸ ἔργον· μόνον γὰρ ἤρξαντο τῶν θεμελίων κατὰ τοὺς αὐτοὺς χρόνους· εἶτ᾿ ἐπισχεθέντος τοῦ ἔργου, διέμεινεν ἔρημος ὁ τόπος μέχρι τῆς Δαρείου βασιλείας. Καὶ τὰ ἑξῆς δὲ ἐπιλεγόμενα μᾶλλον τῷ Χριστῷ ἡ τῷ τῶν Περσῶν βασιλεῖ ἐφαρμόσειεν ἄν· καὶ μᾶλλον τῷ ἡμετέρῳ Σωτῆρι ἢ τῷ Ζοροβάβελ. Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι· ἵνα γνῶς, ὅτι ἐγὼ Κύριος ὁ Θεός σου, ὁ καλῶν τὸ ὄνομά σου, ὁ Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακώβ, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως με. Τούς τε εἴσω τούτων ταμιευομένους θησαυροὺς, ἀφανεῖς καὶ ἀοράτους τοῖς προτέροις βασιλεῦσι γενομένους, ἀναίοι πετάσω σοι ὡς ἂν αὐτοῖς ἔργοις μάθοις ὅστις ποτέ εἰμι ὁ πρὸ τοσούτων ἐτῶν ὀνομαστὶ τὴν σὴν προσηγορίαν ταῖς προφητικαῖς μου Γραφαῖς, ὥσπερ ἐν στήλαις αἰωνίοις, ἐγχαράξας. Εἰμὶ δὲ ὁ Θεὸς Ἰσραήλ, δ προσήκει καὶ σὲ μὴ ἀγνοεῖν, ὦ Κῦρε· πάντα γὰρ τὰ προλεχθέντα χαριοῦμαί σοι οὐ διά τι ἕτερον, ἀλλ᾿ ἕνεκεν τοῦ ἐμοῦ λαοῦ, ὃν ἐμαυτῷ ἐξελεξάμην ἐξ ἁπάντων τῶν ἐθνῶν διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν τιμήν. Ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεός. Ἐνίσχυσά σε, καὶ οὐκ ᾔδεις με· ἵνα γνῶσιν οἱ ἀπ᾿ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι. Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ποιῶν πάντα ταῦτα. Ἑξ αὐτῶν γὰρ τούτων μαθήσονται τῶν ἔργων· ὅτε μὲν γὰρ λυπηρά χρῆν ἐπαγαγεῖν τῷ ἐμῷ λαῷ ἐπιστροφῇ καὶ παιδείᾳ, τοῖς πολεμίοις αὐτὸν ἐξέδωκα, ὥσπερ σκότῳ καὶ ὀργῇ παραδοὺς αὐτὸν τῶν ἀσεβημάτων χάριν·
Houtō legei Kyrios ho Theos tǭ christǭ mou Kyrǭ, hou ekratēsa tēs dexias epakousai emprosthen autou ethnē, kai ischyn basileōn diarrhēxō. Anoixō emprosthen autou thyras, kai poleis ou synkleisontai. ᾿Agathon de hypēretēn tēs emēs boulēs heuron ton prodēlōthenta andra; enteuthen ēdē epangellomai kratēsein autou tēs dexias, pros to mē paratrepesthai, mēde nikasthai hypo tinos kreittonos. Hypotassō de autǭ pleista hosa en tois loipois ethnesi basileuontōn ; di᾿ autou de tēn ischyn diarrhēxō pasēs tēs en tois loipois ethnesi dynasteias ; panta de leia kai homala katastēsas pro tōn autou podōn, thyras poleōn, kai autas holas tas poleis hypocheirious autǭ paradōsō ; hōs mēdemian enantian autǭ genesthai. Egō emprosthen sou poreusomai, kai orē homaliō; thyras chalkas syntripsō, kai mochlous sidērous synklasō. Kai eipoi d᾽ an tis ta kata ton Zorobabel, ē kata Kyron historikōs genomena, eikonas kai symbola periechein tēs alētheias; ta de kata ton alēthē Kyrion kai Christon pneumatikōs peplērōsthai; hōs ep᾿ auton mallon alētheuein ton logon ton phēsanta ; Tade legei Kyrios tǭ christǭ mou Kyrǭ. Kata gar tēn procheiron lexin oute Christos hōn tou Theou phainetai ho Persōn basileus oikodomēsas tēn Hierousalēm; all᾽ oude holōs kata tēn autou zōēn proukopse tēs oikodomēs to ergon; monon gar ērxanto tōn themeliōn kata tous autous chronous; eit᾿ epischethentos tou ergou, diemeinen erēmos ho topos mechri tēs Dareiou basileias. Kai ta hexēs de epilegomena mallon tǭ Christǭ hē tǭ tōn Persōn basilei epharmoseien an; kai mallon tǭ hēmeterǭ Sōtēri ē tǭ Zorobabel. Kai dōsō soi thēsaurous skoteinous, apokryphous, aoratous anoixō soi; hina gnōs, hoti egō Kyrios ho Theos sou, ho kalōn to onoma sou, ho Theos Israēl. Heneken tou paidos mou Iakōb, kai Israēl tou eklektou mou, egō kalesō se tǭ onomati sou, kai prosdexomai se; sy de ouk egnōs me. Tous te eisō toutōn tamieuomenous thēsaurous, aphaneis kai aoratous tois proterois basileusi genomenous, anaioi petasō soi hōs an autois ergois mathois hostis pote eimi ho pro tosoutōn etōn onomasti tēn sēn prosēgorian tais prophētikais mou Graphais, hōsper en stēlais aiōniois, encharaxas. Eimi de ho Theos Israēl, d prosēkei kai se mē agnoein, ō Kyre; panta gar ta prolechthenta charioumai soi ou dia ti heteron, all᾿ heneken tou emou laou, hon emautǭ exelexamēn ex hapantōn tōn ethnōn dia tēn pros tous pateras autōn timēn. Hoti egō Kyrios ho Theos, kai ouk estin eti plēn emou Theos. Enischysa se, kai ouk ę̄deis me; hina gnōsin hoi ap᾿ anatolōn hēliou kai hoi apo dysmōn, hoti ouk esti Theos plēn emou. Egō Kyrios ho Theos, kai ouk estin eti. Egō ho kataskeuasas phōs, kai poiēsas skotos, ho poiōn eirēnēn, kai ktizōn kaka. Egō Kyrios ho Theos, ho poiōn panta tauta. Hex autōn gar toutōn mathēsontai tōn ergōn; hote men gar lypēra chrēn epagagein tǭ emǭ laǭ epistrophę̄ kai paideią, tois polemiois auton exedōka, hōsper skotǭ kai orgę̄ paradous auton tōn asebēmatōn charin;
“Thus says the Lord God to my anointed, Cyrus, whose right hand I have grasped, that nations may obey before him, and I will break the strength of kings. I will open doors before him, and cities will not be shut.” I have found the man made known beforehand to be a good servant of my counsel; already from this point I promise to grasp his right hand, so that he is not turned aside or overcome by anyone stronger. I subject to him very many of those who reign among the other nations; and through him I will break the strength of all the power among the other nations; and making everything smooth and level before his feet, I will hand over to him the doors of cities, and the whole cities themselves, into his power, so that none will oppose him. “I will go before you, and I will level mountains; I will shatter doors of bronze and break bars of iron.” One might also say that the things that happened historically in the case of Zerubbabel or of Cyrus contain images and symbols of the truth, while the things concerning the true Lord and Christ were fulfilled spiritually, so that the word that said, “Thus says the Lord to my anointed, Cyrus,” is truer of him. For according to the obvious wording, the king of the Persians who built Jerusalem does not appear to be a Christ of God; nor indeed did the work of building make any progress at all in his lifetime: for they only began the foundations in those times; then, when the work was stopped, the place remained desolate until the reign of Darius. And the words added next would fit Christ rather than the king of the Persians, and our Savior rather than Zerubbabel. “And I will give you dark treasures; I will open to you hidden, unseen ones, that you may know that I am the Lord your God, who calls your name, the God of Israel. For the sake of my servant Jacob, and Israel my chosen, I will call you by your name and receive you; but you did not know me.” And the treasures stored up within these, which had been hidden and unseen to the former kings, I will open to you, so that you may learn from the deeds themselves who I am, who so many years before engraved your name by name in my prophetic Scriptures, as on everlasting pillars. And I am the God of Israel, which it befits you too not to be ignorant of, O Cyrus; for I will grant you all the things foretold for no other reason than for the sake of my people, whom I chose for myself out of all the nations because of the honor due to their fathers. “For I am the Lord God, and there is no other God besides me. I strengthened you, and you did not know me, that those from the rising of the sun and those from the west may know that there is no God besides me. I am the Lord God, and there is no other. I am he who prepared light and made darkness, who makes peace and creates evils. I am the Lord God, who does all these things.” For they will learn from these very deeds: when it was necessary to bring painful things on my people for their conversion and correction, I handed them over to their enemies, giving them up, as it were, to darkness and wrath because of their impious deeds;
45.2PG 24:409–419
ὅτε δὲ, φησὶ, λοιπὸν ἐπιστρέψαντα καὶ ὠφελημένον προσήκει ἀναλαβεῖν, ἀκόλουθον ἂν εἴη φῶς εἰρήνης καὶ πάντων ἀγαθῶν ἀνατέλλειν ἐπ᾿ αὐτόν. Ἐξ ἐμοῦ γὰρ τὸ φῶς χορηγεῖται καὶ τὰ τῆς εἰρήνης πάντα· κρίσει δὲ τῇ ἐμῇ καὶ τὰ τῆς ὀργῆς ἐπάγεται. Διόπερ δόγμα παρ' ἐμοῦ τοῦτο μάνθανε· ὡς ἄρα ἐγὼ αὐτὸς καὶ φωτός εἰμι δημιουργὸς, καὶ εἰρήνης χορηγὸς, ὁμοίως δὲ καὶ σκότους καὶ τῶν νομιζομένων λυπηρῶν· ἅπερ κακὰ τοῖς πολλοῖς εἶναι νενόμισται, ὧν ποιητὴς ἂν λεχθείην, κρίσει δικαίᾳ τὰ κατάλληλα τοῖς ἀξίοις ἐπάγων. Εἰ τοίνυν ἐγὼ Θεὸς, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ ἕτερος, ὁ ποιῶν ταῦτα πάντα, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ὄντα τῇ φύσει ἐναντία. Ἐπεὶ καὶ τὰ νομιζόμενα ὑπ᾿ ἐμοῦ ἐπάγεσθαι κακὰ τὰ μέγιστα συμβάλλοιντ᾽ ἂν πρὸς ὠφέλειαν καὶ σωτηρίαν τῶν δι᾽ αὐτῶν σωφρονιζομένων. Εὐφρανθήτω ὁ οὐρανος ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Ἐγώ εἰμι Κύριος ὁ κτίσας σε. Ὥσπερ γὰρ ἦν καιρός ποτε, ὅτε ταῖς νεφέλαις ἐνετειλάμην τοῦ μὴ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετὸν, οὕτω νῦν κατὰ καιρὸν ταῖς ἐμαῖς νεφέλαις λογικαῖς οὔσαις προστάσσω μὴ αἰσθητὸν ὕδωρ, ἀλλὰ τὴν δικαιοσύνην ἄνωθεν ἐξ ὕψους ἐπιραίνειν τοῖς τὴν γῆν οἰκοῦσι. Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; Ὁ λέγων τῷ πατρὶ, Τί γεννήσεις; καὶ τῇ μητρὶ, Τί ὠδίνεις; Ὡς γὰρ πρὸς τοὺς ἀντιλέγοντας τῇ καθόλου προνοίᾳ τε καὶ διοικήσει φησίν · Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ὅτε μὲν γὰρ παιδείας, καὶ ἐπιστροφῆς χρεία ἦν, καὶ συνέτριψα τὴν Ἱερουσαλήμ ὡς ὅστρακον, καὶ τὸν ναὸν ἐχθροῖς καὶ πολεμίοις παρέδωκα· ὅτε δὲ πάλιν χρὴ μετὰ τὴν αὐτῶν αὐτάρκη παιδείαν, τὰ τῆς φιλανθρωπίας ἐνδειξασθαι, τότε βελτίονα τοῦ προτέρου κατεσκεύασα τὸν νεὼν καὶ τὴν πόλιν, ὡς πηλὸν κεραμέως μεταβαλὼν καὶ ἀνανεωσάμενος τὰ πάλαι συντετριμμένα. Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ ῞Αγιος Ἰσραὴλ, ὁ ποίησας τὰ ἐπερχόμενα · Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Παιδευέσθω τοιγαροῦν πᾶς ἄνθρωπος ὁ ἀπὸ γῆς ληφθεὶς καὶ σῶμα γεῶδες περικείμενος, πηλοῦ τε μηδὲν διαφέρων παραθέσει τοῦ κτίσαντος αὐτὸν, μὴ τολμᾷν ταῖς τοῦ Θεοῦ διοικήσεσιν ἀντιλέγειν, μηδὲ καταμέμφεσθαι τῆς προνοίας τοὺς λόγους. Πολλοὶ γάρ εἰσιν οἱ φιλεγκλήμονες αἰτιᾶσθαι εἰωθότες, Καὶ τί γὰρ ἀναγκαῖον ἦν τὴν ἀρχὴν εἰς τὸν βίον παρελθεῖν; λέγοντες· Διὰ τἱ δὲ ταῦτα οὐτωσὶ γίνεται; Τί δὲ τῶν τοιούτων ἦν χρεία; ἔδει γὰρ οὕτω γεγενῆσθαι. ᾿Αλλὰ τούτοις πρόκειται τὸ Οὐαί. Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι·, τῆς μὲν νοερᾶς καὶ λογικῆς οὐσίας διὰ τῶν υἱῶν δηλουμένης· τῶν δὲ τοῦ κόσμου μερῶν διὰ τῶν ἔργων τῶν χειρῶν αὐτοῦ παρισταμένων. Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς·
hote de, phēsi, loipon epistrepsanta kai ōphelēmenon prosēkei analabein, akolouthon an eiē phōs eirēnēs kai pantōn agathōn anatellein ep᾿ auton. Ex emou gar to phōs chorēgeitai kai ta tēs eirēnēs panta; krisei de tę̄ emę̄ kai ta tēs orgēs epagetai. Dioper dogma par' emou touto manthane; hōs ara egō autos kai phōtos eimi dēmiourgos, kai eirēnēs chorēgos, homoiōs de kai skotous kai tōn nomizomenōn lypērōn; haper kaka tois pollois einai nenomistai, hōn poiētēs an lechtheiēn, krisei dikaią ta katallēla tois axiois epagōn. Ei toinyn egō Theos, kai ouk esti plēn emou heteros, ho poiōn tauta panta, kan enantia einai dokę̄, ouk onta tę̄ physei enantia. Epei kai ta nomizomena hyp᾿ emou epagesthai kaka ta megista symballoint᾽ an pros ōpheleian kai sōtērian tōn di᾽ autōn sōphronizomenōn. Euphranthētō ho ouranos anōthen, kai hai nephelai rhanatōsan dikaiosynēn; anateilatō hē gē, kai blastēsatō eleos, kai dikaiosynēn anateilatō hama. Egō eimi Kyrios ho ktisas se. Hōsper gar ēn kairos pote, hote tais nephelais eneteilamēn tou mē brexai eis ton ampelōna hyeton, houtō nyn kata kairon tais emais nephelais logikais ousais prostassō mē aisthēton hydōr, alla tēn dikaiosynēn anōthen ex hypsous epirainein tois tēn gēn oikousi. Poion beltion kateskeuasa hōs pēlon kerameōs? Mē ho arotriōn arotriasei tēn gēn holēn tēn hēmeran? Mē erei ho pēlos tǭ keramei, Ti poieis, hoti ouk ergazę̄, oude echeis cheiras? Mē apokrithēsetai to plasma pros ton plasanta auto? Ho legōn tǭ patri, Ti gennēseis? kai tę̄ mētri, Ti ōdineis? Hōs gar pros tous antilegontas tę̄ katholou pronoią te kai dioikēsei phēsin ; Ouai ho antilegōn tǭ plasanti auton. Hote men gar paideias, kai epistrophēs chreia ēn, kai synetripsa tēn Hierousalēm hōs hostrakon, kai ton naon echthrois kai polemiois paredōka; hote de palin chrē meta tēn autōn autarkē paideian, ta tēs philanthrōpias endeixasthai, tote beltiona tou proterou kateskeuasa ton neōn kai tēn polin, hōs pēlon kerameōs metabalōn kai ananeōsamenos ta palai syntetrimmena. Hoti houtō legei Kyrios ho Theos, ho ῾Agios Israēl, ho poiēsas ta eperchomena ; Erōtēsate me peri tōn huiōn mou, kai peri tōn ergōn tōn cheirōn mou enteilasthe moi. Paideuesthō toigaroun pas anthrōpos ho apo gēs lēphtheis kai sōma geōdes perikeimenos, pēlou te mēden diapherōn parathesei tou ktisantos auton, mē tolmąn tais tou Theou dioikēsesin antilegein, mēde katamemphesthai tēs pronoias tous logous. Polloi gar eisin hoi philenklēmones aitiasthai eiōthotes, Kai ti gar anankaion ēn tēn archēn eis ton bion parelthein? legontes; Dia ti de tauta outōsi ginetai? Ti de tōn toioutōn ēn chreia? edei gar houtō gegenēsthai. ᾿Alla toutois prokeitai to Ouai. Erōtēsate me peri tōn huiōn mou, kai peri tōn ergōn tōn cheirōn mou enteilasthe moi;, tēs men noeras kai logikēs ousias dia tōn huiōn dēloumenēs; tōn de tou kosmou merōn dia tōn ergōn tōn cheirōn autou paristamenōn. Egō epoiēsa gēn kai anthrōpon ep᾿ autēs;
but when, he says, it is fitting at last to take them back, once they have turned and been benefited, it would follow that the light of peace and of all good things should rise upon them. For the light is supplied from me, and all the things of peace; and by my judgment the things of wrath too are brought on. Therefore learn this teaching from me: that I myself am both the maker of light and the giver of peace, and likewise of darkness and of what are thought painful things—things that most people consider evils, and of which I might be called the maker, since by just judgment I bring what is fitting on those who deserve it. If, then, I am God, and there is no other besides me, I am the one who does all these things, even if they seem contrary, though they are not contrary by nature. For even the things thought to be evils brought on by me would contribute in the highest degree to the benefit and salvation of those who are brought to their senses by them. “Let the heaven above rejoice, and let the clouds rain righteousness; let the earth spring up, and let it sprout mercy, and let it make righteousness spring up together. I am the Lord who created you.” For just as there was once a time when I commanded the clouds not to rain upon the vineyard, so now, in due time, I command my clouds, which are rational, to sprinkle not perceptible water but righteousness from above, from on high, on those who live on the earth. “What better thing did I prepare, as the potter’s clay? Shall the ploughman plough the earth all day? Shall the clay say to the potter, What are you making, for you do not work, nor have you hands? Shall the thing formed answer back to the one who formed it? He who says to his father, What will you beget? and to his mother, What are you in labor with?” For he says this as to those who speak against the providence and governance of the whole: “Woe to him who speaks against the one who formed him.” For when there was need of correction and conversion, I both shattered Jerusalem like a potsherd and handed the temple over to enemies and foes; but when again, after their sufficient correction, it was necessary to show my love for mankind, then I prepared the temple and the city better than the former, changing them like the potter’s clay and renewing what had once been shattered. “For thus says the Lord God, the Holy One of Israel, who made the things that are coming: Ask me about my sons, and concerning the works of my hands command me.” Let every man, then, who was taken from the earth and wears an earthy body, and who differs in no way from clay when set beside the one who created him, be taught not to dare to speak against God’s governance, nor to find fault with the reasons of providence. For there are many fond of complaint who are accustomed to accuse, saying, “And why was it necessary to come into life at all? Why do these things happen this way? What need was there of such things? It ought to have been done this way.” But for these the “Woe” is set. “Ask me about my sons, and concerning the works of my hands command me”: the intelligent and rational substance is signified by the sons, while the parts of the world are presented by the works of his hands. “I made the earth and man upon it;”
45.3PG 24:409–419
ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Τίνα οὖν ἔχοι ἐνταῦθα μέμψιν; Ποῖον δὲ οὐχ ὑπεραίρει κάλλος, ἢ ποῖον οὐ καλύπτει μέγεθος; Τί δὲ οὐχὶ συμβαλεῖται ταῦτα πρός γε τὴν τοῦ παρόντος κόσμησιν καὶ πρὸς τὸν ἐν ἀνθρώποις βιωφελή βίον; Γῆν μὲν γὰρ ἐποίησα οὐκ ἔρημον, οὐδὲ ἄχρηστον στοιχεῖον · οἰκητήριον δὲ ἀνθρώπων. Διὸ καὶ τὰ λοιπὰ ζῶά τε καὶ φυτὰ εἰς χρῆσιν καὶ ὑπηρεσίαν ἀνθρώποις τε παρεσκεύασα· οὐρανόν τε ἐστερέωσα, κοσμήσας ἄστροις· οἷς ἐνετειλάμην εὔτακτον καὶ ἐναρμόνιον ποιεῖσθαι τὴν κίνησιν· ὡς τοτὲ μὲν φαίνειν τοῖς ἐπὶ τῆς γῆς, τοτὲ δὲ εἶναι εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ μῆνας, καὶ ἐνιαυτούς. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ.» Τίνα δὲ τοῦτον ἢ ποῖον; Ὁ μέν τις ἐρεῖ τὸν τῶν Περσῶν βασιλέα Κῦρον, οὗ καὶ διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσεν ὁ λόγος· ὡς περὶ αὐτοῦ λέγεσθαι τὸ, Πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, ἢ κατὰ τὸν Σύμμαχον, Καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. Καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου. Δυνάμει γὰρ αὐτὸς ἦν ὁ τὴν πόλιν οἰκοδομήσας τὴν Ἱερουσαλήμ, διὰ τοῦ συγχωρεῖσθαι τοῖς ἐθέλουσιν ἀνιέναι ἀπὸ τῆς Βαβυλῶνος, καὶ ἀνεγείρειν τὸν τόπον. Τοῦτο ἐπλήρου κατὰ τὴν ἱστορίαν ὁ δηλωθεὶς Περσῶν βασιλεύς. Ἄλλος δ᾽ ἂν εἴποι ταῦτα λέγεσθαι περὶ τοῦ Ζοροβάβελ, ὃς, ἀπὸ τοῦ βασιλικοῦ γένους ὁρμώμενος, ἦν ἐκ φυλῆς Ἰούδα καὶ τῆς τοῦ Δαυΐδ διαδοχῆς. Ἀλλὰ καὶ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν μόνος ὁ Χριστὸς ἀπἑστρεψε, τῆς δαιμονικῆς πλάνης ἐλευθερώσας καὶ δουλείας· καὶ τοῦτο ἔπραξεν οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων· ὁ δὴ καὶ διδάσκει ὁ ᾿Απόστολος εἰπών· Χάριτί ἐστε σεσωσμένοι. Οὕτω λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις · καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι· καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Αἴγυπτον δέ φησι κεκοπιακέναι διὰ τῆς εἰδωλολάτρου πλάνης, ὁπηνίκα τῷ διαβόλῳ καὶ τοῖς περὶ αὐτὸν δαίμοσι πονηροῖς καταδεδούλωτο· πλὴν ἀλλ᾿ ὅμως διαναπαύσεσθαι τοῦ κόπου τὴν Αἴγυπτον ἐπαγγέλλεται· δι᾿ αὐτῆς πᾶν τὸ τῆς εἰδωλολατρείας γένος αἰνιττόμενος. Καὶ Σαβαεὶμ ἄνδρες ὑψηλοί. Δι' ὧν σημαίνειν ἔοικε βάρβαρά τινα καὶ ἀνήμερα, καὶ ἐν τοῖς ἐξωτάτω τῆς γῆς οἰκοῦντα ἔθνη · ἃ δὴ δουλεύσειν τῷ Χριστῷ θεσπίζει · διὸ ἐπιλέγει· Καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Ἐγκαινίζεσθε πρὸς μὲ, νῆσοι. Ὅπως δὲ κατῃσχύνθησαν καὶ ἐνετράπησαν πάντες οἱ κατὰ καιροὺς ἀντικείμενοι, αὐτοί τε οἱ ἐκ περιτομῆς καὶ τῶν ἐθνῶν πάντες οἱ τοὺς κατὰ τῆς Ἐκκλησίας αὐτοῦ διωγμοὺς ἐξάψαντες, παντὸς λόγου μᾶλλον ἡ διὰ τῶν ἔργων μαρτυρία παρίστησιν.
egō tę̄ cheiri mou estereōsa ton ouranon, egō pasi tois astrois eneteilamēn. Tina oun echoi entautha mempsin? Poion de ouch hyperairei kallos, ē poion ou kalyptei megethos? Ti de ouchi symbaleitai tauta pros ge tēn tou parontos kosmēsin kai pros ton en anthrōpois biōphelē bion? Gēn men gar epoiēsa ouk erēmon, oude achrēston stoicheion ; oikētērion de anthrōpōn. Dio kai ta loipa zōa te kai phyta eis chrēsin kai hypēresian anthrōpois te pareskeuasa; ouranon te estereōsa, kosmēsas astrois; hois eneteilamēn eutakton kai enarmonion poieisthai tēn kinēsin; hōs tote men phainein tois epi tēs gēs, tote de einai eis sēmeia, kai eis kairous, kai eis hēmeras, kai mēnas, kai eniautous. Egō ēgeira auton meta dikaiosynēs basilea, kai pasai hai hodoi autou eutheiai. Houtos oikodomēsei tēn polin mou, kai tēn aichmalōsian tou laou mou epistrepsei, ou meta lytrōn, oude meta dōrōn, eipe Kyrios Sabaōth.» Tina de touton ē poion? Ho men tis erei ton tōn Persōn basilea Kyron, hou kai dia tōn emprosthen emnēmoneusen ho logos; hōs peri autou legesthai to, Pasai hai hodoi autou eutheiai, ē kata ton Symmachon, Kai pasas tas hodous autou euthynō. Kai houtos oikodomēsei tēn polin mou. Dynamei gar autos ēn ho tēn polin oikodomēsas tēn Hierousalēm, dia tou synchōreisthai tois ethelousin anienai apo tēs Babylōnos, kai anegeirein ton topon. Touto eplērou kata tēn historian ho dēlōtheis Persōn basileus. Allos d᾽ an eipoi tauta legesthai peri tou Zorobabel, hos, apo tou basilikou genous hormōmenos, ēn ek phylēs Iouda kai tēs tou Dauïd diadochēs. Alla kai tēn tōn psychōn aichmalōsian monos ho Christos apestrepse, tēs daimonikēs planēs eleutherōsas kai douleias; kai touto epraxen ou meta lytrōn, oude meta dōrōn; ho dē kai didaskei ho ᾿Apostolos eipōn; Chariti este sesōsmenoi. Houtō legei Kyrios Sabaōth; Ekopiasen Aigyptos, kai emporia Aithiopōn, kai hoi Sabaeim andres hypsēloi epi se diabēsontai, kai soi esontai douloi, kai opisō sou akolouthēsousi dedemenoi cheiropedais ; kai diabēsontai pros se, kai proskynēsousi soi; kai en soi proseuxontai; hoti en soi ho Theos esti, kai ouk esti Theos plēn sou. Aigypton de phēsi kekopiakenai dia tēs eidōlolatrou planēs, hopēnika tǭ diabolǭ kai tois peri auton daimosi ponērois katadedoulōto; plēn all᾿ homōs dianapausesthai tou kopou tēn Aigypton epangelletai; di᾿ autēs pan to tēs eidōlolatreias genos ainittomenos. Kai Sabaeim andres hypsēloi. Di' hōn sēmainein eoike barbara tina kai anēmera, kai en tois exōtatō tēs gēs oikounta ethnē ; ha dē douleusein tǭ Christǭ thespizei ; dio epilegei; Kai opisō sou akolouthēsousi dedemenoi cheiropedais. Sy gar ei Theos, kai ouk ę̄deimen, ho Theos tou Israēl sōtēr. Aischynthēsontai kai entrapēsontai pantes hoi antikeimenoi autǭ, kai poreusontai en aischynę̄. Enkainizesthe pros me, nēsoi. Hopōs de katę̄schynthēsan kai enetrapēsan pantes hoi kata kairous antikeimenoi, autoi te hoi ek peritomēs kai tōn ethnōn pantes hoi tous kata tēs Ekklēsias autou diōgmous exapsantes, pantos logou mallon hē dia tōn ergōn martyria paristēsin.
“I made the heaven firm with my hand; I gave command to all the stars.” What fault, then, could one find here? What beauty do these not surpass, or what greatness do they not overshadow? And how will these things not contribute to the ordering of the present world and to the life of men, useful for living? For I made the earth not as a desolate or useless element, but as a dwelling place for men. Therefore I prepared the other living creatures and plants too for the use and service of men; and I made the heaven firm, adorning it with stars, which I commanded to make their movement orderly and harmonious, so that at times they shine on those on earth, and at times serve for signs and for seasons and for days and months and years. “I raised him up as king with righteousness, and all his ways are straight. This one will build my city, and will turn back the captivity of my people, not with ransoms nor with gifts, said the Lord of hosts.” Who is this, or what sort of person? One will say it is Cyrus, king of the Persians, whom the word mentioned in the preceding passages too, so that “All his ways are straight” is said of him—or, as Symmachus has it, “And I will make all his ways straight.” “And this one will build my city.” For it was he who in effect built the city of Jerusalem, by granting permission to those who wished to go up from Babylon and to raise up the place. This the Persian king who was named fulfilled according to the history. But another might say that these things are said about Zerubbabel, who, sprung from the royal family, was of the tribe of Judah and of the line of David. But Christ alone turned back the captivity of souls, freeing them from demonic error and slavery; and he did this not with ransoms nor with gifts, as the apostle teaches when he says, “By grace you have been saved.” “Thus says the Lord of hosts: Egypt has labored, and the merchandise of the Ethiopians, and the Sabeans, tall men, will cross over to you, and will be your slaves, and will follow after you bound in fetters; and they will cross over to you and bow down to you, and will pray in you, for God is in you, and there is no God besides you.” He says that Egypt has labored through idolatrous error, at the time when it had been enslaved to the devil and to the wicked demons about him; but nevertheless he promises that Egypt will rest from its labor, by it hinting at the whole race of idolatry. “And the Sabeans, tall men.” By these he seems to signify certain barbarous and savage nations living in the farthest parts of the earth, which he foretells will serve Christ; therefore he adds, “And will follow after you bound in fetters.” “For you are God, and we did not know it, the God of Israel, the Savior. All who oppose him will be ashamed and confounded, and will walk in shame. Be renewed toward me, you islands.” How all who opposed him at various times were put to shame and confounded—both those of the circumcision and all those of the nations who kindled the persecutions against his church—the witness of the facts shows better than any word.
45.4PG 24:409–419
Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι. Καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται περὶ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ Σωτῆρος ἡμῶν· αὐτοὶ γὰρ ἦσαν ὁ σωζόμενος Ἰσραήλ· καὶ δι᾿ αὐτῶν ἀνεκαινίσθησαν αἱ πολλάκις διὰ τῶν ἔμπροσθεν δηλωθεῖσαι νῆσοι. Αὗται δὲ ἦσαν αἱ ἐκκλησίαι τοῦ Θεοῦ ὡς ἐπὶ θαλάσσης κυκλούμεναι ὑπὸ τῆς τοῦ βίου κακίας. Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν· οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Διδάσκει διὰ τούτων ὁ λόγος μὴ ἀγνοεῖν, ὡς μεγάλως τετίμηται παρὰ τῷ πάντων δεσπότῃ Θεῷ τὸ τῶν ἀνθρώπων γένος· διὸ καὶ τῆς κλήσεως αὐτὸς τῆς σωτηρίου κατηξίωσε, καὶ πάντων τῶν διὰ τῆς παρούσης προφητείας ἐπηγγελμένων. "Ωσπερ γὰρ τὸν οὐρανὸν εἰς διατριβὴν ἀγγέλων καὶ πνευμάτων ἁγίων ἀναγκαίως ὑπεστησάμην, καὶ εἰς κόσμον τοῦ παντὸς, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς γῆς στοιχεῖον οὐκ εἰς ἀργὸν οὐδ᾽ εἰς ἄχρηστον κατεσκεύασα· οἰκητήριον δὲ αὐτὸ καὶ διατριβὴν τῶν ἐν αὐτῷ λογικῶς πολιτεύεσθαι μελλόντων εἰργασάμην, οἳ καὶ Θεὸν εἰδέναι καὶ θεοσεβῶς βιοῦν οἷοί τε ἦσαν, ἅτε κατ' εἰκόνα Θεοῦ πεποιημένοι. Ὥσπερ δ᾽ οὖν ἐν οὐρανῷ ἄγγελοι λειτουργοὶ Θεοῦ. οὕτω καὶ ἐπὶ γῆς ἄνδρες τῷ Θεῷ μεμελημένοι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. Οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ· Μάταιον ζητήσατε. Ἐγώ εἰμι, ἐγώ εἰμι Κύριος, ὁ λαλῶν δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν. Ἐπεὶ γὰρ πᾶσα ἡ γῆ καὶ οἱ ἐν αὐτῇ πάντες ἄνθρωποι ἐμοί εἰσι, διὰ τοῦτο, φησὶ, τοὺς ἐμαυτοῦ λόγους οὐκ εἴασα κρύπτεσθαι, οὐδ᾽ ὥσπερ ἐν σκότῳ λανθάνοντας · εἰς φανερὸν δὲ ἀγαγὼν, πᾶσιν ἥπλωσα, ὡς πᾶσιν ἔθνεσι τὸ σωτήριον κηρυχθῆναι Εὐαγγέλιον. "Αντικρυ δὲ ταῦτα μόνῳ τῷ εὐαγγελικῷ ἁρμόζοι ἂν κηρύγματι. Τὰ γὰρ Μωϋσέως λόγια εἴ τις ἐξετάζειν ἐθέλοι, εὕροι ἂν αὐτὰ κρυφῆ λελαλημένα· γλώττῃ μὲν Ἑβραΐδι, χαρακτῆρσι δὲ ἰδιάζουσι καὶ μὴ γνωριζομένοις παρὰ πᾶσιν. Ἀλλὰ καὶ εἴ τις ἐννοήσοιεν ἐν ποίᾳ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ ὁ Μωϋσέως ἐξεδόθη νόμος, εὕροι ἂν αὐτὸν ἐν τόπῳ γῆς σκοτεινῷ λελαλημένον. Οὐ μὴν ὁμοίως καὶ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Εἰς πᾶσαν γοῦν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Παντοίᾳ δὲ καὶ γλώττῃ, πάσῃ φωνῇ, χαρακτῆρσί τε τοῖς καθ᾿ ἕκαστον ἔθνος παραδέδοται εἰς ἐξάκουστον πᾶσι τοῖς ἔθνεσιν. Συνάχθητε καὶ ἥκετε· βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ οἱ προσευχόμενοι πρὸς θεοὺς, οἱ οὐ σώζουσιν. Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν άμα. Πρώτους μὲν γὰρ, φησὶν, ἐκείνους ἀνεκαλεσάμην διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, καὶ πρώτοις αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγειλάμην, ὥσπερ μισθοὺς τῆς εἰς ἐμὲ πίστεως αὐτοῖς ὑπισχνούμενον, πρὸς τὸ μὴ νομίσαι αὐτοὺς ἐπὶ ματαίῳ θεοσεβεῖν.
Israēl sōzetai hypo Kyriou sōtērian aiōnion ouk aischynthēsontai, oude mē entrapōsin heōs tou aiōnos eti. Kai tauta de akolouthōs synēptai peri tōn apostolōn kai mathētōn kai euangelistōn tou Sōtēros hēmōn; autoi gar ēsan ho sōzomenos Israēl; kai di᾿ autōn anekainisthēsan hai pollakis dia tōn emprosthen dēlōtheisai nēsoi. Hautai de ēsan hai ekklēsiai tou Theou hōs epi thalassēs kykloumenai hypo tēs tou biou kakias. Houtōs legei Kyrios ho poiēsas ton ouranon; houtos ho Theos ho katadeixas tēn gēn, kai poiēsas autēn, autos diōrisen autēn. Ouk eis kenon epoiēsen autēn, alla katoikeisthai eplasen autēn. Egō eimi Kyrios, kai ouk estin eti. Didaskei dia toutōn ho logos mē agnoein, hōs megalōs tetimētai para tǭ pantōn despotę̄ Theǭ to tōn anthrōpōn genos; dio kai tēs klēseōs autos tēs sōtēriou katēxiōse, kai pantōn tōn dia tēs parousēs prophēteias epēngelmenōn. "Ōsper gar ton ouranon eis diatribēn angelōn kai pneumatōn hagiōn anankaiōs hypestēsamēn, kai eis kosmon tou pantos, ton auton tropon kai to tēs gēs stoicheion ouk eis argon oud᾽ eis achrēston kateskeuasa; oikētērion de auto kai diatribēn tōn en autǭ logikōs politeuesthai mellontōn eirgasamēn, hoi kai Theon eidenai kai theosebōs bioun hoioi te ēsan, hate kat' eikona Theou pepoiēmenoi. Hōsper d᾽ oun en ouranǭ angeloi leitourgoi Theou. houtō kai epi gēs andres tǭ Theǭ memelēmenoi. Ouk en kryphę̄ lelalēka, oude en topǭ gēs skoteinǭ. Ouk eipa tǭ spermati Iakōb; Mataion zētēsate. Egō eimi, egō eimi Kyrios, ho lalōn dikaiosynēn, kai anangellōn alētheian. Epei gar pasa hē gē kai hoi en autę̄ pantes anthrōpoi emoi eisi, dia touto, phēsi, tous emautou logous ouk eiasa kryptesthai, oud᾽ hōsper en skotǭ lanthanontas ; eis phaneron de agagōn, pasin hēplōsa, hōs pasin ethnesi to sōtērion kērychthēnai Euangelion. "Antikry de tauta monǭ tǭ euangelikǭ harmozoi an kērygmati. Ta gar Mōÿseōs logia ei tis exetazein etheloi, heuroi an auta kryphē lelalēmena; glōttę̄ men Hebraïdi, charaktērsi de idiazousi kai mē gnōrizomenois para pasin. Alla kai ei tis ennoēsoien en poią erēmǭ kai abatǭ kai anydrǭ ho Mōÿseōs exedothē nomos, heuroi an auton en topǭ gēs skoteinǭ lelalēmenon. Ou mēn homoiōs kai to Euangelion tou Christou. Eis pasan goun tēn gēn exēlthen ho phthongos tōn apostolōn autou, kai eis ta perata tēs oikoumenēs ta rhēmata autōn. Pantoią de kai glōttę̄, pasę̄ phōnę̄, charaktērsi te tois kath᾿ hekaston ethnos paradedotai eis exakouston pasi tois ethnesin. Synachthēte kai hēkete; bouleusasthe hama, hoi sōzomenoi apo tōn ethnōn. Ouk egnōsan hoi airontes to xylon glymma autōn, kai hoi proseuchomenoi pros theous, hoi ou sōzousin. Ei anangelousin, engisatōsan, hina gnōsin ama. Prōtous men gar, phēsin, ekeinous anekalesamēn dia tou euangelikou kērygmatos, kai prōtois autois tēn basileian tōn ouranōn epēngeilamēn, hōsper misthous tēs eis eme pisteōs autois hypischnoumenon, pros to mē nomisai autous epi mataiǭ theosebein.
“Israel is saved by the Lord with an everlasting salvation; they will not be ashamed, nor will they be confounded for ever.” These words too are joined in sequence concerning the apostles and disciples and evangelists of our Savior; for they were the Israel that is saved; and through them were renewed the islands so often spoken of in the preceding passages. These were the churches of God, surrounded, as on a sea, by the wickedness of life. “Thus says the Lord who made the heaven; this is the God who showed forth the earth and made it; he himself marked its bounds. He did not make it for nothing, but formed it to be inhabited. I am the Lord, and there is no other.” Through these words the word teaches us not to be ignorant how greatly the human race has been honored by God the Master of all; that is why he counted it worthy of the saving call and of all the things promised through the present prophecy. For just as I necessarily established the heaven as a dwelling for angels and holy spirits, and for the adornment of the universe, in the same way I did not make the element of the earth either to be idle or useless, but fashioned it as a dwelling and abode for those who would live in it as rational beings, who were able both to know God and to live godly lives, since they were made after the image of God. So just as in heaven there are angels, ministers of God, so also on earth there are men who are God’s care. “I have not spoken in secret, nor in a dark place of the earth. I did not say to the seed of Jacob, Seek in vain. I am, I am the Lord, who speaks righteousness and declares truth.” For since the whole earth and all men in it are mine, for this reason, he says, I did not allow my words to be hidden, nor to lie unnoticed as in darkness; but bringing them into the open, I spread them out to all, so that the saving gospel was preached to all the nations. These words would plainly fit the preaching of the gospel alone. For if anyone wished to examine the oracles of Moses, he would find them spoken in secret: in the Hebrew tongue, and in characters peculiar to it and not known to all. Moreover, if anyone considered in what desert, trackless and waterless, the law of Moses was given, he would find it spoken in a dark place of the earth. Not so the gospel of Christ. Into all the earth, at any rate, went out the sound of his apostles, and their words to the ends of the inhabited world. And it has been handed down in every tongue and every language, and in the characters of each nation, to be heard by all the nations. “Gather together and come; take counsel together, you who are being saved from the nations. Those who carry the wood, their carved image, did not know, nor those who pray to gods that do not save. If they will declare, let them draw near, that they may know together.” For first, he says, I called those back through the preaching of the gospel, and to them first I promised the kingdom of heaven, promising it to them as wages of their faith in me, so that they would not think they were worshiping God in vain.
45.5PG 24:409–419
Διὸ καὶ ζωὴν αἰώνιον ἐπηγγειλάμην, καὶ ἀγαθὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἑξῆς. Ἐπεὶ δὲ Θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν, κατὰ τὸν τῆς δικαιοσύνης λόγον, μετ' ἐκείνους πάντας ἀνθρώπους πρὸς ἐμαυτὸν ἀνεκαλεσάμην· καὶ ἐντεῦθεν ἤδη τοῖς πᾶσι κηρύττω λέγων· Συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Ὁρᾷς ὅπως τοὺς ἀπὸ τῶν ἐθνῶν βουλομένους σώζεσθαι προσκαλεῖται. Τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ᾿ ἀρχῆς; γνώσονται γὰρ ἐγγὺς γενόμενοι τὸν ἀληθινὸν Θεὸν, οὗ μέγα δεῖγμα τῆς θεότητος τοῦ προφητεῦσαι ταῦτα διὰ τῶν ἐμῶν προφητῶν, καὶ τὸ ἀπ᾿ ἀρχῆς ἀπαγγεῖλαι ταῦτα εἰς τὰς ἀκοὰς ἡμῶν. Τότε ἀνηγγέλη ὑμῖν, Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Παγίδας ἱστάντες τοῖς ἐπὶ τῆς γῆς οἱ ἀλιτήριοι δαίμονες, τὰ τῆς ἑαυτῶν ἀπάτης ἐργαστήρια συγκροτεῖν ἐσπούδαζον, ὑποκρινόμενοι καὶ τὸ εἰδέναι τὰ μέλλοντα καὶ ἀπαγγέλλειν αὐτὰ δύνασθαι τοῖς ἐθέλουσι μαθεῖν, μέχρι καιροῦ διατετελέκασι συναρπάζοντες. Χρηστήρια γοῦν κατά τε πόλεις καὶ χώρας, ψευδυμαντεῖαί τε ἦσαν πανταχοῦ καὶ κληδονισμοὶ, καὶ νεκυομάντεις, καὶ οἱ φωνοῦντες ἐκ γῆς, ἐγγαστρίμυθοί τε καὶ ἀλφιτομάντεις, καὶ ἀπαξαπλῶς ψευστῶν καὶ φενάκων ἡ ὑφ᾽ ἡλίῳ πεπλήρωτο. Δίκαιος καὶ σωτὴρ οὐκ ἔστι παρέξ ἐμοῦ. · Ἐθέσπισα δὲ καὶ προεῖπον, ἐπεὶ δίκαιός εἰμι καὶ Σωτὴρ, διόπερ κατὰ τὸν τοῦ δικαίου λόγον πάντα τὰ ἔθνη καλῶ εἰς τὴν παρ' ἐμοὶ σωτηρίαν. Ὁρᾷς ὅπως καθολικὸν τὸ κήρυγμα πᾶσι τοῖς ἔθνεσι καταγγέλλει; Εν τούτοις εὖ μάλα τῆς διὰ Χριστοῦ χάριτος κατίδοι τις ἂν τὸ μέγεθος, εἰς πάντας διῆκον τοὺς ὄντας ἐπὶ τῆς γῆς· σεσαγήνευται γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν εἰς σωτηρίαν καὶ ζωὴν ἡ σύμπασα γῆ. Κατ' ἐμαυτοῦ ὀμνύω, Εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη · οἱ λόγοι μου οὐκ ἀποστραφήσονται. Ποῖοι δὲ λόγοι, ἢ δι' ὧν ἔλεγεν· Ἐπιστράφητε πρὸς μὲ, καὶ σωθήσεσθε οἱ ἀπ᾿ ἐσχάτου τῆς γῆς· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεόν; Οὐχὶ τὸ Ἰουδαίων μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν ἐθνῶν, οὗ μακαριώτερον οὐδὲν ἂν γένοιτο. Καὶ ταύτης δὲ τῆς προφητείας τὸ ἀποτέλεσμα ἐπληροῦτο τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ· μεθ᾽ ἣν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ τῇ καθ᾽ ὅλης τῆς οἰκουμένης πάντες οἱ συγκροτούμενοι λαοὶ γόνυ κλίνειν τῷ Θεῷ ἐν ταῖς προσευχαῖς ἐδιδάχθησαν, καίτοι Ἰουδαίων τοῦτο ποιεῖν οὐκ εἰδότων. Καὶ ὀμεῖται. Οἱ γὰρ ἐμὲ τὸν Θεὸν ἐπιγνόντες ἐν πᾶσι τοῖς ἔθνεσι διὰ παντοίας γλώσσης καὶ ὁμιλίας, βαρβάρου τε καὶ Ἑλληνικῆς ἐν τοῖς ὅρκοις ἐμὲ μάρτυρα παραλήψονται, βεβαιοῦντα τὰς ἑαυτῶν πίστεις. Λέγων· Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες αὐτούς. Πᾶσαι αἱ ἐν ἀνθρώποις ἀρεταὶ τέλος αὐτὸ ἔξουσι, καὶ πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται, καὶ τὸν τῶν καμάτων καρπὸν τὴν τε ἀμοιβὴν τῆς ἀρετῆς λήψονται. ᾿Απὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Καὶ θέα τὴν ἀκρίβειαν τοῦ λόγου· οὐ γὰρ · τὸν Ἰσραὴλ, εἶπεν, οὐδὲ · τὸ σπέρμα Ἰσραὴλ,, ἀλλὰ τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Υἱοὶ δὲ Ἰσραὴλ ἐτύγχανον οἱ πρῶτοι κήρυκες τοῦ σωτηρίου Εὐαγγελίου, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν δικαιωθήσεσθαι καὶ δοξασθήσεσθαι εἴρηται.
Dio kai zōēn aiōnion epēngeilamēn, kai agatha ha ophthalmos ouk eide, kai ta hexēs. Epei de Theos eimi lalōn dikaiosynēn kai anangellōn alētheian, kata ton tēs dikaiosynēs logon, met' ekeinous pantas anthrōpous pros emauton anekalesamēn; kai enteuthen ēdē tois pasi kēryttō legōn; Synachthēte kai hēkete, bouleusasthe hama, hoi sōzomenoi apo tōn ethnōn. Horąs hopōs tous apo tōn ethnōn boulomenous sōzesthai proskaleitai. Tis akousta epoiēse tauta ap᾿ archēs? gnōsontai gar engys genomenoi ton alēthinon Theon, hou mega deigma tēs theotētos tou prophēteusai tauta dia tōn emōn prophētōn, kai to ap᾿ archēs apangeilai tauta eis tas akoas hēmōn. Tote anēngelē hymin, Egō ho Theos, kai ouk estin allos plēn emou. Pagidas histantes tois epi tēs gēs hoi alitērioi daimones, ta tēs heautōn apatēs ergastēria synkrotein espoudazon, hypokrinomenoi kai to eidenai ta mellonta kai apangellein auta dynasthai tois ethelousi mathein, mechri kairou diatetelekasi synarpazontes. Chrēstēria goun kata te poleis kai chōras, pseudymanteiai te ēsan pantachou kai klēdonismoi, kai nekyomanteis, kai hoi phōnountes ek gēs, engastrimythoi te kai alphitomanteis, kai apaxaplōs pseustōn kai phenakōn hē hyph᾽ hēliǭ peplērōto. Dikaios kai sōtēr ouk esti parex emou. ; Ethespisa de kai proeipon, epei dikaios eimi kai Sōtēr, dioper kata ton tou dikaiou logon panta ta ethnē kalō eis tēn par' emoi sōtērian. Horąs hopōs katholikon to kērygma pasi tois ethnesi katangellei? En toutois eu mala tēs dia Christou charitos katidoi tis an to megethos, eis pantas diēkon tous ontas epi tēs gēs; sesagēneutai gar dia pisteōs tēs eis auton eis sōtērian kai zōēn hē sympasa gē. Kat' emautou omnyō, Ei mē exeleusetai ek tou stomatos mou dikaiosynē ; hoi logoi mou ouk apostraphēsontai. Poioi de logoi, ē di' hōn elegen; Epistraphēte pros me, kai sōthēsesthe hoi ap᾿ eschatou tēs gēs; hoti emoi kampsei pan gony, kai omeitai pasa glōssa ton Theon? Ouchi to Ioudaiōn monon, alla kai tōn loipōn ethnōn, hou makariōteron ouden an genoito. Kai tautēs de tēs prophēteias to apotelesma eplērouto tę̄ tou Sōtēros hēmōn Iēsou Christou parousią; meth᾽ hēn en tę̄ Ekklēsią autou tę̄ kath᾽ holēs tēs oikoumenēs pantes hoi synkrotoumenoi laoi gony klinein tǭ Theǭ en tais proseuchais edidachthēsan, kaitoi Ioudaiōn touto poiein ouk eidotōn. Kai omeitai. Hoi gar eme ton Theon epignontes en pasi tois ethnesi dia pantoias glōssēs kai homilias, barbarou te kai Hellēnikēs en tois horkois eme martyra paralēpsontai, bebaiounta tas heautōn pisteis. Legōn; Dikaiosynē kai doxa pros auton hēxei, kai aischynthēsontai pantes hoi diorizontes autous. Pasai hai en anthrōpois aretai telos auto exousi, kai pasa ischys anthrōpōn tōn hyper theosebeias agōnisamenōn pros auton eleusetai, kai ton tōn kamatōn karpon tēn te amoibēn tēs aretēs lēpsontai. ᾿Apo Kyriou dikaiōthēsontai, kai en tǭ Theǭ endoxasthēsetai pan to sperma tōn huiōn Israēl. Kai thea tēn akribeian tou logou; ou gar ; ton Israēl, eipen, oude ; to sperma Israēl,, alla to sperma tōn huiōn Israēl. Huioi de Israēl etynchanon hoi prōtoi kērykes tou sōtēriou Euangeliou, hōn to sperma kai tēn diadochēn dikaiōthēsesthai kai doxasthēsesthai eirētai.
Therefore I also promised eternal life, and good things which eye has not seen, and so on. And since I am God, who speaks righteousness and declares truth, in accordance with the principle of righteousness I called all men back to myself after them; and from this point I already proclaim to all, saying, “Gather together and come; take counsel together, you who are being saved from the nations.” You see how he calls to himself those from the nations who wish to be saved. “Who made these things heard from the beginning?” For when they have come near they will know the true God, of whose Godhead it is a great proof that he prophesied these things through my prophets and announced them from the beginning in our hearing. “Then it was declared to you: I am God, and there is no other besides me.” Setting snares for those on the earth, the accursed demons were eager to construct the workshops of their deceit, pretending both to know the future and to be able to announce it to those who wished to learn, and for a time they went on carrying people away. There were oracles, at any rate, in cities and lands, and false divinations everywhere, and omens, and necromancers, and those who speak from the earth, ventriloquists and diviners by barley meal; in a word, the earth under the sun had been filled with liars and cheats. “There is no righteous one and Savior besides me.” I foretold and proclaimed beforehand, since I am righteous and Savior; therefore, in accordance with the principle of the righteous one, I call all the nations to the salvation that is with me. You see how he announces the preaching to all the nations as universal? In these words one may well see the greatness of the grace given through Christ, reaching to all who are on the earth; for the whole earth has been caught as in a dragnet, through faith in him, for salvation and life. “By myself I swear: Surely righteousness will go forth from my mouth; my words will not be turned back.” And what words, except those by which he said, “Turn to me, and you will be saved, you who are from the end of the earth; for to me every knee will bow, and every tongue will swear by God”? Not that of the Jews only, but of the other nations as well—than which nothing could be more blessed. The fulfillment of this prophecy too was accomplished at the coming of our Savior Jesus Christ; after it, in his church throughout the whole inhabited world, all the peoples gathered together were taught to bend the knee to God in their prayers, although the Jews did not know how to do this. “And will swear.” For those who have come to know me, God, among all the nations, in every tongue and speech, barbarian and Greek, will take me as witness in their oaths, confirming their pledges. “Saying, Righteousness and glory will come to him, and all who set themselves apart will be ashamed.” All the virtues among men will have him as their end, and all the strength of men who have contended for godliness will come to him, and they will receive the fruit of their labors and the reward of virtue. “From the Lord they will be justified, and in God all the seed of the sons of Israel will be glorified.” And see the precision of the word: for he did not say “Israel,” nor “the seed of Israel,” but “the seed of the sons of Israel.” Now the sons of Israel were the first heralds of the saving gospel, whose seed and succession are said to be justified and glorified.
Chapter 46
46.1PG 24:419–421
Ἔπεσε Βήλ, συνετρίβη Δαγών. Ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ τὰ κτήνη. Βὴλ εἴδωλον ἦν, ὅπερ Ἕλληνες οὕτω καλοῦσι· ἑρμηνεύοντες αὐτὸν εἶναι τὸν παρ' αὐτοῖς καλούμενον Κρόνον, περὶ ὃν οὕτως ἦσαν οἱ παλαιοὶ ἐπτοημένοι, ὡς κατασφάττειν αὐτοὺς τὰ ἑαυτῶν φίλτατα, καὶ ἄλλας μυρίας ἀνθρωποθυσίας αὐτῷ κατὰ πάντα τόπον προσφέρειν. Δαγὼν δὲ καὶ αὐτὸ ξόανον ἦν τῶν ἀλλοφύλων τῶν τὴν ᾿Ασκάλωνα καὶ τὴν Γάζαν οἰκούντων· καὶ δὴ μερικῶς τούτων μνημονεύσας ὁ λόγος, ἑξῆς καθολικώτερον περὶ πάντων τῶν ἁπανταχοῦ θεοποιουμένων ἐπιφέρει· Ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. Καὶ ταῦτα δὲ ἐστι καθ᾿ ὅλης συνιδεῖν τῆς Αἰγύπτου, ἔνθα πάντων θηρίων καὶ κτηνῶν γένος σέβειν ὡς θεοὺς εἰώθασι. Αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, ἐκλελυμένῳ, καὶ πεινῶντι, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου. Αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ταῦτα δὲ αὐτοῖς ἔργοις καθ' ἡμᾶς ἐπληροῦτο πρὸς λέξιν, καὶ κατὰ διάνοιαν δὲ βαρὺ καὶ δυσβάστακτον, καὶ διαβολικὸν φορτίον ταῖς τῶν ἀνθρώπων ψυχαῖς τῆς εἰδωλολάτρου πλάνης ἐπέκειτο πάλαι. ᾿Ακούετέ μου, οἶκος Ἰακώβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραὴλ, οἱ αἱρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως. ᾿Αλλ' οὔτε Ἰακὼβ αὐτοὺς καλεῖ, οὔτε Ἰσραὴλ ὀνομάζει, οἶκον δὲ αὐτὸν μόνον τοῦ Ἰακὼβ διὰ τῆς κατὰ σάρκα οἰκειότητος, καὶ κατάλοιπον. ὡσανεὶ περίττευμα καὶ τρύγα τοῦ Ἰσραήλ. Ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήψομαι, καὶ σώσω ὑμᾶς. Τίνι με ὡμοιώσατε; Ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι, οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσυπίου, καὶ ἀργύριον ἐν ζυγῷ· στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται. Ἐὰν δὲ θῶσιν αὐτὸ ἐπὶ τοῦ τόπου αὐτοῦ, μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς αὐτὸν, οὐ μὴ εἰσακούσῃ· ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Ὑμεῖς δὲ λογίσασθε εἰς οἴαν ἐκπεπτώκατε θεομαχίαν καὶ δυσσέβειαν, τολμήσαντες ὁμοιῶσαί με τοῖς μὴ οὖσι θεοῖς, καὶ οὐδενὶ λόγῳ θέσθαι τὴν ἐμὴν θεότητα· ἰσότιμον δὲ με ἔσεσθαι τῇ ἀψύχῳ ὕλῃ ἀνεπλάσασθε · χρυσίον καὶ ἀργύριον ἐκ συμβολῆς συναγαγόντες, καὶ διὰ χειρῶν ἀνθρωπίνων ἀνειδωλοποιήσαντες · οἷς καὶ προσκυνεῖν οὐκ αἰσχύνεσθε, μήτε βαδίζειν, μήτε κινεῖσθαι δυνατοῖς οὖσιν, ἀλλ᾿ ἐπ᾽ ὤμων φερομένοις, καὶ ὑφ᾽ ἑτέρων ὠθουμένοις, καὶ μήτ᾿ ἀκούειν, μήτ᾿ αὐτοὺς σώζειν δυναμένοις. Τούτοις ὅμοιον κὰμὲ εἶναι ἐλογίσασθε, ὡς τὰς ψυχὰς πεπηρωμένοι. Μνήσθητε ταῦτα, καὶ στενάξατε. Μετανοήσατε, οἱ πεπλανημένοι· ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος· ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ· ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν γενέσθαι· καὶ ἅμα συνετελέσθη. Τοῦτο δὲ μεγιστον ἀνθρώποις μαρτύριον διὰ τῶν ἐμαυτοῦ προφητῶν παρεστησάμην, τὰ μέλλοντα θεσπίσας, καὶ τὰ μακροῖς ὕστερον χρόνοις γενησόμενα εἰπών· ἃ καὶ δι' ἔργων ἐξετέλεσα. «Καὶ εἶπα· Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω. Καὶ αὖθις ἐπιτελέσω τοῖς ἐπιοῦσι χρόνοις. Καὶ πάντα ὅσα βεβούλευμαι καὶ ὥρισα, ἀραρότως γενήσεται, ἐμοῦ τέλος ἐπιθήσαντος τοῖς ἐμαυτοῦ λόγοις· ὅτε καὶ βούλομαι, διὰ τοῦ καλεῖν τοὺς ἐμαυτοῦ ὑπηρέτας δι' ἀέρος φερομένους ὀρνέων καὶ πετεινῶν δίκην· λέγω δὴ τὰς ἀγγελικὰς δυνάμεις καὶ τὰ λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα. Καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόρρωθεν· περὶ ὧν βεβούλευμαι ἐλάλησα· καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα. Ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης. Ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ᾿ ἐμοῦ οὐ βραδυνῶ. Δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα.
Epese Bēl, synetribē Dagōn. Egeneto ta glypta autōn eis thēria kai ta ktēnē. Bēl eidōlon ēn, hoper Hellēnes houtō kalousi; hermēneuontes auton einai ton par' autois kaloumenon Kronon, peri hon houtōs ēsan hoi palaioi eptoēmenoi, hōs katasphattein autous ta heautōn philtata, kai allas myrias anthrōpothysias autǭ kata panta topon prospherein. Dagōn de kai auto xoanon ēn tōn allophylōn tōn tēn ᾿Askalōna kai tēn Gazan oikountōn; kai dē merikōs toutōn mnēmoneusas ho logos, hexēs katholikōteron peri pantōn tōn hapantachou theopoioumenōn epipherei; Egeneto ta glypta autōn eis thēria kai ktēnē. Kai tauta de esti kath᾿ holēs synidein tēs Aigyptou, entha pantōn thēriōn kai ktēnōn genos sebein hōs theous eiōthasi. Airete auta katadedemena hōs phortion kopiōnti, eklelymenǭ, kai peinōnti, ouk ischyonti hama, hoi ou dynēsontai sōthēnai apo polemou. Autoi de aichmalōtoi ēchthēsan. Tauta de autois ergois kath' hēmas eplērouto pros lexin, kai kata dianoian de bary kai dysbastakton, kai diabolikon phortion tais tōn anthrōpōn psychais tēs eidōlolatrou planēs epekeito palai. ᾿Akouete mou, oikos Iakōb, kai pan to kataloipon tou Israēl, hoi hairomenoi ek koilias, kai paideuomenoi ek paidiou heōs gērōs. ᾿All' oute Iakōb autous kalei, oute Israēl onomazei, oikon de auton monon tou Iakōb dia tēs kata sarka oikeiotētos, kai kataloipon. hōsanei peritteuma kai tryga tou Israēl. Egō eimi, kai heōs an katagērasēte egō eimi, egō anechomai hymōn, egō epoiēsa, kai egō anēsō, egō analēpsomai, kai sōsō hymas. Tini me hōmoiōsate? Idete, technasasthe, hoi planōmenoi, hoi symballomenoi chrysion ek marsypiou, kai argyrion en zygǭ; stēsousin en stathmǭ kai misthōsamenoi chrysochoon epoiēsan cheiropoiēta, kai kypsantes proskynousin autois. Airousin auto epi tou ōmou, kai poreuontai. Ean de thōsin auto epi tou topou autou, menei, ou mē kinēthę̄; kai hos ean boēsę̄ pros auton, ou mē eisakousę̄; apo kakōn ou mē sōsę̄ auton. Hymeis de logisasthe eis oian ekpeptōkate theomachian kai dyssebeian, tolmēsantes homoiōsai me tois mē ousi theois, kai oudeni logǭ thesthai tēn emēn theotēta; isotimon de me esesthai tę̄ apsychǭ hylę̄ aneplasasthe ; chrysion kai argyrion ek symbolēs synagagontes, kai dia cheirōn anthrōpinōn aneidōlopoiēsantes ; hois kai proskynein ouk aischynesthe, mēte badizein, mēte kineisthai dynatois ousin, all᾿ ep᾽ ōmōn pheromenois, kai hyph᾽ heterōn ōthoumenois, kai mēt᾿ akouein, mēt᾿ autous sōzein dynamenois. Toutois homoion kame einai elogisasthe, hōs tas psychas pepērōmenoi. Mnēsthēte tauta, kai stenaxate. Metanoēsate, hoi peplanēmenoi; epistrepsate tę̄ kardią, kai mnēsthēte ta protera apo tou aiōnos; hoti egō eimi ho Theos, kai ouk estin eti plēn emou; anangellōn proteron ta eschata prin genesthai; kai hama synetelesthē. Touto de megiston anthrōpois martyrion dia tōn emautou prophētōn parestēsamēn, ta mellonta thespisas, kai ta makrois hysteron chronois genēsomena eipōn; ha kai di' ergōn exetelesa. «Kai eipa; Pasa hē boulē mou stēsetai, kai panta hosa bebouleumai poiēsō. Kai authis epitelesō tois epiousi chronois. Kai panta hosa bebouleumai kai hōrisa, ararotōs genēsetai, emou telos epithēsantos tois emautou logois; hote kai boulomai, dia tou kalein tous emautou hypēretas di' aeros pheromenous orneōn kai peteinōn dikēn; legō dē tas angelikas dynameis kai ta leitourgika pneumata ta eis diakonian apostellomena. Kalōn apo anatolōn peteinon, kai apo gēs porrōthen; peri hōn bebouleumai elalēsa; kai ēgagon, ektisa kai epoiēsa. Ēgagon auton, kai euōdōsa tēn hodon autou. Akousate mou, hoi apolōlekotes tēn kardian, hoi makran apo tēs dikaiosynēs. Ēngisa tēn dikaiosynēn mou, kai tēn sōtērian tēn par᾿ emou ou bradynō. Dedōka en Siōn sōtērian tǭ Israēl eis doxasma.
“Bel has fallen, Dagon has been shattered. Their carved images have become wild beasts and cattle.” Bel was an idol, called so by the Greeks too, who interpret him as the one they call Kronos; the ancients were so terrified of him that they slaughtered their own dearest ones and offered countless other human sacrifices to him in every place. Dagon too was a wooden image of the foreigners who lived in Ascalon and Gaza. Having mentioned these in particular, the word next adds more generally, concerning all the things made into gods everywhere: “Their carved images have become wild beasts and cattle.” And this one may see throughout all Egypt, where they are accustomed to worship every kind of wild beast and cattle as gods. “You carry them bound like a load for one who is weary, exhausted, and hungry, without strength, all together; they will not be able to be saved from war. But they themselves were led away captive.” These things were fulfilled to the letter, in deed, in our own time; and in the sense too, the heavy and hard-to-bear, devilish burden of idolatrous error had long lain upon the souls of men. “Hear me, house of Jacob, and all the remnant of Israel, you who are carried from the womb and taught from childhood to old age.” But he neither calls them Jacob nor names them Israel, but only the house of Jacob, because of their kinship according to the flesh, and the remnant—as it were the leftover and dregs of Israel. “I am, and until you grow old I am; I bear with you; I made, and I will let go; I will take up and save you. To whom have you likened me? See, devise, you who go astray, who contribute gold from a purse and silver in the balance; they will set it on the scale, and hiring a goldsmith they made things made with hands, and stooping down they worship them. They carry it on the shoulder and go; and if they set it in its place, it stays, it will not move; and whoever cries out to it, it will not hear; it will not save him from evils.” But you, consider into what fighting against God and impiety you have fallen, daring to liken me to gods that do not exist and to hold my Godhead of no account; you imagined that I would be of equal honor with lifeless matter, gathering gold and silver by contribution and making idols of it by human hands; and you are not ashamed to worship them, though they can neither walk nor move, but are carried on shoulders and pushed by others, and can neither hear nor save themselves. To these you reckoned me to be like, maimed as you are in your souls. “Remember these things and groan. Repent, you who have gone astray; turn in heart, and remember the former things from of old; for I am God, and there is no other besides me, declaring beforehand the last things before they happen; and at once they were accomplished.” This greatest testimony I have presented to men through my own prophets, foretelling the future and speaking of things that would happen long afterward—things which I also carried out in deed. “And I said, All my counsel will stand, and all that I have purposed I will do.” And I will again accomplish it in the times to come. And all that I have purposed and determined will surely come to pass, since I bring my own words to fulfillment when I will, by calling my servants who are borne through the air like birds and winged creatures—I mean the angelic powers and the ministering spirits sent out for service. “Calling a bird from the east, and from a land far off, concerning the things I have purposed; I spoke, and I brought him; I created and I made; I brought him and prospered his way. Hear me, you who have lost heart, who are far from righteousness. I have brought my righteousness near, and I will not delay the salvation that is from me. I have given salvation in Zion to Israel for glory.”
Chapter 47
47.1PG 24:421–423
Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος. Προσωποποιείται δὲ ἐν τούτοις τὴν βασιλείαν αὐτῶν, θυγατέρα Βαβυλῶνος ὀνομάζων αὐτήν · καλεῖ δὲ αὐτὴν καὶ παρθένον, διὰ τὸ ὡραΐζεσθαι καὶ καλλωπίζεσθαι παρθένου δίκην, βούλεσθαί τε φαίνεσθαι νέαν, καὶ κόρην εἶναι νομίζεσθαι. Εἶθ᾿ ὡς ἐν ὕψει καθημένην, διαναστῆναι αὐτῇ προστάττει καὶ καταβῆναι ἀπὸ τοῦ ἑαυτῆς θρόνου, καὶ καθεσθῆναι ἐπὶ τῆς γῆς, καὶ ἀποκρύψαι ἑαυτῆς τὴν ἀσχημοσύνην, ἣν πείσεται ἐκ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς. Κάθισον εἰς τὴν γῆν, θύγατερ Χαλδαίων · λάβε μύλον, ἄλεσον ἄλευρον. Αποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιὰς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. ᾿Αποθεμένη, φησὶ, τὴν βασιλικὴν ἐκείνην τρυφὴν, θεραπαίνης τρόπον κακοπαθοῦς τινος καὶ μυλωθρίδος παρασκεύασον σεαυτῇ δουλεύειν τοῖς ἑαυτῆς δεσπόταις. Μύλον δηλαδή λαβοῦσα, ἐν αὐτῷ ἄλεσον, τὴν σκληρὰν ταύτην, και ἐπίπονον θητείαν, τῆς πάλαι τρυφῆς ἀντικαταλλαξαμένη... Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου. Ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Ταῦτα γὰρ σοῦ ἦν τὰ μαθήματα, ἃ ἐμάνθανες ἐξ ἀρχῆς χρόνων, καὶ ἐκ νεότητός σου...
Katabēthi, kathison epi tēn gēn, parthenos thygatēr Babylōnos. Prosōpopoieitai de en toutois tēn basileian autōn, thygatera Babylōnos onomazōn autēn ; kalei de autēn kai parthenon, dia to hōraïzesthai kai kallōpizesthai parthenou dikēn, boulesthai te phainesthai nean, kai korēn einai nomizesthai. Eith᾿ hōs en hypsei kathēmenēn, dianastēnai autę̄ prostattei kai katabēnai apo tou heautēs thronou, kai kathesthēnai epi tēs gēs, kai apokrypsai heautēs tēn aschēmosynēn, hēn peisetai ek tēs epi to cheiron metabolēs. Kathison eis tēn gēn, thygater Chaldaiōn ; labe mylon, aleson aleuron. Apokalypsai to katakalymma sou, anakalypsai tas polias, anasyre tas knēmas, diabēthi potamous. ᾿Apothemenē, phēsi, tēn basilikēn ekeinēn tryphēn, therapainēs tropon kakopathous tinos kai mylōthridos paraskeuason seautę̄ douleuein tois heautēs despotais. Mylon dēladē labousa, en autǭ aleson, tēn sklēran tautēn, kai epiponon thēteian, tēs palai tryphēs antikatallaxamenē... Parōxynthēn epi tǭ laǭ mou, emianas tēn klēronomian mou. Egō edōka autous eis tēn cheira sou sy de ouk edōkas autois eleos. Tauta gar sou ēn ta mathēmata, ha emanthanes ex archēs chronōn, kai ek neotētos sou...
“Come down, sit on the ground, virgin daughter of Babylon.” In these words he personifies their kingdom, naming it daughter of Babylon; and he calls it a virgin too, because it beautifies and adorns itself like a virgin, and wishes to appear young and to be thought a girl. Then, as to one seated on high, he commands her to rise and come down from her throne, to sit upon the ground, and to hide her shame, which she will suffer from her change for the worse. “Sit on the ground, daughter of the Chaldeans; take a mill, grind meal. Uncover your covering, uncover your gray hairs, bare your legs, cross rivers.” Putting off, he says, that royal luxury of yours, make yourself ready, like some wretched maidservant and mill-girl, to serve your own masters; that is, taking a mill, grind in it, exchanging your former luxury for this hard and toilsome servitude … “I was provoked against my people; you defiled my inheritance. I gave them into your hand, but you showed them no mercy.” For these were your lessons, which you learned from the beginning of time and from your youth …
Chapter 48
48.1PG 24:423–427
᾿Ακούσατε ταῦτα, οἶκος Ἰακώβ, οἱ κεκλημένοι ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ, καὶ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, μιμνησκόμενοι οὐ μετ᾿ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης· καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι · Κύριος Σαβαώθ ὄνομα αὐτῷ. Τὰ ἐπελευσόμενα τῇ Βαβυλῶνι, τοῖς τε οἰκήτορσι καὶ τοῖς βασιλεῦσι αὐτῆς προαναφωνήσας ὁ λόγος, τὸν τῶν Ἰουδαίων ἀπελέγχει λαὸν διὰ τῶν προκειμένων φάσκων, ὅτι διὰ τὸ παρ᾿ ἐμοὶ δίκαιον ἐπάξω ταῦτα κατὰ τῶν Χαλδαίων· οὐ μὴν ὅτι σὺ βοηθείας ἦσθα ἄξιος. Καὶ ταῦτα προλαβὼν προεῖπον πρὶν γενέσθαι τὰ πράγματα, προγνώσει θεϊκῇ θεσπίσας· ἵν᾿ ἐπειδὰν εἰς πέρας ἀχθῇ, καὶ δι' ἔργων χωρήσῃ τὰ κατὰ τῶν Χαλδαίων προηγορευμένα, μὴ οἷς νομίζεις θεοῖς τὴν αἰτίαν ἀναθείης. Τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. Καὶ ἀνήγγειλά σοι παλαιὰ, πρὶν ἐλθεῖν ἐπὶ σὲ· ἀκουστόν σοι ἐποίησα, μήποτε εἴπῃς, ὅτι Τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι. Μήποτε τῶν πραγμάτων ἐπελθόντων, ἀπατῶν σαυτὸν, τοὺς πεπλανημένως νομιζομένους σοι θεοὺς πεποιημένους αὐτὰ νομίσειας. Πλὴν καὶ τοῦτο τὴν ἐμὴν οὐ λανθάνει πρόγνωσιν, τὸ μηδ' ἐκ τούτων ὠφεληθήσεσθαι τῶν λόγων. Ὅμως δ' οὖν ἐπὶ μὲν τῇ ἑαυτοῦ φιλανθρωπίᾳ, ἔτι καὶ νῦν μαρτύρομαι, καὶ διαστέλλομαί σε τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Χαλδαίοις τοῖς μέλλουσί σε καταπολεμεῖν. Ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε. ᾿Αλλ' ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι· καὶ οὐκ εἶπας, Νῦν γίνεται, καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά. Μὴ εἴπῃς, Ναὶ γινώσκω αὐτά. Οὔτ᾽ ἔγνως, οὔτ᾽ ἡπίστω, ὅτε ἀπ᾿ ἀρχῆς ἦνοιξά σοι τὰ ὦτα· ἔγνων γὰρ, ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Μὴ γὰρ σαυτὸν ἀπάτα· μὴ λέγε, ὅτι καὶ πρὸ τῆς ἐμῆς προφητείας ἐγίνωσκες αὐτά· πόθεν γάρ σοι παρἣν ταῦτα γινώσκειν; Πλὴν οὐδέν σε ἐκ τούτων ὠφεληθήσεσθαι τῶν λόγων πέπεισμαι. Ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σὲ, ἵνα μὴ ἐξολοθρεύσω σε. Ὅμως γοῦν οὐ διὰ σὲ, ἀλλὰ διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐντεῦθεν ἤδη καὶ προείπον καὶ ἐπέδειξά σοι τὰ μέλλοντα, καὶ τὸν κατὰ τῶν πολεμίων μέλλοντα ἐπιέναι ὄλεθρον, σπουδάζων διὰ πάσης προφάσεως σωθῆναι σε. Ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου · ἐξειλάμην·δέ σε ἐκ καμίνου πτωχείας· ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε· ἐπ᾿ ὠφελείᾳ δὲ τῇ σῇ καὶ ταῦτα ἔπραττον, ὡς ἂν τοῦτον σωφρονισθείη τὸν τρόπον· ὅτι μὴ τὴν διὰ λόγων καὶ παραινέσεων ὑπεδέξω παιδείαν. Τοῖς δὲ πολεμίοις οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε, ἀλλὰ τῶν σῶν ἁμαρτημάτων καὶ ἀσεβημάτων χάριν· ταῖς γὰρ ἁμαρτίαις ὑμῶν ἐπράθητε. Καὶ ὅμως οὐδ᾽ οὕτως ἐάσω ὑμᾶς τοῖς ἐχθροῖς δουλεύειν·
᾿Akousate tauta, oikos Iakōb, hoi keklēmenoi epi tǭ onomati Israēl, kai ex Iouda exelthontes, hoi omnyontes tǭ onomati Kyriou Theou Israēl, mimnēskomenoi ou met᾿ alētheias, oude meta dikaiosynēs; kai antechomenoi tǭ onomati tēs poleōs tēs hagias, kai epi tǭ Theǭ Israēl antistērizomenoi ; Kyrios Sabaōth onoma autǭ. Ta epeleusomena tę̄ Babylōni, tois te oikētorsi kai tois basileusi autēs proanaphōnēsas ho logos, ton tōn Ioudaiōn apelenchei laon dia tōn prokeimenōn phaskōn, hoti dia to par᾿ emoi dikaion epaxō tauta kata tōn Chaldaiōn; ou mēn hoti sy boētheias ēstha axios. Kai tauta prolabōn proeipon prin genesthai ta pragmata, prognōsei theïkę̄ thespisas; hin᾿ epeidan eis peras achthę̄, kai di' ergōn chōrēsę̄ ta kata tōn Chaldaiōn proēgoreumena, mē hois nomizeis theois tēn aitian anatheiēs. Ta protera eti anēngeila, kai ek tou stomatos mou exēlthe, kai akouston egeneto; exapina epoiēsa, kai epēlthe. Ginōskō, hoti sklēros ei, kai neuron sidēroun ho trachēlos sou, kai to metōpon sou chalkoun. Kai anēngeila soi palaia, prin elthein epi se; akouston soi epoiēsa, mēpote eipę̄s, hoti Ta glypta kai ta chōneuta eneteilato moi. Mēpote tōn pragmatōn epelthontōn, apatōn sauton, tous peplanēmenōs nomizomenous soi theous pepoiēmenous auta nomiseias. Plēn kai touto tēn emēn ou lanthanei prognōsin, to mēd' ek toutōn ōphelēthēsesthai tōn logōn. Homōs d' oun epi men tę̄ heautou philanthrōpią, eti kai nyn martyromai, kai diastellomai se ta symbēsomena tę̄ Babylōni kai tois Chaldaiois tois mellousi se katapolemein. Ēkousate panta, kai hymeis ouk egnōte. ᾿All' akousta soi epoiēsa ta kaina apo tou nyn, ha mellei ginesthai; kai ouk eipas, Nyn ginetai, kai ou palai, kai ou proterais hēmerais ēkousas auta. Mē eipę̄s, Nai ginōskō auta. Out᾽ egnōs, out᾽ hēpistō, hote ap᾿ archēs ēnoixa soi ta ōta; egnōn gar, hoti athetōn athetēseis, kai anomos eti ek koilias klēthēsę̄. Mē gar sauton apata; mē lege, hoti kai pro tēs emēs prophēteias eginōskes auta; pothen gar soi parēn tauta ginōskein? Plēn ouden se ek toutōn ōphelēthēsesthai tōn logōn pepeismai. Heneken tou emou onomatos deixō soi ton thymon mou, kai ta endoxa mou epaxō epi se, hina mē exolothreusō se. Homōs goun ou dia se, alla dia tēn emautou philanthrōpian enteuthen ēdē kai proeipon kai epedeixa soi ta mellonta, kai ton kata tōn polemiōn mellonta epienai olethron, spoudazōn dia pasēs prophaseōs sōthēnai se. Idou pepraka se ouch heneken argyriou ; exeilamēn;de se ek kaminou ptōcheias; heneken emou poiēsō soi, hoti to emon onoma bebēloutai, kai tēn doxan mou heterǭ ou dōsō. Ouch heneken argyriou epipraskon se; ep᾿ ōpheleią de tę̄ sę̄ kai tauta epratton, hōs an touton sōphronistheiē ton tropon; hoti mē tēn dia logōn kai paraineseōn hypedexō paideian. Tois de polemiois ouch heneken argyriou epipraskon se, alla tōn sōn hamartēmatōn kai asebēmatōn charin; tais gar hamartiais hymōn eprathēte. Kai homōs oud᾽ houtōs easō hymas tois echthrois douleuein;
“Hear these things, house of Jacob, you who are called by the name of Israel and came out of Judah, who swear by the name of the Lord, the God of Israel, making mention of it not in truth nor in righteousness; and who hold to the name of the holy city and lean upon the God of Israel—the Lord of hosts is his name.” Having announced beforehand what would come upon Babylon, upon its inhabitants and its kings, the word in these verses convicts the people of the Jews, saying: It is because of the justice that is in me that I will bring these things on the Chaldeans—not that you were worthy of help. And I foretold these things in advance, before the events happened, proclaiming them by divine foreknowledge, so that when what was foretold against the Chaldeans has been brought to completion and has passed into deeds, you may not attribute the cause to those you suppose to be gods. “The former things I declared long ago, and they went out of my mouth, and it became heard; suddenly I did them, and they came about. I know that you are hard, and your neck is an iron sinew, and your forehead bronze. And I declared to you things of old, before they came upon you; I made it heard to you, lest you should say, The carved images and the molten images commanded me.” Lest, when the events have come, deceiving yourself, you should suppose that those whom in your error you regard as gods have done them. Yet this too does not escape my foreknowledge: that you will not be benefited even by these words. Nevertheless, out of my own love for mankind, I still testify even now and set before you plainly what will happen to Babylon and to the Chaldeans who are going to make war on you. “You have heard everything, and you did not know. But I have made new things heard to you from now on, which are going to happen; and you did not say, It is happening now, and not long ago, and in former days you did not hear them. Do not say, Yes, I know them. You neither knew nor understood, when from the beginning I opened your ears; for I knew that you would surely deal faithlessly, and you will be called lawless even from the womb.” For do not deceive yourself; do not say that even before my prophecy you knew them; for how could you have known these things? Still, I am persuaded that you will not be benefited at all by these words. “For my name’s sake I will show you my anger, and I will bring my glorious deeds upon you, so that I may not utterly destroy you.” Nevertheless, not for your sake but for my own love for mankind, I have already from this point both foretold and shown you the future, and the destruction that is going to come upon your enemies, striving by every means that you may be saved. “Behold, I have sold you, not for silver; but I rescued you from the furnace of poverty. For my own sake I will do it for you, because my name is being profaned, and I will not give my glory to another.” I did not sell you for silver; I did this too for your benefit, so that you might be brought to your senses in this way, since you did not accept correction through words and exhortations. And I did not sell you to the enemies for silver, but because of your sins and impieties; for by your sins you were sold. And yet not even so will I leave you to serve your enemies;
48.2PG 24:423–427
ἀλλὰ πάλιν λυτρώσομαι, καὶ ὥσπερ ἀπὸ καμίνου πτωχείας ἐκ τῆς ὑπὸ τοῖς Βαβυλωνίοις κακώσεως αὖθις έλευθερώσω. ῎Ακουέ μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν· καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα. Ἐν τούτοις τοὺς κατορθοῦντας ἀνακαλεῖται, διὰ τῶν ἔμπροσθεν ἑτέρους τοὺς παρ᾿ αὐτοῖς διαβεβλημένους ὀνομάσας· ἀλλ᾽ ἐνταῦθα τοῖς κρείττοσι διαλέγεται, οὓς κλητοὺς, ὀνομάζει. Ἦσαν γὰρ ἐξ ἐκείνου πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί· πλὴν οἱ δηλούμενοι, οὐκ ἦσαν ἐκλεκτοὶ, ἀλλὰ κλητοί. Καὶ συναχθήσονται πάντες, καὶ ἀκοῦσονται. Τις αὐτοῖς ἀνήγγειλε ταῦτα ; Ὡς γὰρ δεσπότῃ προστάττοντι ὑπακούουσιν αἱ προλεχθεῖσαι δυνάμεις· ἀλλὰ καὶ συναχθεῖσαι ἐπὶ τὸ αὐτὸ ἐστᾶσιν ἀκουσόμεναι τῶν αὐτοῦ λόγων. Τοῦτό τοι ἐδήλου καὶ ἐν ἀρχῇ τῆς βίβλου φάσκων ὁ λόγος, "Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν. ᾿Αγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ἄραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα. Ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα· Οὐκ ἀπ᾿ ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἡμην. Καὶ νῦν Κύριος Κύριος ἀπέστρεψέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Οὕτω λέγει Κύριος, ὁ ῥυσάμενός σε, "Αγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τὸ εὑρεῖν σε τὴν ὁδὸν ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡσεὶ ἡ ἄμμος τὸ σπέρμα σου, καὶ τὰ ἔγγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς. Οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῆς, οὐδ᾽ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ. Ἔξελθε ἐκ Βαβυλῶνος, φεύγων ἀπὸ τῶν Χαλδαίων. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς· λέγετε, Ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Διό περ ἐντεῦθεν ἤδη ἐπαγγελλόμενος μὴ ἐξολοθρεῦσαι σε, μηδ' ἐξαλεῖψαι τὸ ὄνομά σου, εἶπά σοι ἐξιέναι ἀπὸ Βαβυλῶνος, ἄφετον καὶ ἐλεύθερον τοῦ τῶν πολεμίων φόβου γενόμενον. Λαβὼν δὲ τὴν ἐξουσίαν τῆς εἰς τὰ οἰκεῖα ἐπανόδου, μὴ ὑπτίως μηδὲ νωχελῶς ποιοῦ τὴν πορείαν, σὺν ἁπάσῃ δὲ σπουδῇ. Ἀπαντήσει γάρ σοι φωνὴ εὐφροσύνης, ἐντεῦθεν ἤδη ἀκουομένης· ἀλλὰ καὶ πάντες οἱ τῶν ἐμῶν λόγων ἀκούοντες συγχαρήσονταί σου τῇ σωτηρίᾳ. Καὶ ταῦτα δὲ πρὸς μὲν ἱστορίαν οὐκ ἐπληροῦτο κατὰ τὸν χρόνον τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου, τῶν ἠλευθερωμένων ὑπὸ Κύρου καὶ Δαρείου τῶν βασιλευσάντων ἐν Πέρσαις· καὶ πρὸς δὲ διάνοιαν, ἐπεὶ μὴ ἔστι πρὸς λέξιν εὑρεῖν ἐν τῇ ἱστορίᾳ πέτραν ὑδάτων ῥεύσασαν κατὰ τὴν ἐπάνοδον τοῦ λαοῦ, φήσομεν γοῦν τοῖς τῆς αἰχμαλωσίας ἀεὶ ἠλευθερωμένοις, περὶ ὧν ὁ Χριστὸς ἔλεγεν, Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, ἐπαληθεύειν τὴν ἐπαγγελίαν. Τούτοις γὰρ αὐτοῖς τὸ ἀποστολικὸν πόμα τὸ ἐκ τῆς ἀληθινῆς πέτρας ἐξομβρεῖ· Ἡ πέτρα δὲ ἦν ὁ Χριστὸς,» κατὰ τὸν ᾿Απόστολον. Καὶ ἐὰν διψήσωσι, δι' ἐρήμου ἄξει αὐτούς· ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς. Σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. Οὐκ ἔστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν. Εὐσεβοῦσι γὰρ πᾶσα πάρεστιν ἡ παρὰ τοῦ Θεοῦ τρυφὴ καὶ εὐφροσύνη, καὶ ὅσα ἐπήγγελται ἀγαθὰ ἄλλα· τοῖς δὲ ἀσεβέσιν οὐδεὶς λόγος πρὸς τὰ ἐπηγγελμένα.
alla palin lytrōsomai, kai hōsper apo kaminou ptōcheias ek tēs hypo tois Babylōniois kakōseōs authis eleutherōsō. ᾿Akoue mou, Iakōb, kai Israēl hon egō kalō. Egō eimi prōtos, kai egō eimi eis ton aiōna, kai hē cheir mou ethemeliōse tēn gēn, kai hē dexia mou estereōse ton ouranon; kalesō autous, kai stēsontai hama. En toutois tous katorthountas anakaleitai, dia tōn emprosthen heterous tous par᾿ autois diabeblēmenous onomasas; all᾽ entautha tois kreittosi dialegetai, hous klētous, onomazei. Ēsan gar ex ekeinou polloi klētoi, oligoi de eklektoi; plēn hoi dēloumenoi, ouk ēsan eklektoi, alla klētoi. Kai synachthēsontai pantes, kai akousontai. Tis autois anēngeile tauta ? Hōs gar despotę̄ prostattonti hypakouousin hai prolechtheisai dynameis; alla kai synachtheisai epi to auto estasin akousomenai tōn autou logōn. Touto toi edēlou kai en archę̄ tēs biblou phaskōn ho logos, "Akoue, ourane, kai enōtizou, hē gē, hoti Kyrios elalēsen. ᾿Agapōn se epoiēsa to thelēma sou epi Babylōna, tou arai sperma Chaldaiōn. Egō elalēsa, egō ekalesa. Ēgagon auton, kai euōdōsa tēn hodon autou. Prosagagete pros me, kai akousate tauta; Ouk ap᾿ archēs en kryphę̄ lelalēka; hēnika egeneto, ekei hēmēn. Kai nyn Kyrios Kyrios apestrepse me, kai to Pneuma autou. Houtō legei Kyrios, ho rhysamenos se, "Agios Israēl; Egō eimi ho Theos sou, dedeicha soi to heurein se tēn hodon en hę̄ poreusę̄ en autę̄. Kai ei ēkousas tōn entolōn mou, egeneto an hōsei potamos hē eirēnē sou, kai hē dikaiosynē sou hōs kyma thalassēs; kai egeneto an hōsei hē ammos to sperma sou, kai ta engona tēs koilias sou hōs ho chous tēs gēs. Oude nyn ou mē exolothreuthēs, oud᾽ apoleitai to onoma sou enōpion emou. Exelthe ek Babylōnos, pheugōn apo tōn Chaldaiōn. Phōnēn euphrosynēs anangeilate heōs eschatou tēs gēs; legete, Errhysato Kyrios ton doulon autou Iakōb. Dio per enteuthen ēdē epangellomenos mē exolothreusai se, mēd' exaleipsai to onoma sou, eipa soi exienai apo Babylōnos, apheton kai eleutheron tou tōn polemiōn phobou genomenon. Labōn de tēn exousian tēs eis ta oikeia epanodou, mē hyptiōs mēde nōchelōs poiou tēn poreian, syn hapasę̄ de spoudę̄. Apantēsei gar soi phōnē euphrosynēs, enteuthen ēdē akouomenēs; alla kai pantes hoi tōn emōn logōn akouontes syncharēsontai sou tę̄ sōtērią. Kai tauta de pros men historian ouk eplērouto kata ton chronon tēs apo Babylōnos epanodou, tōn ēleutherōmenōn hypo Kyrou kai Dareiou tōn basileusantōn en Persais; kai pros de dianoian, epei mē esti pros lexin heurein en tę̄ historią petran hydatōn rheusasan kata tēn epanodon tou laou, phēsomen goun tois tēs aichmalōsias aei ēleutherōmenois, peri hōn ho Christos elegen, Euangelisasthai ptōchois apestalke me, kēryxai aichmalōtois aphesin, epalētheuein tēn epangelian. Toutois gar autois to apostolikon poma to ek tēs alēthinēs petras exombrei; Hē petra de ēn ho Christos,» kata ton ᾿Apostolon. Kai ean dipsēsōsi, di' erēmou axei autous; hydōr ek petras exaxei autois. Schisthēsetai petra, kai rhyēsetai hydōr, kai pietai ho laos mou. Ouk esti chairein, legei Kyrios, tois asebesin. Eusebousi gar pasa parestin hē para tou Theou tryphē kai euphrosynē, kai hosa epēngeltai agatha alla; tois de asebesin oudeis logos pros ta epēngelmena.
but I will redeem you again, and as from a furnace of poverty I will once more free you from the ill-treatment under the Babylonians. “Hear me, Jacob, and Israel whom I call. I am first, and I am for ever; and my hand laid the foundation of the earth, and my right hand made the heaven firm; I will call them, and they will stand together.” Here he calls upon those who do right, having named in the preceding verses others who were in ill repute among them; but here he addresses the better ones, whom he names called. For from that people many were called, but few chosen; but those indicated here were not chosen, but called. “And all will be gathered, and will hear. Who declared these things to them?” For the powers mentioned before obey him as their master when he commands; and gathered together they stand to hear his words. This the word made plain at the beginning of the book too, saying, “Hear, O heaven, and give ear, O earth, for the Lord has spoken.” “Loving you, I did your will on Babylon, to take away the seed of the Chaldeans. I spoke, I called; I brought him and prospered his way. Come near to me and hear these things: From the beginning I have not spoken in secret; when it came to be, I was there. And now the Lord, the Lord has sent me, and his Spirit. Thus says the Lord, who rescued you, the Holy One of Israel: I am your God; I have shown you how to find the way in which you shall walk. And if you had heard my commandments, your peace would have been like a river, and your righteousness like a wave of the sea; and your seed would have been like the sand, and the offspring of your womb like the dust of the earth. Not even now will you be utterly destroyed, nor will your name perish before me. Go out of Babylon, fleeing from the Chaldeans. Declare a voice of gladness to the end of the earth; say, The Lord has rescued his servant Jacob.” Therefore, promising already from this point not to destroy you utterly nor to blot out your name, I told you to go out from Babylon, released and freed from fear of the enemies. And having received authority to return to your own land, do not make the journey idly or sluggishly, but with all speed. For a voice of gladness will meet you, heard already from this point; moreover, all who hear my words will rejoice with you at your salvation. These things, as regards the history, were not fulfilled at the time of the return from Babylon of those freed by Cyrus and Darius, who reigned among the Persians; and as regards the sense, since one cannot find literally in the history a rock flowing with water at the return of the people, we will say at any rate that the promise is made true for those who are ever being freed from captivity, of whom Christ said, “He has sent me to preach good news to the poor, to proclaim release to the captives.” For to these very ones the apostolic drink pours out from the true rock: “And the rock was Christ,” according to the apostle. “And if they thirst, he will lead them through the desert; he will bring out water from a rock for them. The rock will be split, and water will flow, and my people will drink. There is no rejoicing, says the Lord, for the ungodly.” For to the godly is present all the delight and gladness that comes from God, and all the other good things that have been promised; but the ungodly have no part in what has been promised.
Chapter 49
49.1PG 24:427–441
Ακούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη. Μονονουχί σαφῶς διαστελλόμενος, ὅτι, μὴ πρὸς Ἰουδαίους τὰ παρόντα συντείνει, μηδ᾽ ὡς ἔτυχε πρός τινας προχείρους νοουμένας νήσους, ἀλλὰ πρὸς τὰ ἔθνη καὶ τὰς μεταξὺ τῶν ἐθνῶν μεσολαβουμένας τοῦ Θεοῦ Ἐκκλησίας. Ὅθεν καὶ κατὰ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον, Ακούσατέ μου, νῆσοι, καὶ ἀκροάσασθε, ἔθνη. Τί τοίνυν βούλεται διδάξειν τὴν Ἐκκλησίαν αὐτοῦ, ἐπιλέγει, Διὰ χρόνου πολλοῦ στήσεται Κύριος. Καὶ πρῶτον ἐπιτηρητέον, ὡς ἐκ προσώπου τοῦ Κυρίου ταῦτα φέρεται καὶ τὰ ἑξῆς τούτοις ἐπιφερόμενα· ἐν οἷς αὐτὸς ὁ τοῦ λόγου κατάρξας Κύριος ὡς περὶ ἑτέρου διδάσκει τὰ ἐπιλεγόμενα· ἀλλὰ καὶ γεγεννῆσθαι ἑαυτὸν ὁμολογεῖ, καὶ δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ ὅσα ἄλλα παρίστησι δεικ τῶν ἑξῆς ἐπιφερομένων. Μὴ νῦν, φησὶν, ὅτε ταῦτα διεξέρχομαι, προσδοκήσητε τῶν λόγων ὄψεσθαι τὰ ἀποτελέσματα· μακρὸς γὰρ ἔσται μεταξὺ χρόνος ἐν ᾧ δι' ἔργων συστήσεται τὰ προφητευόμενα. Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Τοῦτο γὰρ παιδεύθητε, ὦ ἔθνη, καὶ ὑμεῖς, αἱ νῆσοι. Ποῖον δὲ τοῦτο, ἢ ὅτι Κύριος ὁ πάντων δεσπότης, καὶ πρὶν εἰς ἀνθρώπους ἐμὲ τὸν Κύριον εἰσελθεῖν, ἔτι κυόμενον, καὶ κατὰ γαστρὸς ἀνεκαλέσατο, αὐτὸς δὲ μοι καὶ ὄνομα ἐδωρήσατο; Ὅτι μὲν ὡς αὐτῷ μόνῳ γνώριμόν ἐστι· κατὰ καιρὸν δὲ καὶ ὑμῖν αὐτοῖς, λέγω πᾶσι τοῖς ἔθνεσι, φανερὸν γενήσεται. Καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν. Ἀλλὰ καὶ ἔθηκεν ὁ αὐτὸς Θεὸς καὶ Πατὴρ τὸ ἐμὸν τοῦ ταῦτα λέγοντος Κυρίου στόμα, ὡς μάχαιραν ὀξεῖαν, τμητικὴν οὖσαν, εἰς τὸ διαιρεῖν καὶ ἀφορίζειν τοὺς ἀξίους τοῦ Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων· ὃ δὴ καὶ ἐν Εὐαγγελίοις ὁ αὐτὸς ἐμαρτύρει λέγων, Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ τὰ ἑξῆς. Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ Εκρυψέ με· ἔθηκε με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Τὴν κρύφιον καὶ τοῖς πολλοῖς λανθάνουσαν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας αὐτοῦ ὧδὲ πη αἰνιττόμενος. Ὥσπερ δὲ μάχαιραν ὀξεῖαν τὴν γλῶσσαν αὐτοῦ ὠνόμασεν, οὕτω καὶ βέλος ἐκλεκτόν φησι τεθεῖσθαι ἑαυτὸν ὑπὸ τοῦ Πατρός· ἴν' ὅτε βούλοιτο, τιτρώσκῃ τοὺς ἀξίους τῶν αὐτοῦ κέντρων· ὁποία ἦν ἡ ψυχὴ ἡ λέγουσα, Ὅτι τετρωμένη ἀγάπης ἐγώ. Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ βέλος ὡς ἐν φαρέτρᾳ καὶ θήκῃ βελῶν ἀπέκρυψεν ὁ Θεὸς καὶ Πατήρ· ἵνα μὴ πάντες αὐτὸ θεωρῶσι, μηδὲ νομιῶσιν, εἰ μὴ μόνοι οἱ ἄξιοι. Καταλλήλως δὲ ἐπὶ τῇ τοῦ βέλους ἐπηγορίᾳ τῷ τῆς φαρέτρας ὀνόματι κέχρηται. Φαρέτραν δὲ καὶ βελοθήκην οὐκ ἂν ἁμάρτοις εἰπὼν τὸ σαρκίον ὁ ἀνείληφεν ὁ τοῦ Θεοῦ Λόγος ἐπιδημῶν ἀνθρώποις. Τοιοῦτον δὲ κατεσκευασμένον τὸν ταῦτα λέγοντα Κύριον ὁ ἐμὸς Θεὸς καὶ Πατήρ εἶπέ μοι· Δοῦλὸς μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Ἐπειδὴ γὰρ προῆλθες ἐκ κοιλίας μητρὸς, καὶ γένεσιν ὑπέμεινας τὴν ἐκ σπέρματος Ἰσραήλ, οὐκ ἐν ἑτέρῳ γένει, οὐδὲ ἐν ἀλλοφύλοις ἔθνεσι τὴν ἐνανθρώπησιν ἐποιήσω· ἀλλ᾽ ἐν τῷ Ἰσραὴλ ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα, καὶ ἐκ φυλῆς Ἰούδα γενόμενος, εἰκότως καὶ αὐτὸς Ἰσραὴλ χρηματίσας ἂν καὶ δοῦλος, διὰ τὸ μορφὴν δούλου ἀνειληφέναι, καίτοι μονογενῆ ὄντα Θεόν·
Akousate mou, nēsoi, kai prosechete, ethnē. Mononouchi saphōs diastellomenos, hoti, mē pros Ioudaious ta paronta synteinei, mēd᾽ hōs etyche pros tinas procheirous nooumenas nēsous, alla pros ta ethnē kai tas metaxy tōn ethnōn mesolaboumenas tou Theou Ekklēsias. Hothen kai kata ton Symmachon touton eirētai ton tropon, Akousate mou, nēsoi, kai akroasasthe, ethnē. Ti toinyn bouletai didaxein tēn Ekklēsian autou, epilegei, Dia chronou pollou stēsetai Kyrios. Kai prōton epitērēteon, hōs ek prosōpou tou Kyriou tauta pheretai kai ta hexēs toutois epipheromena; en hois autos ho tou logou katarxas Kyrios hōs peri heterou didaskei ta epilegomena; alla kai gegennēsthai heauton homologei, kai doulon heauton onomazei, kai hosa alla paristēsi deik tōn hexēs epipheromenōn. Mē nyn, phēsin, hote tauta diexerchomai, prosdokēsēte tōn logōn opsesthai ta apotelesmata; makros gar estai metaxy chronos en hǭ di' ergōn systēsetai ta prophēteuomena. Ek koilias mētros mou ekalese to onoma mou. Touto gar paideuthēte, ō ethnē, kai hymeis, hai nēsoi. Poion de touto, ē hoti Kyrios ho pantōn despotēs, kai prin eis anthrōpous eme ton Kyrion eiselthein, eti kyomenon, kai kata gastros anekalesato, autos de moi kai onoma edōrēsato? Hoti men hōs autǭ monǭ gnōrimon esti; kata kairon de kai hymin autois, legō pasi tois ethnesi, phaneron genēsetai. Kai ethēke to stoma mou hōs machairan oxeian. Alla kai ethēken ho autos Theos kai Patēr to emon tou tauta legontos Kyriou stoma, hōs machairan oxeian, tmētikēn ousan, eis to diairein kai aphorizein tous axious tou Theou apo tōn mē toioutōn; ho dē kai en Euangeliois ho autos emartyrei legōn, Mē nomisēte, hoti ēlthon balein eirēnēn epi tēs gēs, kai ta hexēs. Kai hypo tēn skepēn tēs cheiros autou Ekrypse me; ethēke me hōs belos eklekton, kai en tę̄ pharetrą autou ekrypse me. Tēn kryphion kai tois pollois lanthanousan oikonomian tēs ensarkou parousias autou hōde pē ainittomenos. Hōsper de machairan oxeian tēn glōssan autou ōnomasen, houtō kai belos eklekton phēsi tetheisthai heauton hypo tou Patros; in' hote bouloito, titrōskę̄ tous axious tōn autou kentrōn; hopoia ēn hē psychē hē legousa, Hoti tetrōmenē agapēs egō. Plēn alla kai touto to belos hōs en pharetrą kai thēkę̄ belōn apekrypsen ho Theos kai Patēr; hina mē pantes auto theōrōsi, mēde nomiōsin, ei mē monoi hoi axioi. Katallēlōs de epi tę̄ tou belous epēgorią tǭ tēs pharetras onomati kechrētai. Pharetran de kai belothēkēn ouk an hamartois eipōn to sarkion ho aneilēphen ho tou Theou Logos epidēmōn anthrōpois. Toiouton de kateskeuasmenon ton tauta legonta Kyrion ho emos Theos kai Patēr eipe moi; Doulos mou ei sy, Israēl, kai en soi doxasthēsomai. Epeidē gar proēlthes ek koilias mētros, kai genesin hypemeinas tēn ek spermatos Israēl, ouk en heterǭ genei, oude en allophylois ethnesi tēn enanthrōpēsin epoiēsō; all᾽ en tǭ Israēl ek spermatos Dauïd kata sarka, kai ek phylēs Iouda genomenos, eikotōs kai autos Israēl chrēmatisas an kai doulos, dia to morphēn doulou aneilēphenai, kaitoi monogenē onta Theon;
“Hear me, you islands, and attend, you nations.” He all but declares plainly that the present words are directed not to the Jews, nor to just any islands one might think of offhand, but to the nations and to the churches of God set in the midst of the nations. That is why in Symmachus too it is said in this way: “Hear me, you islands, and listen, you nations.” What, then, he wishes to teach his church he adds next: “After a long time the Lord will stand.” And first it should be observed that these words, and those added after them, are spoken in the person of the Lord; in them the Lord himself, who began the discourse, teaches what follows as though about another; yet he also acknowledges that he has been born, and names himself servant, and presents whatever else is shown by what follows. Do not now, he says, while I am going through these things, expect to see the fulfillment of the words; for there will be a long time in between, in which what is prophesied will be established in deeds. “From my mother’s womb he called my name.” For learn this, you nations, and you, the islands. And what is this, except that the Lord, the Master of all, even before I, the Lord, came among men, called me while I was still being carried in the womb, and gave me a name himself? That name is known to him alone; but in due time it will become manifest to you yourselves too—I mean to all the nations. “And he made my mouth like a sharp sword.” Moreover, the same God and Father made my mouth—mine, the Lord who says these things—like a sharp sword, cutting, so as to divide and separate those worthy of God from those who are not; which the same also testified in the Gospels, saying, “Do not think that I came to bring peace on the earth,” and so on. “And under the shelter of his hand he hid me; he made me like a chosen arrow, and in his quiver he hid me.” Here he hints in some way at the hidden dispensation of his coming in the flesh, which escaped the notice of most. And just as he called his tongue a sharp sword, so he says he was made a chosen arrow by the Father, so that, whenever he wishes, he may wound those worthy of his goads; such was the soul that said, “For I am wounded with love.” But this arrow too God the Father hid as in a quiver and case for arrows, so that not all might see it or recognize it, but only the worthy. Fittingly, after calling it an arrow, he uses the name of quiver. And you would not be wrong to call the quiver and arrow-case the flesh which the Word of God took up when he came to dwell among men. And to me, the Lord who says these things, thus prepared, “my God and Father said: You are my servant, Israel, and in you I will be glorified.” For since you came forth from a mother’s womb and underwent birth from the seed of Israel—you did not make your incarnation in another race, nor among foreign nations, but in Israel, born of the seed of David according to the flesh and of the tribe of Judah—you too would fittingly be called Israel, and servant, because you took the form of a servant, though you are the only-begotten God;
49.2PG 24:427–441
ἀλλὰ γὰρ ὁμοίως τοῖς ἔμπροσθεν καὶ ἐνταῦθα τὸ μὲν τοῦ υἱοῦ ὄνομα ἀποκρύπτει, δοῦλον δὲ ὀνομάζει, τὴν τοῦ υἱοῦ προσηγορίαν τῇ αὐτοῦ παρουσίᾳ καὶ τῇ δι' αὐτοῦ πᾶσιν ἀνθρώποις ἀνακαλυφθείσῃ χάριτι ταμιευόμενος. Εἶθ᾿ ὅπερ οὐδενὶ τῶν πώποτε δούλων ὑπῆρξε, τοῦτο διὰ σοῦ, φησὶ, γενήσεται· ἐν σοὶ γὰρ δοξασθήσομαι. Ταῦτα μὲν οὖν ὁ Θεὸς καὶ Πατήρ· ἐγὼ δὲ ὁ ταῦτα λέγων Κύριος, τούτων ἀκούσας τῶν λόγων, ἀπεκρινάμην καὶ εἶπον· Καὶ πῶς δοξασθήσῃ ἐν ἐμοὶ, ὦ Πάτερ ὁπότε πολλά καμὼν, καὶ μυρίους κόπους ὑπομείνας ὑπὲρ τῆς γὰρ αὐτῶν ἐναπέμειναν τῇ ἀπιστίᾳ· καὶ πρῶτόν γε τὸ Ἰουδαίων ἔθνος· διό φημι· τῶν ἀνθρώπων σωτηρίας, οὐδὲν ἤνυσα· οἱ πλείους Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. Διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου. Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν, καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Εἰ γὰρ καὶ μὴ ἄνθρωποι κατορθῶσι, μηδ' ἀξίως τῶν ἐμῶν πόνων, ὧν ὑπέμεινα δι᾿ αὐτοὺς, ὠφελοῦνται· ἀλλ᾽ ἐγὼ, τὰ παρ' ἐμαυτοῦ πράξας, ἐναντίον τοῦ Θεοῦ μου τὸ πατρικὸν ἐτελείωσα βούλημα· διὸ πρώτοις αὐτοῖς ἐκήρυξα τοῖς ἐκ περιτομῆς τὴν σωτηρίαν καὶ πατρικὴν χάριν. Ὁ γὰρ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, καὶ ἐκ τοῦ Ἰσραὴλ τὸ σῶμά μου κατασκευάσας, πρώτοις αὐτοῖς κηρύξαι βεβούληται τὴν ἐμαυτοῦ χάριν, εἰς τὸ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν, καὶ τὸν Ἰσραήλ. Εἰκότως οὖν παραινεῖ λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον εἰς τὰ προβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ὁ μὲν οὖν Πατὴρ εἰς τὸ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ, ηὐδόκησε τὴν εἰς ἀνθρώπους πάροδόν με ποιήσασθαι, εἰπὼν, Ἐν σοὶ δοξασθήσομαι· · ἐγὼ δὲ τὴν ἀπιστίαν καὶ τὴν σκληροκαρδίαν θεωρῶν τοῦ Ἰσραὴλ, εἶπον ἤδη πρότερον, ὅτι, Κενῶς ἐκοπίασα· εἰς μάτην καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. Καὶ ἐν ἑτέροις τοῦτ᾽ αὐτὸ δηλοῖ εἰπὼν, Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Μόνη γὰρ ἡ παρ' αὐτοῦ μοι δόξα πεφύλακται, καὶ αὐτὸς μὲν ἐστιν ἡ ἰσχύς. Τὰ γοῦν θαυμάσια καὶ τὰ παράδοξα ἔργα διεμπεπραγμένα τῆς αὐτοῦ δυνάμεως ἦν παραστατικά. Καὶ εἶπέ μοι, Μέγα σοί ἐστι τοῦ κληθῆναι σε παϊδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακώβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Καὶ γὰρ ὡς ἀληθῶς μέγιστον ἔργον τοῦ Σωτῆρος ἡμῶν τὸ μορφὴν δούλου ἀναλαβεῖν, καὶ τὴν ἐν ἀνθρώποις ὑπομένειν γέννησιν. Τὸ δὲ αἴτιον τοῦ δοῦλον γενέσθαι τὸν Σωτῆρα, τοῦτο ἦν· λέγω δὴ στῆσαι τὰς φυλὰς Ἰακώβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Διὸ αὐτοῖς πρώτοις ἐκήρυττεν, αἰχμαλώτοις οὖσι τὰς ψυχὰς, τὴν ἄφεσιν, καὶ τυφλοῖς οὖσι τὴν ἀνάβλεψιν. Ἐπειδὴ μὴ παρεδέχοντο τὴν χάριν ἐκεῖνοι, ἀκολούθως εἴρηται ἑξῆς· Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου γῆς.» Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραήλ.
alla gar homoiōs tois emprosthen kai entautha to men tou huiou onoma apokryptei, doulon de onomazei, tēn tou huiou prosēgorian tę̄ autou parousią kai tę̄ di' autou pasin anthrōpois anakalyphtheisę̄ chariti tamieuomenos. Eith᾿ hoper oudeni tōn pōpote doulōn hypērxe, touto dia sou, phēsi, genēsetai; en soi gar doxasthēsomai. Tauta men oun ho Theos kai Patēr; egō de ho tauta legōn Kyrios, toutōn akousas tōn logōn, apekrinamēn kai eipon; Kai pōs doxasthēsę̄ en emoi, ō Pater hopote polla kamōn, kai myrious kopous hypomeinas hyper tēs gar autōn enapemeinan tę̄ apistią; kai prōton ge to Ioudaiōn ethnos; dio phēmi; tōn anthrōpōn sōtērias, ouden ēnysa; hoi pleious Kenōs ekopiasa, eis mataion kai eis ouden edōka tēn ischyn mou. Dia touto hē krisis mou para Kyriǭ, kai ho ponos mou enantion tou Theou mou. Kai nyn houtō legei Kyrios, ho plasas me ek koilias doulon heautǭ, tou synagagein ton Iakōb pros auton, kai Israēl; synachthēsomai kai doxasthēsomai enantion Kyriou, kai ho Theos mou estai moi ischys. Ei gar kai mē anthrōpoi katorthōsi, mēd' axiōs tōn emōn ponōn, hōn hypemeina di᾿ autous, ōphelountai; all᾽ egō, ta par' emautou praxas, enantion tou Theou mou to patrikon eteleiōsa boulēma; dio prōtois autois ekēryxa tois ek peritomēs tēn sōtērian kai patrikēn charin. Ho gar plasas me ek koilias doulon heautǭ, kai ek tou Israēl to sōma mou kataskeuasas, prōtois autois kēryxai beboulētai tēn emautou charin, eis to synagagein ton Iakōb pros auton, kai ton Israēl. Eikotōs oun parainei legōn, Eis hodon ethnōn mē apelthēte, kai eis polin Samareitōn mē eiselthēte; poreuesthe de mallon eis ta probata ta apolōlota oikou Israēl. Ho men oun Patēr eis to synagagein ton Iakōb kai ton Israēl, ēudokēse tēn eis anthrōpous parodon me poiēsasthai, eipōn, En soi doxasthēsomai; ; egō de tēn apistian kai tēn sklērokardian theōrōn tou Israēl, eipon ēdē proteron, hoti, Kenōs ekopiasa; eis matēn kai eis ouden edōka tēn ischyn mou. Kai en heterois tout᾽ auto dēloi eipōn, Tis ōpheleia en tǭ haimati mou, en tǭ katabainein me eis diaphthoran? Monē gar hē par' autou moi doxa pephylaktai, kai autos men estin hē ischys. Ta goun thaumasia kai ta paradoxa erga diempepragmena tēs autou dynameōs ēn parastatika. Kai eipe moi, Mega soi esti tou klēthēnai se païda mou, tou stēsai tas phylas Iakōb, kai tēn diasporan tou Israēl epistrepsai. Kai gar hōs alēthōs megiston ergon tou Sōtēros hēmōn to morphēn doulou analabein, kai tēn en anthrōpois hypomenein gennēsin. To de aition tou doulon genesthai ton Sōtēra, touto ēn; legō dē stēsai tas phylas Iakōb, kai tas diasporas tou Israēl epistrepsai. Dio autois prōtois ekērytten, aichmalōtois ousi tas psychas, tēn aphesin, kai typhlois ousi tēn anablepsin. Epeidē mē paredechonto tēn charin ekeinoi, akolouthōs eirētai hexēs; Idou tetheika se eis diathēkēn genous, eis phōs ethnōn, tou einai se eis sōtērian heōs eschatou gēs.» Houtōs legei Kyrios, ho rhysamenos se, ho Theos Israēl.
but, as in the earlier passages, here too he hides the name of Son and calls him servant, reserving the title of Son for his coming and for the grace revealed through him to all men. Then, what belonged to none of the servants who ever lived, this, he says, will come about through you; for “in you I will be glorified.” These, then, are the words of God the Father. And I, the Lord who say these things, having heard these words, answered and said: And how will you be glorified in me, O Father, when, though I have labored much and endured countless toils for the salvation of men, I have accomplished nothing? For most of them remained in their unbelief, and first of all the nation of the Jews; therefore I say: “I have labored in vain; I have given my strength for vanity and for nothing. Therefore my judgment is with the Lord, and my toil before my God. And now thus says the Lord, who formed me from the womb as his own servant, to gather Jacob to him, and Israel: I will be gathered and glorified before the Lord, and my God will be my strength.” For even if men do not do right, nor are benefited as my toils, which I endured for them, deserve, yet I, having done my part, have accomplished the Father’s will before my God; that is why I preached salvation and the Father’s grace first to those of the circumcision. For he who formed me from the womb as his own servant, and prepared my body from Israel, willed that I preach my grace first to them, so as to gather Jacob to him, and Israel. Fittingly, then, he exhorts, saying, “Do not go away into the way of the nations, and do not enter a city of the Samaritans; but go rather to the lost sheep of the house of Israel.” The Father, then, was pleased that I should make my passage among men in order to gather Jacob and Israel, saying, “In you I will be glorified”; but I, seeing the unbelief and hardness of heart of Israel, said already beforehand, “I have labored in vain; I have given my strength for nothing and to no purpose.” And elsewhere he makes this very thing plain, saying, “What profit is there in my blood, when I go down to corruption?” For the glory from him alone has been kept for me, and he is my strength. The wonderful and extraordinary works that were done, at any rate, displayed his power. “And he said to me: It is a great thing for you to be called my servant, to establish the tribes of Jacob and to turn back the dispersion of Israel.” And truly it was a very great work of our Savior to take the form of a servant and to undergo birth among men. And the reason for the Savior’s becoming a servant was this—I mean, to establish the tribes of Jacob and to turn back the dispersions of Israel. That is why he preached first to them: release to those who were captive in their souls, and recovery of sight to those who were blind. Since they did not accept the grace, what follows is fittingly said next: “Behold, I have made you a covenant of a race, a light of nations, that you may be for salvation to the end of the earth.” “Thus says the Lord, who rescued you, the God of Israel.”
49.3PG 24:427–441
Αὐτὸς γὰρ, φησὶν, ἐκεῖνος, ὁ παλαι τὸν Ἰσραὴλ ῥυσάμενος ἐκ χειρὸς Αἰγυπτίων, αὐτὸς καὶ ὑμῖν τοῖς ἔθνεσι ταῦτα προσφωνεῖ, καὶ διατάττεται λέγων· ῾Αγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· ὅσον γὰρ ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου, καὶ θανάτου σταυροῦ, τοσοῦτο ὑμεῖς αὐτὸν δοξάζετε. Τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων τῶν ἀρχόντων. Βασιλεῖς ὅψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ῞Αγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε τῶν δούλων τῶν ἀρχόντων· λέγω δὴ τοῖς πονηροῖς δαίμοσιν, οἱ γὰρ ἔτι τούτοις καταδεδουλωμένοι τὸν Χριστὸν τοῦ Θεοῦ βλασφημοῦνται. Βδελύσσονται δὲ σύροντες καὶ χλευάζοντες, καὶ φαυλίζοντες αὐτοῦ τὸν θάνατον. ᾿Αλλὰ γὰρ ὑμεῖς οἷς ὁ λόγος προσφωνεῖ, τοῦτον αὐτὸν ἁγιάσατε δοξάζοντες, ἐπεὶ καὶ πᾶν γόνυ κάμψει αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς, ὅταν ἔλθῃ ἐν τῇ δόξᾳ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ κρίνων ζῶντας καὶ νεκρούς· τότε γὰρ πάντες προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου τοῦ Πατρὸς αὐτοῦ, ὅτι πιστὸς ἐστιν ὁ ῞Αγιος Ἰσραὴλ ὁ ἐκλεξάμενος αὐτόν. ᾿Αντὶ δὲ τοῦ, Καὶ ἐξελεξάμην σε, ὁ Σύμμαχος, Ἐξελέξατό σε, · εἴρηκε. Ταῦτα μὲν οὖν τοῖς ἔθνεσι παραδέδοται· τὰ δὲ ἐπιλεγόμενα εἰς αὐτοῦ πρόσωπον τοῦ Σωτῆρος θεσπίζεται· ᾧ καί φησι τὸ Πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ Πατρός· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοἠθησά σοι. Σφόδρα δὲ θαυμαστῶς εἴρηται τὸ, Καιρῷ δεκτῷ ἐπήκουσά σου· · οὗτος δὲ ἦν ὁ τῆς ἀναστάσεως αὐτοῦ χρόνος. Κατὰ μὲν γὰρ τὸν καιρὸν τοῦ πάθους ἀνεβόησεν ὁ Σωτὴρ εἰπών· Ἠλεὶ, Ἠλεὶ· λιμὰ σαβαχθανεί·, τουτέστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Ἀλλὰ καὶ προσεύχεται λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· · εἶθ᾿ ὡς ἀνανεύοντα τὸν Πατέρα ἑώρα, ἐπήγαγε · Πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτὸ, γενηθήτω τὸ θέλημά σου. Ταύτην οὖν τὴν εὐχὴν εἰς καιρὸν δεχόμενος ὁ Πατήρ, μετὰ τὸ πάθος καὶ μετὰ τὴν εἰς ᾄδου· κάθοδον, καιρὸν τῆς ἀναστάσεως αὐτοῦ δεικνύς φησι πρὸς αὐτόν· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ τὰ ἑξῆς. Καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους. Τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων καὶ πολυθέων ψυχαὶ, ἔρημοι Θεοῦ καὶ ἀληθῶς ἠφανισμέναι,» κατὰ τοὺς λοιπούς. Λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι. Ἡμεν γάρ ποτε τέκνα ὀργῆς, καὶ ἡμέν ποτε σκότος· νῦν δὲ φῶς ἐν Κυρίῳ. Εὐαγγελίζεται τοὺς τῶν προτέρων δεσμῶν, καὶ τοῦ προτέρου σκότους ἠλευθερωμένους, λέγων· «Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι τοῦ Θεοῦ ἄνδρες, αἱ θεόπνευστοί εἰσι Γραφαὶ, ἐν αἷς βοσκόμενοι οἱ τῆς ἐπαγγελίας τυχόντες, τῆς ἐνθέου καὶ λογικῆς τροφῆς ἀπολαύουσιν, ἀγαθὴν νομὴν ταύτην εὑράμενοι, καὶ τὰ ἑξῆς. Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδ᾽ ὁ ἥλιος.
Autos gar, phēsin, ekeinos, ho palai ton Israēl rhysamenos ek cheiros Aigyptiōn, autos kai hymin tois ethnesi tauta prosphōnei, kai diatattetai legōn; ῾Agiasate ton phaulizonta tēn psychēn autou; hoson gar heauton etapeinōse mechri thanatou, kai thanatou staurou, tosouto hymeis auton doxazete. Ton bdelyssomenon hypo tōn ethnōn, tōn doulōn tōn archontōn. Basileis hopsontai auton, kai anastēsontai archontes, kai proskynēsousin autǭ, heneken Kyriou; hoti pistos estin ho ῾Agios Israēl, kai exelexamēn se tōn doulōn tōn archontōn; legō dē tois ponērois daimosin, hoi gar eti toutois katadedoulōmenoi ton Christon tou Theou blasphēmountai. Bdelyssontai de syrontes kai chleuazontes, kai phaulizontes autou ton thanaton. ᾿Alla gar hymeis hois ho logos prosphōnei, touton auton hagiasate doxazontes, epei kai pan gony kampsei autǭ epouraniōn kai epigeiōn, kai katachthoniōn, kai pasa glōssa exomologēsetai, hoti Kyrios Iēsous Christos eis doxan Theou Patros, hotan elthę̄ en tę̄ doxą tou Patros autou meta tōn angelōn autou, kai kathisę̄ epi thronou doxēs autou krinōn zōntas kai nekrous; tote gar pantes proskynēsousin autǭ heneken Kyriou tou Patros autou, hoti pistos estin ho ῾Agios Israēl ho eklexamenos auton. ᾿Anti de tou, Kai exelexamēn se, ho Symmachos, Exelexato se, ; eirēke. Tauta men oun tois ethnesi paradedotai; ta de epilegomena eis autou prosōpon tou Sōtēros thespizetai; hǭ kai phēsi to Pneuma to prophētikon ek prosōpou tou Patros; Kairǭ dektǭ epēkousa sou, kai en hēmerą sōtērias eboēthēsa soi. Sphodra de thaumastōs eirētai to, Kairǭ dektǭ epēkousa sou; ; houtos de ēn ho tēs anastaseōs autou chronos. Kata men gar ton kairon tou pathous aneboēsen ho Sōtēr eipōn; Ēlei, Ēlei; lima sabachthanei;, toutesti, Thee mou, Thee mou, hina ti me enkatelipes? Alla kai proseuchetai legōn; Pater, ei dynaton, parelthetō ap᾿ emou to potērion touto; ; eith᾿ hōs ananeuonta ton Patera heōra, epēgage ; Pater, ei mē dynaton parelthein auto, genēthētō to thelēma sou. Tautēn oun tēn euchēn eis kairon dechomenos ho Patēr, meta to pathos kai meta tēn eis ądou; kathodon, kairon tēs anastaseōs autou deiknys phēsi pros auton; Kairǭ dektǭ epēkousa sou, kai ta hexēs. Kai eplasa se, kai edōka se eis diathēkēn ethnōn, tou katastēsai tēn gēn, kai klēronomēsai klēronomias erēmous. Toiautai de ēsan hai tōn atheōn kai polytheōn psychai, erēmoi Theou kai alēthōs ēphanismenai,» kata tous loipous. Legonta tois en desmois, Exelthete, kai tois en tǭ skotei, anakalyphthēnai. Hēmen gar pote tekna orgēs, kai hēmen pote skotos; nyn de phōs en Kyriǭ. Euangelizetai tous tōn proterōn desmōn, kai tou proterou skotous ēleutherōmenous, legōn; «En pasais tais hodois boskēthēsontai, kai en pasais tais tribois hē nomē autōn. Hodoi de kai triboi, has diōdeusan hoi palai tou Theou andres, hai theopneustoi eisi Graphai, en hais boskomenoi hoi tēs epangelias tychontes, tēs entheou kai logikēs trophēs apolauousin, agathēn nomēn tautēn heuramenoi, kai ta hexēs. Ou peinasousin, oude dipsēsousin, oude pataxei autous ho kausōn, oud᾽ ho hēlios.
For he himself, he says, who long ago rescued Israel from the hand of the Egyptians, he himself addresses these words to you too, the nations, and gives command, saying, “Sanctify him who despises his own life”; for as much as he humbled himself to death, even death on a cross, so much do you glorify him. “Him who is abhorred by the nations, by the servants of the rulers. Kings will see him, and rulers will rise up, and they will worship him for the Lord’s sake; for the Holy One of Israel is faithful, and I chose you.” “By the servants of the rulers”—I mean the servants of the wicked demons; for those still enslaved to them blaspheme the Christ of God. They abhor him, dragging him down and mocking and making light of his death. But you, to whom the word is addressed, sanctify this very one by glorifying him, since every knee will bow to him, of those in heaven and on earth and under the earth, and every tongue will confess that Jesus Christ is Lord, to the glory of God the Father, when he comes in the glory of his Father with his angels and sits on the throne of his glory, judging the living and the dead; for then all will worship him for the sake of the Lord his Father, because the Holy One of Israel who chose him is faithful. Instead of “And I chose you,” Symmachus has said, “He chose you.” These things, then, are delivered to the nations; but what follows is foretold in the person of the Savior himself, to whom the prophetic Spirit also says, in the person of the Father: “At an acceptable time I heard you, and on a day of salvation I helped you.” Very wonderfully is it said, “At an acceptable time I heard you”; and this was the time of his resurrection. For at the time of the passion the Savior cried out, saying, “Eli, Eli, lima sabachthani,” that is, “My God, my God, why have you forsaken me?” He also prays, saying, “Father, if it is possible, let this cup pass from me”; then, when he saw the Father as it were declining, he added, “Father, if it cannot pass, your will be done.” Receiving this prayer, then, for its proper time, the Father, after the passion and after the descent into Hades, shows the time of his resurrection and says to him, “At an acceptable time I heard you,” and so on. “And I formed you, and gave you as a covenant of nations, to establish the earth and to inherit desolate inheritances.” Such were the souls of the godless and polytheists, desolate of God and truly “made to vanish,” as the others render it. “Saying to those in bonds, Come out, and to those in darkness, Be uncovered.” For we too were once children of wrath, and we were once darkness, but now light in the Lord. He announces good news to those freed from their former bonds and their former darkness, saying, “They will feed in all the ways, and in all the paths will be their pasture.” And the ways and paths that the men of God of old traveled are the divinely inspired Scriptures; feeding on them, those who have obtained the promise enjoy divine and rational food, finding this a good pasture, and so on. “They will not hunger nor thirst, nor will the burning heat strike them, nor the sun;”
49.4PG 24:427–441
᾿Αλλ᾽ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καύσωνα δὲ καὶ ἥλιον τὸν φλογμὸν τοῦ θνητοῦ βίου ἀποκαλεῖ, καὶ τοῦ νομιζομένου ἐν ἀνθρώποις φωτὸς τὴν πρόσκαιρον ἀπόλαυσιν. Ἀλλ᾽ οὐδὲ, φησὶ, ταῦτα καθάψονται αὐτῶν. Πολλαὶ δὲ πηγαὶ Ἰσραὴλ, καὶ πηγαὶ Σωτηρίου· αἱ μὲν τῆς Παλαιᾶς Διαθήκης, αἱ δὲ τῆς Καινῆς. Καὶ θήσω δὲ, φησὶ, πᾶν ὄρος εἰς ὁδὸν, ἵνα μηδὲν αὐτοῖς ἄναντες ᾖ, μηδὲ δύσβατον, ἢ τραχύ. Ἀλλὰ καὶ πᾶσαν τρίβον πάλιν εἰς βόσκημα θήσειν αὐτοῖς ἐπαγγέλλεται, λέγων· Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἤδη καὶ πρότερον ἡμῖν εἴρηται, ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ· καθ᾽ ἕνα μὲν τρόπον, ταπεινὸν καὶ Ἰουδαϊκόν · καθ᾽ ἕτερον δὲ, πᾶν τὸ θεοσεβὲς πολίτευμα συγκρίματι ψυχῶν νοούμενον· κατὰ δὲ τὸν ἐπαναβεβηκότα τρόπον ἡ ἐν οὐρανοῖς ἀγγελικὴ πολιτεία, περὶ ἧς φησιν ὁ ᾿Απόστολος· Ἡ δὲ ἄνω Ἱερουσαλήμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλήμ ἐπουρανίῳ. Ὧν οὕτως ἐχόντων, ὁ παρὼν λόγος πρὸς τὸ θεοσεβὲς πολίτευμα, δ πάλαι μὲν παρὰ Ἰουδαίοις συνειστήκει, καθαιρεθέν δὲ καὶ ὥσπερ πτῶσιν πεπονθὸς παρ' αὐτοῖς μεταβέβληται ἐπὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τὰ προκείμενα θεσπίζει. Οὐκοῦν καὶ τὰ ὄρη ὡς λογικὰ χαίρειν καὶ ἀγαλλιᾶν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ προστάττεται. Εἶεν δ᾽ ἂν ὄρη ψυχαὶ, ἐπὶ γῆς μὲν ἔτι βιοῦσαι, σφόδρα δὲ εἰς ὕψος ἐπηρμέναι διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως· ἢ καὶ θεῖαι καὶ οὐράνιαι δυνάμεις, αἷς εὐφραίνεσθαι παρακελεύεται Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσιν, οὗτοι ἀπὸ Βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Τίνες δὲ ἦσαν οὗτοι ἀλλ᾽ ἢ οἱ προδηλωθέντες, δηλαδὴ οἱ ἀπὸ τῶν τεσσάρων κλιμάτων τοῦ παντὸς ἀνακεκλημένοι; Εὐφραίνεσθε, οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆς ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἡλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Οὔτε γὰρ δυνατὸν λήθην ποιήσασθαι τὸν Θεὸν τοῦ ἐν οὐρανοῖς πολιτεύματος · καὶ παραδείγματι κέχρηται φυσικῷ· Ὡς γὰρ ἀδύνατον μητέρα τοῦ ἰδίου τέκνου λαθεῖν, καὶ ὡς οὐ δυνατὸν μὴ ἐλεῆσαι τὴν γεννήσασαν τὰ τέκνα αὐτῆς τῆς κοιλίας· οὕτως κἀμὲ τὰς ἐν ἀνθρώποις λογικὰς ψυχὰς ὥσπερ τέκνα συστησάμενον, ἀδύνατόν ἐστιν ἐπιλαθέσθαι τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος. Διό φησιν· Εἶπε Σιὼν, Ἐγκατέλιπέ με Κύριος, καὶ ὅτι, Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος. Δι' ὧν ἄντικρυς παρίστησι τὴν ἀληθινὴν Σιὼν ἅπτωτον εἶναι καὶ ἀκαθαίρετον, ἀεὶ μένουσαν καὶ διὰ παντὸς συνεστῶσαν. Ὥστε εἴ τις ἐν θεωρίᾳ αὐτῆς γενέσθαι ποθεῖ, μὴ κάτω περιβλεπέσθω, μηδ' ἐπὶ τῆς Παλαιστίνων χώρας αὐτὴν ἀναζητείτω· ἀκουέτω δὲ τοῦ Θεοῦ λέγοντος αὐτῇ· Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τα τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός.
᾿All᾽ ho eleōn autous parakalesei, kai dia pēgōn hydatōn axei autous. Kausōna de kai hēlion ton phlogmon tou thnētou biou apokalei, kai tou nomizomenou en anthrōpois phōtos tēn proskairon apolausin. All᾽ oude, phēsi, tauta kathapsontai autōn. Pollai de pēgai Israēl, kai pēgai Sōtēriou; hai men tēs Palaias Diathēkēs, hai de tēs Kainēs. Kai thēsō de, phēsi, pan oros eis hodon, hina mēden autois anantes ę̄, mēde dysbaton, ē trachy. Alla kai pasan tribon palin eis boskēma thēsein autois epangelletai, legōn; Kai thēsō pan oros eis hodon, kai pasan tribon eis boskēma autois. Ēdē kai proteron hēmin eirētai, hōs kata tropous treis prosēkei noein tēn Siōn kai tēn Hierousalēm; kath᾽ hena men tropon, tapeinon kai Ioudaïkon ; kath᾽ heteron de, pan to theosebes politeuma synkrimati psychōn nooumenon; kata de ton epanabebēkota tropon hē en ouranois angelikē politeia, peri hēs phēsin ho ᾿Apostolos; Hē de anō Hierousalēm eleuthera estin, hētis esti mētēr hēmōn; kai, Proselēlythate Siōn orei, kai polei Theou zōntos Hierousalēm epouraniǭ. Hōn houtōs echontōn, ho parōn logos pros to theosebes politeuma, d palai men para Ioudaiois syneistēkei, kathairethen de kai hōsper ptōsin peponthos par' autois metabeblētai epi tēn ex ethnōn Ekklēsian, ta prokeimena thespizei. Oukoun kai ta orē hōs logika chairein kai agallian epi tę̄ tōn anthrōpōn sōtērią prostattetai. Eien d᾽ an orē psychai, epi gēs men eti biousai, sphodra de eis hypsos epērmenai dia tēs tōn aretōn katorthōseōs; ē kai theiai kai ouraniai dynameis, hais euphrainesthai parakeleuetai Idou houtoi porrhōthen hēxousin, houtoi apo Borrha kai thalassēs, alloi de ek gēs Persōn. Tines de ēsan houtoi all᾽ ē hoi prodēlōthentes, dēladē hoi apo tōn tessarōn klimatōn tou pantos anakeklēmenoi? Euphrainesthe, ouranoi, kai agalliasthō hē gēs rhēxatōsan ta orē euphrosynēn, hoti hēleēsen ho Theos ton laon autou, kai tous tapeinous tou laou autou parekalesen. Oute gar dynaton lēthēn poiēsasthai ton Theon tou en ouranois politeumatos ; kai paradeigmati kechrētai physikǭ; Hōs gar adynaton mētera tou idiou teknou lathein, kai hōs ou dynaton mē eleēsai tēn gennēsasan ta tekna autēs tēs koilias; houtōs kame tas en anthrōpois logikas psychas hōsper tekna systēsamenon, adynaton estin epilathesthai tou en anthrōpois theosebous politeumatos. Dio phēsin; Eipe Siōn, Enkatelipe me Kyrios, kai hoti, Kyrios epelatheto mou. Mē epilēsetai gynē tou paidiou autēs, ē tou mē eleēsai ta ekgona tēs koilias autēs? Ei de kai tauta epilathoito gynē, all᾽ egō ouk epilēsomai sou, eipe Kyrios. Di' hōn antikrys paristēsi tēn alēthinēn Siōn haptōton einai kai akathaireton, aei menousan kai dia pantos synestōsan. Hōste ei tis en theōrią autēs genesthai pothei, mē katō periblepesthō, mēd' epi tēs Palaistinōn chōras autēn anazēteitō; akouetō de tou Theou legontos autę̄; Idou epi tōn cheirōn mou ezōgraphēsa sou ta teichē, kai enōpion mou ei dia pantos.
“but he who has mercy on them will comfort them, and lead them through springs of waters.” By burning heat and sun he means the scorching of mortal life and the temporary enjoyment of what among men is thought to be light. But not even these, he says, will touch them. Many are the springs of Israel, and the springs of the Savior: some of the Old Covenant, others of the New. “And I will make,” he says, “every mountain a road,” so that nothing will be uphill for them, nor hard to travel, nor rough. Moreover he promises to make every path into pasture for them, saying, “And I will make every mountain a road, and every path a pasture for them.” We have already said before that Zion and Jerusalem should be understood in three ways: in one way, low and Jewish; in another, as the whole godly commonwealth, understood as a gathering of souls; and in the higher way, as the angelic commonwealth in heaven, concerning which the apostle says, “But the Jerusalem above is free, which is our mother”; and, “You have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem.” This being so, the present word foretells these things to the godly commonwealth, which formerly was established among the Jews but, having been overthrown among them and having, as it were, suffered a fall, has been transferred to the church from the nations. Accordingly the mountains too, as rational, are commanded to rejoice and exult at the salvation of men. The mountains may be souls still living on earth but greatly lifted on high by achievement in the virtues; or else divine and heavenly powers, whom he urges to rejoice. “Behold, these will come from afar, these from the north and the sea, and others from the land of the Persians.” Who were these but those indicated before, namely those called from the four quarters of the universe? “Rejoice, heavens, and let the earth exult; let the mountains break forth into gladness, for God has had mercy on his people and has comforted the lowly of his people.” For it is not possible for God to forget the commonwealth in heaven; and he uses an example from nature: For just as it is impossible for a mother to forget her own child, and not possible for the woman who bore the children of her womb not to have pity on them, so it is impossible for me too, who have constituted the rational souls among men as children, to forget the godly commonwealth among men. Therefore he says: “Zion said, The Lord has forsaken me, and, The Lord has forgotten me. Will a woman forget her child, or not have pity on the offspring of her womb? But even if a woman should forget these, yet I will not forget you, said the Lord.” By these words he plainly shows that the true Zion cannot fall and cannot be overthrown, remaining always and standing for ever. So if anyone longs to come to the contemplation of her, let him not look about below, nor seek her in the land of the Palestinians; but let him hear God saying to her, “Behold, I have painted your walls on my hands, and you are before me continually.”
49.5PG 24:427–441
Χεῖρες γὰρ ὡς ἀληθῶς Θεοῦ τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, μᾶλλον δὲ διατυποῦσιν αὐτὴν καὶ διαζωγράφουσιν, ὥσπερ ἐν πίνακος γραφῇ, καὶ διαχαράττουσι τὴν θέσιν καὶ τοὺς τόπους τῆς κατὰ Θεοῦ πολιτείας ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς συνεστώσης. Ὁ δὴ καὶ αὐτὸς τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος, δηλαδὴ ὁ τοῦ Θεοῦ Λόγος, ἐδίδασκε, λέγων, Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς.» Καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ᾽ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ. Ὥσπερ γὰρ Ἰουδαῖοι τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, οὕτω πάλιν ἐξ αὐτῆς ἦσαν οἱ τῆς νέας οἰκοδομῆς ἐργάται· ἀπόστολοι δηλονότι τοῦ Σωτῆρος ἡμῶν, μαθηταί τε καὶ εὐαγγελισταὶ, δι' ὧν ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀνεγήγερται. Αρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας· ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ, καὶ περιθήσεις αὐτοὺς ὡς κόσμον νύμφῃ· ὅτι τὰ ἔρημά σου, καὶ τὰ κατεφθαρμένα καὶ πεπτωκότα, ὅτι νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.» Θαυμάσαι δὲ ἔστιν, ὅπως πρὸς τῇ διανοίᾳ καὶ κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐπληροῦτο τοῦ παντὸς Ἰουδαίων ἔθνους, μετὰ τὴν σύστασιν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἀποβλήτους γενομένους τῆς αἰσθητῆς πόλεως τῆς κατὰ Παλαιστίνην κειμένης, πρὸς τὸ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν. Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοἱ σου, οὓς ἀπολώλεκας· Στενός μοι ὁ τόπος· ποίησόν μοι τόπον, ἵνα κατοικήσω. Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους·; Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα· τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δὲ μοι ποῦ ἦσαν;» Τοῦ ἐκ περιτομῆς λαοῦ τὸ πολὺ πλῆθος τῆς Ἐκκλησίας καθ' ὅλης τῆς οἰκουμένης ἐξ ἁπάντων ἀντεισαχθήσεται ἐθνῶν. Ἦσαν γάρ ποτε ἐν ἀπωλείᾳ οἱ διὰ τῆς σωτηρίου χάρίτος τῇ πολιτείᾳ τοῦ Θεοῦ προσδραμόντες· οὓς ὁρῶσα ἡ Ἑκκλησία τοῦ Θεοῦ ἀποθαυμάσει λέγουσα, Τίς ἐγέννησέ μοι τούτους; τὸ ξένον τῆς τῶν ἐθνῶν κλήσεως ἐκπληττομένη· ὁμολογήσει τε τὴν ἐπισυμβᾶσαν αὐτῇ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀτεκνίαν. Οὕτως λέγει Κύριος Κύριος· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ᾽ ὤμων ἀροῦσι·, διδάσκων, ὅτι υἱοὺς αὐτῆς καὶ θυγατέρας, περὶ ὧν εἶπεν, ὅτι Οὗτοι δὲ μοι ποῦ ἦσαν; ἐκ τῆς ἐκλογῆς τῶν ἐθνῶν πρὸς αὐτὴν συνάξει. Τίνες δὲ τοῦτο πράξωσιν, ἢ πάντως που οἱ τοὺς εἰσαγομένους εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ χειραγωγοῦντες διὰ τὴν φρενῶν νηπιότητα; Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν, τροφοί σου. Ὅπερ καὶ αὐτὸ κατὰ λέξιν πληρούμενον αὐτοῖς ἴδομεν ὀφθαλμοῖς, τῶν κρατούντων τῆς ἀνωτάτω ἀρχῆς τιθηνῶν τρόπον διαβασταζόντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν· αἱ δὲ τούτων ἄρχουσαι, δηλαδή αἱ καθ᾿ ἕκαστον ἔθνος, καὶ καθ᾽ ἑκάστην ἐπαρχίαν ἀρχαὶ καὶ ἐξουσίαι, τῇ ἀνωτάτω βασιλείᾳ διακονούμεναι τροφῶν δίκην ἐξυπηρετούμεναι τοῖς ἐνδεέσι τῆς Ἐκκλησίας, νεύματι βασιλικῷ, τὰ σιτηρέσια χορηγοῦσαι αὐτοῖς·
Cheires gar hōs alēthōs Theou tēn toiautēn oikodomousi polin, mallon de diatypousin autēn kai diazōgraphousin, hōsper en pinakos graphę̄, kai diacharattousi tēn thesin kai tous topous tēs kata Theou politeias en tais tōn anthrōpōn psychais synestōsēs. Ho dē kai autos tēs heautou poleōs oikodomos, dēladē ho tou Theou Logos, edidaske, legōn, Epi tēn petran oikodomēsō mou tēn Ekklēsian, kai pylai ądou ou katischysousin autēs.» Kai tachy oikodomēthēsę̄ hyph᾽ hōn kathę̄rethēs, kai hoi erēmōsantes se exeleusontai ek sou. Hōsper gar Ioudaioi tēs kathaireseōs autēs gegonasin aitioi, houtō palin ex autēs ēsan hoi tēs neas oikodomēs ergatai; apostoloi dēlonoti tou Sōtēros hēmōn, mathētai te kai euangelistai, di' hōn hē Ekklēsia tou Theou anegēgertai. Aron kyklǭ tous ophthalmous sou, kai ide pantas; idou synēchthēsan kai ēlthosan pros se. Zō egō, legei Kyrios, hoti pantas autous hōs kosmon endysę̄, kai perithēseis autous hōs kosmon nymphę̄; hoti ta erēma sou, kai ta katephtharmena kai peptōkota, hoti nyn stenochōrēsei apo tōn katoikountōn, kai makrynthēsontai apo sou hoi katapinontes se.» Thaumasai de estin, hopōs pros tę̄ dianoią kai kata tēn historian ho logos eplērouto tou pantos Ioudaiōn ethnous, meta tēn systasin tēs ex ethnōn Ekklēsias apoblētous genomenous tēs aisthētēs poleōs tēs kata Palaistinēn keimenēs, pros to kai tou theosebous politeumatos ekpesein. Erousi gar eis ta ōta sou hoi huioi sou, hous apolōlekas; Stenos moi ho topos; poiēson moi topon, hina katoikēsō. Kai ereis en tę̄ kardią sou; Tis egennēse moi toutous;? Egō de ateknos kai chēra; toutous de tis exethrepse moi? egō de kateleiphthēn monē, houtoi de moi pou ēsan?» Tou ek peritomēs laou to poly plēthos tēs Ekklēsias kath' holēs tēs oikoumenēs ex hapantōn anteisachthēsetai ethnōn. Ēsan gar pote en apōleią hoi dia tēs sōtēriou charitos tę̄ politeią tou Theou prosdramontes; hous horōsa hē Hekklēsia tou Theou apothaumasei legousa, Tis egennēse moi toutous? to xenon tēs tōn ethnōn klēseōs ekplēttomenē; homologēsei te tēn episymbasan autę̄ ek tou Ioudaiōn ethnous ateknian. Houtōs legei Kyrios Kyrios; Idou airō eis ta ethnē tēn cheira mou, kai eis tas nēsous arō syssēmon mou, kai axousi tous huious sou en kolpǭ, tas de thygateras sou ep᾽ ōmōn arousi;, didaskōn, hoti huious autēs kai thygateras, peri hōn eipen, hoti Houtoi de moi pou ēsan? ek tēs eklogēs tōn ethnōn pros autēn synaxei. Tines de touto praxōsin, ē pantōs pou hoi tous eisagomenous eis tēn Ekklēsian tou Theou cheiragōgountes dia tēn phrenōn nēpiotēta? Kai esontai basileis tithēnoi sou, hai de archousai autōn, trophoi sou. Hoper kai auto kata lexin plēroumenon autois idomen ophthalmois, tōn kratountōn tēs anōtatō archēs tithēnōn tropon diabastazontōn tēn tou Theou Ekklēsian; hai de toutōn archousai, dēladē hai kath᾿ hekaston ethnos, kai kath᾽ hekastēn eparchian archai kai exousiai, tę̄ anōtatō basileią diakonoumenai trophōn dikēn exypēretoumenai tois endeesi tēs Ekklēsias, neumati basilikǭ, ta sitēresia chorēgousai autois;
For truly the hands of God build such a city—or rather they shape it and paint it, as in a picture on a panel, and engrave the site and places of the commonwealth according to God, which is established in the souls of men. This the builder of his own city himself—that is, the Word of God—taught, saying, “Upon the rock I will build my church, and the gates of Hades will not prevail against it.” “And you will quickly be built by those by whom you were torn down, and those who made you desolate will go out from you.” For just as the Jews became the cause of her destruction, so again from among them came the workers of the new building—namely the apostles of our Savior, and his disciples and evangelists, through whom the church of God has been raised up. “Lift up your eyes round about and see them all; behold, they have gathered and come to you. As I live, says the Lord, you will put them all on as an ornament, and put them around you like a bride’s ornament; for your desolate places, and those that were ruined and fallen—for now it will be too narrow because of those who live there, and those who swallow you up will be removed far from you.” It is wonderful how, in addition to the sense, the word was fulfilled in the history as well, the whole nation of the Jews, after the establishment of the church from the nations, having been cast out of the perceptible city that lies in Palestine, so that they fell out of the godly commonwealth as well. “For your sons, whom you had lost, will say in your ears, The place is too narrow for me; make room for me, that I may dwell. And you will say in your heart, Who has begotten these for me? I am childless and a widow; and who has reared these for me? I was left alone; and where were these for me?” In place of the people of the circumcision, the great multitude of the church throughout the whole inhabited world will be brought in from all the nations. For those who ran to the commonwealth of God through saving grace were once in perdition; seeing them, the church of God will marvel, saying, “Who has begotten these for me?”—amazed at the strangeness of the calling of the nations; and she will acknowledge the childlessness that befell her from the nation of the Jews. “Thus says the Lord, the Lord: Behold, I lift up my hand to the nations, and to the islands I will raise my signal; and they will bring your sons in their bosom, and carry your daughters on their shoulders”—teaching that the sons and daughters of whom she said, “And where were these for me?” he will gather to her from the election of the nations. And who will do this, if not surely those who lead by the hand those brought into the church of God, because of the infancy of their understanding? “And kings will be your foster fathers, and their princesses your nurses.” This too we have seen fulfilled to the letter with our own eyes, those who hold the highest rule carrying the church of God like foster fathers; and their princesses—that is, the governments and authorities in each nation and each province, ministering to the supreme kingship—serving the needy of the church like nurses, and by the emperor’s command supplying them with allowances of grain;
49.6PG 24:427–441
διὸ τροφοὶ αὐτῆς ὠνομάσθησαν, ἢ κατὰ τὸν Σύμμαχον, γαλοῦχοι, φήσαντα, Καὶ ἄρχουσαι αὐτῶν γαλουχήσουσι. Τις δὲ ὀφθαλμοῖς ὁρῶν τὰς εἰρημένας ἀρχὰς ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ γόνυ καμπτούσας, καὶ τὸ μέτωπον ἐρειδούσας ἐπὶ τοῦ ἐδάφους, οὐχ ὁμολογήσειε πρὸς λέξιν καὶ πρὸς ἱστορίαν τέλος εἰληφέναι ταύτην τὴν προφητείαν, διαρρήδην φήσασαν, Ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι. Καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές σε; Καλὸν γὰρ τὸ μὴ ὀλιγωρεῖν μηδὲ ἀπογινώσκειν τὴν ἐλπίδα τῶν ἐπηγγελμένων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως. Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται ; γίγαντα σημαίνων τὸν διάβολον καὶ τὴν ἀντικειμένην δύναμιν. Μήτι οὖν τῷ τυχόντι, φησὶ, δυνατόν ἐστι γίγαντι παρατάξασθαι, καὶ σκυλεῦσαι τὸν οὕτως ἰσχυρόν; Εἰ δὲ καὶ ἐπιχειρήσειέ τις τὸν τοιοῦτον αἰχμαλωτεῦσαι, δικαίως δὲ ποιῶν, ἆρα ἀθωωθήσεται; Οὐχὶ κρατηθεὶς ὑπὸ τοῦ γίγαντος, ὡς ὑπ᾿ ἰσχυροτέρου, κινδυνεύσει περὶ τῆς αὐτοῦ σωτηρίας; ᾿Αντὶ δὲ τοῦ, ἀδίκως, ἡ Ἑβραϊκὴ λέξις, δικαίως, περιέχει. Ὁ γὰρ αἰχμαλωτεύων γίγαντα, δικαίως τοῦτο ποιήσειε, καὶ ὁ σκυλεύων αὐτὸν, ὁμοίως. Ὅτι οὕτω λέγει Κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα, λαμβάνων δὲ παρ᾿ ἰσχύοντος, σωθήσεται. Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι· σαφῶς διδάξας ἡμᾶς, εἶναι τοῦτο μόνον δυνατὸν, ἀφελέσθαι τοῦ δηλωθέντος τὰ σκῦλα· τοὺς υἱοὺς αὐτοῦ εἶναι λέγων· διὸ ἐπιφέρει· Τοὺς υἱοὺς μου ῥύσομαι· · ὧν ῥυσθέντων, οἱ ἀφῃρημένοι αὐτοῖς ἐξ ἐπηρείας, αὐτοὶ τὰς ἑαυτῶν σάρκας φάγονται· οὐκέτι γὰρ ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι, τὰς ἑαυτῶν φάγονται· οὐδ᾽ ἐκπίνειν ἔτι τὸ αἷμα τῶν ἀνθρωπίνων ψυχῶν δυνάμενοι, τὸ ἑαυτῶν αἷμα πίονται, ὡς καὶ μεθυσθῆναι αὐτοὺς ἐξ αὐτοῦ. Καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται. Δύναται ταῦτα ἐπὶ τοὺς κατὰ καιρὸν διώκωντας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν ἀναφέρεσθαι, του λόγου τὸ τέλος αὐτῶν καὶ τὴν καταστροφὴν διαγραφοντος, καὶ ὡς τὰς ἑαυτῶν σάρκας φάγονται, καὶ τὸ αἷμα αὐτῶν πίονται. Καὶ αἰσθανθήσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ. Ἀσώματον τὸ Θεῖον, ἄϋλον, ἀναφὲς καὶ ἁπλοῦν· καὶ οὐκ ἄν· τις ἐπ' αὐτῷ, τὰ εἰκότα δρῶν, φαντασίαν τινὰ λάβοι σωματικήν. Πλὴν τὸ Γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὰ περὶ αὐτοῦ διαλέγεται. Οὐ γὰρ ἦν ἐτέρως δυνηθῆναι νοεῖν τοὺς ἐν αὐτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ᾽ ἡμᾶς· ἵν᾿ ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων κἂν οὗτωσὶ ἐκ μέρους νοεῖν ἰσχύσωμεν τὰ περὶ τῆς θείας οὐσίας.
dio trophoi autēs ōnomasthēsan, ē kata ton Symmachon, galouchoi, phēsanta, Kai archousai autōn galouchēsousi. Tis de ophthalmois horōn tas eirēmenas archas en tę̄ Ekklēsią tou Theou gony kamptousas, kai to metōpon ereidousas epi tou edaphous, ouch homologēseie pros lexin kai pros historian telos eilēphenai tautēn tēn prophēteian, diarrēdēn phēsasan, Epi prosōpon tēs gēs proskynēsousi soi, kai ton choun tōn podōn sou leixousi. Kai gnōsę̄, hoti egō Kyrios, kai ouk aischynthēsontai hoi hypomenontes se? Kalon gar to mē oligōrein mēde apoginōskein tēn elpida tōn epēngelmenōn pro tēs tōn pragmatōn ekbaseōs. Mē lēpsetai tis para gigantos skyla? kai ean aichmalōteusę̄ tis adikōs, sōthēsetai ? giganta sēmainōn ton diabolon kai tēn antikeimenēn dynamin. Mēti oun tǭ tychonti, phēsi, dynaton esti giganti parataxasthai, kai skyleusai ton houtōs ischyron? Ei de kai epicheirēseie tis ton toiouton aichmalōteusai, dikaiōs de poiōn, ara athōōthēsetai? Ouchi kratētheis hypo tou gigantos, hōs hyp᾿ ischyroterou, kindyneusei peri tēs autou sōtērias? ᾿Anti de tou, adikōs, hē Hebraïkē lexis, dikaiōs, periechei. Ho gar aichmalōteuōn giganta, dikaiōs touto poiēseie, kai ho skyleuōn auton, homoiōs. Hoti houtō legei Kyrios; Ean tis aichmalōteusę̄ giganta, lēpsetai skyla, lambanōn de par᾿ ischyontos, sōthēsetai. Egō de tēn krisin sou krinō, kai egō tous huious mou rhysomai; saphōs didaxas hēmas, einai touto monon dynaton, aphelesthai tou dēlōthentos ta skyla; tous huious autou einai legōn; dio epipherei; Tous huious mou rhysomai; ; hōn rhysthentōn, hoi aphę̄rēmenoi autois ex epēreias, autoi tas heautōn sarkas phagontai; ouketi gar heterōn sarkas esthiein dynamenoi, tas heautōn phagontai; oud᾽ ekpinein eti to haima tōn anthrōpinōn psychōn dynamenoi, to heautōn haima piontai, hōs kai methysthēnai autous ex autou. Kai phagontai hoi thlipsantes se tas sarkas autōn, kai piontai hōs oinon neon to haima autōn, kai methysthēsontai. Dynatai tauta epi tous kata kairon diōkōntas tēn tou Theou Ekklēsian anapheresthai, tou logou to telos autōn kai tēn katastrophēn diagraphontos, kai hōs tas heautōn sarkas phagontai, kai to haima autōn piontai. Kai aisthanthēsetai pasa sarx, hoti egō Kyrios ho rhysamenos se, kai antilambanomenos ischyos Iakōb. Asōmaton to Theion, aÿlon, anaphes kai haploun; kai ouk an; tis ep' autǭ, ta eikota drōn, phantasian tina laboi sōmatikēn. Plēn to Gramma to hieron anthrōpinōs hēmin ta peri autou dialegetai. Ou gar ēn eterōs dynēthēnai noein tous en autois kai pachesin ontas sōmasin, ei mē kathaper en taxei paradeigmatōn parekomisthē ta kath᾽ hēmas; hin᾿ ek tōn en aisthēsei kai horatōn pragmatōn kan houtōsi ek merous noein ischysōmen ta peri tēs theias ousias.
that is why they were called her nurses—or, as Symmachus has it, “wet-nurses,” for he said, “And their princesses will suckle.” And who, seeing with his own eyes the authorities just mentioned bending the knee in the church of God and pressing their foreheads to the ground, would not acknowledge that this prophecy has reached its fulfillment to the letter and in history, since it plainly said, “They will bow down to you with their face to the earth, and lick the dust of your feet. And you will know that I am the Lord, and those who wait for you will not be ashamed”? For it is good not to grow careless nor to give up hope of what has been promised before events come to pass. “Will anyone take spoils from a giant? And if one takes captive unjustly, will he be saved?”—signifying by the giant the devil and the opposing power. Is it possible, he says, for just anyone to draw up in battle against a giant and to strip one so strong? And if anyone should attempt to take such a one captive, even if he does it justly, will he go unpunished? Will he not, overpowered by the giant as by one stronger, be in danger of his own safety? Instead of “unjustly,” the Hebrew word has “justly.” For he who takes a giant captive would do so justly, and likewise he who strips him. “For thus says the Lord: If anyone takes a giant captive, he will take spoils, and taking them from one who is strong, he will be saved. And I will judge your cause, and I will rescue my sons”—clearly teaching us that this alone is possible: to take the spoils from the one indicated; and he says that they are his own sons; therefore he adds, “I will rescue my sons.” When they have been rescued, those who robbed them out of spite will eat their own flesh; for no longer able to eat the flesh of others, they will eat their own; nor any longer able to drink up the blood of human souls, they will drink their own blood, so as even to be drunk with it. “And those who afflicted you will eat their own flesh, and drink their own blood like new wine, and will be drunk.” This may be referred to those who at various times persecuted the church of God, the word describing their end and overthrow, and how they will eat their own flesh and drink their own blood. “And all flesh will perceive that I am the Lord who rescued you, and who upholds the strength of Jacob.” The Divine is bodiless, immaterial, intangible, and simple; and no one who acts reasonably would form any bodily image of it. But the sacred writing speaks to us about him in human fashion. For those who are in bodies, and gross ones, could not otherwise understand, unless our own things were brought forward as examples, so that from things perceptible and visible we might be able, even in this way, to understand in part the things concerning the divine essence.
Chapter 50
50.1PG 24:441–443
Οὕτως λέγει Κύριος· Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑποχρέῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ὁ ὑπακούων; Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Μὴ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; Ἰδοὺ τῷ ἐλεγμῷ μου ἔξερημώσω τὴν θάλασσαν · καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδατα, καὶ ἀποθανοῦνται ἐν δίψει. Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ. Κύριος Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Ἔθηκέ μοι πρωί, προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπ' αἰσχύνης ἐμπτυσμάτων· καὶ Κύριος Κύριός μου βοηθός μοι ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾽ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν. Διὸ καὶ τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν παρέστησα πεπιστευμένος, ὡς οὐ φέρει μοι αἰσχύνην ἡ πρὸς τὸν Πατέρα ὑπακοή · καὶ πλησίον μου ἐστῶτα καὶ ὥσπερ ἀγωνοθετοῦντα τοῖς γινομένοις, καὶ τὴν ἐμὴν δικαιοῦντα ὑπομονὴν διὰ παντὸς ἑώρων. Εἰ δὲ τις ἔχοι τὰς κατ᾿ ἐμοῦ ὕβρεις, καὶ τὸν θάνατον αὐτὸν ἐνδίκως ἐπενηνέχθαι μοι φάναι διά τινα πλημμελήματα, δεικνύτω παρελθὼν εἰς μέσον, εἴ τις αἰτία ἢ πρόφασις ἐξ ἐμοῦ τῆς τοιαύτης κατ᾿ ἐμοῦ ὕβρεως γέγονεν· εἰς μέσον παρελθὼν στήτω καὶ ἐλεγχέτω. Οὐδενὸς δὲ ἔχοντος μέμψιν μετελθεῖν, μήτε τῇ διδασκαλίᾳ μήτε ταῖς πράξεσι ταῖς ὑπ᾿ ἐμοῦ πεπραγμέναις, εἰκότως ὁ Κύριος βοηθός μοι παρέσται. Ὅτι ἐγγίζει ὁ δικαιώσας με. Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα. Καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. Ἐπαμύνοντος γὰρ, φησὶ, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος, καὶ τὴν ἐμὴν ἱστάντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν, ὡς ἀντιτάξεσθαι τῇ ἀνικήτῳ βουλῇ, καὶ κακῶσαι δύνασθαι τὸν παρ᾿ αὐτοῦ βοηθούμενον; Οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς, οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπόσχοιντο ἂν τῶν κατ᾿ αὐτοῦ σκεμμάτων τε καὶ ἐγχειρημάτων, διὰ προφητῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν, Θεὸν ὄντα καὶ Κύριον, καὶ Υἱὸν ἀληθινὸν τοῦ Πατρός Ἰδοὺ Κύριος Κύριος βοηθήσει μοι· τίς κακώσει με; Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. Δι' ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ᾿ αὐτοῦ σωματικῆς λατρείας · πάνυ γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Σῆτα δὲ καὶ τὸν καταβιβρώσκοντα αὐτοὺς τὴν συνείδησιν ὧν τετολμήκασι δηλοῖ, δίκην σκώληκος κατεσθιούσης τὴν ψυχήν. Ὁρῶντες γὰρ τὴν τῶν ἐθνῶν πρὸς Θεὸν ἐπιστροφὴν, καὶ τὴν ἑαυτῶν ἀπόπτωσιν, ἣν ὑπέμειναν διὰ τὰς ἀσεβείας αὐτῶν, ὑπὸ τῆς συνειδήσεως τιτρώσκονται καὶ κατεσθίονται. Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ.
Houtōs legei Kyrios; Poion to biblion tou apostasiou tēs mētros hymōn, hǭ exapesteila autēn? ē tini hypochreǭ pepraka hymas? Idou tais hamartiais hymōn exapesteila tēn mētera hymōn. Ti hoti ēlthon, kai ouk ēn ho hypakouōn? Mē ouk ischyei hē cheir mou tou rhysasthai? Mē ouk ischyō tou exelesthai? Idou tǭ elegmǭ mou exerēmōsō tēn thalassan ; kai thēsō potamous erēmous, kai xēranthēsontai hoi ichthyes autōn apo tou mē einai hydata, kai apothanountai en dipsei. Endysō ton ouranon skotos, kai hōs sakkon thēsō to peribolaion autou. Kyrios Kyrios didōsi moi glōssan paideias, tou gnōnai hēnika dei eipein logon. Ethēke moi prōi, prosethēke moi ōtion akouein, kai hē paideia Kyriou Kyriou anoigei mou ta ōta. Egō de ouk apeithō, oude antilegō. Ton nōton mou edōka eis mastigas, tas de siagonas mou eis rhapismata; to de prosōpon mou ouk apestrepsa ap' aischynēs emptysmatōn; kai Kyrios Kyrios mou boēthos moi egenēthē; dia touto ouk enetrapēn, all᾽ ethēka to prosōpon mou hōs sterean petran. Dio kai to prosōpon mou hōs sterean petran parestēsa pepisteumenos, hōs ou pherei moi aischynēn hē pros ton Patera hypakoē ; kai plēsion mou estōta kai hōsper agōnothetounta tois ginomenois, kai tēn emēn dikaiounta hypomonēn dia pantos heōrōn. Ei de tis echoi tas kat᾿ emou hybreis, kai ton thanaton auton endikōs epenēnechthai moi phanai dia tina plēmmelēmata, deiknytō parelthōn eis meson, ei tis aitia ē prophasis ex emou tēs toiautēs kat᾿ emou hybreōs gegonen; eis meson parelthōn stētō kai elenchetō. Oudenos de echontos mempsin metelthein, mēte tę̄ didaskalią mēte tais praxesi tais hyp᾿ emou pepragmenais, eikotōs ho Kyrios boēthos moi parestai. Hoti engizei ho dikaiōsas me. Tis ho krinomenos moi? antistētō moi hama. Kai tis ho krinomenos moi? engisatō moi. Epamynontos gar, phēsi, tou Theou kai Patros, kai pasan hymōn epēreian aphanizontos, kai tēn emēn histantos doxan, tis estai tosoutos en hymin, hōs antitaxesthai tę̄ anikētǭ boulę̄, kai kakōsai dynasthai ton par᾿ autou boēthoumenon? Oukoun eiper tines ēsan nounecheis, hoi Grammateis te kai Pharisaioi, aposchointo an tōn kat᾿ autou skemmatōn te kai encheirēmatōn, dia prophētōn hagiōn proegnōkotes, hōs ouk an ischyseian adikēsai Christon, Theon onta kai Kyrion, kai Huion alēthinon tou Patros Idou Kyrios Kyrios boēthēsei moi; tis kakōsei me? Idou pantes hymeis hōs himation palaiōthēsesthe, kai sēs kataphagetai hymas. Di' hōn sēmainei tēn palaiōsin tēs kat᾿ autou sōmatikēs latreias ; pany gar to palaioumenon kai gēraskon engys aphanismou. Sēta de kai ton katabibrōskonta autous tēn syneidēsin hōn tetolmēkasi dēloi, dikēn skōlēkos katesthiousēs tēn psychēn. Horōntes gar tēn tōn ethnōn pros Theon epistrophēn, kai tēn heautōn apoptōsin, hēn hypemeinan dia tas asebeias autōn, hypo tēs syneidēseōs titrōskontai kai katesthiontai. Tis en hymin ho phoboumenos ton Kyrion? hypakousatō tēs phōnēs tou paidos autou. Hoi poreuomenoi en skotei, kai ouk estin autois phōs, pepoithate epi tǭ onomati Kyriou, kai antistērisasthe epi tǭ Theǭ.
“Thus says the Lord: What is the bill of divorce of your mother, with which I sent her away? Or to which creditor have I sold you? Behold, for your sins I sent your mother away. Why is it that I came, and there was no one who obeyed? Is my hand not strong to rescue? Am I not strong to deliver? Behold, by my rebuke I will make the sea desolate, and make rivers deserts, and their fish will dry up because there is no water, and will die of thirst. I will clothe the heaven with darkness, and make its covering like sackcloth. The Lord, the Lord gives me a tongue of instruction, to know when I must speak a word. He appointed it for me in the morning; he gave me an ear to hear, and the instruction of the Lord, the Lord opens my ears. And I do not disobey, nor do I speak against. I gave my back to scourges and my cheeks to blows; and I did not turn my face away from the shame of spitting; and the Lord, the Lord became my helper; therefore I was not put to shame, but I set my face like a solid rock.” Therefore I also presented my face like a solid rock, trusting that obedience to the Father brings me no shame; and I saw him at all times standing near me, as it were presiding over the contest in what was taking place, and vindicating my endurance. And if anyone can say that the insults against me, and death itself, were justly brought upon me because of some offenses, let him come forward into the open and show whether any cause or pretext for such insult against me came from me; let him come forward into the open, stand, and convict me. But since no one has any fault to charge, either in my teaching or in the deeds I have done, the Lord will fittingly be present as my helper. “For he who justified me draws near. Who is it that contends with me? Let him stand against me together. And who is it that contends with me? Let him draw near to me.” For since God the Father defends me, he says, and makes all your spite vanish, and establishes my glory, who among you will be so great as to oppose his invincible counsel and to be able to harm the one he helps? Accordingly, if the scribes and Pharisees had had any sense, they would have refrained from their schemes and attempts against him, having learned beforehand through the holy prophets that they would not be able to wrong Christ, who is God and Lord and true Son of the Father. “Behold, the Lord, the Lord will help me; who will harm me? Behold, all of you will grow old like a garment, and a moth will devour you.” By these words he signifies the growing old of their bodily worship; for what grows old and ages is very near to vanishing. And by the moth he shows the conscience of what they have dared, which devours them, eating the soul like a worm. For seeing the conversion of the nations to God, and their own falling away, which they suffered because of their impieties, they are wounded and devoured by their conscience. “Who among you fears the Lord? Let him obey the voice of his servant. You who walk in darkness and have no light, trust in the name of the Lord and lean upon God.”
50.2PG 24:441–443
Οὐ γὰρ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Ὅθεν ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι, ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας. Ἑαυτὸν δὲ παῖδα Θεοῦ λέγων, ἐφίησι νοεῖν, ὅτι, ἄνθρωπος γεγονώς, υἱός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρός · καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς οὐ νόμου παράβασις ἦν, ἀλλὰ βεβαίωσις νόμου, διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ Θεὸς καὶ τὰ αὐτοῦ θεσπίσματα. Ἰδοὺ πάντες ὑμεῖς πῦρ καιετε, και κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, καὶ ἐν λύπῃ κοιμηθήσεσθε. Μόνον ἥκετε, καὶ ὑπακούσατε, ἐπαγγελλομένῳ τε ὑμῖν σωτηρίαν πιστεύσατε. ᾿Αλλ' ὡς ὁρῶ, πάσης μὲν ἀγαθῆς ἐλπίδος ἑαυτοὺς ἀποκλείετε, τὸ δὲ αὐτῶν πῦρ σωρεύετε καὶ κατισχύετε τῇ ἑαυτῶν ἐπιμένοντες ἀπιστίᾳ καὶ ταῖς κατ᾿ ἐμοῦ βλασφημίαις, καὶ τὸ περιμένον ὑμᾶς τῆς αἰωνίου κολάσεως πῦρ μειζόνως ἐξάπτοντες· διὸ καὶ ἐν λύπῃ κοιμηθήσεσθε· · ἢ κατὰ τὸν Σύμμαχον, ἐν ὀδύνῃ κοιμηθήσεσθε.
Ou gar boulomai ton thanaton tou hamartōlou, hōs tēn metanoian autou. Hothen eti kai nyn hymas anakaloumai, en tǭ tēs agnoias skotǭ tynchanontas. Heauton de paida Theou legōn, ephiēsi noein, hoti, anthrōpos gegonōs, huios estin alēthinos tou Theou kai Patros ; kai to akousai tēs autou phōnēs ou nomou parabasis ēn, alla bebaiōsis nomou, dia typou kai skias proanagraphontos tēn alētheian, hētis estin ho Theos kai ta autou thespismata. Idou pantes hymeis pyr kaiete, kai katischyete phloga; poreuesthe tǭ phōti tou pyros hymōn, kai tę̄ phlogi hę̄ exekausate. Di' eme egeneto tauta hymin, kai en lypę̄ koimēthēsesthe. Monon hēkete, kai hypakousate, epangellomenǭ te hymin sōtērian pisteusate. ᾿All' hōs horō, pasēs men agathēs elpidos heautous apokleiete, to de autōn pyr sōreuete kai katischyete tę̄ heautōn epimenontes apistią kai tais kat᾿ emou blasphēmiais, kai to perimenon hymas tēs aiōniou kolaseōs pyr meizonōs exaptontes; dio kai en lypę̄ koimēthēsesthe; ; ē kata ton Symmachon, en odynę̄ koimēthēsesthe.
For I do not desire the death of the sinner so much as his repentance. Therefore even now I call you back, you who are in the darkness of ignorance. And in calling himself the servant of God, he lets us understand that, though he became man, he is the true Son of God the Father; and that to hear his voice was not a transgression of the law but a confirmation of the law, which through type and shadow described beforehand the truth, which is God and his oracles. “Behold, all of you kindle a fire and strengthen a flame; walk by the light of your fire and by the flame which you have kindled. Because of me these things have happened to you, and you will lie down in grief.” Only come and obey, and believe me when I promise you salvation. But, as I see, you shut yourselves out from every good hope, and heap up your own fire and strengthen it by persisting in your unbelief and in your blasphemies against me, kindling all the more the fire of eternal punishment that awaits you; that is why “you will lie down in grief,” or, as Symmachus has it, “you will lie down in pain.”
Chapter 51
51.1PG 24:443–451
᾿Ακούσατε, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐπειδὴ ἐκ πολλῆς ἄγαν ἀβελτηρίας οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ' ἡμᾶς, τουτέστι γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ᾿ αὐτῷ μυστήριον · ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς ἀναιδῶς· καθάπερ γὰρ ἔφην ἀρτίως, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν σεμνοπρεπεστάτην αὑτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ᾿ αὐτῷ βούλεσθαί τινας ἀποκομίζει, λέγων, Πεποίθατε ἐπὶ τῷ Κυρίῳ. · Ἐναργέστατα δὴ οὖν Κύριον ἑαυτὸν καὶ Θεὸν εἶναί φησιν, ἀποκομίζων, ὡς ἔφην, τοῦ χαμαιπετῶς περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν. ᾗ ὁ Ἰωσὴφ τὸ σπήλαιον ὥρυξεν ἐν τῷ καινῷ αὐτοῦ Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἔοικεν ὁ λόγος διὰ τούτων αἰνίττεσθαι αὐτὴν ἐκείνην τὴν τὸ σῶμα τοῦ Σωτῆρος ὑποδεξαμένην πέτραν, ἐν μνημείῳ. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν. Ὥσπερ οὖν ἐπὶ τὸν Ἀβραὰμ πεποίηκα, οὕτως μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς αὐτοὶ ἐλατομήσατε, ἔσται τις ἐλπὶς ἁπάσης ἀνθρώποις σωτηρίας, ὡς μὴ ἀπολειφθῆναι τῆς πρὸς τὸν. Ἀβραὰμ ἐπαγγελίας τὴν δοθησομένην ἅπασι τοῖς ἔθνεσιν ἐξ ἐμοῦ διὰ τῆς εἰρημένης πέτρας χάριν. Ἦν μὲν οὖν πέτρα καὶ τὸ σπήλαιον δ' ἐλατόμησεν ὁ Ἰωσὴφ εἰς μνημεῖον· ἀλλὰ καὶ τὸν Χριστὸν αὐτὸν οἶδεν ὁ θεῖος Ἀπόστολος πέτραν ὀνομάζειν, λέγων, Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἐπειδὴ χεῖρας ἐπιβαλόντες τὸ σῶμα τοῦ Χριστοῦ ἐλωβήσαντο κατὰ τὸ πάθος οἱ τὸν θάνατον αὐτοῦ τυρεύσαντες, εἰκότως πρὸς αὐτοὺς εἴρηται τὸ, Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Μήποτε βόθυνον λάκκου ἠνίξατο τὴν τρωθεῖσαν τοῦ σώματος αὐτοῦ πλευρὰν, ἐξ ἧς αἷμα καὶ ὕδωρ προῆλθεν. Καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς· καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον Κυρίου. Εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως. Ὡς ἐν παραθέσει δὲ τῆς πάλαι ἐχούσης τὸν ἄνδρα, νῦν ἡ ἐξ ἐθνῶν Ἐκκλησία πάλιν ἔρημος ὠνομάσθη· ὥσπερ οὖν καὶ αὐτὸς ὁ προφήτης θεσπίζει, λέγων· Εὐφράνθητι στείρα, ἡ οὐ τίκτουσα · ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τις δὲ ἦν ἡ τὸν ἄνδρα· ἔχουσα ἀλλ' ἢ ἡ τὸ βιβλίον τοῦ ἀποστασίου ποιησαμένη; Ακούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρὸς μὲ ἐνωτίσασθε. Ἔδει γὰρ καινῷ λαῷ καὶ ἐξ ἐθνῶν στησομένῳ, καὶ νόμον δοθῆναι καινόν. Ὁ γὰρ διὰ Μωσέως δοθεὶς ἀκατάλληλος ἦν τῇ τῶν ἐθνῶν πολιτείᾳ, πᾶσαν περιγράφων τὴν σωματικὴν θρησκείαν εἰς ἕνα τόπον τοῖς Ἱεροσολύμοις· διόπερ ἀναγκαίως αἰνιττόμενος τὴν Καινὴν Διαθήκην, καὶ τὸ εὐαγγελικὸν κήρυγμα φάσκει, "Ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν·, πάλιν ἐνταῦθα φῶς τοῖς ἔθνεσιν ὑπισχνούμενος, οὐ μὴν τῷ Ἰσραήλ.·
᾿Akousate, hoi diōkontes to dikaion, kai zētountes ton Kyrion. Epeidē ek pollēs agan abeltērias hoi tōn Ioudaiōn dēmoi ton monogenē tou Theou Logon horōntes en eidei tǭ kath' hēmas, toutesti genomenon anthrōpon, ou syniesan men to ep᾿ autǭ mystērion ; asynetountes de pleistachou palimphēmois elypoun phōnais anaidōs; kathaper gar ephēn artiōs, enargē kathistēsin autois tēn semnoprepestatēn hautou doxan te kai dynamin, kai tou mikra phronein ep᾿ autǭ boulesthai tinas apokomizei, legōn, Pepoithate epi tǭ Kyriǭ. ; Enargestata dē oun Kyrion heauton kai Theon einai phēsin, apokomizōn, hōs ephēn, tou chamaipetōs peri autou boulesthai phronein te kai legein. hę̄ ho Iōsēph to spēlaion hōryxen en tǭ kainǭ autou Emblepsate eis tēn sterean petran, hēn elatomēsate, kai eis ton bothynon tou lakkou, hon ōryxate. Eoiken ho logos dia toutōn ainittesthai autēn ekeinēn tēn to sōma tou Sōtēros hypodexamenēn petran, en mnēmeiǭ. Emblepsate eis Abraam ton patera hymōn, kai eis Sarrhan tēn ōdinousan hymas; hoti heis ēn, kai ekalesa auton, kai eulogēsa auton, kai ēgapēsa auton, kai eplēthyna auton. Hōsper oun epi ton Abraam pepoiēka, houtōs mē apoginōskete, hōs kai apo tēs petras tautēs, hēn hymeis autoi elatomēsate, estai tis elpis hapasēs anthrōpois sōtērias, hōs mē apoleiphthēnai tēs pros ton. Abraam epangelias tēn dothēsomenēn hapasi tois ethnesin ex emou dia tēs eirēmenēs petras charin. Ēn men oun petra kai to spēlaion d' elatomēsen ho Iōsēph eis mnēmeion; alla kai ton Christon auton oiden ho theios Apostolos petran onomazein, legōn, Hē de petra ēn ho Christos. Epeidē cheiras epibalontes to sōma tou Christou elōbēsanto kata to pathos hoi ton thanaton autou tyreusantes, eikotōs pros autous eirētai to, Emblepsate eis tēn sterean petran, hēn elatomēsate, kai eis ton bothynon tou lakkou, hon ōryxate. Mēpote bothynon lakkou ēnixato tēn trōtheisan tou sōmatos autou pleuran, ex hēs haima kai hydōr proēlthen. Kai se nyn parakalesō, Siōn, kai parekalesa panta ta erēma autēs; kai thēsō ta erēma autēs hōs paradeison, kai ta pros dysmas autēs hōs paradeison Kyriou. Euphrosynēn kai agalliama heurēsousin en autę̄, exomologēsin kai phōnēn aineseōs. Hōs en parathesei de tēs palai echousēs ton andra, nyn hē ex ethnōn Ekklēsia palin erēmos ōnomasthē; hōsper oun kai autos ho prophētēs thespizei, legōn; Euphranthēti steira, hē ou tiktousa ; rhēxon kai boēson, hē ouk ōdinousa; hoti polla ta tekna tēs erēmou, mallon ē tēs echousēs ton andra. Tis de ēn hē ton andra; echousa all' ē hē to biblion tou apostasiou poiēsamenē? Akousate mou, akousate mou, laos mou, kai hoi basileis, pros me enōtisasthe. Edei gar kainǭ laǭ kai ex ethnōn stēsomenǭ, kai nomon dothēnai kainon. Ho gar dia Mōseōs dotheis akatallēlos ēn tę̄ tōn ethnōn politeią, pasan perigraphōn tēn sōmatikēn thrēskeian eis hena topon tois Hierosolymois; dioper anankaiōs ainittomenos tēn Kainēn Diathēkēn, kai to euangelikon kērygma phaskei, "Hoti nomos par' emou exeleusetai, kai hē krisis mou eis phōs ethnōn;, palin entautha phōs tois ethnesin hypischnoumenos, ou mēn tǭ Israēl.;
“Hear, you who pursue what is right and seek the Lord.” Since, out of very great stupidity, the crowds of the Jews, seeing the only-begotten Word of God in a form like ours—that is, become man—did not understand the mystery concerning him, and, failing to understand, very often grieved him shamelessly with words of reproach—for, as I said just now, he makes plain to them his most majestic glory and power, and draws certain people away from wishing to think little of him, saying, “Trust in the Lord”—he therefore says most plainly that he himself is Lord and God, drawing them away, as I said, from wishing to think and speak of him in a low way. [in which Joseph dug out the cave in his new] “Look to the solid rock which you hewed, and to the hollow of the pit which you dug.” By these words the word seems to hint at that very rock which received the Savior’s body in the tomb. “Look to Abraham your father, and to Sarah who bore you in labor; for he was one, and I called him, and blessed him, and loved him, and multiplied him.” So, just as I did for Abraham, do not despair: from this rock too, which you yourselves hewed, there will be a hope of complete salvation for men, so that the grace to be given from me to all the nations through the rock just mentioned will not fall short of the promise to Abraham. The cave which Joseph hewed for a tomb was indeed a rock; but the divine apostle also knows how to name Christ himself a rock, saying, “And the rock was Christ.” Since those who contrived his death laid hands on Christ’s body and maltreated it in the passion, it is fittingly said to them, “Look to the solid rock which you hewed, and to the hollow of the pit which you dug.” Perhaps by the hollow of the pit he hinted at the pierced side of his body, from which blood and water came out. “And I will comfort you now, Zion, and I have comforted all her desolate places; and I will make her desolate places like a garden, and her western parts like the garden of the Lord. They will find gladness and exultation in her, thanksgiving and the voice of praise.” In comparison with her who of old had the husband, the church from the nations has now again been named desolate; as the prophet himself also foretells, saying, “Rejoice, barren one who does not bear; break forth and shout, you who are not in labor; for many are the children of the desolate, more than of her who has the husband.” And who was she who had the husband, if not the one who received the bill of divorce? “Hear me, hear me, my people, and you kings, give ear to me.” For a new people, which was to be established from the nations, also had to be given a new law. For the law given through Moses was unsuited to the way of life of the nations, since it confined all bodily worship to one place, Jerusalem; therefore, necessarily hinting at the New Covenant and the preaching of the gospel, he says, “For a law will go out from me, and my judgment as a light of nations”—here again promising light to the nations, not to Israel.
51.2PG 24:443–451
Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται. ὡς φῶς τὸ Σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσι. Δευτεροῖ τὸν λόγον εἰς βεβαίωσιν τῆς ἐπαγγελίας· δικαιοσύνης γὰρ πεπλήρωτο ἡ πᾶσι τοῖς ἔθνεσιν ἐξ ἴσου δωρουμένη χάρις· τοῦτο δὲ ἦν ὁ Χριστὸς τοῦ Θεοῦ, ὃν λαβὼν Συμεὼν ἐν ἀγκάλαις ἀναγέγραπται εἰρηκώς, «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου, καὶ τὰ ἑξῆς. ῎Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω· ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ κατοικοῦντες ὥσπερ ταῦτα ἀποθανοῦνται· τὸ δὲ Σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται· ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείψῃ· · τὴν θεότητα τοῦ Λόγου σημαινούσης τῆς προφητείας· ὡς γὰρ τὴν ἀνθρωπότητα ἐδήλου διὰ τοῦ Σωτηρίου, οὕτω καὶ τὴν θεότητα τοῦτον ἠνίξατο τὸν τρόπον. ᾿Ακούσατέ μου, οἱ εἰδότες κρίσιν, λαὸς, οὗ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν. Ἑώρα γὰρ, ὅτι οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ διωχθήσονται καὶ ὀνειδισθήσονται, καὶ φαυλισθήσονται ὑπὸ ἀνθρώπων, διωγμούς τε παντοίους καὶ πειρασμοὺς ὑπομενοῦσι. Διὸ περιφράττων αὐτοὺς ἐντεῦθεν ἤδη παραγγέλλει λέγων· «Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Χρὴ γὰρ ἀφορᾶν, φησὶ, ἐπὶ τὸ διαδεξόμενον αὐτοὺς τέλος. Ὡς γὰρ ἱμάτιον βρωθησεται ὑπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται· τὸ δὲ Σωτήριόν μου εἰς γενεὰς γενεῶν. Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου. Ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. Ἡ προσθήκη, Ἱερουσαλήμ, ὡς ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει, οὔτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται, ἀλλὰ πάντες οὕτως ἐξέδωκαν· Ἐξεγείρου, ἐξεγείρου, ἔνδυσαι κράτος, βραχίων Κυρίου. Κατὰ πάντας τοίνυν οὐ τῇ Ἱερουσαλήμ ὁ λόγος προσφωνεί, ἀλλὰ τῷ βραχίονι Κυρίου· ἀκόλουθον δ᾽ ἂν εἴη καὶ ἡμᾶς εἰς τὸν βραχίονα Κυρίου τὴν τοῦ Κυρίου προσφώνησιν ἀναφέρειν, περὶ οὗ ἀνωτέρω εἴρηται, Καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις; Ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου. Ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός» ὅτε καὶ, παντὸς φόβου ἐκτὸς γενόμενοι, οὐκέτι πολεμίους οὐδὲ ἐχθροὺς φοβήσονται. Ἐν γὰρ · τῇ ἐπουρανίῳ Σιὼν ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός. Ἐγώ εἰμι, ἐγώ εἰμι, ὁ παρακαλῶν σε. Γνῶθι τίς οὖσα, ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἱ ὡσεὶ χόρτος ἐξηράνθησαν. Αὐτὸς γάρ ἐστιν ὁ ἱλασμὸς ἡμῶν, καὶ ὁ παρακαλῶν τοὺς ταπεινούς. Σὺ μὲν γὰρ κατ' εἰκόνα γενομένη παρ᾿ ἐμοῦ, μεγίστης ἠξίωσαι τιμῆς, ὡς παρακαλεῖσθαι ὑπ᾿ ἐμοῦ· διό φημι, Ἐγώ εἰμι ὁ παρακαλῶν σε. Οὐκ οἶδα δὲ ὅπως ἐπιλαθομένη τῆς σαυτῆς ἀξίας, δειλίᾳ ὑπήχθης καὶ ἐφοβήθης.
Engizei tachy hē dikaiosynē mou, kai exeleusetai. hōs phōs to Sōtērion mou kai eis ton brachiona mou ethnē elpiousin; eme nēsoi hypomenousi, kai eis ton brachiona mou elpiousi. Deuteroi ton logon eis bebaiōsin tēs epangelias; dikaiosynēs gar peplērōto hē pasi tois ethnesin ex isou dōroumenē charis; touto de ēn ho Christos tou Theou, hon labōn Symeōn en ankalais anagegraptai eirēkōs, «Nyn apolyeis ton doulon sou, Despota, hoti eidon hoi ophthalmoi mou to Sōtērion sou, kai ta hexēs. ᾿Arate eis ton ouranon tous ophthalmous hymōn, kai emblepsate eis tēn gēn katō; hoti ho ouranos hōs kapnos estereōthē, hē de gē hōs himation palaiōthēsetai; hoi de katoikountes hōsper tauta apothanountai; to de Sōtērion mou eis ton aiōna estai; hē de dikaiosynē mou ou mē ekleipsę̄; ; tēn theotēta tou Logou sēmainousēs tēs prophēteias; hōs gar tēn anthrōpotēta edēlou dia tou Sōtēriou, houtō kai tēn theotēta touton ēnixato ton tropon. ᾿Akousate mou, hoi eidotes krisin, laos, hou nomos mou en tę̄ kardią hymōn. Heōra gar, hoti hoi thelontes eusebōs zę̄n en Christǭ diōchthēsontai kai oneidisthēsontai, kai phaulisthēsontai hypo anthrōpōn, diōgmous te pantoious kai peirasmous hypomenousi. Dio periphrattōn autous enteuthen ēdē parangellei legōn; «Mē phobeisthe oneidismon anthrōpōn, kai tǭ phaulismǭ autōn mē hēttasthe. Chrē gar aphoran, phēsi, epi to diadexomenon autous telos. Hōs gar himation brōthēsetai hypo chronou, kai hōs eria brōthēsetai hypo sētos; hē de dikaiosynē mou eis ton aiōna estai; to de Sōtērion mou eis geneas geneōn. Exegeirou, exegeirou, Hierousalēm, kai endysai tēn ischyn tou brachionos sou. Exegeirou hōs en archę̄ hēmeras, hōs genea aiōnos. Hē prosthēkē, Hierousalēm, hōs en tę̄ Hebraïkę̄ anagnōsei, oute en tois loipois hermēneutais pheretai, alla pantes houtōs exedōkan; Exegeirou, exegeirou, endysai kratos, brachiōn Kyriou. Kata pantas toinyn ou tę̄ Hierousalēm ho logos prosphōnei, alla tǭ brachioni Kyriou; akolouthon d᾽ an eiē kai hēmas eis ton brachiona Kyriou tēn tou Kyriou prosphōnēsin anapherein, peri hou anōterō eirētai, Kai epi ton brachiona mou ethnē elpiousin. Ou sy ei hē erēmousa thalassan, hydōr abyssou plēthos? hē theisa ta bathē tēs thalassēs hodon diabaseōs rhyomenois kai lelytrōmenois? Hypo gar Kyriou apostraphēsontai, kai hēxousin eis Siōn met᾿ euphrosynēs kai agalliamatos aiōniou. Epi kephalēs gar autōn ainesis, kai euphrosynē katalēpsetai autous; apedra odynē kai lypē, kai stenagmos» hote kai, pantos phobou ektos genomenoi, ouketi polemious oude echthrous phobēsontai. En gar ; tę̄ epouraniǭ Siōn apedra odynē kai lypē, kai stenagmos. Egō eimi, egō eimi, ho parakalōn se. Gnōthi tis ousa, ephobēthēs apo anthrōpou thnētou, kai apo huiou anthrōpou, hoi hōsei chortos exēranthēsan. Autos gar estin ho hilasmos hēmōn, kai ho parakalōn tous tapeinous. Sy men gar kat' eikona genomenē par᾿ emou, megistēs ēxiōsai timēs, hōs parakaleisthai hyp᾿ emou; dio phēmi, Egō eimi ho parakalōn se. Ouk oida de hopōs epilathomenē tēs sautēs axias, deilią hypēchthēs kai ephobēthēs.
“My righteousness draws near quickly, and my salvation will go out as a light, and in my arm the nations will hope; the islands will wait for me, and in my arm they will hope.” He repeats the word to confirm the promise; for the grace given equally to all the nations was full of righteousness; and this was the Christ of God, whom Symeon took in his arms and is recorded as saying of him, “Now you are letting your servant go, Master, for my eyes have seen your salvation,” and so on. “Lift up your eyes to the heaven and look at the earth below; for the heaven was made firm like smoke, and the earth will grow old like a garment, and its inhabitants will die like these; but my salvation will be for ever, and my righteousness will not fail”—the prophecy signifying the Godhead of the Word; for as it showed his humanity through “salvation,” so it hinted at his Godhead in this way. “Hear me, you who know judgment, the people in whose heart is my law.” For he saw that those who wish to live godly lives in Christ will be persecuted and reproached and despised by men, and will endure persecutions and temptations of every kind. Therefore, fortifying them already from this point, he commands, saying, “Do not fear the reproach of men, and do not be overcome by their contempt.” For one must look, he says, to the end that awaits them. “For like a garment they will be eaten by time, and like wool they will be eaten by a moth; but my righteousness will be for ever, and my salvation to generations of generations. Awake, awake, Jerusalem, and put on the strength of your arm. Awake as at the beginning of the day, as an everlasting generation.” The addition “Jerusalem” is found neither in the Hebrew reading nor in the other translators; all have rendered it thus: “Awake, awake, put on strength, arm of the Lord.” According to all of them, then, the word addresses not Jerusalem but the arm of the Lord; and it would follow that we too refer the Lord’s address to the arm of the Lord, of which it was said above, “And in my arm the nations will hope.” “Are you not she who made the sea desolate, the water of the abyss in its abundance; who made the depths of the sea a way of crossing for those rescued and redeemed? For by the Lord they will be turned back and will come to Zion with gladness and everlasting exultation. For on their head will be praise, and gladness will overtake them; pain and grief and groaning have fled away”—when, having come to be beyond all fear, they will no longer fear foes or enemies. For in the heavenly Zion pain and grief and groaning have fled away. “I am, I am he who comforts you. Know who you are, that you were afraid of a mortal man, and of a son of man, who have withered like grass.” For he is our propitiation, and the one who comforts the lowly. For you, made by me after my image, have been counted worthy of the greatest honor, so as to be comforted by me; therefore I say, “I am he who comforts you.” But I do not know how, forgetting your own dignity, you were led away by cowardice and became afraid.
51.3PG 24:443–451
Λέγει δὲ ταῦτα ὡς πρὸς τοὺς δειλοτέρους καὶ ἀσθενεστέρους τῆς Ἐκκλησίας· οἱ γὰρ τελειωθέντες, καὶ τοῖς ἐν μαρτυρίῳ στεφάνοις κατακοσμηθέντες, ἔτυχον τῆς παρ᾿ αὐτοῦ δόξης. Δέον γὰρ ἄφοβόν σε καὶ ἀτάραχον διαμένειν, ὡς ἂν ἐμὸν ὄντα λαὸν, εἰς τὸ τέλος ἀφορῶντα τῆς φθαρτῆς τῶν ἀνθρώπων φύσεως, καὶ τοῦ μέλλοντος ὀλέθρου διαδέξασθαι τούτους αὐτοὺς, οὓς ἐφοβήθης· σὺ δὲ τούτους μὲν ἐφοβήθης, Ἐπελάθου δὲ Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν· καὶ ἐφοβοῦ ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε. Διὸ καὶ τοὺς κατὰ τῆς Ἐκκλησίας τῆς ἐμῆς διωγμοὺς εἰς δοκιμὴν τῶν ἐμῶν ἀθλητῶν ἀφίημι καὶ συγχωρῶ γίνεσθαι. Ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; Ἐν γὰρ τῷ σώζεσθαί σε, οὐ στήσεται, οὐδὲ χρονιεῖ· ὅτι ἐγὼ ὁ Θεός σου, ὁ ταράσσων τὴν θάλασσαν, καὶ ἡχῶν τὰ κύματα αὐτῆς, Κύριος Σαβαώθ ὄνομά μοι. Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν. Ὡς ἂν μὴ τι πάθοις τῶν ἐναντίων ὑπὸ τῶν πολεμούντων, ἵνα δὲ ἔτι μᾶλλον θαρσαλέα γένῃ καὶ ἀτρεμὴς, καὶ ἄπτωτος, μάνθανε, ὡς ἐν τῇ ἐμῇ χειρὶ, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν, καὶ τὸν σύμπαντα κόσμον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγον, ἐν ταύτῃ σκεπάσειν σε ἐπαγγέλλομαι. Τί οὖν χρὴ ἀγωνιᾷν ἢ φοβεῖσθαι φόβον ἀνθρώπινον, δέον ὑποτρέχειν τὴν ἐμὴν σκιὰν, μηδὲ ἀναχωρεῖν αὐτῆς, ἀλλὰ καὶ τοὺς λόγους μου πάντοτε φέρειν διὰ στόματος ; Καὶ ἐρεῖ Σιὼν, Λαός μου εἶ σύ. Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι, Ἱερουσαλήμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας! Ἔοικε σημαίνειν διὰ τούτων τὴν ἐσχάτην αὐτῆς πτῶσιν, ἣν πέπονθε μετὰ τὰ τολμηθέντα ἐν αὐτῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν· διὸ καὶ τῆς ὀργῆς τοῦ Θεοῦ ἐπειράθη. Χρηστὸς δὲ ὧν ὁ λόγος καὶ φιλἀνθρωπος, καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ, παραινεῖ αὐτοῖς σπεύδειν εἰς μετάνοιαν, ὑπογράφων ἀγαθὰς ἐλπίδας εἰ μετανοήσειεν. Οὐκοῦν Ἱερουσαλήμ ἐστιν ἡ πιοῦσα τὸ ποτήριον τῆς ὀργῆς. Καὶ ἔστιν ἑτέρα Ἱερουσαλήμ, περὶ ἧς τὰ μάλιστα θεσπίζει. Διόπερ οὐ χρὴ συγχεῖσθαι, οὐδὲ νομίζειν περὶ τῆς αὐτῆς λέγεσθαι, οὐδὲ ἐναντία. Ἡ μὲν γὰρ ἐστιν ἐν οὐρανῷ, ἧς καὶ βασιλεύειν λέγεται ὁ Θεὸς, ἧς οὔτ᾽ ὀργὴ οὔτε θυμὸς ἄπτεται· ἀπέδρα γὰρ ὀδύνη καὶ λύπη, καὶ στεναγμὸς ἐξ αὐτῆς· ἡ δὲ ἐστι συνεστῶσα ἐπὶ γῆς τοῦ Θεοῦ πόλις, δι' ἧς ἀπεδείκνυμεν σημαίνεσθαι τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα· ἑτέρα δὲ παρὰ ταύτας ἐστὶ ἡ τοῦ θυμοῦ τοῦ Θεοῦ πεπειραμένη διὰ τῆς τῶν οἰκητόρων παρανομίας. Καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες· καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας.
Legei de tauta hōs pros tous deiloterous kai asthenesterous tēs Ekklēsias; hoi gar teleiōthentes, kai tois en martyriǭ stephanois katakosmēthentes, etychon tēs par᾿ autou doxēs. Deon gar aphobon se kai atarachon diamenein, hōs an emon onta laon, eis to telos aphorōnta tēs phthartēs tōn anthrōpōn physeōs, kai tou mellontos olethrou diadexasthai toutous autous, hous ephobēthēs; sy de toutous men ephobēthēs, Epelathou de Theon ton poiēsanta se, ton poiēsanta ton ouranon kai themeliōsanta tēn gēn; kai ephobou aei pasas tas hēmeras to prosōpon tou thymou tou thlibontos se. Dio kai tous kata tēs Ekklēsias tēs emēs diōgmous eis dokimēn tōn emōn athlētōn aphiēmi kai synchōrō ginesthai. Hon tropon gar ebouleusato tou arai se, kai nyn pou ho thymos tou thlibontos se? En gar tǭ sōzesthai se, ou stēsetai, oude chroniei; hoti egō ho Theos sou, ho tarassōn tēn thalassan, kai hēchōn ta kymata autēs, Kyrios Sabaōth onoma moi. Thēsō tous logous mou eis to stoma sou, kai hypo tēn skian tēs cheiros mou skepasō se, en hę̄ estēsa ton ouranon kai ethemeliōsa tēn gēn. Hōs an mē ti pathois tōn enantiōn hypo tōn polemountōn, hina de eti mallon tharsalea genę̄ kai atremēs, kai aptōtos, manthane, hōs en tę̄ emę̄ cheiri, en hę̄ estēsa ton ouranon kai ethemeliōsa tēn gēn, kai ton sympanta kosmon ek tou mē ontos eis to einai parēgagon, en tautę̄ skepasein se epangellomai. Ti oun chrē agōniąn ē phobeisthai phobon anthrōpinon, deon hypotrechein tēn emēn skian, mēde anachōrein autēs, alla kai tous logous mou pantote pherein dia stomatos ? Kai erei Siōn, Laos mou ei sy. Exegeirou, exegeirou, anastēthi, Hierousalēm, hē piousa ek cheiros Kyriou to potērion tou thymou autou; to potērion gar tēs ptōseōs, to kondy tou thymou exepies kai exekenōsas! Eoike sēmainein dia toutōn tēn eschatēn autēs ptōsin, hēn peponthe meta ta tolmēthenta en autę̄ kata tou Sōtēros hēmōn; dio kai tēs orgēs tou Theou epeirathē. Chrēstos de hōn ho logos kai philanthrōpos, kai mē boulomenos ton thanaton tou hamartōlou, hōs tēn metanoian autou, parainei autois speudein eis metanoian, hypographōn agathas elpidas ei metanoēseien. Oukoun Hierousalēm estin hē piousa to potērion tēs orgēs. Kai estin hetera Hierousalēm, peri hēs ta malista thespizei. Dioper ou chrē syncheisthai, oude nomizein peri tēs autēs legesthai, oude enantia. Hē men gar estin en ouranǭ, hēs kai basileuein legetai ho Theos, hēs out᾽ orgē oute thymos aptetai; apedra gar odynē kai lypē, kai stenagmos ex autēs; hē de esti synestōsa epi gēs tou Theou polis, di' hēs apedeiknymen sēmainesthai to theosebes en anthrōpois politeuma; hetera de para tautas esti hē tou thymou tou Theou pepeiramenē dia tēs tōn oikētorōn paranomias. Kai ouk ēn ho parakalōn se apo pantōn tōn teknōn sou, hōn etekes; kai ouk ēn ho antilambanomenos tēs cheiros sou, oude apo pantōn tōn huiōn sou, hōn hypsōsas.
He says these things as to the more timid and weaker members of the church; for those who were perfected and adorned with the crowns of martyrdom obtained the glory that comes from him. For you ought to remain fearless and untroubled, as being my people, looking to the end of the perishable nature of men, and to the destruction that is going to overtake these very ones whom you feared; but you feared these, “and you forgot God who made you, who made the heaven and laid the foundations of the earth; and you were always afraid, all the days, of the face of the fury of him who afflicted you.” That is why I allow and permit the persecutions against my church to happen, for the testing of my athletes. “For in the way he planned to take you away—and now where is the fury of him who afflicted you? For in your being saved he will not stand, nor delay; for I am your God, who troubles the sea and makes its waves roar; the Lord of hosts is my name. I will put my words in your mouth, and under the shadow of my hand I will shelter you, with which I set up the heaven and laid the foundations of the earth.” So that you may suffer nothing adverse from those who make war on you, and so that you may become still more courageous, steady, and unshaken, learn that in my hand, with which I set up the heaven and laid the foundations of the earth and brought the whole world from non-being into being—in this I promise to shelter you. Why then must one be anxious or fear a human fear, when one ought to run under my shadow and not withdraw from it, but always carry my words in one’s mouth? “And Zion will say, You are my people. Awake, awake, arise, Jerusalem, you who drank from the hand of the Lord the cup of his fury; for you drank and drained the cup of falling, the bowl of fury!” By these words he seems to signify her final fall, which she suffered after what was dared in her against our Savior; that is why she experienced the wrath of God. But the word, being kind and loving to mankind, and not desiring the death of the sinner so much as his repentance, exhorts them to hasten to repentance, sketching good hopes if she should repent. So it is Jerusalem that drank the cup of wrath. And there is another Jerusalem, about which he prophesies most of all. Therefore one must not confuse them, nor think they are said of the same city, nor that they contradict each other. For one is in heaven, over which God is said to reign, which neither wrath nor fury touches; for pain and grief and groaning have fled from her; another is the city of God established on earth, by which we have shown that the godly commonwealth among men is signified; and another besides these is the one that experienced the fury of God through the lawlessness of its inhabitants. “And there was none to comfort you of all your children whom you bore; and there was none to take hold of your hand, not even of all your sons whom you raised.”
51.4PG 24:443–451
Διὸ ταῦτα ἀντικείμενά σοι· τίς συλλυπηθήσεταίσοι; Πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς παρακαλέσει σε ; Πίνει δέ τις τὸ ποτήριον θυμοῦ καὶ πτώσεως, καὶ πίνων ἐκστραγγίζει, ὅτε πάσας ὑφίσταται τὰς τιμωρίας καὶ τὰς κολάσεις τὰς ἐπαγομένας ὑπὲρ ὧν ἔπραξεν ἀτοπημάτων. Ὡς δὲ ἰατρῶν παῖδες τοῖς καχεκτοῦσι πικρὰς προσάγουσιν ἀντιδόσεις, ὑπὲρ τοῦ καθᾶραι τὴν ἐν τῷ σώματι προκειμένην κάκωσιν· οὕτω καὶ περὶ τοῦ Θεοῦ λέλεκται, Ποτήριον ἐν χειρὶ Κυρίου, οἶνου ἀκράτου, θάνατον τοῦ ἁμαρτωλοῦ, καὶ τὰ ἑξῆς. ᾿Αναλόγως γὰρ τοῖς ὑποκειμένοις τῇ ψυχῇ πάθεσιν ὁ τῶν ψυχῶν ἰατρὸς τὰς τιμωρίας αὐτῇ προσάγει, ὥσπερ τινὰς ἀντιδότους θεραπευτικὰς ἐπὶ καθάρσει τῆς προκειμένης κακίας. Οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ᾿ ἄκρου πάσης ἐξόδου, ὡς σεύτλιον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ. Κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀντὶ τοῦ, ὡς σεύτλιον ἡμίεφθον, ὡς ὄρυξ, εἴρηται, ἡμφιβληστρευμένος. "Ὄρνεον δὲ ἐστιν ὄρυξ, οὕτω καλούμενον, ᾧ παραβάλλει τοὺς υἱοὺς τῆς Ἱερουσαλήμ, ἀμφιβληστρῳ τοῦ διαβόλου περιβληθέντας· διὸ καὶ τῷ θυμῷ παρεδόθησαν. Διὰ τοῦτ᾽ ἄκουε, τεταπεινωμένη και μεθύουσα οὐκ ἀπὸ οἶνου· οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό. · Ἐπαγγέλλεται δὲ τῇ Ἱερουσαλήμ ὁ λόγος λήψεσθαι ἀπ᾿ αὐτῆς ποτήριον τοῦ θυμοῦ, εἰ μετανοήσειε. Τὸ γὰρ, Ἰδοὺ ἦρα, ἀντὶ τοῦ, λήψομαι, εἴρηται. Καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἱ εἶπαν τῇ ψυχῇ σου Κῦψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μέσα σου ἔξω τοῖς παραπορευομένοις. Εἰκὸς δὲ ταῦτα λέγεσθαι καὶ περὶ ἀντικειμένων δυνάμεων, αἷς ὑποτάσσει ἑαυτὴν πᾶσα ψυχὴ ἡ τοῦ Θεοῦ ἀποστᾶσα. Ἡ μὲν γὰρ τῷ Θεῷ προσιοῦσα ὄρθιὸς ἐστι καὶ ἄνω βλέπουσα, καὶ πρὸς αὐτὸν ἐπηρμένη· ἡ δὲ συνάψασα ἑαυτὴν δαίμοσι πονηροῖς, τούτοις δηλονότι καὶ ὑποτέτακται.
Dio tauta antikeimena soi; tis syllypēthēsetaisoi? Ptōma kai syntrimma, limos kai machaira; tis parakalesei se ? Pinei de tis to potērion thymou kai ptōseōs, kai pinōn ekstrangizei, hote pasas hyphistatai tas timōrias kai tas kolaseis tas epagomenas hyper hōn epraxen atopēmatōn. Hōs de iatrōn paides tois kachektousi pikras prosagousin antidoseis, hyper tou katharai tēn en tǭ sōmati prokeimenēn kakōsin; houtō kai peri tou Theou lelektai, Potērion en cheiri Kyriou, oinou akratou, thanaton tou hamartōlou, kai ta hexēs. ᾿Analogōs gar tois hypokeimenois tę̄ psychę̄ pathesin ho tōn psychōn iatros tas timōrias autę̄ prosagei, hōsper tinas antidotous therapeutikas epi katharsei tēs prokeimenēs kakias. Hoi huioi sou hoi aporoumenoi, hoi katheudontes ep᾿ akrou pasēs exodou, hōs seutlion hēmiephthon, hoi plēreis thymou Kyriou, eklelymenoi dia Kyriou tou Theou. Kata tous loipous hermēneutas anti tou, hōs seutlion hēmiephthon, hōs oryx, eirētai, hēmphiblēstreumenos. "Orneon de estin oryx, houtō kaloumenon, hǭ paraballei tous huious tēs Hierousalēm, amphiblēstrǭ tou diabolou periblēthentas; dio kai tǭ thymǭ paredothēsan. Dia tout᾽ akoue, tetapeinōmenē kai methyousa ouk apo oinou; houtō legei Kyrios ho Theos ho krinōn ton laon autou; Idou eilēpha ek tēs cheiros sou to potērion tēs ptōseōs, to kondy tou thymou mou, kai ou prosthēsę̄ eti piein auto. ; Epangelletai de tę̄ Hierousalēm ho logos lēpsesthai ap᾿ autēs potērion tou thymou, ei metanoēseie. To gar, Idou ēra, anti tou, lēpsomai, eirētai. Kai dōsō auto eis tas cheiras tōn adikēsantōn se kai tōn tapeinōsantōn se, hoi eipan tę̄ psychę̄ sou Kypson, hina parelthōmen; kai ethēkas isa tę̄ gę̄ ta mesa sou exō tois paraporeuomenois. Eikos de tauta legesthai kai peri antikeimenōn dynameōn, hais hypotassei heautēn pasa psychē hē tou Theou apostasa. Hē men gar tǭ Theǭ prosiousa orthios esti kai anō blepousa, kai pros auton epērmenē; hē de synapsasa heautēn daimosi ponērois, toutois dēlonoti kai hypotetaktai.
“Therefore these things are set against you; who will grieve with you? Ruin and destruction, famine and sword; who will comfort you?” One drinks the cup of fury and falling, and in drinking drains it, when he undergoes all the punishments and chastisements brought upon him for the wrongs he has done. And just as physicians give bitter antidotes to the sickly in order to purge the illness present in the body, so it is said of God too, “A cup in the hand of the Lord, of unmixed wine,” the death of the sinner, and so on. For in proportion to the passions that lie in the soul, the physician of souls applies punishments to it, like healing antidotes for the purging of the wickedness present. “Your sons, who are in distress, who sleep at the head of every exit like a half-boiled beet, who are full of the fury of the Lord, made faint through the Lord God.” According to the other translators, instead of “like a half-boiled beet,” it is said, “like an oryx caught in a net.” The oryx is a bird so called, to which he compares the sons of Jerusalem, caught in the net of the devil; that is why they were handed over to fury. “Therefore hear, you who are humbled and drunk, but not from wine; thus says the Lord God, who judges his people: Behold, I have taken from your hand the cup of falling, the bowl of my fury, and you will not drink it again.” The word promises Jerusalem that it will take the cup of fury from her, if she should repent. For “Behold, I have taken up” is said instead of “I will take.” “And I will give it into the hands of those who wronged you and humbled you, who said to your soul, Bow down, that we may pass over; and you made your middle level with the ground, outside, for those who pass by.” It is likely that these things are said also of the opposing powers, to which every soul that has departed from God subjects itself. For the soul that draws near to God stands upright and looks upward and is lifted toward him; but the soul that has joined itself to wicked demons is plainly subjected to them as well.
Chapter 52
52.1PG 24:451–455
Ἐξεγείρου, ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιών· καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ, πόλις ἡ ἁγία. Οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Ἔχει γάρ τινα μεγίστην δύναμιν καὶ ἰσχὺν ἡ λογικὴ ψυχή, καὶ δόξαν ἔχει μεγάλην, ἅτε κατ' εἰκόνα τοῦ Θεοῦ πεποιημένη, καὶ ἐπαναλαβεῖν αὐτὴν βούλεται καὶ γενέσθαι πόλιν ἁγίαν· ὡς μηκέτι διαβαίνειν δι᾿ αὐτῆς ἀπερίτμητον, μηδὲ ἀκάθαρτον. Διὰ μὲν οὖν τοῦ ἀπεριτμήτου τὸν ἀλλόφυλον καὶ ἀλλογενῆ σημαίνει, διὰ δὲ τοῦ ἀκαθάρτου, τὸν εἰδωλολάτρην. Ἐκτίναξαι τὸν χοῦν, καὶ ἀνάστηθι· κάθισον, Ἱερουσαλήμ, ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών. · Ἐπ᾿ αὐτῇ γὰρ ἦν τὸ ἀποτρίψασθαι τὸν περιπλασθέντα αὐτῇ χοῦν, καὶ διαναστῆναι τῆς ἐπισυμβάσης αὐτῇ πτώσεως, καὶ τὸ ἐκλῦσαι τὸν ἐπιτεθέντα αὐτῇ δεσμὸν τοῦ τραχήλου · ᾧ τὴν ψυχὴν ὥσπερ βρόχῳ κατέδησαν σειραῖς ἁμαρτιῶν αἱ ἀντικείμεναι δυνάμεις. Ὅτι τάδε λέγει Κύριος· Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε. Οὕτως λέγει Κύριος· Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον, παροικῆσαι ἐκεῖ, καὶ εἰς Ασσυρίους βίᾳ ἤχθησαν. Οὐ γὰρ ἦν σωματικὴ αὕτη αἰχμαλωσία, ἵνα διὰ λύτρων σωματικῶν τύχωσι τῆς ἐλευθερίας, ἐπειδὴ τὰς ψυχὰς ἦσαν πεπραμένοι. Διὰ τοῦτο οὐκ ἐν ἀργυρίῳ λυτροῦσθαι ἔμελλον, ἀλλὰ δηλονότι τοῦ Χριστοῦ τῷ τιμίῳ αἵματι. Καὶ νῦν τί ἐστε ὧδε; Τάδε λέγει Κύριος· Ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. Τάδε λέγει Κύριος· Δι᾿ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Σημαίνει δὲ διὰ τούτων ἡ προφητεία τὰς κατὰ Χριστοῦ βλασφημίας, ἂς δι᾿ ἡμέρας ἁπάσας καὶ διὰ παντὸς ποιοῦνται οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους. Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι· αὐτὸς ὁ λαλῶν πάρειμι. Ποίᾳ δὲ ταύτῃ, ἀλλ᾽ ὅταν ἐγὼ, φησὶν, αὐτὸς, ὁ νῦν διὰ τῶν προφητῶν ταῦτα φθεγγόμενος, τὴν ἐμαυτοῦ ποιήσομαι παρουσίαν εἰς ἀνθρώπους; Ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιών, βασιλεύσει σου ὁ Θεός· · τοὺς μακαρισμοὺς καταγγέλλοντες, οὓς ὁ Σωτὴρ ἐδίδου διὰ τῆς εὐαγγελικῆς διδασκαλίας. Ἐλέγετο δὲ τὸ κήρυγμα τῇ Σιὼν, δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι, καὶ τῷ χορῷ τῷ ἀποστολικῷ. Διὸ τὴν βασιλείαν τῶν οὐρανῶν ἅπασι κατἠγγελλον ἀνθρώποις. Ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλέησε Κύριος τὴν Σιών.» Κατὰ δὲ τὸν Θεοδοτίωνα, Φωνή τῶν σκοπῶν σου ἐπῆρε φωνήν · ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται, ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὄψονται· σκοποὺς ἐνταῦθα τοὺς μαθητὰς καὶ ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν ὀνομάζοντος τοῦ λόγου. Ὥσπερ γὰρ ἐκαλοῦντο σκοποὶ τοῦ ἐκ περιτομῆς λαοῦ οἱ παρ' αὐτοῖς γενόμενοι προφῆται, οὕτω καὶ νῦν τῆς νέας καὶ καινῆς Σιών, δηλαδὴ τῆς Ἐκκλησίας αὐτοῦ τοῦ Θεοῦ, καὶ τοῦ θεοσεβοῦς πολιτεύματος οι τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι γεγόνασι σκοποὶ καὶ φύλακες· οἳ, καὶ ὀφθαλμοφανῶς αὐτόπται καὶ αὐτήκοοι τοῦ Σωτῆρος γενόμενοι, ὕψωσαν τὴν ἑαυτῶν φωνὴν, ὡς ἐξάκουστον αὐτὴν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν.
Exegeirou, exegeirou, Siōn; endysai tēn ischyn sou, Siōn; kai sy endysai tēn doxan sou, Hierousalēm, polis hē hagia. Ouketi prostethēsetai dielthein dia sou aperitmētos kai akathartos. Echei gar tina megistēn dynamin kai ischyn hē logikē psychē, kai doxan echei megalēn, hate kat' eikona tou Theou pepoiēmenē, kai epanalabein autēn bouletai kai genesthai polin hagian; hōs mēketi diabainein di᾿ autēs aperitmēton, mēde akatharton. Dia men oun tou aperitmētou ton allophylon kai allogenē sēmainei, dia de tou akathartou, ton eidōlolatrēn. Ektinaxai ton choun, kai anastēthi; kathison, Hierousalēm, ekdysai ton desmon tou trachēlou sou, hē aichmalōtos thygatēr Siōn. ; Ep᾿ autę̄ gar ēn to apotripsasthai ton periplasthenta autę̄ choun, kai dianastēnai tēs episymbasēs autę̄ ptōseōs, kai to eklysai ton epitethenta autę̄ desmon tou trachēlou ; hǭ tēn psychēn hōsper brochǭ katedēsan seirais hamartiōn hai antikeimenai dynameis. Hoti tade legei Kyrios; Dōrean eprathēte, kai ou meta argyriou lytrōthēsesthe. Houtōs legei Kyrios; Eis Aigypton katebē ho laos mou to proteron, paroikēsai ekei, kai eis Assyrious bią ēchthēsan. Ou gar ēn sōmatikē hautē aichmalōsia, hina dia lytrōn sōmatikōn tychōsi tēs eleutherias, epeidē tas psychas ēsan pepramenoi. Dia touto ouk en argyriǭ lytrousthai emellon, alla dēlonoti tou Christou tǭ timiǭ haimati. Kai nyn ti este hōde? Tade legei Kyrios; Hoti elēphthē ho laos mou dōrean, thaumazete kai ololyzete. Tade legei Kyrios; Di᾿ hymas dia pantos to onoma mou blasphēmeitai en tois ethnesi. Sēmainei de dia toutōn hē prophēteia tas kata Christou blasphēmias, as di᾿ hēmeras hapasas kai dia pantos poiountai hoi archontes tou Ioudaiōn ethnous. Dia touto gnōsetai ho laos mou to onoma mou en tę̄ hēmerą ekeinę̄, hoti egō eimi; autos ho lalōn pareimi. Poią de tautę̄, all᾽ hotan egō, phēsin, autos, ho nyn dia tōn prophētōn tauta phthengomenos, tēn emautou poiēsomai parousian eis anthrōpous? Hōs hōra epi tōn oreōn, hōs podes euangelizomenou akoēn eirēnēs, hōs euangelizomenos agatha, hoti akoustēn poiēsō tēn sōtērian sou, legōn; Siōn, basileusei sou ho Theos; ; tous makarismous katangellontes, hous ho Sōtēr edidou dia tēs euangelikēs didaskalias. Elegeto de to kērygma tę̄ Siōn, dēladē tǭ theosebei politeumati, kai tǭ chorǭ tǭ apostolikǭ. Dio tēn basileian tōn ouranōn hapasi katēngellon anthrōpois. Hoti phōnē tōn phylassontōn se hypsōthē, kai tę̄ phōnę̄ hama euphranthēsontai; hoti ophthalmoi pros ophthalmous opsontai, hēnika an eleēse Kyrios tēn Siōn.» Kata de ton Theodotiōna, Phōnē tōn skopōn sou epēre phōnēn ; epi to auto agalliasontai, hoti ophthalmon en ophthalmois opsontai; skopous entautha tous mathētas kai apostolous tou Sōtēros hēmōn onomazontos tou logou. Hōsper gar ekalounto skopoi tou ek peritomēs laou hoi par' autois genomenoi prophētai, houtō kai nyn tēs neas kai kainēs Siōn, dēladē tēs Ekklēsias autou tou Theou, kai tou theosebous politeumatos oi tou Sōtēros hēmōn apostoloi gegonasi skopoi kai phylakes; hoi, kai ophthalmophanōs autoptai kai autēkooi tou Sōtēros genomenoi, hypsōsan tēn heautōn phōnēn, hōs exakouston autēn genesthai pasi tois ethnesin.
“Awake, awake, Zion; put on your strength, Zion; and you, put on your glory, Jerusalem, the holy city. No more will the uncircumcised and unclean pass through you again.” For the rational soul has a very great power and strength, and it has great glory, since it was made after the image of God; and he wishes it to take these up again and to become a holy city, so that no uncircumcised or unclean person passes through it any longer. By the uncircumcised he signifies the foreigner and alien, and by the unclean the idolater. “Shake off the dust and arise; sit down, Jerusalem; take off the bond of your neck, captive daughter of Zion.” For it was in her power to rub off the dust that had caked onto her, to rise from the fall that had befallen her, and to loose the bond put on her neck, with which the opposing powers had bound the soul as with a noose, with the cords of sins. “For thus says the Lord: You were sold for nothing, and you will not be redeemed with silver. Thus says the Lord: My people went down into Egypt at first, to sojourn there, and they were led by force to the Assyrians.” For this was not a bodily captivity, that they should obtain freedom by bodily ransoms, since it was their souls that had been sold. That is why they were to be redeemed not with silver but, clearly, with the precious blood of Christ. “And now why are you here? Thus says the Lord: Because my people were taken for nothing, marvel and wail. Thus says the Lord: Because of you my name is continually blasphemed among the nations.” By these words the prophecy signifies the blasphemies against Christ which the rulers of the nation of the Jews utter all day long and continually. “Therefore my people will know my name in that day, that I am he; I who speak am present.” And which day is this, but when I myself, he says, who now utter these things through the prophets, make my own coming among men? “Like springtime on the mountains, like the feet of one who brings good news, a report of peace, like one who brings good news of good things; for I will make your salvation heard, saying, Zion, your God will reign”—those who announced the beatitudes, which the Savior gave through the teaching of the gospel. The preaching was addressed to Zion, that is, to the godly commonwealth and to the company of the apostles. That is why they announced the kingdom of heaven to all men. “For the voice of those who guard you has been lifted up, and with the voice they will rejoice together; for eye to eye they will see, when the Lord has mercy on Zion.” According to Theodotion, “The voice of your watchmen lifted up a voice; together they will exult, for they will see eye in eyes”—the word here naming as watchmen the disciples and apostles of our Savior. For just as the prophets who arose among the people of the circumcision were called watchmen, so now the apostles of our Savior have become watchmen and guards of the new and renewed Zion—that is, of the church of God himself and of the godly commonwealth; and they, having become eyewitnesses and hearers of the Savior with their own eyes, lifted up their voice, so that it was heard by all the nations.
52.2PG 24:451–455
Οἱ δ᾽ αὐτοὶ πάσης πνευματικῆς εὐφροσύνης ἐπληροῦντο, ἠλεημένης ὑπὸ τοῦ Θεοῦ τῆς ἀποδοθείσης ἡμῖν Σιὼν, καὶ τῶν πάλαι ἐρήμων αὐτῆς σωζομένων διὰ τῆς σωτηρίου ἀπολυτρώσεως· διό φησι Ῥηξάτω εὐφροσυνην ἅμα, τὰ ἔρημα Ἱερουσαλήμ· ὅτι ἡλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο Ἱερουσαλήμ. Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. Ὁρᾷς ὅπως καὶ διὰ τούτων τοῖς ἔθνεσι τὰ εὐαγγελικὰ κηρύγματα ἐπαγγελλόμενος ὑπισχνεῖται; Τὸν γὰρ βραχίονα τὸν ἅγιον αὐτοῦ, οὗτος δὲ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀποκαλύπτειν τὸν Θεόν φησι πᾶσι τοῖς ἔθνεσιν. Οὐκοῦν, ἐπειδὰν προσφωνῇ τῇ Σιὼν καὶ Ἱερουσαλήμ, τὰ λεγόμενα ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀναφέρεται. ᾿Απόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἄψητε· ἐξέλθετε ἐκ μέσου αὐτῆς· · δῆλον δὲ ὅτι ἐκ τοῦ ἀπίστου λαοῦ καὶ ἀκαθάρτου. 'Αφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου. Σκεύη Κυρίου ἦν τὰ ἐκλεχθέντα ὑπὸ τοῦ Κυρίου σώματα αὐτῶν, ἐν ἁγιωσύνῃ καὶ τιμῇ τῷ Θεῷ ἀφωρισμένα · ἢ καὶ σκεύη Κυρίου ἐτύγχανε τὰ τῆς Καινῆς Διαθήκης Εὐαγγέλια· ἅπερ ἐπικομιζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰουδαίων λαοῦ, καὶ ἀφορίζεσθαι αὐτῶν προστάττει. Ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε· προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ ἐπισυνάγων ὑμᾶς Θεὸς Ἰσραήλ. Οὐ γὰρ ὡς ἐλαυνόμενοι προσῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν οἱ ἀπόστολοι, ἀλλὰ προθυμίᾳ πάσῃ καὶ προαιρέσει αὐτεξουσίῳ, κελευσθέντες μαθητεῦσαι πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται σφόδρα. Δι' ὧν τὴν μετὰ τὸν θάνατον ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψίν τε καὶ ὕψωσιν σημαίνει. Δοῦλον δὲ αὐτὸν, κατὰ τὸν ᾿Ακύλαν, εἰκότως ἀποκαλεῖ διὰ τὴν μορφὴν τοῦ δούλου, ἣν ἀνείληφε. Ἑαυτὸν» γὰρ ἐκένωσεν ἐν μορφῇ Θεοῦ ὑπάρχων Θεὸς Λόγος, κατὰ τὸν ἱερὸν ᾿Απόστολον, «μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. ᾿Αλλ' αὐτὸς ὁ παῖς τοῦ Θεοῦ καὶ δοῦλος πάσης ἐπληροῦτο σοφίας καὶ ἐπιστήμης, τὸν Θεοῦ Λόγον εἰς αὐτὸν χωρήσας. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν υἱῶν ἀνθρώπων. Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ᾿ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὅψονται, καὶ οἱ οὐκ ἀκηκόασι, συνήσουσι. Τοῦτο γὰρ ἦν τὸ κινῆσαν τοὺς βασιλεῖς, λέγω δὴ τὸ διαδραμεῖν αὐτοῦ τὸν εὐαγγελικὸν λόγον καὶ ἐπὶ τὰ ποῤῥωτάτω ἔθνη. Καὶ ταῦτα μὲν λόγοις ἐθεσπίζετο πάλαι · ἔργοις δὲ ἐπληροῦτο, ἐπὶ τῆς εἰς αὐτοὺς τοῦ Σωτῆρος ἡμῶν παρόδου· ὃν ὀφθαλμοῖς ἰδόντες Ἰουδαίων παῖδες, φωνῆς τε αὐτοῦ ὑπακούσαντες, οὔτε συνῆκαν, οὔτε λαλοῦντι παρέσχον τὴν ἀκοήν· ὥστε καὶ τὴν ἔμπροσθεν προφητείαν εἰς αὐτοὺς πεπληρῶσθαι, τὴν φήσασαν, ᾿Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.»
Hoi d᾽ autoi pasēs pneumatikēs euphrosynēs eplērounto, ēleēmenēs hypo tou Theou tēs apodotheisēs hēmin Siōn, kai tōn palai erēmōn autēs sōzomenōn dia tēs sōtēriou apolytrōseōs; dio phēsi Rhēxatō euphrosynēn hama, ta erēma Hierousalēm; hoti hēleēse Kyrios autēn, kai errhysato Hierousalēm. Kai apokalypsei Kyrios ton brachiona ton hagion autou enōpion pantōn tōn ethnōn, kai opsontai panta ta akra tēs gēs tēn sōtērian tēn para tou Theou hēmōn. Horąs hopōs kai dia toutōn tois ethnesi ta euangelika kērygmata epangellomenos hypischneitai? Ton gar brachiona ton hagion autou, houtos de ēn ho tou Theou Logos, apokalyptein ton Theon phēsi pasi tois ethnesin. Oukoun, epeidan prosphōnę̄ tę̄ Siōn kai Hierousalēm, ta legomena epi tēn tōn ethnōn klēsin anapheretai. ᾿Apostēte, apostēte, exelthete ekeithen, kai akathartou mē apsēte; exelthete ek mesou autēs; ; dēlon de hoti ek tou apistou laou kai akathartou. 'Aphoristhēte, hoi pherontes ta skeuē Kyriou. Skeuē Kyriou ēn ta eklechthenta hypo tou Kyriou sōmata autōn, en hagiōsynę̄ kai timę̄ tǭ Theǭ aphōrismena ; ē kai skeuē Kyriou etynchane ta tēs Kainēs Diathēkēs Euangelia; haper epikomizomenous apallattesthai tēs apistias tou Ioudaiōn laou, kai aphorizesthai autōn prostattei. Hoti ou meta tarachēs exeleusesthe, oude phygę̄ poreusesthe; proporeusetai gar proteros hymōn Kyrios, kai ho episynagōn hymas Theos Israēl. Ou gar hōs elaunomenoi prosēlthon eis tēn periodon tōn ethnōn hoi apostoloi, alla prothymią pasę̄ kai proairesei autexousiǭ, keleusthentes mathēteusai panta ta ethnē en tǭ onomati autou Idou synēsei ho pais mou, kai hypsōthēsetai, kai doxasthēsetai sphodra. Di' hōn tēn meta ton thanaton anastasin, kai tēn eis ouranous analēpsin te kai hypsōsin sēmainei. Doulon de auton, kata ton ᾿Akylan, eikotōs apokalei dia tēn morphēn tou doulou, hēn aneilēphe. Heauton» gar ekenōsen en morphę̄ Theou hyparchōn Theos Logos, kata ton hieron ᾿Apostolon, «morphēn doulou labōn, kai schēmati heuretheis hōs anthrōpos. ᾿All' autos ho pais tou Theou kai doulos pasēs eplērouto sophias kai epistēmēs, ton Theou Logon eis auton chōrēsas. Hon tropon ekstēsontai epi se polloi, houtōs adoxēsei apo tōn anthrōpōn to eidos sou, kai hē doxa sou apo tōn huiōn anthrōpōn. Houtō thaumasontai ethnē polla ep᾿ autǭ, kai synexousi basileis to stoma autōn; hoti hois ouk anēngelē peri autou, hopsontai, kai hoi ouk akēkoasi, synēsousi. Touto gar ēn to kinēsan tous basileis, legō dē to diadramein autou ton euangelikon logon kai epi ta porrhōtatō ethnē. Kai tauta men logois ethespizeto palai ; ergois de eplērouto, epi tēs eis autous tou Sōtēros hēmōn parodou; hon ophthalmois idontes Ioudaiōn paides, phōnēs te autou hypakousantes, oute synēkan, oute lalounti pareschon tēn akoēn; hōste kai tēn emprosthen prophēteian eis autous peplērōsthai, tēn phēsasan, ᾿Akoę̄ akousete, kai ou mē synēte; kai blepontes blepsete, kai ou mē idēte.»
And they themselves were filled with every spiritual gladness, since the Zion restored to us had been shown mercy by God, and her desolate places of old were being saved through the saving redemption; therefore he says, “Let the desolate places of Jerusalem break forth into gladness together, for the Lord has had mercy on her and has rescued Jerusalem. And the Lord will reveal his holy arm before all the nations, and all the ends of the earth will see the salvation that comes from our God.” Do you see how through these words too he promises and pledges the preaching of the gospel to the nations? For he says that God reveals his holy arm—and this was the Word of God—to all the nations. Accordingly, whenever he addresses Zion and Jerusalem, what is said refers to the calling of the nations. “Depart, depart, go out from there, and touch nothing unclean; go out from the midst of her”—clearly, from the unbelieving and unclean people. “Be set apart, you who carry the vessels of the Lord.” The vessels of the Lord were their bodies, chosen by the Lord, set apart for God in holiness and honor; or else the vessels of the Lord were the Gospels of the New Covenant, carrying which he commands them to be rid of the unbelief of the Jewish people and to separate themselves from them. “For you will not go out with confusion, nor travel in flight; for the Lord will go before you, and the God of Israel who gathers you.” For the apostles did not go out into the circuit of the nations as men driven away, but with all eagerness and by free choice, having been commanded to make disciples of all the nations in his name. “Behold, my servant will understand, and will be exalted, and will be glorified exceedingly.” By these words he signifies the resurrection after death, and the taking up and exaltation into heaven. And he fittingly calls him “slave,” as Aquila has it, because of the form of a slave which he took. For “he emptied himself”—God the Word, being in the form of God, according to the holy apostle—“taking the form of a slave, and being found in appearance as a man.” But this servant and slave of God was himself filled with all wisdom and knowledge, since he had received the Word of God into himself. “Just as many will be astonished at you, so your appearance will be without glory from men, and your glory from the sons of men. So many nations will marvel at him, and kings will shut their mouths; for those to whom it was not announced concerning him will see, and those who have not heard will understand.” For this was what moved the kings—I mean that his gospel word ran through even to the most distant nations. And these things were foretold of old in words, but fulfilled in deeds at our Savior’s coming among them; for the children of the Jews, seeing him with their eyes and hearing his voice, neither understood nor gave ear to him when he spoke; so that the earlier prophecy was fulfilled in them, which said, “Hearing you will hear and will not understand, and seeing you will see and will not perceive.”
Chapter 53
53.1PG 24:455–461
Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Αποθαυμαστικῶς οἱ τοῦ Θεοῦ προφῆται, τὴν ἀπιστίαν ὁρῶντες τοῦ Ἰουδαίων ἔθνους, τήν τε τῶν ἐθνῶν ἐπιστροφὴν καὶ ὑπακοὴν θεώμενοι, ταῦτ᾽ ἔλεγον. Βραχίονα δὲ τοῦ Θεοῦ λέγεσθαι τὸν μονογενῆ Υἱὸν, πολλάκις ἀπεδείξαμεν· ὃς πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἔθνεσιν ἐγνώσθη τοῖς προφήταις ἀκολούθως. ᾿Ανηγγείλαμεν· ὡς παιδίον ἐναντίον αὐτοῦ· ὡς ῥίζα ἐν γῇ διψώσῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὔτε κάλλος. Γῆν μὲν ἄβατον αἰνιττόμενος τὴν Παρθένον, ἧς οὐδεὶς ἐπιβέβηκεν· ῥίζαν δὲ τὴν ἐκείνην, περὶ ἧς ἐλέγετο, · Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Κἀκεῖ γὰρ ἀναβήσεσθαι ἐδηλοῦτο, ἀλλ᾽ ἐκεῖ μὲν ἐκ τῆς ῥίζης Ἰεσσαὶ, ἐνταῦθα δὲ ἀπὸ τῆς ἀβάτου γῆς τῆς δηλωθείσης. ᾿Αλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ῎Ανθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἡτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Κοινοποιεῖ δὲ ὁ προφήτης συγκαταλέγων καὶ ἑαυτὸν διὰ φιλανθρωπίαν τοῖς μὴ λογισαμένοις τὸν Σωτῆρα· Οὐκ ἐλογισάμεθα αὐτὸν, οὐδὲ προσεποιησάμεθα, οὐδὲ ἐννοήσαμεν τίς ποτε ἦν. Ὁ δὲ ἦν ἄρα ὁ τῶν ἡμετέρων ψυχῶν Σωτὴρ, ἰατρεύων αὐτῶν, καὶ καθαίρων πάσης ἁμαρτίας. ᾿Αλλ᾿ ἡμεῖς μὲν οἷα νήπιοι ταύτην εἴχομεν περὶ αὐτοῦ τὴν δόξαν· ὁ δὲ ταῦτα πάντα ἔπασχε δι᾽ ἡμῶν, ἵνα ἡμᾶς ἐλευθερώσῃ πάσης ἁμαρτίας. Αυτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Τότε γοῦν καὶ συνετρίβη καὶ ἐβεβηλώθη, κατὰ τὸν ᾿Ακύλαν, καὶ πάντα τὰ χείριστα ὑπέμεινε, οὐ διά τινος οἰκείας ἁμαρτίας, διὰ δὲ τὰς ἡμετέρας. Καὶ γέγονεν ἡ παιδεία τῆς εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν· ἅπερ γὰρ ἐχρῆν ἡμᾶς παθεῖν παιδευομένους διὰ τὰς ἁμαρτίας τὰς ἡμετέρας, ταῦτ᾽ ἐπ᾿ αὐτὸν ἦλθεν ὑπὲρ τῆς ἡμετέρας εἰρήνης τῆς πρὸς Θεόν. Ἐπεὶ καὶ μώλωπας εἰκὸς ἦν αὐτὸν φέρειν κατὰ τοῦ σώματος καὶ τραύματα, τυπτόμενον καὶ μαστιγούμενον, καὶ τὰς ὄψεις ῥαπιζόμενον, τήν τε κεφαλὴν καλάμῳ παιόμενον. Πλὴν οἱ μώλωπες οὗτοι σωτῆρες ἦσαν ἡμῶν. Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Τίνες δὲ ἡμεῖς ἀλλ᾽ ἢ οἱ πάλαι πλανηθέντες, καὶ μὴ λογισάμενοι αὐτὸν, μηδὲ συνιέντες τίς ποτε ἦν; Πάντες ως πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα. "Ἄλλος γὰρ ἄλλην ὁδὸν ὧδευσε πλάνης, διάφορα περὶ αὐτοῦ καὶ ἐναντία δοξάσης· τῷ δὲ ἄρα οὐκ ἀθεεὶ ἐγίνετο τὰ γινόμενα. Αὐτὸς γὰρ ἑαυτὸν παρεδίδου ὁ Κύριος ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἵνα γένηται ἀντίψυχον καὶ ἀντίλυτρον ἡμῶν.
Kyrie, tis episteuse tę̄ akoę̄ hēmōn? kai ho brachiōn Kyriou tini apekalyphthē?» Apothaumastikōs hoi tou Theou prophētai, tēn apistian horōntes tou Ioudaiōn ethnous, tēn te tōn ethnōn epistrophēn kai hypakoēn theōmenoi, taut᾽ elegon. Brachiona de tou Theou legesthai ton monogenē Huion, pollakis apedeixamen; hos pasi tois eis auton pepisteukosin ethnesin egnōsthē tois prophētais akolouthōs. ᾿Anēngeilamen; hōs paidion enantion autou; hōs rhiza en gę̄ dipsōsę̄. Ouk estin eidos autǭ, oude doxa; kai eidomen auton, kai ouk eichen eidos, oute kallos. Gēn men abaton ainittomenos tēn Parthenon, hēs oudeis epibebēken; rhizan de tēn ekeinēn, peri hēs elegeto, ; Exeleusetai rhabdos ek tēs rhizēs Iessai, kai anthos ek tēs rhizēs anabēsetai. Kakei gar anabēsesthai edēlouto, all᾽ ekei men ek tēs rhizēs Iessai, entautha de apo tēs abatou gēs tēs dēlōtheisēs. ᾿Alla to eidos autou atimon, kai ekleipon para tous huious tōn anthrōpōn. ᾿Anthrōpos en plēgę̄ ōn, kai eidōs pherein malakian, hoti apestraptai to prosōpon autou, hētimasthē, kai ouk elogisthē. Houtos tas hamartias hēmōn pherei, kai peri hēmōn odynatai; kai hēmeis elogisametha auton einai en ponǭ, kai en plēgę̄, kai en kakōsei. Koinopoiei de ho prophētēs synkatalegōn kai heauton dia philanthrōpian tois mē logisamenois ton Sōtēra; Ouk elogisametha auton, oude prosepoiēsametha, oude ennoēsamen tis pote ēn. Ho de ēn ara ho tōn hēmeterōn psychōn Sōtēr, iatreuōn autōn, kai kathairōn pasēs hamartias. ᾿All᾿ hēmeis men hoia nēpioi tautēn eichomen peri autou tēn doxan; ho de tauta panta epasche di᾽ hēmōn, hina hēmas eleutherōsę̄ pasēs hamartias. Autos de etraumatisthē dia tas hamartias hēmōn, kai memalakistai dia tas anomias hēmōn. Paideia eirēnēs hēmōn ep᾿ auton; tǭ mōlōpi autou hēmeis iathēmen. Tote goun kai synetribē kai ebebēlōthē, kata ton ᾿Akylan, kai panta ta cheirista hypemeine, ou dia tinos oikeias hamartias, dia de tas hēmeteras. Kai gegonen hē paideia tēs eirēnēs hēmōn ep᾿ auton; haper gar echrēn hēmas pathein paideuomenous dia tas hamartias tas hēmeteras, taut᾽ ep᾿ auton ēlthen hyper tēs hēmeteras eirēnēs tēs pros Theon. Epei kai mōlōpas eikos ēn auton pherein kata tou sōmatos kai traumata, typtomenon kai mastigoumenon, kai tas opseis rhapizomenon, tēn te kephalēn kalamǭ paiomenon. Plēn hoi mōlōpes houtoi sōtēres ēsan hēmōn. Tǭ gar mōlōpi autou hēmeis iathēmen. Tines de hēmeis all᾽ ē hoi palai planēthentes, kai mē logisamenoi auton, mēde synientes tis pote ēn? Pantes ōs probata eplanēthēmen; anthrōpos tę̄ hodǭ autou eplanēthē. Kai Kyrios paredōken auton tais hamartiais hēmōn; kai autos dia to kekakōsthai ouk anoigei to stoma autou; hōs probaton epi sphagēn ēchthē, kai hōs amnos enantion tou keirontos aphōnos, houtōs ouk anoigei to stoma. "Allos gar allēn hodon hōdeuse planēs, diaphora peri autou kai enantia doxasēs; tǭ de ara ouk atheei egineto ta ginomena. Autos gar heauton paredidou ho Kyrios hyper tōn hamartiōn hēmōn, hina genētai antipsychon kai antilytron hēmōn.
“Lord, who has believed our report? And to whom has the arm of the Lord been revealed?” The prophets of God said this in astonishment, seeing the unbelief of the nation of the Jews and beholding the conversion and obedience of the nations. And we have often shown that the only-begotten Son is called the arm of God; he became known, in accordance with the prophets, to all the nations who believed in him. “We announced: like a child before him, like a root in thirsty ground. He has no form nor glory; and we saw him, and he had no form nor beauty.” By the ground he hints at the Virgin, untrodden, on whom no one had stepped; and by the root, the one of which it was said, “A rod will come out of the root of Jesse, and a flower will come up from the root.” For there too he was shown to come up; but there from the root of Jesse, here from the untrodden ground just indicated. “But his form was without honor, and failing beyond the sons of men. A man being in a stroke, and knowing how to bear sickness; for his face is turned away, he was dishonored and not esteemed. This one bears our sins and suffers pain for us; and we esteemed him to be in toil and in a stroke and in affliction.” The prophet speaks in common, out of love for mankind numbering himself too among those who did not esteem the Savior: we did not esteem him, nor take him to ourselves, nor consider who he was. But he was, after all, the Savior of our souls, healing them and cleansing them of every sin. We, like children, held this opinion about him; but he suffered all these things for us, to free us from every sin. “But he was wounded because of our sins, and made sick because of our lawless deeds. The chastisement of our peace was upon him; by his bruise we were healed.” Then, at any rate, he was both crushed and profaned, as Aquila has it, and endured all the worst things, not because of any sin of his own, but because of ours. And the chastisement of our peace came upon him; for what we ought to have suffered, being chastised for our sins, came upon him for the sake of our peace with God. For it was natural too that he should bear bruises and wounds on his body, being beaten and scourged and struck in the face and hit on the head with a reed. Yet these bruises were our saviors. “For by his bruise we were healed.” And who are “we” but those who once went astray and did not esteem him, nor understand who he was? “All we like sheep went astray; each went astray in his own way. And the Lord handed him over to our sins; and he, because he was afflicted, does not open his mouth; like a sheep he was led to slaughter, and like a lamb before its shearer is dumb, so he does not open his mouth.” For one traveled one road of error and another another, holding differing and contrary opinions about him; but what happened to him did not happen without God. For the Lord himself handed himself over for our sins, that he might become a ransom for our lives and a ransom-price for us.
53.2PG 24:455–461
Οὕτω γὰρ καὶ Ἀμνὸς τοῦ Θεοῦ γέγονεν, αἴρων καὶ περικαθαίρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὁ δὲ Σύμμαχος, Προσηνέχθη, φησὶ, καὶ αὐτὸς ὑπήκουσε. Τίνι δὲ προσηνέχθη ἀλλ᾽ ἢ τῷ Πιλάτῳ; Καὶ ἐπειδὴ κατηγορούμενος ἐσιώπα, καὶ ψευδομαρτυρούμενος οὐδὲν ἀπεκρίνατο, Ἐν τῇ κακώσει ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν γενἐὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Διελθὼν αὐτοῦ τὰ πάθη, ἀναπέμπει τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντασίαν, ἐπιλέγων· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ; Τότε γὰρ μάλιστά τις μείζον λοιπὸν λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ τίς ὧν καὶ ὁποῖος, καὶ ἐκ Θεοῦ γε· γεννημένος μονογενὴς ταῦτα πάντα ὑπέστη. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησε, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ.» Τις δὲ δώσει ἢ ὁ τῶν ὅλων κριτής; καὶ τίνας ἢ τοὺς τὰ εἰρημένα δεδρακότας, οὓς καὶ παρέδωκεν αὐτίκα καὶ οὐκ εἰς μακρὰν ἐχθροῖς, καὶ πολεμίοις, καὶ πολιορκηταῖς; "Ο δὴ καὶ αὐτὸ παραχρῆμα συνέβη, ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸ μνημόσυνον αὐτῶν πάλαι παρὰ Ἰουδαίων πολλὰ δεδυνημένων, Φαρισαίων καὶ γραμματέων, καὶ Σαδδουκαίων· καὶ ἔτι πρὸς τούτοις, ἱερέων τε καὶ ἀρχιερέων, καὶ τῶν παρ' αὐτοῖς βασιλικῇ ἀξίᾳ τετιμημένων. Οὗτοι γὰρ ἦσαν οἱ ἐνταῦθα λεγόμενοι πλούσιοι· οὓς μετῆλθεν οὐκ εἰς μακρὰν ἡ ὀργὴ τοῦ Θεοῦ, διότι ἀναμάρτητον ὄντα τὸν Χριστὸν τοιαύτῃ κολάσει ὑποβεβλήκασιν. Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ. «Λέγω δὴ τὸ δι᾿ ὅλης τῆς τοῦ βίου ζωῆς ἀναμάρτητον ἐν λόγῳ καὶ ἔργῳ. Οὐδεὶς οὖν καθαρὸς γέγονεν ἀπὸ ῥύπου, οὐδ᾽ εἰ μία ἡμέρα ἦν ἡ ζωὴ αὐτοῦ, ἢ μόνος αὐτός. Καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς. Οὐκοῦν ὑπὲρ πάντων αὐτὸς ἀπέθανεν, ἵνα καθάρῃ καὶ περιέλῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· διὸ καὶ ἔκρινεν ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ καθαρίσαι αὐτὸν τῆς πληγῆς, τουτέστι τοῦ ἐπενεχθέντος αὐτῷ πάθους. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Ὁ δὲ λέγει τοιοῦτόν ἐστι. Μετὰ τὰ προλεχθέντα πάντα, εἴ τις τῶν εἰς αὐτὸν ἡσεβηκότων βουληθείη θυσίαν ἀνενεγκεῖν ὑπὲρ τῆς ἑαυτοῦ ἁμαρτίας, τουτέστιν ἐξομολόγησιν καὶ μετάνοιαν τῶν ἡμαρτημένων ἐνδείξασθαι, οὐκ ἀποτεύξεται τῆς εἰς αὐτὸν ἀγαθῆς ἐλπίδος. Εἰ γὰρ καὶ τὰ μάλιστα εἴρηται, ὅτι Δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ἀλλ᾽ ὅμως ἐὰν δῶτε ὑμεῖς τὰ τοιαῦτα τολμήσαντες τὸ ὑπὲρ ἁμαρτίας δῶρον, τεύξεσθε ἀφέσεως, ἡ ψυχή ὑμῶν σωθήσεται· ἀλλὰ καὶ ὄψεται μακρόβιον σπέρμα τοῦτο δὲ ἦν τὸ ὑπ' αὐτοῦ καταβληθὲν εἰς ἀνθρώπους, περὶ οὗ ἐν παραβολαῖς διδάσκων ἔλεγεν· · Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· · καὶ πάλιν· Ὁμοία ἐστὶν ἢ ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ. Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς.
Houtō gar kai Amnos tou Theou gegonen, airōn kai perikathairōn tēn hamartian tou kosmou. Ho de Symmachos, Prosēnechthē, phēsi, kai autos hypēkouse. Tini de prosēnechthē all᾽ ē tǭ Pilatǭ? Kai epeidē katēgoroumenos esiōpa, kai pseudomartyroumenos ouden apekrinato, En tę̄ kakōsei hē krisis autou ērthē. Tēn genean autou tis diēgēsetai? Hoti airetai apo tēs gēs hē zōē autou; apo tōn anomiōn tou laou mou ēchthē eis thanaton. Dielthōn autou ta pathē, anapempei tēn tōn akouontōn dianoian epi tēn tēs geneseōs autou phantasian, epilegōn; Tēn genean autou tis diēgēsetai ? Tote gar malista tis meizon loipon lēpsetai thauma tēs tōn tosoutōn hypomonēs, hotan eis ennoian elthę̄ tis hōn kai hopoios, kai ek Theou ge; gennēmenos monogenēs tauta panta hypestē. Kai dōsō tous ponērous anti tēs taphēs autou, kai tous plousious anti tou thanatou autou; hoti anomian ouk epoiēse, oude dolon en tǭ stomati autou.» Tis de dōsei ē ho tōn holōn kritēs? kai tinas ē tous ta eirēmena dedrakotas, hous kai paredōken autika kai ouk eis makran echthrois, kai polemiois, kai poliorkētais? "O dē kai auto parachrēma synebē, ex anthrōpōn aphanisthēnai to mnēmosynon autōn palai para Ioudaiōn polla dedynēmenōn, Pharisaiōn kai grammateōn, kai Saddoukaiōn; kai eti pros toutois, hiereōn te kai archiereōn, kai tōn par' autois basilikę̄ axią tetimēmenōn. Houtoi gar ēsan hoi entautha legomenoi plousioi; hous metēlthen ouk eis makran hē orgē tou Theou, dioti anamartēton onta ton Christon toiautę̄ kolasei hypobeblēkasin. Hoti anomian ouk epoiēsen, oude dolon en tǭ stomati autou. «Legō dē to di᾿ holēs tēs tou biou zōēs anamartēton en logǭ kai ergǭ. Oudeis oun katharos gegonen apo rhypou, oud᾽ ei mia hēmera ēn hē zōē autou, ē monos autos. Kai Kyrios bouletai katharisai auton tēs plēgēs. Oukoun hyper pantōn autos apethanen, hina katharę̄ kai perielę̄ tēn hamartian tou kosmou; dio kai ekrinen ho Theos kai Patēr autou katharisai auton tēs plēgēs, toutesti tou epenechthentos autǭ pathous. Ean dōte peri hamartias, hē psychē hymōn opsetai sperma makrobion. Ho de legei toiouton esti. Meta ta prolechthenta panta, ei tis tōn eis auton hēsebēkotōn boulētheiē thysian anenenkein hyper tēs heautou hamartias, toutestin exomologēsin kai metanoian tōn hēmartēmenōn endeixasthai, ouk apoteuxetai tēs eis auton agathēs elpidos. Ei gar kai ta malista eirētai, hoti Dōsō tous ponērous anti tēs taphēs autou, kai tous plousious anti tou thanatou autou; all᾽ homōs ean dōte hymeis ta toiauta tolmēsantes to hyper hamartias dōron, teuxesthe apheseōs, hē psychē hymōn sōthēsetai; alla kai opsetai makrobion sperma touto de ēn to hyp' autou katablēthen eis anthrōpous, peri hou en parabolais didaskōn elegen; ; Exēlthen ho speirōn tou speirai; ; kai palin; Homoia estin ē hē basileia tōn ouranōn anthrōpǭ speironti kalon sperma en tǭ idiǭ agrǭ. Kai bouletai Kyrios aphelein apo tou ponou tēs psychēs autou, deixai autǭ phōs, kai plasai tę̄ synesei, dikaiōsai dikaion eu douleuonta pollois.
For so he also became the Lamb of God, taking away and cleansing the sin of the world. And Symmachus says, “He was brought forward, and he himself obeyed.” To whom was he brought but to Pilate? And since, when accused, he was silent, and when falsely witnessed against he answered nothing, “In his humiliation his judgment was taken away. Who will describe his generation? For his life is taken away from the earth; because of the lawless deeds of my people he was led to death.” Having gone through his sufferings, he directs the minds of his hearers to the thought of his generation, adding, “Who will describe his generation?” For then above all one will be filled with still greater wonder at his endurance of so much, when one comes to consider who he was and what sort, and that he, begotten from God as only-begotten, underwent all these things. “And I will give the wicked in return for his burial, and the rich in return for his death; for he did no lawlessness, nor was deceit in his mouth.” And who will give but the judge of all? And whom but those who did the things mentioned, whom he handed over at once, before long, to enemies and foes and besiegers? This too happened immediately: the memory of those who once had great power among the Jews—Pharisees and scribes and Sadducees, and besides these, priests and high priests and those among them honored with royal rank—vanished from among men. For these were the rich spoken of here, whom the wrath of God overtook before long, because they subjected Christ, who was sinless, to such punishment. “For he did no lawlessness, nor was deceit in his mouth”—I mean his sinlessness in word and deed through the whole course of his life. For no one has been clean from filth, not even if his life were one day, except he alone. “And the Lord wills to cleanse him of the stroke.” So he died for all, that he might cleanse and remove the sin of the world; that is why God his Father decided to cleanse him of the stroke, that is, of the suffering brought upon him. “If you give an offering for sin, your soul will see a long-lived seed.” What he says is this: After all that has been foretold, if any of those who acted impiously toward him should wish to offer a sacrifice for his own sin—that is, to show confession and repentance of his sins—he will not fail of the good hope in him. For even though it has been said most emphatically, “I will give the wicked in return for his burial, and the rich in return for his death,” nevertheless, if you who dared such things give the offering for sin, you will obtain forgiveness, and your soul will be saved; and moreover it will see a long-lived seed. This was the seed sown by him among men, of which he said when teaching in parables, “The sower went out to sow”; and again, “The kingdom of heaven is like a man sowing good seed in his own field.” “And the Lord wills to take away from the toil of his soul, to show him light, and to form him with understanding, to justify the righteous one who serves many well.”
53.3PG 24:455–461
Τοῦτο δὲ ἐπὶ μόνου τοῦ Σωτῆρος ἡμῶν λέγεσθαι ἀρμόζει · διὰ παντὸς γὰρ τὸ τοῦ Πατρὸς θέλημα ἐν τῇ χειρὶ αὐτοῦ κατευωδοῦτο. Ἔδωκε δὲ αὐτῷ καὶ φῶς εἰς τὸ φωτίζεσθαι τοὺς δι᾿ αὐτοῦ δικαιουμένους· σύνεσιν δὲ αὐτῷ ἐδωρήσατο· ἐπανεπαύσατο γὰρ ἐπ᾿ αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως εἰς τὸ συνετοὺς ἀπεργάζεσθαι, καὶ δικαιοῦν τοὺς ἀξίους τοῦ δικαιοῦσθαι. Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχή αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. ᾿Αναλαμβάνων γὰρ τὸ μέτρον τῶν πάλαι ἁμαρτωλῶν, καὶ ἀσεβῶν εἰς ἑαυτὸν τὰς ἀσεβείας, καὶ ἀποδιδύσκων αὐτοὺς τὸν τῆς ἁμαρτίας χιτῶνα, δικαίους αὐτοὺς ἀπεργάζεται. Διὰ τοῦτο γὰρ ἐπειδὴ εἰς ἑαυτὸν τὰς τῶν πολλῶν ἀνέλαβεν ἁμαρτίας, τούτου χάριν καὶ δεδύνηται κλῆρον ἑαυτῷ ποιήσασθαι τοὺς πάντας. Εἰ γὰρ μὴ οἷός τε ἦν ἀφιέναι ἁμαρτίας, διέμειναν ἐν τοῖς ἑαυτῶν πλημμελήμασι, καὶ οὐκ ἂν ἔτυχον σωτηρίας. Νῦν δὲ ἐπειδὴ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνέλαβε, διὰ τοῦτο καὶ κληρονόμους αὐτοὺς εἴληφε παρὰ τοῦ Πατρός· τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων τῶν τε πονηρῶν δαιμονίων ἐξαρπάσας τὰς αἰχμαλώτους ὑπ' αὐτῶν γεγενημένας ψυχὰς, σκῦλα ἑαυτῷ ἐποιήσατο· ἅπερ σκῦλα τοῖς ἑαυτοῦ μαθηταῖς διένειμε, διαφόρους ἐξ αὐτῶν συστησάμενος Ἐκκλησίας · ὥσπερ τινὰ μισθὸν παρὰ τοῦ Πατρὸς τοῦτ᾽ εἰληφὼς, λέγω δὴ τὸ ἀφιέναι ἁμαρτίας τοῖς προημαρτηκόσι, καὶ ὑπὸ τὸν αὐτοῦ κλῆρον ὑπάγειν αὐτούς. Πῶς δὲ ἐν ἀνόμοις ἐλογίσθη, διδάσκει τὸ Εὐαγγέλιον· καθ' ὂν καιρὸν συνεσταύρωντο αὐτῷ παρ' ἑκάτερα οἱ λῃσταὶ, πεπληρῶσθαι λέγω τὴν προφητείαν.
Touto de epi monou tou Sōtēros hēmōn legesthai armozei ; dia pantos gar to tou Patros thelēma en tę̄ cheiri autou kateuōdouto. Edōke de autǭ kai phōs eis to phōtizesthai tous di᾿ autou dikaioumenous; synesin de autǭ edōrēsato; epanepausato gar ep᾿ auton pneuma sophias kai syneseōs eis to synetous apergazesthai, kai dikaioun tous axious tou dikaiousthai. Kai tas hamartias autōn autos anoisei. Dia touto autos klēronomēsei pollous, kai tōn ischyrōn meriei skyla; anth᾽ hōn paredothē eis thanaton hē psychē autou, kai en tois anomois elogisthē; kai autos hamartias pollōn anēnenke, kai dia tas anomias autōn paredothē. ᾿Analambanōn gar to metron tōn palai hamartōlōn, kai asebōn eis heauton tas asebeias, kai apodidyskōn autous ton tēs hamartias chitōna, dikaious autous apergazetai. Dia touto gar epeidē eis heauton tas tōn pollōn anelaben hamartias, toutou charin kai dedynētai klēron heautǭ poiēsasthai tous pantas. Ei gar mē hoios te ēn aphienai hamartias, diemeinan en tois heautōn plēmmelēmasi, kai ouk an etychon sōtērias. Nyn de epeidē tas hamartias autōn autos anelabe, dia touto kai klēronomous autous eilēphe para tou Patros; tōn antikeimenōn dēladē dynameōn tōn te ponērōn daimoniōn exarpasas tas aichmalōtous hyp' autōn gegenēmenas psychas, skyla heautǭ epoiēsato; haper skyla tois heautou mathētais dieneime, diaphorous ex autōn systēsamenos Ekklēsias ; hōsper tina misthon para tou Patros tout᾽ eilēphōs, legō dē to aphienai hamartias tois proēmartēkosi, kai hypo ton autou klēron hypagein autous. Pōs de en anomois elogisthē, didaskei to Euangelion; kath' on kairon synestaurōnto autǭ par' hekatera hoi lę̄stai, peplērōsthai legō tēn prophēteian.
This fits to be said of our Savior alone; for the Father’s will always prospered in his hand. And he gave him light, so that those justified through him might be enlightened; and he bestowed understanding on him; for the spirit of wisdom and understanding rested upon him, to make men understanding and to justify those worthy of being justified. “And he himself will bear their sins. Therefore he will inherit many, and will divide the spoils of the strong, because his soul was handed over to death, and he was reckoned among the lawless; and he bore the sins of many, and was handed over because of their lawless deeds.” For taking up the measure of the sinners of old, and the impieties of the impious upon himself, and stripping them of the tunic of sin, he makes them righteous. For because he took upon himself the sins of the many, for this reason he has also been able to make all men his own inheritance. For if he had not been able to forgive sins, they would have remained in their offenses and would not have obtained salvation. But now, since he himself took up their sins, for this reason he has also received them as an inheritance from the Father; snatching away, that is, from the opposing powers and the wicked demons the souls that had been made captive by them, he made them spoils for himself; these spoils he distributed to his disciples, establishing various churches from them—having received this from the Father as a kind of wage: I mean, to forgive sins to those who had sinned before, and to bring them under his own inheritance. How he was reckoned among the lawless the Gospel teaches: at the time when the robbers were crucified with him on either side, I say, the prophecy was fulfilled.
Chapter 54
54.1PG 24:461–467
Εὐφράνθητι, στείρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Διὰ τῶν προκειμένων ὁ λόγος εὐαγγελίζεται τὴν δι' αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ίδρυνθεῖσαν Ἐκκλησίαν, πάλαι οὖσαν ἔρημον, καὶ ἄγονον καὶ ἄκαρπον, διὸ καὶ στείραν αὐτὴν ὀνομάζει. Ἐπειδὴ τοιαῦταί τινες ἦσαν πάλαι αἱ τῶν ἀπίστων ψυχαί. Καὶ γὰρ ἦν πάλαι ἡ ἐξ ἐθνῶν Ἐκκλησία ἠφανισμένη καὶ ἔρημος, ἅτε μηδέπω τὸν ἐπουράνιον κεκτημένη νυμφίον. Πλὴν πολυκαρπίαν αὐτῇ καὶ πολυπαιδίαν ἐπαγγέλλεται πλείονα τῆς ἐχούσης τὸν ἄνδρα. Τίς δὲ ἦν αὕτη ἢ τὸ Ἰουδαίων ἔθνος, καὶ ἡ παρ᾿ αὐτοῖς πάλαι τετιμένη ὡς Θεοῦ πόλις Ἱερουσαλήμ; Ἥτις ἔχουσα τὸν ἄνδρα, τὸν ἐπουράνιον λόγον, ἠλέγχετο ἀποστασίου βιβλίον αὐτῷ δεδωκυία. Ἐν παραθέσει τοίνυν τῆς πάλαι τὸν ἄνδρα κεκτημένης, ἡ ἐν ταῖς ἔθνεσιν ἔρημος οὖσα τὸ πρὶν Θεοῦ ψυχὴ ἐπαγγελίας ἀξιοῦται χρηστῆς, πολυπαιδίαν καὶ πολυτεκνίαν αὐτῇ εὐαγγελιζομένου τοῦ λόγου· ὡς ἐν παραθέσει τοῦ ἐκ περιτομῆς λαοῦ τὰ τέκνα ταύτης πολυπλασιάζεσθαι. Εἶπε γὰρ Κύριος · Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέῤῥεις τῶν αὐλαιῶν σου πῆξον· μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον. Λέλεκται δὲ ταῦτα ὡς ἂν καὶ ἐπὶ τῆς σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης· ἐκείνῃ γὰρ χρησάμενος ὁ λόγος εἰκόνι, τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ προσφωνεῖ μὴ κατ᾿ ἐκείνην σμικρύναι τὴν ἑαυτῆς οἰκοδομὴν, ἀλλὰ πλατύναι τὴν σκηνοπηγίαν ἑαυτῆς, ἐκτείνασαν εἰς ἄφατον μῆκός τε καὶ πλάτος. Ἡ μὲν γὰρ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα, πηχέων ἦν ρ' μῆκος· πλάτος δὲ ν'. Ἐνταῦθα δέ φησι, Μὴ φείσῃ τούτου, μηδὲ στενοχωρήσῃς σεαυτὴν τοῖς μέτροις· ἀλλ᾽ ἐκτείνασα μακρὰν, καὶ κτίσασα, καὶ τὰ ἑξῆς. Νοήσεις δὲ τὸ μῆκος καὶ τὸ πλάτος, καὶ τὸ μέγεθος τῆς νέας ταύτης σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, ἐπὶ νοῦν λαβὼν, ὅση μὲν ὑπῆρχε τοῖς μέτροις ἡ ἐπὶ Μωϋσέως κατασκευασθεῖσα, ὅση ἦν Ἱερουσαλήμ τὸν νεὼν ἔχουσα, μήκους ἦν πηχῶν μ', πλάτους κ'. Ὡς εἴπερ ἦν θαύματος ἄξιος ὅ τε νεὼς ἐν μιᾷ πόλει τῆς Παλαιστίνης ἱδρυμένος, πόσῳ μᾶλλον τὸ πλῆθος καὶ τὰ μεγέθη, καὶ τὰ κάλλη τῶν κατὰ πάντα τόπον ἀνεγηγερμένων ἐκκλησιῶν τοῦ Θεοῦ· μεστὴ γὰρ ἐκκλησιῶν ἡ ὑπ᾿ οὐρανόν. «Ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερά σου ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρεμωμένας κατοικιεῖς. Σπέρμα δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ εἴη ἂν καὶ ὁ εὐαγγελικὸς λόγος, περὶ οὗ λέγεται· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ, Οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ;» Καὶ πάλιν δύναται δὲ σπέρμα εἶναι τῆς Ἐκκλησίας καὶ ἡ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Κυρίου ἡμῶν διδαχή δι' ὧν ἡ θεοσεβὴς πολιτεία ἐν ταῖς πάλαι ἡφανισμέναις καὶ Θεοῦ ἐρήμοις ἐκκλησίαις συνέστη. Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι. "Ὅτε μὲν γὰρ ἦν στείρα, καὶ οὐ τίκτουσα, οὐδὲ ὠδίνουσα, μηδὲ τὸν ἄνδρα ἔχουσα, ἐπονείδιστος ἦν καὶ αἰσχύνης ἔμπλεος·
Euphranthēti, steira hē ou tiktousa; rhēxon kai boēson, hē ouk ōdinousa; hoti polla ta tekna tēs erēmou, mallon ē tēs echousēs ton andra. Dia tōn prokeimenōn ho logos euangelizetai tēn di' autou kath' holēs tēs oikoumenēs idryntheisan Ekklēsian, palai ousan erēmon, kai agonon kai akarpon, dio kai steiran autēn onomazei. Epeidē toiautai tines ēsan palai hai tōn apistōn psychai. Kai gar ēn palai hē ex ethnōn Ekklēsia ēphanismenē kai erēmos, hate mēdepō ton epouranion kektēmenē nymphion. Plēn polykarpian autę̄ kai polypaidian epangelletai pleiona tēs echousēs ton andra. Tis de ēn hautē ē to Ioudaiōn ethnos, kai hē par᾿ autois palai tetimenē hōs Theou polis Hierousalēm? Hētis echousa ton andra, ton epouranion logon, ēlencheto apostasiou biblion autǭ dedōkuia. En parathesei toinyn tēs palai ton andra kektēmenēs, hē en tais ethnesin erēmos ousa to prin Theou psychē epangelias axioutai chrēstēs, polypaidian kai polyteknian autę̄ euangelizomenou tou logou; hōs en parathesei tou ek peritomēs laou ta tekna tautēs polyplasiazesthai. Eipe gar Kyrios ; Platynon ton topon tēs skēnēs sou, kai tas derrheis tōn aulaiōn sou pēxon; mē pheisę̄; makrynon ta schoinismata sou, kai tous passalous sou katischyson. Lelektai de tauta hōs an kai epi tēs skēnēs tēs hypo Mōÿseōs kataskeuastheisēs; ekeinę̄ gar chrēsamenos ho logos eikoni, tę̄ ex ethnōn Ekklēsią prosphōnei mē kat᾿ ekeinēn smikrynai tēn heautēs oikodomēn, alla platynai tēn skēnopēgian heautēs, ekteinasan eis aphaton mēkos te kai platos. Hē men gar hypo Mōÿseōs kataskeuastheisa, pēcheōn ēn r' mēkos; platos de n'. Entautha de phēsi, Mē pheisę̄ toutou, mēde stenochōrēsę̄s seautēn tois metrois; all᾽ ekteinasa makran, kai ktisasa, kai ta hexēs. Noēseis de to mēkos kai to platos, kai to megethos tēs neas tautēs skēnēs, hēn epēxen ho Kyrios kai ouk anthrōpos, epi noun labōn, hosē men hypērche tois metrois hē epi Mōÿseōs kataskeuastheisa, hosē ēn Hierousalēm ton neōn echousa, mēkous ēn pēchōn m', platous k'. Hōs eiper ēn thaumatos axios ho te neōs en mią polei tēs Palaistinēs hidrymenos, posǭ mallon to plēthos kai ta megethē, kai ta kallē tōn kata panta topon anegēgermenōn ekklēsiōn tou Theou; mestē gar ekklēsiōn hē hyp᾿ ouranon. «Eti eis ta dexia kai ta aristera sou ekpetason, kai to sperma sou ethnē klēronomēsei, kai poleis ēremōmenas katoikieis. Sperma de tēs Ekklēsias tou Theou eiē an kai ho euangelikos logos, peri hou legetai; Exēlthen ho speirōn tou speirai, kai, Ouchi kalon sperma espeiras en tǭ agrǭ?» Kai palin dynatai de sperma einai tēs Ekklēsias kai hē tōn apostolōn kai mathētōn tou Kyriou hēmōn didachē di' hōn hē theosebēs politeia en tais palai hēphanismenais kai Theou erēmois ekklēsiais synestē. Mē phobou, hoti katę̄schynthēs, mēde entrapę̄s, hoti ōneidisthēs; hoti aischynēn aiōnion epilēsę̄, kai oneidos tēs chēreias sou ou mē mnēsthēsę̄ eti. "Hote men gar ēn steira, kai ou tiktousa, oude ōdinousa, mēde ton andra echousa, eponeidistos ēn kai aischynēs empleos;
“Rejoice, barren one who does not bear; break forth and shout, you who are not in labor; for many are the children of the desolate, more than of her who has the husband.” Through these words the word announces the good news of the church founded through him throughout the whole inhabited world, which of old was desolate and childless and fruitless; that is why he names her barren. For such of old were the souls of unbelievers. For the church from the nations was of old made desolate and deserted, as not yet possessing the heavenly bridegroom. Yet he promises her fruitfulness and many children, more than she who has the husband. And who was she but the nation of the Jews, and Jerusalem, honored among them of old as the city of God? She, having the husband—the heavenly Word—was convicted of having given him a bill of divorce. In comparison, then, with her who of old possessed the husband, the soul among the nations that was formerly desolate of God is counted worthy of a kind promise, the word announcing to her many children and much offspring, so that her children are multiplied in comparison with the people of the circumcision. “For the Lord said: Enlarge the place of your tent, and fix the skins of your curtains; do not spare; lengthen your cords, and strengthen your stakes.” These things are said as if of the tabernacle constructed by Moses; for the word, using that as an image, addresses the church from the nations, telling her not to make her own building small like that one, but to enlarge her pitching of the tent, stretching it out to unspeakable length and breadth. For the one constructed by Moses was a hundred cubits long and fifty wide. But here he says, “Do not spare” this, and do not confine yourself with measurements, but stretch out far and build, and so on. You will understand the length and breadth and greatness of this new tabernacle, which the Lord pitched and not man, if you bear in mind how great in its measures was the one constructed under Moses, and how great Jerusalem was with its temple: it was forty cubits long and twenty wide. So if the temple built in one city of Palestine was worthy of wonder, how much more the multitude, the greatness, and the beauty of the churches of God raised up in every place; for all under heaven is full of churches. “Spread out further to your right and to your left, and your seed will inherit nations, and you will people cities that were made desolate.” The seed of the church of God would be the gospel word, of which it is said, “The sower went out to sow,” and, “Did you not sow good seed in the field?” And again, the seed of the church can also be the teaching of the apostles and disciples of our Lord, through whom the godly way of life was established in the churches that were once made desolate and deserted of God. “Do not fear because you were put to shame, nor be confounded because you were reproached; for you will forget everlasting shame, and you will no longer remember the reproach of your widowhood.” For when she was barren, not bearing nor in labor, nor having the husband, she was reproached and full of shame;
54.2PG 24:461–467
ἀλλὰ νῦν φησι πρὸς αὐτήν· Εἰ καὶ πάλαι ποτὲ αἰσχύνης καὶ ὀνείδους ἔπραττες ἄξια, θάρσει· Ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. Χηρείαν δὲ ἀποκαλεῖ καὶ ἐνταῦθα τὴν στέρησιν τοῦ νυμφίου Λόγου · ἧς οὐ μνησθήσῃ, φησὶν, Ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε, Κύριος ὄνομα αὐτῷ, καὶ ῥυσάμενός σε· αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται.» Οὐ γὰρ ἐξ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπου τὰ τῆς συστάσεως γέγονεν, ἀλλὰ δι' αὐτοῦ τοῦ Κυρίου. Οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε ὁ Κύριος, οὐδ᾽ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην. Εἶπεν ὁ Θεός σου· Χρόνον μικρὸν κατἐλιπόν σε, καὶ μετ' ἐλέους μεγάλου ἐλεήσω σε, εἶπεν ὁ φυσάμενός σε Κύριος. Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστι, καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου τὰ ὄρη μεταστήσεσθαι, οὐδ᾽ οἱ βουνοί μου μετακινηθήσονται. Οὕτως οὐδὲ τὸ παρ᾿ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπε γάρ· Ἴλεώς σοι Κύριος. Θᾶττον γὰρ τὰ ὄρη μεταστήσονται τῶν οἰκείων τόπων, καὶ οἱ βουνοὶ ταραχθήσονται, ἢ τὸ ἐμὸν ἔλεος ἀπὸ σοῦ κινηθήσεται. Καὶ ταῦτα δὲ τῷ θεοσεβεῖ πολιτεύματι ἐπαγγέλλεται ὁ λόγος, καὶ πάλαι μὲν ἦν παρὰ Ἰουδαίοις, διαπεσὸν δὲ παρ᾿ αὐτοῖς, ἐπὶ τὴν ἐξ ἐθνῶν Εκκλησίαν μεταβέβηκεν. Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήθης. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον. Ἧν γὰρ παρὰ Ἰουδαίοις τῷ ὄντι ἡ ταπεινὴ σωματική θρησκεία, ἡ ἐν σώματι περιτομὴ, καὶ ἐν οὐσίαις ζώων καὶ ταῖς τούτων θυσίαις, καὶ τοῖς ἄλλοις παραπλησίοις ἐξεταζομένη · διὸ ταπεινὴν καὶ ἀκατάστατον αὐτὴν ὠνόμασεν. Εἶτ' ἐπιλέγει, Οὐ παρεκλήθης·, οὐδεὶς γὰρ ἦν τῶν προφητῶν, οὐδὲ τῶν θεοφιλῶν ἀνδρῶν τοσοῦτος, ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον. ᾿Ανθ᾽ οὗ ὁ Σύμμαχος, Ἰδοὺ ἐγὼ, φησὶ, συντίθημι στιμμίᾳ τοὺς λίθους σου ὁ Θεοδοτίων, Ἰδοὺ ἐγώ εἰμι ἐμβαλὼν στιμμῇ τοὺς λίθους σου.» Ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη στιμμίζοιτο τοὺς ὀφθαλμούς · οὕτως αὐτὸς ἐγὼ, φησὶν, ὑπὲρ πάντα ὡραῖσμὸν καὶ καλλωπισμὸν τοὺς τῆς σῆς οἰκοδομῆς λίθους διαθήσω. Καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. Τοιοῦτοι δ᾽ ἂν εἶεν ἐν τῇ Ἐκκλησίᾳ Θεοῦ οἱ λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι, ὥστε προμαχῶνες ὄντες τοῦ θεοσεβοῦς πολιτεύματος, διὰ τὸ δύνασθαι πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖν, καὶ διελέγχειν πάντα λόγον ψευδῆ τὸν τῆς ἀληθείας πολέμιον. Ὥσπερ γὰρ ἐπὶ τῶν τειχῶν αἱ ἐπάλξεις προμαχῶνές εἰσιν ἐπὶ παρασκευῇ τῆς πρὸς τοὺς πολεμίους παρατάξεως παρεσκευασμένοι· οὕτω καὶ τῆς Ἐκκλησίας οἱ ἐν λόγῳ καὶ ἐν σοφίᾳ δυνατοί, λεχθεῖεν ἂν εἰκότως ἐπάλξεις. «Καὶ τὰς πύλας σου λίθους κρυστάλλου δι᾽ ὧν τὰς πύλας τῆς πόλεως συστήσας, θεσπίζει τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως, παριστὰς τῶν πεπιστευμένων τὴν πρώτην καὶ στοιχειώδη, καὶ εἰσακτικὴν διδασκαλίαν.
alla nyn phēsi pros autēn; Ei kai palai pote aischynēs kai oneidous eprattes axia, tharsei; Hoti aischynēn aiōnion epilēsę̄, kai oneidos tēs chēreias sou ou mē mnēsthēsę̄. Chēreian de apokalei kai entautha tēn sterēsin tou nymphiou Logou ; hēs ou mnēsthēsę̄, phēsin, Hoti Kyrios tōn dynameōn estin ho poiōn se, Kyrios onoma autǭ, kai rhysamenos se; autos Theos Israēl pasę̄ tę̄ gę̄ klēthēsetai.» Ou gar ex anthrōpōn, oude di᾽ anthrōpou ta tēs systaseōs gegonen, alla di' autou tou Kyriou. Ouch hōs gynaika kataleleimmenēn kai oligopsychon keklēke se ho Kyrios, oud᾽ hōs gynaika ek neotētos memisēmenēn. Eipen ho Theos sou; Chronon mikron katelipon se, kai met' eleous megalou eleēsō se, eipen ho physamenos se Kyrios. Apo tou hydatos tou epi Nōe touto moi esti, kathoti ōmosa autǭ en tǭ chronǭ ekeinǭ tę̄ gę̄ mē thymōthēsesthai epi soi eti, mēde en apeilę̄ sou ta orē metastēsesthai, oud᾽ hoi bounoi mou metakinēthēsontai. Houtōs oude to par᾿ emou soi eleos ekleipsei, oude hē diathēkē tēs eirēnēs sou ou mē metastę̄; eipe gar; Ileōs soi Kyrios. Thatton gar ta orē metastēsontai tōn oikeiōn topōn, kai hoi bounoi tarachthēsontai, ē to emon eleos apo sou kinēthēsetai. Kai tauta de tǭ theosebei politeumati epangelletai ho logos, kai palai men ēn para Ioudaiois, diapeson de par᾿ autois, epi tēn ex ethnōn Ekklēsian metabebēken. Tapeinē kai akatastatos, ou pareklēthēs. Idou egō hetoimazō soi anthraka ton lithon sou, kai ta themelia sou sappheiron. Hēn gar para Ioudaiois tǭ onti hē tapeinē sōmatikē thrēskeia, hē en sōmati peritomē, kai en ousiais zōōn kai tais toutōn thysiais, kai tois allois paraplēsiois exetazomenē ; dio tapeinēn kai akatastaton autēn ōnomasen. Eit' epilegei, Ou pareklēthēs;, oudeis gar ēn tōn prophētōn, oude tōn theophilōn andrōn tosoutos, hōs analabein autēn kai anaktēsasthai. Idou egō hetoimazō soi anthraka ton lithon sou, kai ta themelia sou sappheiron. ᾿Anth᾽ hou ho Symmachos, Idou egō, phēsi, syntithēmi stimmią tous lithous sou ho Theodotiōn, Idou egō eimi embalōn stimmę̄ tous lithous sou.» Hōs gar an gynē kallōpizomenē stimmizoito tous ophthalmous ; houtōs autos egō, phēsin, hyper panta hōraismon kai kallōpismon tous tēs sēs oikodomēs lithous diathēsō. Kai thēsō tas epalxeis sou iaspin, kai tas pylas sou lithous krystallou, kai ton peribolon sou lithous eklektous. Toioutoi d᾽ an eien en tę̄ Ekklēsią Theou hoi logikę̄ paraskeuę̄ tēn pistin ōchyrōmenoi, hōste promachōnes ontes tou theosebous politeumatos, dia to dynasthai pan hypsōma epairomenon kata tēs gnōseōs tou Theou kathairein, kai dielenchein panta logon pseudē ton tēs alētheias polemion. Hōsper gar epi tōn teichōn hai epalxeis promachōnes eisin epi paraskeuę̄ tēs pros tous polemious parataxeōs pareskeuasmenoi; houtō kai tēs Ekklēsias hoi en logǭ kai en sophią dynatoi, lechtheien an eikotōs epalxeis. «Kai tas pylas sou lithous krystallou di᾽ hōn tas pylas tēs poleōs systēsas, thespizei to diauges kai katharon tēs hygious pisteōs, paristas tōn pepisteumenōn tēn prōtēn kai stoicheiōdē, kai eisaktikēn didaskalian.
but now he says to her: Even if once you did things worthy of shame and reproach, take courage; “for you will forget everlasting shame, and you will no longer remember the reproach of your widowhood.” Here too he calls widowhood the loss of the bridegroom, the Word; which you will not remember, he says, “for the Lord of powers is he who makes you, the Lord is his name, and he who rescued you; he himself will be called God of Israel in all the earth.” For her establishment came about not from men nor through a man, but through the Lord himself. “Not as a woman forsaken and faint-hearted has the Lord called you, nor as a woman hated from her youth. Your God said: For a short time I forsook you, and with great mercy I will have mercy on you, said the Lord who rescued you. From the water in Noah’s time this is so for me, as I swore to him at that time to the earth that I would not be angry with you any more, nor with a threat to you would the mountains be removed, nor will my hills be shaken. So neither will my mercy toward you fail, nor will the covenant of your peace be removed; for he said: The Lord is merciful to you.” For sooner will the mountains be removed from their places and the hills be shaken, than my mercy be moved from you. These things too the word promises to the godly commonwealth, which was of old among the Jews but, having collapsed among them, has passed over to the church from the nations. “Humbled and unsettled, you were not comforted. Behold, I am preparing for you carbuncle for your stone, and sapphire for your foundations.” For among the Jews there was in truth the lowly bodily worship, consisting in circumcision in the body, in the substances of animals and their sacrifices, and in other similar things; that is why he named it humbled and unsettled. Then he adds, “You were not comforted”; for none of the prophets or of the God-loving men was great enough to take her up and restore her. “Behold, I am preparing for you carbuncle for your stone, and sapphire for your foundations.” Instead of this Symmachus says, “Behold, I set your stones in antimony,” Theodotion, “Behold, I am putting your stones in antimony.” For just as a woman adorning herself would paint her eyes with antimony, so I myself, he says, will arrange the stones of your building beyond all ornament and adornment. “And I will make your battlements jasper, and your gates stones of crystal, and your enclosing wall chosen stones.” Such in the church of God would be those whose faith has been fortified with rational preparation, so that they are bulwarks of the godly commonwealth, because they are able to tear down every height raised up against the knowledge of God and to refute every false word that is the enemy of the truth. For just as the battlements on walls are bulwarks prepared for drawing up in battle against enemies, so too those in the church who are powerful in word and wisdom might fittingly be called battlements. “And your gates stones of crystal”—setting up the gates of the city with these, he foretells the clear and pure quality of sound faith, presenting the first, elementary, and introductory teaching of those who have believed.
54.3PG 24:461–467
Καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. Τοιοῦτοι δ᾽ ἂν εἶεν οἱ περιφράττοντες, καὶ ἀντὶ παντὸς ἕρκους ἀσφαλιζόμενοι διὰ τῶν πρὸς τὸν Θεὸν εὐχῶν τὴν πᾶσαν οἰκοδομὴν τῆς πόλεως, μεγάλα καὶ πολυτελῆ, καὶ ἔντιμα οἰκοδομήματα. Καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.» Διδακτοὺς Θεοῦ ἀποκαλεῖ τοὺς υἱοὺς τῆς πάλαι στείρας· ἀλλὰ καὶ ἐν πολλῇ εἰρήνῃ ἔσεσθαι αὐτῆς τὰ τέκνα· τοῦτο γὰρ αὐτοῖς ἐπηγγείλατο εἰπών· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Απέχου ἀπ᾿ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Τὰ μὲν γὰρ ἀνθρώπινα ἐπισκευάσματα, καὶ ἐξ ἀνθρωπίνης σπουδῆς συνιστάμενα, τοιαῦτά τινα τυγχάνεις διὸ καὶ εἰς φθορὰν χωρεῖ καὶ εἰς ἀπώλειαν· τὸ δὲ ἐμὸν ἔργον ἀδιάφθορον πέφυκε· καὶ οὐδὲ τοιοῦτον εὑρεθήσεται ἐπὶ τοῦ ἐμοῦ ἔργου, ὡς διαφθεῖραι καὶ ἀπολέσαι αὐτό Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ, καὶ παροικήσουσί σοι, καὶ ἐπὶ σὲ καταφεύξονται. Ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας, καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δ᾽ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν φθεῖραι. Πᾶν σκεῦος σκευαστὸν ἐπὶ σὲ, οὐκ εὐοδώσω· καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν. Πάντας αὐτοὺς ἡττήσεις· οἱ δὲ ἕνοχοί σου ἔσονται ἐν αὐτῇ. Εἴποις δ᾽ ἂν προσηλύτους μετὰ τὰ προλεχθέντα τῆς Ἐκκλησίας πράγματα, τοὺς οὐ γνησίους, οὐδὲ καθαρῶς προβάλλοντας ἐν τοῖς πλήθεσιν· οὓς καὶ παροικήσειν, ἀλλ᾽ οὐ κατοικήσειν φησὶν αὐτὴν, διὰ τὸ ὡς ἐν παρόδῳ ποιεῖσθαι αὐτοὺς τὴν εἴσοδον. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος· σφόδρα ἀκολούθως· μετὰ γὰρ τὰ προλεχθέντα πάντα, ἐχρῆν ὑπομνῆσαι καὶ τῆς ἐγκειμένης ἐν τῷ μέλλοντι αἰῶνι κληρονομίας. Τίς δ' ἂν γένοιτο αὕτη ἀλλ᾿ ἡ βασιλεία τῶν οὐρανῶν καὶ ζωὴ αἰώνιος;
Kai ton peribolon sou lithous eklektous. Toioutoi d᾽ an eien hoi periphrattontes, kai anti pantos herkous asphalizomenoi dia tōn pros ton Theon euchōn tēn pasan oikodomēn tēs poleōs, megala kai polytelē, kai entima oikodomēmata. Kai pantas tous huious sou didaktous Theou, kai en pollę̄ eirēnę̄ ta tekna sou.» Didaktous Theou apokalei tous huious tēs palai steiras; alla kai en pollę̄ eirēnę̄ esesthai autēs ta tekna; touto gar autois epēngeilato eipōn; Eirēnēn tēn emēn didōmi hymin, eirēnēn tēn emēn aphiēmi hymin.» Kai en dikaiosynę̄ oikodomēthēsę̄. Apechou ap᾿ adikou, kai ou phobēthēsę̄, kai tromos ouk engiei soi. Ta men gar anthrōpina episkeuasmata, kai ex anthrōpinēs spoudēs synistamena, toiauta tina tynchaneis dio kai eis phthoran chōrei kai eis apōleian; to de emon ergon adiaphthoron pephyke; kai oude toiouton heurethēsetai epi tou emou ergou, hōs diaphtheirai kai apolesai auto Idou prosēlytoi proseleusontai soi di' emou, kai paroikēsousi soi, kai epi se katapheuxontai. Idou egō ektisa se, ouch hōs chalkeus physōn anthrakas, kai ekpherōn skeuos eis ergon; egō d᾽ ektisa se, ouk eis apōleian phtheirai. Pan skeuos skeuaston epi se, ouk euodōsō; kai pasa phōnē anastēsetai epi se eis krisin. Pantas autous hēttēseis; hoi de henochoi sou esontai en autę̄. Eipois d᾽ an prosēlytous meta ta prolechthenta tēs Ekklēsias pragmata, tous ou gnēsious, oude katharōs proballontas en tois plēthesin; hous kai paroikēsein, all᾽ ou katoikēsein phēsin autēn, dia to hōs en parodǭ poieisthai autous tēn eisodon. Esti klēronomia tois therapeuousi Kyrion, kai hymeis esesthe moi dikaioi, legei Kyrios; sphodra akolouthōs; meta gar ta prolechthenta panta, echrēn hypomnēsai kai tēs enkeimenēs en tǭ mellonti aiōni klēronomias. Tis d' an genoito hautē all᾿ hē basileia tōn ouranōn kai zōē aiōnios?
“And your enclosing wall chosen stones.” Such would be those who fence in and secure, instead of any barrier, the whole building of the city through their prayers to God—great, costly, and precious buildings. “And all your sons taught by God, and your children in great peace.” He calls the sons of the once barren woman taught by God; and moreover her children will be in great peace; for this he promised them, saying, “My peace I give to you, my peace I leave to you.” “And you will be built in righteousness. Keep away from the unjust, and you will not fear, and trembling will not come near you.” For human structures, put together by human effort, are of such a kind that they go to decay and destruction; but my work is by nature incorruptible; and nothing will be found in my work such as to corrupt and destroy it. “Behold, proselytes will come to you through me, and will sojourn with you, and will flee to you for refuge. Behold, I have created you, not as a smith blowing coals and bringing out a vessel for work; but I have created you not for destruction, to corrupt you. Every weapon fashioned against you I will not prosper; and every voice will rise against you for judgment. You will defeat them all; and those liable to you will be in it.” After the matters of the church foretold, you might call proselytes those who are not genuine, nor coming forward in purity among the multitudes; of these he says that they will sojourn with her, but not dwell in her, because they make their entrance as if in passing. “There is an inheritance for those who serve the Lord, and you will be righteous to me, says the Lord”—very fittingly; for after all the things foretold, it was necessary also to remind them of the inheritance laid up in the age to come. And what would this be but the kingdom of heaven and eternal life?
Chapter 55
55.1PG 24:467–469
Οἱ διψῶντες, πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυΐδ τὰ πιστά. Περὶ ἔτερα ἀσχολούμενοι, ἐξ ὧν οὐκ ἔστι ψυχὴν τραφῆναι, οὐδὲ εἰς πλησμονὴν ἀπολαῦσαι τροφῆς. Πρὸς γὰρ τοῖς προτέροις καὶ τῶν ἔργων ἀγαθῶν ἐλπίδα, καὶ τροφὴν ἔνθεον τεταμιεῦσθαί φησι ταῖς τῶν ὑπηκόων ψυχαῖς. Οὐ γὰρ τοῖς σώμασι, διαῤῥήδην δὲ ταῖς ψυχαῖς τὴν τῶν μελλόντων ἀγαθῶν δόσιν προβάλλεται. Ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Ἔθνη ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοὶ οἱ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε. Καὶ τίς οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα, ὁρῶν καθ' ὅλης τῆς οἰκουμένης ἀπὸ Χριστοῦ τοῦ Θεοῦ Χριστιανοὺς προσαγορευομένους; Καὶ τοῦτο αὐτοῖς ἔσεσθαι σημεῖον αἰώνιον τῆς παρὰ Θεῷ σωτηρίας τὸ ἐπιγράφεσθαι τὸ τοῦ Κυρίου ὄνομα, ὅπερ αὐτοῖς εἰς αἰῶνα παραμένει, καὶ οὐκ ἐκλείψει πώποτε· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ τυγχάνει. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε. Ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται· ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ' ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὁ ὑετὸς ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν· οὗτως ἔσται τὸ ῥῆμά μου, ὁ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα. Καὶ εὐοδώσω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε. Τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ. Δι' ὧν οἶμαι δυνάμεις συγχαιρούσας τοῖς ἐπὶ γῆς μετανοοῦσι δηλοῦσθαι. Καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Ξύλα δὲ τοῦ ἀγροῦ ἐπικροτοῦντα κλάδοις τάχα που αἱ καρποφόροι εἶεν ἂν ψυχαί, συγχαίρουσαι ταῖς τῶν ἀνόμων ψυχαῖς ἐπιστρεφούσαις πρὸς Κύριον. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. Καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει. ᾿Αλληγορικῶς δὲ διὰ τούτων ἠνίττετο τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω τῶν ψυχῶν καρποφορίαν· αἱ πᾶσαι μὲν ἦσαν ἐν ἀθεότητι, οὐδὲν γόνιμον οὐδὲ τρόφιμον ἔφερον· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ, καὶ ἀγεωργήτῳ χώρα, στοιβὴν ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσσεβεστάτην, καὶ ἄχρηστον παντελῶς βοτάνην ἔφυον. Νῦν δ᾽ ὅτε τῆς θείας μετέσχον χάριτος, μυρσίνην εὐωδεστάτην, καὶ μὲν ὑψηλοτάτην καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν· κατὰ δὲ τὸν Σύμμαχον, ᾿Αντὶ στοιβῆς, φησὶν, ἀναβήσεται βράθυ, ἀντὶ δὲ κνιδὸς ἀναβήσεται μυρσίνη» ὡς εἰ σαφέστερον ἐλέγετο, ᾿Αντὶ κακίας ἀναβήσεται δικαιοσύνη, καὶ ἀντὶ ἀκολασίας σωφροσύνη, καὶ ἀντὶ θράσους ἀνδρεία, καὶ ἀντὶ ἀφροσύνης φρόνησις, καὶ ἀπαξαπλῶς ἀντὶ πονηρίας ἀρετή.
Hoi dipsōntes, poreuesthe eph᾽ hydōr, kai hosoi mē echete argyrion, badisantes agorasate, kai phagete aneu argyriou oinon kai stear. Hina ti timasthe argyriou, kai ton mochthon hymōn ouk eis plēsmonēn? Akousate mou, kai zēsetai en agathois hē psychē hymōn, kai diathēsomai hymin diathēkēn aiōnion, ta hosia Dauïd ta pista. Peri etera ascholoumenoi, ex hōn ouk esti psychēn traphēnai, oude eis plēsmonēn apolausai trophēs. Pros gar tois proterois kai tōn ergōn agathōn elpida, kai trophēn entheon tetamieusthai phēsi tais tōn hypēkoōn psychais. Ou gar tois sōmasi, diarrhēdēn de tais psychais tēn tōn mellontōn agathōn dosin proballetai. Idou martyrion en ethnesin edōka auton, archonta kai prostassonta ethnesin. Ethnē ha ouk oidasi se, epikalesontai se, kai laoi hoi ouk epistantai se, epi se katapheuxontai, heneken Kyriou tou Theou sou, tou hagiou Israēl, hoti edoxase se. Kai tis ouk an ekplageiē tou logou to apotelesma, horōn kath' holēs tēs oikoumenēs apo Christou tou Theou Christianous prosagoreuomenous? Kai touto autois esesthai sēmeion aiōnion tēs para Theǭ sōtērias to epigraphesthai to tou Kyriou onoma, hoper autois eis aiōna paramenei, kai ouk ekleipsei pōpote; ametamelēta gar ta charismata tou Theou tynchanei. Zētēsate ton Kyrion, kai en tǭ heuriskein auton, epikalesasthe. Hēnika d᾽ an engizę̄ hymin, apoleipetō ho asebēs tas hodous autou, kai anēr anomos tas boulas autou, kai epistraphētō epi Kyrion, kai eleēthēsetai; hoti epi poly aphēsei tas hamartias hymōn. Ou gar eisin hai boulai mou, hōsper hai boulai hymōn, oud' hōsper hai hodoi hymōn, hai hodoi mou, legei Kyrios. All' hōs apechei ho ouranos apo tēs gēs, houtōs apechei hē hodos mou apo tōn hodōn hymōn, kai ta dianoēmata hymōn apo tēs dianoias mou. Hōs gar an katabę̄ ho hyetos ek tou ouranou, kai ou mē apostraphę̄ heōs an methysę̄ tēn gēn, kai ektekę̄, kai ekblastēsę̄, kai dǭ sperma tǭ speironti, kai arton eis brōsin; houtōs estai to rhēma mou, ho ean exelthę̄ ek tou stomatos mou, ou mē apostraphę̄, heōs an telesthę̄ hosa an ēthelēsa. Kai euodōsō tas hodous sou, kai ta entalmata mou. En gar euphrosynę̄ exeleusesthe, kai en charą didachthēsesthe. Ta gar orē kai hoi bounoi exalountai prosdechomenoi hymas en charą. Di' hōn oimai dynameis synchairousas tois epi gēs metanoousi dēlousthai. Kai panta ta xyla tou agrou epikrotēsei tois kladois. Xyla de tou agrou epikrotounta kladois tacha pou hai karpophoroi eien an psychai, synchairousai tais tōn anomōn psychais epistrephousais pros Kyrion. Kai anti tēs stoibēs anabēsetai kyparissos, anti de tēs konyzēs anabēsetai myrsinē. Kai estai Kyrios eis onoma, kai eis sēmeion aiōnion, kai ouk ekleipsei. ᾿Allēgorikōs de dia toutōn ēnitteto tēn apo tōn cheironōn epi ta kreittō tōn psychōn karpophorian; hai pasai men ēsan en atheotēti, ouden gonimon oude trophimon epheron; hōs en erēmǭ de kai chersǭ, kai ageōrgētǭ chōra, stoibēn hylēs achrēstou kai konyzan tēn dyssebestatēn, kai achrēston pantelōs botanēn ephyon. Nyn d᾽ hote tēs theias meteschon charitos, myrsinēn euōdestatēn, kai men hypsēlotatēn kai palin euōdē kyparisson ekarpophoroun; kata de ton Symmachon, ᾿Anti stoibēs, phēsin, anabēsetai brathy, anti de knidos anabēsetai myrsinē» hōs ei saphesteron elegeto, ᾿Anti kakias anabēsetai dikaiosynē, kai anti akolasias sōphrosynē, kai anti thrasous andreia, kai anti aphrosynēs phronēsis, kai apaxaplōs anti ponērias aretē.
“You who thirst, go to the water, and you who have no money, go and buy, and eat without money wine and fat. Why do you spend money, and your labor not for satisfaction? Hear me, and your soul will live in good things, and I will make with you an everlasting covenant, the sure holy things of David.”—busying yourselves about other things, from which the soul cannot be nourished nor enjoy food to satisfaction. For besides the former things he says that the hope of good works and divine food has been stored up for the souls of those who obey. For not to bodies, but plainly to souls, he holds out the gift of the good things to come. “Behold, I have given him as a witness among the nations, a ruler and commander for the nations. Nations that do not know you will call on you, and peoples who do not understand you will flee to you for refuge, for the sake of the Lord your God, the Holy One of Israel, because he has glorified you.” And who would not be astonished at the fulfillment of the word, seeing people throughout the whole inhabited world called Christians from Christ, God? And this will be for them an everlasting sign of the salvation that is with God: to be inscribed with the name of the Lord, which remains with them for ever and will never fail; for the gifts of God are irrevocable. “Seek the Lord, and when you find him, call upon him. And when he draws near to you, let the ungodly forsake his ways, and the lawless man his counsels, and let him turn to the Lord, and he will be shown mercy; for he will abundantly forgive your sins. For my counsels are not like your counsels, nor are my ways like your ways, says the Lord. But as the heaven is far from the earth, so is my way far from your ways, and your thoughts from my mind. For as the rain comes down from heaven and does not return until it has soaked the earth, and it brings forth and sprouts and gives seed to the sower and bread for food, so will my word be, whatever goes out of my mouth: it will not return until all that I willed is accomplished. And I will prosper your ways and my commandments. For you will go out in gladness and be taught in joy. For the mountains and the hills will leap, welcoming you with joy.” By these I think are shown the powers that rejoice with those on earth who repent. “And all the trees of the field will clap with their branches.” The trees of the field clapping with their branches would perhaps be the fruitful souls, rejoicing with the souls of the lawless as they turn to the Lord. “And instead of the brushwood a cypress will come up, and instead of the fleabane a myrtle will come up. And the Lord will be for a name and for an everlasting sign, and it will not fail.” Allegorically he hinted through these words at the fruit-bearing of souls, from worse things to better: all of them were in godlessness and bore nothing fruitful or nourishing; but, as in a desert, dry and uncultivated land, they grew brushwood of useless material and fleabane, a most noxious and utterly useless plant. But now, when they have shared in divine grace, they bore most fragrant myrtle and the very tall and fragrant cypress; and according to Symmachus, “Instead of brushwood,” he says, “a juniper will come up, and instead of nettle a myrtle will come up”—as if it were said more plainly: instead of wickedness righteousness will come up, and instead of licentiousness self-control, and instead of rashness courage, and instead of folly prudence, and, in a word, instead of evil virtue.
Chapter 56
56.1PG 24:469–471
Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, καὶ ποιήσατε δικαιοσύνην· ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα. Πῶς οὐ μακάριος τοιαύτας εἰληφὼς τὰς ἐπαγγελίας; Καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα. Ὁ γὰρ ταῦτα ποιῶν τοῦ παρὰ Θεοῦ μακαρισμοῦ γένοιτ' ἂν ἄξιος. Σὺν τούτοις καὶ τὰ Σάββατα μὴ βεβηλοῦν ἀναγκαῖον· ὅπερ ἔσται εἰ τὰς ἑαυτῶν χεῖρας καθαρὰς πάσης ἀτόπου πράξεως διατηρήσητε· εἰ δὲ ταῦτα μὴ ποιήσητε, ἐπὶ σχολῆς καὶ ἀργίας διάγοντες τὴν τοῦ Σαββάτου ἡμέραν, ἴστε τὸ μηθὲν ποιοῦντες. Μὴ λεγέτω ὁ ἀλλογενής ὁ προσκείμενος πρὸς Κύριον· ᾿Αφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ; διδάσκων μὴ μέγα φρονεῖν Ἰουδαίων παῖδας ἐπὶ τῷ γένει, μηδὲ ἐπὶ τοῖς προπάτορσι σεμνύνεσθαι. Καὶ μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ξύλον ἐγώ εἰμι ξηρόν. Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου καὶ ἐκλέξωνται ὁ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς Διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου τόπον όνομαστὸν, κρείττω υἱῶν καὶ θυγατέρων· ὅνομα αἰώνιον δώσω αὐτοῖς· καὶ οὐκ ἐκλείψει. · Ἐπειδὴ δὲ καὶ τὴν ὑπολαμβάνοντες, ἀναστέλλων αὐτῶν καὶ ταύτην τὴν δόξαν, ἐσφαλμένην τε οὖσαν ἐλέγχων, τοῖς ἀγόνοις καὶ μὴ δυνατοῖς παιδοποιεῖν, διὰ τὸ ἐκτετμῆσθαι, τὴν ἴσην ὑπισχνεῖται ἐπαγγελίαν, μηδὲν ἐμποδών ἔσεσθαι τοῖς εὐνούχοις φάσκων πρὸς τὸ τυχεῖν τῶν παρὰ Θεοῦ ἀγαθῶν, εἰ ζῇν κατὰ Θεὸν προέλοιντο. Ε γάρ πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ ἔστι πόλις Θεοῦ Ἱερουσαλήμ ἡ ἐπουράνιος, καὶ τόπος αὐτοῖς εἴσω τοῦ οἴκου τοῦ Θεοῦ ἐν ταῖς πολλαῖς μοναῖς, καὶ μοναὶ δοθήσονται, καὶ μερὶς ἐν τῷ τείχει τῆς ἐπουρανίου τοῦ Θεοῦ πόλεως. πολυπαιδίαν εὐλογίαν Θεοῦ ἡγοῦντο εἶναι Ἰουδαῖοι, μισθόν τε καὶ καρπὸν θεοσεβείας τὴν πολυτεκνίαν εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας· καὶ πάντας τοὺς Καὶ τοῖς ἀλλογενέσι τοῖς προκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου, τοῦ φυλασσομένους τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς Διαθήκης μου, εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου. Τὸν γὰρ οἶκον αὐτοῦ μὴ τῶνδε μὲν ὑπάρχειν, τῶν δὲ μὴ, ἀνεᾤχθαι δὲ πᾶσι τοῖς ἔθνεσιν ὑπερβολῇ φιλανθρωπίας · ὡς καὶ εὐνούχους παραδέχεσθαι καὶ παραλύτους. Καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου. Τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν. Οἷμαι δὲ διὰ τούτων ὡς πρὸς τὴν λέξιν διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ Δαρείου καὶ ᾿Αρταξέρξου γενομένην τὸν Θεὸν ἂν εἰρῆσθαι συνάγειν· διὸ ἐπιλέγει · Εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραὴλ, ὅτι Συνάξω ἐπ᾿ αὐτὸν συναγωγήν. Καθη οὓς δὲ χρόνους εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι · οὓς διὰ τὴν προτέραν κατάστασιν, καὶ διὰ τὸ ἀλλογενὲς καὶ ἀλλότριον τοῦ τρόπου, ἀγροῦ θηρία ὠνόμασεν ὁ λόγος.
Tade legei Kyrios; Phylassesthe krisin, kai poiēsate dikaiosynēn; ēngike gar to sōtērion mou paraginesthai, kai to eleos mou apokalyphthēnai. Makarios anēr ho poiōn tauta. Pōs ou makarios toiautas eilēphōs tas epangelias? Kai anthrōpos ho antechomenos autōn, kai phylassōn ta Sabbata mē bebēloun, kai diatērōn tas cheiras autou mē poiein adika. Ho gar tauta poiōn tou para Theou makarismou genoit' an axios. Syn toutois kai ta Sabbata mē bebēloun anankaion; hoper estai ei tas heautōn cheiras katharas pasēs atopou praxeōs diatērēsēte; ei de tauta mē poiēsēte, epi scholēs kai argias diagontes tēn tou Sabbatou hēmeran, iste to mēthen poiountes. Mē legetō ho allogenēs ho proskeimenos pros Kyrion; ᾿Aphoriei me ara Kyrios apo tou laou autou? didaskōn mē mega phronein Ioudaiōn paidas epi tǭ genei, mēde epi tois propatorsi semnynesthai. Kai mē legetō ho eunouchos, hoti Xylon egō eimi xēron. Tade legei Kyrios tois eunouchois; Hosoi an phylaxōntai ta Sabbata mou kai eklexōntai ho egō thelō, kai antechōntai tēs Diathēkēs mou, dōsō autois en tǭ oikǭ mou, kai en tǭ teichei mou topon onomaston, kreittō huiōn kai thygaterōn; honoma aiōnion dōsō autois; kai ouk ekleipsei. ; Epeidē de kai tēn hypolambanontes, anastellōn autōn kai tautēn tēn doxan, esphalmenēn te ousan elenchōn, tois agonois kai mē dynatois paidopoiein, dia to ektetmēsthai, tēn isēn hypischneitai epangelian, mēden empodōn esesthai tois eunouchois phaskōn pros to tychein tōn para Theou agathōn, ei zę̄n kata Theon proelointo. E gar pollai monai para tǭ Patri, kai esti polis Theou Hierousalēm hē epouranios, kai topos autois eisō tou oikou tou Theou en tais pollais monais, kai monai dothēsontai, kai meris en tǭ teichei tēs epouraniou tou Theou poleōs. polypaidian eulogian Theou hēgounto einai Ioudaioi, misthon te kai karpon theosebeias tēn polyteknian einai autǭ eis doulous kai doulas; kai pantas tous Kai tois allogenesi tois prokeimenois Kyriǭ douleuein autǭ, kai agapan to onoma Kyriou, tou phylassomenous ta Sabbata mou mē bebēloun, kai antechomenous tēs Diathēkēs mou, eisaxō autous eis to oros to hagion mou. Ton gar oikon autou mē tōnde men hyparchein, tōn de mē, aneǭchthai de pasi tois ethnesin hyperbolę̄ philanthrōpias ; hōs kai eunouchous paradechesthai kai paralytous. Kai euphranō autous en tǭ oikǭ tēs proseuchēs mou. Ta holokautōmata autōn, kai hai thysiai autōn esontai dektai epi to thysiastērion mou. Ho gar oikos mou oikos proseuchēs klēthēsetai pasi tois ethnesin. Hoimai de dia toutōn hōs pros tēn lexin dia tēn apo Babylōnos epistrophēn tou laou tēn epi Kyrou kai Dareiou kai ᾿Artaxerxou genomenēn ton Theon an eirēsthai synagein; dio epilegei ; Eipe Kyrios ho synagōn tous diesparmenous Israēl, hoti Synaxō ep᾿ auton synagōgēn. Kathē hous de chronous eikos ēn kai plēthos autois allophylōn ethnōn prosēlyteusai ; hous dia tēn proteran katastasin, kai dia to allogenes kai allotrion tou tropou, agrou thēria ōnomasen ho logos.
“Thus says the Lord: Keep judgment and do righteousness; for my salvation has drawn near to come, and my mercy to be revealed. Blessed is the man who does these things.” How is he not blessed who has received such promises? “And the man who holds fast to them, and keeps the Sabbaths so as not to profane them, and keeps his hands from doing unjust things.” For one who does these things would be worthy of the blessing that comes from God. Along with these it is also necessary not to profane the Sabbaths; and this will be so if you keep your own hands clean of every wrong deed; but if you do not do this, spending the Sabbath day in leisure and idleness, know that you are doing nothing. “Let not the foreigner who is joined to the Lord say, Will the Lord then separate me from his people?”—teaching the children of the Jews not to be proud of their race nor to boast in their forefathers. “And let not the eunuch say, I am a dry tree. Thus says the Lord to the eunuchs: All who keep my Sabbaths and choose what I will, and hold fast to my covenant, I will give them in my house and within my wall a named place better than sons and daughters; I will give them an everlasting name, and it will not fail.” And since the Jews considered having many children a blessing from God, regarding many offspring as the wage and fruit of godliness, he checks this opinion of theirs too, and, proving it mistaken, promises the same promise to those who are childless and unable to beget children because they have been castrated, saying that nothing will stand in the way of the eunuchs obtaining the good things from God, if they choose to live according to God. For there are many dwelling places with the Father, and there is the city of God, the heavenly Jerusalem; and a place within the house of God among the many dwelling places, and dwellings, will be given them, and a share in the wall of the heavenly city of God. “And to the foreigners who are joined to the Lord to serve him and to love the name of the Lord, to be his menservants and maidservants; and all who keep my Sabbaths so as not to profane them, and hold fast to my covenant, I will bring them to my holy mountain.” For his house does not belong to these and not to those, but has been opened to all the nations in an excess of love for mankind, so as to receive even eunuchs and the paralyzed. “And I will make them glad in my house of prayer. Their whole burnt offerings and their sacrifices will be acceptable on my altar. For my house will be called a house of prayer for all the nations.” I think that by these words, as regards the letter, God would be said to gather them with reference to the return of the people from Babylon that took place under Cyrus, Darius, and Artaxerxes; therefore he adds, “Said the Lord who gathers the dispersed of Israel: I will gather to him a gathering.” And in those times it was likely that a multitude of foreign nations also became proselytes among them; these, because of their former state and the alien and foreign character of their way of life, the word named beasts of the field.
56.2PG 24:469–471
Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. Τὰ δὲ θηρία τὰ μετὰ τοῦ Ἰσραὴλ συναγόμενα οἱ ἐξ ἐθνῶν προσιόντες τῷ λόγῳ εἶεν ἂν, οὓς ἀνακαλεῖται λέγων· Δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. Δρυμὸν δὲ πολλάκις τετηρήκαμεν τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν λελέχθαι. Ταῦτ᾽ οὖν τὰ θηρία τῆς τοῦ Θεοῦ κλήσεως καταξιοῖ, καὶ εἰς ἑστίασιν ἀνακαλεῖται. Ἴδετε, ὅτι ἐκτετύφλωνται πάντες· οὐκ ἔγνωσαν κύνες ἐνεοὶ οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι. Καὶ τοιοῦτοι μὲν ἦσαν οἱ τῶν Ἰουδαίων ἄρχοντες πρὸς τοὺς ἐκτὸς, πρὸς οὓς. ἔδει ἐγρηγορέναι καὶ νήφειν, καὶ κατὰ τῶν ἐχθρῶν ὑλακτεῖν · πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς τινες ὑπῆρχον, κατεσθίοντες τὰ ὑπ᾿ αὐτοῖς ποιμαινόμενα θρέμματα. Καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν. Καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν ·· πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος. κατὰ τὸ ἑαυτοῦ· · οὐ ταῖς ὁδοῖς τοῦ Θεοῦ, ἀλλὰ ταῖς ἑαυτῶν διὰ τοῦ τὰ καταθύμια αὐτοῖς πράττειν.
Panta ta thēria ta agria, deute, phagete, panta ta thēria tou drymou. Ta de thēria ta meta tou Israēl synagomena hoi ex ethnōn prosiontes tǭ logǭ eien an, hous anakaleitai legōn; Deute, phagete, panta ta thēria tou drymou. Drymon de pollakis tetērēkamen to plēthos tōn allophylōn ethnōn lelechthai. Taut᾽ oun ta thēria tēs tou Theou klēseōs kataxioi, kai eis hestiasin anakaleitai. Idete, hoti ektetyphlōntai pantes; ouk egnōsan kynes eneoi ou dynēsontai hylaktein, enypniazomenoi koitēn, philountes nystaxai. Kai toioutoi men ēsan hoi tōn Ioudaiōn archontes pros tous ektos, pros hous. edei egrēgorenai kai nēphein, kai kata tōn echthrōn hylaktein ; pros de tous oikeious anaideis tines hypērchon, katesthiontes ta hyp᾿ autois poimainomena thremmata. Kai hoi kynes anaideis tę̄ psychę̄, ouk eidotes plēsmonēn. Kai eisi ponēroi ouk eidotes synesin ;; pantes tais hodois autōn exēkolouthēsan, hekastos. kata to heautou; ; ou tais hodois tou Theou, alla tais heautōn dia tou ta katathymia autois prattein.
“All you wild beasts, come, eat, all you beasts of the forest.” The beasts gathered together with Israel would be those from the nations who come to the word, whom he calls, saying, “Come, eat, all you beasts of the forest.” We have often observed that the multitude of foreign nations is called a forest. These beasts, then, he counts worthy of God’s calling, and invites them to a feast. “See that they have all been blinded; they did not know; dumb dogs, they will not be able to bark, dreaming of bed, loving to slumber.” Such were the rulers of the Jews toward those outside, against whom they ought to have been awake and sober and to bark against the enemies; but toward their own people they were shameless, devouring the flocks they shepherded. “And the dogs are shameless in soul, not knowing satisfaction. And they are wicked, not knowing understanding; all followed their own ways, each after his own”—not the ways of God, but their own, by doing what they desired.
Chapter 57
57.1PG 24:473–477
Ἴδετε, ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐνδέχεται τῇ καρδίᾳ· καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος.» Καὶ πῶς ἔμελλον κατανοεῖν οἱ τὰς ψυχὰς τυφλοί; εἰ γὰρ μὴ οὕτως εἶχον, κἂν ἑώρων τὸν δίκαιον, καὶ συνίεσαν τὴν ἑαυτῶν οἰκονομίαν· ἀλλ᾽ οἱ μὲν τυφλοὶ ὄντες καὶ κύνες ἀναιδεῖς τοιαυτα κατὰ τῶν δικαίων ἐτόλμων· οἱ δὲ ἐν εἰρήνῃ ὑπὸ τοῦ Θεοῦ παρελαμβάνοντο. Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. Εἴποι δ᾽ ἄν τις δύνασθαι ταῦτα ἀρμόττειν καὶ τῷ Σωτῆρι καὶ τοῖς μαθηταῖς αὐτοῦ τοῖς ὑπὸ τοῦ Ἰουδαίων ἔθνους ἐπιβεβουλευμένοις· ἀλλὰ καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν αἰνίττεσθαι τὸ λόγιόν φησι· τοῦ μὲν θανάτου διὰ τῆς ταφῆς αὐτοῦ δηλουμένου, τῆς δ᾽ ἀναστάσεως διὰ τοῦ, Ἤρθη ἐκ τοῦ μέσου ἡ ταφὴ αὐτοῦ. ᾿Αφανὴς γέγονε διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ τῆς ταφῆς τόπῳ · ὅθεν ὁ ἄγγελος ἐπιστὰς ταῖς γυναιξὶν ἔλεγε· Τίνα ζητεῖτε; Ἰησοῦν; Οὐκ ἔστιν ὧδε· δεῦτε, ἴδετε τὸν τόπον αὐτοῦ. Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἀνόμων; Οὐ γὰρ ἄξιον τοῦ ᾿Ἀβραὰμ καὶ τῆς Σάῤῥας τέκνα ὑμᾶς καλεῖν· εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Μοιχοὺς δ᾽ οἶδεν ὁ λόγος καλεῖν τοὺς πάλαι εἰδωλολατροῦντας, περὶ ὧν εἴρηται· Καὶ ἐμοίχευσαν τὸ ξύλον καὶ τὸν λίθον· · πόρνην δὲ τὴν Ἱερουσαλήμ ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ παρὼν προφήτης. Μάλιστα γὰρ αὐτῶν τὴν γλῶσσαν καὶ τὸ στόμα καταιτιᾶται διὰ τὰς κατὰ τοῦ Σωτῆρος φωνὰς, καὶ ἂς εἰσέτι καὶ νῦν κατ᾿ αὐτοῦ ποιοῦνται βλασφημίας. Διό φησιν· Ἐπὶ τίνα ἡνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; Οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. Ἐκείνη σου ἡ μερὶς, οὗτός σου ὁ κλῆρος· κἀκείνοις ἐξέχεας σπονδὰς, καὶ τούτοις ἀνήνεγκας θυσίας. Ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; Σαφῶς δὲ διὰ τούτων δείκνυται ἡ παροῦσα ἡ προφητεία τοῖς κατὰ τοὺς χρόνους Ἡσαΐου τοῦ προφήτου εἰδωλολάτραις ἁρμόττουσα. Ἐπ᾿ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου. Κατὰ ταῦτα, φησὶν, ἔπραττες, οὐδὲ κεκρυμμένως ἀσεβῶν, ἀλλὰ πεπαῤῥησιασμένως· οὕτως ὡς καὶ ἐπ᾿ αὐτῶν τῶν ὑψηλοτάτων ὀρῶν ἐπιτελεῖν τὰς δαιμονικὰς θυσίας. Καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου. Ὧου, ὅτι, ἐὰν ἀπ᾿ ἐμοῦ ἀποστῆς, πλεῖόν τι ἕξεις. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾿ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. Πολλοὶ γὰρ ἔφυγον τὴν Ἱερουσαλὴμ οἱ τῷ Θεῷ ἀνακείμενοι ἄνδρες διὰ τὰς ἐν αὐτῇ συντελουμένας ἀθέους πράξεις. Καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, καὶ ἐταπεινώθης ἕως ᾄδου. Ταῦτα πάντα προσωποποιεῖ ὡς πρὸς ἑταίραν καλλωπιζομένην, καὶ πάντα πράττουσαν ἐφ᾽ ἡδονῇ τῶν προσόντων αὐτῇ.
Idete, hōs dikaios apōleto, kai oudeis endechetai tę̄ kardią; kai andres dikaioi airontai, kai oudeis katanoei. Apo gar prosōpou adikias ērtai ho dikaios.» Kai pōs emellon katanoein hoi tas psychas typhloi? ei gar mē houtōs eichon, kan heōrōn ton dikaion, kai syniesan tēn heautōn oikonomian; all᾽ hoi men typhloi ontes kai kynes anaideis toiauta kata tōn dikaiōn etolmōn; hoi de en eirēnę̄ hypo tou Theou parelambanonto. Estai en eirēnę̄ hē taphē autou, ērtai ek tou mesou. Eipoi d᾽ an tis dynasthai tauta armottein kai tǭ Sōtēri kai tois mathētais autou tois hypo tou Ioudaiōn ethnous epibebouleumenois; alla kai tēn anastasin tou Sōtēros hēmōn ainittesthai to logion phēsi; tou men thanatou dia tēs taphēs autou dēloumenou, tēs d᾽ anastaseōs dia tou, Ērthē ek tou mesou hē taphē autou. ᾿Aphanēs gegone dia to mē apomeinai auton en tǭ tēs taphēs topǭ ; hothen ho angelos epistas tais gynaixin elege; Tina zēteite? Iēsoun? Ouk estin hōde; deute, idete ton topon autou. Hymeis de prosagagete hōde, huioi anomoi, sperma moichōn kai pornēs. En tini enetryphēsate? kai epi tina ēnoixate to stoma hymōn? kai epi tina echalasate tēn glōssan hymōn? Ouch hymeis este tekna apōleias, sperma anomōn? Ou gar axion tou ᾿Abraam kai tēs Sarrhas tekna hymas kalein; ei gar tekna tou Abraam ēte, ta erga tou Abraam epoieite. Moichous d᾽ oiden ho logos kalein tous palai eidōlolatrountas, peri hōn eirētai; Kai emoicheusan to xylon kai ton lithon; ; pornēn de tēn Hierousalēm edēlou dia tōn emprosthen ho parōn prophētēs. Malista gar autōn tēn glōssan kai to stoma kataitiatai dia tas kata tou Sōtēros phōnas, kai as eiseti kai nyn kat᾿ autou poiountai blasphēmias. Dio phēsin; Epi tina hēnoixate to stoma hymōn? kai epi tina echalasate tēn glōssan hymōn? Ouch hymeis este tekna apōleias? Hoi parakalountes eidōla hypo dendra dasea, sphazontes ta tekna autōn en tais pharanxin ana meson tōn petrōn. Ekeinē sou hē meris, houtos sou ho klēros; kakeinois execheas spondas, kai toutois anēnenkas thysias. Epi toutois oun ouk orgisthēsomai? Saphōs de dia toutōn deiknytai hē parousa hē prophēteia tois kata tous chronous Hēsaïou tou prophētou eidōlolatrais harmottousa. Ep᾿ oros hypsēlon kai meteōron, ekei sou hē koitē, kai ekei anebibasas thysias sou. Kata tauta, phēsin, eprattes, oude kekrymmenōs asebōn, alla peparrhēsiasmenōs; houtōs hōs kai ep᾿ autōn tōn hypsēlotatōn orōn epitelein tas daimonikas thysias. Kai opisō tōn stathmōn tēs thyras sou ethēkas mnēmosyna sou. Hōou, hoti, ean ap᾿ emou apostēs, pleion ti hexeis. Ēgapēsas tous koimōmenous meta sou, kai eplēthynas tēn porneian sou met᾿ autōn, kai pollous epoiēsas tous makran apo sou. Polloi gar ephygon tēn Hierousalēm hoi tǭ Theǭ anakeimenoi andres dia tas en autę̄ synteloumenas atheous praxeis. Kai apesteilas presbeis hyper ta horia sou, kai etapeinōthēs heōs ądou. Tauta panta prosōpopoiei hōs pros hetairan kallōpizomenēn, kai panta prattousan eph᾽ hēdonę̄ tōn prosontōn autę̄.
“See how the righteous one perished, and no one takes it to heart; and righteous men are taken away, and no one considers. For the righteous one has been taken away from the face of injustice.” And how were those blind in soul to consider? For if they had not been so, they would have seen the righteous one and understood their own dispensation; but they, being blind and shameless dogs, dared such things against the righteous; and the righteous were taken in peace by God. “His burial will be in peace; he has been taken away from the midst.” One might say that these words can fit both the Savior and his disciples, who were plotted against by the nation of the Jews; and moreover that the oracle hints at the resurrection of our Savior, his death being shown by his burial, and the resurrection by “His burial was taken away from the midst.” He disappeared because he did not remain in the place of burial; that is why the angel standing by said to the women, “Whom do you seek? Jesus? He is not here; come, see his place.” “But you, come here, lawless sons, seed of adulterers and of a harlot. In whom have you delighted? And against whom have you opened your mouth? And against whom have you let loose your tongue? Are you not children of destruction, a lawless seed?” For it is not fitting to call you children of Abraham and Sarah; for if you were children of Abraham, you would do the works of Abraham. And the word knows how to call adulterers those who of old worshiped idols, of whom it is said, “And they committed adultery with the wood and the stone”; and the present prophet showed Jerusalem to be a harlot in the earlier passages. For he especially accuses their tongue and mouth because of their words against the Savior, and the blasphemies which they still even now utter against him. Therefore he says, “Against whom have you opened your mouth? And against whom have you let loose your tongue? Are you not children of destruction?” “You who call upon idols under thick trees, slaughtering your children in the ravines between the rocks. That is your portion, this is your lot; and to those you poured out drink offerings, and to these you offered sacrifices. Shall I not then be angry at these things?” By these words the present prophecy is clearly shown to fit the idolaters of the times of Isaiah the prophet. “On a high and lofty mountain, there is your bed, and there you brought up your sacrifices.” In these ways, he says, you acted, not even being impious in secret, but openly, so as to perform the demonic sacrifices on the very highest mountains. “And behind the posts of your door you set your memorials. You thought that if you departed from me you would have something more. You loved those who lay with you, and you multiplied your sexual immorality with them, and you made many those who are far from you.” For many men devoted to God fled Jerusalem because of the godless deeds done in it. “And you sent envoys beyond your borders, and you were humbled even to Hades.” All this he personifies as if addressing a courtesan who adorns herself and does everything for the pleasure of those who come to her.
57.2PG 24:473–477
Τὰς πολυοδίας σου ἐκοπίασας, καὶ οὐκ εἶπας, Παύσομαι. Οὐ γὰρ μίαν ὧδευες τὴν βασιλικὴν ὁδὸν, ἀλλὰ πολλὰς καὶ πεπλανημένας. Ενίσχυσας, ὅτι ἔπραξας ταῦτα· διὰ τοῦτο οὐ κατεδεήθης μου σύ·, ἀλλ᾽ ὥσπερ ἰσχύουσα καὶ νεανιευομένη, χείρονα τούτων ἔπραξας ἐπιμένουσα ταῖς οἰκείαις ἀτοπίαις. Τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με, καὶ οὐκ ἐμνήσθης μου, οὐδ᾽ ἔλαβές με εἰς τὴν διάνοιαν, οὐδ᾽ εἰς τὴν καρδίαν σου; Καὶ ἐγὼ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. Καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, καὶ οὐκ ὠφελήσει σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου. Πάντας μὲν οὖν τοὺς κατηγορηθέντας λήψεται ἄνεμος, καὶ ἀποίσει καταιγίς. Καὶ τοιοῦτο τέλος διαλήψεται τοὺς ἐπὶ τοῖς εἰρημένοις διαβληθέντας · τοὺς δὲ τὴν καλὴν ἐκλεξαμένους μερίδα, ἐμὲ δηλαδὴ τὸν Θεὸν καὶ τοὺς γνησίους καὶ καθαρῶς ἀντεχομένους, ἡ παρ' ἐμοῦ ἀμοιβὴ διαδέξεται. Καὶ ἐροῦσι· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.» Οὐ γὰρ μόνης τῆς σωτηρίας πρόνοιαν ποιήσεται ὁ παρὰ τῷ Θεῷ κατορθώσας, ἀλλ᾽ ἤδη καὶ τῷ λαῷ Θεοῦ χρήσιμον ἑαυτὸν παρέξει προστάττων ἐξομαλίζειν αὐτῷ τὴν ὁδὸν τῆς θεοσεβείας, καὶ τὰ δοκοῦντα προσκόμματα. Τάδε λέγει ὁ Ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν εἰς τὸν αἰῶνα, ῞Αγιος ἐν ἁγίοις ὄνομα αὐτῷ· Ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν. Πρὸς τοὺς ἐν τῷ λαῷ εὐλαβεῖς καὶ φόβον Θεοῦ κεκτημένους, καὶ μετανοοῦντας ἐφ᾽ οἷς ἥμαρτον, οὓς ἡ παροῦσα λέξις συντετριμμένους τὴν καρδίαν καὶ ὀλιγοψύχους ὀνομάζει, παράκλησιν καὶ παραμυθίαν προσάγει. Ἧσαν γὰρ ἐν αὐτοῖς, εἰ καὶ βραχεῖς καὶ ἀριθμῷ ληπτοί. Πλὴν ὅμως ἦσαν ἄνδρες ἀνακείμενοι τῷ Θεῷ· οὐχ οἱ προφῆται μόνον, ἀλλὰ καὶ ἕτεροι τούτων ζηλωταὶ, μαθητευόμενοι τοῖς προφήταις, καὶ ταῖς διδασκαλίαις αὐτῶν προσανέχοντες. Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πνεῦμα γὰρ παρ᾿ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. Μέλει γάρ μοι τοῦ πνεύματος, ὅπερ ἐξ ἐμοῦ προελθὸν, εἰς ὑμᾶς κατώκησεν· ἐπειδὴ καὶ ποιητής τυγχάνων πάσης πνοῆς τῆς δυναμένης με αἰνεῖν, κατὰ τὸ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, καὶ ἐν τῇ κοσμοποιίᾳ δὲ ἐμφυσήσαντος τοῦ Θεοῦ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Δι᾽ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτοῦ, καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν, εἰρήνην ἐπ᾽ εἰρήνῃ τοῖς μακράν καὶ τοῖς ἐγγὺς οὖσι. Καὶ εἶπε Κύριος· Ἰάσομαι αὐτούς. Οἱ δὲ ἄδικοι κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεός. Εἰ καὶ πρὸς βραχύν τινα καιρὸν διά τινας ἐξ ἀνθρωπίνης ἀσθενείας ἐπιγενομένας ἁμαρτίας ἐλύπησα τοὺς ἡμαρτηκότας καὶ ἐπάταξα, οἷα πατὴρ υἱοὺς παιδεύων· Ὃν» γὰρ ἀγαπᾷ Κύριος, παιδεύει · μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· ἀλλ᾽ ἐπειδὴ, συναίσθησιν λαβόντες τῆς ἐμῆς παιδείας, ἐλυπήθητε τὴν κατὰ Θεὸν λύπην, καὶ ἐπορεύθητε στυγνοὶ μεταμεληθέντες · τούτου χάριν, τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ὑμῶν θεασάμενος καὶ τὰς μετὰ ταῦτα πράξεις, καὶ τοῦ βίου τὰς ὁδοὺς, ἰασάμην ὑμᾶς καὶ παρεκάλεσα δοὺς παράκλησιν ἀληθινήν · πάντα γὰρ παρ᾿ ἐμοῦ εἰς τοὺς ἐμοὺς οἰκείους χορηγούμενα ἀληθινὰ τυγχάνει. Διόπερ τοῖς ἐκ τῆς ἐμῆς παιδείας σωφρονισθεῖσι παράκλησιν ἀληθινὴν δέδωκα καὶ εἰρηνικὴν, οὐχ ἁπλῆν τινα καὶ πρόσκαιρον, ἀλλὰ πολυπλασιαζομένην· ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν, καὶ ἀπὸ τῶν πόῤῥω καὶ μακρὰν ἀπῳκισμένοις.
Tas polyodias sou ekopiasas, kai ouk eipas, Pausomai. Ou gar mian hōdeues tēn basilikēn hodon, alla pollas kai peplanēmenas. Enischysas, hoti epraxas tauta; dia touto ou katedeēthēs mou sy;, all᾽ hōsper ischyousa kai neanieuomenē, cheirona toutōn epraxas epimenousa tais oikeiais atopiais. Tina eulabētheisa ephobēthēs, kai epseusō me, kai ouk emnēsthēs mou, oud᾽ elabes me eis tēn dianoian, oud᾽ eis tēn kardian sou? Kai egō se idōn parorō, kai eme ouk ephobēthēs. Kai egō apangelō tēn dikaiosynēn mou kai ta kaka sou, kai ouk ōphelēsei se. Hotan anaboēsę̄s, exelesthōsan se en tę̄ thlipsei sou; toutous gar pantas anemos lēpsetai, kai apoisei kataigis. Hoi de antechomenoi mou ktēsontai gēn, kai klēronomēsousi to oros to hagion mou. Pantas men oun tous katēgorēthentas lēpsetai anemos, kai apoisei kataigis. Kai toiouto telos dialēpsetai tous epi tois eirēmenois diablēthentas ; tous de tēn kalēn eklexamenous merida, eme dēladē ton Theon kai tous gnēsious kai katharōs antechomenous, hē par' emou amoibē diadexetai. Kai erousi; Katharisate apo prosōpou autou hodous, kai arate skōla apo tēs hodou tou laou mou.» Ou gar monēs tēs sōtērias pronoian poiēsetai ho para tǭ Theǭ katorthōsas, all᾽ ēdē kai tǭ laǭ Theou chrēsimon heauton parexei prostattōn exomalizein autǭ tēn hodon tēs theosebeias, kai ta dokounta proskommata. Tade legei ho Hypsistos, ho en hypsēlois katoikōn eis ton aiōna, ῾Agios en hagiois onoma autǭ; Hypsistos en hagiois anapauomenos, kai oligopsychois didous makrothymian, kai didous zōēn tois syntetrimmenois tēn kardian. Pros tous en tǭ laǭ eulabeis kai phobon Theou kektēmenous, kai metanoountas eph᾽ hois hēmarton, hous hē parousa lexis syntetrimmenous tēn kardian kai oligopsychous onomazei, paraklēsin kai paramythian prosagei. Hēsan gar en autois, ei kai bracheis kai arithmǭ lēptoi. Plēn homōs ēsan andres anakeimenoi tǭ Theǭ; ouch hoi prophētai monon, alla kai heteroi toutōn zēlōtai, mathēteuomenoi tois prophētais, kai tais didaskaliais autōn prosanechontes. Ouk eis ton aiōna ekdikēsō hymas, oude dia pantos orgisthēsomai hymin. Pneuma gar par᾿ emou exeleusetai, kai pnoēn pasan egō epoiēsa. Melei gar moi tou pneumatos, hoper ex emou proelthon, eis hymas katōkēsen; epeidē kai poiētēs tynchanōn pasēs pnoēs tēs dynamenēs me ainein, kata to, Pasa pnoē ainesatō ton Kyrion, kai en tę̄ kosmopoiią de emphysēsantos tou Theou egeneto anthrōpos eis psychēn zōsan. Di᾽ hamartian brachy ti elypēsa auton, kai epataxa auton, kai apestrepsa to prosōpon mou ap᾿ autou, kai elypēthē, kai eporeuthē stygnos en tais hodois autou. Tas hodous autou heōraka, kai iasamēn auton, kai parekalesa auton, kai edōka autǭ paraklēsin alēthinēn, eirēnēn ep᾽ eirēnę̄ tois makran kai tois engys ousi. Kai eipe Kyrios; Iasomai autous. Hoi de adikoi klydōnisthēsontai, kai anapausasthai ou dynēsontai. Ouk esti chairein tois asebesin, eipen ho Theos. Ei kai pros brachyn tina kairon dia tinas ex anthrōpinēs astheneias epigenomenas hamartias elypēsa tous hēmartēkotas kai epataxa, hoia patēr huious paideuōn; Hon» gar agapą Kyrios, paideuei ; mastigoi de panta huion hon paradechetai; all᾽ epeidē, synaisthēsin labontes tēs emēs paideias, elypēthēte tēn kata Theon lypēn, kai eporeuthēte stygnoi metamelēthentes ; toutou charin, tēn epistrophēn kai tēn metanoian hymōn theasamenos kai tas meta tauta praxeis, kai tou biou tas hodous, iasamēn hymas kai parekalesa dous paraklēsin alēthinēn ; panta gar par᾿ emou eis tous emous oikeious chorēgoumena alēthina tynchanei. Dioper tois ek tēs emēs paideias sōphronistheisi paraklēsin alēthinēn dedōka kai eirēnikēn, ouch haplēn tina kai proskairon, alla polyplasiazomenēn; hōs kai apo tōn engys echein autēn, kai apo tōn porrhō kai makran apǭkismenois.
“You grew weary in your many ways, and you did not say, I will stop.” For you did not travel the one royal road, but many wandering ones. “You were strong because you did these things; therefore you did not entreat me”—but as one strong and acting like a reckless youth, you did worse than these things, persisting in your own outrages. “Whom did you dread and fear, that you lied to me, and did not remember me, nor take me into your mind or into your heart? And I, seeing you, pass you by, and you did not fear me. And I will declare my righteousness and your evils, and it will not profit you. When you cry out, let them deliver you in your affliction; for the wind will take all these, and a storm will carry them away. But those who hold fast to me will possess the land and inherit my holy mountain.” All those accused, then, the wind will take, and a storm will carry away. Such an end will overtake those charged with the things mentioned; but those who chose the good portion—me, God, that is—and hold fast to me genuinely and purely, the reward from me will await. “And they will say: Clear the ways from before him, and take up the stumbling blocks from the way of my people.” For the one who has done right before God will not take thought for his own salvation alone, but will make himself useful to the people of God as well, ordering that the way of godliness be made smooth for them, and what seem to be stumbling blocks removed. “Thus says the Most High, who dwells on high for ever, Holy among the holy is his name: the Most High resting among the holy, and giving patience to the faint-hearted, and giving life to those crushed in heart.” To the devout among the people, who had the fear of God and repented of their sins—those whom the present text names crushed in heart and faint-hearted—he brings comfort and consolation. For there were such among them, even if few and easily counted. Yet there were men devoted to God: not the prophets only, but also others who were their zealous followers, learning from the prophets and devoting themselves to their teachings. “I will not punish you for ever, nor will I be angry with you continually. For a spirit will go out from me, and I made every breath.” For I care for the spirit which, coming forth from me, came to dwell in you; since I am also the maker of every breath that is able to praise me, according to the words, “Let every breath praise the Lord”; and at the making of the world, when God breathed in, man became a living soul. “Because of sin I grieved him a little, and struck him, and turned my face away from him, and he was grieved and went gloomy in his ways. I have seen his ways, and healed him, and comforted him, and given him true comfort, peace upon peace to those far off and those near. And the Lord said: I will heal them. But the unjust will be tossed like waves, and will not be able to rest. There is no rejoicing for the ungodly, said God.” Even if for a short time, because of certain sins that arose from human weakness, I grieved and struck those who had sinned, as a father disciplining sons—“for whom the Lord loves he disciplines, and he scourges every son whom he receives”—yet since you, perceiving my discipline, were grieved with the grief that is according to God and went about gloomy in repentance, for this reason, seeing your turning and repentance and your deeds afterward and the ways of your life, I healed you and comforted you, giving true comfort; for all things supplied by me to my own are true. Therefore to those brought to their senses by my discipline I have given true and peaceful comfort, not single and temporary, but multiplied, so that they have it both from those near and from those settled far off and at a distance.
Chapter 58
58.1PG 24:477–483
᾿Αναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. Τοῖς μὲν οὖν εὐαγγελισταῖς τοῦ σωτηρίου λόγου διὰ τῶν ἔμπροσθεν ἐλέγετο· · Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε · · ἐνταῦθα δὲ οὐκ ἐπ᾿ ὄρος ὑψηλὸν ἀναβαίνειν ὁ προφήτης κελεύεται· οὐδὲ γὰρ ἦσαν ἐν ὕψει, οἷς ταῦτα προεφώνει· τὸ διαβοῆσαι μόνον ἐν ἰσχύῖ καὶ μὴ φείσασθαι, οἷα εἰς ὦτα κωφῶν λαλοῦντα προστάττεται, καὶ δίκην σάλπιγγος ὑψῶσαι τὴν φωνήν. Σάλπιγξ δὲ πολέμου σημεῖον · διὸ ὡς πρὸς πολέμιον τὸν ἀσεβῆ καὶ ἁμαρτωλὸν τῇ βοῇ χρήσασθαι κελεύει, ὡς ἂν καθάψοιτο τῆς τῶν ἀκουόντων διανοίας, καὶ τρώσειν αὐτὴν τῷ πληκτικωτάτῳ λόγῳ. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσι, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι. Εἰς κατάκρισιν λαὸν αὐτοῦ ὀνομάζων τὸν ἁμαρτωλὸν, ὃν ἐγὼ μὲν, φησὶν, εἰσεποιησάμην, καὶ ὃν κατηξίωσα λαὸν ἐμὸν χρηματίζειν· οἱ δὲ ἐμάκρυνον ἑαυτοὺς ἐμοῦ, ταῖς ἑαυτῶν ἔκδοτοι δεδυμένοι κακίαις. Λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἐπειδὴ τοιαῦτα λέγειν ἀναιδῶς τολμῶσι, μεγάλῃ βοῇ χρησάμενος σὺ ὁ ἐμὸς προφήτης, ἀπόκριναι αὐτοῖς, καὶ ἀπέλεγχε, ὅπως ἐμὴν κρίσιν καταλελοίπασι, καὶ πάνθ' ὅσα φάσκουσιν, οὐκ ἀληθῶς διαβεβαιοῦνται. Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὐρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Εἰ τοίνυν ἐπὶ τοιαύτῃ σεμνύνονται νηστείᾳ, πολὺ κρεῖττον ἦν αὐτοῖς τροφῇ σχολάζειν, καὶ μὴ τοιαῦτα τολμᾷν. Διὰ ταῦτα γοῦν κατ' ἀρχῆς τῆς προφητείας πρὸς αὐτοὺς ἐλέγετο· Νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Τὴν γὰρ τῆς νηστείας σχολὴν οὐκ ἀφορμὴν ποιεῖσθε μεταμελείας· ἀλλὰ ταύτην εἰς τὴν τῶν ὀφειλόντων εἴσπραξιν ἀναλίσκετε. Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἵνα τί μοι νηστεύετε; Έοικε καὶ κατ᾿ αὐτὸν τὸν τῆς προφητείας καιρὸν τοιοῦτό τι γεγενῆσθαι· τοῦτο γὰρ αἰνίττεται ὁ λόγος· «Ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν. Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐδ᾽ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σπόδον ὑποστρώσῃ, οὐδ᾽ οὕτω καλέσετε νηστείαν δεκτήν. Εἰ δὲ δὴ ἐθέλοι τις τρόπον ἀληθοῦς καὶ ἐμοὶ τῷ Θεῷ ἀρεστῆς νηστείας διδάσκεσθαι, ταῦτα πραττέτω· Φαιδρὸν τὸ πρόσωπον καταστήσας, καὶ τὴν κεφαλὴν ἀλείψας ἐλαίῳ κατὰ τὴν σωτήριον παρακέλευσιν, τὴν μὲν νηστείαν ἐν τῷ κρυπτῷ φυλαττέτω, καὶ τῷ Πατρὶ τῷ βλέποντι τὰ κρυπτὰ μόνῳ βείας τοῖς πᾶσιν ὁρῶσι παρεχέτω, διὰ τοῦ λύειν πάντα τὴν ταπείνωσιν τῆς ψυχῆς δεικνύτω· εἰς δὲ τὸ φανερὸν δι' ἔργων τοὺς καρποὺς τῆς κατὰ ψυχὴν εὐλασύνδεσμον ἀδικίας. Διό φησιν· Οὐχὶ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας· διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων· ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει· καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα·
᾿Anaboēson en ischyï, kai mē pheisę̄, hōs salpingi hypsōson tēn phōnēn sou, kai anangeilon tǭ laǭ mou ta hamartēmata autōn, kai tǭ oikǭ Iakōb tas anomias autōn. Tois men oun euangelistais tou sōtēriou logou dia tōn emprosthen elegeto; ; Ep' oros hypsēlon anabēthi, ho euangelizomenos Hierousalēm; hypsōsate, mē phobeisthe ; ; entautha de ouk ep᾿ oros hypsēlon anabainein ho prophētēs keleuetai; oude gar ēsan en hypsei, hois tauta proephōnei; to diaboēsai monon en ischui kai mē pheisasthai, hoia eis ōta kōphōn lalounta prostattetai, kai dikēn salpingos hypsōsai tēn phōnēn. Salpinx de polemou sēmeion ; dio hōs pros polemion ton asebē kai hamartōlon tę̄ boę̄ chrēsasthai keleuei, hōs an kathapsoito tēs tōn akouontōn dianoias, kai trōsein autēn tǭ plēktikōtatǭ logǭ. Eme hēmeran ex hēmeras zētousi, kai gnōnai mou tas hodous epithymousi, hōs laos dikaiosynēn pepoiēkōs, kai krisin Theou autou mē enkataleloipōs. Aitousi me nyn krisin dikaian, kai engizein Theǭ epithymousi. Eis katakrisin laon autou onomazōn ton hamartōlon, hon egō men, phēsin, eisepoiēsamēn, kai hon katēxiōsa laon emon chrēmatizein; hoi de emakrynon heautous emou, tais heautōn ekdotoi dedymenoi kakiais. Legontes; Ti hoti enēsteusamen, kai ouk eides? etapeinōsamen tas psychas hēmōn, kai ouk egnōs? Epeidē toiauta legein anaidōs tolmōsi, megalę̄ boę̄ chrēsamenos sy ho emos prophētēs, apokrinai autois, kai apelenche, hopōs emēn krisin kataleloipasi, kai panth' hosa phaskousin, ouk alēthōs diabebaiountai. En gar tais hēmerais tōn nēsteiōn hymōn euriskete ta thelēmata hymōn, kai pantas tous hypocheirious hymōn hyponyssete. Ei toinyn epi toiautę̄ semnynontai nēsteią, poly kreitton ēn autois trophę̄ scholazein, kai mē toiauta tolmąn. Dia tauta goun kat' archēs tēs prophēteias pros autous elegeto; Nēsteian kai argian, kai tas heortas hymōn misei hē psychē mou. Tēn gar tēs nēsteias scholēn ouk aphormēn poieisthe metameleias; alla tautēn eis tēn tōn opheilontōn eispraxin analiskete. Ei eis kriseis kai machas nēsteuete, kai typtete pygmais tapeinon, hina ti moi nēsteuete? Eoike kai kat᾿ auton ton tēs prophēteias kairon toiouto ti gegenēsthai; touto gar ainittetai ho logos; «Hōs sēmeron akousthēnai en kraugę̄ tēn phōnēn hymōn. Ou tautēn tēn nēsteian exelexamēn, kai hēmeran tapeinoun anthrōpon tēn psychēn autou. Oud᾽ an kampsę̄s hōs krikon ton trachēlon sou, kai sakkon kai spodon hypostrōsę̄, oud᾽ houtō kalesete nēsteian dektēn. Ei de dē etheloi tis tropon alēthous kai emoi tǭ Theǭ arestēs nēsteias didaskesthai, tauta prattetō; Phaidron to prosōpon katastēsas, kai tēn kephalēn aleipsas elaiǭ kata tēn sōtērion parakeleusin, tēn men nēsteian en tǭ kryptǭ phylattetō, kai tǭ Patri tǭ bleponti ta krypta monǭ beias tois pasin horōsi parechetō, dia tou lyein panta tēn tapeinōsin tēs psychēs deiknytō; eis de to phaneron di' ergōn tous karpous tēs kata psychēn eulasyndesmon adikias. Dio phēsin; Ouchi toiautēn nēsteian exelexamēn, legei Kyrios; alla lye panta syndesmon adikias; dialye strangalias biaiōn synallagmatōn; apostelle tethrausmenous en aphesei; kai pasan syngraphēn adikon diaspa;
“Cry out with strength, and do not spare; lift up your voice like a trumpet, and declare to my people their sins, and to the house of Jacob their lawless deeds.” To the evangelists of the saving word it was said in the earlier passages, “Go up on a high mountain, you who bring good news to Jerusalem; lift it up, do not fear”; but here the prophet is not commanded to go up on a high mountain, for those to whom he was proclaiming these things were not on high; he is commanded only to shout with strength and not to spare, as one speaking into the ears of the deaf, and to lift up his voice like a trumpet. The trumpet is a sign of war; therefore he orders him to use his cry as against an enemy—the impious and sinner—so that it may lay hold of the hearers’ minds and wound them with a most piercing word. “Day after day they seek me, and they desire to know my ways, like a people that has done righteousness and has not forsaken the judgment of its God. They ask me now for righteous judgment, and they desire to draw near to God.” He names the sinner “his people” to condemn him: the one, he says, whom I adopted and counted worthy to be called my people; but they removed themselves far from me, having given themselves over to their own wickednesses. “Saying: Why did we fast, and you did not see? We humbled our souls, and you did not know?” Since they shamelessly dare to say such things, you, my prophet, using a great cry, answer them and convict them, showing how they have forsaken my judgment, and that all they say they do not affirm truthfully. “For in the days of your fasts you find your own wishes, and you goad all those under your hand.” If, then, they pride themselves on such fasting, it would be much better for them to give themselves to food and not dare such things. For these reasons, at any rate, it was said to them at the beginning of the prophecy, “Your fasting and idleness and your feasts my soul hates.” For you do not make the leisure of fasting an occasion for repentance, but spend it in exacting payment from your debtors. “If you fast for lawsuits and quarrels, and strike the lowly with fists, why do you fast for me?” It seems that something of this kind happened at the very time of the prophecy; for the word hints at this: “so that today your voice is heard in an outcry. I did not choose this fast, and a day for a man to humble his soul. Not even if you bend your neck like a ring, and spread sackcloth and ashes under you, not even so will you call a fast acceptable.” But if anyone wishes to be taught the way of a true fast, pleasing to me, God, let him do these things: making his face bright and anointing his head with oil, according to the Savior’s exhortation, let him keep the fast in secret, and show the humbling of his soul to the Father alone, who sees in secret; but openly, through deeds, let him offer the fruits of the piety of his soul to all who see, by loosing every bond of injustice. Therefore he says, “I did not choose such a fast, says the Lord; but loose every bond of injustice; untie the knots of violent contracts; send away the crushed in release; and tear up every unjust agreement;”
58.2PG 24:477–483
· αὐτὸ δὴ τὸ λελεγμένον ὑπὸ τοῦ Σωτῆρος ἔργῳ πληρῶν, τὸ· · Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, κἀκεῖ μνησθῇς, ὅτι ἔχει ὁ ἀδελφός σου τι κατὰ σοῦ· ἄφες ἐκεῖ τὸ δῶρόν σου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Οὐ γὰρ λείπουσιν ἐν ἀνθρώποις οἱ τροφῆς ἐνδεεῖς· καὶ οὕτω γάρ σοι γένηται οὐ πρὸς κέρδους ἡ ἀσιτία, ἀλλ᾽ ἑτέρῳ τρόπῳ τραφήσῃ τὴν ψυχὴν τῷ σαυτοῦ ἄρτῳ τὸν ἐνδεῆ καὶ τροφῆς δεόμενον ἀνακτώμενος. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰαματά σου ταχὺ ἀνατελεῖ · καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεου περιστελεῖ σε. Τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεται σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι. Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆμα γογγυσμοῦ. Ὁ γὰρ τῶν ὅλων Θεὸς τοὺς μὲν εὐπορεῖν τροφῆς καὶ χρημάτων, τοὺς δὲ ἐνδεεῖς καὶ πένητας ὑπεστήσατο εἰς δοκιμὴν ἑκατέρων· ἵν' οἱ μὲν ἔχοιεν καρπὸν τῆς ἑαυτῶν εὐπορίας διὰ τῆς εἰς τοὺς ἐνδεεῖς παροχῆς· οἱ δὲ ἐγγυμναζόμενοι τῇ πενίᾳ ἀντὶ πολυκάρπου χώρας τὴν ἀπὸ τῶν εὐπόρων διεποιοῦντο χορηγίαν. Καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς· τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. Μάλιστα μὲν γὰρ τὰ πρῶτα τοῖς πᾶσι δεήσει κοινωνεῖν ἀφθόνως· τὰ δὲ ἐξαίρετα τοῖς οἰκείοις τῆς πίστεως ἀπονέμειν. Τοῦτο γὰρ καὶ ἡ ἀποστολικὴ διάταξις παρεκελεύσατο, φήσασα δεξιοὺς εἶναι πρὸς πάντας. Καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ. Δηλαδὴ τῆς ψυχῆς αὐτῆς αἱ δυνάμεις πιανθήσονται ὑπὸ τῆς πνευματικῆς καὶ ἐνθέου τροφῆς. Καὶ κῆπος ἀειθαλὴς τὰς ἐξ ἁγίου Πνεύματος καρποφορῶν φυτείας, καὶ τὰ πάλαι δὲ τῆς ψυχῆς ἔρημα οἰκοδομηθήσεται ἐν σοὶ, καὶ ἀναπληρωθήσεται διὰ μαθημάτων καὶ λόγων θείων· ὡς καὶ οἰκοδόμον σε γενέσθαι ἑαυτοῦ, διδασκαλίαις ἐνθέοις οἰκοδομοῦντα τοὺς ἐν τῇ αὐτοῦ διανοίᾳ λογισμούς. Ἤδη δὲ καὶ φραγμὸν περιβαλεῖς τῇ σαυτοῦ ψυχῇ, περιφράττων αὐτὴν πανταχόθεν, καὶ ἀσφαλιζόμενος ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν. Ὀστᾶ δὲ τοῦ λαοῦ εἶεν ἂν οἱ ἐν αὐτῷ δυνατοὶ, τὸ πᾶν σῶμα ὑποβαστάζοντες. Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς. Καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους σου ἀνὰ μέσον παύσεις. Φραγμοὺς δὲ οἰκοδομεῖ ὁ περιφράττων καὶ περιτειχίζων διαλεκτικαῖς ἀποδείξεσι τὰ ἐκκλησιαστικὰ δόγματα· ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ τοῦ σαφηνίζειν τὰ λεγόμενα, οὗτός ἐστιν ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους περιαιρῶν. Τῆς γὰρ πλάνης τὰς ἀτραποὺς ἀποφράττων, καὶ τὰς τοιαύτας ἀποτειχίζων διακοπὰς, καὶ πάντοθεν ἑαυτὸν τειχίζων καὶ περιφράττων, εἰκότως οἰκοδόμος φραγμῶν όνομάζεται. Ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ· καὶ καλέσεις τὰ Σάββατα τρυφερά, ἅγια τῷ Θεῷ· οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾿ ἔργῳ, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου. Καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον· καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὑποβάλλει δ' ὁ λόγος μὴ θελήματα πράττειν, ὡς ἑαυτοὺς μέθαις καὶ κραιπάλαις σχολάζοντας· ἐν ἁγιασμῷ δὲ καὶ καθαρότητι διάγοντας, οὕτω καὶ τὴν ἡμέραν ἁγιάζειν, τρυφεράν τε αὐτὴν καὶ ἄλυπον διὰ τῆς ἐν αὐτῇ κατὰ Θεὸν ἐπιτελουμένης σχολῆς φυλάττειν, μηδὲ μέχρι τοῦ τυχόντος κινοῦντα τὸν πόδα ἐπὶ πράξεσιν ἑτέραις, μηδὲ μέχρι λόγου μολύνειν τὰ χείλη· μόνῃ δὲ τῇ σχολῇ τῶν θείων διὰ πάσης προσανέχειν τῆς ἡμέρας.
; auto dē to lelegmenon hypo tou Sōtēros ergǭ plērōn, to; ; Ean prospherę̄s to dōron sou, kakei mnēsthę̄s, hoti echei ho adelphos sou ti kata sou; aphes ekei to dōron sou, kai hypage prōton, diallagēthi tǭ adelphǭ sou; kai tote elthōn prosphere to dōron sou. Diathrypte peinōnti ton arton sou, kai ptōchous astegous eisage eis ton oikon sou. Ean idę̄s gymnon, peribale, kai apo tōn oikeiōn tou spermatos sou ouch hyperopsei. Ou gar leipousin en anthrōpois hoi trophēs endeeis; kai houtō gar soi genētai ou pros kerdous hē asitia, all᾽ heterǭ tropǭ traphēsę̄ tēn psychēn tǭ sautou artǭ ton endeē kai trophēs deomenon anaktōmenos. Tote rhagēsetai prōïmon to phōs sou, kai ta iamata sou tachy anatelei ; kai proporeusetai emprosthen sou hē dikaiosynē sou, kai hē doxa tou Theou peristelei se. Tote boēsę̄, kai ho Theos eisakousetai sou; eti lalountos sou erei; Idou pareimi. Ean aphelę̄s apo sou syndesmon, kai cheirotonian, kai rhēma gongysmou. Ho gar tōn holōn Theos tous men euporein trophēs kai chrēmatōn, tous de endeeis kai penētas hypestēsato eis dokimēn hekaterōn; hin' hoi men echoien karpon tēs heautōn euporias dia tēs eis tous endeeis parochēs; hoi de engymnazomenoi tę̄ penią anti polykarpou chōras tēn apo tōn euporōn diepoiounto chorēgian. Kai dǭs peinōnti ton arton ek psychēs sou, kai psychēn tetapeinōmenēn emplēsę̄s; tote anatelei en tǭ skotei to phōs sou, kai to skotos sou hōs mesēmbria. Malista men gar ta prōta tois pasi deēsei koinōnein aphthonōs; ta de exaireta tois oikeiois tēs pisteōs aponemein. Touto gar kai hē apostolikē diataxis parekeleusato, phēsasa dexious einai pros pantas. Kai estai ho Theos sou meta sou dia pantos; kai emplēsthēsę̄ kathaper epithymei hē psychē sou, kai ta osta sou pianthēsetai; kai estai hōs kēpos methyōn, kai hōs pēgē hēn mē exelipen hydōr. Dēladē tēs psychēs autēs hai dynameis pianthēsontai hypo tēs pneumatikēs kai entheou trophēs. Kai kēpos aeithalēs tas ex hagiou Pneumatos karpophorōn phyteias, kai ta palai de tēs psychēs erēma oikodomēthēsetai en soi, kai anaplērōthēsetai dia mathēmatōn kai logōn theiōn; hōs kai oikodomon se genesthai heautou, didaskaliais entheois oikodomounta tous en tę̄ autou dianoią logismous. Ēdē de kai phragmon peribaleis tę̄ sautou psychę̄, periphrattōn autēn pantachothen, kai asphalizomenos apo tōn exōthen ochlērōn. Osta de tou laou eien an hoi en autǭ dynatoi, to pan sōma hypobastazontes. Kai oikodomēthēsontai sou hai erēmoi aiōnioi, kai estai ta themelia sou aiōnia geneōn geneais. Kai klēthēsę̄ oikodomos phragmōn, kai tas tribous sou ana meson pauseis. Phragmous de oikodomei ho periphrattōn kai periteichizōn dialektikais apodeixesi ta ekklēsiastika dogmata; ho de ta dokounta proskommata ek tōn theiōn anagnōsmatōn periairōn dia tou saphēnizein ta legomena, houtos estin ho tous ana meson tōn tribōn lithous periairōn. Tēs gar planēs tas atrapous apophrattōn, kai tas toiautas apoteichizōn diakopas, kai pantothen heauton teichizōn kai periphrattōn, eikotōs oikodomos phragmōn onomazetai. Ean apostrepsę̄s ton poda sou apo tōn Sabbatōn, tou mē poiein ta thelēmata sou en tę̄ hēmerą tę̄ hagią; kai kaleseis ta Sabbata tryphera, hagia tǭ Theǭ; ouk areis ton poda sou ep᾿ ergǭ, oude lalēseis logon en orgę̄ ek tou stomatos sou. Kai esę̄ pepoithōs epi Kyrion; kai anabibasei se epi ta agatha tēs gēs, kai psōmiei se tēn klēronomian Iakōb tou patros sou. To gar stoma Kyriou elalēse tauta. Hypoballei d' ho logos mē thelēmata prattein, hōs heautous methais kai kraipalais scholazontas; en hagiasmǭ de kai katharotēti diagontas, houtō kai tēn hēmeran hagiazein, trypheran te autēn kai alypon dia tēs en autę̄ kata Theon epiteloumenēs scholēs phylattein, mēde mechri tou tychontos kinounta ton poda epi praxesin heterais, mēde mechri logou molynein ta cheilē; monę̄ de tę̄ scholę̄ tōn theiōn dia pasēs prosanechein tēs hēmeras.
—fulfilling in deed what was said by the Savior: “If you offer your gift, and there remember that your brother has something against you, leave your gift there, and go first, be reconciled to your brother; and then come and offer your gift.” “Break your bread for the hungry, and bring the homeless poor into your house. If you see one naked, clothe him, and do not disregard those of your own flesh.” For there is no lack among men of those in need of food; and so your abstinence from food will not turn to your gain, but in another way you will nourish your soul by restoring with your own bread the needy one who lacks food. “Then your light will break forth early, and your healings will spring up quickly; and your righteousness will go before you, and the glory of God will surround you. Then you will cry out, and God will hear you; while you are still speaking he will say, Behold, I am here. If you take away from yourself the bond, and the stretching out of the hand, and the word of grumbling.” For the God of all has made some to abound in food and possessions, and others needy and poor, for the testing of both; so that the former might have the fruit of their abundance through giving to the needy, while the latter, exercised by poverty, might obtain the supply from the wealthy instead of a fruitful field. “And if you give your bread to the hungry from your soul, and satisfy the humbled soul, then your light will rise in the darkness, and your darkness will be like noonday.” For it will be necessary above all to share the first things with all ungrudgingly, but to give the choice things to those of the household of faith. For this the apostolic ordinance also urged, saying that one should be generous toward all. “And your God will be with you continually; and you will be filled as your soul desires, and your bones will be made fat; and you will be like a well-watered garden, and like a spring whose water has not failed.” That is, the powers of the soul itself will be made fat by the spiritual and divine food. And you will be an evergreen garden, bearing the plantings of the Holy Spirit; and the desolate places of the soul of old will be built in you and filled up through divine lessons and words, so that you become your own builder, building up the thoughts in your mind with divine teachings. And already you will put a fence around your own soul, fencing it in on every side and securing it from troubles from outside. The bones of the people would be its powerful members, who bear up the whole body. “And your everlasting desolate places will be built, and your foundations will be everlasting for generations of generations. And you will be called a builder of fences, and you will make your paths in the midst cease.” He builds fences who fences around and walls in the church’s doctrines with logical demonstrations; and he who removes what seem to be stumbling blocks in the divine readings by explaining what is said is the one who removes the stones in the midst of the paths. For, blocking the roads of error, walling off such breaches, and walling and fencing himself on every side, he is fittingly named a builder of fences. “If you turn your foot away from the Sabbaths, so as not to do your wishes on the holy day; and call the Sabbaths delightful, holy to God; you will not lift your foot for work, nor speak a word in anger from your mouth. And you will trust in the Lord; and he will bring you up to the good things of the land, and feed you with the inheritance of Jacob your father. For the mouth of the Lord has spoken these things.” The word suggests not doing one’s own wishes, as people do who give themselves to drunkenness and carousing, but, living in holiness and purity, thus to sanctify the day too, and to keep it delightful and free from grief through the leisure spent in it according to God, not moving the foot even slightly for other affairs, nor defiling the lips even with a word, but devoting oneself through the whole day to leisure for divine things alone.
Chapter 59
59.1PG 24:483–489
Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; Ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; Ὡς πρὸς τὸν τῶν Ἰουδαίων λαὸν διαστειλάμενος ὁ λόγος ἐν τοῖς πρὸ τούτου τὰ πρακτέα, καὶ τοῖς μὲν τὰ πρακτέα δι' ἔργων ἐπιτελέσασι τὰς πρεπούσας ἐπαγγελίας παραθεὶς, τοῖς δὲ τἀναντία ἑλομένοις τὰς καταλλήλους ἀπειλήσας τιμωρίας· διὰ τῶν προκειμένων ἔλεγχον αὐτοῖς προσφέρει, ὥς τινα ἐναντία ἑλομένοις τῇ τοῦ Θεοῦ βουλῇ· οὗ χάριν καὶ τοῖς κακοῖς περιπεπτώκασι. Φησὶν οὖν πρὸς αὐτούς· Οὐκ ἦν ἀδύνατον ἐμοὶ τῷ Θεῷ, καὶ ἀπολλυμένους ὑμᾶς ἀνακτήσασθαι, οὐδὲ ἀσθενεῖ ἡ ἐμὴ χεὶρ καὶ ἀναξίους ὄντας ὑμᾶς διασῶσαι· καὶ τὸ οὖς δὲ τὸ ἐμὸν τὸ πάντων ἀκουστικὸν οὐχ οὕτως ἦν βαρυήκοον, ὡς μὴ δύνασθαι ὑμῶν εἰσακοῦσαι βοώντων. ᾿Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ· καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον ἀφ᾽ ὑμῶν, τοῦ μὴ ἐλεῆσαι. Ὁ παράνομος ὑμῶν βίος οὐκ ἐᾷ τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας, διὰ τὸ βδελύττεσθαι ὥσπερ δυσώδη καὶ αἰσχρὰν καὶ ἄτιμον τὴν ἁμαρτίαν. Τὸ μὲν οὖν αἴτιον τῆς ἀποπτώσεως τοῦ λαοῦ καὶ τῆς ποῤῥωτάτω τοῦ Θεοῦ ἀποβολῆς αὐτοῦ οὐδὲν ἕτερον εἶναι ἐδίδαξεν ἢ τὰς ἁμαρτίας· τὸ δὲ τούτων εἶδος ἑξῆς καταριθμεῖται. Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, και οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις· τὰ χείλη ὑμῶν ἐλάλησαν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.» Καὶ θέα, ὡς οὐκ ἐπιμέμφεται αὐτοῖς ἐν τούτοις εἰδωλολατρείαν, οὐδ᾽ ἑτέραν τινὰ παράνομον πρᾶξιν · ἀλλὰ τὴν διὰ χειλέων μιαιφονίαν, καὶ τὴν διὰ στόματος παρανομίαν. Δι᾿ ὧν ἠνίξατο τὴν κατὰ τοῦ Σωτῆρος ἐπανάστασιν αὐτῶν, καὶ τὴν κατὰ τῶν δικαίων ἀνδρῶν ἐπιβουλήν. Εἰ δὲ καὶ μὴ αὐτόχειρες γεγόνασι τοῦ Σωτῆρος, ἀλλὰ τὸ αἷμα αὐτοῦ ἐπ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν αἰτησάμενοι, καὶ βοαῖς ἀθέοις χρησάμενοι, ἔργῳ παρέστησαν τὰς χεῖρας ἔχειν μεμολυσμένας αἵματι, τά τε χείλη αὐτῶν λελαληκέναι ἀνομίαν, καὶ τὴν γλῶσσαν αὐτῶν μεμελετηκέναι. Ἐξαπατῶντες γὰρ ἑαυτοὺς ἕτερον προσδοκῶσι Χριστὸν, ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες. Οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἐστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά, ὅτι κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν. Ὡὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι · καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκον. : Τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν αὐτοῖς κυήσαντες· διὸ τοῖς τῆς κακίας καὶ πονηρίας αὐτῶν υἱοῖς ἐλέγετο· Όφεις, γεννήματα ἐχιδνῶν. Αναλόγως δὲ τῷ σπέρματι τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ὠὰ ὠνόμασε διὰ τὸ παράδειγμα τοῦ ἑρπυστικοῦ γένους · ἀσπίδες καὶ ὄφεις, καὶ τὰ τοιαῦτα τῶν ὡοτόκων ἐστίν. Ἐπειδὴ μετὰ τοσαύτην κακίαν ἐπαγγέλλονται μὲν τὰς ἀπὸ θείων Γραφῶν διδασκαλίας, ἐκπίπτουσι δὲ εἰς γραώδεις μύθους, καὶ εἰς παραδόσεις ἀνθρώπων, οὐδὲν ὑγιὲς μηδὲ ὠφέλιμον περιεχούσας· εἰκότως ἐπιλέγει · · Καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, τὸ σαθρὸν καὶ ἄτιμον τῆς τοιαύτης αὐτῶν σπουδῆς τῷ τῆς ἀράχνης ὑφάσματι παραβάλλων. Ποίων δὲ ὠῶν μνημονεύει, ἢ περὶ ὧν εἴρηται·
Mē ouk ischyei hē cheir Kyriou tou sōsai? Ē ebaryne to ous autou tou mē eisakousai? Hōs pros ton tōn Ioudaiōn laon diasteilamenos ho logos en tois pro toutou ta praktea, kai tois men ta praktea di' ergōn epitelesasi tas prepousas epangelias paratheis, tois de tanantia helomenois tas katallēlous apeilēsas timōrias; dia tōn prokeimenōn elenchon autois prospherei, hōs tina enantia helomenois tę̄ tou Theou boulę̄; hou charin kai tois kakois peripeptōkasi. Phēsin oun pros autous; Ouk ēn adynaton emoi tǭ Theǭ, kai apollymenous hymas anaktēsasthai, oude asthenei hē emē cheir kai anaxious ontas hymas diasōsai; kai to ous de to emon to pantōn akoustikon ouch houtōs ēn baryēkoon, hōs mē dynasthai hymōn eisakousai boōntōn. ᾿Alla ta hamartēmata hymōn diistōsin ana meson hymōn kai ana meson tou Theou; kai dia tas hamartias hymōn apestrepse to prosōpon aph᾽ hymōn, tou mē eleēsai. Ho paranomos hymōn bios ouk eą tēs theias hymas apolausai pronoias, dia to bdelyttesthai hōsper dysōdē kai aischran kai atimon tēn hamartian. To men oun aition tēs apoptōseōs tou laou kai tēs porrhōtatō tou Theou apobolēs autou ouden heteron einai edidaxen ē tas hamartias; to de toutōn eidos hexēs katarithmeitai. Hai gar cheires hymōn memolysmenai haimati, kai hoi daktyloi hymōn en hamartiais; ta cheilē hymōn elalēsan anomian, kai hē glōssa hymōn adikian meletą.» Kai thea, hōs ouk epimemphetai autois en toutois eidōlolatreian, oud᾽ heteran tina paranomon praxin ; alla tēn dia cheileōn miaiphonian, kai tēn dia stomatos paranomian. Di᾿ hōn ēnixato tēn kata tou Sōtēros epanastasin autōn, kai tēn kata tōn dikaiōn andrōn epiboulēn. Ei de kai mē autocheires gegonasi tou Sōtēros, alla to haima autou ep autous kai epi ta tekna autōn aitēsamenoi, kai boais atheois chrēsamenoi, ergǭ parestēsan tas cheiras echein memolysmenas haimati, ta te cheilē autōn lelalēkenai anomian, kai tēn glōssan autōn memeletēkenai. Exapatōntes gar heautous heteron prosdokōsi Christon, anthrōpina tina peri autou mythologountes. Outheis lalei dikaia, oude esti krisis alēthinē. Pepoithasin epi mataiois, kai lalousi kena, hoti kyousi ponon, kai tiktousin anomian. Hōa aspidōn errhēxan, kai histon arachnēs hyphainousi ; kai ho mellōn tōn ōōn autōn phagein, syntripsas ourion heure, kai en autǭ basiliskon. : Tōn antikeimenōn dynameōn ta spermata en autois kyēsantes; dio tois tēs kakias kai ponērias autōn huiois elegeto; Opheis, gennēmata echidnōn. Analogōs de tǭ spermati tǭ theiǭ ton tōn antikeimenōn dynameōn sporon ōa ōnomase dia to paradeigma tou herpystikou genous ; aspides kai opheis, kai ta toiauta tōn hōotokōn estin. Epeidē meta tosautēn kakian epangellontai men tas apo theiōn Graphōn didaskalias, ekpiptousi de eis graōdeis mythous, kai eis paradoseis anthrōpōn, ouden hygies mēde ōphelimon periechousas; eikotōs epilegei ; ; Kai histon arachnēs hyphainousi, to sathron kai atimon tēs toiautēs autōn spoudēs tǭ tēs arachnēs hyphasmati paraballōn. Poiōn de ōōn mnēmoneuei, ē peri hōn eirētai;
“Is the hand of the Lord not strong to save? Or has he made his ear heavy so as not to hear?” Having set out in the preceding verses, as to the people of the Jews, what must be done—setting fitting promises before those who carry out in deeds what must be done, and threatening corresponding punishments to those who choose the opposite—through these verses the word brings a reproof against them, as people who chose things contrary to the counsel of God; that is why they have fallen into evils. He says to them, then: It was not impossible for me, God, to recover you even when you were perishing, nor is my hand weak to save you, unworthy though you are; and my ear, which hears all things, was not so hard of hearing as not to be able to hear you when you cry out. “But your sins separate you from God; and because of your sins he turned his face away from you, so as not to have mercy.” Your lawless life does not let you enjoy divine providence, because he abhors sin as foul-smelling, shameful, and dishonorable. He taught, then, that the cause of the people’s fall and of its being cast far from God was nothing other than its sins; and next he enumerates their kind. “For your hands are defiled with blood, and your fingers with sins; your lips have spoken lawlessness, and your tongue meditates injustice.” And see how in these words he does not blame them for idolatry nor for any other lawless deed, but for bloodshed by the hands and lawlessness by the mouth. By these he hinted at their rising against the Savior and their plotting against righteous men. And even if they did not kill the Savior with their own hands, yet by asking that his blood be on them and on their children, and by using godless cries, they showed in deed that their hands were defiled with blood, that their lips had spoken lawlessness, and that their tongue had meditated it. For, deceiving themselves, they await another Christ, telling human fables about him. “No one speaks just things, nor is there true judgment. They trust in vain things, and speak empty words, for they conceive toil and give birth to lawlessness. They have broken asps’ eggs, and they weave a spider’s web; and he who is about to eat their eggs, breaking one, found it addled, and in it a basilisk.” Having conceived in themselves the seeds of the opposing powers; that is why it was said to the sons of their wickedness and evil, “Serpents, brood of vipers.” And in correspondence with the divine seed he named the sowing of the opposing powers eggs, using the example of the creeping kind: asps and snakes and such creatures lay eggs. Since after so much wickedness they profess the teachings from the divine Scriptures but fall away into old wives’ fables and human traditions that contain nothing sound or useful, he fittingly adds, “And they weave a spider’s web,” comparing the rottenness and worthlessness of such zeal of theirs to the spider’s weaving. And what eggs does he mention, but those of which it is said:
59.2PG 24:483–489
Τὰ ὠὰ ἀσπίδων ἔρρηξαν;» Οἱ μὲν οὖν ἐν κακίᾳ τέλειοι, διαῤῥήξαντες τούτων τῶν ὠῶν, τὰ τελεσφορηθέντα εἰς ἑαυτοὺς ὑπεδέξαντο· οἱ δὲ ἀτελέστεροι, πρὶν διαῤῥαγῆναι καὶ τελεσφορηθῆναι ἐμφαγόντες αὐτῶν, ἀπόλλυνται. Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· Ὁ ἐσθίων ἐκ τῶν ὠῶν αὐτῶν ἀποθανεῖται. Εἰ δὲ τις εὑρεθείη συνετὸς ἀνὴρ ὁ συντρίβειν αὐτὰ δυνάμενος ἀνατρεπτικῷ καὶ ἐλεγκτικῷ λόγῳ, οὗτος εὕροι ἂν τὸ ἐν αὐτοῖς ἀνεμιαῖον καὶ οὔριον, καὶ δυσῶδες καὶ φθοριμαῖον, καὶ ἐν τούτοις πᾶσιν ἰλυσπώμενον καὶ ἐγκρυπτόμενον, τὸν πάντων ἑρπετῶν καὶ ἐξ αὐτοῦ τοῦ βλέμματος θανατοποιὸν, τὸν βασιλίσκον λέγω. Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ ἔργα αὐτῶν ἔργα ἀνομίας· οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχινοὶ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν, διαλογισμοὶ ἀπὸ φόνων. Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ οἶδασιν. Οὐ γὰρ παρεδέξαντο τὸν τῆς εἰρήνης πρύτανιν, περὶ οὗ εἴρηται· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· · διὸ τοῖς αὐτοῦ μαθηταῖς ταύτην προξενεί λέγων· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Καὶ οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν. Αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσι· καὶ οὐκ οἴδασιν εἰρήνην. Ψηλαφῶντες γὰρ τὰς θείας Γραφὰς, οὐ συνίασι τὸν ἐν βάθει τῶν λέξεων ἀποκεκρυμμένον νοῦν· περὶ δὲ δὴ μόνην τὴν λέξιν ἀσχολούμενοι, ὥσπερ τινὰ τοῖχον ἐοίκασι ψηλαφᾷν. Διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ᾿ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι. Καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσι. Κατὰ δὲ τὸν καιρὸν. τοῦ τῶν ἐθνῶν μεσημβρινοῦ φωτὸς, ταῖς σωτηρίοις καὶ εὐαγγελικαῖς αὐγαῖς τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταλαμπομένης, μόνοι αὐτοὶ, ὡς ἂν τὰ πρὸς θάνατον ἡμαρτηκότες, πεπτώκασι, καὶ ὥσπερ ἐν μεσονυκτίῳ διάγουσιν. Ὡς ἄρκτος ἢ ὡς περιστερὰ ἅμα πορεύσονται. ᾿Ανεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία· μακρὰν ἀφέστηκεν ἀφ᾽ ἡμῶν. Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν. Οἱ γὰρ στεναγμοὶ αὐτῶν, εἰ μὲν κατὰ λόγον ἐγίνοντο ὑπὲρ ὧν τετολμήκασι κατὰ τοῦ Σωτῆρος, ἐπωφελεῖς ἐγένοντο ἄν. Χρὴ γὰρ αὐτοὺς καὶ πενθεῖν καὶ στενάζειν, καὶ ἀποδύρεσθαι, καὶ δακρύειν, ὧν ἐξέχεον αἱμάτων ἕνεκα. Ἐπεὶ δὲ τοῦτο μὲν οὐ προσποιοῦνται, τὴν δὲ πόλιν τὴν αἰσθητὴν, λέγω δὴ τὴν Ἱερουσαλήμ, ἀποκλαίονται, καὶ τὴν πτῶσιν αὐτῆς στενάζουσιν ἀλόγως· εἰκότως ἀγρίῳ θηρίῳ παρεβλήθησαν. Διὸ λέλεκται· Καὶ στενάξουσιν ὡς ἄρκτος· · καὶ ἐν ἄλλοις δὲ εἴρηται· Ὡς ἄρκτος ἀτεκνουμένη. Ἄρκτος μὲν οὖν διὰ τὸ ἀνθρωποβόρον τοῦ θηρὸς ὠνομάσθησαν. Ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον μιαιφονοῦντες, καὶ τοὺς προφήτας ἀναιροῦντες· ἀτεκνουμένῃ δὲ ἄρκτῳ παρωμοιώθησαν διὰ τὴν ἀπώλειαν τῶν τέκνων αὐτῶν. Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν οπισθεν τοῦ Θεοῦ ἡμῶν. Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν.
Ta ōa aspidōn errēxan?» Hoi men oun en kakią teleioi, diarrhēxantes toutōn tōn ōōn, ta telesphorēthenta eis heautous hypedexanto; hoi de atelesteroi, prin diarrhagēnai kai telesphorēthēnai emphagontes autōn, apollyntai. Dio kata tous loipous hermēneutas eirētai; Ho esthiōn ek tōn ōōn autōn apothaneitai. Ei de tis heuretheiē synetos anēr ho syntribein auta dynamenos anatreptikǭ kai elenktikǭ logǭ, houtos heuroi an to en autois anemiaion kai ourion, kai dysōdes kai phthorimaion, kai en toutois pasin ilyspōmenon kai enkryptomenon, ton pantōn herpetōn kai ex autou tou blemmatos thanatopoion, ton basiliskon legō. Ho histos autōn ouk estai eis himation, oude mē peribalōntai apo tōn ergōn autōn; ta erga autōn erga anomias; hoi de podes autōn epi ponērian trechousi, tachinoi ekcheai haima, kai hoi dialogismoi autōn, dialogismoi apo phonōn. Syntrimma kai talaipōria en tais hodois autōn, kai hodon eirēnēs ouk oidasin. Ou gar paredexanto ton tēs eirēnēs prytanin, peri hou eirētai; Autos gar estin hē eirēnē hēmōn; ; dio tois autou mathētais tautēn proxenei legōn; Eirēnēn tēn emēn didōmi hymin, eirēnēn tēn emēn aphiēmi hymin. Kai ouk esti krisis en tais hodois autōn. Hai gar triboi autōn diestrammenai, has diodeuousi; kai ouk oidasin eirēnēn. Psēlaphōntes gar tas theias Graphas, ou syniasi ton en bathei tōn lexeōn apokekrymmenon noun; peri de dē monēn tēn lexin ascholoumenoi, hōsper tina toichon eoikasi psēlaphąn. Dia touto apestē hē krisis ap᾿ autōn, kai ou mē katalabę̄ autous dikaiosynē; hypomeinantōn autōn phōs, egeneto autois skotos; meinantes augēn, en aōrią periepatēsan. Psēlaphēsousin hōs typhloi toichon, kai hōs ouch hyparchontōn ophthalmōn psēlaphēsousi. Kai pesountai en mesēmbrią hōs en mesonyktiǭ, hōs apothnēskontes stenaxousi. Kata de ton kairon. tou tōn ethnōn mesēmbrinou phōtos, tais sōtēriois kai euangelikais augais tēs Ekklēsias tou Theou katalampomenēs, monoi autoi, hōs an ta pros thanaton hēmartēkotes, peptōkasi, kai hōsper en mesonyktiǭ diagousin. Hōs arktos ē hōs peristera hama poreusontai. ᾿Anemeinamen krisin, kai ouk esti sōtēria; makran aphestēken aph᾽ hēmōn. Pollē gar hēmōn hē anomia enantion sou, kai hai hamartiai hēmōn antestēsan hēmin; hai gar anomiai hēmōn en hēmin, kai ta adikēmata hēmōn egnōmen. Hoi gar stenagmoi autōn, ei men kata logon eginonto hyper hōn tetolmēkasi kata tou Sōtēros, epōpheleis egenonto an. Chrē gar autous kai penthein kai stenazein, kai apodyresthai, kai dakryein, hōn execheon haimatōn heneka. Epei de touto men ou prospoiountai, tēn de polin tēn aisthētēn, legō dē tēn Hierousalēm, apoklaiontai, kai tēn ptōsin autēs stenazousin alogōs; eikotōs agriǭ thēriǭ pareblēthēsan. Dio lelektai; Kai stenaxousin hōs arktos; ; kai en allois de eirētai; Hōs arktos ateknoumenē. Arktos men oun dia to anthrōpoboron tou thēros ōnomasthēsan. Epei kai autoi anthrōpous ephagon miaiphonountes, kai tous prophētas anairountes; ateknoumenę̄ de arktǭ parōmoiōthēsan dia tēn apōleian tōn teknōn autōn. Ēsebēsamen, kai epseusametha, kai apestēmen opisthen tou Theou hēmōn. Elalēsamen adika, kai ēpeithēsamen.
“They broke the eggs of asps?” Those who are perfect in wickedness, having broken these eggs, received into themselves what had come to maturity; but the less perfect, eating of them before they were broken and brought to maturity, perish. Therefore, according to the other translators, it is said, “Whoever eats of their eggs will die.” But if a man of understanding should be found who is able to crush them with a word that overturns and refutes, he would find in them what is wind-filled and addled, foul-smelling and deadly, and, wriggling and hiding in all these, the creature that of all reptiles brings death even by its look—I mean the basilisk. “Their web will not become a garment, nor will they clothe themselves from their works; their works are works of lawlessness; and their feet run to evil, swift to shed blood, and their reasonings are reasonings from murders. Ruin and misery are in their ways, and the way of peace they do not know.” For they did not receive the Prince of peace, of whom it is said, “For he himself is our peace”; that is why he procures it for his disciples, saying, “My peace I give to you, my peace I leave to you.” “And there is no judgment in their ways. For their paths, which they travel, are crooked, and they do not know peace.” For, groping over the divine Scriptures, they do not understand the sense hidden in the depth of the words; but busying themselves with the letter alone, they seem to be groping, as it were, at a wall. “Therefore judgment has departed from them, and righteousness will not overtake them; when they waited for light, darkness came upon them; waiting for brightness, they walked in untimely gloom. They will grope like the blind for a wall, and as having no eyes they will grope. And they will fall at noon as at midnight; like the dying they will groan.” At the time of the noonday light of the nations, when the church of God is lit by the saving rays of the gospel, they alone, as having sinned unto death, have fallen and live as at midnight. “Like a bear and like a dove they will go together. We waited for judgment, and there is no salvation; it has stood far off from us. For our lawlessness is great before you, and our sins have stood against us; for our lawless deeds are in us, and we have known our injustices.” For their groans, if they arose for good reason—for what they dared against the Savior—would have been profitable. For they ought to mourn and groan and lament and weep for the blood they shed. But since they do not even pretend to do this, but weep for the perceptible city—I mean Jerusalem—and groan without reason over its fall, they were fittingly compared to a wild beast. Therefore it is said, “And they will groan like a bear”; and elsewhere it is said, “Like a bear robbed of her cubs.” They were named bears because of the beast’s man-eating nature, since they too devoured men by their bloodshed and by killing the prophets; and they were likened to a bear robbed of her cubs because of the loss of their children. “We were impious, and we lied, and we turned away from following our God. We spoke unjust things and disobeyed.”
59.3PG 24:483–489
Ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους. Λέγει δὲ ταῦτα ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ, διδάσκων αὐτοὺς ἐξομολογεῖσθαι τῷ Θεῷ τὰς ἁμαρτίας καὶ κατηγορεῖν αὐτοὺς ἑαυτῶν, ἵνα κἂν οὕτως, πληγέντες τὴν ψυχὴν, ἀνανεύσωσι καὶ ἐπιστρέψωσι, μετανοεῖν διδαχθέντες. Καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν· ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾽ εὐθείας οὐκ ἐδύναντο διελθεῖν. Καὶ ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι. Καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. Καὶ εἶδε, καὶ οὐκ ἦν ἀνήρ· καὶ κατενόησε, καὶ οὐκ ἦν ἀντιληψόμενος· καὶ ἡμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο. Καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως· καὶ τὸ περιβόλαιον αὐτοῦ, ὡς ἀνταποδώσων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ᾿ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βιαῖος ἡ ὀργὴ παρὰ Κυρίου· ἥξει μετὰ θυμοῦ, καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Πάλιν δὲ καὶ ἐνταῦθα τὸ θεοσεβὲς πολίτευμα σημαίνεται διὰ τῆς Σιὼν, ἥτις διαφόρως ἀπεδείκνυτο οὖσα ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ταύτης οὖν ἕνεκεν τῆς τοῦ Θεοῦ πόλεως ἥξειν λέγεται ὁ ῥυόμενος ὁ ἀγχιστεύων. Καὶ τί ποιήσει; Συγχωρήσει τὰς ἀδικίας τοῖς προσιοῦσιν αὐτῷ. Καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ Διαθήκη, εἶπε Κύριος. Τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ στόμα σου· καὶ οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου. Εἶπε γὰρ Κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Τοῦτο γοῦν τὸ Πνεῦμα ἡ Διαθήκη ἐτύγχανε διόπερ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐδίδου τὸ Πνεῦμα λέγων· «Λάβετε Πνεῦμα ἅγιον, ἐάν τινος ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτῷ. Αὕτη τοίνυν ἡ Καινή Διαθήκη, καὶ τὸ κεφάλαιον τοῦ μυστηρίου, τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ οὖς σου, καὶ οὐ μὴ ἐκλίπῃ. Μένει γὰρ καὶ εἰς τὸν παρόντα αἰῶνα καὶ εἰς τὸν μέλλοντα ταῦτα πάντα, κατὰ τὰ ῥήματα, ἐδίδαξεν αὐτὸς ὁ Σωτὴρ ἐν Εὐαγγελίοις εἰπών· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
Ekyomen, kai emeletēsamen apo kardias hēmōn logous adikous. Legei de tauta ho prophētēs ek prosōpou tou laou, didaskōn autous exomologeisthai tǭ Theǭ tas hamartias kai katēgorein autous heautōn, hina kan houtōs, plēgentes tēn psychēn, ananeusōsi kai epistrepsōsi, metanoein didachthentes. Kai apestēsamen opisō tēn krisin, kai hē dikaiosynē makran aphestēken; hoti katēnalōthē en tais hodois autōn hē alētheia, kai di᾽ eutheias ouk edynanto dielthein. Kai hē alētheia ērtai, kai metestēsan tēn dianoian tou synienai. Kai eide Kyrios, kai ouk ēresen autǭ, hoti ouk ēn krisis. Kai eide, kai ouk ēn anēr; kai katenoēse, kai ouk ēn antilēpsomenos; kai hēmynato autous tǭ brachioni autou, kai tę̄ eleēmosynę̄ estērisato. Kai enedysato dikaiosynēn hōs thōraka, kai perietheto perikephalaian sōtēriou epi tēs kephalēs, kai periebaleto himation ekdikēseōs; kai to peribolaion autou, hōs antapodōsōn antapodosin, oneidos tois hypenantiois. Kai phobēthēsontai hoi apo dysmōn to onoma Kyriou, kai hoi ap᾿ anatolōn hēliou to onoma to endoxon. Hēxei gar hōs potamos biaios hē orgē para Kyriou; hēxei meta thymou, kai hēxei heneken Siōn ho rhyomenos, kai apostrepsei asebeias apo Iakōb. Palin de kai entautha to theosebes politeuma sēmainetai dia tēs Siōn, hētis diaphorōs apedeiknyto ousa hē Ekklēsia tou Theou. Tautēs oun heneken tēs tou Theou poleōs hēxein legetai ho rhyomenos ho anchisteuōn. Kai ti poiēsei? Synchōrēsei tas adikias tois prosiousin autǭ. Kai hautē autois hē par᾿ emou Diathēkē, eipe Kyrios. To Pneuma to emon, ho estin epi soi, kai ta rhēmata ha edōka eis to stoma sou; kai ou mē eklipę̄ ek tou stomatos sou, kai ek tou stomatos tou spermatos sou. Eipe gar Kyrios apo tou nyn kai eis ton aiōna. Touto goun to Pneuma hē Diathēkē etynchane dioper ho Sōtēr kai Kyrios hēmōn Iēsous ho Christos tois heautou mathētais edidou to Pneuma legōn; «Labete Pneuma hagion, ean tinos aphēte tas hamartias, aphientai autǭ. Hautē toinyn hē Kainē Diathēkē, kai to kephalaion tou mystēriou, to Pneuma to hagion. Kai ta rhēmata ha edōka eis to ous sou, kai ou mē eklipę̄. Menei gar kai eis ton paronta aiōna kai eis ton mellonta tauta panta, kata ta rhēmata, edidaxen autos ho Sōtēr en Euangeliois eipōn; «Ho ouranos kai hē gē pareleusetai, hoi de logoi mou ou mē parelthōsin.
“We conceived and meditated unjust words from our heart.” The prophet says these things in the person of the people, teaching them to confess their sins to God and to accuse themselves, so that even in this way, struck in soul, they might recover and turn, having been taught to repent. “And we turned judgment back, and righteousness has stood far off; for truth has been consumed in their ways, and they could not pass through by a straight way. And truth has been taken away, and they turned their mind away from understanding. And the Lord saw, and it did not please him that there was no judgment. And he saw, and there was no man; and he considered, and there was none to help; and he defended them with his arm, and was established in mercy. And he put on righteousness as a breastplate, and placed the helmet of salvation on his head, and clothed himself with a garment of vengeance; and his cloak, as one who will repay recompense, reproach to the adversaries. And those from the west will fear the name of the Lord, and those from the rising of the sun the glorious name. For the wrath from the Lord will come like a violent river; it will come with fury, and the deliverer will come for Zion’s sake, and will turn away impieties from Jacob.” Again here too the godly commonwealth is signified by Zion, which has been shown in various ways to be the church of God. For the sake of this city of God, then, the deliverer, the kinsman-redeemer, is said to come. And what will he do? He will forgive their injustices to those who come to him. “And this is my covenant with them, said the Lord: My Spirit, which is upon you, and the words which I have given into your mouth, will not fail from your mouth, nor from the mouth of your seed. For the Lord has spoken, from now and for ever.” This Spirit, then, was the covenant; that is why our Savior and Lord Jesus Christ gave the Spirit to his disciples, saying, “Receive the Holy Spirit; if you forgive anyone’s sins, they are forgiven him.” This, then, is the New Covenant and the sum of the mystery: the Holy Spirit. “And the words which I have given into your ear will not fail.” For all these things remain both in the present age and in the age to come, according to the words; the Savior himself taught this in the Gospels, saying, “Heaven and earth will pass away, but my words will not pass away.”
Chapter 60
60.1PG 24:489–497
Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. · Ἐπεὶ τοίνυν ὁ Χριστὸς αὐτὸς ἦν τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ, καὶ φῶς τοῖς εἰς τὸν κόσμον · εἰκότως τῆς τούτου παρουσίας ἀπολαύειν ὁ λόγος τῇ Ἱερουσαλήμ προσεφώνει λέγων· Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς. Αὐτῆς δὲ εἶναι φάσκει τὸ φῶς, διὰ τὸ αὐτῇ τὰς περὶ τοῦ Χριστοῦ ἐπαγγελίας ὑπὸ τῶν προφητῶν κεκηρύχθαι. Εἰ μὲν οὖν πεισθεῖσα τῷ παραγγέλματι, τοῦ φωτὸς μετειλήφει, τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένη, διέμεινεν ἂν ἐν εἰρήνῃ μέχρι τέλους. Τὸ γὰρ πάλαι σοι διὰ τῶν προφητῶν κατηγγελμένον φῶς ἰδοὺ νῦν ἐλήλυθε. Διὸ μὴ μέλλε, φωτίζου δὲ, φωτίζου, καὶ τῆς χάριτος μεταλάμβανε ἔστι γάρ σοι φωτισθείσῃ τάδε καὶ τάδε. Ἰδοὺ σκότος καλύψει˙ γῆν καὶ γνόφος ἐπ᾿ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Ὡς κατὰ τὴν πρώτην παρουσίαν τοῦ Σωτῆρος ἡμῶν δύνασθαι ταῦτα πληροῦσθαι · οὐ μὴν ἀλλὰ καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν τέλους αὐτὰ τεύξεσθαι. «Καὶ πορεύσονται βασιλεῖς ἐν τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Οὐ γὰρ ἐπὶ πάντας ἀνατελεῖς, ἀλλ᾽ ἐπὶ μόνους τοὺς ἀξίους. Τοὺς γὰρ μὴ τοιούτους διαλήψεται τὸ ἐξώτερον σκότος καὶ τὸ πῦρ τὸ αἰώνιον, καὶ ὅσα ἄλλα τοῖς ἀσεβέσιν ἠπείληται. Δεῖ δὲ πρότερον φωτὸς καὶ ἀνατολῆς τοῖς μέλλουσιν αὐτοῦ ὄψεσθαι τὴν δόξαν· ὅπως, ἐν ἡμέρᾳ θεϊκοῦ φωτὸς γενόμενοι, θεωροὶ τῆς δόξης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καταστῶσιν. «Αρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. Διὸ πάντες οἱ ἐξ ἐθνῶν εἰς τὸν Θεὸν διὰ τοῦ Χριστοῦ πεπιστευκότες ἐπαγγελίαν εἰλήφασιν ἀναπαύεσθαι εἰς κόλπους Ἀβραὰμ καὶ 'Ισαὰκ καὶ Ἰακώβ, τοῦτο τοῦ Σωτῆρος αὐτοῦ διδάξαντος. Καὶ ἐν ἑτέροις δὲ πλείοσιν ἡ ἐξ ἐθνῶν Ἐκκλησία θυγάτηρ ἀνηγόρευται Σιὼν καὶ θυγάτηρ Ἱερουσαλήμ. «Ἥκασι πάντες οἱ υἱοἱ σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾽ ὤμων ἀρθήσονται. Ἦμεν γὰρ πόρῥω που καὶ μακρὰν τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν δικαίων, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Αἵ τε γὰρ ἁπαλαὶ οὖσαι ψυχαὶ καὶ ἔτι νήπιαι, ὡς ἀρτιγένητα βρέφη, τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθοῦσι· διά τε τῆς ἐν Χριστῷ ἀναγεννήσεως γενόμεναι τέκνα τοῦ ᾿Αβραάμ, ὑποβαστάζονται ἐπ᾽ ὤμων, αἰρόμεναι καὶ ὑποκουφιζόμεναι ὑπὸ τῶν χειραγωγούντων αὐτὰς διδασκάλων· οἷος ἦν ὁ Παῦλος λέγων· «Ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, · καὶ τὰ ἑξῆς. Τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν. Καὶ ἐνταῦθα δὲ τήρει ὅπως τὴν πολλὴν πολυπληθίαν τῶν σωζομένων πλήθει θαλάσσης ἀπείκασε. Δύναμις δὲ τῶν ἐθνῶν οἱ κατορθοῦντες εἶεν ἂν μηδ' ἐξασθενήσαντες πρὸς τὸν τόνον τοῦ νοητοῦ βίου. Καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιάμ καὶ Γεφάρ. Πάντες ἐκ Σάβα ἦξουσι, φέροντες χρυσίον, καὶ λίβανον οἴσουσι, καὶ τὸ Σωτήριον Κυρίου εὐαγγελιοῦνται.
Phōtizou, phōtizou, Hierousalēm; hēkei gar sou to phōs, kai hē doxa Kyriou epi se anatetalken. ; Epei toinyn ho Christos autos ēn to phōs kai hē alētheia kai hē zōē, kai phōs tois eis ton kosmon ; eikotōs tēs toutou parousias apolauein ho logos tę̄ Hierousalēm prosephōnei legōn; Phōtizou, phōtizou, Hierousalēm; hēkei gar sou to phōs. Autēs de einai phaskei to phōs, dia to autę̄ tas peri tou Christou epangelias hypo tōn prophētōn kekērychthai. Ei men oun peistheisa tǭ parangelmati, tou phōtos meteilēphei, ton Christon tou Theou paradexamenē, diemeinen an en eirēnę̄ mechri telous. To gar palai soi dia tōn prophētōn katēngelmenon phōs idou nyn elēlythe. Dio mē melle, phōtizou de, phōtizou, kai tēs charitos metalambane esti gar soi phōtistheisę̄ tade kai tade. Idou skotos kalypsei˙ gēn kai gnophos ep᾿ ethnē. Epi de se phanēsetai Kyrios, kai hē doxa autou epi se ophthēsetai. Hōs kata tēn prōtēn parousian tou Sōtēros hēmōn dynasthai tauta plērousthai ; ou mēn alla kai kata tēn deuteran kai endoxon autou theophaneian telous auta teuxesthai. «Kai poreusontai basileis en tǭ phōti sou, kai ethnē tę̄ lamprotēti sou. Ou gar epi pantas anateleis, all᾽ epi monous tous axious. Tous gar mē toioutous dialēpsetai to exōteron skotos kai to pyr to aiōnion, kai hosa alla tois asebesin ēpeilētai. Dei de proteron phōtos kai anatolēs tois mellousin autou opsesthai tēn doxan; hopōs, en hēmerą theïkou phōtos genomenoi, theōroi tēs doxēs tou monogenous Huiou tou Theou katastōsin. «Aron kyklǭ tous ophthalmous sou, kai ide synēgmena ta tekna sou. Dio pantes hoi ex ethnōn eis ton Theon dia tou Christou pepisteukotes epangelian eilēphasin anapauesthai eis kolpous Abraam kai 'Isaak kai Iakōb, touto tou Sōtēros autou didaxantos. Kai en heterois de pleiosin hē ex ethnōn Ekklēsia thygatēr anēgoreutai Siōn kai thygatēr Hierousalēm. «Hēkasi pantes hoi huioi sou makrothen, kai hai thygateres sou ep᾽ ōmōn arthēsontai. Ēmen gar porrhō pou kai makran tēs politeias tou Israēl kai xenoi tōn dikaiōn, tēs epangelias elpida mē echontes, kai atheoi en tǭ kosmǭ. Hai te gar hapalai ousai psychai kai eti nēpiai, hōs artigenēta brephē, to logikon kai adolon gala epipothousi; dia te tēs en Christǭ anagennēseōs genomenai tekna tou ᾿Abraam, hypobastazontai ep᾽ ōmōn, airomenai kai hypokouphizomenai hypo tōn cheiragōgountōn autas didaskalōn; hoios ēn ho Paulos legōn; «Hōs an trophos thalpę̄ ta heautēs tekna, houtōs himeiromenoi hymōn, ; kai ta hexēs. Tote opsę̄, kai phobēthēsę̄, kai ekstēsę̄ tę̄ kardią, hoti metabalei eis se ploutos thalassēs, kai ethnōn kai laōn. Kai entautha de tērei hopōs tēn pollēn polyplēthian tōn sōzomenōn plēthei thalassēs apeikase. Dynamis de tōn ethnōn hoi katorthountes eien an mēd' exasthenēsantes pros ton tonon tou noētou biou. Kai hēxousi soi agelai kamēlōn, kai kalypsousi se kamēloi Madiam kai Gephar. Pantes ek Saba ēxousi, pherontes chrysion, kai libanon oisousi, kai to Sōtērion Kyriou euangeliountai.
“Shine, shine, Jerusalem; for your light has come, and the glory of the Lord has risen upon you.” Since, then, Christ himself was the light and the truth and the life, and light to those coming into the world, the word fittingly called Jerusalem to enjoy his coming, saying, “Shine, shine, Jerusalem; for your light has come.” He says the light is hers because the promises about Christ were proclaimed to her by the prophets. If, then, obeying the command, she had shared in the light by receiving the Christ of God, she would have remained in peace to the end. For the light announced to you of old through the prophets, behold, has now come. Therefore do not delay, but shine, shine, and share in the grace; for when you have been enlightened, such and such things will be yours. “Behold, darkness will cover the earth, and gloom upon the nations. But upon you the Lord will appear, and his glory will be seen upon you.” So these things can be fulfilled at the first coming of our Savior, and yet will also reach their completion at his second and glorious divine appearing. “And kings will walk in your light, and nations in your brightness.” For you will not rise upon all, but upon the worthy alone. For the outer darkness and the eternal fire and whatever else has been threatened against the ungodly will take hold of those who are not such. And those who are to see his glory must first have light and dawn, so that, coming into the day of divine light, they may become beholders of the glory of the only-begotten Son of God. “Lift up your eyes round about and see your children gathered.” Therefore all who from the nations have believed in God through Christ have received the promise to rest in the bosoms of Abraham and Isaac and Jacob, as the Savior himself taught. And in many other places the church from the nations is called daughter of Zion and daughter of Jerusalem. “All your sons have come from afar, and your daughters will be carried on shoulders.” For we were somewhere far off and distant from the commonwealth of Israel, strangers to the righteous, having no hope of the promise, and godless in the world. For the souls that are tender and still infants, like newborn babes, long for the rational and pure milk; and having become children of Abraham through rebirth in Christ, they are carried on shoulders, lifted up and borne along by the teachers who lead them by the hand—such as Paul was, saying, “As a nurse cherishes her own children, so, longing for you,” and so on. “Then you will see and fear, and be amazed in heart, because the wealth of the sea and of nations and peoples will turn to you.” Here too observe how he likened the great multitude of those being saved to the multitude of the sea. And the strength of the nations would be those who do right and do not grow weak in the strain of the spiritual life. “And herds of camels will come to you, and the camels of Midian and Gephar will cover you. All from Sheba will come, bringing gold, and they will bring frankincense, and will announce the good news of the salvation of the Lord.”
60.2PG 24:489–497
Καὶ πάντα τὰ πρόβατα Κηδάρ συναχθήσονται, καὶ κριοὶ Ναβαιώθ ἥξουσι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου. Αἰνίττεσθαι δὲ οἶμαι διὰ τούτων τοὺς ἐν τῇ Ἐκκλησίᾳ εὐπόρους καὶ πλοῦτον περιῤῥεομένους · οὕτω γοῦν καὶ ὁ Σωτὴρ τὸν πλούσιον καμήλῳ παραβάλλων ἔλεγεν, Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πλὴν ἀλλὰ τὸ θαῦμα τοῦτ᾽ ἦν, ὅτι τὸ παρὰ ἀνθρώποις ἀδύνατον, τοῦτο δυνατὸν γίνεται τῷ Θεῷ. Διὸ καὶ ἐξίσταται Ἱερουσαλήμ διὰ τοῦ χαρᾶς πληροῦσθαι· καμήλοις δὴ παραβεβλημένας ψυχὰς θεωμένη μεταβαλούσας, καὶ ὥσπερ διὰ τρυμαλιᾶς ῥαφίδος διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰς τὴν αἰώνιον ζωὴν εἰσιούσας. Οὐ δίχα δὲ φορτίου προσίεσαν αὗται, δῶρα δὲ τῷ Θεῷ προσφέρουσαι εἰκότως τὰ λύτρα τῆς αὐτῶν ψυχῆς. Οὐκοῦν αἱ κάμηλοι τὸ Σωτήριον Κυρίου εὐαγγελιοῦνται μετὰ τοῦ δῶρα προσφέρειν τὰ προλεχθέντα· λίβανον δὲ τὴν τῆς θεολογίας πνευματικὴν εὐωδίαν, χρυσὸν δὲ τὴν σωματικὴν εὐπορίαν. Ἡ δὲ Μαδιὰμ καὶ Γεφὰρ γόνιμοι καμήλων εἰσὶ χῶραι βαρβάρων, ὡς καὶ ἡ Σαβά, ὑπὲρ τὴν ᾿Αραβίαν κειμένη, παρ' οἷς πολυπληθεῖ τὸ τῶν καμήλων γένος· διὸ τῇ τούτων κέχρηται ὁ λόγος εἰκόνι. Καί μοι δοκεῖ διὰ τούτων ὁ λόγος θέλγειν καὶ ἐγγλυκαίνειν τὰς ἀκοὰς τὰς νηπιώδεις τῶν σωματικῶν Ἰουδαίων εἰς τὸ ἐφελκύσασθαι αὐτὰς, καὶ προτρέψαι σπεύδειν εἰς τὸν κατὰ Θεὸν βίον καὶ πολιτείαν. Καὶ πάντα τὰ πρόβατα Κηδάρ·· τὸ ἀλλογενές καὶ ἀλλόφυλον τῶν τοιούτων δὴ ψυχῶν αἰνιττόμενος. Διὰ μὲν οὖν τῶν καμήλων οἱ εὔποροι καὶ πλούσιοι τῶν ἐν ἀνθρώποις ἐδηλοῦντο· διὰ δὲ τῶν προβάτων οἱ ἡμερώτατοι καὶ ἁπλούστατοι· διὰ δὲ τῶν κριῶν, οἱ ἀρχικώτατοι τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων· οὓς ἀνενεχθήσεσθαι δῶρα ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ φησιν ὁ λόγος. Καὶ ἔστι τὸ λόγιον πληρούμενον θεάσασθαι· ἐπειδὰν ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς τοιάσδε ψυχὰς ἴδοι τις ἀναθείσας ἑαυτὰς τῷ τῆς θεοσεβείας λόγῳ καὶ τῆς λειτουργίας τοῦ θυσιαστηρίου τοῦ Θεοῦ προσεδρευσάσας. Τότε γὰρ μάλιστα διὰ τῆς τῶν τοιούτων ἐπιστροφῆς καὶ σωτηρίας ἡ Ἐκκλησία τοῦ Θεοῦ δοξάζεται · διὸ λέλεκται καὶ ἑξῆς· Καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τίνες οἵδε ; ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ. Καὶ τοῦτο δὲ νοήσομεν ἐπιστήσαντες τῇ Παύλου φωνῇ διδασκούσῃ, ὡς ἄρα, Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Χριστοῦ, ἀρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπαντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·» συναφθέντες δηλαδὴ καὶ συγκαταλεγέντες τῷ χορῷ τῶν ἐν τῷ προτέρῳ λαῷ κατωρθωκότων. Διὸ ἀποθαυμάζοντες τὴν εἰς ἀνθρώπους χυθεῖσαν τοῦ Χριστοῦ χάριν καὶ τῶν ἐξ ἐθνῶν σωζομένων τὸ πλῆθος, τήν τε εἰς οὐρανοὺς αὐτῶν ἀνάπτησιν, τὴν μετὰ τὴν ἔξοδον τοῦ βίου φασί· Τίνες οἶδε; ὡς νεφέλαι πέτανται, καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ᾿ ἐμέ. Ἑμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μετ' αὐτῶν, καὶ διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.
Kai panta ta probata Kēdar synachthēsontai, kai krioi Nabaiōth hēxousi, kai anenechthēsetai dekta epi to thysiastērion mou. Ainittesthai de oimai dia toutōn tous en tę̄ Ekklēsią euporous kai plouton perirrheomenous ; houtō goun kai ho Sōtēr ton plousion kamēlǭ paraballōn elegen, Eukopōteron esti kamēlon dia trymalias rhaphidos eiselthein ē plousion eis tēn basileian tōn ouranōn. Plēn alla to thauma tout᾽ ēn, hoti to para anthrōpois adynaton, touto dynaton ginetai tǭ Theǭ. Dio kai existatai Hierousalēm dia tou charas plērousthai; kamēlois dē parabeblēmenas psychas theōmenē metabalousas, kai hōsper dia trymalias rhaphidos dia tēs stenēs kai tethlimmenēs hodou eis tēn aiōnion zōēn eisiousas. Ou dicha de phortiou prosiesan hautai, dōra de tǭ Theǭ prospherousai eikotōs ta lytra tēs autōn psychēs. Oukoun hai kamēloi to Sōtērion Kyriou euangeliountai meta tou dōra prospherein ta prolechthenta; libanon de tēn tēs theologias pneumatikēn euōdian, chryson de tēn sōmatikēn euporian. Hē de Madiam kai Gephar gonimoi kamēlōn eisi chōrai barbarōn, hōs kai hē Saba, hyper tēn ᾿Arabian keimenē, par' hois polyplēthei to tōn kamēlōn genos; dio tę̄ toutōn kechrētai ho logos eikoni. Kai moi dokei dia toutōn ho logos thelgein kai englykainein tas akoas tas nēpiōdeis tōn sōmatikōn Ioudaiōn eis to ephelkysasthai autas, kai protrepsai speudein eis ton kata Theon bion kai politeian. Kai panta ta probata Kēdar;; to allogenes kai allophylon tōn toioutōn dē psychōn ainittomenos. Dia men oun tōn kamēlōn hoi euporoi kai plousioi tōn en anthrōpois edēlounto; dia de tōn probatōn hoi hēmerōtatoi kai haploustatoi; dia de tōn kriōn, hoi archikōtatoi tōn ex ethnōn epistrephontōn; hous anenechthēsesthai dōra epi to thysiastērion tou Theou phēsin ho logos. Kai esti to logion plēroumenon theasasthai; epeidan ek tēs tōn ethnōn epistrophēs toiasde psychas idoi tis anatheisas heautas tǭ tēs theosebeias logǭ kai tēs leitourgias tou thysiastēriou tou Theou prosedreusasas. Tote gar malista dia tēs tōn toioutōn epistrophēs kai sōtērias hē Ekklēsia tou Theou doxazetai ; dio lelektai kai hexēs; Kai ho oikos tēs proseuchēs mou doxasthēsetai. Tines hoide ? hōs nephelai petantai, kai hōsei peristerai syn neossois ep' eme. Kai touto de noēsomen epistēsantes tę̄ Paulou phōnę̄ didaskousę̄, hōs ara, Hēmeis hoi zōntes, hoi perileipomenoi eis tēn parousian tou Christou, arpagēsometha en nephelais eis apantēsin tou Kyriou eis aera, kai houtōs pantote syn Kyriǭ esometha;» synaphthentes dēladē kai synkatalegentes tǭ chorǭ tōn en tǭ proterǭ laǭ katōrthōkotōn. Dio apothaumazontes tēn eis anthrōpous chytheisan tou Christou charin kai tōn ex ethnōn sōzomenōn to plēthos, tēn te eis ouranous autōn anaptēsin, tēn meta tēn exodon tou biou phasi; Tines oide? hōs nephelai petantai, kai hōs peristerai syn neossois ep᾿ eme. Heme hai nēsoi hypemeinan, kai ploia Tharseis en prōtois, agagein ta tekna sou makrothen, kai ton argyron kai ton chryson autōn met' autōn, kai dia to onoma Kyriou to hagion, kai dia to ton hagion tou Israēl endoxon einai.
“And all the sheep of Kedar will be gathered, and rams of Nabaioth will come, and acceptable things will be offered on my altar.” I think that by these he hints at the well-to-do in the church, overflowing with wealth; so, at any rate, the Savior too, comparing the rich man to a camel, said, “It is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of heaven.” But this was the wonder, that what is impossible with men becomes possible with God. That is why Jerusalem is amazed, being filled with joy, as she sees souls likened to camels changed and entering eternal life, as through the eye of a needle, through the narrow and hard way. And these did not come without a load, but fittingly bring gifts to God, the ransom of their soul. So the camels announce the good news of the salvation of the Lord while offering the gifts mentioned: frankincense, the spiritual fragrance of theology, and gold, bodily wealth. Midian and Gephar are lands of barbarians that breed camels, as is Sheba, lying beyond Arabia, among whom the race of camels is very numerous; that is why the word used their image. And it seems to me that by these words the word is charming and sweetening the childish ears of the Jews who think bodily, to draw them on and urge them to hasten to the life and way of life according to God. “And all the sheep of Kedar”—hinting at the alien and foreign origin of such souls. By the camels, then, the well-to-do and rich among men were shown; by the sheep, the gentlest and simplest; and by the rams, the leading men of those turning from the nations, whom the word says will be offered as gifts on the altar of God. And one can see the oracle fulfilled whenever one sees such souls from the conversion of the nations devoting themselves to the word of godliness and attending on the service of the altar of God. For then above all the church of God is glorified through the conversion and salvation of such people; therefore it is said next too, “And the house of my prayer will be glorified.” “Who are these who fly like clouds, and like doves with their young to me?” This too we will understand by attending to the voice of Paul, who teaches that “we who are alive, who are left until the coming of Christ, will be caught up in clouds to meet the Lord in the air, and so we will always be with the Lord”—joined, that is, and numbered with the company of those who did right in the former people. Therefore, marveling at the grace of Christ poured out on men, at the multitude of those saved from the nations, and at their flight up to heaven after their departure from life, they say, “Who are these who fly like clouds, and like doves with their young to me?” “The islands waited for me, and the ships of Tarshish among the first, to bring your children from afar, and their silver and gold with them, because of the holy name of the Lord, and because the Holy One of Israel is glorious.”
60.3PG 24:489–497
Τὰς ἐκκλησίας δὲ νήσους καὶ διὰ τῶν ἔμπροσθεν ὁ λόγος ᾐνίττετο σημαίνων. Ἐπεὶ τοίνυν τὰς ἐπηγγελμένας πρὸς τοὺς πατέρας ἐπαγγελίας αἱ ἐκκλησίαι τοῦ Θεοῦ τὰς προφητείας διερχόμεναι προσεδόκων, εἰκότως φησίν· Ἐμὲ νῆσοι ὑπέμειναν. Πλοῖα Θαρσεῖς· · αἰνίττεται τὰ σώματα οἷς ἐπενήξαντο κατὰ τὸν θνητὸν βίον αἱ ψυχαί. Θαρσεῖς δὲ ἀλλοφύλων πάλιν ἐτύγχανε χώρα· διὸ περὶ ἀλλοφύλων ἀπίστων εἴρηταί που· · Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. ᾿Αλλ᾽ ἐκεῖνο μὲν συνετρίβετο · ἐνταῦθα δὲ τὰ τέκνα τῆς παλαιᾶς Ἱερουσαλήμ τὰ ἐξ ἐθνῶν αὐτῇ προσγενόμενα αὐτοῖς πλοίοις μακρόθεν πρὸς αὐτὴν ἤξει· τουτέστιν, αὐτοῖς σώμασιν ἐπὶ τὸ κρεῖττον μεταβληθεῖσι. Ἥξουσι τοίνυν αὐτοῖς τοῖς σώμασιν οἱ προλεχθέντες τὰς κατ᾿ ἀρετὴν πράξεις ἄργυρον καὶ χρυσὸν ὀνομαζομένας ἐπαγόμενοι. Πράξεις δὲ οἶδε τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὁ Ἀπόστολος. Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. Διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεον ἡγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντὸς, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Καὶ αὐτὸ δι' ἔργων ἐπιτελούμενον ὄψει ἐπιστήσας τὸν νοῦν, ὡς ἐξ ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν τῆς Ἐκκλησίας τοῦ Θεοῦ προεστῶτες ἄνδρες διδασκαλίαις περιφράττουσιν, ὥσπερ τισὶ περιβόλοις καὶ τείχεσιν ἀσφαλιζόμενοι τὸν τῆς θεοσεβείας λόγον, εἰς τὸ μὴ παρεισδύεσθαι τοὺς ἀλλοτρίους τῆς πίστεως, μηδὲ χώραν ἔχειν ἐπιβουλῆς κατὰ τῶν τῆς ἀληθείας δογμάτων. Οἱ γοῦν τῶν Ῥωμαϊκῶν ταγμάτων ἄρχοντες, καὶ τῶν κρατούντων βασιλέων ὁ φόβος τὰ μεγάλα συμβάλλεται πρὸς ἀνατροπὴν τῶν ἐπιβουλεύειν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ πειρωμένων. Πύλαι δὲ τῆς τοῦ Θεοῦ πόλεως τίνες ἂν εἶεν ἢ αἱ στοιχειώδεις καὶ εἰσακτικαὶ διδασκαλίαι; Διὰ νυκτὸς καὶ ἡμέρας, φησὶν, ἠνεῷχθαι πᾶσιν ἀνθρώποις πρὸς τὸ πάντας εἰσδέχεσθαι τοὺς ἐξ ἀπάντων τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένους. Δυνάμεις μὲν οὖν τῶν ἐθνῶν εἰσιν οἱ δυνάμενοι λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με·· βασιλεῖς δὲ αὐτῶν οἱ ἐξαίρετοι καὶ τῆς ἐπουρανίου βασιλείας ἄξιοι. ῎Ἤδη δὲ καὶ σωματικοὺς Ῥωμαίων αὐτοκράτορας καὶ βασιλεῖς ὁρῶν τις ὑποτρέχοντας τῆς Ἐκκλησίας τοῦ Θεοῦ τὰς πύλας, καὶ τῶν εἴσω πυλῶν μυστηρίων καταξιουμένους, πῶς οὐκ ἀλήθειαν μαρτυρήσει τῷ θεσπίσματι; Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ, καὶ πεύκῃ, καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου. Δουλεῦσαι γὰρ δεῖ τὴν σωτήριον καὶ καλλίστην δουλείαν τῇ τοῦ Θεοῦ πόλει, λέγω δὲ τῇ Ἐκκλησίᾳ, καὶ τῷ ἐν αὐτῇ θεοσεβεῖ πολιτεύματι τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ Λιβάνῳ φυτὰ κομισθήσεται, εἰς τὸ δι᾿ αὐτῶν δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου. Τοιοῦτοι δ᾽ ἂν εἶεν οἱ ἐξ ἐθνῶν ἐλλόγιμοι ἄνδρες καὶ σοφίας τοῦ αἰῶνος τούτου μετεσχηκότες · οὓς ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαπρέποντας καὶ κοσμοῦντας αὐτὴν τῇ τοῦ λόγου παρασκευῇ θεασάμενος οὐκ ἂν ἁμάρτοις αὐτοὺς εἶναι τὰ ξύλα τοῦ Λιβάνου, κυπάρισσον καὶ πεύκας καὶ κέδρους, κατὰ νόμον ἀλληγορίας εἰπών·
Tas ekklēsias de nēsous kai dia tōn emprosthen ho logos ę̄nitteto sēmainōn. Epei toinyn tas epēngelmenas pros tous pateras epangelias hai ekklēsiai tou Theou tas prophēteias dierchomenai prosedokōn, eikotōs phēsin; Eme nēsoi hypemeinan. Ploia Tharseis; ; ainittetai ta sōmata hois epenēxanto kata ton thnēton bion hai psychai. Tharseis de allophylōn palin etynchane chōra; dio peri allophylōn apistōn eirētai pou; ; En pneumati biaiǭ syntripseis ploia Tharseis. ᾿All᾽ ekeino men synetribeto ; entautha de ta tekna tēs palaias Hierousalēm ta ex ethnōn autę̄ prosgenomena autois ploiois makrothen pros autēn ēxei; toutestin, autois sōmasin epi to kreitton metablētheisi. Hēxousi toinyn autois tois sōmasin hoi prolechthentes tas kat᾿ aretēn praxeis argyron kai chryson onomazomenas epagomenoi. Praxeis de oide ton chryson kai ton argyron ho Apostolos. Kai oikodomēsousin allogeneis ta teichē sou, kai hoi basileis autōn parastēsontai soi. Dia gar orgēn mou epataxa se, kai dia eleon hēgapēsa se. Kai anoichthēsontai hai pylai sou dia pantos, hēmeras kai nyktos ou kleisthēsontai, eisagagein pros se dynamin ethnōn, kai basileis autōn agomenous. Kai auto di' ergōn epiteloumenon opsei epistēsas ton noun, hōs ex allogenōn kai allophylōn ethnōn tēs Ekklēsias tou Theou proestōtes andres didaskaliais periphrattousin, hōsper tisi peribolois kai teichesin asphalizomenoi ton tēs theosebeias logon, eis to mē pareisdyesthai tous allotrious tēs pisteōs, mēde chōran echein epiboulēs kata tōn tēs alētheias dogmatōn. Hoi goun tōn Rhōmaïkōn tagmatōn archontes, kai tōn kratountōn basileōn ho phobos ta megala symballetai pros anatropēn tōn epibouleuein tę̄ Ekklēsią tou Theou peirōmenōn. Pylai de tēs tou Theou poleōs tines an eien ē hai stoicheiōdeis kai eisaktikai didaskaliai? Dia nyktos kai hēmeras, phēsin, ēneǭchthai pasin anthrōpois pros to pantas eisdechesthai tous ex apantōn tōn ethnōn theosebein proę̄rēmenous. Dynameis men oun tōn ethnōn eisin hoi dynamenoi legein; Panta ischyō en tǭ endynamounti me;; basileis de autōn hoi exairetoi kai tēs epouraniou basileias axioi. ᾿Ēdē de kai sōmatikous Rhōmaiōn autokratoras kai basileis horōn tis hypotrechontas tēs Ekklēsias tou Theou tas pylas, kai tōn eisō pylōn mystēriōn kataxioumenous, pōs ouk alētheian martyrēsei tǭ thespismati? Ta gar ethnē kai hoi basileis, hoitines ou douleusousi soi, apolountai, kai ta ethnē erēmią erēmōthēsetai. Kai hē doxa tou Libanou pros se hēxei en kyparissǭ, kai peukę̄, kai kedrǭ hama, doxasai ton topon ton hagion mou. Douleusai gar dei tēn sōtērion kai kallistēn douleian tę̄ tou Theou polei, legō de tę̄ Ekklēsią, kai tǭ en autę̄ theosebei politeumati ta kallista kai hypsēlotata tōn en tǭ Libanǭ phyta komisthēsetai, eis to di᾿ autōn doxasthēnai ton topon ton hagion mou. Toioutoi d᾽ an eien hoi ex ethnōn ellogimoi andres kai sophias tou aiōnos toutou meteschēkotes ; hous en tę̄ Ekklēsią tou Theou diaprepontas kai kosmountas autēn tę̄ tou logou paraskeuę̄ theasamenos ouk an hamartois autous einai ta xyla tou Libanou, kyparisson kai peukas kai kedrous, kata nomon allēgorias eipōn;
The word hinted at the churches by “islands” in the earlier passages too, signifying them. Since, then, the churches of God, going through the prophecies, awaited the promises made to the fathers, he fittingly says, “The islands waited for me.” “Ships of Tarshish”: he hints at the bodies on which the souls swim through mortal life. Tarshish again was a land of foreigners; therefore it is said somewhere of foreign unbelievers, “With a violent wind you will shatter the ships of Tarshish.” But that ship was shattered; here, however, the children of the old Jerusalem, those added to her from the nations, will come to her from afar in these very ships—that is, in these very bodies, changed for the better. So those mentioned will come in their very bodies, bringing the deeds of virtue, which are called silver and gold. And the apostle knows deeds as gold and silver. “And foreigners will build your walls, and their kings will stand beside you. For in my wrath I struck you, and in mercy I loved you. And your gates will be opened continually; day and night they will not be shut, to bring in to you the strength of nations, and their kings led along.” You will see this too accomplished in deeds if you attend: how men from foreign and alien nations who preside over the church of God fence it about with teachings, securing the word of godliness as with enclosures and walls, so that those alien to the faith do not slip in, nor have room for plotting against the doctrines of the truth. At any rate the commanders of the Roman legions and the fear of the ruling emperors contribute greatly to overthrowing those who try to plot against the church of God. And what would the gates of the city of God be but the elementary and introductory teachings? These, he says, have been opened night and day to all men, so as to receive all from all the nations who have chosen to worship God. The strengths of the nations, then, are those who can say, “I can do all things in him who strengthens me”; and their kings are the eminent, worthy of the heavenly kingdom. And when one now sees even bodily emperors and kings of the Romans going in under the gates of the church of God, and being counted worthy of the mysteries within the gates, how will he not bear witness to the truth of the oracle? “For the nations and the kings who will not serve you will perish, and the nations will be made utterly desolate. And the glory of Lebanon will come to you in cypress and pine and cedar together, to glorify my holy place.” For one must serve the city of God—I mean the church—with the saving and most noble service; and to the godly commonwealth within her the most beautiful and loftiest of the trees in Lebanon will be brought, so that through them my holy place may be glorified. Such would be the men of note from the nations who have shared in the wisdom of this age; seeing them distinguished in the church of God and adorning her with the equipment of eloquence, you would not be wrong to call them, by the rule of allegory, the trees of Lebanon, cypress and pines and cedars;
60.4PG 24:489–497
δι᾽ ὧν δοξάζεται ὁ τόπος ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὁ τόπος τῶν ποδῶν αὐτοῦ, δηλαδή ἡ Ἐκκλησία. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ πόλις Σιὼν, ἁγίου Ἰσραήλ. Καὶ ἄλλως δὲ τῶν πάλαι βλασφημησάντων τὴν Ἐκκλησίαν, καὶ παροξυνάντων αὐτὴν, καὶ διωξάντων, πολλοὺς ἴσμεν μεταβαλόντας, καὶ ἐπὶ τὸ προσκυνεῖν τὸν ἐν αὐτῇ Θεὸν ἐληλυθότας. Διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην, καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς, καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι. Καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ἐξαιρούμενός σε Θεὸς Ἰσραήλ. Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, καὶ ἀντὶ σιδήρου οἴσω σοι ἀργύριον· ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκὸν, ἀντὶ δὲ λίθων, σίδηρον. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. Τοῦτο δὲ τί ποτ᾽ ἂν εἴη εἰ μὴ τὸ καινὸν μυστήριον τῆς εὐαγγελικῆς διδασκαλίας, καὶ ἡ στοιχειώδης διδασκαλία τῆς Καινῆς Διαθήκης, ἧς μετέχουσιν οἱ ἐν Χριστῷ ἀναγεννώμενοι, βελτίους μὲν ἑαυτῶν γενησόμενοι καὶ χρησιμώτεροι τῇ τοῦ Θεοῦ οἰκοδομῇ κατὰ τοὺς πρώτους, οἱ ἀντὶ χαλκοῦ καὶ σιδήρου χρυσοῦ τε καὶ ἀργύρου τιμὴν ἀντικατηλλάξαντο; Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι, γλύμμα. ᾿Αντὶ δὲ τοῦ, Σωτηρίου, ἡ Ἑβραῖκὴ ἀνάγνωσις τὸν Ἰησοῦν» αὐτόν τε περιέχει αὐτοῖς στοιχείοις καὶ χαρακτῆρσιν, οἷοις ὁ Σωτὴρ ἡμῶν ἀναγράφεται· ὡς τὴν αὐτοῦ δύναμιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ ἀντὶ περιβόλου καὶ τείχους στεῤῥοῦ τοῖς ἀξίοις τοῦ Θεοῦ γενέσθαι. Καὶ οὐκ ἔσται ἔτι σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα· ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς, δόξα σου. Στήλη δέ τις ἔσται φῶς ἀπαστράπτουσα θεῖον, τὸ σῶμα τῆς ἀναστάσεως, τὸ λεγόμενον ἱμάτιον Σωτηρίου. Οὐκέτι γὰρ θανάτου σῶμα, οἷον ὁ Παῦλος ἐδήλου λέγων· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἔσται κἀκεῖνο σωτήριον. Σωτήριον δὲ ἱμάτιον τῇ ψυχῇ περιθήσεται, καὶ χιτῶνα εὐφροσύνης ἕκαστος γὰρ ταῖς ἑαυτοῦ πράξεσι ταῖς κατὰ δικαιοσύνην πεπραγμέναις τὸν ἑαυτοῦ κόσμον ἐνδύσεται. Οὐ γὰρ δύσεταί σοι ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου. Καὶ ὁ λαός σου πᾶς δίκαιος, δι' αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος, εἰς ἔθνος μέγα. Ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
di᾽ hōn doxazetai ho topos ho hagios tou Theou, kai ho topos tōn podōn autou, dēladē hē Ekklēsia. Kai poreusontai pros se dedoikotes huioi tapeinōsantōn se, kai paroxynantōn se, kai klēthēsę̄ polis Siōn, hagiou Israēl. Kai allōs de tōn palai blasphēmēsantōn tēn Ekklēsian, kai paroxynantōn autēn, kai diōxantōn, pollous ismen metabalontas, kai epi to proskynein ton en autę̄ Theon elēlythotas. Dia to gegenēsthai se enkataleleimmenēn, kai memisēmenēn, kai ouk ēn ho boēthōn. Kai thēsō se agalliama aiōnion, euphrosynēn geneōn geneais, kai thēlaseis gala ethnōn, kai plouton basileōn phagesai. Kai gnōsę̄, hoti egō Kyrios ho sōzōn se, kai exairoumenos se Theos Israēl. Kai anti chalkou oisō soi chrysion, kai anti sidērou oisō soi argyrion; anti de xylōn oisō soi chalkon, anti de lithōn, sidēron. Kai dōsō tous archontas sou en eirēnę̄, kai tous episkopous sou en dikaiosynę̄. Touto de ti pot᾽ an eiē ei mē to kainon mystērion tēs euangelikēs didaskalias, kai hē stoicheiōdēs didaskalia tēs Kainēs Diathēkēs, hēs metechousin hoi en Christǭ anagennōmenoi, beltious men heautōn genēsomenoi kai chrēsimōteroi tę̄ tou Theou oikodomę̄ kata tous prōtous, hoi anti chalkou kai sidērou chrysou te kai argyrou timēn antikatēllaxanto? Kai ouk akousthēsetai eti adikia en tę̄ gę̄ sou, oude syntrimma, oude talaipōria en tois horiois sou alla klēthēsetai Sōtērion ta teichē sou, kai hai pylai, glymma. ᾿Anti de tou, Sōtēriou, hē Hebraikē anagnōsis ton Iēsoun» auton te periechei autois stoicheiois kai charaktērsin, hoiois ho Sōtēr hēmōn anagraphetai; hōs tēn autou dynamin tou Sōtēros hēmōn Iēsou anti peribolou kai teichous sterrhou tois axiois tou Theou genesthai. Kai ouk estai eti soi ho hēlios eis phōs hēmeras, oude anatolē selēnēs phōtiei sou tēn nykta; all᾿ estai soi Kyrios phōs aiōnion, kai ho Theos, doxa sou. Stēlē de tis estai phōs apastraptousa theion, to sōma tēs anastaseōs, to legomenon himation Sōtēriou. Ouketi gar thanatou sōma, hoion ho Paulos edēlou legōn; Tis me rhysetai ek tou sōmatos tou thanatou toutou? estai kakeino sōtērion. Sōtērion de himation tę̄ psychę̄ perithēsetai, kai chitōna euphrosynēs hekastos gar tais heautou praxesi tais kata dikaiosynēn pepragmenais ton heautou kosmon endysetai. Ou gar dysetai soi ho hēlios soi, kai hē selēnē soi ouk ekleipsei; estai gar soi Kyrios phōs aiōnion, kai anaplērōthēsontai hai hēmerai tou penthous sou. Kai ho laos sou pas dikaios, di' aiōnos klēronomēsousi tēn gēn, phylassōn to phyteuma erga cheirōn autou eis doxan. Ho oligostos estai eis chiliadas, kai ho elachistos, eis ethnos mega. Egō Kyrios kata kairon synaxō autous.
through whom the holy place of God is glorified, and the place of his feet—that is, the church. “And the sons of those who humbled you and provoked you will come to you in fear, and you will be called the city of Zion of the Holy One of Israel.” In another way too, we know that many of those who once blasphemed the church, provoked her, and persecuted her have changed and come to worship the God who is in her. “Because you had been forsaken and hated, and there was no one to help. And I will make you an everlasting exultation, a gladness for generations of generations; and you will suck the milk of nations, and eat the wealth of kings. And you will know that I am the Lord who saves you, and the God of Israel who delivers you. And instead of bronze I will bring you gold, and instead of iron I will bring you silver; instead of wood I will bring you bronze, and instead of stones, iron. And I will give your rulers in peace, and your bishops in righteousness.” What would this be but the new mystery of the gospel teaching, and the elementary teaching of the New Covenant, in which those born again in Christ share, becoming better than themselves and more useful for God’s building, like the first, who exchanged bronze and iron for the value of gold and silver? “And injustice will no longer be heard in your land, nor ruin, nor misery within your borders; but your walls will be called Salvation, and your gates Carving.” Instead of “Salvation,” the Hebrew reading contains the very name “Jesus,” in the very letters and characters with which our Savior is written; so that the power of our Savior Jesus himself becomes, for those worthy of God, an enclosure and a strong wall. “And the sun will no longer be for your light by day, nor will the rising of the moon light your night; but the Lord will be your everlasting light, and God your glory.” [A robe flashing with divine light will be the body of the resurrection, which is called the garment of salvation. For it will no longer be a body of death, such as Paul showed when he said, “Who will rescue me from the body of this death?” That too will be saving. A garment of salvation will be put on the soul, and a tunic of gladness; for each will put on his own adornment by his own deeds done in righteousness.] “For your sun will not set, and your moon will not fail; for the Lord will be your everlasting light, and the days of your mourning will be fulfilled. And your people, all righteous, will inherit the land for ever, guarding the planting, the works of his hands, for glory. The smallest will become thousands, and the least a great nation. I, the Lord, will gather them in due time.”
Chapter 61
61.1PG 24:497
Πνεῦμα Κυρίου ἐπ᾿ ἐμὲ, οὗ εἴνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.....
Pneuma Kyriou ep᾿ eme, hou eineken echrise me, euangelisasthai ptōchois apestalke me.....
“The Spirit of the Lord is upon me, because he anointed me; he has sent me to preach good news to the poor …”
Chapter 62
62.1PG 24:497–501
Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλήμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς· τὸ δὲ Σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς, τὴν δόξαν σου. Καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν, ὁ ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Ὃν ἀπολήψεται τότε λέγουσα · Τὸν καλὸν ἠγώνισμαι ἀγῶνα, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα · λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἡ δὲ αὐτὴ, νύμφη τις οὖσα τοῦ νυμφίου Λόγου καὶ τὰ παρ᾿ αὐτοῦ σπέρματα ὑποδεξαμένη, καρποὺς ὡραίους καὶ εὐανθεῖς ἀποδίδωσι. Πάλιν δὲ κἀνταῦθα τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὸς παρὰ Ἰουδαίοις δηλοῖ. Στέφανος γὰρ ὡς ἀληθῶς Χριστοῦ πάντες οἱ δι' αὐτοῦ κατορθοῦντες τυγχάνουσι, καὶ διάδημα βασιλείας εἰσὶ τῆς αὐτοῦ οἱ τοῖς ὑπὲρ αὐτοῦ ἐνηθληκότες ἀγῶσιν, οἱ ἅγιοι μάρτυρες, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ Πατὴρ ἐκλεξάμενος τῷ Υἱῷ περιτίθησι, στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν τὸ πλῆθος τῶν δι' αὐτοῦ καὶ ὑπ' αὐτοῦ σεσωσμένων. Καὶ καλέσει σε ὄνομα καινὸν, ὁ ὁ Κύριος ὀνομάσει αὐτό· · τουτέστι, κατὰ τὸ θέλημα τὸ ἐμὸν ὀνομασθήσεται. Καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι ἔρημος· σοὶ γὰρ κληθήσεται, θέλημα ἐμόν· καὶ ἡ γῆ σου, οἰκουμένη· ὅτι εὐδόκησε Κύριος ἐν σοὶ, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου. Καὶ ἔσται ὂν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. Ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας συστήσεται, μόνους ἕξουσα οἰκήτορας τοὺς τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καταξιωθησομένους, οἱ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ καὶ εὐφροσύνῃ διάξουσιν, ὡς ἔοικε νεανίσκῳ ἁγίῳ ἀνδρὶ συνόντι παρθένῳ καθαρᾷ, οὐδαμῶς μὲν αὐτῆς τὴν παρθενίαν σπιλοῦντι· τῇ δὲ ἀγνείᾳ τῇ παρθενικῇ καὶ τῇ καθαρᾷ συνδιατριβῇ, καὶ συνοικεὶ χαίροντι. Καὶ οἱ μὲν υἱοί σου οὕτως εὐφρανθήσονται· αὐτὸς δὲ ὁ Κύριος τὴν ἑαυτοῦ νύμφην ἀπολαβών, σὲ τὴν ἁγίαν Ἑκκλησίαν, ἐκ τελείων μελῶν συνεστῶσαν, ἔκ τὲ τοῦ προτέρου λαοῦ καὶ τοῦ νέου τοῦ ἐξ ἐθνῶν. Εἶτα καὶ πρὸς τὴν Ἐκκλησίαν ποιεῖται τοὺς λόγους· ταύτης γεγόνασιν υἱοὶ κατὰ σάρκα οἱ θεσπέσιοι μαθηταὶ, τὴν εἰς ἄκραν αὐτῆς σώζοντες ἀγάπην· ὥστε δοκεῖν τὴν γενομένην φιλοστοργίαν, οἷά περ νεανίσκῳ συνῳκηκότι παρθένῳ. Οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ. Καθήκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν᾿ ἔγκαρπον ἄποφήνῃ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα· ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Δεξαμένη τοίνυν παρ᾿ αὐτοῦ τῆς εὐαγγελικῆς πολιτείας τὰ σπέρματα, πνευματικαῖς θυσίαις καὶ ἁγιοπρεπέσι κατορθώμασι τὴν νύμφην ἐκλάμπουσαν ἀπέδειξεν. Καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἱ διὰ τέλους οὐ σιωπηθήσονται, μιμνησκόμενοι Κυρίου. Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἱερουσαλήμ γαυρίαμα ἐπὶ τῆς γῆς.
Dia Siōn ou siōpēsomai, kai dia Hierousalēm ouk anēsō, heōs an exelthę̄ hōs phōs hē dikaiosynē autēs; to de Sōtērion mou hōs lampas kauthēsetai. Kai opsontai ta ethnē tēn dikaiosynēn sou, kai basileis, tēn doxan sou. Kai kalesei se to onoma to kainon, ho ho Kyrios onomasei auto. Kai esę̄ stephanos kallous en cheiri Kyriou, kai diadēma basileias en cheiri Theou sou. Hon apolēpsetai tote legousa ; Ton kalon ēgōnismai agōna, ton dromon teteleka, tēn pistin tetērēka ; loipon apokeitai moi ho tēs dikaiosynēs stephanos. Hē de autē, nymphē tis ousa tou nymphiou Logou kai ta par᾿ autou spermata hypodexamenē, karpous hōraious kai euantheis apodidōsi. Palin de kantautha to theosebes politeuma to palai synestos para Ioudaiois dēloi. Stephanos gar hōs alēthōs Christou pantes hoi di' autou katorthountes tynchanousi, kai diadēma basileias eisi tēs autou hoi tois hyper autou enēthlēkotes agōsin, hoi hagioi martyres, hous tę̄ heautou cheiri ho Patēr eklexamenos tǭ Huiǭ peritithēsi, stephanōn auton kai diadēmati basilikǭ timōn to plēthos tōn di' autou kai hyp' autou sesōsmenōn. Kai kalesei se onoma kainon, ho ho Kyrios onomasei auto; ; toutesti, kata to thelēma to emon onomasthēsetai. Kai ouketi klēthēsę̄ kataleleimmenē, kai hē gē sou ou klēthēsetai eti erēmos; soi gar klēthēsetai, thelēma emon; kai hē gē sou, oikoumenē; hoti eudokēse Kyrios en soi, kai hē gē sou synoikisthēsetai. Kai hōs synoikōn neaniskos parthenǭ, houtō katoikēsousin hoi huioi sou. Kai estai on tropon euphranthēsetai nymphios epi nymphę̄, houtōs euphranthēsetai Kyrios epi soi. En tǭ kainǭ aiōni tēs Christou basileias systēsetai, monous hexousa oikētoras tous tōn epangeliōn tou Theou kataxiōthēsomenous, hoi kai en tosautę̄ thymēdią kai euphrosynę̄ diaxousin, hōs eoike neaniskǭ hagiǭ andri synonti parthenǭ katharą, oudamōs men autēs tēn parthenian spilounti; tę̄ de agneią tę̄ parthenikę̄ kai tę̄ katharą syndiatribę̄, kai synoikei chaironti. Kai hoi men huioi sou houtōs euphranthēsontai; autos de ho Kyrios tēn heautou nymphēn apolabōn, se tēn hagian Hekklēsian, ek teleiōn melōn synestōsan, ek te tou proterou laou kai tou neou tou ex ethnōn. Eita kai pros tēn Ekklēsian poieitai tous logous; tautēs gegonasin huioi kata sarka hoi thespesioi mathētai, tēn eis akran autēs sōzontes agapēn; hōste dokein tēn genomenēn philostorgian, hoia per neaniskǭ synǭkēkoti parthenǭ. Houtōs euphranthēsetai Kyrios epi soi, kathaper amelei kai nymphios epi nymphę̄. Kathēketo gar ex ouranōn ho monogenēs tou Theou Logos, hin᾿ enkarpon apophēnę̄ tēn Ekklēsian, hēn autos heautǭ parestēse parthenon hagnēn, mē echousan spilon ē rhytida; hagian de mallon kai amōmon. Dexamenē toinyn par᾿ autou tēs euangelikēs politeias ta spermata, pneumatikais thysiais kai hagioprepesi katorthōmasi tēn nymphēn eklampousan apedeixen. Kai epi tōn teichōn sou, Hierousalēm, katestēsa phylakas holēn tēn hēmeran kai holēn tēn nykta, hoi dia telous ou siōpēthēsontai, mimnēskomenoi Kyriou. Ouk esti gar hymin homoios, ean diorthōsę̄, kai poiēsę̄ Hierousalēm gauriama epi tēs gēs.
“For Zion’s sake I will not keep silent, and for Jerusalem’s sake I will not rest, until her righteousness goes out like light, and my salvation burns like a torch. And the nations will see your righteousness, and kings your glory. And he will call you by the new name, which the Lord will name. And you will be a crown of beauty in the hand of the Lord, and a royal diadem in the hand of your God.” This crown she will receive then, saying, “I have fought the good fight, I have finished the race, I have kept the faith; henceforth there is laid up for me the crown of righteousness.” And she, being a bride of the bridegroom, the Word, and having received the seeds from him, renders beautiful and blossoming fruits. Again here too he shows the godly commonwealth that was established of old among the Jews. For all who do right through Christ are truly a crown of Christ, and those who have contended in the contests on his behalf, the holy martyrs, are the diadem of his kingdom; the Father, choosing them with his own hand, places them around the Son, crowning him and honoring with a royal diadem the multitude of those saved through him and by him. “And he will call you by a new name, which the Lord will name”—that is, it will be named according to my will. “And you will no longer be called forsaken, and your land will no longer be called desolate; for you will be called My will, and your land Inhabited; for the Lord has been pleased in you, and your land will be settled. And as a young man lives with a virgin, so will your sons dwell. And it will be that as a bridegroom will rejoice over a bride, so the Lord will rejoice over you.” In the new age of Christ’s kingdom she will be established, having as inhabitants only those to be counted worthy of the promises of God, who will live in such delight and gladness as befits a holy young man living with a pure virgin, in no way staining her virginity, but rejoicing in virginal chastity and pure companionship and life together. And your sons will rejoice thus; and the Lord himself will receive his own bride, you, the holy church, composed of perfect members, both from the former people and from the new one from the nations. Then he addresses his words to the church as well: her sons according to the flesh were the divine disciples, who kept their love for her to the utmost, so that the affection that arose seemed like that of a young man living with a virgin. “So the Lord will rejoice over you,” just as, of course, a bridegroom over a bride. For the only-begotten Word of God came down from heaven to make fruitful the church, which he presented to himself as a pure virgin, having no spot or wrinkle, but rather holy and blameless. Having received from him, then, the seeds of the gospel way of life, she showed herself a bride shining with spiritual sacrifices and saintly deeds. “And on your walls, Jerusalem, I have set watchmen all day and all night, who will never be silent, remembering the Lord. For there is none like you, if he sets right and makes Jerusalem a boast on the earth.”
62.2PG 24:497–501
Ωμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ. Πάλαι μὲν γὰρ ταῦτα ἐγένετο, όπηνίκα τὸν ἑαυτῶν καρπὸν βρῶμα παρείχον τοῖς ἐχθροῖς τοῦ Θεοῦ, τοιαῦτα πράττοντες καὶ ἐνεργοῦντες ὡς δαιμονίων γίνεσθαι τροφὴν τὰς ἑαυτῶν πράξεις · νυνὶ δὲ τοῖς τοῦ νέου αἰῶνος καταξιωθησομένοις, καὶ τῶν ἐπηγγελμένων τευξομένοις, ὄρκῳ ὄμνυσιν ὁ Κύριος μηκέτι δώσειν ἐχθροῖς τοὺς καρποὺς αὐτῶν, ἀλλ᾿ αὐτοὺς αὐτῶν ἀπολαύειν. Κατορθοῦντας γὰρ τὸν κατ' ἀρετὴν βίον καὶ θεοσεβῶς διάγοντας, δίκαιον τῶν οἱκείων ἀπολαύειν καρπῶν. Εἰ ἔτι δώσω τὸν σϊτόν σου, καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ᾽ ᾧ ἐμόχθησας· Ἀλλ᾽ οἱ συναγαγόντες φάγονται αὐτὰ, καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συναγαγόντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. Εἶεν δ᾽ ἂν αὗται αἱ πολλαὶ μοναὶ αἱ παρὰ τῷ Πατρί. Πορεύεσθε διὰ τῶν πυλῶν μου. Νοεῖν δὲ ἡμῖν παρέχει διὰ τούτων τὴν ἐπουράνιον τοῦ Θεοῦ πόλιν, καὶ τὰς αὐτῆς πύλας· ἃ δὴ πάντα κατὰ τὸν ἐπηγγελμένον αἰῶνα ἀναπετασθήσεται τοῖς ἀξίοις καὶ λεχθήσεται· Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε. Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. Μηδὲν γὰρ, φησὶν, ἔσται κώλυμα, μηδὲ ἐμπόδιον, μηδέ τις φθόνος, μηδὲ βάσκανος, μὴ πρόφασίς τε, μηδὲ δαίμων, μὴ πνεῦμα πονηρὸν, μὴ δύναμις ἀντικειμένη διακωλυέτω τὸν λαὸν τὸν ἐμὸν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσιέναι. Ταῦτα δὲ πρός τινας ἀγγελικὰς λεχθήσεται δυνάμεις. Ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ Σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου. Σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη. Μὴ γὰρ νομιζέτω τις, φησὶν, περὶ τοῦ Ἰουδαίων λαοῦ ταῦτα εἰρῆσθαι· ἐπειδήπερ πάντα τὰ ἔθνη τὸ σημεῖον αἵρεσθαι προστάττει, καὶ πάντας ἕως ἐσχάτου τῆς γῆς εὐαγγελίζεται τὰ προλεχθέντα. Πάλαι μὲν οὖν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ὁ αὐτὸς ἦν Σωτὴρ δι' ὧν ἔπραξε καὶ πέπονθεν ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν τοῖς εἰς αὐτὸν πιστεύουσι προξενῶν, παρ᾽ ᾧ καὶ Ἰησοῦς ὠνομάσθη, κατὰ τὴν τοῦ ἀγγέλου μαρτυρίαν.
Ōmose Kyrios kata tēs doxēs autou, kai kata tēs ischyos tou brachionos autou. Palai men gar tauta egeneto, opēnika ton heautōn karpon brōma pareichon tois echthrois tou Theou, toiauta prattontes kai energountes hōs daimoniōn ginesthai trophēn tas heautōn praxeis ; nyni de tois tou neou aiōnos kataxiōthēsomenois, kai tōn epēngelmenōn teuxomenois, orkǭ omnysin ho Kyrios mēketi dōsein echthrois tous karpous autōn, all᾿ autous autōn apolauein. Katorthountas gar ton kat' aretēn bion kai theosebōs diagontas, dikaion tōn hoikeiōn apolauein karpōn. Ei eti dōsō ton sïton sou, kai ta brōmata sou tois echthrois sou, kai eti piontai huioi allotrioi ton oinon sou, eph᾽ hǭ emochthēsas; All᾽ hoi synagagontes phagontai auta, kai ainesousi Kyrion, kai hoi synagagontes piontai auta en tais epaulesi tais hagiais mou. Eien d᾽ an hautai hai pollai monai hai para tǭ Patri. Poreuesthe dia tōn pylōn mou. Noein de hēmin parechei dia toutōn tēn epouranion tou Theou polin, kai tas autēs pylas; ha dē panta kata ton epēngelmenon aiōna anapetasthēsetai tois axiois kai lechthēsetai; Poreuesthe dia tōn pylōn mou, kai hodopoiēsate tǭ laǭ mou, kai tous lithous ek tēs hodou diarripsate. Exarate syssēmon eis ta ethnē. Mēden gar, phēsin, estai kōlyma, mēde empodion, mēde tis phthonos, mēde baskanos, mē prophasis te, mēde daimōn, mē pneuma ponēron, mē dynamis antikeimenē diakōlyetō ton laon ton emon eis tēn basileian tōn ouranōn eisienai. Tauta de pros tinas angelikas lechthēsetai dynameis. Idou gar Kyrios epoiēsen akouston heōs eschatou tēs gēs; Eipate tę̄ thygatri Siōn; Idou ho Sōtēr soi paragegonen echōn ton heautou misthon, kai to ergon autou pro prosōpou autou. Kai kalesei auton laon hagion, lelytrōmenon hypo Kyriou. Sy de klēthēsę̄ epizētoumenē polis kai ouk enkataleleimmenē. Mē gar nomizetō tis, phēsin, peri tou Ioudaiōn laou tauta eirēsthai; epeidēper panta ta ethnē to sēmeion hairesthai prostattei, kai pantas heōs eschatou tēs gēs euangelizetai ta prolechthenta. Palai men oun kata tēn prōtēn autou parousian ho autos ēn Sōtēr di' hōn epraxe kai peponthen hyper tou tōn anthrōpōn genous tēn para tou Theou sōtērian tois eis auton pisteuousi proxenōn, par᾽ hǭ kai Iēsous ōnomasthē, kata tēn tou angelou martyrian.
“The Lord has sworn by his glory and by the strength of his arm.” For of old these things happened, when they gave their own fruit as food to the enemies of God, doing and working such things that their own deeds became food for demons; but now, to those who will be counted worthy of the new age and will obtain what has been promised, the Lord swears with an oath that he will no longer give their fruits to enemies, but that they themselves will enjoy them. For it is just that those who achieve the life of virtue and live godly lives should enjoy their own fruits. “I will no more give your grain and your food to your enemies, and foreign sons will no more drink your wine, for which you labored; but those who gathered them will eat them and praise the Lord, and those who gathered will drink them in my holy courts.” These would be the many dwelling places with the Father. “Go through my gates.” By these words he lets us understand the heavenly city of God and its gates, all of which will be opened to the worthy in the promised age, and it will be said, “Go through my gates, and make a way for my people, and throw the stones out of the way. Raise a signal to the nations.” For let there be no hindrance, he says, no obstacle, no envy, no malice, no pretext, no demon, no evil spirit, no opposing power to prevent my people from entering the kingdom of heaven. These things will be said to certain angelic powers. “For behold, the Lord has made it heard to the end of the earth: Say to the daughter of Zion, Behold, your Savior has come to you, having his reward, and his work before his face. And he will call it a holy people, redeemed by the Lord. And you will be called a city sought out and not forsaken.” For let no one think, he says, that these things are said about the people of the Jews, since he orders that the signal be raised to all the nations, and proclaims the things foretold to all to the end of the earth. Of old, then, at his first coming, the same one was Savior, procuring through what he did and suffered for the human race the salvation from God for those who believe in him; for which reason he was also named Jesus, according to the angel’s testimony.
Chapter 63
63.1PG 24:501–507
Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ; οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ · βία μετὰ ἰσχύος. Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν Σωτηρίου. Προσωποποιεῖ ὁ λόγος ἐρωτήσεις τινῶν ὁρώντων τὸν Χριστὸν πολεμικῷ σχήματι θεωρούμενον καὶ τὴν περιβολὴν ἡμαγμένον · οἳ καὶ πρὸς ἀλλήλους φασὶ τὸ ξένον τοῦ σχήματος ἐκπληττόμενοι· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ; Ἐπειδὴ γὰρ ἡ Ἐδὼμ καὶ ἡ Βοσὴρ τῆς τῶν ἀλλοφύλων χώρας καὶ ἀεὶ τῶν πολεμίων τοῦ Ἰσραὴλ τυγχάνουσιν, εἰκότως διὰ τοῦτων τῶν ὀνομάτων τὰς ἀντικειμένας δυνάμεις αἰνίττεται, καὶ τῶν ἀνῃρημένων, καὶ ὡσπερεὶ κατεσφαγμένων τὸν ἱματισμὸν αὐτοῦ φησι πεφοινίσθαι. Σφόδρα δὲ αὐτὸν ἀλλοῖον ὁρῶντες ἐκ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας, οὐδὲ γνωρίζειν ἐοίκασιν αὐτὸν, φαιδρὸν καὶ γαληνὸν καὶ ἥμερον αὐτὸν ἐπιστάμενοι· διὸ πυνθάνονται λέγοντες; Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ; Ὑπερμαχῶν» γὰρ, κατὰ τὸν Σύμμαχον, τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπονουμένων, τοὺς μὲν ὡς ἐχθροὺς μετήρχετο, τοὺς δὲ ἔσωζεν ἐλευθερῶν τῆς ὑπὸ τοῖς ἐχθροῖς δυναστείας. Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης πεπατημένης. Ὅρα δὲ πῶς εἴρηται ληνὸν πεπατηκέναι μονώτατος. Μόνῳ γὰρ αὐτῷ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ, τὴν δὲ τῶν ἁμαρτημάτων ἔκπραξιν ληνὸν εἴωθε καλεῖν· διὸ ἐν τοῖς Θρήνοις Ἱερεμίας φησί · Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα· ἐπὶ τούτοις ἐγὼ κλαίω. Ὥσπερ δὲ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὐθύνη, καὶ ὁ ἔλεγχος ἐπ᾿ αὐτοῖς, ἤ τε ἔκπραξις καὶ ἡ τιμωρία ληνὸς ὠνόμασται · οὕτω καὶ τῶν ἀγαθῶν καρπῶν ἐκ τῆς ἀγαθῆς ἀμπέλου τρυγωμένων ληνοὶ θεοφιλεῖς καὶ Θεῷ ἀρεσταὶ γίνονται· ἐφ' αἷς καὶ Ἐπιλήνιοι ὕμνοι εἴρηνται ἐν τοῖς Ψαλμοῖς. Διά τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης πεπατημένης. Μολύνει δὲ τὰ ἐνδύματα αὐτοῦ, ὥσπερ ἐρυθρὰ γενέσθαι αὐτὰ λέγεται προσωποποιίᾳ ἐμφατικῇ· ὥσπερ καὶ τὸ αἷμα τῶν ἐχθρῶν, περὶ οὗ φησι· Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. Οὐ γὰρ δὴ αἰσθητὸν αἷμα νοητέον εἶναι περὶ τὰς ἀντικειμένας δυνάμεις. Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ. Καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.» Ἐπειδὴ γὰρ ἐδόκουν τὸ πρότερον ἀνυπότακτοί τινες εἶναι καὶ μηδὲν παραχωροῦντες τῆς νίκης, εἰκότως, τὴν ἦτταν καὶ τὴν ταπείνωσιν αὐτῶν αἰνιτττόμενος, φάσκει εἰς γῆν κατενηνοχέναι τὸ νίκος αὐτῶν. Καὶ κατεπάτησα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς καὶ ἑνιαυτὸς λυτρώσεως πάρεστι. · Ἐν ταυτῷ γὰρ τοὺς μὲν οἰκείους λυτρώσεται, τοῖς δὲ ἀνταποδώσει, κατὰ τὸ εἰρημένον παρὰ Μωϋσῆ· «Καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσει. Ὥσπερ τοῖς κατορθώσασι τὴν θεοσέβειαν ὁ Σωτήρ ἐλέγετο ἐληλυθέναι, ἔχων τὸν ἑαυτοῦ μισθὸν, ὡς ἂν τὰς ἀμοιβὰς ἀποδῷ καὶ τὰ βραβεῖα τῆς ἄνω κλήσεως τοῖς ὑπὲρ εὐσεβείας ἡγωνισμένοις· οὕτω τοῖς ἀσεβέσι καὶ τὴν ἐναντίαν ὁδὸν πορευομένοις ὁ αὐτός ἐστι φόβος καὶ τὸ τιμωρητικὸν ἥξειν θεσπίζεται.
Tis houtos ho paragenomenos ex Edōm, erythēma himatiōn ek Bosor? houtōs hōraios en stolę̄ autou ; bia meta ischyos. Egō dialegomai dikaiosynēn kai krisin Sōtēriou. Prosōpopoiei ho logos erōtēseis tinōn horōntōn ton Christon polemikǭ schēmati theōroumenon kai tēn peribolēn hēmagmenon ; hoi kai pros allēlous phasi to xenon tou schēmatos ekplēttomenoi; Tis houtos ho paragenomenos ex Edōm, erythēma himatiōn ek Bosor? Epeidē gar hē Edōm kai hē Bosēr tēs tōn allophylōn chōras kai aei tōn polemiōn tou Israēl tynchanousin, eikotōs dia toutōn tōn onomatōn tas antikeimenas dynameis ainittetai, kai tōn anę̄rēmenōn, kai hōsperei katesphagmenōn ton himatismon autou phēsi pephoinisthai. Sphodra de auton alloion horōntes ek tēs kata tōn asebōn timōrias, oude gnōrizein eoikasin auton, phaidron kai galēnon kai hēmeron auton epistamenoi; dio pynthanontai legontes? Tis houtos ho paragenomenos ex Edōm, erythēma himatiōn ek Bosor? Hypermachōn» gar, kata ton Symmachon, tōn adikōs hypo tōn antikeimenōn dynameōn kataponoumenōn, tous men hōs echthrous metērcheto, tous de esōzen eleutherōn tēs hypo tois echthrois dynasteias. Dia ti sou erythra ta himatia, kai ta endymata sou hōs apo patētou lēnou? Plērēs pepatēmenēs. Hora de pōs eirētai lēnon pepatēkenai monōtatos. Monǭ gar autǭ tēn krisin dedōken ho Patēr, tēn de tōn hamartēmatōn ekpraxin lēnon eiōthe kalein; dio en tois Thrēnois Hieremias phēsi ; Lēnon epatēse Kyrios parthenǭ thygatri Iouda; epi toutois egō klaiō. Hōsper de hē epi to auto tōn hamartēmatōn euthynē, kai ho elenchos ep᾿ autois, ē te ekpraxis kai hē timōria lēnos ōnomastai ; houtō kai tōn agathōn karpōn ek tēs agathēs ampelou trygōmenōn lēnoi theophileis kai Theǭ arestai ginontai; eph' hais kai Epilēnioi hymnoi eirēntai en tois Psalmois. Dia ti sou erythra ta himatia, kai ta endymata sou hōs apo patētou lēnou? Plērēs pepatēmenēs. Molynei de ta endymata autou, hōsper erythra genesthai auta legetai prosōpopoiią emphatikę̄; hōsper kai to haima tōn echthrōn, peri hou phēsi; Kai katēgagon to haima autōn eis gēn. Ou gar dē aisthēton haima noēteon einai peri tas antikeimenas dynameis. Kai tōn ethnōn ouk estin anēr met᾿ emou. Kai katepatēsa autous en thymǭ mou, kai katethlasa autous hōs gēn, kai katēgagon to haima autōn eis gēn.» Epeidē gar edokoun to proteron anypotaktoi tines einai kai mēden parachōrountes tēs nikēs, eikotōs, tēn ēttan kai tēn tapeinōsin autōn ainitttomenos, phaskei eis gēn katenēnochenai to nikos autōn. Kai katepatēsa autous hōs gēn, kai katēgagon to haima autōn eis gēn. Hēmera gar antapodoseōs epēlthen autois kai heniautos lytrōseōs paresti. ; En tautǭ gar tous men oikeious lytrōsetai, tois de antapodōsei, kata to eirēmenon para Mōÿsē; «Kai antapodōsei dikēn tois echthrois, kai tois misousin antapodōsei. Hōsper tois katorthōsasi tēn theosebeian ho Sōtēr elegeto elēlythenai, echōn ton heautou misthon, hōs an tas amoibas apodǭ kai ta brabeia tēs anō klēseōs tois hyper eusebeias hēgōnismenois; houtō tois asebesi kai tēn enantian hodon poreuomenois ho autos esti phobos kai to timōrētikon hēxein thespizetai.
“Who is this who comes from Edom, with crimson garments from Bosor? So beautiful in his robe, with force and strength. I speak righteousness and the judgment of salvation.” The word personifies the questions of some who see Christ appearing in warlike guise, his clothing bloodied; and they, astonished at the strangeness of his appearance, say to one another, “Who is this who comes from Edom, with crimson garments from Bosor?” For since Edom and Bosor belong to the land of the foreigners, always enemies of Israel, he fittingly hints by these names at the opposing powers, and says that his clothing has been reddened with the blood of those destroyed and, as it were, slaughtered. Seeing him very different because of his punishment of the ungodly, they seem not even to recognize him, since they know him to be bright and serene and gentle; therefore they ask, saying, “Who is this who comes from Edom, with crimson garments from Bosor?” For, “defending”—as Symmachus has it—those unjustly oppressed by the opposing powers, he pursued some as enemies, and saved others, freeing them from the dominion of the enemies. “Why are your garments red, and your clothes as from a trodden winepress? Full of what has been trodden.” See how it is said that he trod the winepress all alone. For to him alone the Father has given judgment; and Scripture is accustomed to call the exacting of penalty for sins a winepress; therefore Jeremiah says in Lamentations, “The Lord has trodden a winepress for the virgin daughter of Judah; for these things I weep.” And just as the accounting for sins all together, and the conviction over them, and the exacting and the punishment, have been named a winepress, so too, when good fruits are gathered from the good vine, winepresses become dear to God and pleasing to God; for these, songs “for the winepresses” have also been composed in the Psalms. “Why are your garments red, and your clothes as from a trodden winepress? Full of what has been trodden.” He stains his clothes, so that they are said to become red, by an expressive personification—just as also the blood of the enemies, of which he says, “And I brought down their blood to the earth.” For one must not understand perceptible blood with regard to the opposing powers. “And of the nations there is no man with me. And I trampled them in my wrath, and crushed them like earth, and brought down their blood to the earth.” For since previously they seemed to be unsubdued and to yield nothing of victory, he fittingly, hinting at their defeat and humiliation, says that he has brought down their victory to the earth. “And I trampled them like earth, and brought down their blood to the earth. For the day of recompense has come upon them, and the year of redemption is at hand.” For at the same time he will redeem his own and repay the others, according to what was said by Moses, “And he will repay justice to the enemies, and will repay those who hate.” Just as the Savior was said to have come to those who achieved godliness, having his reward, so as to give the recompenses and the prizes of the upward call to those who contended for piety, so for the ungodly and those who travel the opposite road he himself is a terror, and it is foretold that the punishing power will come.
63.2PG 24:501–507
Καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσει. Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθός· καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελαμβάνετο. Καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. Νοήσομεν δὲ πῶς ὁ λόγος εἴρηται, ἐπιστήσαντες πῶς μόνος αὐτὸς ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. "Α γὰρ οὐδεὶς πώποτε ἀνθρώπων, οὐδὲ ἀγγέλων, οὐδὲ τῶν θείων δυνάμεων ὑπέστη, μόνος αὐτὸς ὑπὲρ τῆς ἡμετέρας ἀναδείκνυται σωτηρίας, καὶ μόνῳ αὐτῷ ὁ Πατὴρ ἐχαρίσατο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ τὴν κατὰ πάντων κρίσιν ἐνεχείρισεν· ὁ δὲ, τὴν παρὰ Πατρὸς λαβὼν ἐξουσίαν, τοὺς μὲν ἐῤῥύετο, οὓς σωτηρίας ἠξίου, τοὺς δὲ πολεμίους καὶ τοὺς ἐχθροὺς ἐτροποῦτο. Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν, οἷς ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν· Οὐχ ὁ λαὸς λαός μου· τέκνα οὐ μὴ ἀθετήσωσι. Καὶ ἐγένετο αὐτὸῖς εἰς σωτηρίαν. Ταῦτα τοίνυν, φησὶ, πάντα ἀναμνήσω τὰ πλήθη καταριθμούμενος τῆς ἀγαθωσύνης αὐτοῦ, ἐν οἷς καὶ τοῦτο μέγιστον ἐδωρήσατο χάρισμα, καταξιώσας τέκνα αὐτοῦ ὀνομάσαι τὸν λαὸν, εἰ μὴ ἀθετοῖεν τὴν αὐτοῦ χάριν. Ἐκ πάσης θλίψεως αὐτῶν οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ᾿ αὐτὸς ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν · αὐτὸς ἐπολέμησεν αὐτούς. Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων. Ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων; Ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον ; ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωϋσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; Κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον. Ἤγαγεν αὐτοὺς δι᾽ ἀβύσσου, ὡς ἵππον δι᾽ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὠδήγησεν αὐτοὺς. Οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης. Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου. Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι ᾿Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀλλὰ σὺ, Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾽ ἡμᾶς ἐστι. Ἤδη γὰρ καὶ ἄλλοτε πολλάκις ἁμαρτησάντων ἡμῶν ἀνἐσχου· καὶ οὐδὲν θαυμαστὸν, ἐπειδὴ ἅπαξ κατηξίωσας εἰπεῖν· Ὁ λαός μου τέκνα, καὶ ὁ λαός μου υἱοί εἰσιν. Ὡς οὖν πατὴρ τέκνων καὶ πρότερον ἀνέσχου, καὶ νῦν πάλιν ἀνέσχου· οὐ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν, εἰ καὶ διακονεῖσθαι τῇ κατὰ σάρκα ἡμῶν ἔδοξε γενέσει. ᾿Αληθεῖ δὲ λόγῳ σὺ Πατὴρ ἡμῶν, οἷα πατὴρ πάντων πνευμάτων ὑπάρχων, καὶ τῶν κατ' εἰκόνα πεποιημένων ψυχῶν.
Kai antapodōsei dikēn tois echthrois, kai tois misousin antapodōsei. Kai epeblepsa, kai ouk ēn boēthos; kai prosenoēsa, kai oudeis antelambaneto. Kai errhysato autous ho brachiōn mou, kai ho thymos mou epestē. Kai katepatēsa autous tę̄ orgę̄ mou, kai katēgagon to haima autōn eis gēn. Noēsomen de pōs ho logos eirētai, epistēsantes pōs monos autos ekenōsen heauton morphēn doulou labōn, kai etapeinōsen heauton hypēkoos genomenos mechri thanatou, thanatou de staurou. "A gar oudeis pōpote anthrōpōn, oude angelōn, oude tōn theiōn dynameōn hypestē, monos autos hyper tēs hēmeteras anadeiknytai sōtērias, kai monǭ autǭ ho Patēr echarisato to onoma to hyper pan onoma kai tēn kata pantōn krisin enecheirisen; ho de, tēn para Patros labōn exousian, tous men errhyeto, hous sōtērias ēxiou, tous de polemious kai tous echthrous etropouto. Ton eleon Kyriou emnēsthēn, tas aretas Kyriou en pasin, hois hēmin antapodidōsi. Kyrios kritēs agathos tǭ oikǭ Israēl, epagei hēmin kata to eleos autou, kai kata to plēthos tēs dikaiosynēs autou. Kai eipen; Ouch ho laos laos mou; tekna ou mē athetēsōsi. Kai egeneto autois eis sōtērian. Tauta toinyn, phēsi, panta anamnēsō ta plēthē katarithmoumenos tēs agathōsynēs autou, en hois kai touto megiston edōrēsato charisma, kataxiōsas tekna autou onomasai ton laon, ei mē athetoien tēn autou charin. Ek pasēs thlipseōs autōn ou presbys, oude angelos, all᾿ autos esōsen autous, dia to agapan autous kai pheidesthai autōn. Autos elytrōsato autous, kai anelaben autous, kai hypsōsen autous pasas tas hēmeras tou aiōnos. Autoi de ēpeithēsan, kai parōxynan to Pneuma to hagion autou; kai estraphē autois eis echthran ; autos epolemēsen autous. Kai emnēsthē hēmerōn aiōniōn. Pou ho anabibasas ek tēs thalassēs ton poimena tōn probatōn? Pou estin ho theis en autois to Pneuma to hagion ? ho agagōn tę̄ dexią Mōÿsēn, ho brachiōn tēs doxēs autou? Katischysen hydōr apo prosōpou autou, poiēsai heautǭ onoma aiōnion. Ēgagen autous di᾽ abyssou, hōs hippon di᾽ erēmou, kai ouk ekopiasan, kai hōs ktēnē dia pediou katebē Pneuma para Kyriou, kai ōdēgēsen autous. Houtōs ēgages ton laon sou, poiēsai seautǭ onoma doxēs. Epistrepson ek tou ouranou, kai ide ek tou oikou tou hagiou sou. Pou estin ho zēlos sou kai hē ischys sou? Pou esti to plēthos tou eleous sou, kai oiktirmōn sou, hoti aneschou hēmōn? Sy gar ei Patēr hēmōn, hoti ᾿Abraam ouk egnō hēmas, kai Israēl ouk epegnō hēmas. Alla sy, Kyrie, Patēr hēmōn, rhysai hēmas, ap᾿ archēs to onoma sou eph᾽ hēmas esti. Ēdē gar kai allote pollakis hamartēsantōn hēmōn aneschou; kai ouden thaumaston, epeidē hapax katēxiōsas eipein; Ho laos mou tekna, kai ho laos mou huioi eisin. Hōs oun patēr teknōn kai proteron aneschou, kai nyn palin aneschou; ou gar Abraam ēn patēr hēmōn, ei kai diakoneisthai tę̄ kata sarka hēmōn edoxe genesei. ᾿Alēthei de logǭ sy Patēr hēmōn, hoia patēr pantōn pneumatōn hyparchōn, kai tōn kat' eikona pepoiēmenōn psychōn.
“And he will repay justice to the enemies, and will repay those who hate.” “And I looked, and there was no helper; and I considered, and no one gave support. And my arm rescued them, and my wrath stood by. And I trampled them in my anger, and brought down their blood to the earth.” We will understand how the word was spoken by attending to how he alone emptied himself, taking the form of a slave, and humbled himself, becoming obedient to death, even death on a cross. For what no one of men, nor of angels, nor of the divine powers ever underwent, he alone is shown to have undergone for our salvation; and to him alone the Father granted the name that is above every name, and entrusted judgment over all; and he, having received authority from the Father, rescued some, whom he counted worthy of salvation, and routed the foes and enemies. “I remembered the mercy of the Lord, the excellences of the Lord in all that he repays us. The Lord is a good judge to the house of Israel; he brings upon us according to his mercy and according to the abundance of his righteousness. And he said: Is not the people my people? Children who will not deal falsely. And he became salvation to them.” All these things, then, he says, I will recall, enumerating the multitudes of his goodness, among which he also gave this greatest gift, counting the people worthy to be named his children, if they did not reject his grace. “Out of all their affliction, not an envoy nor an angel, but he himself saved them, because he loved them and spared them. He himself redeemed them, and took them up, and lifted them up all the days of the age. But they disobeyed and provoked his Holy Spirit; and he turned to enmity against them; he himself made war on them. And he remembered the days of old: Where is he who brought up from the sea the shepherd of the sheep? Where is he who put the Holy Spirit in them, who led Moses by the right hand, the arm of his glory? He forced the water from before him, to make for himself an everlasting name. He led them through the abyss, like a horse through the desert, and they did not grow weary; and as cattle through a plain, the Spirit came down from the Lord and guided them. So you led your people, to make for yourself a glorious name. Turn back from heaven and look from your holy house. Where is your zeal and your strength? Where is the abundance of your mercy and of your compassions, that you bore with us? For you are our Father, for Abraham did not know us, and Israel did not recognize us. But you, Lord, our Father, rescue us; from the beginning your name is upon us.” For already on many other occasions, when we sinned, you bore with us; and it is no wonder, since once you deigned to say, “My people are children, and my people are sons.” As a father of children, then, you bore with us before, and now again you bore with us; for Abraham was not our father, even if he seemed to serve our birth according to the flesh. In true reckoning you are our Father, since you are the father of all spirits and of the souls made in your image.
63.3PG 24:501–507
Διὸ ῥύσασθαι ἡμᾶς ἀντιβολοῦμεν· ᾿Απ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου. Ὁ προφήτης πάντα ἐπὶ τὸν Θεὸν ἀναφέρει · οὐχ ὡς τοῦ Θεοῦ αἰτίου ἡμῖν γινομένου τοῦ ἁμαρτάνειν, ἀλλ᾽ ἐνδιδόντος καὶ συγχωροῦντος ἐκεῖνα πράττειν ἃ ἄν τις αἱρῆται· ὡς τὴν μὲν αἰτίαν ἔχειν ἐξ ἡμῶν, τὴν δὲ ἀναφορὰν ἐπὶ τὸν Θεόν. Ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου· · ὡσεὶ καταλειφθέντων αὐτῶν, καὶ μὴ ἀνατελλομένων διὰ πληγῶν τῶν κωλυουσῶν ἁμαρτάνειν. Ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς. Ὡς ἐκ προσώπου τοῦ λαοῦ ταῦτά φησιν. "Ωσπερ γὰρ ἐσκλήρυνας πάντοτε τὴν καρδίαν τοῦ Φαραὼ, οὕτω καὶ νῦν, φησὶν, ἡμᾶς ἐσκλήρυνας, ἀναξίους εἶναι κρίνας τοῦ φόβου σου· ἀλλὰ καὶ ἐπλάνησας ἡμᾶς σὺ αὐτὸς, ὦ Κύριε, τοῦ μὴ γνωρίσαι τὴν ὁδόν σου. Πλὴν ἀλλ' εἰ καὶ ἡμεῖς τοιοῦτοι, σὺ γοῦν ὡς Θεὸς, διὰ τοὺς δούλους σου (εἰκὸς γὰρ εἶναί τινας ἐν τῷ πλήθει τοιούτους ἐπίστρεψον. Καὶ ἐπειδὴ κλῆρός σου κατηξιώθημεν ὀνομάζεσθαι, ἱκετεύομεν Ἐπιστρέψαι διὰ τοὺς δούλους σου, καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου. Δυνηθῶμεν καὶ ἡμεῖς οἱ ἀνάξιοι μικρᾶς τινος ἐλπίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ· οὗ παντελῶς νῦν ἐκπεπτώκαμεν· ἐπείπερ οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου· καὶ τοῦτ᾽ ἔπραξαν διὰ τὸ σὲ ἀποστραφῆναι ἡμᾶς. Οὕτω γοῦν καταλειφθέντες ἔρημοι τῆς σῆς ἐπισκοπῆς, τοιοῦτοι νῦν ἐσμεν, ὁποῖοι καὶ πρίν σε ἡμῶν ἄρξαι. Ὡς γὰρ ἦν ποτε χρόνος, ὅτε οὔτε προφήτας, οὔτε ἱερέας, οὔτε βασιλεῖς, οὔτε τι τῶν σῶν χαρισμάτων εἴχομεν· τὸν αὐτὸν τρόπον καὶ νῦν εἰς ἐκείνην κατέστημεν τὴν ἐρημίαν. Ταῦτα πάντα ἔοικεν ἀναφέρεσθαι ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν· ἐν ᾧ παντελῶς κατελείφθησαν διὰ τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τολμηθέντα αὐτοῖς. Νῦν γὰρ ὡς ἀληθῶς τοιοῦτοι γεγόνασιν, ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρχεν αὐτῶν ὁ Θεὸς, ὥστε δύνασθαι λέγειν· Ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφ᾽ ἡμᾶς.
Dio rhysasthai hēmas antiboloumen; ᾿Ap᾿ archēs to onoma sou eph' hēmas esti. Ti eplanēsas hēmas, Kyrie, apo tēs hodou sou? esklērynas tas kardias hēmōn, tou mē phobeisthai se? Epistrepson dia tous doulous sou, dia tas phylas tēs klēronomias sou. Ho prophētēs panta epi ton Theon anapherei ; ouch hōs tou Theou aitiou hēmin ginomenou tou hamartanein, all᾽ endidontos kai synchōrountos ekeina prattein ha an tis hairētai; hōs tēn men aitian echein ex hēmōn, tēn de anaphoran epi ton Theon. Hina mikron klēronomēsōmen tou orous tou hagiou sou; ; hōsei kataleiphthentōn autōn, kai mē anatellomenōn dia plēgōn tōn kōlyousōn hamartanein. Egenometha hōs to ap᾿ archēs hote ouk ērxas hēmōn, oude eklēthē to onoma sou eph᾿ hēmas. Hōs ek prosōpou tou laou tauta phēsin. "Ōsper gar esklērynas pantote tēn kardian tou Pharaō, houtō kai nyn, phēsin, hēmas esklērynas, anaxious einai krinas tou phobou sou; alla kai eplanēsas hēmas sy autos, ō Kyrie, tou mē gnōrisai tēn hodon sou. Plēn all' ei kai hēmeis toioutoi, sy goun hōs Theos, dia tous doulous sou (eikos gar einai tinas en tǭ plēthei toioutous epistrepson. Kai epeidē klēros sou katēxiōthēmen onomazesthai, hiketeuomen Epistrepsai dia tous doulous sou, kai dia tas phylas tēs klēronomias sou. Dynēthōmen kai hēmeis hoi anaxioi mikras tinos elpidos tychein en tǭ epēngelmenǭ hypo sou orei hagiǭ; hou pantelōs nyn ekpeptōkamen; epeiper hoi hypenantioi hēmōn katepatēsan to hagiasma sou; kai tout᾽ epraxan dia to se apostraphēnai hēmas. Houtō goun kataleiphthentes erēmoi tēs sēs episkopēs, toioutoi nyn esmen, hopoioi kai prin se hēmōn arxai. Hōs gar ēn pote chronos, hote oute prophētas, oute hiereas, oute basileis, oute ti tōn sōn charismatōn eichomen; ton auton tropon kai nyn eis ekeinēn katestēmen tēn erēmian. Tauta panta eoiken anapheresthai epi ton kairon ton meta tēn parousian tou Sōtēros hēmōn; en hǭ pantelōs kateleiphthēsan dia ta kata tou Sōtēros hēmōn tolmēthenta autois. Nyn gar hōs alēthōs toioutoi gegonasin, hōs to ap᾿ archēs, hote ouk ērchen autōn ho Theos, hōste dynasthai legein; Egenometha hōs to ap᾿ archēs, hote ouk ērxas hēmōn, oude eklēthē to onoma sou eph᾽ hēmas.
Therefore we beseech you to rescue us. “From the beginning your name is upon us. Why did you make us wander, Lord, from your way? Did you harden our hearts so as not to fear you? Return for the sake of your servants, for the sake of the tribes of your inheritance.” The prophet refers everything to God, not as though God were the cause of our sinning, but as one who allows and permits us to do whatever one chooses; so that the cause lies with us, while the reference is to God. “That we may inherit a little of your holy mountain”—as though they had been abandoned and were not restrained by the blows that prevent sinning. “We have become as at the beginning, when you did not rule over us, nor was your name called upon us.” He says these things as in the person of the people. For just as you always hardened the heart of Pharaoh, so now too, he says, you hardened us, judging us unworthy of your fear; and moreover you yourself, O Lord, made us wander so as not to know your way. Yet even if we are such, you at any rate, as God, for the sake of your servants (for it is likely that there are some such in the multitude), return. And since we have been counted worthy to be named your lot, we beseech you to return for the sake of your servants and for the sake of the tribes of your inheritance. May we too, the unworthy, be able to obtain some small hope in the holy mountain promised by you, from which we have now utterly fallen; since our adversaries have trampled your sanctuary, and they did this because you turned away from us. Thus, at any rate, abandoned and bereft of your oversight, we are now such as we were even before you ruled over us. For just as there was once a time when we had neither prophets nor priests nor kings nor any of your gifts, in the same way we have now come into that desolation. All these things seem to refer to the time after the coming of our Savior, in which they were utterly abandoned because of what they dared against our Savior. For now they have truly become such as they were at the beginning, when God did not rule over them, so that they can say, “We have become as at the beginning, when you did not rule over us, nor was your name called upon us.”
Chapter 64
64.1PG 24:507
Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται. Πλὴν ἀλλ᾽ ἴσμεν ἀκριβῶς καὶ πεπείσμεθα, ὅτι, ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν Θεὸς ὧν καὶ πάντα δυνάμενος, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, τὰς ἀντικειμένας δηλαδὴ δυνάμεις τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου. Ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις. Ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. Καὶ μὴν Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ, Οὐδεὶς ὅψεταί μου τὸ πρόσωπον, καὶ ζήσεται · · ἀλλ᾽ ἔοικε τὸν Θεὸν διὰ τούτων αἰνίττεσθαι τὸν καὶ ἐπὶ τῆς ἐρήμου χρηματίσαντα Μωϋσῆ, τῷ τε παντὶ λαῷ ἑωραμένῳ διὰ τῆς ἐμφαινομένης τοῖς πᾶσι δόξης περὶ ἧς εἴρηται· Καὶ ἑώρα πᾶς ὁ λαὸς τὴν δόξαν Κυρίου. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. Συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Διὰ τοῦτο ἐπλανήθημεν καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς· ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν. Εἰ δὲ καί τις ἐν ἡμῖν ἐνομίσθη εὑρίσκεσθαι δικαιοσύνη καὶ πρᾶξις δικαία, ἐῤῥυπωμένη καὶ αὐτὴ καὶ ἄτιμος ἐλήλεγκται. Καὶ ἐξεῤῥύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς· καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν, καὶ παρἔδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ, ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάντες, μὴ ὀργίζου ἡμῖν σφόδρα, μὴ ἐν καιρῷ μνησθῆς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. Πόλις τοῦ ἁγίου σου έγενήθη ἔρημος Σιῶν, ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ, εἰς κατάραν ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐτακαὶ πάντα ἔνδοξα ἡμῶν συνέπεσε. Καὶ ἐπὶ πᾶσι πείνωσας ἡμᾶς σφόδρα.
Ean anoixę̄s ton ouranon, tromos lēpsetai apo sou orē, kai takēsontai. Plēn all᾽ ismen akribōs kai pepeismetha, hoti, ean thelēsę̄s anoixai ton ouranon Theos hōn kai panta dynamenos, tromos lēpsetai apo sou orē, tas antikeimenas dēladē dynameis tas epairomenas kata tēs gnōseōs sou. Hōs kēros apo prosōpou pyros tēketai, kai katakausei pyr tous hypenantious, kai phaneron estai to onoma sou tois hypenantiois. Apo prosōpou sou ethnē tarachthēsontai. Kai mēn Theon oudeis heōrake pōpote, kai, Oudeis hopsetai mou to prosōpon, kai zēsetai ; ; all᾽ eoike ton Theon dia toutōn ainittesthai ton kai epi tēs erēmou chrēmatisanta Mōÿsē, tǭ te panti laǭ heōramenǭ dia tēs emphainomenēs tois pasi doxēs peri hēs eirētai; Kai heōra pas ho laos tēn doxan Kyriou. Hotan poię̄s ta endoxa, tromos lēpsetai apo sou orē. Apo tou aiōnos ouk ēkousamen, oude ophthalmoi hēmōn eidon Theon plēn sou, kai ta erga sou, ha poiēseis tois hypomenousin eleon. Synantēsetai gar tois poiousi to dikaion, kai tōn hodōn sou mnēsthēsontai. Idou sy ōrgisthēs, kai hēmeis hēmartomen. Dia touto eplanēthēmen kai egenēthēmen hōs akathartoi pantes hēmeis; hōs rhakos apokathēmenēs pasa hē dikaiosynē hēmōn. Ei de kai tis en hēmin enomisthē heuriskesthai dikaiosynē kai praxis dikaia, errhypōmenē kai autē kai atimos elēlenktai. Kai exerrhyēmen hōs phylla dia tas anomias hēmōn; houtōs anemos oisei hēmas; kai ouk estin ho epikaloumenos to onoma sou, kai ho mnēstheis antilabesthai sou; hoti apestrepsas to prosōpon sou aph᾿ hēmōn, kai paredōkas hēmas dia tas hamartias hēmōn. Kai nyn, Kyrie, Patēr hēmōn sy, hēmeis de pēlos, erga tōn cheirōn sou pantes, mē orgizou hēmin sphodra, mē en kairǭ mnēsthēs hamartiōn hēmōn. Kai nyn epiblepson, hoti laos sou pantes hēmeis. Polis tou hagiou sou egenēthē erēmos Siōn, hōs erēmos egenēthē Hierousalēm, eis kataran ho oikos, to hagion hēmōn, kai hē doxa hēn ēulogēsan hoi pateres hēmōn, egenēthē pyrikaustos, toutois aneschou, Kyrie, kai esiōpēsas, kai etakai panta endoxa hēmōn synepese. Kai epi pasi peinōsas hēmas sphodra.
“If you open the heaven, trembling will seize the mountains from you, and they will melt.” But we know exactly and are persuaded that, if you will to open the heaven, being God and able to do all things, trembling will seize the mountains from you—that is, the opposing powers that lift themselves up against the knowledge of you. “As wax melts before fire, so fire will burn up the adversaries, and your name will be manifest to the adversaries. At your presence nations will be troubled.” And yet “no one has ever seen God,” and, “No one will see my face and live”; but by these words he seems to hint at the God who also gave oracles to Moses in the desert and was seen by all the people through the glory that appeared to all, of which it is said, “And all the people saw the glory of the Lord.” “When you do glorious things, trembling will seize the mountains from you. From of old we have not heard, nor have our eyes seen a God besides you, and your works, which you will do for those who wait for mercy. For he will meet those who do what is right, and they will remember your ways. Behold, you were angry, and we sinned. Therefore we went astray, and we all became as unclean; all our righteousness is like the rag of a woman in her impurity.” And even if any righteousness and righteous deed was thought to be found among us, it too has been shown to be soiled and dishonorable. “And we fell away like leaves because of our lawless deeds; so the wind will carry us away. And there is no one who calls upon your name, or who remembers to take hold of you; for you turned your face away from us and handed us over because of our sins. And now, Lord, you are our Father, and we are clay, all the works of your hands. Do not be very angry with us, do not remember our sins in due time. And now look, for we are all your people. The city of your holy one has become a desert; Zion has become as a desert, Jerusalem a curse; the house, our holy place, and the glory which our fathers blessed, has been burned with fire, and all our glorious things have fallen. And at all these things you held back, Lord, and kept silent, and humbled us greatly.”
Chapter 65
65.1PG 24:507–515
Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εἶπα· Ἰδού εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς· χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα,. καὶ ἀντιλέγοντα, τοὺς πορευομένους ὁδῷ οὐ καλῇ, ἀλλ᾽ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός · αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν. Εἴ τις θέλει φιλαλήθει λογισμῷ τὴν ἐμὴν ὁρᾷν φιλανθρωπίαν, εὔροι ἂν φθάνοντά με ταῖς εὐεργεσίαις καὶ τοὺς μακρὰν ἀφεστῶτας τῆς ἐμῆς γνώσεως. Αὐτίκα δὴ οὖν τοῖς ἐκτὸς μηδεπώποτε ἐρωτήσασί με ἐμφανῆ κατέστησα ἐμαυτὸν δι᾽ ὑπερβάλλουσαν φιλανθρωπίαν· ὥστε ἤδη τοὺς ἀλλογενεῖς καὶ ἀλλοφύλους τὴν ἐμὴν γνῶσιν ἀνειληφέναι, καίπερ μηδὲν εἰς τοῦτο συμβαλλομένους. ᾿Αλλὰ καὶ τοῖς μὴ ζητήσασι τὴν ἐμὴν χάριν ταύτης μετέδωκα, φθάσας τε τὰς ἑτέρων παρακλήσεις· πρὶν καὶ εὔξασθαι, πρὶν καὶ ἱκετεῦσαι αὐτοὺς, εἶπον· Ἰδοὺ πάρειμι. Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνύπνια οἱ ἔσθοντες κρέας ὕειον, καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν. Οἱ λέγοντες, Πόῤῥω ἀπ᾿ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. Οὗτος καπνὸς τοῦ θυμοῦ μου. Πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. Ἰδοὺ γέγραπται ἐνὡπιόν· μου· Οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος. Οἱ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν. Οὕτως λέγει Κύριος· Ὃν τρόπον εὑρεθήσεται ὁ ῥώξ ἐν τῷ βότρυῖ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. ᾿Αλλ' εἴ που τις ἐντὸς αὐτῶν εὑρεθείη, ὡς ἐν βότρυϊ ξηρᾷ ὑγιὴς καὶ ἐῤῥωμένος ῥώξ, οὐ διαπεσεῖται παρ' ἐμοὶ τῷ κριτῇ, οὐδὲ συναπολεῖται τοῖς ἀπολλυμένοις, διὰ τὸ μετέχειν αὐτὸν εὐλογίας. Οὕτω δὲ ἔσται ὁ ῥὼξ οὗτος τίμιος παρ' ἐμοὶ, ὅσῳ καὶ σπάνιος. Κατὰ τοῦτο δὲ τὸ παράδειγμα καὶ ἐπὶ τοῦ παντὸς ἔθνους ποιήσω, εἴπερ τις εὑρεθείη καὶ ἐν τούτοις σωτηρίας ἄξιος. Τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα· καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου· καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Τὸ ἀγαθὸν καὶ σπάνιον σπέρμα, δηλαδὴ ὁ ἀποστολικὸς χορὸς τοῦ πλήθους τῶν ἀπολλυμένων ἀφορισθείς. Πάλιν κἀνταῦθα ἐκλεκτοὺς καὶ δούλους αὐτοῦ τοὺς ἀποστόλους σημαίνει, οἵτινες ὡς ῥώγες εὕρηνται· οὓς καὶ ἐκλεξάμενος περιφυλάττει ἐκ τῶν ἑτέρων, καὶ σπέρμα ἅγιον καὶ ἐκλεκτὸν ὠνόμασεν. Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Αχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἱ ἐζήτησάν με.» Δρυμὸν δὲ εἴωθεν ἡ Γραφὴ τὸ πλῆθος τῶν ἀλλοφύλων καλεῖν καὶ ἀλλογενῶν ἐθνῶν· ἐν οἷς ἐπαύλεις ποιμνίων ἔσεσθαι θεσπίζει, τὰς ἐκκλησίας τῶν τοῦ Θεοῦ προβάτων αἰνιττόμενος. Λαὸς δὲ ὁ ἐκζητήσας αὐτὸν ὁ ῥὼξ ἦν καὶ τὸ ἀνωτέρω εἰρημένον σπέρμα οἱ ἐκλεκτοὶ δοῦλοι·
Emphanēs egenēthēn tois eme mē eperōtōsi, heurethēn tois eme mē zētousin. Eipa; Idou eimi tǭ ethnei, hoi ouk ekalesan mou to onoma. Exepetasa tas; cheiras mou holēn tēn hēmeran pros laon apeithounta,. kai antilegonta, tous poreuomenous hodǭ ou kalę̄, all᾽ opisō tōn hamartiōn autōn. Ho laos houtos ho paroxynōn me enantion emou dia pantos ; autoi thysiazousin en tois kēpois, kai thymiōsin epi tais plinthois tois daimoniois, ha ouk estin. Ei tis thelei philalēthei logismǭ tēn emēn horąn philanthrōpian, euroi an phthanonta me tais euergesiais kai tous makran aphestōtas tēs emēs gnōseōs. Autika dē oun tois ektos mēdepōpote erōtēsasi me emphanē katestēsa emauton di᾽ hyperballousan philanthrōpian; hōste ēdē tous allogeneis kai allophylous tēn emēn gnōsin aneilēphenai, kaiper mēden eis touto symballomenous. ᾿Alla kai tois mē zētēsasi tēn emēn charin tautēs metedōka, phthasas te tas heterōn paraklēseis; prin kai euxasthai, prin kai hiketeusai autous, eipon; Idou pareimi. En tois mnēmasi kai en tois spēlaiois koimōntai dia enypnia hoi esthontes kreas hyeion, kai zōmon thysiōn, memolymmena panta ta skeuē autōn. Hoi legontes, Porrhō ap᾿ emou, mē engisę̄s moi, hoti katharos eimi. Houtos kapnos tou thymou mou. Pyr kaietai en autǭ pasas tas hēmeras. Idou gegraptai enōpion; mou; Ou siōpēsō heōs an apodōsō eis ton kolpon autōn tas hamartias autōn kai tōn paterōn autōn, legei Kyrios. Hoi ethymiasan epi tōn oreōn kai epi tōn bounōn ōneidisan me, apodōsō ta erga autōn eis ton kolpon autōn. Houtōs legei Kyrios; Hon tropon heurethēsetai ho rhōx en tǭ botrui, kai erousi; Mē lymēnę̄ auton, hoti eulogia estin en autǭ; houtōs poiēsō heneken tou douleuontos moi. ᾿All' ei pou tis entos autōn heuretheiē, hōs en botryï xērą hygiēs kai errhōmenos rhōx, ou diapeseitai par' emoi tǭ kritę̄, oude synapoleitai tois apollymenois, dia to metechein auton eulogias. Houtō de estai ho rhōx houtos timios par' emoi, hosǭ kai spanios. Kata touto de to paradeigma kai epi tou pantos ethnous poiēsō, eiper tis heuretheiē kai en toutois sōtērias axios. Toutou heneken ou mē apolesō pantas, kai exaxō to ex Iakōb sperma kai ex Iouda; kai klēronomēsei to oros to hagion mou; kai klēronomēsousin hoi eklektoi mou kai hoi douloi mou, kai katoikēsousin ekei. To agathon kai spanion sperma, dēladē ho apostolikos choros tou plēthous tōn apollymenōn aphoristheis. Palin kantautha eklektous kai doulous autou tous apostolous sēmainei, hoitines hōs rhōges heurēntai; hous kai eklexamenos periphylattei ek tōn heterōn, kai sperma hagion kai eklekton ōnomasen. Kai esontai en tǭ drymǭ epauleis poimniōn, kai pharanx Achōr eis anapausin boukoliōn tǭ laǭ mou, hoi ezētēsan me.» Drymon de eiōthen hē Graphē to plēthos tōn allophylōn kalein kai allogenōn ethnōn; en hois epauleis poimniōn esesthai thespizei, tas ekklēsias tōn tou Theou probatōn ainittomenos. Laos de ho ekzētēsas auton ho rhōx ēn kai to anōterō eirēmenon sperma hoi eklektoi douloi;
“I became manifest to those who did not ask for me; I was found by those who did not seek me. I said, Here I am, to a nation that did not call on my name. I spread out my hands all day long to a disobedient and contradicting people, who walk in a way that is not good, but after their sins. This is the people that provokes me before me continually; they sacrifice in the gardens, and burn incense on the bricks to demons, which do not exist.” If anyone wishes to see my love for mankind with truth-loving reasoning, he would find me anticipating with my benefits even those who stood far from knowledge of me. Straightway, then, to those outside who had never asked me I made myself manifest through surpassing love for mankind, so that now the foreigners and aliens have received knowledge of me, though they contributed nothing to this. Moreover, to those who did not seek my grace I gave a share in it, anticipating the entreaties of others: before they even prayed, before they even supplicated, I said, Here I am. “They sleep in the tombs and in the caves for the sake of dreams, those who eat swine’s flesh and broth of sacrifices; all their vessels are defiled. Those who say, Keep away from me, do not come near me, for I am clean. This is the smoke of my wrath; a fire burns in it all the days. Behold, it is written before me: I will not keep silent until I repay into their bosom their sins and those of their fathers, says the Lord—those who burned incense on the mountains and reproached me on the hills; I will repay their works into their bosom. Thus says the Lord: As a grape will be found in the cluster, and they will say, Do not destroy it, for there is a blessing in it; so I will do for the sake of the one who serves me.” But if anywhere someone should be found among them, like a sound and healthy grape in a dry cluster, he will not perish before me the judge, nor be destroyed together with those who perish, because he shares in a blessing. And this grape will be as precious to me as it is rare. According to this example I will do also with the whole nation, if anyone even among them should be found worthy of salvation. “For this reason I will not destroy them all; and I will bring out the seed from Jacob and from Judah; and it will inherit my holy mountain; and my elect and my servants will inherit it and dwell there.” The good and rare seed—namely, the company of the apostles, separated from the multitude of those perishing. Here again he signifies the apostles as his elect and servants, who were found like grapes; choosing them, he guards them apart from the others, and named them a holy and elect seed. “And there will be in the forest folds of flocks, and the valley of Achor for a resting place of herds for my people who have sought me.” Scripture is accustomed to call the multitude of foreign and alien nations a forest; among them he foretells that there will be folds of flocks, hinting at the churches of God’s sheep. The people who sought him were the grape, and the seed mentioned above, the elect servants;
65.2PG 24:507–515
δι' ὧν βουκόλια βοῶν καὶ ποίμνια συστήσασθαι οὐκ ἐν τῷ Ἰσραήλ, οὐδὲ ἐν τῇ Ἰουδαίων χώρᾳ, ἀλλὰ ἐν τῷ δρυμῷ καὶ ἐν τῇ λεχθείσῃ φάραγγι Αχὼρ προφητεύει. Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα. Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν· πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατ· τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. · Ἐπειδὴ αὐτὸς ἐγὼ τῆς ἐμαυτοῦ παρουσίας καταξιώσας ὑμᾶς αὐτοὺς πρώτους ὑμᾶς δι' ἐμαυτο κέκληκα· ὑμεῖς δὲ οὐχ ὑπηκούσατε· ὅτι καὶ πρὸ τούτου ᾐτιώμην λέγων· Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Πάλιν πρὸς τὸν λαὸν τὰς προκειμένας ποιεῖται κατηγορίας, διδάσκων, ὡς δικαιοσύνης ζυγῷ πάντα πράττων, ὡς Θεὸς, οὐδαμῶς μὲν παρόψεται τοὺς ὅποι δήποτε αὐτῷ δουλεύοντας, ἐξ οἴου δ᾽ ἂν ἔθνους εἶεν. Πάντας γὰρ ἁπλῶς διασώζει τοὺς δουλεύειν αὐτῷ προῃρημένους. Παραδέξεται οὖν, καὶ τούτοις παρέξει τὴν ἐπουράνιον τροφὴν, τὸν Λόγον τὸν σωτήριον τὸν εἰρηκότα· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Οὗτοι μὲν οὖν τῷ λεχθέντι ἄρτῳ τραφήσονται καὶ ἐμπλησθήσονται· ὑμεῖς δὲ, φησὶ, οἱ μὴ τὴν ἐμὴν ὑποδεξάμενοι χάριν, ἐνδείᾳ λογικῆς τροφῆς λιμώξετε· καὶ πάλιν οἱ μὲν ἐμοὶ δουλεύοντες πότου ζωῆς ἀθανάτου πλησθήσονται, περὶ οὗ λέλεκται· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἄλλομένου εἰς ζωὴν αἰώνιον. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τον πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ὑπακούειν ἐκλεκτοῖς μου· ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν.» Εἰ δὲ περιεργότερον ἐθέλοιτε μαθεῖν τίνες εἶεν οἱ μέλλοντες δουλεύειν, καὶ τί αὐτοῖς ὄνομα, γινώσκετε, ὅτι οὔπω μὲν εἰς φανερὸν τοὔνομα αὐτῶν ὁ Θεὸς βούλεται ἀγαγεῖν · τοσοῦτον δὲ μόνον σημαίνει, ὡς οὔτε Ἰσραὴλ κληθήσονται, οὔτε Ἰακώβ, οὔτε Ἰουδαῖοι, οὔτε ὅλως τι τῶν ἀνθρώποις συνεγνωσμένων. Καινὸν γάρ τι καὶ νεώτατον αὐτοῖς ἐπιτεθήσεται ὄνομα, ξένον, καὶ μηδεπώποτε ἀκουσθὲν, ὁ εὐλογηθήσεται ἐπὶ τῆς γῆς αὐξανόμενον, καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. Εἰ γάρ τις καὶ ἄλλη πλήθους ποιητική τυγχάνει ἐκ Θεοῦ εὐλογία, ταύτης τεύξεται τὸ ὄνομα τὸ ἐπιτεθησόμενον τοῖς δουλεύουσί μοι Εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν· καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὁμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν. Ἐπιλήσονται γὰρ τὴν θλίψιν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾽ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν.
di' hōn boukolia boōn kai poimnia systēsasthai ouk en tǭ Israēl, oude en tę̄ Ioudaiōn chōrą, alla en tǭ drymǭ kai en tę̄ lechtheisę̄ pharangi Achōr prophēteuei. Hymeis de hoi enkatalipontes me, kai epilanthanomenoi to oros to hagion mou, kai hetoimazontes tǭ daimoniǭ trapezan, kai plērountes tę̄ tychę̄ kerasma. Egō paradōsō hymas eis machairan; pantes en sphagę̄ peseisthe; hoti ekalesa hymas, kai ouch hypēkousate elalēsa kai parēkousate, kai epoiēsat; to ponēron enantion emou, kai ha ouk eboulomēn exelexasthe. ; Epeidē autos egō tēs emautou parousias kataxiōsas hymas autous prōtous hymas di' emauto keklēka; hymeis de ouch hypēkousate; hoti kai pro toutou ę̄tiōmēn legōn; Dioti ēlthon, kai ouk ēn anthrōpos; ekalesa, kai ouk ēn ho hypakouōn. Palin pros ton laon tas prokeimenas poieitai katēgorias, didaskōn, hōs dikaiosynēs zygǭ panta prattōn, hōs Theos, oudamōs men paropsetai tous hopoi dēpote autǭ douleuontas, ex oiou d᾽ an ethnous eien. Pantas gar haplōs diasōzei tous douleuein autǭ proę̄rēmenous. Paradexetai oun, kai toutois parexei tēn epouranion trophēn, ton Logon ton sōtērion ton eirēkota; Egō eimi ho artos ho ek tou ouranou katabas. Houtoi men oun tǭ lechthenti artǭ traphēsontai kai emplēsthēsontai; hymeis de, phēsi, hoi mē tēn emēn hypodexamenoi charin, endeią logikēs trophēs limōxete; kai palin hoi men emoi douleuontes potou zōēs athanatou plēsthēsontai, peri hou lelektai; Hos an pię̄ ek tou hydatos, hou egō dōsō autǭ, genēsetai en autǭ pēgē hydatos allomenou eis zōēn aiōnion. Dia touto tade legei Kyrios; Idou hoi douleuontes moi phagontai, hymeis de peinasete; idou hoi douleuontes moi piontai, hymeis de dipsēsete; idou hoi douleuontes moi euphranthēsontai, hymeis de aischynthēsesthe; idou hoi douleuontes moi agalliasontai en euphrosynę̄, hymeis de kekraxesthe dia ton ponon tēs kardias hymōn, kai apo syntribēs pneumatos hymōn ololyxete. Kataleipsete gar to onoma hymōn eis plēsmonēn tois hypakouein eklektois mou; hymas de anelei Kyrios; tois de douleuousi moi klēthēsetai onoma kainon.» Ei de periergoteron etheloite mathein tines eien hoi mellontes douleuein, kai ti autois onoma, ginōskete, hoti oupō men eis phaneron tounoma autōn ho Theos bouletai agagein ; tosouton de monon sēmainei, hōs oute Israēl klēthēsontai, oute Iakōb, oute Ioudaioi, oute holōs ti tōn anthrōpois synegnōsmenōn. Kainon gar ti kai neōtaton autois epitethēsetai onoma, xenon, kai mēdepōpote akousthen, ho eulogēthēsetai epi tēs gēs auxanomenon, kai plēthynomenon hyper pasan sōmatikēn eulogian. Ei gar tis kai allē plēthous poiētikē tynchanei ek Theou eulogia, tautēs teuxetai to onoma to epitethēsomenon tois douleuousi moi Eulogēsousi gar ton Theon ton alēthinon; kai hoi omnyontes epi tēs gēs homountai ton Theon ton alēthinon. Epilēsontai gar tēn thlipsin tēn prōtēn, kai ouk anabēsetai autōn epi tēn kardian. Estai gar ho ouranos kainos kai hē gē kainē, kai ou mē mnēsthōsi tōn proterōn, oud᾽ ou mē epelthę̄ autōn epi tēn kardian.
through whom he prophesies that herds of cattle and flocks are established not in Israel, nor in the land of the Jews, but in the forest and in the valley of Achor just mentioned. “But you who have forsaken me, and forget my holy mountain, and prepare a table for the demon, and fill a mixed cup for Fortune: I will hand you over to the sword; you will all fall in slaughter; because I called you and you did not obey; I spoke and you disregarded, and you did evil before me, and chose what I did not wish.” Since I myself, counting you worthy of my coming, called you first of all through myself, but you did not obey; for even before this I complained, saying, “Why did I come, and there was no man? I called, and there was no one who obeyed.” Again he makes the preceding accusations against the people, teaching that, since he does everything by the scale of justice, as God, he will by no means overlook those who serve him wherever they are, of whatever nation they may be. For he simply saves all who have chosen to serve him. He will receive them, then, and give them the heavenly food, the saving Word, who said, “I am the bread that came down from heaven.” These, then, will be fed and filled with the bread mentioned; but you, he says, who did not receive my grace, will hunger for lack of rational food; and again, those who serve me will be filled with the drink of immortal life, of which it is said, “Whoever drinks of the water that I will give him, it will become in him a spring of water welling up to eternal life.” “Therefore thus says the Lord: Behold, those who serve me will eat, but you will hunger; behold, those who serve me will drink, but you will thirst; behold, those who serve me will rejoice, but you will be ashamed; behold, those who serve me will exult in gladness, but you will cry out for the pain of your heart, and howl from the crushing of your spirit. For you will leave your name for a surfeit to my elect who obey; but the Lord will destroy you; and those who serve me will be called by a new name.” And if you wish to learn more curiously who those are who are going to serve, and what their name is, know that God does not yet wish to bring their name into the open; he signifies only this much: that they will be called neither Israel nor Jacob nor Jews, nor anything at all known among men. For a new and very recent name will be put on them, strange and never yet heard, which will be blessed on the earth, growing and multiplying beyond every bodily blessing. For if there is any other blessing from God that produces increase, the name to be put on those who serve me will obtain it. “For they will bless the true God; and those who swear on the earth will swear by the true God. For they will forget their first affliction, and it will not come up into their heart. For the heaven will be new and the earth new, and they will not remember the former things, nor will they come into their heart.”
65.3PG 24:507–515
῎Αλλως μὲν γὰρ τότε ὁρῶντες τὸν οὐρανὸν, ἐσέβοντο τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τὴν γῆν ὁμοίως ἐθεοποίουν, καὶ τοὺς ἐκ ταύτης βλαστῶντας καρπούς · νῦν δ᾽ ὅτε καινὸν ὄψοντες τὸν οὐρανὸν καὶ τὴν γῆν, ἔργα χειρῶν Θεοῦ εἶναι ὁμολογοῦσιν, οὐκέτι δὲ θεοὺς εἶναι νομίζουσιν. ᾿Αλλ' εὐφροσύνην καὶ ἀγαλλίασιν εὑρήσουσιν ἐν αὐτῇ. Ὅτι ἰδοὺ ἐγὼ ποιῶ ἀγαλλίαμα Ἱερουσαλήμ, καὶ τὸν λαόν μου εὐφροσύνην· καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλήμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς, οὐδ᾽ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Πάντες γὰρ τῆς παρ᾿ ἐμοὶ ἀναστάσεως τυχόντες κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας ἥξουσι· καὶ πάντες ἔσονται ἀκμαῖοι τὰς ψυχὰς, ὡς μήτε ἄωρον νήπιον καὶ ἀτελῆ, μήτε ὑπερβεβηκότα καὶ γεγηρακότα ἐν αὐτοῖς εὑρίσκεσθαι· πάντες δὲ ὁμήλικες, ὡς ἂν ὑφ᾽ ἕνα καιρὸν τῆς ἀναστάσεως τευξόμενοι, καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες. Ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται. Τὸ ἴσον τοῦ χρόνου τῆς ἐκ νεκρῶν ἀναστάσεως παρέστησεν. Ἔσται οὖν ὁ ἁμαρτωλὸς καὶ αὐτὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται ἀκμαῖος, καὶ ὡς ἐν κακίᾳ τέλειος, ἀποθνήσκων τῇ ἑαυτοῦ ἁμαρτίᾳ · ὅ τε νέος πάλιν ἑκατὸν ἐτῶν, καὶ αὐτὸς τέλειος ἐν τελείοις, εἰς σωτηρίαν παραλαμβανόμενος. Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοικήσουσι· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν. Τοῖς γὰρ ἑαυτῶν ἔργοις καὶ ταῖς οἰκείαις πράξεσιν ποριοῦνται ἑαυτοῖς τὰς μονὰς τὰς παρὰ τῷ Πατρί· ἀλλὰ τοὺς καρποὺς τῶν πόνων αὐτῶν φάγονται· διόπερ ἃ γεωργήσαντες συνήγαγον, ταῦτα εὑρήσουσι, καὶ ἐξ αὐτῶν τραφήσονται. Οὐ μὴ οἰκοδομήσουσι, καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι, καὶ ἄλλοι φάγονται. Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. Αλλ' εἰς ἄπειρον αἰῶνα ἐν ἀθανάτῳ εὐζωΐᾳ διάξουσι · διὸ λέλεκται· Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου. Τὸ ξύλον δὲ εἴρηται ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ πεφυτεῦσθαι· δείκνυται τοιγαροῦν, ὅτι οὐκ ἔξω τοῦ Θεοῦ αἱ ἐπαγγελίαι τυγχάνουσι. Δι' ὧν ἁπάντων σαφῶς ἕτερον λαὸν εἰσάγει ἑαυτῷ παρὰ τοῦ Ἰουδαίων ἔθνους. Οὗτοι γάρ παλαιωθήσονται, οὐδὲ ἑτέροις καταλείψουσι, μέλλοντες αὖθις μεθίστασθαι τοῦ βίου, τοὺς ἑαυτῶν πόνους· ἀλλ᾽ οὗτοι τὰ ἔργα τῶν πόνων αὐτῶν εἰς ἑαυτοὺς ἀναλήψονται, καὶ τοῖς οἰκείοις καρποῖς ἐντρυφήσουσιν. Οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετ᾿ αὐτῶν.» Εἰ γὰρ καὶ τινες ἔσονται κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν κόποι σωτήριοι καὶ ἀγαθοὶ καὶ ἡδεῖς, ὁποίους πάντως που καὶ ἡ ἀγγελικὴ τάξις ὑπομένει· ἀλλ' οὐκ ἐπικενῶς ἔσται τὰ τῆς ἐργασίας αὐτοῖς· μισθὸς γὰρ αὐτοῖς ἐπάξιος τεθησαύρισται. Τεκνοποιίαν δὲ νοήσωμεν τῶν ψυχῶν τοὺς λογισμοὺς καὶ τῆς διανοίας τοὺς καρποὺς, οὓς κατάρας ἔσεσθαι ἀλλοτρίους, εὐλογίας δὲ ἀξίους θεσπίζει.
᾿Allōs men gar tote horōntes ton ouranon, esebonto tę̄ ktisei para ton ktisanta, kai tēn gēn homoiōs etheopoioun, kai tous ek tautēs blastōntas karpous ; nyn d᾽ hote kainon opsontes ton ouranon kai tēn gēn, erga cheirōn Theou einai homologousin, ouketi de theous einai nomizousin. ᾿All' euphrosynēn kai agalliasin heurēsousin en autę̄. Hoti idou egō poiō agalliama Hierousalēm, kai ton laon mou euphrosynēn; kai agalliasomai epi Hierousalēm, kai euphranthēsomai epi tǭ laǭ mou; kai ouketi mē akousthę̄ en autę̄ phōnē klauthmou oude phōnē kraugēs, oud᾽ ou mē genētai eti ekei aōros kai presbytēs, hos ouk emplēsei ton chronon autou. Pantes gar tēs par᾿ emoi anastaseōs tychontes kata ton kairon tōn epangeliōn eis andra teleion, eis metron hēlikias hēxousi; kai pantes esontai akmaioi tas psychas, hōs mēte aōron nēpion kai atelē, mēte hyperbebēkota kai gegērakota en autois heuriskesthai; pantes de homēlikes, hōs an hyph᾽ hena kairon tēs anastaseōs teuxomenoi, kai mias palingenesias methexontes. Estai gar ho neos hekaton etōn, ho de apothnēskōn hamartōlos hekaton etōn, kai epikataratos estai. To ison tou chronou tēs ek nekrōn anastaseōs parestēsen. Estai oun ho hamartōlos kai autos hekaton etōn, kai epikataratos estai akmaios, kai hōs en kakią teleios, apothnēskōn tę̄ heautou hamartią ; ho te neos palin hekaton etōn, kai autos teleios en teleiois, eis sōtērian paralambanomenos. Kai oikodomēsousin oikias, kai autoi enoikēsousi; kai kataphyteusousin ampelōnas, kai autoi phagontai ta gennēmata autōn. Tois gar heautōn ergois kai tais oikeiais praxesin poriountai heautois tas monas tas para tǭ Patri; alla tous karpous tōn ponōn autōn phagontai; dioper ha geōrgēsantes synēgagon, tauta heurēsousi, kai ex autōn traphēsontai. Ou mē oikodomēsousi, kai alloi enoikēsousi, kai ou mē phyteusousi, kai alloi phagontai. Kata gar tas hēmeras tou xylou tēs zōēs esontai hai hēmerai tou laou mou; ta gar erga tōn ponōn autōn palaiōsousin. All' eis apeiron aiōna en athanatǭ euzōïą diaxousi ; dio lelektai; Kata gar tas hēmeras tou xylou tēs zōēs hai hēmerai tou laou mou. To xylon de eirētai en tǭ paradeisǭ tou Theou pephyteusthai; deiknytai toigaroun, hoti ouk exō tou Theou hai epangeliai tynchanousi. Di' hōn hapantōn saphōs heteron laon eisagei heautǭ para tou Ioudaiōn ethnous. Houtoi gar palaiōthēsontai, oude heterois kataleipsousi, mellontes authis methistasthai tou biou, tous heautōn ponous; all᾽ houtoi ta erga tōn ponōn autōn eis heautous analēpsontai, kai tois oikeiois karpois entryphēsousin. Hoi eklektoi mou ou kopiasousin eis kenon, oude teknopoiēsousin eis kataran; hoti sperma eulogēmenon hypo Theou esti, kai ta ekgona autōn met᾿ autōn.» Ei gar kai tines esontai kata ton kairon tōn epangeliōn kopoi sōtērioi kai agathoi kai hēdeis, hopoious pantōs pou kai hē angelikē taxis hypomenei; all' ouk epikenōs estai ta tēs ergasias autois; misthos gar autois epaxios tethēsauristai. Teknopoiian de noēsōmen tōn psychōn tous logismous kai tēs dianoias tous karpous, hous kataras esesthai allotrious, eulogias de axious thespizei.
For then, seeing the heaven otherwise, they worshiped the creation rather than the Creator, and likewise made gods of the earth and of the fruits that spring from it; but now, when they see the heaven and the earth new, they confess them to be works of God’s hands and no longer think them gods. “But they will find gladness and exultation in her. For behold, I make Jerusalem an exultation, and my people a gladness; and I will exult over Jerusalem and be glad over my people; and no longer will the voice of weeping be heard in her, nor the voice of crying; nor will there be there any more one untimely dead or an old man who does not fill out his time.” For all who obtain the resurrection from me at the time of the promises will come to a perfect man, to the measure of the stature; and all will be in the prime of their souls, so that among them will be found neither an untimely, immature, and incomplete infant, nor one past his prime and grown old; but all of the same age, as obtaining the resurrection at one time and sharing in one regeneration. “For the young man will be a hundred years old, and the sinner who dies a hundred years old, and he will be accursed.” He has presented the equal age of the resurrection from the dead. So the sinner too will himself be a hundred years old, and will be accursed in his prime, and, as one perfect in wickedness, dying by his own sin; and the young man again a hundred years old, himself perfect among the perfect, taken up to salvation. “And they will build houses and dwell in them themselves; and they will plant vineyards and themselves eat their produce.” For by their own works and their own deeds they will provide for themselves the dwellings with the Father; and they will eat the fruits of their labors; therefore what they cultivated and gathered, this they will find, and be nourished by it. “They will not build and others dwell, and they will not plant and others eat. For according to the days of the tree of life will be the days of my people; for they will make the works of their labors old.” But they will live for endless ages in immortal well-being; that is why it is said, “For according to the days of the tree of life are the days of my people.” The tree is said to have been planted in the paradise of God; it is shown, then, that the promises are not outside God. By all these things he clearly brings in for himself another people besides the nation of the Jews. For these will grow old with their works, and will not leave their labors to others as men about to depart from life again; rather, they will take up into themselves the works of their labors and delight in their own fruits. “My elect will not labor in vain, nor will they bear children for a curse; for they are a seed blessed by God, and their offspring with them.” For even if there will be some labors at the time of the promises—saving, good, and pleasant ones, such as surely the angelic order also undergoes—yet their work will not be in vain; for a worthy reward has been stored up for them. And let us understand the begetting of children as the thoughts of souls and the fruits of the mind, which he foretells will be strangers to the curse and worthy of blessing.
65.4PG 24:507–515
Ταῦτα καὶ εἰς τὸν παρόντα βίον ἐκλαμβάνεσθαι οἶμαι, τοῦ λόγου πάλιν τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττομένου. Διὰ τοῦτο οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν. Ἔσται γὰρ ὀφθαλμοῖς παραλαβεῖν τῶν ἀποστόλων τοὺς κόπους, οὐκ εἰς κενὸν γεγενημένους ἀπὸ τῆς ὑπ᾿ αὐτῶν ἰδρυνθείσης καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίας· καὶ τὰ τέκνα αὐτῶν ἐν Χριστῷ γεννηθέντα διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς, ἐγὼ ὑπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν ἐρῶ· Τί ἐστιν; "Α δὴ καὶ ἐπληροῦτο ἐπὶ τῶν Πράξεων τῶν ἀποστόλων πολλὰ γὰρ σημεῖα καὶ τέρατα ἐνηργεῖτο, τοῦ Θεοῦ αὐτοῖς παρεστῶτος. Ὧν τοιαῦτα ἐνεργούντων, ἀκολούθως ἡ τῶν ἀλλοφύλων ἐθνῶν ἐγίνετο ἐπιστροφή. Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον. Οὐκ ἀδικήσουσιν, οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος. Οἱ γὰρ πρότερον ἁρπακτικοὶ καὶ θηριώδεις, ὡς λύκοις παραβάλλεσθαι, μεταβαλλόμενοι ἐπὶ τὸ ἥμερον, ἀρνίοις καὶ βουσὶν συνηγελάζοντο, ὡς μιᾶς καὶ τῆς αὐτῆς μεταλαμβάνειν τῆς ἀπὸ τῶν θείων ἀναγνωσμάτων λογικῆς τροφῆς. Οἱ δὲ τοῖς τρόποις λεόντων οὐδὲν διαφέροντες, οὐκέτι σαρκοφάγοις, οὐδὲ ὠμοβόροις θηρσὶν ἐοικότες, δίκην βοῶν καὶ αὐτοὶ τὴν ἀπὸ τῆς ἐνθέου διδασκαλίας πόαν ἤσθιον. Καὶ ὁ πάλαι δὴ πρότερον ὀφιώδης, καὶ ἰοῦ μεστὸς ἀνὴρ, ἀποπτύσας τὴν ἐν αὐτῷ κακίαν, τὸν ἄρτον φάγεται, τροφῇ λογικῇ καὶ ἀνθρωπίνῃ χρώμενος, ἀνθ᾿ ἧς ἤσθιε πρότερον γῆς. Οὕτω δὲ οἱ θῆρες οὗτοι ἐξημερωθήσονται, ὡς μηδένα ἀδικεῖν, μηδὲ λυμαίνεσθαί τινας ἐν τῷ ὄρει τοῦ Θεοῦ.
Tauta kai eis ton paronta bion eklambanesthai oimai, tou logou palin ton choron ton apostolikon ainittomenou. Dia touto hoi eklektoi mou ou kopiasousin eis kenon oude teknopoiēsousin eis kataran. Estai gar ophthalmois paralabein tōn apostolōn tous kopous, ouk eis kenon gegenēmenous apo tēs hyp᾿ autōn idryntheisēs kath' holēs tēs oikoumenēs Ekklēsias; kai ta tekna autōn en Christǭ gennēthenta dia tēs tou loutrou palingenesias. Kai estai prin ē kekraxai autous, egō hypakousomai autōn; eti lalountōn autōn erō; Ti estin? "A dē kai eplērouto epi tōn Praxeōn tōn apostolōn polla gar sēmeia kai terata enērgeito, tou Theou autois parestōtos. Hōn toiauta energountōn, akolouthōs hē tōn allophylōn ethnōn egineto epistrophē. Tote lykoi kai arnes boskēthēsontai hama, kai leōn hōs bous phagetai achyra, ophis de gēn hōs arton. Ouk adikēsousin, oude lymanountai epi tǭ orei tǭ hagiǭ mou, legei Kyrios. Hoi gar proteron harpaktikoi kai thēriōdeis, hōs lykois paraballesthai, metaballomenoi epi to hēmeron, arniois kai bousin synēgelazonto, hōs mias kai tēs autēs metalambanein tēs apo tōn theiōn anagnōsmatōn logikēs trophēs. Hoi de tois tropois leontōn ouden diapherontes, ouketi sarkophagois, oude ōmoborois thērsin eoikotes, dikēn boōn kai autoi tēn apo tēs entheou didaskalias poan ēsthion. Kai ho palai dē proteron ophiōdēs, kai iou mestos anēr, apoptysas tēn en autǭ kakian, ton arton phagetai, trophę̄ logikę̄ kai anthrōpinę̄ chrōmenos, anth᾿ hēs ēsthie proteron gēs. Houtō de hoi thēres houtoi exēmerōthēsontai, hōs mēdena adikein, mēde lymainesthai tinas en tǭ orei tou Theou.
I think these things are to be taken also of the present life, the word again hinting at the company of the apostles. “Therefore my elect will not labor in vain, nor bear children for a curse.” For one can see with one’s own eyes that the labors of the apostles did not prove vain, from the church founded by them throughout the whole inhabited world; and their children, born in Christ through the washing of regeneration. “And it will be that before they cry out, I will hear them; while they are still speaking I will say, What is it?” This was fulfilled in the Acts of the Apostles; for many signs and wonders were worked, God standing by them. And as they worked such things, the conversion of the foreign nations followed. “Then wolves and lambs will feed together, and the lion will eat straw like the ox, and the serpent earth as bread. They will not do wrong nor destroy on my holy mountain, says the Lord.” For those who were formerly rapacious and savage, so as to be compared to wolves, being changed to gentleness, herded together with lambs and oxen, so as to share in one and the same rational food from the divine readings. And those who in their ways differed nothing from lions, no longer resembling flesh-eating, raw-devouring beasts, themselves too ate, like oxen, the grass of divine teaching. And the man who was formerly serpent-like and full of venom, spitting out the wickedness in him, will eat bread, using rational and human food, instead of the earth he formerly ate. So will these beasts be tamed, so as to wrong no one nor destroy anyone on the mountain of God.
Chapter 66
66.1PG 24:515–523
Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μου θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι ; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος. Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου; Ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ἀποκτείνων κύνα · ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ διδοὺς λίβανον εἰς μνημόσυνον, ὡς βλάσφημος. Καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἡ ψυχὴ αὐτῶν ἠθέλησε. Οὐ γὰρ ἐμὰ ταῦτα, φησί, θελήματα, οὐδὲ ἐμοὶ αἱ ὁδοὶ αὗται, ἀλλὰ τῆς αὐτῶν προαιρέσεως καταθύμια. Καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς ὅτι ἐκάλεσα αὐτοὺς, καὶ οὐχ ὑπήκουσάν μου· ἐλάλησα, καὶ οὐκ ἤκουσαν· καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ὁ οὐκ ἐβουλόμην ἐξελέξαντο. Πότε δὲ καλοῦντος αὐτοὺς οὐ συνῆκαν, ἢ ὅτε αὐτοῖς συντρίβων ἐβόα· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς; Ακούσατε ῥήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. Εὐαγγελικὸν αὐτοῖς παραδίδωσι παράγγελμα οὐδὲν διαφέρον τοῦ, ᾿Αγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ἵνα γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Οὕτω καὶ ἡ προφητεία παρακελεύεται καὶ διδάσκει. Φωνή κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνή Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. Εἰ γὰρ ταῦτα πράττοιτο, ὑμῶν μὲν κατὰ τὸ τέλος τῶν ἀμοιβῶν εὐφροσύνη ἔκδηλος ἔσται τοῖς πᾶσιν· ἐκεῖνοι δὲ καταισχυνθήσονται τὸ ὑμέτερον θεασάμενοι τέλος, καὶ τὴν ἑαυτῶν ἀπώλειαν κατὰ τὸν τῆς δικαιοκρισίας καιρὸν τοῦ Θεοῦ ἔργοις μαθησόμενοι. Φωνή κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, αἱ μὲν ἐξ αὐτῆς τῆς πόλεως τῶν οἰκητόρων ἐκβοώντων, αἱ δὲ ἐξ αὐτοῦ τοῦ ναοῦ, τῶν ἱερέων καὶ τῶν λοιπῶν λειτουργῶν ἀποκλαιομένων. Πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν. Τίς ἤκουσε τοιοῦτο; καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰσάπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; Τὸ θεοσεβὲς πολίτευμα, καὶ ἡ καινὴ καὶ νέα Σιὼν, δηλαδὴ ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡ δι᾽ ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος ἐθνῶν καὶ λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. Οἷα γάρ τις ἐγκύμων γυνὴ κατὰ γαστρὸς ἔχουσα, μηδεμιᾶς ὠδῖνος προσγενομένης, αἰφνίδιον γεννήσειε, καὶ τοῦτο ἄρσεν· τὸν αὐτὸν τρόπον καὶ ἡ νέα Σιὼν λαὸν καινὸν καὶ ὅλον ἔθνος εἰσάπαξ ἀθρόως τέξεται· ὡς εἶναι τὸ πᾶν παραδοξότατον, οἷον οὐδεπώποτε ἠκούσθη. Τὸ μὲν γὰρ Ἰουδαίων ἔθνος, καὶ αὐτὸς ὁ Ἰσραὴλ, οὐκ ἀθρόως παρέστη· ἀλλὰ πρῶτος μὲν ἦν αὐτῶν ὁ προπάτωρ· τούτου δὲ γεγόνασι παῖδες ιβ'· εἶτ᾿ ἐξ ἑνὸς ἑκάστου υἱοί τε καὶ θυγατέρες·
Houtōs legei Kyrios; Ho ouranos mou thronos, kai hē gē hypopodion tōn podōn mou. Poion oikon oikodomēsete moi ? kai poios topos tēs katapauseōs mou? Panta gar tauta epoiēsen hē cheir mou, kai estin ema panta tauta, legei Kyrios. Kai epi tina epiblepsō, all᾽ ē epi ton tapeinon kai hēsychion, kai tremonta tous logous mou? Ho de anomos ho thyōn moi moschon, hōs apokteinōn kyna ; ho de anapherōn semidalin, hōs haima hyeion; ho didous libanon eis mnēmosynon, hōs blasphēmos. Kai autoi exelexanto tas hodous autōn, kai ta bdelygmata autōn hē psychē autōn ēthelēse. Ou gar ema tauta, phēsi, thelēmata, oude emoi hai hodoi hautai, alla tēs autōn proaireseōs katathymia. Kai egō eklexomai ta empaigmata autōn, kai tas hamartias antapodōsō autois hoti ekalesa autous, kai ouch hypēkousan mou; elalēsa, kai ouk ēkousan; kai epoiēsan to ponēron enantion emou, kai ho ouk eboulomēn exelexanto. Pote de kalountos autous ou synēkan, ē hote autois syntribōn eboa; Deute pros me, pantes hoi kopiōntes kai pephortismenoi, kagō anapausō hymas? Akousate rhēmata Kyriou hoi tremontes ton logon autou. Eipate, adelphoi hēmōn, tois misousin hymas kai bdelyssomenois, hina to onoma Kyriou doxasthę̄, kai ophthę̄ en tę̄ euphrosynę̄ autōn, kai ekeinoi aischynthēsontai. Euangelikon autois paradidōsi parangelma ouden diapheron tou, ᾿Agapate tous echthrous hymōn, kalōs poieite tous misountas hymas, proseuchesthe hyper tōn epēreazontōn hymas kai diōkontōn, hina genēsthe huioi tou Patros hymōn tou en ouranois. Houtō kai hē prophēteia parakeleuetai kai didaskei. Phōnē kraugēs ek poleōs, phōnē ek naou, phōnē Kyriou antapodidontos antapodosin tois antikeimenois. Ei gar tauta prattoito, hymōn men kata to telos tōn amoibōn euphrosynē ekdēlos estai tois pasin; ekeinoi de kataischynthēsontai to hymeteron theasamenoi telos, kai tēn heautōn apōleian kata ton tēs dikaiokrisias kairon tou Theou ergois mathēsomenoi. Phōnē kraugēs ek poleōs, phōnē ek naou, hai men ex autēs tēs poleōs tōn oikētorōn ekboōntōn, hai de ex autou tou naou, tōn hiereōn kai tōn loipōn leitourgōn apoklaiomenōn. Prin tēn ōdinousan tekein, prin elthein ton ponon tōn ōdinōn, exephyge, kai eteken arsen. Tis ēkouse toiouto? kai tis heōraken houtōs? Ei ōdine gē en hēmerą mią, ē kai etechthē ethnos eisapax, hoti ōdine kai eteke Siōn ta paidia autēs? To theosebes politeuma, kai hē kainē kai nea Siōn, dēladē hē Ekklēsia tou Theou, hē di᾽ hymōn systēsomenē, tosouton athroōs gennēsei plēthos ethnōn kai laōn, hōs ekplagēnai ton akouonta. Hoia gar tis enkymōn gynē kata gastros echousa, mēdemias ōdinos prosgenomenēs, aiphnidion gennēseie, kai touto arsen; ton auton tropon kai hē nea Siōn laon kainon kai holon ethnos eisapax athroōs texetai; hōs einai to pan paradoxotaton, hoion oudepōpote ēkousthē. To men gar Ioudaiōn ethnos, kai autos ho Israēl, ouk athroōs parestē; alla prōtos men ēn autōn ho propatōr; toutou de gegonasi paides ib'; eit᾿ ex henos hekastou huioi te kai thygateres;
“Thus says the Lord: Heaven is my throne, and the earth the footstool of my feet. What house will you build for me? And what is the place of my rest? For my hand made all these things, and all these things are mine, says the Lord. And upon whom will I look, but upon the humble and quiet, and him who trembles at my words? But the lawless man who sacrifices a calf to me is like one who kills a dog; and he who offers fine flour, like one who offers swine’s blood; he who gives frankincense for a memorial, like a blasphemer. And they have chosen their own ways, and their soul has desired their abominations.” For these are not my wishes, he says, nor are these ways mine, but the desires of their own choice. “And I will choose their mockeries, and I will repay them their sins; because I called them and they did not obey me; I spoke and they did not hear; and they did evil before me, and chose what I did not wish.” And when did they not understand when he called them, if not when he cried out to them, “Come to me, all you who labor and are heavy laden, and I will give you rest”? “Hear the words of the Lord, you who tremble at his word. Say, our brothers, to those who hate you and abhor you, that the name of the Lord may be glorified and be seen in their gladness, and those will be put to shame.” He hands on to them a gospel command no different from “Love your enemies, do good to those who hate you, pray for those who abuse you and persecute you, that you may become sons of your Father who is in heaven.” So the prophecy too exhorts and teaches. “A voice of crying from the city, a voice from the temple, a voice of the Lord repaying recompense to the adversaries.” For if these things are done, your gladness at the end, at the time of the rewards, will be manifest to all; but they will be put to shame when they see your end, and will learn by experience their own destruction at the time of God’s righteous judgment. “A voice of crying from the city, a voice from the temple”: some voices from the city itself, as its inhabitants cry out, others from the temple itself, as the priests and the other ministers lament. “Before she who is in labor gave birth, before the pain of the labor came, she escaped and bore a male. Who has heard such a thing? And who has seen it so? Did the earth labor in one day, or was a nation born at once, that Zion was in labor and bore her children?” The godly commonwealth, and the new and young Zion—that is, the church of God, which will be established through you—will bring forth at once so great a multitude of nations and peoples as to astonish the hearer. For just as a pregnant woman with child, with no labor pain coming on, might suddenly give birth, and to a male, in the same way the new Zion too will bear a new people and a whole nation all at once, so that the whole is most extraordinary, such as was never yet heard of. For the nation of the Jews, and Israel himself, did not come into being all at once; first was their forefather; then he had twelve sons; then from each one sons and daughters;
66.2PG 24:515–523
ὧν υἱοί τε καὶ ἔκγονοι καὶ ἀπόγονοι ὑπέστησαν· οὕτω τε κατὰ τὴν τῶν γονέων διαδοχὴν ἐν πλείοσι χρόνοις καὶ ἐν διαφόροις γενεαῖς συνέστη τὸ πᾶν αὐτῶν ἔθνος. Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπε Κύριος. Οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στείραν ἐποίησα, εἶπεν ὁ Θεός σου; Κατὰ τὸν αὐτὸν δὲ τρόπον εὔροι ἄν τις καὶ τὰ λοιπὰ ἔθνη χρόνοις εἰς πλῆθος ἐπιδεδωκότα· ὁ δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ λαὸς ἀθρόως ὑφ᾽ ἕνα καιρὸν καὶ ὥσπερ ὑπὸ μίαν ἡμέραν ἐπλήρου τὰ πλεῖστα μέρη τῆς οἰκουμένης· ὃ δὴ ξενίζον πρᾶγμα καὶ θαύματος παντὸς ἐπέκεινα ὑπάρχον οὔτε ὀφθαλμὸς ἑώρακε πώποτε, οὔτε οὖς ἤκουσε. Εὐφράνθητι, Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν. Χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτῇ, ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὡς μέλλοντες ἐμπίπλασθαι τοῦ ἐν αὐτῇ ἀθρόως γεννήσαντος λαὸν τῷ Θεῷ ἄῤῥενα, καὶ γάλακτος ἐκπληροῦσθαι εἰς ἐκτροφὴν τῶν αὐτῆς νηπίων. δὴ λογικὸν γάλα ἀπὸ τῶν δύο θηλῶν αὐτῆς ῥεύσει, Παλαιᾶς δηλαδὴ καὶ Νέας Διαθήκης. Ἐξ ἀμφοτέρων γὰρ τούτων τῶν ἑαυτῆς μαζῶν, περὶ ὧν εἴρηται καὶ ἐν τῷ ῎Ασματι, ὅτι ᾿Αγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, τοῖς ἑαυτῆς νηπίοις ἐπάρδουσα τὸ λογικὸν καὶ ἄδολον γάλα, ἄνδρας προσάξει τελείους. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμοὺς εἰρήνης, καὶ ὡς χειμάῤῥους, ἐπικλύζων δόξαν ἐθνῶν. Τὰ παιδία αὐτῶν ἐπ᾽ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται. Οἱ γοῦν λόγοι οἱ παρακλητικοὶ καὶ παραμυθητικοὶ τῶν ἀτελεστέρων ψυχῶν γάλα κυρίως ὠνομάσθησαν, στερεᾶς τροφῆς ἐν δόγμασι μυστικοῖς νοουμένης, καὶ ἐν θεωρήμασι τοῖς ἐν ταῖς θείαις Γραφαῖς ἀποκειμένοις. Ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτω κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλήμ παρακληθήσεσθε. Πάλιν κἀνταῦθα τῶν ἐθνῶν δόξαν συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν καὶ τῇ Ἱερουσαλήμ, τὴν δοθησομένην τοῖς ἔθνεσιν εἰρήνην ποταμῷ κατακλύζοντι παραβάλλει. Καὶ ἀνωτέρω δὲ ταῖς αὐταῖς ἐκέχρητο ἐπαγγελίαις, σημαίνων ὡς τοὺς ἔτι νηπίους τῆς Ἐκκλησίας, ἅτε δὴ γάλακτι τρεφομένους, τιθηνοἱ τινες ὑποβαστάξουσιν, ἤτοι διδάσκαλοι καὶ προεστῶτες γνήσιοι τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, οἱ θεῖοί τε καὶ οὐράνιοι ἄγγελοι. Οἱ μὲν οὖν δυνατώτεροι τοὺς ἀσθενεστέρους ἐπ᾽ ὤμων βαστάξουσι, καὶ ἐπὶ γονάτων παρακαλέσουσιν, ὥσπερ εἴ τις μήτηρ τὰ ἑαυτῆς παρακαλέσῃ τέκνα, κἀγὼ αὐτὸς ὁ Κύριος, ἅτε δὴ πάντων αὐτῶν ὑπάρχων Πατήρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας. Καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ. Καὶ τοῦτο τέλος ἔσται τῶν ἐπαγγελιῶν, τὸ, Ὄψεσθε τὸν Θεόν. Διὸ καὶ ὁ Σωτὴρ τούτους ἐμακάριζε λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.»-«Καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτὸν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἤξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός.» Τοῖς μὲν δηλωθεῖσιν ἐπαγγέλλεται τὰ προλελεγμένα τοῖς δὲ τὴν ἐναντίαν πεπορευμένοις ὁδὸν ἠπείλησεν ἀπειλήν·
hōn huioi te kai ekgonoi kai apogonoi hypestēsan; houtō te kata tēn tōn goneōn diadochēn en pleiosi chronois kai en diaphorois geneais synestē to pan autōn ethnos. Egō de edōka tēn prosdokian tautēn, kai ouk emnēsthēs mou, eipe Kyrios. Ouk idou egō gennōsan kai steiran epoiēsa, eipen ho Theos sou? Kata ton auton de tropon euroi an tis kai ta loipa ethnē chronois eis plēthos epidedōkota; ho de tēs Ekklēsias tou Theou laos athroōs hyph᾽ hena kairon kai hōsper hypo mian hēmeran eplērou ta pleista merē tēs oikoumenēs; ho dē xenizon pragma kai thaumatos pantos epekeina hyparchon oute ophthalmos heōrake pōpote, oute ous ēkouse. Euphranthēti, Hierousalēm, kai panēgyrisate en autę̄, pantes hoi agapōntes autēn. Charēte hama autę̄ charą pantes hosoi pentheite ep᾿ autę̄, hina thēlasēte, kai emplēsthēte apo mastou paraklēseōs autēs, hina ekthēlasantes tryphēsēte apo eisodou doxēs autēs. Chairete kai agalliasthe, hōs mellontes empiplasthai tou en autę̄ athroōs gennēsantos laon tǭ Theǭ arrhena, kai galaktos ekplērousthai eis ektrophēn tōn autēs nēpiōn. dē logikon gala apo tōn dyo thēlōn autēs rheusei, Palaias dēladē kai Neas Diathēkēs. Ex amphoterōn gar toutōn tōn heautēs mazōn, peri hōn eirētai kai en tǭ ᾿Asmati, hoti ᾿Agathoi hoi mastoi sou hyper oinon, tois heautēs nēpiois epardousa to logikon kai adolon gala, andras prosaxei teleious. Hoti tade legei Kyrios; Idou egō ekklinō eis autous hōs potamous eirēnēs, kai hōs cheimarrhous, epiklyzōn doxan ethnōn. Ta paidia autōn ep᾽ ōmōn arthēsontai, kai epi gonatōn paraklēthēsontai. Hoi goun logoi hoi paraklētikoi kai paramythētikoi tōn atelesterōn psychōn gala kyriōs ōnomasthēsan, stereas trophēs en dogmasi mystikois nooumenēs, kai en theōrēmasi tois en tais theiais Graphais apokeimenois. Hōs ei tina mētēr parakalesei, houtō kagō parakalesō hymas, kai en Hierousalēm paraklēthēsesthe. Palin kantautha tōn ethnōn doxan synaptōn tę̄ prolechtheisę̄ neą Siōn kai tę̄ Hierousalēm, tēn dothēsomenēn tois ethnesin eirēnēn potamǭ kataklyzonti paraballei. Kai anōterō de tais autais ekechrēto epangeliais, sēmainōn hōs tous eti nēpious tēs Ekklēsias, hate dē galakti trephomenous, tithēnoi tines hypobastaxousin, ētoi didaskaloi kai proestōtes gnēsioi tēs Ekklēsias tou Christou, hoi theioi te kai ouranioi angeloi. Hoi men oun dynatōteroi tous asthenesterous ep᾽ ōmōn bastaxousi, kai epi gonatōn parakalesousin, hōsper ei tis mētēr ta heautēs parakalesę̄ tekna, kagō autos ho Kyrios, hate dē pantōn autōn hyparchōn Patēr, parakalesō tous tōn hypodeesterōn paraklētoras. Kai opsesthe, kai charēsetai hē kardia hymōn, kai osta hymōn hōs botanē anatelei. Kai touto telos estai tōn epangeliōn, to, Opsesthe ton Theon. Dio kai ho Sōtēr toutous emakarize legōn; Makarioi hoi katharoi tę̄ kardią, hoti autoi ton Theon opsontai.»-«Kai gnōsthēsetai hē cheir Kyriou tois phoboumenois auton, kai apeilēsei tois apeithousin. Idou gar Kyrios hōs pyr ēxei, kai hōs kataigis ta harmata autou, apodounai en thymǭ ekdikēsin autou, kai aposkorakismon autou en phlogi pyros.» Tois men dēlōtheisin epangelletai ta prolelegmena tois de tēn enantian peporeumenois hodon ēpeilēsen apeilēn;
of whom sons and offspring and descendants came into being; and so, by the succession of parents, over many ages and in different generations, their whole nation was established. “And I gave this expectation, and you did not remember me, said the Lord. Have I not made her who bears and her who is barren, said your God?” In the same way one would find the other nations too increasing to a multitude over time; but the people of the church of God, all at once, at one time and as it were in one day, filled the greatest part of the inhabited world—a thing strange and beyond all wonder, which neither has eye ever seen nor ear heard. “Rejoice, Jerusalem, and hold festival in her, all you who love her. Rejoice with her with joy, all you who mourn over her, that you may suck and be filled from the breast of her consolation, that, having sucked, you may delight in the entrance of her glory.” Rejoice and exult, as those who will be filled from her who all at once bore a male people to God, and filled with milk for the nourishing of her infants. This rational milk will flow from her two breasts, namely the Old and the New Covenant. For from both these breasts of hers—of which it is said also in the Song, “Your breasts are better than wine”—giving her infants to drink the rational and pure milk, she will bring them to be perfect men. “For thus says the Lord: Behold, I turn toward them like rivers of peace, and like a torrent flooding the glory of nations. Their children will be carried on shoulders and comforted on knees.” The comforting and consoling words for less perfect souls are properly called milk, while solid food is understood in the mystical doctrines and in the contemplations laid up in the divine Scriptures. “As one whom a mother comforts, so I too will comfort you, and you will be comforted in Jerusalem.” Here again, joining the glory of the nations to the new Zion and Jerusalem mentioned before, he compares the peace to be given to the nations to a flooding river. And above too he used the same promises, signifying that certain nurses will carry the infants of the church who are still fed with milk—either the genuine teachers and leaders of the church of Christ, or the divine and heavenly angels. The stronger, then, will carry the weaker on their shoulders and comfort them on their knees, as a mother would comfort her own children; and I myself, the Lord, since I am Father of them all, will comfort those who comfort the lesser. “And you will see, and your heart will rejoice, and your bones will spring up like grass.” And this will be the end of the promises: “You will see God.” That is why the Savior blessed these, saying, “Blessed are the pure in heart, for they will see God.” “And the hand of the Lord will be known to those who fear him, and he will threaten the disobedient. For behold, the Lord will come like fire, and his chariots like a whirlwind, to repay his vengeance in wrath, and his rebuke in a flame of fire.” To those described he promises the things foretold; but to those who traveled the opposite road he made a threat;
66.3PG 24:515–523
καὶ ἀκολούθως διδάσκει τὸν τῆς ἀπειλῆς τρόπον, παριστὰς τὴν δευτέραν καὶ ἔνδοξον τοῦ Σωτῆρος παρουσίαν, ὅτε ἥξει μετὰ τῆς δόξης τοῦ Πατρὸς καὶ μετὰ τῶν ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου. Θυμὸς δὲ αὐτοῦ αἱ κολαστικαὶ καὶ τιμωρητικαὶ δυνάμεις εἰώθασι νομίζεσθαι, καὶ τὸν ἀποσκορακισμὸν αὐτοῦ ἐν πυρὶ φλογὸς κατὰ τῶν αὐτῶν ἀφήσει. Ῥομφαίαν δὲ ὀνομάζει σωματικώτερον, καὶ τραυματίας ὡσαύτως. Ἐπεὶ μὴ ἄλλως ἦν ἀκούειν, Ἰουδαίους ὄντας καὶ μὴ οἷους τε παρακολουθεῖν τῇ τῶν λόγων διανοίᾳ. Ὁ μὲν οὖν ᾿Απόστολος τὸν τῶν προκειμένων νοῦν διασαφεῖ λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται. Ὡς μηκέτι κατὰ τὸν νόμον ὃν παρέδωκε Μωϋσῆς καθαριζομένους σποδῷ δαμάλεως καὶ περιβῥαντηρίοις ἡμερῶν ἑπτὰ καὶ ταῖς διὰ θυσιῶν καθάρσεσιν· ἀντὶ δὲ τούτων, ἐν αὐτοῖς περινοστήσαντες, τὸ δι᾽ ὕδατος καθάρσιον ἀπαρκεῖν αὐτοῖς ᾤοντο, τοῖς κατά τινας κήπους ὕδασιν ἀπολούεσθαι, καὶ μηκέτι μηδενὸς δεῖσθαι τῶν νενομοθετημένων. Ἢ καὶ ἄλλως μετὰ μιαρὰς καὶ ἀκαθάρτους πράξεις, ἀθεμίτους τε αἰσχρουργίας ἐνόμιζον ψιλοῖς ὕδασι καθαρίζειν τὰς ἑαυτῶν ψυχάς. Κἀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν λογισμὸν αὐτῶν. Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας. καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου.» Σαφέστερον δὲ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις διδάσκει ταῦτα λέγων· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ· καὶ συνάξουσι πάντα τὰ ἔθνη ἔμπροσθεν αὐτοῦ, καὶ ἀφοριεῖ αὐτοὺς, ὃν τρόπον ἀφορίζει ὁ ποιμὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ πάλιν τοῖς ἔθνεσιν ἐπαγγέλλεται, τὸ καταξιωθῆναι θεάσασθαι τὴν δόξαν αὐτοῦ. Καὶ καταλείψω ἐπ᾿ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεῖς, καὶ Φοὺδ, καὶ Λούδ, καὶ Μοσὴχ, καὶ εἰς Θοβέλ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόῤῥω· οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὔτε ἑωράκασί μου τὴν δόξαν. Καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι. Καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, ὅτι «Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, οἱ οὐκ ἀκηκόασι. Καὶ πάλιν· · Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπιζητοῦσιν· εἶπα· Ἰδού εἰμι, τοῖς μὴ ἐπικαλουμένοις τὸ ὄνομά μου. Τούτων ἀδελφὰ τυγχάνει τὰ προειρημένα, δι' ὧν τοὺς ἑαυτοῦ ἀποστόλους ἐπαγγέλλεται ἀποστέλλειν ἐπὶ τὰ ἀλλότρια τοῦ Ἰσραὴλ ἔθνη τὰ πορρωτάτω τῆς Ἰουδαίας. Καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν, δῶρον Κυρίῳ. "Αξουσιν αὐτοὺς, τέλος ἀγαθὸν αὐτοῖς τοῦτο παραχωρήσαντες, ὅτε καὶ ἀναληφθήσονται ὁμοίως τῷ Ἡλίᾳ ἐφ᾽ ἅρματι ἀγγελικῷ ὀχούμενοι, φωτὸς ἐπουρανίου περιαστράπτοντος αὐτούς.
kai akolouthōs didaskei ton tēs apeilēs tropon, paristas tēn deuteran kai endoxon tou Sōtēros parousian, hote hēxei meta tēs doxēs tou Patros kai meta tōn angelōn autou, krinai zōntas kai nekrous. En gar tǭ pyri Kyriou krithēsetai pasa hē gē, kai en tę̄ rhomphaią autou pasa sarx; polloi traumatiai esontai hypo Kyriou. Thymos de autou hai kolastikai kai timōrētikai dynameis eiōthasi nomizesthai, kai ton aposkorakismon autou en pyri phlogos kata tōn autōn aphēsei. Rhomphaian de onomazei sōmatikōteron, kai traumatias hōsautōs. Epei mē allōs ēn akouein, Ioudaious ontas kai mē hoious te parakolouthein tę̄ tōn logōn dianoią. Ho men oun ᾿Apostolos ton tōn prokeimenōn noun diasaphei legōn; Kata de tēn sklērotēta sou kai ametanoēton kardian thēsaurizeis seautǭ orgēn en hēmerą orgēs kai apokalypseōs, kai dikaiokrisias Theou, hos apodōsei hekastǭ kata ta erga autou. Hoi hagnizomenoi kai katharizomenoi eis tous kēpous, kai en tois prothyrois esthontes kreas hyeion, kai ta bdelygmata kai ton myn, epi to auto analōthēsontai. Hōs mēketi kata ton nomon hon paredōke Mōÿsēs katharizomenous spodǭ damaleōs kai peribrhantēriois hēmerōn hepta kai tais dia thysiōn katharsesin; anti de toutōn, en autois perinostēsantes, to di᾽ hydatos katharsion aparkein autois ǭonto, tois kata tinas kēpous hydasin apolouesthai, kai mēketi mēdenos deisthai tōn nenomothetēmenōn. Ē kai allōs meta miaras kai akathartous praxeis, athemitous te aischrourgias enomizon psilois hydasi katharizein tas heautōn psychas. Kagō ta erga autōn, kai ton logismon autōn. Erchomai synagagein panta ta ethnē kai tas glōssas. kai hēxousi kai opsontai tēn doxan mou.» Saphesteron de ho Sōtēr en tois Euangeliois didaskei tauta legōn; Hotan de elthę̄ ho Huios tou anthrōpou en tę̄ doxę̄ tou Patros autou, kai pantes hoi hagioi angeloi met' autou; kai synaxousi panta ta ethnē emprosthen autou, kai aphoriei autous, hon tropon aphorizei ho poimēn ta probata apo tōn eriphōn, kai ta hexēs. Kai touto de palin tois ethnesin epangelletai, to kataxiōthēnai theasasthai tēn doxan autou. Kai kataleipsō ep᾿ autōn sēmeion, kai exapostelō ex autōn sesōsmenous eis ta ethnē, eis Tharseis, kai Phoud, kai Loud, kai Mosēch, kai eis Thobel, kai eis tēn Hellada, kai eis tas nēsous tas porrhō; hoi ouk akēkoasi mou to onoma, oute heōrakasi mou tēn doxan. Kai anangelousi tēn doxan mou en tois ethnesi. Kai en tois emprosthen elegeto, hoti «Hois ouk anēngelē peri autou opsontai, hoi ouk akēkoasi. Kai palin; ; Emphanēs egenomēn tois eme mē eperōtōsin, heurethēn tois eme mē epizētousin; eipa; Idou eimi, tois mē epikaloumenois to onoma mou. Toutōn adelpha tynchanei ta proeirēmena, di' hōn tous heautou apostolous epangelletai apostellein epi ta allotria tou Israēl ethnē ta porrōtatō tēs Ioudaias. Kai axousi tous adelphous hymōn ek pantōn tōn ethnōn, dōron Kyriǭ. "Axousin autous, telos agathon autois touto parachōrēsantes, hote kai analēphthēsontai homoiōs tǭ Hēlią eph᾽ harmati angelikǭ ochoumenoi, phōtos epouraniou periastraptontos autous.
and he next teaches the manner of the threat, presenting the second and glorious coming of the Savior, when he will come with the glory of the Father and with his angels to judge the living and the dead. “For by the fire of the Lord all the earth will be judged, and all flesh by his sword; many will be wounded by the Lord.” His wrath is usually understood as the chastising and punishing powers; and he will let loose his rebuke in a flame of fire against the same. He speaks of a sword in rather bodily terms, and of the wounded likewise, since they could not otherwise hear, being Jews and unable to follow the sense of the words. The apostle, then, makes clear the sense of these words, saying, “But by your hardness and impenitent heart you are storing up wrath for yourself on the day of wrath and of the revelation and righteous judgment of God, who will repay each according to his works.” “Those who sanctify and purify themselves for the gardens, and eat swine’s flesh in the porches, and the abominations and the mouse, will be consumed together.” So that they were no longer purified according to the law that Moses delivered, with the ashes of a heifer and sprinklings over seven days and the purifications by sacrifices; but instead of these, going about among themselves, they thought the purification by water sufficient for them, washing themselves in the waters in certain gardens, and needing nothing further of what had been enacted. Or else, otherwise, after foul and impure deeds and lawless shameful acts, they thought to purify their souls with plain water. “And I [know] their works and their reasoning. I come to gather all the nations and the tongues, and they will come and see my glory.” The Savior teaches these things more clearly in the Gospels, saying, “When the Son of Man comes in the glory of his Father, and all the holy angels with him, they will gather all the nations before him, and he will separate them as the shepherd separates the sheep from the goats,” and so on. And this too he promises again to the nations: to be counted worthy to behold his glory. “And I will leave a sign upon them, and I will send out from them those who are saved to the nations, to Tarshish and Put and Lud and Meshech and to Tubal and to Greece and to the distant islands, who have not heard my name nor seen my glory. And they will declare my glory among the nations.” And in the earlier passages it was said, “Those to whom it was not announced concerning him will see, those who have not heard”; and again, “I became manifest to those who did not ask for me; I was found by those who did not seek me; I said, Here I am, to those who did not call upon my name.” Akin to these are the things foretold here, by which he promises to send his own apostles to the nations alien to Israel, farthest from Judea. “And they will bring your brothers from all the nations, a gift to the Lord.” They will bring them, granting them this good end, when they too will be taken up like Elijah, riding on an angelic chariot, with heavenly light flashing around them.
66.4PG 24:515–523
Μεθ᾽ ἴππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων, μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε Κύριος. Νοήσεις δὲ τοὺς ἵππους καὶ τὰ ἄρματα ἀγγελικὰ, ἐπιστήσας τοῦ Ζαχαρίου τῇ προφητείᾳ, παρ' ᾧ ἵππους ψαροὺς καὶ ποικίλους καὶ λευκοὺς καὶ ἅρματά τινα διαγράψας ὁ λόγος, ἀγγελικὰς ἠνίττετο δυνάμεις. Λαμπῆναι δὲ ἡμιόνων σημαίνειν ἑοίκασι τὰ τῆς ἀναστάσεως σώματα, οἷς ἐποχούμεναι αἱ ψυχαὶ εἰς τὴν ἐπουράνιον ἀναληφθήσονται πόλιν. Εὖ δὲ εἴρηται λαμπῆναι διὰ τὴν ἐκλάμπουσαν αὐτοῖς δόξαν. Ὡς ἀνενέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν· καὶ ἀπ᾿ αὐτῶν λήψομαι ἱερεῖς καὶ Λευίτας, εἶπε Κύριος. Ὥσπερ οὖν τότε κατὰ τὸν σωματικὸν νόμον ἐπὶ τῆς ἐπιγείου Ἱερουσαλὴμ ταῦτ᾽ ἔπραττον οἱ τὴν λατρείαν ἐπιτελοῦντες· τὸν αὐτὸν τρόπον κατὰ τὸ ἐπὶ γῆς παράδειγμα οἱ εἰς τὴν οὐράνιον Ἱερουσαλήμ ἀνιόντες ἥξουσι μετ' οἱκείων καρπῶν, ὧν ἕκαστος ἐν ψυχῇ μετακομίζεται δώρων τῆς τῶν ἀρετῶν ἐκ καρποφορίας. Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος · οὕτω στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.» Εἰ γὰρ οὐρανὸς καινὸς ἐστι καὶ ἡ γῆ καινὴ, καὶ Ἱερουσαλήμ καινὴ, ἀκόλουθον ἂν εἴη καὶ τοὺς ἱερεῖς καὶ Λευίτας καινοὺς ἔσεσθαι· διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγε · Οὐ μνησθῶσι τῶν προτέρων, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Τὰ μὲν οὖν πρῶτα οὐ μένοντα ἦν· διὸ ἐλέγετο · · Οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται · · καὶ πάλιν· Εἰλιγήσεται οὐρανὸς ὡς βιβλίον, καὶ φθορᾷ φθαρήσεται ἡ γῆ. Τοῦ δὲ μέλλοντος αἰῶνος ἀπαρχὴ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Καὶ ἔσται μὴν ἐκ μηνὸς, καὶ σάββατον ἐκ σαββάτου. Ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε Κύριος. Τὸ δὲ σάββατον Χριστοῦ ἀκόλουθόν ἐστι κατὰ διάνοιὰν ἐκλαμβάνειν τὰς ἐν οὐρανῷ ἑορτὰς καὶ τὰ ἐκεῖσε σάββατα ἀληθινὰ ἐπὶ τοὺς μῆνας τοὺς ἐκεῖ. Περὶ ὧν πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, σχολῆς τε μακρᾶς καὶ οἰκείας ὑποθέσεως δεόμενος. Σάρκα δὲ πᾶσαν λέγει πάντα τὰ ἔθνη τοῦτον ὀνομάζων τὸν τρόπον· οὕτω γοῦν ἐλέγετο καὶ διὰ τῶν ἔμπροσθεν Ὄψεται δὲ πᾶσα σάρξ τὸ Σωτήριον τοῦ Θεοῦ· · καὶ ἀλλαχοῦ· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν ἐν Ἱερουσαλήμ. · Τὴν ἐπουράνιον σημαίνει Ἱερουσαλήμ, ἔνθα συστήσεται ἡ τοῦ Σωτῆρος ἡμῶν βασιλεία. Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Τίνες δὲ ἦσαν οὗτοι, ἐν ἀρχῇ τῆς προφητείας ἐδήλου λέγων· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δὲ με ἠθέτησαν. Ηνίξατο τοίνυν τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους τὴν σωτήριον ἀθετήσαντας χάριν. δὴ τέλος τῶν ἀσεβῶν ὁρίζεται καὶ ὁ Σωτὴρ ἡμῶν ἐν Εὐαγγελίοις εἰπὼν τοῖς εἰς τὰ ἀριστερὰ αὐτοῦ στησομένοις Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὥσπερ οὖν ἐκεῖ αἰώνιον εἴρηται πῦρ, οὕτω καὶ ἐνταῦθα ἄσβε
Meth᾽ ippōn kai harmatōn en lampēnais hēmionōn, meta skiadiōn eis tēn hagian polin Hierousalēm, eipe Kyrios. Noēseis de tous hippous kai ta armata angelika, epistēsas tou Zachariou tę̄ prophēteią, par' hǭ hippous psarous kai poikilous kai leukous kai harmata tina diagrapsas ho logos, angelikas ēnitteto dynameis. Lampēnai de hēmionōn sēmainein heoikasi ta tēs anastaseōs sōmata, hois epochoumenai hai psychai eis tēn epouranion analēphthēsontai polin. Eu de eirētai lampēnai dia tēn eklampousan autois doxan. Hōs anenenkaisan hoi huioi Israēl tas thysias autōn emoi meta psalmōn; kai ap᾿ autōn lēpsomai hiereis kai Leuitas, eipe Kyrios. Hōsper oun tote kata ton sōmatikon nomon epi tēs epigeiou Hierousalēm taut᾽ epratton hoi tēn latreian epitelountes; ton auton tropon kata to epi gēs paradeigma hoi eis tēn ouranion Hierousalēm aniontes hēxousi met' hoikeiōn karpōn, hōn hekastos en psychę̄ metakomizetai dōrōn tēs tōn aretōn ek karpophorias. Hon tropon gar ho ouranos kainos kai hē gē kainē, ha egō poiō, menei enōpion emou, legei Kyrios ; houtō stēsetai to sperma hymōn kai to onoma hymōn.» Ei gar ouranos kainos esti kai hē gē kainē, kai Hierousalēm kainē, akolouthon an eiē kai tous hiereis kai Leuitas kainous esesthai; dio kai en tois emprosthen elege ; Ou mnēsthōsi tōn proterōn, kai ouk anabēsetai autōn epi tēn kardian. Ta men oun prōta ou menonta ēn; dio elegeto ; ; Ouranos kai hē gē pareleusontai ; ; kai palin; Eiligēsetai ouranos hōs biblion, kai phthorą phtharēsetai hē gē. Tou de mellontos aiōnos aparchē Christos; epeita hoi tou Christou en tę̄ parousią autou. Kai estai mēn ek mēnos, kai sabbaton ek sabbatou. Hēxei pasa sarx tou proskynēsai enōpion emou en Hierousalēm, eipe Kyrios. To de sabbaton Christou akolouthon esti kata dianoian eklambanein tas en ouranǭ heortas kai ta ekeise sabbata alēthina epi tous mēnas tous ekei. Peri hōn polys ho logos kai dysermēneutos, scholēs te makras kai oikeias hypotheseōs deomenos. Sarka de pasan legei panta ta ethnē touton onomazōn ton tropon; houtō goun elegeto kai dia tōn emprosthen Opsetai de pasa sarx to Sōtērion tou Theou; ; kai allachou; Ekcheō apo tou Pneumatos mou epi pasan sarka, kai prophēteusousin en Hierousalēm. ; Tēn epouranion sēmainei Hierousalēm, entha systēsetai hē tou Sōtēros hēmōn basileia. Kai exeleusontai kai opsontai ta kōla tōn anthrōpōn tōn parabebēkotōn en emoi. Ho gar skōlēx autōn ou teleutēsei, kai to pyr autōn ou sbesthēsetai, kai esontai eis horasin pasę̄ sarki. Tines de ēsan houtoi, en archę̄ tēs prophēteias edēlou legōn; Huious egennēsa, kai hypsōsa; autoi de me ēthetēsan. Ēnixato toinyn tous ek tou Ioudaiōn ethnous tēn sōtērion athetēsantas charin. dē telos tōn asebōn horizetai kai ho Sōtēr hēmōn en Euangeliois eipōn tois eis ta aristera autou stēsomenois Poreuesthe eis to pyr to aiōnion, to hētoimasmenon tǭ diabolǭ kai tois angelois autou. Hōsper oun ekei aiōnion eirētai pyr, houtō kai entautha asbe
“With horses and chariots, in litters of mules, with canopies, to the holy city Jerusalem, said the Lord.” You will understand the horses and chariots as angelic, by attending to the prophecy of Zechariah, in which the word, describing dapple-gray and spotted and white horses and certain chariots, hinted at angelic powers. And the litters of mules seem to signify the bodies of the resurrection, riding on which the souls will be taken up into the heavenly city. And the word “litters” (lampēnai) is well chosen because of the glory that shines (eklampousa) from them. “As the sons of Israel would offer their sacrifices to me with psalms; and from them I will take priests and Levites, said the Lord.” Just as, then, at that time, according to the bodily law, those who performed the worship did these things at the earthly Jerusalem, in the same way, after the earthly pattern, those who go up to the heavenly Jerusalem will come with their own fruits—the gifts that each carries in his soul from the fruit-bearing of the virtues. “For as the new heaven and the new earth, which I make, remain before me, says the Lord, so will your seed and your name stand.” For if the heaven is new and the earth new, and Jerusalem new, it would follow that the priests and Levites too will be new; that is why he said in the earlier passages too, “They will not remember the former things, and they will not come into their heart.” The first things, then, were not lasting; that is why it was said, “Heaven and earth will pass away”; and again, “The heaven will be rolled up like a scroll, and the earth will be destroyed with destruction.” But of the age to come the firstfruits is Christ; then those who are Christ’s at his coming. “And it will be month after month, and Sabbath after Sabbath. All flesh will come to worship before me in Jerusalem, said the Lord.” As for the Sabbath, it is consistent to take, in the spiritual sense, the feasts in heaven and the true Sabbaths there, over the months there. About these there is much to say, and it is hard to explain, needing long leisure and a subject of its own. By “all flesh” he means all the nations, naming them in this way; so at any rate it was said in the earlier passages too, “And all flesh will see the salvation of God”; and elsewhere, “I will pour out of my Spirit on all flesh, and they will prophesy in Jerusalem.” He signifies the heavenly Jerusalem, where the kingdom of our Savior will be established. “And they will go out and see the corpses of the men who transgressed against me. For their worm will not die, and their fire will not be quenched, and they will be a spectacle to all flesh.” Who these were he showed at the beginning of the prophecy, saying, “I begot sons and raised them up, but they rejected me.” He hinted, then, at those of the nation of the Jews who rejected the saving grace. This end of the ungodly our Savior too defines in the Gospels, saying to those who will stand on his left, “Go into the eternal fire prepared for the devil and his angels.” Just as, then, the fire there is called eternal, so here too unquench…