Poems 2.1.13–2.1.18
Greek text: Migne, PG 37 (Greek text: Migne, PG 37, read from the Bavarian State Library scan (OCR)).English: Claude (claude-opus-5-5), public domain (CC0).
Poem 2, chapter 1
2.1.13PG 37:1227–1244
Ὦ θυσίας πέμποντες ἀναιμάκτους, ἱερῆες! Ὦ ψυχῶν ταμίαι μεγακύδεες! Ω μεγάλοιο Πλάσμα Θεοῦ χείρεσσιν ἐν ὑμετέρησι φέροντες! Ὦ Θεὸν ἀνθρώποισι μέγ᾽ ἔξοχον εἰς ἓν ἄγοντες! Ὦ κόσμοιο θέμεθλα, βίου φάος, ἔρμα λόγοιο, Μυστοπόλοι ζωῆς ἀτελευτήτοιο φαεινῆς, Χριστοφόροι, θώκοισιν ἐνεδριόωντες ἀρίστοις, Ὑψηλοί, θεάτροισι γεγηθότες εὐπρεπέεσσι, Σκηνοβάται, κώλοισιν ἐφεσταότες ξυλίνοισιν, ᾿Αδρανέως χάσκοντες ἐν ἀλλοτρίοισι προσώποις, Εὐσεβίης ὅσα δ᾽ ἐντὸς, ὁμοίῖα πᾶσιν ἔχοντες! Ὑμεῖς μὲν παίζοιτε, τα περ καὶ παίζετ᾽ ἀεικῶς, Καὶ σοβαρὸν φθέγγοισθε, τὰ δ᾽ ἔρδετε ὡς μάλ᾽ ἐλαφρά Αὐτὰρ ἐγὼν, εἰ καί με κακὸν καὶ ἀνάρσιον ἄνδρα Πάντες ὁμοῦ θείητε, χοροῦ δ' ἄπο τῆλε δίοισθε Ὑμετέρου, βάλλοντες ἐπασσυτέροισιν ὀἴστοῖς, Ἀμφαδίοις, κρυπτοῖς τε, τὸ περ καὶ φίλτερον ὑμῖν· Ἀλλ᾿ ἔμπης τὰ με θυμὸς ἐποτρύνει καὶ ἀνώγει, Φθέγξομαι, οὐκ ἐθέλων μὲν, ἀτὰρ λόγον ἔκτοθε ῥήξω Ψυχῆς, ὡς ὅτε κῦμα βιώμενον ἔνδοθι λάβρῳ Πνεύματι, καὶ σήραγγας ὑποτρέχον, οὐκ ἐπίοπτα Καγχλάζει, καί πού τι διεκπίπτει δαπέδοιο, Ῥηγνυμένης ὠδῖνος ἀνὰ στόμα. Τοῖα πέπονθα. Οὐ δύναμαι χαδέειν ἐντὸς χόλον· ἀλλὰ δέχεσθε, Εἴ τινα καὶ δακέθυμον ἐρῶ λόγον, υἱὸν ἀνίης. Φάρμακον ἄλγεός ἐστι καὶ ἡέρι μῦθον ἐνισπεῖν. Σῶμα μέγα Χριστοῖο, τὸ τίμιον εὖχος ἄνακτος, Λαὸς ὅλης γαίης βασιλήῖος, ἔθνος ἄπιστον, Ἦν ὅτ᾽ ἔην. Νῦν αὖτε Θεοῦ κτέαρ ἔνθα καὶ ἔνθα Σείεται, οἷά τε κῦμα πολυσμαράγοιο θαλάσσης, Ἠὲ φυτὸν ζαμενέσσι πινασσόμενον ἀνέμοισι. Λαὸς ὅδ', ᾧ Θεὸς ἦλθεν ἀπ᾿ οὐρανίοιο θοώκου, Κῦδος ἑὸν θνητοῖσιν ἐνὶ σπλάγχνοισι κενώσας, Καὶ μίχθη μερόπεσσι, Θεὸς βροτὸς εἰς ἓν ἀγερθείς, Καὶ μέγαν ὧνον ἔδωκε παθὼν δέμας, αἷμά τε θεῖον Ῥύσιον ἡμετέρης κακίης χέεν, ἄλλα τε πολλὰ Θύματα, τοὺς μετέπειτα λόγον σπείραντας ἅπασι. Καὶ γλυκεροῦ θανάτοιο πικρῆς χερὸς ἀντιάσαντας, Ως κε λόγῳ τίσωσι Λόγον Θεὸν, αἵματι δ' αἷμα. Τίς δονέει τόδε σῶμα; πόθεν τόσον ἄχθος ἔμοιγε ; Πῶς δὲ τε σῦς μονόφορβος ἐμὴν δηλήσαθ᾽ ἁλωήν; Πῶς μήνη σκοτέεσσα τόσον κλέος ἀμφεκάλυψε; Λύσσήεις, κακοεργὸς, ἐπεὶ, μερόπεσσι μεγαίρων, Ἡμετέρην κακίην, ὁπόσοι λαοῖο πρόεδροι. Ἐξέτι τοῦ ὅτε πρῶτον ᾿Ἀδὰμ βάλεν ἐκ παραδείσου, Ζωῆς τ᾿ ἀθανάτου, κλέψας δηλήμονι καρπῷ, Καὶ πολλοῖς κρατεροῖς τε τινάγμασιν αἰὲν ἀτάζων, Οὐ σθένεν, ὡς ποθέεσκεν, ὅλον γένος, οἶσι δήλοισι Γνὺξ βαλέειν (σπινθήρ δὲ λόγου, καὶ πυρσὸς ἀερθεὶς, Πᾶσαν ἐπέδραμε γαῖαν ἀοίδιμος, οἱ δὲ διῶκται Καὶ πλέον ἐστήριξαν ἀεθλοφόροισι παγέντας), Δεύτερον εὕρατο μῆχος ἐπίκλοπον. Ὡς στρατὸν ἔγνω Καρτερὸν, ἡγητῆρσιν ὀλοίϊον ἔμβαλεν ἔχθος. Πρόσθε μὲν ἀνδροφόνοισι φυγῆς πτολίεθρα τέτακτ Καὶ χῶρός τις ἔην ἀποπομπαίοις θυέεσσι, Καί τις καὶ πικρίης καὶ αἵματος ὑστατίοισιν Ἤμασιν, οἱ Χριστοῖο κακόφρονες ἐξεκένωσαν Μισθὸν ἀτιμήτοιο κακὸν καὶ τυτθὸν ἔχοντες, Οὗ τι μὲν ἐξ ἀέκοντος, ἐπεὶ Θεός ἐστιν ἄληπτος Χείρεσιν, εὔτ᾽ ἐθέλῃσιν· ἀτάρ γε μὲν ἐξεκένωσαν. Καὶ γὰρ, ἀγοῦ πίπτοντος, ὅλος στρατὸς ἐς χθόνα νεύει. Νῦν δ᾽ ἕνα χῶρον ἴσασιν ἀτασθαλίης τε μόρου τε Ποντοπόρον δὲ τε νῆα κακὸς πρήνιξεν ἀήτης, Η σκοπέλοισιν ἔαξε, κυβερνητῆρος ἄτερθεν. Ὡς δὲ δόμους τε, πόλεις τε, χόρους, βόας, ἅρματα, πῶῦ Πάντες, ὅσοι ξεῖνοί τε καὶ ἕρκεος ἡμετέροιο, Τὸ σεπτὸν τοπάροιθε σοφῶν ἔδος, ἕρκος ἀρίστων, Βῆμα τόδ᾽ ἀγγελικῇσι χοροστασίῃσι τεθηλὸς, Βλάψεν ἀϊδρείη σημάντορος. Εἰδόσι μῦθος Θῶπες ερισθενέων χθαμαλοί, χθαμαλοῖσι λέοντες, Κιγκλίδα τὴν μεσατην κόσμων δύο, τοῦδε μένοντος, Τοῦ τε παριπταμένοιο, θεῶν ὅρον, ἡμερίων τε. Ἧν ὅτε ἦν. Νῦν αὖτε γελοίῖον, ἡνίκα πᾶσιν Ἐντὸς ἀκληΐστοιο θύρης δρόμος, ὡς δοκέω μοι Κήρυκος βοόωντος ἐνὶ μεσάτοισιν ἀκούειν · «Δεῦρ᾽ ἴθ᾿ ὅσοι κακίης ἐπιβήτορες, αἴσχεα φωτῶν, Γάστορες, εὐρυτένοντες, ἀναιδέες, ὀφρυόεντες, Ζωροπόται, πλάγκται, φιλοκέρτομοι, ἁβροχίτωνες, Ψεῦσταί θ᾽ ὑβρισταί τε, θοῶς ἐπίορκον ὁμοῦντες, Δημοβόροι, κτεάτεσσιν ἐπ᾿ ἀλλοτρίοισιν ἀάπτους Βάλλοντες παλάμας, φθονεροὶ, δολόεντες, ἄπιστοι, ᾿Αμφίθετοι, καιροῖο πολυτρέπτου θεράποντες, Πουλύποδες πέτρῃσιν ἀειδόμενοι χρόα μύθῳ, Αρτίγαμοι, ζείοντες, ἔτι χνοάοντες ἴουλον, Η κλέπται φυσικοῖο πυρὸς, φαέεσσιν ἔχοντες Ἠερίην φιλότητα, ὅτ᾽ ἀμφαδίην ἀλέησθε, Νήΐδες οὐρανίων, νεολαμπέες, αἰθαλόεντες, Πνεύματι αἰγλήεντι συνερχομένης κακότητος. Δεῦρ᾽ ἴτε θαρσαλέοι, πᾶσι θρόνος εὐρὺς ἕτοιμος. Δεῦρ᾽ ἴτε, δεξιτερῇσι νέους κλίνοιτε τένοντας Πᾶσι προφρονέως, καὶ μὴ ποθέουσι τέτανται. Μάννα πάλιν, ξένος ὄμβρος · ἅπας κόλποισι λέγοιτε, Ῥίψας, ὃς δὲ δορὴν, ὃς δούρεα, ὃς δὲ πυράγρην, Ὃς πλέον, ὅς τ᾽ ἐπιδευὲς, ἴην χάριν. Εἰ δ᾽ ἐθέλοιτε, Μηδ' ἁγίου φείδοισθε θεουδέος ἤματος ἀργοῦ. Ἢ τάχα καὶ παλάμῃσιν ἐν ἀπλήστοισι πύθοιτο. Ξυνὸς μὲν πάντεσσιν ἀὴρ, ξυνὴ δὲ τε γαῖα, Ξυνὸς δ᾽ οὐρανὸς εὐρὺς, ἅ τ᾽ οὐρανὸς ὄμμασι φαίνει, Ξυνὴ δ᾽ αὖ πόντοιο χάρις, ξυνοί τε θόωκοι. Θαῦμα μέγ', οὐδὲ Σαούλ χάριτος ξένος, ἀλλ᾽ ὑποφήτης. Μή τέ τις οὖν ἀροτὴρ, μὴ τέκτων, μὴ σκυτοεργός, Μὴ θήρην μεθέπων, μήτ᾽ ἔμπυρον ἔργον ἐλαύνων, Τῆλε μένοι, μὴ δ' ἄλλον ἔχοι σημάντορα θεῖον. Κρείσσον γάρ κρατέειν, ἠὲ κρατέοντι πιθέσθαι. Ἀλλ᾿ ὁ μὲν ἐκ χειρῶν πέλεκυν μέγαν, ὃς δ᾽ ἄρ᾽ ἐχέτλην Ἐνθάδ᾽ ἴοι, θείην δὲ περιθλίβοισθε τράπεζαν, Στεινόμενοι, στεινοῦντες. Ὁ δ᾽ ἄλκιμος ἄλλον ἐλαύνοι, Πολλάκι καί τ᾽ ἄριστον, ἐνιδρώσαντα θρόνοισι, Γηραιὸν, σάρκεσσι τετρυμένον, οὐρανοφοίτην, Κόσμον ἀτιμάζοντα, Θεοῦ μετὰ μοῖραν ἔχοντα, Καὶ νέκυν ἐν ζωοῖσι, θυηπόλον ἐσθλὸν ῎Ανακτος. Εἰκὼ μέν τις ἔγραψεν ἀπ᾽ εἰκόνος ἀρχετύποιο, Στησάμενος προπάροιθε, πίναξ δ' ὑπεδέξατο μορφήν· Ὑμᾶς δ᾽ εἰσορόων τις, ἐναντίον οἷμον ὀδεύοι. Καὶ τόδε μοῦνον ὄνειαρ ἀφ᾽ ὑμετέρης κακότητος. Κήρυξ μὲν δὴ τοῖα βριήπυος. Αὐτὰρ ἔγωγε Δείδια μὲν Μωσῆος ἀγακλέος οἷον ἄκουσα, Τοὺς δ᾽ ἄλλους ἐκέλευσεν ὑπὸ προπόδεσσι μένοντας, ῾Αγνοτάτους ἁγνοῖσιν ἐν εἴμασι καὶ τρομέοντας Μούνης εἰσαΐειν θείης ὀπός. Οὐ γὰρ ἄμεινον Οὐδ᾽ αὐτοῖς θήρεσσι πατεῖν πέδον οὐρανίοιο, Μὴ καὶ ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν. Δείδια δ᾽ αὖ παίδων Ααρὼν μόρον, οἵ ῥα θυηλὰς Θέντες ἐπὶ ξείνοιο πυρὸς, ξείνως καὶ ὅλοντο Αὐτίκα, καὶ θυέων χῶρος θανάτοιο τελέσθη, Καὶ παϊδές περ ἐόντες Αρὼν μεγάλοιο, δάμασθεν. Ὡς δὲ καὶ Ἡλείδησιν ἐπέχραε λυγρὸς ὅλεθρος, Ἡλείδαις, ὅτι μάργον ἔχον νόον. Η γὰρ ἔβαλλον Οὐχ ἱερὰς παλάμας ἱερῶν καθύπερθε λεβήτων. Οὐδὲ μὲν οὐδ᾽ Ἡλεὶ χόλον ἔκφυγεν, ἀλλὰ καὶ αὐτὸν Οὐχ ὁσίη γαστήρ παίδων ἐχάλεψε δίκαιον, Καί περ ἀεὶ βρίσαντα ὀνειδείοις ἐπέεσσιν. Εἰ δὲ τόση τοίῃσιν ἁμαρτάσι μῆνις ἔπεστιν, Ὁσσατίης δέος ἐστὶν ἐπὶ πλεόνεσσι κακοῖσι ! Καὶ σὲ, κιβωτὸν ἄνασσαν, ὃς ἥδρασε χειρὶ βεβήλῳ Κλινομένην, θάνεν αἶψα. Θεοῦ δὲ τε νηὸν ἔθηκεν ῎Αψαυστον παλάμησιν, ἐρείσματα τἄκτοθι τοίχων. Τοὔνεκεν αἰάζω, πίπτω δ' ὑπὸ σεῖο πόδεσσι, Χριστὲ ἄναξ, μή μοί τις ἀπαντήσειεν ἀνίη Χαζομένῳ. Κέκμηκα λύκοις δηλήμοσι ποίμνης, Ποιμέσι μαρνάμενος δηρὸν χρόνον. Ἐκ μελέων δὲ Ῥικνῶν ἔπτατο θυμὸς, ἀναπνείω δ᾽ ὀλίγον τι Τειρόμενος καμάτοισι, καὶ αἴσχεσιν ἡμετέροισιν. Ὧν, οἱ μὲν θώκων ἱερῶν πέρι δῆριν ἔχοντες, Αντία κυμαίνοντες, ἐπασσυτέροισι κακοῖσι Βαλλόμενοι, βάλλοντες, ἀτειρέες εἰσὶ μαχηταὶ, Εἰρήνην βοόωντες, ἐφ᾿ αἷμασι κυδιόωντες. Ὡς ὄφελον Γετθαῖαν ἀναπλήσαιεν ἀνίην, Ἔνδικον ἐδρήεσσαν, ἐφ᾽ ἕδρῃ τίσιν ἔχοντες. Οἱ δ' ἄρα τοῖς ἑκάτερθε μεριζόμενοι, κλονέουσιν Αντολίην τε δύσιν τε, Θεὸς δ' ἐς σάρκας ἔληξεν, Ὧν ἄπο μαρναμένων καὶ οὔνομα καὶ μόθος ἄλλοις Παῦλος ἐμὸς, Πέτρος δὲ τεὸς, κείνου δέ τ' ᾿Απολλὼς Εἰσὶ θεοί. Χριστὸς δὲ μάτην ἤλοισι πέπαρται. Οὐ γὰρ ἀπὸ Χριστοῖο καλεύμεθα, ἐκ μερόπων δὲ, Κείνου καὶ χείρεσσι καὶ αἵματι κῦδος ἔχοντες. Τόσσος ἔρως φαέεσσιν ἐπήχλυσεν ἡμετέροισιν, Η δόξης κενεῆς, ἢ κτήσιος, ἢ φθόνος αἰνὸς, Τηκεδανός, κακόχαρτος, ἐναίσιμον ἄλγος ἔχουσι ! Καὶ πρόφασις Τριάς ἐστι, τὸ δ᾽ ἀτρεκὲς, ἔχθος ἄπιστον. Διπλόος ἐστὶν ἕκαστος, ὅῖς λύκον ἀμφικαλύπτων, Καὶ χαλκὸς λοχόων πικρὴν νεπόδεσσιν ἐδωδήν. Τοῖα μὲν ἡγητῆρες· ὁ δ᾽ ἕσπεται ἐγγύθι λαὸς, Πρόφρονες ἐς κακίην, καὶ ἡγητῆρος ἄνευθεν. Οὐδέ τις ἔστ᾽ ἀγαθοῖο διάκρισις, οὐδὲ κακοῖο, Οὐ πινυτῆς πολιῆς, οὐκ ἀφραδέος νεότητος, Οὐ μογεροῦ βιότοιο θεουδέος, οὐ μαλακοῖο. Εἷς νόμος ἐστὶ, κάκιστον ἔχειν πλέον. Ὡς ἀπόλοιτο Κεῖνος ἀνὴρ, ὃς πρῶτος ἀνήγαγεν ἐνθάδ' ἀλιτρούς. Αὐτῶν κόσμος ἔοι, αὐτῶν Θεὸς, ὅσσα τ᾽ ἀρίστοις Εσπεται ὑστατίοισιν ἐν ἤμασιν ἀμφιτάλαντα · Οἱ δ᾽ ἀγαθοὶ μογέοιεν ἐτώσια. Τοῖα δικασταῖς Εὔαδεν ἡμετέροισι. Δίκη φυγὰς ἔνθεν ἀπέλθοι. Ἕν δ᾽ ἄρα πάντα πέλοι, Χριστὸς, βροτὸς, ἥλιος, Φῶς, σκότος, ἄγγελος ἐσθλὸς, Ἑωσφόρος οὐκέτι λάμ- Πέτρῳ δ᾽ ἴσα φέροιτο θεοκτόνος Ἰσκαριώτης, Καὶ Σολύμοις ἱεροῖσιν ἀλιτροτάτη Σαμάρεια. Ἴσα δ' ἔχοι χρυσός τε καὶ ἄργυρος, ἠδὲ σίδηρος, Μάργαρος ὀκρυοέντι λίθῳ, πηγαῖς δὲ χαράδραι· Πάντα δ᾽ ἅμ᾿ ἀλλήλοισι πεφυρμένα εἰς ἓν ἄγοιτο. Ὃς ποτ' ἔην, ὅτ' ἄκοσμος ἔην πρωτόκτιστος ὕλη, Κόσμον ἔτ᾿ ὠδίνουσα διακριδὸν οὐ βεβαῦτα. Οὐδὲ μὲν Αμμανίτῃσιν, ἐπεὶ στρατὸν ἥκαχον ἡΰν. ῎Ἄλλους δ᾽ ὑδροφόροισιν ἐνηρίθμησεν Ἰησοῦς, Καὶ ξυλοφορτηγοῖσιν, ἐπεὶ ῥά μιν ἐξαπάφησαν. Ταῦτα κακοῖς. Λευὶ δὲ γόνον μεγάλοιο γέρηραν. Σκηνῆς γάρ μιν ἔθηκαν ἐπουρανίης θεράποντα· Κἀνθάδ᾽ ὅροι θυέων τε καὶ οὔδεος, ἠδὲ πόνοιο. Ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ χέρας εἶχον ἐπ᾿ ἔργοις, Ὅσσα τ' ἔην νηοῖο καὶ ἔκτοθεν ἐγκονέοντες. Κεῖνοι μὲν τοίοισι νόμοις ἀρετῆς προμάχιζον· Ἡμεῖς δ᾽ αὖ κακίῃ γέρα θήκαμεν · ὦ θανάτοιο ! Τίς τάδε θρηνήσειε γόων πολύϊδρις ἀοιδός; Σχέσθε, φίλοι · λήξωμεν ἀτασθαλίῃ μογέοντες · Ὀψέ ποτ' εὐαγέεσσι Θεὸς τίοιτο θυηλαῖς. Εἱ μὲν δὴ πεπίθοιμεν, ὀνησόμεθ᾽· εἰ δὲ καλύπτοι Εἴσω πᾶς ὁρόων, γελόων βιότοιο θυέλλας, Μῦθον ἐμὸν πολιήν τε νέων θράσος, ἡὲ κολοιῶν Οὖλον ἐπικρώζοντες ἐμοὶ νέφος ἀφραδίῃσι, Μαρτύρομ᾽ ἀθανάτοιο Θεοῦ χέρα, καὶ τὸ κελαινὸν Ἦμαρ, ὁ τὴν κούφην πυρὶ βόσκεται ὕστατον ὕλην, Οὐ μὲν ἐγὼ κείνοισιν ὁμόθρονος, οὐχ ὁμοεργὸς, Οὐδέ τι συμφράδμων, οὐ σύμπλοος, οὐ συνοδίτης. ᾿Αλλ' οἱ μὲν περόψεν ἑὴν ὁδόν · αὐτὰρ ἔγωγε Ζητῶ Νῶε κιβωτὸν, ὅπως μόρον αἰνὸν ἀλύξω. Αὐτὰρ ἔπειτα φύγοιμι, κακῶν ἄπο τηλόθι μίμνων, Καὶ Σοδόμων πυρόεντα πικρὸν καὶ ἀθέσφατον ὄμβρον, Ὧν ὁδὲ δεσμὸς ἔχει πλάγκτην νόον ἔνδον ἀγείρας, Αἳ ῥὰ τε καὶ πινυῶν αἰσχρῶς κονίουσι πρόσωπα, Αἰεί τε πραπίδεσσι νοήματα θεῖα χαράσσων, Χείροσιν οὐκ ἐπίμικτα, διαυγέα, φωτὶ πελάζων Τρισσοφαοῦς θεότητος, ἐπειγομένοισι πόθοισιν Ἵλαον ἀθανάτοιο Θεοῦ πρὸς θῶκον ἱκοίμην· Ἔνθα τε πάντ᾽ ἀναφανδὰ, τὸ δὲ πλέον ἰσοτάλαντον Τῆμος ὅτ᾽ ἐν χείρεσσι Θεοῦ ζυγὸν ὀρθοδίκοιο.
Ō thysias pempontes anaimaktous, hierēes! Ō psychōn tamiai megakydees! Ō megaloio Plasma Theou cheiressin en hymeterēsi pherontes! Ō Theon anthrōpoisi meg᾽ exochon eis hen agontes! Ō kosmoio themethla, biou phaos, erma logoio, Mystopoloi zōēs ateleutētoio phaeinēs, Christophoroi, thōkoisin enedrioōntes aristois, Hypsēloi, theatroisi gegēthotes euprepeessi, Skēnobatai, kōloisin ephestaotes xylinoisin, ᾿Adraneōs chaskontes en allotrioisi prosōpois, Eusebiēs hosa d᾽ entos, homoiia pasin echontes! Hymeis men paizoite, ta per kai paizet᾽ aeikōs, Kai sobaron phthengoisthe, ta d᾽ erdete hōs mal᾽ elaphra Autar egōn, ei kai me kakon kai anarsion andra Pantes homou theiēte, chorou d' apo tēle dioisthe Hymeterou, ballontes epassyteroisin oistois, Amphadiois, kryptois te, to per kai philteron hymin; All᾿ empēs ta me thymos epotrynei kai anōgei, Phthenxomai, ouk ethelōn men, atar logon ektothe rhēxō Psychēs, hōs hote kyma biōmenon endothi labrǭ Pneumati, kai sērangas hypotrechon, ouk epiopta Kanchlazei, kai pou ti diekpiptei dapedoio, Rhēgnymenēs ōdinos ana stoma. Toia pepontha. Ou dynamai chadeein entos cholon; alla dechesthe, Ei tina kai dakethymon erō logon, huion aniēs. Pharmakon algeos esti kai hēeri mython enispein. Sōma mega Christoio, to timion euchos anaktos, Laos holēs gaiēs basilēios, ethnos apiston, Ēn hot᾽ eēn. Nyn aute Theou ktear entha kai entha Seietai, hoia te kyma polysmaragoio thalassēs, Ēe phyton zamenessi pinassomenon anemoisi. Laos hod', hǭ Theos ēlthen ap᾿ ouranioio thoōkou, Kydos heon thnētoisin eni splanchnoisi kenōsas, Kai michthē meropessi, Theos brotos eis hen agertheis, Kai megan hōnon edōke pathōn demas, haima te theion Rhysion hēmeterēs kakiēs cheen, alla te polla Thymata, tous metepeita logon speirantas hapasi. Kai glykerou thanatoio pikrēs cheros antiasantas, Ōs ke logǭ tisōsi Logon Theon, haimati d' haima. Tis doneei tode sōma? pothen toson achthos emoige ? Pōs de te sys monophorbos emēn dēlēsath᾽ halōēn? Pōs mēnē skoteessa toson kleos amphekalypse? Lyssēeis, kakoergos, epei, meropessi megairōn, Hēmeterēn kakiēn, hoposoi laoio proedroi. Exeti tou hote prōton ᾿Adam balen ek paradeisou, Zōēs t᾿ athanatou, klepsas dēlēmoni karpǭ, Kai pollois kraterois te tinagmasin aien atazōn, Ou sthenen, hōs potheesken, holon genos, oisi dēloisi Gnyx baleein (spinthēr de logou, kai pyrsos aertheis, Pasan epedrame gaian aoidimos, hoi de diōktai Kai pleon estērixan aethlophoroisi pagentas), Deuteron heurato mēchos epiklopon. Hōs straton egnō Karteron, hēgētērsin oloiïon embalen echthos. Prosthe men androphonoisi phygēs ptoliethra tetakt Kai chōros tis eēn apopompaiois thyeessi, Kai tis kai pikriēs kai haimatos hystatioisin Ēmasin, hoi Christoio kakophrones exekenōsan Misthon atimētoio kakon kai tytthon echontes, Hou ti men ex aekontos, epei Theos estin alēptos Cheiresin, eut᾽ ethelę̄sin; atar ge men exekenōsan. Kai gar, agou piptontos, holos stratos es chthona neuei. Nyn d᾽ hena chōron isasin atasthaliēs te morou te Pontoporon de te nēa kakos prēnixen aētēs, Ē skopeloisin eaxe, kybernētēros aterthen. Hōs de domous te, poleis te, chorous, boas, harmata, pōy Pantes, hosoi xeinoi te kai herkeos hēmeteroio, To septon toparoithe sophōn edos, herkos aristōn, Bēma tod᾽ angelikę̄si chorostasię̄si tethēlos, Blapsen aïdreiē sēmantoros. Eidosi mythos Thōpes eristheneōn chthamaloi, chthamaloisi leontes, Kinklida tēn mesatēn kosmōn dyo, toude menontos, Tou te pariptamenoio, theōn horon, hēmeriōn te. Hēn hote ēn. Nyn aute geloiion, hēnika pasin Entos aklēïstoio thyrēs dromos, hōs dokeō moi Kērykos booōntos eni mesatoisin akouein ; «Deur᾽ ith᾿ hosoi kakiēs epibētores, aischea phōtōn, Gastores, eurytenontes, anaidees, ophryoentes, Zōropotai, planktai, philokertomoi, habrochitōnes, Pseustai th᾽ hybristai te, thoōs epiorkon homountes, Dēmoboroi, kteatessin ep᾿ allotrioisin aaptous Ballontes palamas, phthoneroi, doloentes, apistoi, ᾿Amphithetoi, kairoio polytreptou therapontes, Poulypodes petrę̄sin aeidomenoi chroa mythǭ, Artigamoi, zeiontes, eti chnoaontes ioulon, Ē kleptai physikoio pyros, phaeessin echontes Ēeriēn philotēta, hot᾽ amphadiēn aleēsthe, Nēïdes ouraniōn, neolampees, aithaloentes, Pneumati aiglēenti synerchomenēs kakotētos. Deur᾽ ite tharsaleoi, pasi thronos eurys hetoimos. Deur᾽ ite, dexiterę̄si neous klinoite tenontas Pasi prophroneōs, kai mē potheousi tetantai. Manna palin, xenos ombros ; hapas kolpoisi legoite, Rhipsas, hos de dorēn, hos dourea, hos de pyragrēn, Hos pleon, hos t᾽ epideues, iēn charin. Ei d᾽ etheloite, Mēd' hagiou pheidoisthe theoudeos ēmatos argou. Ē tacha kai palamę̄sin en aplēstoisi pythoito. Xynos men pantessin aēr, xynē de te gaia, Xynos d᾽ ouranos eurys, ha t᾽ ouranos ommasi phainei, Xynē d᾽ au pontoio charis, xynoi te thoōkoi. Thauma meg', oude Saoul charitos xenos, all᾽ hypophētēs. Mē te tis oun arotēr, mē tektōn, mē skytoergos, Mē thērēn methepōn, mēt᾽ empyron ergon elaunōn, Tēle menoi, mē d' allon echoi sēmantora theion. Kreisson gar krateein, ēe krateonti pithesthai. All᾿ ho men ek cheirōn pelekyn megan, hos d᾽ ar᾽ echetlēn Enthad᾽ ioi, theiēn de perithliboisthe trapezan, Steinomenoi, steinountes. Ho d᾽ alkimos allon elaunoi, Pollaki kai t᾽ ariston, enidrōsanta thronoisi, Gēraion, sarkessi tetrymenon, ouranophoitēn, Kosmon atimazonta, Theou meta moiran echonta, Kai nekyn en zōoisi, thyēpolon esthlon ᾿Anaktos. Eikō men tis egrapsen ap᾽ eikonos archetypoio, Stēsamenos proparoithe, pinax d' hypedexato morphēn; Hymas d᾽ eisoroōn tis, enantion hoimon odeuoi. Kai tode mounon oneiar aph᾽ hymeterēs kakotētos. Kēryx men dē toia briēpyos. Autar egōge Deidia men Mōsēos agakleos hoion akousa, Tous d᾽ allous ekeleusen hypo propodessi menontas, ῾Agnotatous hagnoisin en eimasi kai tromeontas Mounēs eisaïein theiēs opos. Ou gar ameinon Oud᾽ autois thēressi patein pedon ouranioio, Mē kai rhēgnymenoisin hypo skopeloisi dameien. Deidia d᾽ au paidōn Aarōn moron, hoi rha thyēlas Thentes epi xeinoio pyros, xeinōs kai holonto Autika, kai thyeōn chōros thanatoio telesthē, Kai païdes per eontes Arōn megaloio, damasthen. Hōs de kai Hēleidēsin epechrae lygros holethros, Hēleidais, hoti margon echon noon. Ē gar eballon Ouch hieras palamas hierōn kathyperthe lebētōn. Oude men oud᾽ Hēlei cholon ekphygen, alla kai auton Ouch hosiē gastēr paidōn echalepse dikaion, Kai per aei brisanta oneideiois epeessin. Ei de tosē toię̄sin hamartasi mēnis epestin, Hossatiēs deos estin epi pleonessi kakoisi ! Kai se, kibōton anassan, hos hēdrase cheiri bebēlǭ Klinomenēn, thanen aipsa. Theou de te nēon ethēken ᾿Apsauston palamēsin, ereismata taktothi toichōn. Touneken aiazō, piptō d' hypo seio podessi, Christe anax, mē moi tis apantēseien aniē Chazomenǭ. Kekmēka lykois dēlēmosi poimnēs, Poimesi marnamenos dēron chronon. Ek meleōn de Rhiknōn eptato thymos, anapneiō d᾽ oligon ti Teiromenos kamatoisi, kai aischesin hēmeteroisin. Hōn, hoi men thōkōn hierōn peri dērin echontes, Antia kymainontes, epassyteroisi kakoisi Ballomenoi, ballontes, ateirees eisi machētai, Eirēnēn booōntes, eph᾿ haimasi kydioōntes. Hōs ophelon Getthaian anaplēsaien aniēn, Endikon edrēessan, eph᾽ hedrę̄ tisin echontes. Hoi d' ara tois hekaterthe merizomenoi, kloneousin Antoliēn te dysin te, Theos d' es sarkas elēxen, Hōn apo marnamenōn kai ounoma kai mothos allois Paulos emos, Petros de teos, keinou de t' ᾿Apollōs Eisi theoi. Christos de matēn ēloisi pepartai. Ou gar apo Christoio kaleumetha, ek meropōn de, Keinou kai cheiressi kai haimati kydos echontes. Tossos erōs phaeessin epēchlysen hēmeteroisin, Ē doxēs keneēs, ē ktēsios, ē phthonos ainos, Tēkedanos, kakochartos, enaisimon algos echousi ! Kai prophasis Trias esti, to d᾽ atrekes, echthos apiston. Diploos estin hekastos, hois lykon amphikalyptōn, Kai chalkos lochoōn pikrēn nepodessin edōdēn. Toia men hēgētēres; ho d᾽ hespetai engythi laos, Prophrones es kakiēn, kai hēgētēros aneuthen. Oude tis est᾽ agathoio diakrisis, oude kakoio, Ou pinytēs poliēs, ouk aphradeos neotētos, Ou mogerou biotoio theoudeos, ou malakoio. Heis nomos esti, kakiston echein pleon. Hōs apoloito Keinos anēr, hos prōtos anēgagen enthad' alitrous. Autōn kosmos eoi, autōn Theos, hossa t᾽ aristois Espetai hystatioisin en ēmasin amphitalanta ; Hoi d᾽ agathoi mogeoien etōsia. Toia dikastais Euaden hēmeteroisi. Dikē phygas enthen apelthoi. Hen d᾽ ara panta peloi, Christos, brotos, hēlios, Phōs, skotos, angelos esthlos, Heōsphoros ouketi lam- Petrǭ d᾽ isa pheroito theoktonos Iskariōtēs, Kai Solymois hieroisin alitrotatē Samareia. Isa d' echoi chrysos te kai argyros, ēde sidēros, Margaros okryoenti lithǭ, pēgais de charadrai; Panta d᾽ ham᾿ allēloisi pephyrmena eis hen agoito. Hos pot' eēn, hot' akosmos eēn prōtoktistos hylē, Kosmon et᾿ ōdinousa diakridon ou bebauta. Oude men Ammanitę̄sin, epei straton hēkachon hēÿn. ᾿Allous d᾽ hydrophoroisin enērithmēsen Iēsous, Kai xylophortēgoisin, epei rha min exapaphēsan. Tauta kakois. Leui de gonon megaloio gerēran. Skēnēs gar min ethēkan epouraniēs theraponta; Kanthad᾽ horoi thyeōn te kai oudeos, ēde ponoio. Allos gar t' alloisin anēr cheras eichon ep᾿ ergois, Hossa t' eēn nēoio kai ektothen enkoneontes. Keinoi men toioisi nomois aretēs promachizon; Hēmeis d᾽ au kakię̄ gera thēkamen ; ō thanatoio ! Tis tade thrēnēseie goōn polyïdris aoidos? Schesthe, philoi ; lēxōmen atasthalię̄ mogeontes ; Opse pot' euageessi Theos tioito thyēlais. Hei men dē pepithoimen, onēsometh᾽; ei de kalyptoi Eisō pas horoōn, geloōn biotoio thyellas, Mython emon poliēn te neōn thrasos, hēe koloiōn Oulon epikrōzontes emoi nephos aphradię̄si, Martyrom᾽ athanatoio Theou chera, kai to kelainon Ēmar, ho tēn kouphēn pyri bosketai hystaton hylēn, Ou men egō keinoisin homothronos, ouch homoergos, Oude ti symphradmōn, ou symploos, ou synoditēs. ᾿All' hoi men peropsen heēn hodon ; autar egōge Zētō Nōe kibōton, hopōs moron ainon alyxō. Autar epeita phygoimi, kakōn apo tēlothi mimnōn, Kai Sodomōn pyroenta pikron kai athesphaton ombron, Hōn hode desmos echei planktēn noon endon ageiras, Hai rha te kai pinyōn aischrōs koniousi prosōpa, Aiei te prapidessi noēmata theia charassōn, Cheirosin ouk epimikta, diaugea, phōti pelazōn Trissophaous theotētos, epeigomenoisi pothoisin Hilaon athanatoio Theou pros thōkon hikoimēn; Entha te pant᾽ anaphanda, to de pleon isotalanton Tēmos hot᾽ en cheiressi Theou zygon orthodikoio.
To Bishops O you who offer bloodless sacrifices, priests! O far-famed stewards of souls! O you who carry the creature of the great God in your hands! O you who bring God and humankind, far apart, together into one! O foundations of the world, light of life, support of the word, ministers of the mysteries of the endless and shining life, Christ-bearers, seated on the noblest thrones, lofty ones, delighting in handsome theatres, stage-walkers, standing on wooden stilts, gaping feebly behind other people's masks, and having inside, where piety is concerned, the same as everyone! Play on, then, as you do play, unseemly, and utter haughty words, while doing what is very light; but I, even if you should all together make me out an evil man and a hostile, and drive me far from your chorus, pelting me with arrows one after another, open and hidden, the hidden ones being dearer to you, nevertheless what my heart urges and bids me I will speak, unwilling indeed, yet I will burst a word out of my soul, as when a wave, forced within by a furious wind and running under hollow rocks, splashes unseen, and somewhere a little breaks out through the ground, as the travail bursts up through a mouth. Such is my case. I cannot hold my bile within; but bear with it if I speak a word that stings the heart, a child of grief. It is a medicine for pain to tell one's tale even to the air. The great body of Christ, the precious boast of the King, a royal people of the whole earth, a nation past belief, it was, when it was. But now God's possession is shaken this way and that, like a wave of the loud-roaring sea, or a plant tossed by raging winds. This people, for whose sake God came from his heavenly throne, emptying his glory into mortal bowels, and mingled with mortals, God and mortal gathered into one, and paid a great price, suffering in body, and poured out divine blood as a ransom for our wickedness; and many other victims too, those who afterward sowed the word for all and met the bitter hand of a sweet death, so that by word they might repay the Word, God, and blood with blood. Who shakes this body? Whence comes such a burden for me? How has a boar that grazes alone ravaged my vineyard? How has a darkened moon veiled such glory? The raging evil-worker, since, begrudging mortals, (our wickedness, all of us who preside over the people) ever since he first cast Adam out of paradise and of immortal life, cheating him with a harmful fruit, and ever shaking them with many strong shakings, could not, as he longed, bring the whole race to its knees by his wiles (for a spark of the word, and a torch raised high, ran over all the earth, sung of everywhere, and the persecutors fixed even more firmly those made fast by the prize-winners), he found a second, thievish device. When he knew the army was strong, he threw destructive enmity among its leaders. Formerly cities of refuge were appointed for man-slayers, and there was a place for the scapegoat offerings, and one too of bitterness and blood in the last days, which the evil-minded paid out for Christ, holding a base and paltry price for the priceless one, not indeed from one unwilling, since God cannot be seized by hands except when he wills; but pay it out they did. For when the leader falls, the whole army bows to the ground. But now they know one place for both wickedness and doom. An evil wind has capsized the seafaring ship, or broken it on the rocks, without a helmsman. So houses and cities, choirs, oxen, chariots, flocks, all who are strangers, and those of our own fold, the seat once revered of the wise, the bulwark of the best, this bema flourishing with angelic choirs, the ignorance of a leader has harmed. A word to those who know: flatterers of the mighty, lowly; to the lowly, lions; the lattice in the middle between two worlds, the one that abides and the one that flies past, the boundary between gods and mortals, that was, when it was. But now it is laughable, since for all there is a course inside a door that is never shut, so that I seem to hear a herald shouting in the midst: "Come here, all who mount upon vice, disgraces of mankind, bellies, thick-necked, shameless, with eyebrows raised, drinkers of unmixed wine, vagabonds, lovers of mockery, soft-robed, liars and insolent men, quick to swear a false oath, devourers of the people, laying irresistible hands on other people's goods, envious, deceitful, faithless, double-dealers, servants of the ever-turning moment, octopuses changing your skin to the rocks' colour in your speech, newly-wed, seething, still downy with the first beard, or thieves of nature's fire, holding in your eyes an airy love, since you shun the open kind, ignorant of heavenly things, newly shining, sooty, of a wickedness that comes together with a shining spirit. Come here boldly; a broad throne stands ready for all. Come here; bow your young necks under right hands, which are stretched out readily to all, even to those who do not want them. Manna again, a strange rain: gather it all in your laps, [throwing down, one his hide, one his spears, another his fire-tongs,] one more, one less, an equal grace. And if you wish, do not spare even the holy, God-fearing day of rest. Or perhaps it may even rot in your greedy hands. Common to all is the air, common the earth, common the broad heaven, and what heaven shows to the eyes, common too the grace of the sea, and common are the thrones. A great wonder: not even Saul is a stranger to grace, but a prophet. So let no ploughman, no carpenter, no leather-worker, no one who follows the hunt, nor drives the work of the forge, stay far away, nor have any other divine master. For it is better to rule than to obey one who rules. But let one, from his hands the great axe, another the plough-handle, come here, and crowd around the divine table, squeezed and squeezing. And let the strong man drive out another, often even the best, who has sweated on the thrones, aged, worn in the flesh, a walker in heaven, scorning the world, holding his portion with God, a corpse among the living, a noble priest of the King. A painter once drew an image from an archetypal image, setting it before him, and the panel received the form; but let anyone who looks at you travel the opposite road. And this is the one profit from your wickedness." Such things the loud-voiced herald cried. But I fear what I have heard of glorious Moses, how he bade the others remain at the foot of the mountain, most pure, in pure garments, and trembling, to hear only the divine voice. For it was not better even for the beasts themselves to tread the heavenly ground, lest they be crushed beneath the bursting rocks. I fear again the fate of Aaron's sons, who placing offerings on strange fire, perished strangely too, at once, and the place of sacrifice became a place of death, and though they were sons of great Aaron, they were struck down. So too baneful destruction fell upon the sons of Eli, the sons of Eli, because their mind was greedy. For they thrust unholy hands over the holy cauldrons. Nor did Eli himself escape the wrath, but him too, righteous as he was, the unholy belly of his sons harmed, though he always weighed on them with words of reproach. If such wrath comes upon such sins, how great is the fear over greater evils! And you, sovereign ark: the man who propped you with profane hand as you tilted, died at once. And God made his temple untouchable to hands, except the props outside the walls. Therefore I wail, and I fall at your feet, Christ the King: may no grief meet me as I withdraw. I am worn out with wolves that ravage the flock, fighting a long time with the shepherds. From my shrivelled limbs my spirit has flown, and I breathe only a little, worn down with toils and with our disgraces. Of whom some, holding strife about the holy thrones, surging against each other, struck by evils one after another and striking, are unwearying fighters, shouting "Peace!" and exulting over blood. Would that they might fill up the grief of Gath, the just grief of the seat, having their punishment in the seat! Others, divided between these on either side, throw into confusion East and West; and God has dwindled into flesh; from whose fighting others too take a name and a quarrel: "Paul is mine, Peter yours, and that man's Apollos" are gods. And Christ has been pierced with nails in vain. For we are not called after Christ, but after mortals, though it is from him, by his hands and his blood, that we have glory. So great a love has darkened our eyes, of empty glory, or of possessions, or dread envy, wasting, rejoicing in evil, a fitting pain to those who have it! And the pretext is the Triad, but the truth is a faithless hatred. Each is double, a sheep cloaking a wolf, and bronze lying in wait as bitter food for fish. Such are the leaders; and the people follow close, eager for wickedness, even without a leader. There is no distinguishing of good, nor of evil, not of wise grey hair, not of thoughtless youth, not of a hard, God-fearing life, not of a soft one. One law there is: for the worst to have more. May he perish, that man who first brought sinners up here! Let the world be theirs, God theirs, and all that follows the best in the last days in the balance; and let the good toil in vain. Such things have pleased our judges. Let Justice go from here into exile. Let all things be one: Christ, mortal, sun, … light, darkness, good angel, the Morning Star no longer shin[ing] … Let the God-killing Iscariot be counted equal with Peter, and most sinful Samaria with holy Jerusalem. Let gold and silver be equal, and iron, the pearl with chill stone, torrents with springs; let all things, confused together, be brought into one, as it once was, when first-created matter was unordered, in labour still with a world not yet set apart. Not even to the Ammonites, since they grieved the noble army. Others Joshua numbered among the water-carriers and wood-carriers, since they had deceived him. So much for the wicked. But the offspring of great Levi they honoured: they made him a servant of the heavenly tabernacle; and there too were limits of sacrifices and of threshold, and of labour. For each man had his hands on different tasks, busy with all that belonged to the temple and outside it. They by such laws fought in the front line for virtue; but we have given privileges to vice: O death! What poet, skilled in laments, could lament these things? Stop, friends; let us cease labouring in wickedness; late though it be, let God be honoured with pure sacrifices. If we persuade, we shall profit; but if [looking wholly within, laughing at life's storms,] the rashness of the young should bury my word and my grey hair, or jackdaws, croaking at me a baneful cloud in their folly, I call to witness the hand of immortal God, and the dark day that feeds at the last with fire on light matter, that I am not their fellow on the throne, nor their fellow-worker, nor any counsellor, not shipmate, not fellow-traveller. But they have taken their own road; while I seek Noah's ark, that I may escape the dread doom. And then may I flee, staying far from evils, the fiery rain of Sodom too, bitter and unspeakable, from which this bond holds me, gathering my wandering mind within, storms which shamefully smear with dust the faces even of the wise, and always engraving divine thoughts in my heart, unmixed with baser things, clear, drawing near to the light of the thrice-shining Godhead, with eager longings may I come, favoured, to the throne of immortal God, where all things are plain, and the greater part is weighed evenly, at that time when the scale is in the hands of God who judges rightly.
Textual problem in this passage: see the notes.
1 Pet 2:9 (allusion, medium confidence) · Ps 80:13 (79:14 LXX) (allusion, high confidence) · Num 35:11 (allusion, medium confidence) · Lev 16:8 (allusion, medium confidence) · Matt 27:7 (allusion, medium confidence) · Acts 1:19 (allusion, medium confidence) · Exod 16:18 (allusion, high confidence) · Exod 16:20 (allusion, medium confidence) · Exod 16:27 (allusion, medium confidence) · 1 Sam 10:11 (allusion, high confidence) · Exod 19:12 (allusion, high confidence) · Lev 10:1 (allusion, high confidence) · 1 Sam 2:12 (allusion, high confidence) · 1 Sam 4:18 (allusion, medium confidence) · 2 Sam 6:6 (allusion, high confidence) · 1 Sam 5:9 (allusion, medium confidence) · 1 Cor 1:12 (quotation, high confidence) · Matt 7:15 (allusion, high confidence) · Deut 23:3 (allusion, medium confidence) · Josh 9:27 (allusion, high confidence) · Num 3:6 (allusion, medium confidence) · Gen 6:14 (allusion, medium confidence) · Gen 19:24 (allusion, high confidence)
Notes and citation
Summary: Gregory denounces the bishops of his day, who, he says, have let the unworthy crowd into the sanctuary through a door never shut, contrasts the holiness the Law demanded of priests, and declares himself no partner of theirs.
- The title is Migne's heading (Εἰς ἐπισκόπους). Migne's margin numbers left in the text (5, 85, 105, 210) are removed. Line 61 of the staged text holds two verses run together in the scan; both are translated on that line. Line 91 ends with a verse displaced from its place after line 103 ('throwing down, one his hide, one his spears, another his fire-tongs'), and line 194 ends with a verse displaced from its place between lines 205 and 206 ('looking wholly within, laughing at life's storms'); both are translated where they stand, in brackets. A verse seems to be lost before line 85 (Migne's margin number 85 follows line 83). Line 44 ('our wickedness, all of us who preside over the people') stands awkwardly in the sentence and may be displaced; translated as it stands. In line 48 the scan's δήλοισι is read as δόλοισι ('wiles'). Lines 172–173 break off in the scan (173 ends in a divided word, λάμ-), marked …. Line 181 ('Not even to the Ammonites …') lacks its main verb and may follow a lost line; the allusion is to Deut 23:3–4. In line 135 the sense of ἐρείσματα τἄκτοθι τοίχων ('the props outside the walls') is uncertain. Line 149 Θεὸς δ' ἐς σάρκας ἔληξεν is obscure; rendered literally. Line 201 περόψεν is probably corrupt; translated by sense. Lines 146–147 allude to the plague of tumours on the Philistines of Gath (1 Sam 5:8–9; ἕδρα 'seat'). The herald's speech (lines 75–113) is ironic: the throne, ordination and the bema are mocked as open to all comers. The polemic against the bishops is translated as written.
Notes on the original text
- Digital text corrected (Migne's margin line number; Migne's margin line number and mark; OCR slip): Α 5 Ὦ κόσμοιο → Ὦ κόσμοιο; * 85 Η κλέπται → Η κλέπται; Α 105 Ῥίψας → Ῥίψας; Α 210 Εἴσω → Εἴσω; μοοφήν → μορφήν.
Topics: Church office
Cite (SBL): Gregory of Nazianzus, Carm. 2.1.13 (PG 37:1227–1244; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-13). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-13
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-2-1-13) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
2.1.14PG 37:1243–1250
Γρηγορίου ἱερῆος ἀθύρματά τε στοναχαί τε. Τέρπεσθ', οἶσι φίλον, πήμασιν ἡμετέροις. "Έχει τι κομψὸν ἡμῖν ἡ ληρῳδία. Ἐκ τῶν ἰάμβων ἄλλο μέτρον τίκτεται. ᾿Ακροστίχοις πρόσελθε, καὶ γνώσῃ σαφῶς Γέρων μέν εἰμι, καὶ κακῶν πολλῶν ἴδρις. Ῥυτὶς γάρ ἐστι πραγμάτων ἐμπειρία, Η δὴ φρόνησιν ὡς τὰ πόλλ᾽ ἐργάζεται. Γῆρας δὲ τοὐμὸν οὐδέπω τόσον κακὸν, Ὅσον τονῦν, εἰσεῖδεν ἐν μακρῷ χρόνῳ. Ῥᾷστον δ᾽ ἂν εἴη καὶ μαθεῖν βραχεῖ λόγῳ. Ἴσταντ᾿ ἀθέσμως ἀντίοι λαοῦ πρόμοι, Ὅπλοις χόλῳ τε καὶ φθόνῳ πεφραγμένοι, Ὕβρει ζέοντες, ἀγρίου πυρὸς δίκην, Ἴστανθ᾽, ὅλη δὲ συσχιδὴς οἰκουμένη. Ἐγὼ δ' ὁ κομψὸς (οὐ γὰρ ἐφρόνουν μικρὰ), Ῥάβδῳ μὲν εἶχον οὐδαμῶς πλήσσειν κακούς · (Ἡ παντὸς ἂν τόδ', ἴστε, καὶ νῦν ἐπριάμην) Ὁ δ᾽ ἦν, ἔπραττον· εἰχόμην ἀμφοῖν λίθοιν, Σωτῆρα τὸν ἀκρόγωνον ἐκμιμούμενος. ᾿Αλλ', ὡς λέουσιν ἢ συσὶ πεφρικόσι Θυμὸν διαιτῶν, ἐν μέσῳ συῤῥήξεως, Ὕβριν τε οὐκ ἔπαυσα, καὶ συνετρίβην. Ῥᾷον παθεῖν γὰρ, ἤ τι τῶν καλῶν δράσαι. Μάρτυς μὲν, ἀκμῇ τοῦ παθεῖν κάμνων πλέον Απηλλάγην τάχιστα δισσοῦ κινδύνου. Τὴν δ᾽ ὕβριν οὐκ ἔνεστιν εὐπετῶς φέρειν, ᾿Αεὶ παροῦσαν ἡμέραν μηκιστάτην Ταῦθ᾽ ὅστις οὐκ ἐπίστατ᾽, οὐδ᾽ ἡμῶν πέλας. Ἕν ἔργον αὐτοῖς, αἱ καθ' ἡμῶν διπλόαι Στήτωσαν εἰς ἕν. Εἰ μὲν ἐξέστην θρόνων, Τούτου τί μεῖζον; εἰ δ᾽ ἀπεῤῥίφην ἄκων, Οἱ ταῦτα τολμήσαντες οἴων ἄξιοι; Νῦν ἐνθρονίζομ', αὔριον δ᾽ ἀπόθρονος. ῎Αρ᾿ ἄν τις εὕροι τοῦδε καὶ ψευδῆ λόγον; Χριστὲ, φράσαι τολμῶ τι τῶν ἐν καρδίᾳ. Ἀγῶσι βασκαίνουσι καὶ λίθοις ἐμοῖς · Ἴσως τὸ Πνεῦμα βάλλεται, φέρω σαφῶς, Τὸ Πνεῦμ᾽ (ἀκούσαθ'), ὡς Θεὸς, πάλιν λέγω. Ἐμοὶ Θεὸς σὺ, καὶ τρίτον βοῶ, Θεὸς Τοῦτ᾽ ἔστι. Βάλλετ', εὐστοχεῖτε τοῖς λίθοις. Ἔστηκ᾿ ἄτρεπτος τῆς ἀληθείας σκοπὸς, Ῥοῖζον λόγων τε καὶ βελῶν διαπτύων. Πατὴρ μὲν ἡμῖν ῥίζα καὶ πηγὴ καλῶν· Ἑκ τοῦδε φῶς γεννητὸν, Υἱὸς καὶ Λόγος, Σφράγισμ᾽ ἀνάρχου· Πνεῦμά τ' ἄχρονος φύσις· Θεὸς, Θεός μου, καὶ Θεὸς, τρισσὴ μονάς. Οὐκ ἔστιν ὅς με ταῦτα κωλύσει λέγειν. Ἴστω Τριάς μου · καιρὸς οὐ τρέψει λόγον. Σείοιτο πάντα· μὴ τρέποιτ᾿ ἐμοὶ Θεός. Ἴσον γὰρ ἔν τι, καὶ τὸ πᾶν ἀτιμάσαι. Φωνὴν ἔχω, πόλεις σὺ καὶ λαμπροὺς θρόνους. Ἴστημι γλῶσσαν · (ὦ καλῆς τυραννίδος !) Λάμποιμι λύχνος λυχνίας ὑπερτεθείς. "Όλην καταστράπτοιμι τὴν οἰκουμένην. Νῦν ταῦτα· μικρὸν ὕστερον καινοὶ θρόνοι, Πρώτων τε δευτέρων τε τάξις ἔννομος. Ἢ δεινὸν ἦν ἂν ἡ τῇδε δυσπραξία, Μὴ τοῦ Θεοῦ στρέφοντος ὕστερον κύβους. ᾿Απαξιῶ τοῖς τῇδε προσκεῖσθαι καλοῖς, Σπένδῃ σὺ κόσμῳ τῷδε, τῷ Θεῷ δ' ἐγὼ, Ἵν᾿ εὐκόλως φέροιμι τὰς ἀηδίας. Νὺξ πάντα κρύπτει, ἡμέρα φωτίζεται. Η πόλλ᾽ ἐμόχθησ', ἀλλ᾽ ὅμως οὐκ ἄξια Μισθῶν, ὅσοι μένουσι τοὺς Θεῷ φίλους. Ἐπρίζετ' Ἡσαΐας, ἀλλ᾽ ἐκαρτέρει Τὸ πῦρ ἐδεξιοῦτο τοὺς τρεῖς ἐν ξένῃ. Ἔῤῥιπτο θηρσὶν ὁ Δανιὴλ ὥσπερ φίλοις. Ῥώμῃ δὲ Παῦλος καὶ Πέτρος νικηφόροι. Ὁ Πρόδρομος δ᾽ οὐ θῦμα τῆς παῤῥησίας; Ἴσασιν, ὡς τέθνηκα. Ὡς δ᾽ ἐγὼ, Πάτερ, Σός εἰμι, κἄν με χείροσι στροβεῖν θέλοις.
Grēgoriou hierēos athyrmata te stonachai te. Terpesth', oisi philon, pēmasin hēmeterois. "Echei ti kompson hēmin hē lērǭdia. Ek tōn iambōn allo metron tiktetai. ᾿Akrostichois proselthe, kai gnōsę̄ saphōs Gerōn men eimi, kai kakōn pollōn idris. Rhytis gar esti pragmatōn empeiria, Ē dē phronēsin hōs ta poll᾽ ergazetai. Gēras de toumon oudepō toson kakon, Hoson tonyn, eiseiden en makrǭ chronǭ. Rhąston d᾽ an eiē kai mathein brachei logǭ. Istant᾿ athesmōs antioi laou promoi, Hoplois cholǭ te kai phthonǭ pephragmenoi, Hybrei zeontes, agriou pyros dikēn, Istanth᾽, holē de syschidēs oikoumenē. Egō d' ho kompsos (ou gar ephronoun mikra), Rhabdǭ men eichon oudamōs plēssein kakous ; (Hē pantos an tod', iste, kai nyn epriamēn) Ho d᾽ ēn, epratton; eichomēn amphoin lithoin, Sōtēra ton akrogōnon ekmimoumenos. ᾿All', hōs leousin ē sysi pephrikosi Thymon diaitōn, en mesǭ syrrhēxeōs, Hybrin te ouk epausa, kai synetribēn. Rhąon pathein gar, ē ti tōn kalōn drasai. Martys men, akmę̄ tou pathein kamnōn pleon Apēllagēn tachista dissou kindynou. Tēn d᾽ hybrin ouk enestin eupetōs pherein, ᾿Aei parousan hēmeran mēkistatēn Tauth᾽ hostis ouk epistat᾽, oud᾽ hēmōn pelas. Hen ergon autois, hai kath' hēmōn diploai Stētōsan eis hen. Ei men exestēn thronōn, Toutou ti meizon? ei d᾽ aperrhiphēn akōn, Hoi tauta tolmēsantes oiōn axioi? Nyn enthronizom', aurion d᾽ apothronos. ᾿Ar᾿ an tis heuroi toude kai pseudē logon? Christe, phrasai tolmō ti tōn en kardią. Agōsi baskainousi kai lithois emois ; Isōs to Pneuma balletai, pherō saphōs, To Pneum᾽ (akousath'), hōs Theos, palin legō. Emoi Theos sy, kai triton boō, Theos Tout᾽ esti. Ballet', eustocheite tois lithois. Estēk᾿ atreptos tēs alētheias skopos, Rhoizon logōn te kai belōn diaptyōn. Patēr men hēmin rhiza kai pēgē kalōn; Hek toude phōs gennēton, Huios kai Logos, Sphragism᾽ anarchou; Pneuma t' achronos physis; Theos, Theos mou, kai Theos, trissē monas. Ouk estin hos me tauta kōlysei legein. Istō Trias mou ; kairos ou trepsei logon. Seioito panta; mē trepoit᾿ emoi Theos. Ison gar en ti, kai to pan atimasai. Phōnēn echō, poleis sy kai lamprous thronous. Istēmi glōssan ; (ō kalēs tyrannidos !) Lampoimi lychnos lychnias hypertetheis. "Olēn katastraptoimi tēn oikoumenēn. Nyn tauta; mikron hysteron kainoi thronoi, Prōtōn te deuterōn te taxis ennomos. Ē deinon ēn an hē tę̄de dyspraxia, Mē tou Theou strephontos hysteron kybous. ᾿Apaxiō tois tę̄de proskeisthai kalois, Spendę̄ sy kosmǭ tǭde, tǭ Theǭ d' egō, Hin᾿ eukolōs pheroimi tas aēdias. Nyx panta kryptei, hēmera phōtizetai. Ē poll᾽ emochthēs', all᾽ homōs ouk axia Misthōn, hosoi menousi tous Theǭ philous. Eprizet' Hēsaïas, all᾽ ekarterei To pyr edexiouto tous treis en xenę̄. Errhipto thērsin ho Daniēl hōsper philois. Rhōmę̄ de Paulos kai Petros nikēphoroi. Ho Prodromos d᾽ ou thyma tēs parrhēsias? Isasin, hōs tethnēka. Hōs d᾽ egō, Pater, Sos eimi, kan me cheirosi strobein thelois.
On Himself, and to the Envious; the … Of Gregory the priest: playthings and groans. Take delight, you who like it, in our sufferings. Our nonsense has something clever about it: from the iambics another metre is born. Come to the acrostics, and you will clearly know. I am old, and acquainted with many evils. For a wrinkle is experience of affairs, which for the most part produces prudence. But my old age never yet saw so great an evil as now, in all its long time. It would be very easy to learn it in a short word. The leaders of the people stand lawlessly against each other, fenced about with weapons, with bile and envy, boiling with insolence like a savage fire; they stand, and the whole inhabited world is split. And I, the clever one (for I did not think small), had no way of striking the wicked with a rod (or I would have bought this at any price, you know, even now); what I could, I did: I held on to both stones, imitating the Saviour, the cornerstone. But like one who arbitrates between lions or bristling boars in their fury, in the midst of the clash, I did not stop the insolence, and was crushed. For it is easier to suffer than to do something good. As a martyr, though worn the more at the peak of suffering, I would have been rid very quickly of a twofold danger; but insolence one cannot bear easily, ever present, a day of the greatest length. Whoever does not know this is not even near us. They have one task: let the double charges against us stand together. If I left the thrones, what is greater than this? But if I was cast out unwilling, those who dared this, what do they deserve? Now I am enthroned, and tomorrow dethroned. Could anyone find this a false word? Christ, I dare to tell something of what is in my heart. They begrudge my contests and my stonings; perhaps it is the Spirit who is stoned, I say plainly, the Spirit (hear it!), I say again, as God. You are God to me, and I shout it a third time: God this is. Throw, aim well with your stones. I stand unturned, a target of the truth, spitting at the whizz of words and arrows. The Father is for us the root and source of good things; from him a begotten Light, Son and Word, seal of the Unoriginate; and the Spirit, a timeless nature: God, my God, and God, a threefold Monad. There is no one who will stop me saying this. Let my Triad know it: no season will turn my word. Let all things be shaken: let not my God be changed for me. For to dishonour one part is equal to dishonouring the whole. I have my voice; you, cities and splendid thrones. I hold my tongue upright (O noble tyranny!). May I shine, a lamp set upon a lampstand, may I flash light over the whole inhabited world. So now; a little later, new thrones, and the lawful order of first and second. Surely the ill fortune here would be dreadful, were God not to turn the dice later. I disdain to cling to the good things here; you pour your libation to this world, but I to God, so that I may bear unpleasantness easily. Night hides all things; day is brought to light. I toiled much indeed, but still not worthy of the rewards that await those who are God's friends. Isaiah was sawn, but he endured; the fire welcomed the three in a foreign land; Daniel was thrown to the beasts as to friends; at Rome Paul and Peter were victors; and the Forerunner, was he not a victim of free speech? They know that I have died. But that I, Father, am yours, even if you will to whirl me about with worse things.
Isa 28:16 (allusion, medium confidence) · Eph 2:20 (allusion, high confidence) · Matt 5:15 (allusion, high confidence) · Heb 11:37 (allusion, medium confidence) · Dan 3:23 (allusion, high confidence) · Dan 6:16 (allusion, high confidence) · Matt 14:10 (allusion, medium confidence)
Notes and citation
Summary: In an acrostic poem Gregory laments the strife of the bishops that drove him from his throne, confesses the Father, Son and Spirit as God, and commits himself to the Father whatever he suffers.
- The title is Migne's heading, which breaks off in the scan (Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς φθονοῦντας, ἡ δὲ …; it went on to describe the acrostic). The first letters of the iambic lines from line 6 spell out line 1, Γρηγορίου ἱερῆος ἀθύρματά τε στοναχαί τε ('Of Gregory the priest, playthings and groans'); the English cannot keep the acrostic. Lines 1–2 are an elegiac couplet. In line 18 the scan's ἐπριάμηνο is read ἐπριάμην. Lines 25–26 are difficult; rendered as a contrast between the quick end of martyrdom and the lasting insult. Lines 36–47 confess the Spirit as God and the Triad as a 'threefold Monad', translated exactly. Line 66 refers to the tradition that Isaiah was sawn in two (Ascension of Isaiah 5; compare Heb 11:37).
Notes on the original text
- Digital text corrected (OCR slip; OCR slip (Γ for Τ)): Ὕβρε: ζέοντες → Ὕβρει ζέοντες; ἐπριάμηνο → ἐπριάμην; Γοῦτ᾽ ἔστι → Τοῦτ᾽ ἔστι.
Extrabiblical texts: Ascen. Isa. 5 (Ascension of Isaiah; allusion)
Topics: Trinity, Church office
Cite (SBL): Gregory of Nazianzus, Carm. 2.1.14 (PG 37:1243–1250; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-14). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-14
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-2-1-14) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
2.1.15PG 37:1249–1254
Ἔρχομαι ἐκ βιότοιο λιπὼν μέγα λαῖτμα θαλάσσης, Τῇ καὶ τῇ χαλεποῖς πνεύμασι βρασσόμενον. Ἔρχομ᾽ ἔχων ὅσ᾽ ἔρεξα, καὶ ὅσ᾽ ἐμόγησ᾽ ἀπολείψας, Τοῖς μὲν ὑποτρομέων, τοῖσι δὲ γηθόσυνος. Οὐδὲν τερπνὸν ἔλειψα, τόκεν ποθέων ἀκαχοίμην· Τοῖσι μὲν οὐκ ἐθέλων, τοῖς δ᾽ ἐθέλων ἐδάμην. Οἷον ἐμοὶ κτέαρ ἔσχεν ἐράσμιον, οἷος ἀπ᾿ ἄλλων Πλοῦτος, θαλπωρή λησμοσύνη καμάτων, Τῆς μεγάλης Τριάδος ξυνὸν σέλας, ἣν ἀναφαίνων, ῎Αχρι καὶ ἀλλοδαπῶν ἤλυθον εὐπατριδῶν· Οὐ μὴν πάμπαν ἄτρωτος, ἐπὴν λάεσσιν ἐδέχθην, Ως τις ἀλιτήμων. Σὴ, Τριὰς, ἤδε χάρις. Ἔμπαγε μὴν ἀνέφηνα, καὶ ὡς κύκλον περὶ κέντρῳ Πάντας ἐτορνύμην ῥήμασιν εὐσεβίης. Ἧν δρόμος, ἀλλά μ' ἔπεμψε φθόνος καὶ νοῦσος Πολλὰ μάλα φθονερῷ δαίμονι μεμφόμενον, Ὅστις ἐμῆς ὠδῖνος ἁγνὸν τόκον ἐξετίναξεν, ᾿Αρτιπαγῆ, ζωῆς ἑσταότ᾽ ἐν προθύροις. Ἡ δ᾽ ἄρ᾽ ἐμὴ Τριὰς αὖθις ἀπὸ στομάτων ἀθεμίστων Τέμνεται, ἔν τ᾽ ἀγοραῖς, ἔν τε χοροστασίαις, Καὶ πόρνοι κραταίουσι λόγοι. Τὸ δε φάσγανον, Τίς πήξει Φινεὲς πορνοφόνῳ παλάμη Ζηλήμων ψυχήν τε καὶ οὔνομα, ἢ τίς ἀρήξει Δόγμασιν Ἑβραίοις πλησσομένοις ἀδίκως Μωσῆς, ἐκ δ᾽ ὀλέσας Αἰγύπτιον αὐτίκα μῦθον, Λαῷ πὰρ μεγάλῳ κῦδος ἔχῃσι μέγα; Τίς μὲν ὅλην θεότητα μετὰ φρεσὶν ἦσι βάληται, Μηδὲν ὑποστέλλων τῆς μεγάλης Τριάδος Ἠὲ νόῳ πυκινῷ τε καὶ εὐσθενέεσσι λόγοισιν, ᾿Αντιπάλων ἐπέων θυμὸν ἀποσκεδάσει; Τίς δὲ βελῶν καιροῖσιν ἀκαμπέα πίστιν ἐρύξει, ῎Ατροπος ἐν τρεπτοῖς κάρτεσιν ἱστάμενος ; Μὴ δ᾽ ὡς εὐρίποιο πολυπλάγκτοιο ῥέεθρον, Τήνδε μετακλίνοι ἔνθα καὶ ἔνθα ῥέων; Τίς δὲ μόθον κρυόεντά τ' ἐρισθενέων ἱερήων Στήσει, τοὺς φιλίης εἰς ἓν ἄγων προμάχους; Τοῦ μὲν ἐμοὶ πόθος ἧεν, ἐπεὶ Θεὸς ὧδε κελεύει, Χριστὸς ἄκος μερόπων οἶσι νόμοις παθέων, Οἷς σταυρῷ συνέδησεν ὁμῶς ἀγαθούς τε κακούς τε, Ὅστις ἀνακτορίης τηλόθεν, ὅς τε πέλας. Τούνεκα καὶ λίθος ἐστὶν ἐπ᾿ ἀμφοτέροις ἀκρόγωνος, Λαοὺς εἰς ἓν ἄγων ἁρμονίῃ φιλίης. Οὗ τιν᾿ ἐμῆς αἰδῶ θέντο παραιφασίης. Αἴθε δέ μοι Τριὰς ἦεν ἀδήριτος, ἣν βελέεσσι Βάλλουσιν πυκινοῖς! Ὦ Τριὰς, ἴσχε μόθον · Μηδέ μ' ἀθρήσειε κακὸς φθόνος, ἀλλὰ μόγοισι Δὸς τέλος ἡμετέροις ἐσθλὸν, ἀεξομένη. Κλεινὸν ᾿Αναστασίης χαίροις ἕδος, ἡ ῥα θανοῦσαν Πίστιν ἔθηκας ἄνω αὖθις ἐμοῖσι λόγοις. Σεῖο μὲν οὐδὲ θανὼν ἐπιλήσομαι, ἀλλ᾽ ἅμ᾿ ἀρίστοις Στήσομ', ὑπὲρ τεκέων λισσόμενος Τριάδα.
Erchomai ek biotoio lipōn mega laitma thalassēs, Tę̄ kai tę̄ chalepois pneumasi brassomenon. Erchom᾽ echōn hos᾽ erexa, kai hos᾽ emogēs᾽ apoleipsas, Tois men hypotromeōn, toisi de gēthosynos. Ouden terpnon eleipsa, token potheōn akachoimēn; Toisi men ouk ethelōn, tois d᾽ ethelōn edamēn. Hoion emoi ktear eschen erasmion, hoios ap᾿ allōn Ploutos, thalpōrē lēsmosynē kamatōn, Tēs megalēs Triados xynon selas, hēn anaphainōn, ᾿Achri kai allodapōn ēlython eupatridōn; Ou mēn pampan atrōtos, epēn laessin edechthēn, Ōs tis alitēmōn. Sē, Trias, ēde charis. Empage mēn anephēna, kai hōs kyklon peri kentrǭ Pantas etornymēn rhēmasin eusebiēs. Hēn dromos, alla m' epempse phthonos kai nousos Polla mala phthonerǭ daimoni memphomenon, Hostis emēs ōdinos hagnon tokon exetinaxen, ᾿Artipagē, zōēs hestaot᾽ en prothyrois. Hē d᾽ ar᾽ emē Trias authis apo stomatōn athemistōn Temnetai, en t᾽ agorais, en te chorostasiais, Kai pornoi krataiousi logoi. To de phasganon, Tis pēxei Phinees pornophonǭ palamē Zēlēmōn psychēn te kai ounoma, ē tis arēxei Dogmasin Hebraiois plēssomenois adikōs Mōsēs, ek d᾽ olesas Aigyption autika mython, Laǭ par megalǭ kydos echę̄si mega? Tis men holēn theotēta meta phresin ēsi balētai, Mēden hypostellōn tēs megalēs Triados Ēe noǭ pykinǭ te kai eustheneessi logoisin, ᾿Antipalōn epeōn thymon aposkedasei? Tis de belōn kairoisin akampea pistin eryxei, ᾿Atropos en treptois kartesin histamenos ? Mē d᾽ hōs euripoio polyplanktoio rheethron, Tēnde metaklinoi entha kai entha rheōn? Tis de mothon kryoenta t' eristheneōn hierēōn Stēsei, tous philiēs eis hen agōn promachous? Tou men emoi pothos hēen, epei Theos hōde keleuei, Christos akos meropōn oisi nomois patheōn, Hois staurǭ synedēsen homōs agathous te kakous te, Hostis anaktoriēs tēlothen, hos te pelas. Touneka kai lithos estin ep᾿ amphoterois akrogōnos, Laous eis hen agōn harmonię̄ philiēs. Hou tin᾿ emēs aidō thento paraiphasiēs. Aithe de moi Trias ēen adēritos, hēn beleessi Ballousin pykinois! Ō Trias, ische mothon ; Mēde m' athrēseie kakos phthonos, alla mogoisi Dos telos hēmeterois esthlon, aexomenē. Kleinon ᾿Anastasiēs chairois hedos, hē rha thanousan Pistin ethēkas anō authis emoisi logois. Seio men oude thanōn epilēsomai, all᾽ ham᾿ aristois Stēsom', hyper tekeōn lissomenos Triada.
On Himself, after [leaving] Constantinople I am going out of life, leaving the great gulf of the sea, tossed this way and that by harsh winds. I go with what I have done, leaving behind what I toiled for, trembling at the one, glad at the other. I have left nothing pleasant that I would grieve to long for; by some I was overcome unwilling, by others willing. What a lovely possession I had, what wealth apart from others, a comfort, a forgetting of toils: the common radiance of the great Triad, which, making it shine, I brought even to the noble men of a foreign land; not wholly unwounded, indeed, since I was received with stones like some sinner. This, Triad, is your grace. Yet I made it shine firmly, and like a circle round a centre I rounded all men with words of piety. The race was running, but envy and sickness sent me away, with many complaints against the envious demon, who shook out the pure offspring of my labour, newly formed, standing in the porch of life. And now my Triad is again cut up by lawless mouths, in marketplaces and in choirs, and fornicating words prevail. And the sword, what Phinehas will plunge it with fornicator-slaying hand, zealous in soul and in name, or what Moses will help the Hebrew doctrines, struck unjustly, slaying at once the Egyptian word, and so have great glory before the great people? Who will place the whole Godhead in his mind, withholding nothing of the great Triad, or with close-knit mind and powerful words scatter the spirit of opposing speeches? Who in the times of arrows will hold the faith unbending, standing unturned among turning powers, and will not, like the stream of the much-wandering Euripus, bend it this way and that as he flows? And who will stop the chilling battle of mighty priests, bringing the champions together into one in friendship? This was my longing, since God commands it so, Christ, healer of mortals by his own laws of suffering, by which on the cross he bound together the good and the bad alike, whoever was far from the kingdom, and whoever near. For this reason he is also a cornerstone for both, bringing the peoples into one in the harmony of friendship. Yet none of them paid any regard to my exhortation. Would that my Triad were uncontested, which with thick darts they strike! O Triad, stop the battle; and let evil envy not look upon me, but to my toils give a good end, you who grow. Hail, famous seat of Anastasia, you who raised up again by my words the faith that had died. You I shall not forget even in death, but with the best I shall stand, entreating the Triad for my children.
Num 25:7 (allusion, high confidence) · Exod 2:12 (allusion, high confidence) · Eph 2:17 (allusion, high confidence) · Eph 2:20 (allusion, high confidence)
Notes and citation
Summary: Leaving Constantinople, Gregory looks back on his preaching of the Triad there, asks who will now defend the faith and end the bishops' strife, and bids farewell to the church of the Anastasia.
- The title is Migne's heading, which breaks off in the scan after Κωνσταντίνου; the missing word is supplied by sense in brackets. Lines 21–26 recall Phinehas (Num 25:7–8) and Moses killing the Egyptian (Exod 2:11–12). Lines 39–42 echo Eph 2:14–20. The Anastasia was the chapel in Constantinople where Gregory preached to the Nicene community.
Topics: Trinity
Cite (SBL): Gregory of Nazianzus, Carm. 2.1.15 (PG 37:1249–1254; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-15). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-15
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-2-1-15) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
2.1.16PG 37:1253–1262
Εἶδον δὴ γλυκὺν ὕπνον· ᾿Αναστασίαν δέ τ᾽ ὄνειρος Στῆσεν ἐμοῖσι φέρων ἡματίοισι πάθοις· "Η πρώτη λόγον αἰπὺν ἐνὶ προπόδεσσι μένοντα Ἤγαγεν ἐς κορυφὴν οὔρεος ἀκροτάτην· Τούνεκ' Αναστασίαν μιν ἑπίκλησιν καλέουσι Νηὸν, ἐμῆς παλάμης ἔργον ἀριστοπόνου. Ἕζεσθαι δοκέεσκον ὑπέρθρονος, οὐχ ὑπέροφρυς, Οὐδὲ γὰρ οὐδὲ ὄναρ τῖον ἀγηνορίην Οἱ δὲ μοι ἀμφοτέρωθεν ὑφεδριόωντο γεραιοί, Ποίμνης ἡγεμόνες, ἔγκριτος ἡλικίη. Οἱ δ' ἄρ᾽ ὑποδρηστῆρες ἐν εἴμασι παμφανόωσιν Ἔστασαν, ἀγγελικῆς εἰκόνες ἀγλαΐης. Λαοὶ δ' οἱ μὲν ἔχυντο περισταδὸν, ὥστε μέλισσαι, Κιγκλίδος · ἦν γὰρ ἀγὼν ἀσσοτέρω πελάσαι. Οἱ δ' ἱεροῖς προθύροισι περιστείνοντο ῥέοντες, Οὔασιν ἠδὲ ποσὶν ἴσον ἐπειγόμενοι. ῎Ἄλλους δ᾽ αὖτ᾿ ἀγοραί τε πολυσχιδέες θ᾽ ἅμ᾿ ἀγυιαὶ, Ποσσὶ κροαινόμεναι, πέμπον ἐμοῖσι λόγοις. Αἱ δ' ἄρ᾽ ἀφ᾽ ὑψηλῶν τεγέων εὔκοσμον ἀκουὴν ῾Αγναὶ παρθενικαὶ κλῖνον ἅμ᾽ ἐσθλογάμοις. Καὶ τόδε νυκτὸς ἄθυρμα· διακριδὸν ἴστατο λαὸς Μύθων ἡμετέρων εἰσαΐειν ποθέων. Ὃς μὲν δὴ χθαμαλὸν καὶ ἐπίδρομον ᾔτεε μῦθον· Οὐ γὰρ ἄνω νεύειν ἤθελεν, οὐδ᾽ ἐδάη · Αὐτὰρ ὄγ᾽ ὑψιθέοντα καὶ εὔστροφον, οἶσι μεμήλει Βένθε᾿ ἀνιχνεύειν ἀμφοτέρης σοφίης, Ξείνης θ' ἡμετέρης τε. Βοὴ δ᾽ ἑκάτερθεν ὀρώρει Ἑλκομένοιο λόγου μαρναμένοισι πόθοις. Αὐτὰρ ἐμοὶ στομάτων Τριὰς ἔῤῥεεν ἡ μονόσεπτος Λαμπομένη τρισσοῖς κάλλεσιν οἰγομένοις, Φωνῇ τε στιβαρῇ, καὶ πνεύματος αἰθομένοιο Οἴδματι, καὶ μύθων ἅλμασιν ἀντιπάλων. Καὶ ῥ᾽ οἱ μὲν πάλλοντο, καὶ ἤνεον, οἱ δὲ σιωπῇ Θάμβεον, οἱ δὲ λόγω τρύζον ἔθ', οἱ δὲ νόῳ, Θνησκούσης ὠδῖνος ἀναυδέος, οἱ δὲ μάχοντο Οἷα καθισταμένου κύματος ἐξ ἀνέμων. Πάντας δ᾽ εὐεπίη κατεκήλεεν, εὐφραδέας τε Καὶ μύθων ἱερῶν ἴδμονας εὐσεβέων, Ἡμετέρους τε νόθους τε, καὶ οἱ μάλα τηλόθι μάνδρης Τλήμονες εἰδώλων λάτριες ἀδρανέων. Ὡς δὲ βότρυς λιαρῇσιν ὑπ᾿ ἀκτίνεσσι μελαγχθεὶς, Οὔτ᾽ ὄμφαξ καθαρῶς ἠρέμα λυόμενος, Οὔθ᾽ ὅλος ὥριός ἐστι, τὸ μὲν μέλας, ἄλλο δ᾽ ἐρυθρὸς, ῎Ἄλλο δ᾽ ἄρ᾽ αἰθαλόεις, ὄμφακα δ᾽ ἄλλο ἔχει · Ὡς οἳ δηριόωντο πεπαινομένης κακότητος, Ἤδη καὶ ληνοῖς γήθεον εὐρυτέραις. Ταῦτ᾽ ἔχον· ἐκ δὲ μοι ὕπνον ἀπὸ βλεφάρων ἐτίναξε Γῆρυς ἀλεκτρυόνων, τῷ δ᾽ ἅμ' ᾿Αναστασίαν. Φάσμα δὲ φάσματος ειχον ἐπὶ χρόνον, αὐτὰρ ἔπειτα Καὶ τὸ φύγε κραδίην ἦκα μαραινόμενον Μοῦνον δ᾽ ἄλγος ἔμεινεν ἐμοὶ, καὶ γῆρας ἀνιγρόν. Ὦ μοι ἐμῆς Τριάδος ! ὦ μοι ἐμῶν τεκέων ! Ὦ φθόνε, τίπτε μ' ἔοργας; ἔχεις τόσον· ἄλλο χέρειον Μή τι βάλῃς ἐπ᾿ ἐμῷ δυσθανέϊ βιότῳ. Ἡ μὲν δὴ πολλοῖσιν ἀγαλλομένη μεγάλοις τε Κάλλεσι δαιδαλέοις ἡ βασίλεια πόλις, Νηοῖς οὐρανίοισιν ἀγάλλεται ἔξοχον ἄλλων, Νηοῖς, τοῖς ποτ᾿ ἐμοῖς, νῦν γε μὲν ἀλλοτρίοις · Σὺν τοῖς καὶ μεγάλαυχον ἕδος Χριστοῖο μαθητῶν, Πλευραῖς σταυροτύποις, τέτραχα τεμνόμενον. ᾿Αλλ' οὐ τόσσος ἔμοιγε πόθος καὶ ἄλγος ἐκείνων, Ὅσσος Αναστασίης, Βηθλεὲμ ὑστατίης. Ἡ μὴν πόλλ᾽ ἐμόγησα καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν, Ἐχθροῖς, καὶ φιλίοις, ποιμέσιν, ἠδὲ λύκοις, Νούσῳ τε στυγερῇ, καὶ γήραϊ καμπυλόεντι· Οὔτι δὲ πρόσθεν· ἐμοὶ τοῖον ἐπῆλθεν ἄχος. Οὐ τόσον ᾿Ασσυρίοισιν ὅτ᾽ ἤγετο τηλόθι πάτρης Λαὸς δουριαλής, νηὸν ἔκλαυσε μέγαν, Οὐδὲ μὲν οὐδὲ κιβωτὸν, ὅτ᾽ ἀλλοφύλοισιν ἐμίχθη· Οὔτ᾽ Ἰακὼβ τοπάρος υἷα κλαπέντα φίλον · Οὐδὲ λὶς ἡῦγένειος ἐπακτήρεσσι δαμέντας Σκύμνους, οὐδ᾽ ἀγέλην βουκόλος ὀλλυμένην· Οὐδὲ φιλοξείνοιο φυτοῦ καθύπερθε καλιὴν ῎Ορνις ἀφεὶς ἀέκων, οὐ πολύπους θαλάμην, Ὅσσον ἐγὼ νεόπηκτον ὀδύρομαι εἰσέτι καὶ νῦν Νηὸν, ὃν ἄλλος ἔχει καρπὸν ἐμῶν καμάτων. Εἴ ποτε σεῖο λάθοιτο ἐμὸν κέαρ, εἴτε τι γλῶσσα Πολλάκι καὶ μεγάλων θυέων δίχα, ἠδὲ τραπέζης Πρόσθε φέροι παρ' ἐμοὶ, Χριστὸς ἐμοῖο λάθος. Λαὸν ᾿Αναστασίης ἤγνισα τῆλε μένων, Στήσας ἐν πραπίδεσσιν ἀσώματον ἔνδοθι νηὸν, Δάκρυ ἐπισπένδων φάσμασι θειοτέροις. ῎Αζυγες, ὑμνοπόλοι τε, χοροστασίαι τ' ἐρατειναὶ Ξείνων, ἡμεδαπῶν, ἐξ ἀπὸς ἀντιθέτου, Χῆραί τ᾽ ὀρφανικοί τε, ἀλήμονες, ἀδρανέοντες, Λεύσσοντες πρὸς ἐμὰς, ὥστε Θεοῦ, παλάμας, Οἶκοί τε γλυκεροί, γηροτρόφοι, οὗ ποτ' ἔγωγ Λήσομαι, οὐδ᾽ ἐθέλων, ὑμετέρης φιλίης. Εἰ δὲ τί που καὶ ἐμεῖο πολυτλήτοιο λέλειπται Μνῆστις ἐν ὑμετέροις, ἥδε χάρις Τριάδος - Πολλοὶ γὰρ καιροῖσιν ἐπίῤῥοπον ἦτορ ἔχουσιν, Ἐν δὲ μόνοις αἰδὼς ὄμμασι κουφοτέρων. Κεῖνό γε μὴν ποθέω, σεπτὴ Τριὰς, αἰὲν ἄληστος Ψυχαῖς ἀρτιφύτοις σεῖο μένοι θεότης. Χαίρετε, ὦ βασιλῆες, ἐμῶν παθέων ἐπαρωγοί · Χαῖρέ μοι, ἀντολίη καὶ δύσι μαρνάμεναι· Χαίρετέ μοι, ἱερῆες, ἐπ᾿ ἀλλήλοισιν ἰόντες· Χαῖρε, πρόεδρε τύφε· χαῖρε, πόλις μεγάλη. Αὐτὰρ ἐγὼ χθονίων μὲν ὑπέρτερός εἰμι θοώκων, Ἱμείρω δὲ μόνου κύδεος ἀθανάτου. ᾿Αλλὰ σάω με, σάω με, φίλη Τριάς· ὑστάτιον δὲ Ὀψόμεθ', οὗπερ ἁγνῆς θῶκος Αναστασίης. Γρηγορίου γόος οὗτος Αναστασίην ποθέοντος, Τῆς ποτέ μιν φθονερὴ νόσφισεν ἀδρανίη.
Eidon dē glykyn hypnon; ᾿Anastasian de t᾽ oneiros Stēsen emoisi pherōn hēmatioisi pathois; "Ē prōtē logon aipyn eni propodessi menonta Ēgagen es koryphēn oureos akrotatēn; Tounek' Anastasian min hepiklēsin kaleousi Nēon, emēs palamēs ergon aristoponou. Hezesthai dokeeskon hyperthronos, ouch hyperophrys, Oude gar oude onar tion agēnoriēn Hoi de moi amphoterōthen hyphedrioōnto geraioi, Poimnēs hēgemones, enkritos hēlikiē. Hoi d' ar᾽ hypodrēstēres en eimasi pamphanoōsin Estasan, angelikēs eikones aglaïēs. Laoi d' hoi men echynto peristadon, hōste melissai, Kinklidos ; ēn gar agōn assoterō pelasai. Hoi d' hierois prothyroisi peristeinonto rheontes, Ouasin ēde posin ison epeigomenoi. ᾿Allous d᾽ aut᾿ agorai te polyschidees th᾽ ham᾿ aguiai, Possi kroainomenai, pempon emoisi logois. Hai d' ar᾽ aph᾽ hypsēlōn tegeōn eukosmon akouēn ῾Agnai parthenikai klinon ham᾽ esthlogamois. Kai tode nyktos athyrma; diakridon istato laos Mythōn hēmeterōn eisaïein potheōn. Hos men dē chthamalon kai epidromon ę̄tee mython; Ou gar anō neuein ēthelen, oud᾽ edaē ; Autar og᾽ hypsitheonta kai eustrophon, oisi memēlei Benthe᾿ anichneuein amphoterēs sophiēs, Xeinēs th' hēmeterēs te. Boē d᾽ hekaterthen orōrei Helkomenoio logou marnamenoisi pothois. Autar emoi stomatōn Trias errheen hē monoseptos Lampomenē trissois kallesin oigomenois, Phōnę̄ te stibarę̄, kai pneumatos aithomenoio Oidmati, kai mythōn halmasin antipalōn. Kai rh᾽ hoi men pallonto, kai ēneon, hoi de siōpę̄ Thambeon, hoi de logō tryzon eth', hoi de noǭ, Thnēskousēs ōdinos anaudeos, hoi de machonto Hoia kathistamenou kymatos ex anemōn. Pantas d᾽ euepiē katekēleen, euphradeas te Kai mythōn hierōn idmonas eusebeōn, Hēmeterous te nothous te, kai hoi mala tēlothi mandrēs Tlēmones eidōlōn latries adraneōn. Hōs de botrys liarę̄sin hyp᾿ aktinessi melanchtheis, Out᾽ omphax katharōs ērema lyomenos, Outh᾽ holos hōrios esti, to men melas, allo d᾽ erythros, ᾿Allo d᾽ ar᾽ aithaloeis, omphaka d᾽ allo echei ; Hōs hoi dērioōnto pepainomenēs kakotētos, Ēdē kai lēnois gētheon euryterais. Taut᾽ echon; ek de moi hypnon apo blepharōn etinaxe Gērys alektryonōn, tǭ d᾽ ham' ᾿Anastasian. Phasma de phasmatos eichon epi chronon, autar epeita Kai to phyge kradiēn ēka marainomenon Mounon d᾽ algos emeinen emoi, kai gēras anigron. Ō moi emēs Triados ! ō moi emōn tekeōn ! Ō phthone, tipte m' eorgas? echeis toson; allo chereion Mē ti balę̄s ep᾿ emǭ dysthaneï biotǭ. Hē men dē polloisin agallomenē megalois te Kallesi daidaleois hē basileia polis, Nēois ouranioisin agalletai exochon allōn, Nēois, tois pot᾿ emois, nyn ge men allotriois ; Syn tois kai megalauchon hedos Christoio mathētōn, Pleurais staurotypois, tetracha temnomenon. ᾿All' ou tossos emoige pothos kai algos ekeinōn, Hossos Anastasiēs, Bēthleem hystatiēs. Hē mēn poll᾽ emogēsa kai ein hali, kai kata gaian, Echthrois, kai philiois, poimesin, ēde lykois, Nousǭ te stygerę̄, kai gēraï kampyloenti; Outi de prosthen; emoi toion epēlthen achos. Ou toson ᾿Assyrioisin hot᾽ ēgeto tēlothi patrēs Laos dourialēs, nēon eklause megan, Oude men oude kibōton, hot᾽ allophyloisin emichthē; Out᾽ Iakōb toparos huia klapenta philon ; Oude lis hēugeneios epaktēressi damentas Skymnous, oud᾽ agelēn boukolos ollymenēn; Oude philoxeinoio phytou kathyperthe kaliēn ᾿Ornis apheis aekōn, ou polypous thalamēn, Hosson egō neopēkton odyromai eiseti kai nyn Nēon, hon allos echei karpon emōn kamatōn. Ei pote seio lathoito emon kear, eite ti glōssa Pollaki kai megalōn thyeōn dicha, ēde trapezēs Prosthe pheroi par' emoi, Christos emoio lathos. Laon ᾿Anastasiēs ēgnisa tēle menōn, Stēsas en prapidessin asōmaton endothi nēon, Dakry epispendōn phasmasi theioterois. ᾿Azyges, hymnopoloi te, chorostasiai t' erateinai Xeinōn, hēmedapōn, ex apos antithetou, Chērai t᾽ orphanikoi te, alēmones, adraneontes, Leussontes pros emas, hōste Theou, palamas, Oikoi te glykeroi, gērotrophoi, hou pot' egōg Lēsomai, oud᾽ ethelōn, hymeterēs philiēs. Ei de ti pou kai emeio polytlētoio leleiptai Mnēstis en hymeterois, hēde charis Triados - Polloi gar kairoisin epirrhopon ētor echousin, En de monois aidōs ommasi kouphoterōn. Keino ge mēn potheō, septē Trias, aien alēstos Psychais artiphytois seio menoi theotēs. Chairete, ō basilēes, emōn patheōn eparōgoi ; Chaire moi, antoliē kai dysi marnamenai; Chairete moi, hierēes, ep᾿ allēloisin iontes; Chaire, proedre typhe; chaire, polis megalē. Autar egō chthoniōn men hyperteros eimi thoōkōn, Himeirō de monou kydeos athanatou. ᾿Alla saō me, saō me, philē Trias; hystation de Opsometh', houper hagnēs thōkos Anastasiēs. Grēgoriou goos houtos Anastasiēn potheontos, Tēs pote min phthonerē nosphisen adraniē.
A Dream about the Church of the Anastasia I saw a sweet sleep indeed; and a dream set the Anastasia before me, bringing it to my sufferings of the day. She was the first to lead the lofty word, which lay at the foot, up to the highest peak of the mountain; that is why they call it by the name Anastasia, the church, the work of my hand that laboured best. I seemed to sit on a lofty throne, but not lofty-browed, for not even in a dream did I value arrogance; and on either side of me the elders sat lower, leaders of the flock, a chosen age. And the ministers in shining garments stood by, images of angelic splendour. Of the people, some poured round the lattice like bees, for it was a contest to get nearer; others crowded about the holy porch, streaming in, pressing on with ears and feet alike. Others again the marketplaces and the many-branching streets, beaten by feet, sent to my words. And from the high roofs pure maidens, with the nobly married, bent down a well-ordered ear. And this too was a plaything of the night: the people stood divided, longing to hear our words. One asked for a lowly, cursory word, for he did not want to bend his mind upward, nor had he learned to; but another for a high-running, supple one, those whose care was to track out the depths of both wisdoms, the foreign and our own. A shout rose on either side as the word was pulled about by contending longings. But from my mouth flowed the Triad, worshipped as one, shining with threefold beauties opened out, with a sturdy voice, and the swell of a burning spirit, and leaps of words against opponents. And some quivered and applauded, others were amazed in silence, others still muttered in speech, others in mind, their travail dying voiceless; others fought, like a wave settling after the winds. But eloquence charmed them all, the eloquent and the pious who knew the holy words, our own and the bastards, and those very far from the fold, wretched worshippers of feeble idols. As a cluster of grapes, darkening under warm rays, is neither a sour grape purely, as it slowly softens, nor wholly ripe, but part is black, part red, part dusky, and part is still sour, so they who were fighting, as their wickedness ripened, already rejoiced in wider winepresses too. So it was; but the voice of the cocks shook sleep from my eyelids, and with it the Anastasia. I held the phantom of a phantom for a time, but then that too fled my heart, gently fading. Only pain remained to me, and painful old age. Alas for my Triad! Alas for my children! O envy, what have you done to me? You have so much; something worse do not throw upon my miserable life. The royal city, which glories in many and great and elaborate beauties, glories above others in heavenly churches, churches that were once mine, but now are another's; with them the proud seat of Christ's disciples, cut fourfold with cross-shaped sides. But not so great is my longing and pain for those as for the Anastasia, the latest Bethlehem. Truly I toiled much, both at sea and on land, with enemies and friends, with shepherds and with wolves, with hateful sickness and with bent old age; but never before did such grief come upon me. Not so much did the spear-won people, when it was led far from its homeland by the Assyrians, weep for the great temple, nor yet for the ark, when it was mingled with foreigners; nor Jacob of old for his dear son stolen away; nor the well-bearded lion for its cubs killed by hunters, nor the herdsman for his perishing herd; nor a bird unwillingly leaving its nest above a hospitable tree, nor an octopus its den, as I lament still, even now, the newly built church, which another holds, the fruit of my toils. If ever my heart should forget you, or my tongue often, even without great sacrifices and the table, put anything before you in my presence, may Christ forget me. I have purified the people of the Anastasia while staying far away, setting up within my heart a bodiless temple, and pouring tears as a libation on more divine visions. Unwedded ones, singers of hymns, and lovely choirs of strangers and of our own, from the opposite land, widows and orphans, wanderers, the infirm, who looked to my hands as to God's, sweet houses that cared for the old, I shall never forget your friendship, not even if I wished to. And if somewhere some remembrance of me, the much-suffering, is left among you, this is the grace of the Triad. For many have hearts that tip with the times, and among the lighter-minded shame is only in the eyes. This is what I long for, revered Triad: may your Godhead remain ever unforgotten in newly planted souls. Farewell, O emperors, helpers in my sufferings; farewell, East and West, at war; farewell, priests, going against each other; farewell, presiding Pride; farewell, great city. But I am above earthly thrones, and long only for immortal glory. But save me, save me, dear Triad; and at the last we shall see each other where the throne of the holy Anastasia is. This is the lament of Gregory, longing for the Anastasia, from which envious weakness once parted him.
Ps 137:5 (136:5 LXX) (allusion, medium confidence) · 2 Kgs 25:9 (allusion, low confidence) · 1 Sam 4:11 (allusion, medium confidence) · Gen 37:33 (allusion, medium confidence)
Notes and citation
Summary: Gregory tells a dream in which he again presided and preached the Triad in the crowded church of the Anastasia at Constantinople, wakes to grief, laments the loss of the church he built, and bids the city farewell.
- The title is Migne's heading (Ἐνύπνιον περὶ τῆς Ἀναστασίας ἐκκλησίας). Lines 5–6 explain the name Anastasia ('resurrection'): there the faith was raised up. Lines 59–60 describe the cruciform Church of the Holy Apostles. Lines 77–79 echo Ps 137:5–6; lines 78 and 79 appear transposed in the scan (the sense runs 77, 79, then 78 with 80: 'often, even without great sacrifices and the table, I have purified the people …'); translated where they stand. In line 95 'helpers in my sufferings' may be ironic.
Topics: Church office, Trinity
Cite (SBL): Gregory of Nazianzus, Carm. 2.1.16 (PG 37:1253–1262; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-16). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-16
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-2-1-16) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
2.1.17PG 37:1261–1270
Ζωγράφος ἐστὶν ἄριστος, ὃς ἐν πινάκεσσι χαράσσει Μορφὰς ἀτρεκέας, ἔμπνοα δερκομένας· Οὐχ ὃς χρώματα πολλὰ καὶ εὔχροα μὰψ ἐπιμίξας, Λειμῶνα γραπτὸν δείκνυσιν ἐκ πινάκων. Νῆα δὲ ποντοπόρειαν ἐπήνεσα, οὐ παρασήμοις Κάλλεσιν, οὐ πρύμνης ἄνθεσι λαμπομένην· Ἀλλ᾿ ἣν ναυπηγοῖο χέρες γόμφοισιν ἄριστα Δῶκαν πηξάμεναι κύμασι θαρσαλέην. Καὶ στρατός ἐστιν ἄριστος, ἀρήῖος ἀντὶ καλοῖο, Καὶ δόμος αἰγλήεις δεύτερος εὐπαγέος. Ὡς δὲ βίων βροτέων. Ὁ μὲν ἄμβροτος, ὅν τινα Χριστῳ Τάρβος ἄγει, πλεκτῆς ἀλλότριον κακίης, Ἔμπεδον, ἀστυφέλικτον, ἀπενθέα. ὡς δὲ κάκιστος, Ἔνδοθεν ἀδρανέων, ἔκτοθε κάρτος ἔχων, Ὠκύμορον, φρενοπλῆξιν ὁμοίῖον, οἶσιν ἅπαντα Δινήεντα πέλει ἀστατέουσι νόον. Τοῖος καὶ Χριστοῖο μεγακλέος ἀρητῆρσι Θυμός. Ὁ μὲν βροτέου λάτρις ἀεισθενέος, Κλινόμενος καιροῖσι, δόναξ πολύκαμπτος ἀήταις, Παντοίης κακίης οὐκ ἄκος, ἀλλὰ τύπος Αὐτὰρ ὅ γε τρομερῇσι καὶ εὐαγέσιν παλάμῃσι Δῶρον ἄγει, Χριστοῦ σαρκὶ χαριζόμενος, Καὶ μεγάλοις παθέεσσιν, ἅπερ Θεὸς ἐνθάδ' ἀνέτλη, Ῥύσιον ἀρχεγόνων ἡμετέρων παθέων· Ο ζώει μούνῳ καὶ τέρπεται· ᾧ ῥα κεάζει Θυμὸν ἀπὸ χθονίων ἔνθεν ἀνιστάμενος. Κάμπτεται, ὅσσα λίθος ὀκρυόεις ἀδάμας · Οὐδ᾽ ὅ γ' ἐπιστρέφεται· πλούτου μεγάλων τε θρώκων, ᾿Ανθρώπων δ᾽ ἀγαθοῖσι διδοῖ φρένα, τοῖς δὲ κακοῖσι Οὐ δόξης βροτέης ἐνθάδε συρομένης · Οὐδὲ δορὴν βασιλῆος ἔχων βριαροῖο λέοντος, Κεύθει κερδῴην ἔνδοθι δουλοσύνην, Νεκροβόρος, δολόμητις, ἀτάσθαλος, ἄλλος ἐν ἄλλοις Παντοδαποῖς κακίης είδεσι κλεπτόμενος. ᾿Αλλὰ νόον καθαροῖσι νοήμασιν αἰὲν ἀέξων, Ἤδη καὶ Τριάδος ἅπτεται οὐρανίης, Ἧς τύπον ἐστήριξεν ἐνὶ πραπίδεσσιν ἐῇσι, Κῦδος ἓν ἐν τριστοῖς κάλλεσι δερκόμενος, Καὶ λαὸν θυέεσσιν ἁγνοῖς θεοειδέα τεύχων, Ὑστάτιον ψυχῆς θύματ᾿ ἄναιμα φέρει. Τῶν μὲν ἐγὼ ποθέων εἷς ἔμμεναι (οὐκ ἐπικεύσω), Σῶμα μὲν ἐν σπλάγχνοισι· νόος δ᾽ ἀδέτοισιν ἐρωαῖς ῎Ἤδη καὶ προθύρων ἔνδοθι ταροὴν ἔχων, Ὡς ἴδον αἴσυλα ἔργα, κακοῤῥαφίην σ᾽ ἀλεγεινὴν, Αψ ἀναχασσάμενος ἐκτὸς ἔθηκα πόδα, Ἡ μὴν πόλλ᾽ ἐμόγησα καὶ εἰν ἄλλοισιν ἀπίστοις, Οἶσιν ἔνι γλώσσης ἦχος ἔθ᾽ ἡμετέρης. Λᾶες ἐμοὶ, κείνων δὲ Τριὰς, θεότης νεόπηκτος Τοίοις ἀλλήλους ξεινίσαμεν ξενίοις. ᾿Ἀλλὰ καὶ ὡς ὑπόειξα, λιπὼν λόγον οὐκέτ᾽ ἄπιστον, Πάντοθεν ἡμετέροις κύμασι βαλλόμενος. Κεῖμ᾿· ἐπίβαιν᾽, ἐπίβαινε, κακὲ φθόνε. Η τάχα δή σε Σχήσω, καὶ πυμάτοις πείρασι κευθόμενος, Καὶ θηρὸς ζοφεροῖσιν ἐνὶ σπλάγχνοισιν ἐερχθεὶς, Κήτεος εἰναλίου, ὡς ποτ' Ἰωνᾶς ἔδυ. Βήσεται, οἱ κ᾽ ἐθέλει, καί περ ἐεργόμενος. Τοῦτ᾽ ἀγαθῶν μόνον ἔσται ἐλεύθερον, οὔτε καθεκτὸν, Οὔθ᾽ ἑλετὸν, Χριστῷ νοῦς ἀναειρόμενος. Οὐ θνητοῦ βασιλῆος ὁμέστιος, ὡς τοπάροιθεν, Οὐ χόλον αἰχμάσας, οὐ σώματος αἰθομένοιο Γρηγόριος, θυλάκῳ ἦρα φέρων ὀλίγην, Κείμενος ἐν μέσσοισι, κατηφιόων καὶ ἄναυδος, ῎Ἄπνοον ἆσθμα φέρων, δούλια δαινύμενος. Οὐχ ἔδρῃ τίσει με δικασπόλος, ἠὲ συνέδρῳ, Ἠὲ χαμαιπετέϊ, πνεύματι μέτρα νέμων. Οὐδὲ χέρας φονίους προσπτύξομαι, οὐδὲ γενείου Δράξομαι, ὥστ᾽ ὀλίγης ἀντιτυχεῖν χάριτος· Οὐδ᾽ ἱερὴν ἐπὶ δαῖτα, γενέθλιον, ἡὲ θανόντος, Ἢ τινα νυμφιδίην σὺν πλεόνεσσι θέων, Λύσσαν ἐπιψύξας, οὐ χέρα μαινομένην Πάντα τὰ μὲν γναθμοῖσιν ἑλώρια, τὰ δ᾽ ἄρ᾽ ὀπηδοῖς Θήσομαι, ἁρπαλέαις Βριαρέω παλάμαις· Ὀψὲ δὲ φορτίδ᾽ ἄγων, τάφον ἔμπνοον, ἂψ ἐπὶ δῶμα Ἕλξω, τὴν μογερὴν γαστέρα τειρόμενος, ῎Ασθμα κόροιο φέρων, ἄλλην ἐπὶ δαῖτα παχείην Σπεύδων, πρὶν προτέρην ὕβριν ἀποσκεδάσαι. Οὐδὲ μὲν οὐδὲ πρόεδρος ἐὼν ἱεροῖς ἐνὶ χώροις, Ἢ μόνος, ἢ πλεόνων εἰς ἕν ἀγειρομένων, Φθέγξομαι οὔασι τερπνὰ, τὰ Πνεύματος ἔκτοθι ῥίψας, Ως κεν ἔοιμι πρόφρων, φίλτρον ἔχων πλεόνων, Τερπόμενός τε κρότοισι, καὶ ἐν θεάτροισι χορεύων, Κρημνοβάτης ἐπέων ἀντικορυσσομένων, ᾿Αθλοφόροισιν ὁμοῖα, πολυγνάμπτοισί τε λώβαις, Ἢ καὶ μαινομένοις ἀντίπαλ᾽ ἡνιόχοις · Πᾶσιν ἐπ᾿ ἀλλοτρίοισι, λόγου δεσμοῖσι πεδήσας, Οὐ ψευδῆ κραδίης δόξαν ἀποσκεδάσας, Οὐ τύφον οἰδαίνοντα διδάγμασιν ἐς χθόνα ῥίψας Οὐ πηγαῖς δακρύων δάκρυον ἐκκαλέσας, ᾿Αλλ' ἓν φάρμακον αἰνὸν ἔχων, θηρήτορα τιμῆς Θυμὸν, καὶ θανάτου φάρμακον ἀτρεκέως. Οὐδέ τί που συνόδοισιν ὁμόθρονος ἕσσομ' ἔγωγε Χηνῶν ἢ γεράνων ἄκριτα μαρναμένων · Ἔνθ᾽ ἔρις, ἔνθα μόθος τε καὶ αἴσχεα κρυπτὰ πάροιθεν Εἰς ἕνα δυσμενέων χῶρον ἀγειρόμενα. Τῶνδε γὰρ εἴνεκ' ἔγωγε μέσος χθαμαλοῖσι κάθημαι Ἰητρὸς παθέων, αὐτὸς ἄνουσος ἐών.
Zōgraphos estin aristos, hos en pinakessi charassei Morphas atrekeas, empnoa derkomenas; Ouch hos chrōmata polla kai euchroa maps epimixas, Leimōna grapton deiknysin ek pinakōn. Nēa de pontoporeian epēnesa, ou parasēmois Kallesin, ou prymnēs anthesi lampomenēn; All᾿ hēn naupēgoio cheres gomphoisin arista Dōkan pēxamenai kymasi tharsaleēn. Kai stratos estin aristos, arēios anti kaloio, Kai domos aiglēeis deuteros eupageos. Hōs de biōn broteōn. Ho men ambrotos, hon tina Christǭ Tarbos agei, plektēs allotrion kakiēs, Empedon, astyphelikton, apenthea. hōs de kakistos, Endothen adraneōn, ektothe kartos echōn, Ōkymoron, phrenoplēxin homoiion, oisin hapanta Dinēenta pelei astateousi noon. Toios kai Christoio megakleos arētērsi Thymos. Ho men broteou latris aeistheneos, Klinomenos kairoisi, donax polykamptos aētais, Pantoiēs kakiēs ouk akos, alla typos Autar ho ge tromerę̄si kai euagesin palamę̄si Dōron agei, Christou sarki charizomenos, Kai megalois patheessin, haper Theos enthad' anetlē, Rhysion archegonōn hēmeterōn patheōn; O zōei mounǭ kai terpetai; hǭ rha keazei Thymon apo chthoniōn enthen anistamenos. Kamptetai, hossa lithos okryoeis adamas ; Oud᾽ ho g' epistrephetai; ploutou megalōn te thrōkōn, ᾿Anthrōpōn d᾽ agathoisi didoi phrena, tois de kakoisi Ou doxēs broteēs enthade syromenēs ; Oude dorēn basilēos echōn briaroio leontos, Keuthei kerdǭēn endothi doulosynēn, Nekroboros, dolomētis, atasthalos, allos en allois Pantodapois kakiēs eidesi kleptomenos. ᾿Alla noon katharoisi noēmasin aien aexōn, Ēdē kai Triados haptetai ouraniēs, Hēs typon estērixen eni prapidessin eę̄si, Kydos hen en tristois kallesi derkomenos, Kai laon thyeessin hagnois theoeidea teuchōn, Hystation psychēs thymat᾿ anaima pherei. Tōn men egō potheōn heis emmenai (ouk epikeusō), Sōma men en splanchnoisi; noos d᾽ adetoisin erōais ᾿Ēdē kai prothyrōn endothi taroēn echōn, Hōs idon aisyla erga, kakorrhaphiēn s᾽ alegeinēn, Aps anachassamenos ektos ethēka poda, Hē mēn poll᾽ emogēsa kai ein alloisin apistois, Oisin eni glōssēs ēchos eth᾽ hēmeterēs. Laes emoi, keinōn de Trias, theotēs neopēktos Toiois allēlous xeinisamen xeniois. ᾿Alla kai hōs hypoeixa, lipōn logon ouket᾽ apiston, Pantothen hēmeterois kymasi ballomenos. Keim᾿; epibain᾽, epibaine, kake phthone. Ē tacha dē se Schēsō, kai pymatois peirasi keuthomenos, Kai thēros zopheroisin eni splanchnoisin eerchtheis, Kēteos einaliou, hōs pot' Iōnas edy. Bēsetai, hoi k᾽ ethelei, kai per eergomenos. Tout᾽ agathōn monon estai eleutheron, oute kathekton, Outh᾽ heleton, Christǭ nous anaeiromenos. Ou thnētou basilēos homestios, hōs toparoithen, Ou cholon aichmasas, ou sōmatos aithomenoio Grēgorios, thylakǭ ēra pherōn oligēn, Keimenos en messoisi, katēphioōn kai anaudos, ᾿Apnoon asthma pherōn, doulia dainymenos. Ouch edrę̄ tisei me dikaspolos, ēe synedrǭ, Ēe chamaipeteï, pneumati metra nemōn. Oude cheras phonious prosptyxomai, oude geneiou Draxomai, hōst᾽ oligēs antitychein charitos; Oud᾽ hierēn epi daita, genethlion, hēe thanontos, Ē tina nymphidiēn syn pleonessi theōn, Lyssan epipsyxas, ou chera mainomenēn Panta ta men gnathmoisin helōria, ta d᾽ ar᾽ opēdois Thēsomai, harpaleais Briareō palamais; Opse de phortid᾽ agōn, taphon empnoon, aps epi dōma Helxō, tēn mogerēn gastera teiromenos, ᾿Asthma koroio pherōn, allēn epi daita pacheiēn Speudōn, prin proterēn hybrin aposkedasai. Oude men oude proedros eōn hierois eni chōrois, Ē monos, ē pleonōn eis hen ageiromenōn, Phthenxomai ouasi terpna, ta Pneumatos ektothi rhipsas, Ōs ken eoimi prophrōn, philtron echōn pleonōn, Terpomenos te krotoisi, kai en theatroisi choreuōn, Krēmnobatēs epeōn antikoryssomenōn, ᾿Athlophoroisin homoia, polygnamptoisi te lōbais, Ē kai mainomenois antipal᾽ hēniochois ; Pasin ep᾿ allotrioisi, logou desmoisi pedēsas, Ou pseudē kradiēs doxan aposkedasas, Ou typhon oidainonta didagmasin es chthona rhipsas Ou pēgais dakryōn dakryon ekkalesas, ᾿All' hen pharmakon ainon echōn, thērētora timēs Thymon, kai thanatou pharmakon atrekeōs. Oude ti pou synodoisin homothronos hessom' egōge Chēnōn ē geranōn akrita marnamenōn ; Enth᾽ eris, entha mothos te kai aischea krypta paroithen Eis hena dysmeneōn chōron ageiromena. Tōnde gar einek' egōge mesos chthamaloisi kathēmai Iētros patheōn, autos anousos eōn.
On the Different Kinds of Life, and against … That painter is best who engraves on panels true forms, looking out as if they breathed; not he who, mixing many fine colours at random, shows a painted meadow on his panels. And I have praised the seafaring ship, not for its ensigns' beauties, nor for gleaming with flowers on its stern, but the one which the shipwright's hands, fixing it best with bolts, have made bold against the waves. And the best army is the warlike rather than the handsome, and a gleaming house is second to a well-built one. So it is with mortal lives. That life is immortal which fear leads to Christ, a stranger to tangled wickedness, steadfast, unshaken, free of grief; and that the worst, feeble within, having strength outside, short-lived, like the mad, for whom all things whirl round as their mind reels. Such too is the spirit among the priests of glorious Christ. The one, servant of whatever mortal is strong, bending with the times, a reed bent every way by the winds, is not the remedy of every kind of wickedness, but its pattern. But the other, with trembling and holy hands, brings a gift, honouring the flesh of Christ and the great sufferings that God endured here, a ransom for our primal sufferings; for him alone he lives and delights; for him he splits his heart away from earthly things, rising up from here. He bends as much as a chill adamant stone; nor does he turn round for wealth and great thrones; he gives his mind to the good among men, but to the evil not, nor to mortal glory dragged along here; nor, wearing the skin of the mighty king, the lion, does he hide within a fox's servility, carrion-eating, crafty, reckless, a different man among different people, stealing away in every form of wickedness. But ever increasing his mind with pure thoughts, he already touches the heavenly Triad too, whose imprint he has fixed in his heart, seeing one glory in three beauties, and, making the people godlike with holy sacrifices, at the last he offers the bloodless sacrifices of the soul. Longing to be one of these (I will not hide it), [The body indeed is in the bowels; but the mind with unfettered movements] with my foot already inside the porch, when I saw wicked deeds and painful scheming, I drew back again and set my foot outside. Truly I toiled much also among other unbelievers, among whom the sound of my tongue still lives. Stones for me, for them the Triad, a newly founded Godhead: with such gifts of hospitality we entertained each other. But even so I gave way, leaving the word no longer unbelieved, struck on all sides by our own waves. I lie fallen: tread on me, tread, evil envy. Surely I shall hold you off, even hidden at the furthest ends, even shut in the dark bowels of a beast, a sea monster, as Jonah once went down. It will go where it wishes, even though shut in. This alone of goods will be free, neither to be held down nor seized: the mind lifted up to Christ. Not as a mortal king's table-companion, as before, not wielding bile as a spear, nor of a burning body, Gregory, carrying a small favour in a wallet, lying among those in the middle, downcast and voiceless, breathing a breathless gasp, dining like a slave. No judge will honour me with a seat, or a place on his bench, or on the ground, assigning places by his mood. Nor will I embrace murderous hands, nor grasp a beard, so as to obtain some little favour; nor to a sacred feast, a birthday, or for one who has died, or some wedding, running with the crowd, cooling my madness, not my raving hand, shall I set all things, some as prey for my jaws, others for my attendants, with the greedy hands of Briareus; and late, leading a laden ship, a breathing tomb, back home shall I drag myself, worn down in my miserable belly, panting with surfeit, hurrying to another fat feast before I have scattered the former excess. Nor yet, presiding in holy places, either alone or with many gathered into one, shall I utter what pleases ears, throwing out the things of the Spirit, so as to be well liked, holding the love-charm of the many, delighting in applause and dancing in theatres, a cliff-walker of words armed against each other, like prize-fighters, and with many-twisting outrages, or rivals to raving charioteers; binding everyone in the fetters of speech over trifles, not scattering the false opinion of the heart, not throwing swelling pride to the ground by teaching, not calling forth a tear from fountains of tears, but having one dread drug, a spirit that hunts honour, and truly a drug of death. Nor shall I ever sit on the same bench in synods of geese or cranes fighting confusedly; there is strife there, and battle, and shames hidden before gathered into one place of enemies. For this reason I sit in the middle among the lowly, a physician of sufferings, myself free of their disease.
Matt 11:7 (allusion, medium confidence) · Jonah 2:1 (allusion, high confidence)
Notes and citation
Summary: Gregory contrasts the time-serving priest with the true priest who lives for Christ and the Triad, and explains why he withdrew from the bishops' feasts, flattery and synods.
- The title is Migne's heading, which breaks off in the scan (Περὶ τῶν τοῦ βίου διαφορῶν, καὶ κατὰ …). Line 41 ends with a verse displaced from its place before line 55 ('The body indeed is in the bowels; but the mind with unfettered movements'), translated in brackets where it stands; Migne's margin number 55 is removed. In line 42 the scan's ταροὴν is probably ταρσὸν ('foot'); translated by sense. Lines 27, 59 and 69 seem short and may have lost words. Lines 58–75 describe, ironically, the flatterer at great men's tables that Gregory will not be. Line 71: Briareus, the hundred-handed giant. Lines 90–93 echo his complaints about synods elsewhere ('geese or cranes').
Notes on the original text
- Digital text corrected (Migne's margin line number): Α 55 Σῶμα → Σῶμα.
Topics: Church office
Cite (SBL): Gregory of Nazianzus, Carm. 2.1.17 (PG 37:1261–1270; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-17). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-17
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-2-1-17) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
2.1.18PG 37:1269–1272
Οὐ γὰρ ἐμῆς πολιῆς παίζειν, καὶ λάτριν ἀεικῶς Ἔμμεναι ἀντὶ θρόνων, ὧν πέρι μαρνάμενοι Σχίζονται, καὶ κόσμον ὅλον τέμνουσιν ἀθέσμως. Αἱ αἱ τῶν μεγάλων ἡμετέρων ἀχέων! Ταῦτα μὲν, οἶσι φίλον, καὶ κερκώπων κράτος εἴη · Αὐτὰρ ἐγὼ Χριστοῦ πλήσομαι ἀτρεμέων. Εἰ δὲ κακὸν λαοῖο θεόφρονος ἡνία ῥίψαι, Ἴστωσαν κεφαλαὶ τῶν ἀποσεισαμένων, Ὄφρα κεν, ὡς θοὸν ἵππον, ἀποπτυστῆρα χαλινῶν, Θυμὸς ἄγοι κρημνοῖς, ἢ σκοπέλοισι φέρων. Εύχομαι, ὥς κεν ἅπαντα Θεῷ φίλα τοῖσδε μεμήλοι, Εἰ δὲ χερειότερα, τηλόθεν οὔατ᾿ ἔχειν. Ἐξ οὗ Θεῷ προσῆλθον ἐκλιπὼν βίον, Πολλαῖς στροβοῦμαι καὶ κακαῖς τρικυμίαις · ᾿Αντιπνέει γὰρ ὁ φθόνος, πόῤῥω Θεοῦ Βαλεῖν θέλων με, καὶ λαβεῖν ὁμόσκοτον. Πόθεν φίλοι μοι δυσμενεῖς, καλοὶ κακοί; Ἕν εἰσι πάντες ἐξ ἴσου δρῶντες κακῶς · Πόθεν λόγον τοσοῦτον ἔκδημον φέρων Πόλει τοσαύτῃ, καὶ τί πλεῖον κερδάνας, Ὥσθην νόσῳ τε καὶ κακοῖς παραστάταις; Πύρωσις, οἶμαι, τοῦτο, καὶ στέργω· μόνον Δόξης τύχοιμι, Χριστὲ, σῆς τῆς ἀφθόνου.
Ou gar emēs poliēs paizein, kai latrin aeikōs Emmenai anti thronōn, hōn peri marnamenoi Schizontai, kai kosmon holon temnousin athesmōs. Hai hai tōn megalōn hēmeterōn acheōn! Tauta men, oisi philon, kai kerkōpōn kratos eiē ; Autar egō Christou plēsomai atremeōn. Ei de kakon laoio theophronos hēnia rhipsai, Istōsan kephalai tōn aposeisamenōn, Ophra ken, hōs thoon hippon, apoptystēra chalinōn, Thymos agoi krēmnois, ē skopeloisi pherōn. Euchomai, hōs ken hapanta Theǭ phila toisde memēloi, Ei de chereiotera, tēlothen ouat᾿ echein. Ex hou Theǭ prosēlthon eklipōn bion, Pollais stroboumai kai kakais trikymiais ; ᾿Antipneei gar ho phthonos, porrhō Theou Balein thelōn me, kai labein homoskoton. Pothen philoi moi dysmeneis, kaloi kakoi? Hen eisi pantes ex isou drōntes kakōs ; Pothen logon tosouton ekdēmon pherōn Polei tosautę̄, kai ti pleion kerdanas, Hōsthēn nosǭ te kai kakois parastatais? Pyrōsis, oimai, touto, kai stergō; monon Doxēs tychoimi, Christe, sēs tēs aphthonou.
To the Envious It does not befit my grey hair to play, or to be shamefully a slave for the sake of thrones, over which they fight and split, and cut the whole world lawlessly. Alas, alas, for our great griefs! Let these things belong to those who like them, and the power of the Cercopes; but I shall be filled with Christ, unshaken. And if it is evil to throw away the reins of a God-minded people, let the heads of those who shook me off know it, so that, like a swift horse spitting out the bit, their temper may carry them over cliffs or onto rocks. I pray that all that is dear to God may be their care, and, if worse things, that my ears may be far away. Since I came to God, leaving the life of the world, I am whirled about by many evil billows; for envy blows against me, wishing to cast me far from God, and to take me as its fellow in darkness. How is it that my friends are enemies, the good evil? They are all one, all doing evil alike. How was it that, bringing so great a word from abroad to so great a city, and gaining what more, I was thrust out by sickness and by evil assistants? This is a fiery trial, I think, and I accept it; only may I obtain your glory, Christ, the glory that knows no envy.
1 Pet 4:12 (allusion, low confidence)
Notes and citation
Summary: Gregory refuses to fight for thrones, leaves those who drove him out to their consciences, and accepts his expulsion from Constantinople as a fiery trial.
- The title is Migne's heading. The scan numbers this poem only to line 10, but 23 lines were recovered: lines 1–12 are elegiacs, lines 13–23 iambics, and the iambics may be a separate short poem run together with this one in the scan; translated as staged. Line 5: the Cercopes, the proverbial tricksters of Greek legend.
Topics: Church office
Cite (SBL): Gregory of Nazianzus, Carm. 2.1.18 (PG 37:1269–1272; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-18). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/2-1-18
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-2-1-18) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.