Expositions on the Psalms 103–107
Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).
Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 103
103PG 27:433–442
Τοῦ Δαυΐδ ἐπὶ τῆς τοῦ κόσμου γενέσεως. Ανεπίγραφος παρ' ῾Εβραίοις. ΡΓ'. Υπόθεσις. Διδάξας διὰ τοῦ προλαβόντος ψαλμοῦ τὸν προελθόντα τῇ πίστει λαὸν τοὺς ὕμνους ἀναφέρειν τῷ Θεῷ, διὰ τῶν παρόντων διδάσκει, καὶ τῆς κατὰ πάντων προνοίας αὐτοῦ ὅσον τὸ χρῆμα δείκνυσιν. Ὅτι οὐ μόνον τῶν ἐπουρανίων καὶ ἀερίων τίθεται πρόνοιαν, ἀλλὰ γὰρ καὶ τῶν ἐπιγείων καὶ τῶν ἐν αὐτοῖς σμικροτάτων · ὡς μηδὲ τῶν πάνυ εὐτελεστάτων ζώων ἀμελεῖν, ἀλλὰ καὶ τούτων προνοεῖν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Διδάσκει καὶ ἐπὶ τῇ μεγάλῃ προνοίᾳ τοῦ Θεοῦ εὐλογεῖν τῇ ψυχῇ τὸν Θεὸν, ὥσπερ καὶ ἐπὶ τῷ προλαβόντι ἐπὶ τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ. Κύριε ὁ Θεός μου, έμεγαλύνθης σφόδρα. ᾿Αφορῶντες εἰς τὴν σὴν πρόνοιαν, ὦ Δέσποτα, μεγαλύνομεν τῆς σῆς προνοίας τὸ μέγεθος ἐκπληττόμενοι. Οὕτω γὰρ τὴν ἡμετέραν ἐξομολόγησιν καὶ εὐπρέπειαν, τουτέστι τὸν μετὰ δοξολογίας αἶνον, ὥσπερ τι περιβόλαιον ἀμφιέννυσιν. Αναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἀπὸ τοῦ νοουμένου φωτὸς ἄρχεται τὸν ὕμνον ἀναπλέκειν αὐτῷ. Ὥσπερ δὲ ἐν ἑτέρῳ λέλεκται φῶς οἰκεῖν ἀπρόσιτον, ἐνταῦθα αὐτὸ τοῦτο τὸ φῶς ἀναβάλλεσθαι λέγεται. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Δεύτερον τοῦτο προνοίας τίθεται ἔργον, τὸ ἐκτείνεσθαι τὸν οὐρανὸν ὥσπερ τι ἔκταμα ἐν χερσὶ τεχνίτου. Ὁμοῦ καὶ τὸ σχῆμα παρέστησε καὶ τὴν εὐκολίαν τοῦ δημιουργήσαντος. Καθάπερ γὰρ ἀνθρώπῳ ῥάδιον ἐκτεῖναι δέῤῥιν, οὕτω καὶ τῷ Θεῷ τὸν οὐκ ὄντα ποιῆσαι οὐρανόν. "Αμα δὲ καί τι ἕτερον ἠνίξατο νόημα ὑψηλὸν, ὅτι πρὸς ἕτερον βίον ὁδεύομεν, καὶ τὰ παρόντα σκιὰ τῶν μελλόντων, καὶ οὐδέπω πρὸς τὰ ἄδυτα ἀφικνούμεθα, ἀλλ᾿ ἔτι ἐν σκηνῇ ἐσμεν τῷ παρόντι βίῳ. Ἡ γὰρ σκηνὴ γὰρ ἰδίᾳ προνοίᾳ ἄγει τὸ πρᾶγμα, ὡς καὶ δοκεῖν οὐρανῶν μέρη. τῶν λυομένων. Καὶ μετ' ὀλίγα· Οὕτω καὶ τοῦ οὐρανοῦ τοῦ ἀλλασσομένου ἕτερος ἔσται τρόπος ζωῆς καὶ λῆξις τῆς παρούσης ἀμείνων. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. Ἀλλ᾿ ἀκουσώμεθα ὅσα περὶ οὐρανοῦ λέγουσιν οἱ προφῆται, ἵνα τὰ στόματα τῶν ἐπὶ τῷ πώγωνι μέγα φρονούντων ἐμφράξωμεν· οἱ τὰ ἐπελθόντα φθεγξάμενοι, καὶ ὑπὸ γῆν οὐρανὸν εἶναι λέγουσι· πρὸς οὓς ἱστάμενος ὁ προφήτης ἔλεγε· Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Ἡ δέῤῥις οὐ σφαῖρά τίς ἐστι κατὰ τὴν ἐκείνων ληρωδίαν· ἀλλ᾽ εἰ μὴ κυκλίῳ τινὶ καὶ ἡμισφαιρίῳ προσέοικεν. Οπερ οὖν ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν ἐπὶ τῆς γῆς. Καὶ πάλιν, ὅτι Οὐ περιδονεῖται· ἀλλ' ἔστηκε πεπηγώς. Οὕτω φησὶν ὁ προφήτης, Ὁ πήξας τὸν οὐρανόν. Καὶ τὴν λεπτότητα δὲ αὐτοῦ τὴν εἰς ἄκρον παριστῶν ἔλεγεν, ὅτι Ὁ οὐρανὸς ὡσεὶ καπνὸς ἐστερεώθη. Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· δείκνυσιν, ὡς οὐκ εἰκῆ τὰ τῶν ὑδάτων συστήματα ἐν ἀέρι περιφέρεται· αὐτὸς ἐστεγάσθαι τῇ τῶν νεφῶν εὐαρμονίᾳ τὰ περὶ τῶν Οτι θεὶς νέφη τὴν ἐπίβασιν αυτοῦ. Ὡσεὶ σαφέστερον ἔδειξεν· Ὁ καὶ μέχρι τῶν νεφελῶν αὐτῶν τὰ τῆς προνοίας ἐκτείνων. Τὴν γὰρ ἐπίβασιν ἀντὶ τῆς προνοίας τέθεικεν. Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Δείκνυσιν, ὡς οὐδὲ ἡ τῶν ἀνέμων φορὰ εἰκὴ φέρεται· ἀλλ' αὐτός ἐστιν ὥσπερ τις ἡνίοχος αὐτῶν γινόμενος, διὰ τοῦ ταῖς αὐτῶν ἐπιβαίνειν πτέρυξιν. ῾Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα. Ὁ κούφους, φησὶ, καὶ μεταρσίους τοὺς ἀγγέλους ποιῶν. Καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Οὕτως εἶδε Μωϋσῆς ἐν πυρὶ φλογὸς τὸν ἄγγελον λαλοῦντα αὐτῷ. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν. Μετὰ τὸ δεῖξαι τὴν ἐν τῷ οὐρανῷ πρόνοιαν τοῦ δημιουργοῦ, πρόεισι καὶ περὶ τῶν ἐν τῇ γῇ πρόνοιαν αὐτοῦ. Αὐτὸ τοῦτο τὸ, στερεὰν αὐτὴν οὖσαν καὶ βαρεῖαν ἐφ᾽ ὑγρᾶς ἐδρασθῆναι οὐσίας. ῎Αβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ. Αὐτοῦ μὲν τοῦ τῆς γῆς στοιχείου φησί. Λέγει δὲ, ὅτι ὥσπερ ἱματίῳ περιέβαλε τῇ ἀβύσσῳ τὴν γῆν, ἔξωθεν πᾶσαν περικυκλῶν ὕδατι. Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα, κ. τ. λ. Ὡς ὄρη, φησὶ, τὰ τῆς ἀβύσσου ἀνιστῶνται ὕδατα ὑψούμενα, καὶ οἱονεὶ ἀπειλοῦντα κατακλῦσαι τὴν γῆν· ἀλλὰ τῷ σῷ νεύματι καὶ τῇ σῇ δυνάμει, ἥτις καὶ διὰ τῆς βροντῆς σημαίνεται, ἀναχωροῦσι, φησίν · ἢ τάχα καὶ τὰς βροντὰς διὰ τοῦτο γεγενῆσθαί φησι, πρὸς τὸ φόβον τινὰ λαμβάνειν ἀπὸ τῶν γινομένων τῆς ἀβύσσου τὰ ὕδατα. Εἰ δὲ ἐκεῖνα τοῦτο ὑπομένει, πολλῷ πλέον τὸ τοιοῦτον δεῖ ἡμᾶς παθεῖν. ᾿Αναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία. Ὑψούμενα, φησὶ, τὰ ὕδατα παρεικασθείη ἂν ὄρεσιν ἀλλ᾽ ἁπλούμενα πάλιν ὑπὸ τοῦ σοῦ φόβου, οἱονεὶ πεδιὰς καὶ ὁμαλὴ γίνεται γῆ. Ἐθεμελίωσας γὰρ αὐτοῖς τόπον ὂν οὐχ οἷόν τε ὑπερβαίνειν αὐτά. Καὶ τοῦτό ἐστι, τό· "Οριον ἔθου ὃ οὐ παρελεύσονται. Διὸ οὐδὲ ἐπικλῦσαι δύνανται τὴν γῆν. Ὅμοιον δὲ τὸ πρὸς τὴν θάλασσαν εἰρημένον διὰ τοῦ προφήτου Μέχρι τούτου στήσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἀλλ᾽ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. Ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Κατὰ μέρος δοξολογῶν ἐπέρχεται τῇ προνοίᾳ, καὶ τὴν μετὰ σοφίας τεθαύμακεν ἀγαθότητα, καὶ τῆς τῶν ἀλόγων ζώων πεφροντικότος διαμονῆς τοῦ Θεοῦ· ποιήσας γὰρ αὐτὰ, καὶ τρέφει καὶ ποτίζει. Διὸ τὰ ὄρη τεμών, πάροδον τοῖς ὕδασιν ἐτεκτήνατο. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ. Οὕτω καὶ τῶν ἀλόγων ζώων καὶ ἑρπετῶν καὶ θηρίων προνοεῖ, ὡς καὶ τούτοις τὸ πρὸς ζωὴν χρήσιμον ἐπιχορηγεῖν. Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Καὶ τοῦτο τῆς σῆς προνοίας ἐστὶν ἔργον, τὸ μὴ μόνον διὰ τὰς περὶ χειμάῤῥους ὥρας ἐν ταῖς φάραγξι καὶ τοῖς θάλα πουσι τόποις ὕδατα δίδοσθαι, ἀλλὰ γὰρ καὶ ἀνὰ μέσον τῶν ὀρέων, ὅπως ἂν τῶν ἀγρίων ζώων τὰ ἤμερα διαδράσκωνται, ἐν ὥρᾳ διαναπαύσωνται. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ποτίζει γὰρ ὄρη καὶ πεδία οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, ἢ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ᾿ ἄνωθεν τοὺς αὐτάρκεις χορηγῶν ὑετούς. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. "Ωσπερ τῶν ὑδάτων δέδωκε τὴν χορηγίαν, οὕτως καὶ ἀπὸ γῆς τρέφεσθαι παρεσκεύασεν. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Δουλείαν τῶν ἀνθρώπων τὰ ἤμερα τῶν κτηνῶν φησιν, οἷον βοῦς καὶ ὄνος καὶ τὰ ὅμοια. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Διὰ τοῦτο, φησὶν, ἐφρόντισας τῶν κτηνῶν, ἵνα δι᾿ αὐτῶν γεωργούντων τὰ πρὸς ζωὴν εὔρωμεν. Πάντα γὰρ ἐκεῖνα ἡμῶν χάριν εὐεργετεῖ. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Δείκνυσι καὶ τὰ ἐν δρυμῷ αὔξοντα ξύλα, οἷον κέδρους καὶ τὰ ἕτερα, τοῖς αὐτοῦ νεύμασιν αὐξηθήσονται. Γέγονε δὲ ταῦτα καὶ δι' ἕτερα μὲν πλεῖστα, ὧν καὶ τὴν πεῖραν ἔχομεν, καὶ τῶν στρουθίων δὲ εἰς καλιάς. Τοῦ έρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Αὐτῶν μὲν τῶν στρουθίων ἡγεῖσθαί φησιν ἤτοι τὴν καλιὰν τοῦ ἐρωδιοῦ, διὰ τὸ τὰ ὑψηλότατα τῶν δένδρων καταλαμβάνοντα νεοττεύειν ὡς ἐπίπαν ἐν ἐλάταις ταῖς πασῶν ὑψηλοτάταις τῶν δένδρων "Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ ταῖς ἐλάφοις, φησὶ, δέδωκε τὰ ὄρη καταφυγὴν ἐπὶ τὸ ἐκφυγεῖν τῶν ζώων τὰ ἀγριώτερα. Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ωσπερ τὰ ὄρη εἰς σωτηρίαν ταῖς ἐλάφοις ἀπέδωκεν, οὕτως καὶ τὰς καταδύσεις τῶν πετρῶν τοῖς λαγωοῖς. Διὸ δὴ καὶ αὐτοὶ ἐκ τούτων σωζόμενοι ἐν τοῖς ὀπίσω ἔλεγον τό· Ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνάς. Αἰνοῦντες δηλονότι τὸν σώζοντα. Ἐποίησε σελήνην εἰς καιρούς. ᾿Ανατρέχει πάλιν ἐπὶ τὴν ἐν τοῖς οὐρανοῖς πρόνοιαν. Δι᾽ οὐδὲν δὲ ἕτερον γεγενῆσθαι τὴν σελήνην φησὶν ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Θείῳ καὶ αὐτὸς προστάγματι πειθόμενος. Ἔθου σκότος καὶ ἐγένετο νύξ. Τοῦτό φησιν, ἵνα μὴ ἄλλον δημιουργὸν τῆς ἡμέρας, καὶ ἄλλον τῆς νυκτὸς λογισώμεθα εἶναι. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ. Οἱ ἄνθρωποι ἐξιέναι τε πρὸς ὁδοὺς καὶ γῆς ἐργασίαν ἐκωλύοντο. Τανῦν δὲ νυκτὸς ἔξεισι ζητοῦντες βρῶσιν παρὰ Θεοῦ · ἐπεὶ μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ἢ χλόην. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Τὸν περὶ τῆς προνοίας διεξελθὼν λόγον, ἐπὶ ὕμνον τοῦ κτίσαντος τὸν λόγον μετέβαλε, διαναπαύων ὥσπερ διὰ τούτου τὴν ἀκοήν. Εἶτα πάλιν ἐφ᾽ ἕτερον μέρος τῆς προνοίας ἔρχεται, τὴν ἐν τῇ ὑγρᾷ πορείαν ἀναγγέλλων ἡμῖν· ἥτις οὐκ ἂν ἐγένετό ποτε, μὴ τῆς τοῦ Θεοῦ ἐν αὐτῷ διακυβερνώσης προνοίας. Πάντα ἐν σοφίᾳ ἐποίησας. Θαυμαστικὸν δὴ τὸ, ὡς καὶ σοφία ἐν ᾗ πάντα ἐποίησεν ὁ Κύριος· ἔστι γὰρ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Παρενέβαλε τῷ τῆς θαλάττης λόγῳ τὴν περὶ τοῦ δράκοντος μνήμην γεγενῆσθαι· δι᾿ οὐδὲν ἕτερον φήσας παρῆχθαι αὐτὸν ἢ εἰς τὸ καταπαίζεσθαι. Καὶ εἰκότως ἐν τῷ περὶ τῆς θαλάσσης λόγῳ τούτου ἐμνημόνευσεν· ὅτε δὴ καὶ τοῦ βίου παντὸς τοῦ ἡμετέρου ἀλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν ῥιπιζομένου, καὶ κύμασιν ἀγρίοις συγκλονουμένου. Πάντα πρὸς σὲ προσδοκῶσιν. Εἴτε γὰρ ἄνθρωποι, εἴτε ζώων ἀγρίων ἀγέλαι, εἴτε κτηνῶν, εἴτε ἐρπετῶν, ἄλλως οὐκ ἂν τραφεῖεν μὴ αὐτοῦ τὰ ζωαρκῆ χορηγοῦντος. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν. Δείκνυσι διὰ τούτων, ὡς αὐτός ἐστιν ὁ καὶ θανάτου καὶ ζωῆς δεσπότης. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Καὶ ποῖον τὸ ἔργον αὐτοῦ; Ο εἰργάσατο ἀνακαινίσας τὴν ἡμετέραν φύσιν. Σημαίνει γὰρ διὰ τούτων τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν, ὅτε Θεὸς εὐφρανθήσεται, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὁρῶν. ῾Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Τὴν καθόλου κρίσιν ἐπισυνάπτει, ἢ καὶ φόβον παρέξει πᾶσι τοῖς ἐπὶ γῆς. Οὐ γάρ ἐστιν ὁ μὴ δεδοικὼς ἐκεῖνο τὸ φρικτὸν καὶ θεῖον δικαστήριον. Ὁ ἀπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. "Όρη τὰς ἀντικειμένας δυνάμεις φησὶν, ἂς καὶ ἐγκαύσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, οὗ καὶ σύμβολον ὁ καπνός. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Διαλογή, ἀντὶ τοῦ, ἡ ἐκλογή μου. Λέγει δὲ ὅπερ ἐξελέξατο, τὸ μόνον θέλειν ὑμνεῖν τὸν Θεὸν, ὃ καὶ ἀρέσει αὐτῷ τῷ ὑμνουμένῳ. Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς. Ἐν ἐκείνῳ δηλονότι τῷ καιρῷ. ᾿Ακούσονται γάρ· Πορεύεσθε ἀπ᾿ ἐμοῦ, κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς. Ἐν τῇ τῶν εὐλογούντων τὸν Θεὸν δηλονότι μερίδι ἐκλείψουσιν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου, καὶ τοῦ τῶν ἁγίων ἀξιοῦσθαι ποιεῖ.
Tou Dauïd epi tēs tou kosmou geneseōs. Anepigraphos par' ῾Ebraiois. RG'. Ypothesis. Didaxas dia tou prolabontos psalmou ton proelthonta tę̄ pistei laon tous hymnous anapherein tǭ Theǭ, dia tōn parontōn didaskei, kai tēs kata pantōn pronoias autou hoson to chrēma deiknysin. Hoti ou monon tōn epouraniōn kai aeriōn tithetai pronoian, alla gar kai tōn epigeiōn kai tōn en autois smikrotatōn ; hōs mēde tōn pany eutelestatōn zōōn amelein, alla kai toutōn pronoein. Eulogei, hē psychē mou, ton Kyrion. Didaskei kai epi tę̄ megalę̄ pronoią tou Theou eulogein tę̄ psychę̄ ton Theon, hōsper kai epi tǭ prolabonti epi tę̄ tōn hamartēmatōn apallagę̄. Kyrie ho Theos mou, emegalynthēs sphodra. ᾿Aphorōntes eis tēn sēn pronoian, ō Despota, megalynomen tēs sēs pronoias to megethos ekplēttomenoi. Houtō gar tēn hēmeteran exomologēsin kai euprepeian, toutesti ton meta doxologias ainon, hōsper ti peribolaion amphiennysin. Anaballomenos phōs hōs himation. Apo tou nooumenou phōtos archetai ton hymnon anaplekein autǭ. Hōsper de en heterǭ lelektai phōs oikein aprositon, entautha auto touto to phōs anaballesthai legetai. Ekteinōn ton ouranon hōsei derrhin. Deuteron touto pronoias tithetai ergon, to ekteinesthai ton ouranon hōsper ti ektama en chersi technitou. Homou kai to schēma parestēse kai tēn eukolian tou dēmiourgēsantos. Kathaper gar anthrōpǭ rhadion ekteinai derrhin, houtō kai tǭ Theǭ ton ouk onta poiēsai ouranon. "Ama de kai ti heteron ēnixato noēma hypsēlon, hoti pros heteron bion hodeuomen, kai ta paronta skia tōn mellontōn, kai oudepō pros ta adyta aphiknoumetha, all᾿ eti en skēnę̄ esmen tǭ paronti biǭ. Hē gar skēnē gar idią pronoią agei to pragma, hōs kai dokein ouranōn merē. tōn lyomenōn. Kai met' oliga; Houtō kai tou ouranou tou allassomenou heteros estai tropos zōēs kai lēxis tēs parousēs ameinōn. Estai gar ho ouranos kainos kai hē gē kainē. All᾿ akousōmetha hosa peri ouranou legousin hoi prophētai, hina ta stomata tōn epi tǭ pōgōni mega phronountōn emphraxōmen; hoi ta epelthonta phthenxamenoi, kai hypo gēn ouranon einai legousi; pros hous histamenos ho prophētēs elege; Ekteinōn ton ouranon hōsei derrhin. Hē derrhis ou sphaira tis esti kata tēn ekeinōn lērōdian; all᾽ ei mē kykliǭ tini kai hēmisphairiǭ proseoiken. Oper oun heteros prophētēs dēlōn elegen; Ho stēsas hōs kamaran ton ouranon, kai diateinas hōs skēnēn katoikein epi tēs gēs. Kai palin, hoti Ou peridoneitai; all' estēke pepēgōs. Houtō phēsin ho prophētēs, Ho pēxas ton ouranon. Kai tēn leptotēta de autou tēn eis akron paristōn elegen, hoti Ho ouranos hōsei kapnos estereōthē. Ho stegazōn en hydasi ta hyperǭa autou; deiknysin, hōs ouk eikē ta tōn hydatōn systēmata en aeri peripheretai; autos estegasthai tę̄ tōn nephōn euarmonią ta peri tōn Oti theis nephē tēn epibasin autou. Hōsei saphesteron edeixen; Ho kai mechri tōn nephelōn autōn ta tēs pronoias ekteinōn. Tēn gar epibasin anti tēs pronoias tetheiken. Ho peripatōn epi pterygōn anemōn. Deiknysin, hōs oude hē tōn anemōn phora eikē pheretai; all' autos estin hōsper tis hēniochos autōn ginomenos, dia tou tais autōn epibainein pteryxin. ῾Ho poiōn tous angelous autou pneumata. Ho kouphous, phēsi, kai metarsious tous angelous poiōn. Kai tous leitourgous autou pyr phlegon. Houtōs eide Mōÿsēs en pyri phlogos ton angelon lalounta autǭ. Ho themeliōn tēn gēn epi tēn asphaleian. Meta to deixai tēn en tǭ ouranǭ pronoian tou dēmiourgou, proeisi kai peri tōn en tę̄ gę̄ pronoian autou. Auto touto to, sterean autēn ousan kai bareian eph᾽ hygras edrasthēnai ousias. ᾿Abyssos hōs himation to peribolaion autou. Autou men tou tēs gēs stoicheiou phēsi. Legei de, hoti hōsper himatiǭ periebale tę̄ abyssǭ tēn gēn, exōthen pasan perikyklōn hydati. Epi tōn oreōn stēsontai hydata, k. t. l. Hōs orē, phēsi, ta tēs abyssou anistōntai hydata hypsoumena, kai hoionei apeilounta kataklysai tēn gēn; alla tǭ sǭ neumati kai tę̄ sę̄ dynamei, hētis kai dia tēs brontēs sēmainetai, anachōrousi, phēsin ; ē tacha kai tas brontas dia touto gegenēsthai phēsi, pros to phobon tina lambanein apo tōn ginomenōn tēs abyssou ta hydata. Ei de ekeina touto hypomenei, pollǭ pleon to toiouton dei hēmas pathein. ᾿Anabainousin orē kai katabainousi pedia. Hypsoumena, phēsi, ta hydata pareikastheiē an oresin all᾽ haploumena palin hypo tou sou phobou, hoionei pedias kai homalē ginetai gē. Ethemeliōsas gar autois topon on ouch hoion te hyperbainein auta. Kai touto esti, to; "Orion ethou ho ou pareleusontai. Dio oude epiklysai dynantai tēn gēn. Homoion de to pros tēn thalassan eirēmenon dia tou prophētou Mechri toutou stēsę̄, kai ouch hyperbēsę̄. All᾽ en seautę̄ syntribēsontai sou ta kymata. Ana meson tōn oreōn dieleusontai hydata. Kata meros doxologōn eperchetai tę̄ pronoią, kai tēn meta sophias tethaumaken agathotēta, kai tēs tōn alogōn zōōn pephrontikotos diamonēs tou Theou; poiēsas gar auta, kai trephei kai potizei. Dio ta orē temōn, parodon tois hydasin etektēnato. Potiousi panta ta thēria tou agrou. Houtō kai tōn alogōn zōōn kai herpetōn kai thēriōn pronoei, hōs kai toutois to pros zōēn chrēsimon epichorēgein. Prosdexontai onagroi eis dipsan autōn. Kai touto tēs sēs pronoias estin ergon, to mē monon dia tas peri cheimarrhous hōras en tais pharanxi kai tois thala pousi topois hydata didosthai, alla gar kai ana meson tōn oreōn, hopōs an tōn agriōn zōōn ta ēmera diadraskōntai, en hōrą dianapausōntai. Potizōn orē ek tōn hyperǭōn autou. Potizei gar orē kai pedia ouk apo tōn en tais pharanxi pēgōn, ē tōn pheromenōn kata gēs potamōn, all᾿ anōthen tous autarkeis chorēgōn hyetous. Apo karpou tōn ergōn sou chortasthēsetai hē gē. "Ōsper tōn hydatōn dedōke tēn chorēgian, houtōs kai apo gēs trephesthai pareskeuasen. Ho exanatellōn chorton tois ktēnesi, kai chloēn tę̄ douleią tōn anthrōpōn. Douleian tōn anthrōpōn ta ēmera tōn ktēnōn phēsin, hoion bous kai onos kai ta homoia. Tou exagagein arton ek tēs gēs. Dia touto, phēsin, ephrontisas tōn ktēnōn, hina di᾿ autōn geōrgountōn ta pros zōēn eurōmen. Panta gar ekeina hēmōn charin euergetei. Chortasthēsetai ta xyla tou pediou. Deiknysi kai ta en drymǭ auxonta xyla, hoion kedrous kai ta hetera, tois autou neumasin auxēthēsontai. Gegone de tauta kai di' hetera men pleista, hōn kai tēn peiran echomen, kai tōn strouthiōn de eis kalias. Tou erōdiou hē oikia hēgeitai autōn. Autōn men tōn strouthiōn hēgeisthai phēsin ētoi tēn kalian tou erōdiou, dia to ta hypsēlotata tōn dendrōn katalambanonta neotteuein hōs epipan en elatais tais pasōn hypsēlotatais tōn dendrōn "Orē ta hypsēla tais elaphois. Kai tais elaphois, phēsi, dedōke ta orē kataphygēn epi to ekphygein tōn zōōn ta agriōtera. Petra kataphygē tois lagōois. Ōsper ta orē eis sōtērian tais elaphois apedōken, houtōs kai tas katadyseis tōn petrōn tois lagōois. Dio dē kai autoi ek toutōn sōzomenoi en tois opisō elegon to; Ek mesou tōn petrōn dōsousi phōnas. Ainountes dēlonoti ton sōzonta. Epoiēse selēnēn eis kairous. ᾿Anatrechei palin epi tēn en tois ouranois pronoian. Di᾽ ouden de heteron gegenēsthai tēn selēnēn phēsin ē pros arithmon kai diagnōsin mēnōn te kai hēmerōn. Ho hēlios egnō tēn dysin autou. Theiǭ kai autos prostagmati peithomenos. Ethou skotos kai egeneto nyx. Touto phēsin, hina mē allon dēmiourgon tēs hēmeras, kai allon tēs nyktos logisōmetha einai. Exeleusetai anthrōpos epi to ergon autou. Hoi anthrōpoi exienai te pros hodous kai gēs ergasian ekōlyonto. Tanyn de nyktos exeisi zētountes brōsin para Theou ; epei mē kai autois exaneteilen hē gē chorton ē chloēn. Hōs emegalynthē ta erga sou, Kyrie. Ton peri tēs pronoias diexelthōn logon, epi hymnon tou ktisantos ton logon metebale, dianapauōn hōsper dia toutou tēn akoēn. Eita palin eph᾽ heteron meros tēs pronoias erchetai, tēn en tę̄ hygrą poreian anangellōn hēmin; hētis ouk an egeneto pote, mē tēs tou Theou en autǭ diakybernōsēs pronoias. Panta en sophią epoiēsas. Thaumastikon dē to, hōs kai sophia en hę̄ panta epoiēsen ho Kyrios; esti gar Christos Theou dynamis kai Theou sophia. Drakōn houtos hon eplasas empaizein autǭ. Parenebale tǭ tēs thalattēs logǭ tēn peri tou drakontos mnēmēn gegenēsthai; di᾿ ouden heteron phēsas parēchthai auton ē eis to katapaizesthai. Kai eikotōs en tǭ peri tēs thalassēs logǭ toutou emnēmoneusen; hote dē kai tou biou pantos tou hēmeterou almyrou tinos ontos, kai pantachothen rhipizomenou, kai kymasin agriois synklonoumenou. Panta pros se prosdokōsin. Eite gar anthrōpoi, eite zōōn agriōn agelai, eite ktēnōn, eite erpetōn, allōs ouk an trapheien mē autou ta zōarkē chorēgountos. Antaneleis to pneuma autōn, kai ekleipsousin. Deiknysi dia toutōn, hōs autos estin ho kai thanatou kai zōēs despotēs. Euphranthēsetai Kyrios epi tois ergois autou. Kai poion to ergon autou? O eirgasato anakainisas tēn hēmeteran physin. Sēmainei gar dia toutōn tēn esomenēn tōn anthrōpōn theognōsian, hote Theos euphranthēsetai, ou proskynoumenos, alla sōzomenous horōn. ῾Ho epiblepōn epi tēn gēn kai poiōn autēn tremein. Tēn katholou krisin episynaptei, ē kai phobon parexei pasi tois epi gēs. Ou gar estin ho mē dedoikōs ekeino to phrikton kai theion dikastērion. Ho aptomenos tōn oreōn, kai kapnizontai. "Orē tas antikeimenas dynameis phēsin, as kai enkausei kata ton tēs kriseōs kairon, hou kai symbolon ho kapnos. Hēdyntheiē autǭ hē dialogē mou. Dialogē, anti tou, hē eklogē mou. Legei de hoper exelexato, to monon thelein hymnein ton Theon, ho kai aresei autǭ tǭ hymnoumenǭ. Eklipoien hamartōloi apo tēs gēs. En ekeinǭ dēlonoti tǭ kairǭ. ᾿Akousontai gar; Poreuesthe ap᾿ emou, katēramenoi, eis to pyr to aiōnion, to hētoimasmenon tǭ diabolǭ kai tois angelois autou. Kai anomoi hōste mē hyparchein autous. En tę̄ tōn eulogountōn ton Theon dēlonoti meridi ekleipsousin. Eulogei, hē psychē mou, ton Kyrion. Autos gar kai tou tōn ponērōn apostēsei klērou, kai tou tōn hagiōn axiousthai poiei.
Of David, on the creation of the world. Without title among the Hebrews. 103. Argument. Having taught through the preceding psalm the people that has come forward to the faith to offer hymns to God, through the present one he teaches, and shows, how great a thing is his providence over all. For he exercises providence not only over the things of heaven and of the air, but also over the things of earth and the smallest among them; so that he neglects not even the most paltry animals, but provides for these too. “Bless the Lord, O my soul.” He teaches us to bless God with the soul for God’s great providence too, just as in the preceding psalm for the release from sins. “Lord my God, you have been made very great.” Looking at your providence, O Master, we magnify it, astonished at the greatness of your providence. For in this way he puts on our confession and majesty, that is, praise with doxology, as a kind of garment. “Clothing yourself with light as with a garment.” He begins to weave his hymn to him from the light perceived by the mind. And as it is said elsewhere that he dwells in unapproachable light, here this very light is said to be put on. “Stretching out the heaven like a skin.” He sets this as a second work of providence: the stretching out of the heaven like something spread out in a craftsman’s hands. At once he presented both its shape and the ease of the one who made it. For as it is easy for a man to stretch out a skin, so it is for God to make the heaven that was not. And at the same time he hinted at another lofty thought: that we are journeying toward another life, and that present things are a shadow of things to come, and that we have not yet arrived at the inner sanctuary but are still in a tent in the present life. For the tent by its own providence conducts the matter, so that … And a little after: So too, when the heaven is changed, there will be another manner of life and a lot better than the present. For there will be a new heaven and a new earth. But let us hear all that the prophets say about the heaven, so that we may stop the mouths of those who pride themselves on their beards, who utter whatever comes into their heads and say that there is a heaven beneath the earth too. Against them the prophet took his stand and said, “Stretching out the heaven like a skin.” A skin is not a sphere, as in their nonsense, but resembles rather a vault, a hemisphere. Another prophet showed this when he said, “He who set up the heaven like a vault, and stretched it out like a tent to dwell in over the earth.” And again, that it does not revolve but stands fixed. So the prophet says, “He who fixed the heaven.” And showing its extreme fineness, he said, “The heaven was made firm like smoke.” “Covering his upper rooms with waters.” He shows that the masses of waters are not carried about in the air at random; he himself has roofed … by the harmonious arrangement of the clouds. “He who makes clouds his chariot.” As if he showed more plainly: he who extends the work of his providence even to the clouds themselves. For he has put “chariot” in place of providence. “He who walks on the wings of the winds.” He shows that not even the course of the winds moves at random; but he is as it were their charioteer, by mounting upon their wings. “He who makes his angels spirits.” He who makes the angels light, he says, and borne aloft. “And his ministers a flaming fire.” So Moses saw the angel speaking to him in a flame of fire. “He who founded the earth upon its firmness.” After showing the Creator’s providence in the heaven, he goes on also to his providence over the things on the earth: this very thing, that though solid and heavy it is seated upon a watery substance. “The abyss is like a garment, its covering.” He means the covering of the element of earth itself. And he says that he clothed the earth with the abyss as with a garment, surrounding it entirely with water from outside. “Waters will stand upon the mountains,” and so on. Like mountains, he says, the waters of the abyss rise up, lifted high and as it were threatening to flood the earth; but at your nod and by your power, which is also signified by the thunder, they withdraw, he says. Or perhaps he says that the thunders came about for this purpose, so that the waters of the abyss might take some fear from what happens. And if those things undergo this, much more ought we to feel the same. “Mountains rise up and plains go down.” When lifted up, he says, the waters could be likened to mountains; but when spread out again by fear of you, the earth becomes as it were a plain and level. For you founded for them a place which they cannot pass beyond. And this is: “You set a boundary which they will not pass over.” Therefore they cannot flood the earth. And like this is what is said to the sea through the prophet: “Thus far you shall stand, and you shall not pass beyond, but your waves will be broken within you.” “Between the mountains waters will pass through.” He goes through providence part by part, glorifying it, and has marvelled at its goodness joined with wisdom, and at God’s having cared for the continuance of the irrational animals; for having made them, he both feeds them and gives them drink. Therefore, cutting through the mountains, he fashioned a passage for the waters. “They will give drink to all the beasts of the field.” So he provides even for the irrational animals, reptiles, and beasts, as to supply them too with what is useful for life. “Wild asses will receive it for their thirst.” And this too is a work of your providence: that water is given not only in the ravines and in places near the sea in the seasons of the torrents, but also between the mountains, so that the tame animals may escape the wild ones and rest at the right time. “Watering the mountains from his upper rooms.” For he waters mountains and plains not from the springs in the ravines or from the rivers that flow over the earth, but by supplying sufficient rains from above. “The earth will be satisfied with the fruit of your works.” As he has given the supply of waters, so he has arranged for nourishment from the earth. “Making grass grow for the cattle, and green plants for the service of men.” By the service of men he means the tame cattle, such as the ox and the ass and the like. “To bring forth bread from the earth.” For this reason, he says, you took thought for the cattle, so that through them, as they till the soil, we may find what we need for life. For he bestows all those things for our sake. “The trees of the plain will be satisfied.” He shows that the trees growing in the forest too, such as cedars and the others, will grow by his nod. And these came to be both for very many other purposes, of which we also have experience, and for the sparrows, for their nests. “The house of the heron leads them.” He says that the heron’s nest leads the sparrows themselves, because the heron takes the highest of the trees to nest in, generally the firs, the highest of all trees. “The high mountains for the deer.” And to the deer too, he says, he has given the mountains as a refuge, to escape the wilder animals. “The rock is a refuge for the hares.” As he gave the mountains for the safety of the deer, so too he gave the hiding holes of the rocks to the hares. Therefore they too, being saved by these, uttered the words above, “From among the rocks they will give voice,” praising, clearly, the one who saves them. “He made the moon for seasons.” He runs back again to the providence in the heavens. And he says the moon came to be for no other reason than for the numbering and distinguishing of months and days. “The sun knew its setting,” itself obeying the divine command. “You set darkness, and it became night.” He says this so that we may not reckon that there is one creator of the day and another of the night. “Man will go out to his work.” [By night] men were hindered from going out on journeys and to the working of the land; but now [the beasts] go out by night seeking food from God, since the earth had not made grass or green plants spring up for them too. “How great your works have become, Lord!” Having gone through the discourse on providence, he turned his discourse to a hymn to the Creator, giving the ear as it were a rest by this. Then he comes again to another part of providence, proclaiming to us the passage over the water, which would never have come about unless the providence of God steered in it. “In wisdom you have made all things.” Wonderful indeed is the fact that there is also a Wisdom in which the Lord made all things; for Christ is the power of God and the wisdom of God. “This dragon which you formed to make sport of it.” He inserted into the discourse on the sea the mention of the dragon’s creation, saying that it was brought into being for no other reason than to be mocked. And fittingly he mentioned it in the discourse on the sea, since our whole life is something salty, buffeted from every side and tossed by wild waves. “All things look to you.” For whether men or herds of wild animals or cattle or reptiles, they could not be fed in any other way unless he supplied what sustains life. “You will take away their breath, and they will fail.” He shows by these words that he is master of both death and life. “The Lord will rejoice in his works.” And what is his work? That which he wrought in renewing our nature. For by these words he signifies the knowledge of God that men will have, when God will rejoice, not in being worshipped, but in seeing them saved. “He who looks upon the earth and makes it tremble.” He adds the universal judgment, which will also bring fear to all on earth. For there is no one who does not dread that awesome divine tribunal. “He who touches the mountains, and they smoke.” By mountains he means the opposing powers, which he will also burn at the time of the judgment, of which the smoke is a symbol. “May my meditation be sweet to him.” “Meditation” stands for “my choice.” And he speaks of what he chose: to wish only to praise God, which will also please the one who is praised. “May sinners vanish from the earth”: at that time, clearly. For they will hear, “Depart from me, you cursed, into the eternal fire prepared for the devil and his angels.” “And the lawless, so that they are no more.” They will be absent, clearly, from the portion of those who bless God. “Bless the Lord, O my soul.” For he both removes us from the lot of the wicked and makes us worthy of the lot of the saints.
Ps 104:1–35 (103:1-Ps LXX) (quotation, high confidence) · 1 Tim 6:16 (allusion, high confidence) · Heb 8:5 (echo, low confidence) · 2 Pet 3:13 (allusion, medium confidence) · Isa 40:22 (quotation, high confidence) · Isa 42:5 (quotation, medium confidence) · Isa 51:6 (quotation, high confidence) · Exod 3:2 (allusion, high confidence) · Job 38:11 (quotation, high confidence) · Jer 5:22 (allusion, medium confidence) · 1 Cor 1:24 (quotation, high confidence) · Matt 25:41 (quotation, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 104 as a hymn to God’s providence over heaven, earth, sea, and every living thing, ending with the renewal of human nature and the final judgment.
- The passage from “And at the same time he hinted at another lofty thought” to “The heaven was made firm like smoke” differs in style from the rest and contains “And a little after,” so it appears to be an excerpt from another writer’s homily on creation (source not identified). Two places in it are garbled in the scan text and are marked “…”. In the comment on “Man will go out to his work” words seem to be lost; “[by night]” and “[the beasts]” are supplied by sense (cf. Ps 104:20–21). “Meditation” renders διαλογή. Quotations: Isa 40:22; Isa 42:5; Isa 51:6; Job 38:11; 1 Cor 1:24; Matt 25:41. Allusions: 1 Tim 6:16; Heb 8:5; 2 Pet 3:13; Exod 3:2; Jer 5:22. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.
Notes on the original text
- Digital text corrected (Latin from Migne's facing column printed into the text; OCR slip; stray Latin letter in the scan OCR; stray mark in the scan OCR; word split at a line break; word split at a line break and OCR slip; word split at a line break and stray Latin letters; word split at a line break and stray letter): οὐρα νὸν → οὐρανὸν; ἕτεel ρον → ἕτερον; πεDριδονεῖται → περιδονεῖται; νέψη → νέφη; πε- α διὰς → πεδιὰς; ἀνθρώ πων → ἀνθρώπων; εὐεργετεῖ. · Χορτασθήσεται → εὐεργετεῖ. Χορτασθήσεται; πάν λιν → πάλιν; περὶ comple-τῆς → περὶ τῆς; ἀναγγέλ λων → ἀναγγέλλων; αὐτὸν. ἢ → αὐτὸν ἢ; ἐμνημό νευσεν → ἐμνημόνευσεν; ἀνακαινί– σας → ἀνακαινίσας.
Cite (SBL): Athanasius, Exp. Ps. 103 (PG 27:433–442; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/103). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/103
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-103) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 104
104PG 27:441–446
Ἀλληλούϊα. ΡΔ'. Υπόθεσις. Ἔστι δὲ τὸ, ἀλληλούϊα, αἶνος τῷ ἀφράστῳ. Λέγεται δὲ τοὺς ἀγγέλους ταύτῃ τῇ φωνῇ αἰνεῖν τὸν Θεὸν, ὥσπερ τὰ χερουβίμ τό· ῞Αγιος, ἅγιος, ἅγιος. Καὶ τοῦτο ἅγιοι παραδεδώκασι πατέρες, αὐτήκοοι γενόμενοι, ὥσπερ Ἡσαΐας τῶν σεραφίμ. Διαιρεῖται δὲ τὸ ἀλληλούϊα οὕτως, ἂλ, Θεὸς, ἤλ, ἰσχυρὸς, οὔτα, κραταιός. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φανἐρὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Πόσον τὸ ἐκ τοῦ ἐξομολογεῖσθαι ὄφελος γίνεται διδάσκει. Εἰ γὰρ ζητήσητε, φησὶν, αὐτὸν, συμβήσεται ὑμῖν καὶ ἡ περὶ τὸν νοῦν εὐφροσύνη, καὶ τὸ κραταιωθῆναι καὶ δοξασθῆναι τὴν ἡμετέραν κεφαλήν. Μνήσθητι τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν. Ὧν πεποίηται λέγει ἐν τῇ παρουσίᾳ θεοσημειῶν, εἴτε τῶν ἐν τῇ Καινῇ Διαθήκῃ, εἴτε τῶν ἐν τῇ Παλαιᾷ παρὰ Μωϋσῇ καὶ τοῖς πρότερον ἁγίοις. Πολλὰ γὰρ ἐθαυματούργησαν καὶ οὗτοι διὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ταῦτα τοῖς ἔθνεσιν ὡς ἀγνοοῦσι παραδοῦναι κελεύει τοὺς αὐτῶν κήρυκας πρὸς τοῖς ἐν τῇ Καινῇ παρὰ τοῦ Σωτῆρος γεγενημένοις, ὅσα τε κέκρικεν αὐτοῦ τὸ στόμα διά τε τῆς Παλαιᾶς καὶ Καινῆς. Ὡς ἂν βασιλικοὺς νόμους φυλάξαι κελεύσατε. Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ. Τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ περιπατῆσαι ἐπὶ τῆς θαλάσσης, καὶ νεκρὸν ἀναστῆσαι, καὶ τὰ λοιπά· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας· ἢ καὶ τὰς ἐντολὰς τῆς Καινής Διαθήκης. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, Υἱοῦ Ἰακώβ ἐκλεκτοῦ αὐτοῦ. Ἔτι ὡς πρὸς τοὺς ἀποστόλους ὁ λόγος, ἵνα ᾗ· Ὡς σπέρμα μὲν ὄντες τοῦ Ἀβραὰμ καὶ δοῦλοι αὐτοῦ, καὶ υἱοὶ ὄντες τοῦ Ἰακώβ καὶ ἐκλεκτοὶ αὐτοῦ (αὐτὸς γὰρ αὐτοὺς ἐξελέξατο), ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιν, ὡς αὐτός ἐστι Κύριος ὁ Θεος ἡμῶν. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος. Ἀπὸ τοῦ Βαβυλωνίων ἔθνους εἰς τὸ Παλαιστίνων. Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Τὸν Ἀβιμέλεχ περὶ τῆς εἰς Σάῤῥαν παροινίας. Μὴ ἄψησθε τῶν χριστῶν μου. Χριστοὶ καὶ οἱ περὶ τὸν ᾿Αβραὰμ, διὰ τὸ τῆς τοῦ Θεοῦ Λόγου ἐπιφανείας ἠξιῶσθαι ἐν ὀράσεσιν. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν. Οἰκονομικῶς ἐποίησε γενέσθαι τὸν λιμὸν, ἵνα, δι᾿ αὐτὸν κατελθόντες εἰς Αἴγυπτον καὶ αὐξηθέντες, τὴν γῆν ἀπολάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συνέτριψε. Τοῦτο κατ' ὀργὴν Θεοῦ ἐν τοῖς λιμοῖς εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὰ ἀποτελέσματα τῶν ἐνυπνίων φησί. Λέγει οὖν, ὅτι μέχρι τούτου ἐκακοπάθησε τὸν ὑπὲρ ψυχῆς ἀγῶνα κλαίων, ἕως ὁ τῶν ἐνυπνίων καιρὸς ἐπῆλθε τοῦ πληρῶσαι αὐτά. Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτόν. Ὅμοιον τό· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν ; Οὐ γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακώβ παρώκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε, Σήμ, Χάμ, Ἰάφετ᾽ τοῦ δὲ Χὰμ παῖς Χαναάν. Τούτου δὲ Μεστραΐμ έρμηνεύεται Αἴγυπτος, ἀφ᾿ οὗ καὶ ἡ χώρα. Ὅτε τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον εἰκὸς ἦν τὸν Χάμ πάππον ὄντα τοῦ Μεστραΐμ ἐν Αἰγύπτῳ κατῳκηκέναι, τοῦ Χαναὰν ἐπὶ τῆς Παλαιστίνης οἰκοῦντος. Διὰ δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακώβ, ὃς εἰσῆλθεν εἰς Αἴγυπτον, καὶ οἱ τούτου παῖδες δηλοῦνται. Ἐν ἑβδομήκοντα γὰρ ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Καὶ Ἰακώβ παρῴκησεν ἐν γῇ Χάμ. Χάμ ἐγέννησε τὸν Χαναὰν, Χαναὰν δὲ τὸν Μεστραΐμ, ὃς ἑρμηνεύεται Αἴγυπτος. Διὸ καὶ Χὰμ γῆν τὴν Αἴγυπτον καλεῖ, ὡς τοῦ ἀπογόνου οὖσαν τοῦ Χάμ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα. "Ωστε τὸν Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦν πολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς. Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθησαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Καὶ μετέστρεψε τὴν καρδίαν αὐτοῦ, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ. Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰγυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν αὐτοῖς εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μισῆσαι αὐτοὺς καὶ τὰ βαρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὔροι χώραν πληρωθῆναι ἡ ἐπαγγελία ἡ πρὸς ᾿Αβραάμ. Εξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, κ. τ. λ. Μόνοις γὰρ τοῖς περὶ τὸν Μωϋσῆν καὶ ᾿Ααρὼν ἀπεκάλυψε τῷ λόγῳ τὸ, εἰς αἷμα, καὶ τὰ ἕτερα τῶν σημείων. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν. Ἐπειδὴ ἀφέντες τὸν δημιουργὸν Αἰγύπτιοι τῇ κτίσει ἐλάτρευον, τούτου χάριν δι' αὐτῆς αὐτοὺς τῆς κτίσεως ἐκόλαζεν, ἐξ ἀέρος λέγω δὴ, καὶ πυρὸς, καὶ γῆς, καὶ ὕδατος. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἶμα. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα· ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη.
Allēlouïa. RD'. Ypothesis. Esti de to, allēlouïa, ainos tǭ aphrastǭ. Legetai de tous angelous tautę̄ tę̄ phōnę̄ ainein ton Theon, hōsper ta cheroubim to; ῾Agios, hagios, hagios. Kai touto hagioi paradedōkasi pateres, autēkooi genomenoi, hōsper Hēsaïas tōn seraphim. Diaireitai de to allēlouïa houtōs, al, Theos, ēl, ischyros, outa, krataios. Exomologeisthe tǭ Kyriǭ, kai epikaleisthe to onoma autou, apangeilate en tois ethnesi ta erga autou. En toutǭ tǭ psalmǭ prostattei tois hagiois apostolois to Pneuma to hagion tǭ ex ethnōn laǭ phaneras poiēsai pasas tas thaumatourgias, has pepoiētai epi tēs parousias autou ho Kyrios. Epaineisthe en tǭ onomati tǭ hagiǭ autou. Epainos gar kai doxa tois tēn aretēn tou Theou diēgoumenois. Euphranthētō kardia zētountōn ton Kyrion. Poson to ek tou exomologeisthai ophelos ginetai didaskei. Ei gar zētēsēte, phēsin, auton, symbēsetai hymin kai hē peri ton noun euphrosynē, kai to krataiōthēnai kai doxasthēnai tēn hēmeteran kephalēn. Mnēsthēti tōn thaumasiōn autou hōn epoiēsen. Hōn pepoiētai legei en tę̄ parousią theosēmeiōn, eite tōn en tę̄ Kainę̄ Diathēkę̄, eite tōn en tę̄ Palaią para Mōÿsę̄ kai tois proteron hagiois. Polla gar ethaumatourgēsan kai houtoi dia tou Huiou tou Theou. Tauta tois ethnesin hōs agnoousi paradounai keleuei tous autōn kērykas pros tois en tę̄ Kainę̄ para tou Sōtēros gegenēmenois, hosa te kekriken autou to stoma dia te tēs Palaias kai Kainēs. Hōs an basilikous nomous phylaxai keleusate. Ta terata autou kai ta krimata tou stomatos autou. Terata men ta gegenēmena thaumata, hōs to peripatēsai epi tēs thalassēs, kai nekron anastēsai, kai ta loipa; krimata de tou stomatos autou tous logous hous elegen, elaunōn tōn anthrōpōn tous akathartous daimonas; ē kai tas entolas tēs Kainēs Diathēkēs. Sperma Abraam douloi autou, Huiou Iakōb eklektou autou. Eti hōs pros tous apostolous ho logos, hina hę̄; Hōs sperma men ontes tou Abraam kai douloi autou, kai huioi ontes tou Iakōb kai eklektoi autou (autos gar autous exelexato), apangeilate en tois ethnesin, hōs autos esti Kyrios ho Theos hēmōn. Kai diēlthon ex ethnous eis ethnos. Apo tou Babylōniōn ethnous eis to Palaistinōn. Kai ēlenxen hyper autōn basileis. Ton Abimelech peri tēs eis Sarrhan paroinias. Mē apsēsthe tōn christōn mou. Christoi kai hoi peri ton ᾿Abraam, dia to tēs tou Theou Logou epiphaneias ēxiōsthai en orasesin. Kai ekalese limon epi tēn gēn. Oikonomikōs epoiēse genesthai ton limon, hina, di᾿ auton katelthontes eis Aigypton kai auxēthentes, tēn gēn apolabōsi tēs epangelias. Pan stērigma artou synetripse. Touto kat' orgēn Theou en tois limois eiōthe symbainein, to mē stērizesthai tous anthrōpous esthiontas. Mechri tou elthein ton logon autou. Ta apotelesmata tōn enypniōn phēsi. Legei oun, hoti mechri toutou ekakopathēse ton hyper psychēs agōna klaiōn, heōs ho tōn enypniōn kairos epēlthe tou plērōsai auta. Tou paideusai tous archontas autou hōs heauton. Homoion to; Ouchi dia tou Theou hē diasaphēsis autōn estin ? Ou gar elyse tous oneirous tǭ Pharaō, mē tou Theou paraschontos to dynasthai synienai autous. Kai eisēlthen Israēl eis Aigypton, kai Iakōb parōkēsen en gę̄ Cham. Huioi Nōe, Sēm, Cham, Iaphet᾽ tou de Cham pais Chanaan. Toutou de Mestraïm ermēneuetai Aigyptos, aph᾿ hou kai hē chōra. Hote toinyn eisēlthen Iakōb eis Aigypton eikos ēn ton Cham pappon onta tou Mestraïm en Aigyptǭ katǭkēkenai, tou Chanaan epi tēs Palaistinēs oikountos. Dia de tou Israēl kai Iakōb, hos eisēlthen eis Aigypton, kai hoi toutou paides dēlountai. En hebdomēkonta gar psychais katebē Israēl eis Aigypton, eipen hē Graphē. Kai Iakōb parǭkēsen en gę̄ Cham. Cham egennēse ton Chanaan, Chanaan de ton Mestraïm, hos hermēneuetai Aigyptos. Dio kai Cham gēn tēn Aigypton kalei, hōs tou apogonou ousan tou Cham. Kai ēuxēse ton laon autou sphodra. "Ōste ton Pharaō legein, hos ouk ę̄dei ton Iōsēph; Idou nyn polyplēthei to ethnos, kai ischyei hyper hēmas. Ouk an de auxēthentes ekrataiōthēsan, ei mē tēs Iōsēph etychon prostasias kai tēs tou Pharaō dexiōseōs. Kai metestrepse tēn kardian autou, tou misēsai ton laon autou. Epeidē ek tou timasthai para tōn Aigyptiōn autous eis tēn homoian autois eidōlolatreian exebēsan, toutou charin pareskeuase misēsai autous kai ta barea tōn ergōn epitheinai, hina kakōthentes kataphygōsi pros ton Theon, kai euroi chōran plērōthēnai hē epangelia hē pros ᾿Abraam. Exapesteile Mōÿsēn ton doulon autou, k. t. l. Monois gar tois peri ton Mōÿsēn kai ᾿Aarōn apekalypse tǭ logǭ to, eis haima, kai ta hetera tōn sēmeiōn. Exapesteile skotos kai eskotasen. Epeidē aphentes ton dēmiourgon Aigyptioi tę̄ ktisei elatreuon, toutou charin di' autēs autous tēs ktiseōs ekolazen, ex aeros legō dē, kai pyros, kai gēs, kai hydatos. Metestrepse ta hydata autōn eis aima. Ou gar tēn chroian tōn hydatōn monon, alla kai autēn metebale tēs geuseōs tēn poiotēta; hōste hapanta diaphtharēnai tōn ichthyōn ta genē.
Alleluia. 104. Argument. “Alleluia” is praise to the ineffable one. It is said that the angels praise God with this word, as the cherubim do with “Holy, holy, holy.” And holy fathers have handed this down, having heard it themselves, as Isaiah heard the seraphim. And “alleluia” is divided thus: al, “God”; el, “mighty”; ua, “strong.” “Give thanks to the Lord, and call upon his name; proclaim his works among the nations.” In this psalm the Holy Spirit commands the holy apostles to make known to the people from the nations all the wonders which the Lord performed at his coming. “Be praised in his holy name.” For praise and glory belong to those who recount the virtue of God. “Let the heart of those who seek the Lord be glad.” He teaches how great is the benefit that comes from giving thanks. For if you seek him, he says, it will be your lot to have gladness in your mind, and for our head to be strengthened and glorified. “Remember his wonders which he has done.” He means the divine signs he performed at his coming, whether those in the New Covenant, or those in the Old through Moses and the earlier saints; for these too worked many wonders through the Son of God. These he bids their heralds deliver to the nations, since the nations did not know them, in addition to the things done by the Saviour in the New, and all that his mouth has judged through both the Old and the New. Bid them keep these as royal laws. “His marvels and the judgments of his mouth.” Marvels are the wonders that took place, such as walking on the sea, raising a dead man, and the rest; and the judgments of his mouth are the words he spoke when driving the unclean demons out of men, or else the commandments of the New Covenant. “Seed of Abraham, his servants; sons of Jacob, his chosen.” The word is still addressed as to the apostles, so that the sense is: since you are the seed of Abraham and his servants, and are sons of Jacob and his chosen (for he chose them), proclaim among the nations that he is the Lord our God. “And they passed from nation to nation.” From the nation of the Babylonians to that of the Palestinians. “And he rebuked kings on their behalf.” Abimelech, for the outrage against Sarah. “Do not touch my anointed ones.” Abraham and those with him are also anointed ones, because they were counted worthy of the appearing of God the Word in visions. “And he called a famine upon the land.” By the economy he caused the famine to happen, so that, going down to Egypt because of it and increasing there, they might receive the land of promise. “He broke every staff of bread.” This is what usually happens in famines through God’s anger: that men are not strengthened when they eat. “Until his word came.” He means the fulfilment of the dreams. So he says that he suffered hardship so long, weeping in the struggle for his life, until the time of the dreams came to fulfil them. “To instruct his princes as himself.” This is like the saying, “Is not their interpretation through God?” For he did not interpret the dreams for Pharaoh until God gave him the ability to understand them. “And Israel came into Egypt, and Jacob sojourned in the land of Ham.” The sons of Noah were Shem, Ham, and Japheth; and Ham’s son was Canaan; and his son was Mestraim, which is interpreted “Egypt,” from whom the country also is named. When, then, Jacob came into Egypt, it was likely that Ham, being the grandfather of Mestraim, had dwelt in Egypt, while Canaan lived in Palestine. And by Israel and Jacob, who entered Egypt, his children too are indicated. For Israel went down into Egypt with seventy souls, Scripture said. “And Jacob sojourned in the land of Ham.” Ham begot Canaan, and Canaan Mestraim, which is interpreted “Egypt.” Therefore he calls Egypt the land of Ham, as belonging to the descendant of Ham. “And he increased his people greatly.” So that Pharaoh, who did not know Joseph, said, “Behold, now the nation is very numerous and stronger than we.” And they would not have grown strong by increasing, had they not obtained Joseph’s protection and Pharaoh’s welcome. “And he turned their heart to hate his people.” Since, being honoured by the Egyptians, they fell away into idolatry like theirs, for this reason he arranged for the Egyptians to hate them and lay heavy labours on them, so that, being afflicted, they might flee to God, and the promise to Abraham might find room to be fulfilled. “He sent Moses his servant,” and so on. For only to Moses and Aaron did he reveal by word the turning “into blood” and the rest of the signs. “He sent darkness, and it became dark.” Since the Egyptians had left the Creator and served the creation, for this reason he punished them through the creation itself: I mean through air, fire, earth, and water. “He turned their waters into blood.” For he changed not only the colour of the waters but also the very quality of their taste, so that all the kinds of fish perished.
Ps 105:1–29 (104:1-Ps LXX) (quotation, high confidence) · Isa 6:3 (allusion, high confidence) · Matt 14:25 (allusion, medium confidence) · John 11:43 (allusion, low confidence) · Gen 20:3–7 (allusion, high confidence) · Gen 40:8 (quotation, high confidence) · Gen 10:1 (allusion, medium confidence) · Gen 10:6 (allusion, medium confidence) · Deut 10:22 (quotation, high confidence) · Gen 46:27 (allusion, medium confidence) · Exod 1:8–9 (quotation, high confidence) · Rom 1:25 (allusion, medium confidence) · Exod 7:20–21 (allusion, high confidence) · Exod 10:21–22 (allusion, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 105 as the Spirit’s command to the apostles to tell the nations God’s wonders, and retells the history of Abraham, Joseph, and the plagues of Egypt.
- The division of “alleluia” into three Hebrew words is the commentary’s own etymology, translated as written. The genealogy that makes Mestraim (Mizraim) a son of Canaan differs from Gen 10:6, where Mizraim and Canaan are both sons of Ham; it is translated as written. The comment ends at Ps 105:29 (LXX 104:29) in the scan. Quotations: Gen 40:8; Deut 10:22 (cf. Gen 46:27); Exod 1:8–9. Allusions: Isa 6:3; Matt 14:25; John 11:43; Gen 20:3–7; Gen 10:1, 6; Rom 1:25; Exod 7:20–21; 10:21–22. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.
Notes on the original text
- Digital text corrected (OCR slip; stray mark in the scan OCR; word split at a line break; word split at a line break and OCR slip): ἀφράτῳ → ἀφράστῳ; διη γουμένοις → διηγουμένοις; περιπητῆσαι → περιπατῆσαι; Υἱοῦ Ἰακώδ → Υἱοῦ Ἰακώβ; Αδι μέλεχ → Ἀβιμέλεχ; παροινίας.. → παροινίας.; συνιένα: αὐτούς → συνιέναι αὐτούς; κατῳκηκένας → κατῳκηκέναι.
Cite (SBL): Athanasius, Exp. Ps. 104 (PG 27:441–446; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/104). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/104
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-104) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 105
105PG 27:445–450
᾿Αλληλούϊα. ΡΕ'. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων, ὡς καὶ διαγέγονεν ἡ ἀποβολὴ αὐτῶν. Εἰσὶ δὲ αὗται· πρῶτον μὲν παρεπίκραναν αὐτὸν διαβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῇ, εἰπόντες· Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγεν ἡμᾶς ὧδε ἀπολέσαι· δεύτερον ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· τρίτον παρὠργισαν Μωϋσῆν ἐν τῇ παρεμβολῇ· τέταρτον ἐποίησαν μόσχον ἐν Χωρήβ· πέμπτον ἐξουδένωσαν γῆν ἐπιθυμητήν· ἔκτον ἐτελέσθησαν τῷ Βεελφεγώρ· ἔβδομον παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας · ὄγδοον τῷ μὴ ἐξολοθρεῦσαι τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς, ἀλλὰ καὶ προσκυνῆσαι τοῖς εἰδώλοις, ὡς καὶ τὰ τέκνα αὐτῶν εἰς θυσίαν αὐτοῖς εἰσαγαγεῖν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός Μακάριοι οἱ φυλάσσοντες κρίσιν, κ. τ. λ. Οὗτοι γὰρ ἄξιοι μόνοι τὰς δυναστείας λαλεῖν τοῦ Κυρίου, οἱ τὰ ἐν ταῖς Γραφαῖς ὑπὸ Θεοῦ κεκριμένα ποιοῦντες, πάντα τε κρίσει καὶ λόγῳ διαπραττόμενοι, καὶ διὰ παντὸς ἔχοντες τοῦ Θεοῦ τὴν κρίσιν πρὸ τῶν ὀφθαλμῶν. Οὗτοι γὰρ ἀκολούθως καὶ ποιηταὶ δικαιοσύνης εἰσὶν, ἐπιτελοῦντες ἔργῳ τὸ δίκαιον. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου. Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων πρόσωπον εἰσάγεται, εὐχομένων μεταλαβεῖν τῆς τοῖς ἔθνεσι διδομένης σωτηρίας. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς. Δηλαδὴ τῶν θλιβόντων· ὁ γὰρ συνεξελθὼν ἐπίμικτος οὐ τῶν θλιβόντων ἦν, ἀλλὰ τῶν πιστευσάντων. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἦσαν τὴν αἴνεσιν αὐτοῦ. Δι' ἀγαθότητα γὰρ τοῦ Θεοῦ προστεθέντων καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, παραχρῆμα μὲν πιστεύσαντες, ἦσαν αὐτῷ τὴν ᾠδὴν τὴν ἐν Ἐξόδῳ κειμένην · εἶτα πάντα παρέδωκαν λήθῃ. Καὶ ἦσαν τὴν αἴνεσιν αὐτοῦ. Ὅτε ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριάμ λέγουσαι · ῎Ασωμεν τω Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τὸ δὲ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ· παρώργισαν γὰρ αὐτὸν εὐθέως μετὰ τὴν Ἐρυθρὰν θάλασσαν. Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Δόξα ἦν αὐτοῖς ὁ Θεὸς, ὃν ἀφέντες προσεκύνησαν τῷ μόσχῳ. Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς ἔστη ἐν τῇ θραύσει. Ὅτε εἶπεν· Εἱ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ταύτης ἧς ἔγραψας Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν. Πέμπτον ἔγκλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν ἔρημον, καὶ τὴν εἰς Μωϋσῆν παροικίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ. Ἐπανελθόντες γὰρ οἱ κατάσκοποι, κακῶς λέγοντες τὴν γῆν, καὶ τοὺς ἄλλους ἀπέστρεψαν, χωρὶς Ἰησοῦ τοῦ Ναυῆ καὶ Χαλὲβ τοῦ Ἰεφωνῆ. Καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν. Ὅτε οἱ κατάσκοποι ἐλθόντες διέστρεψαν τὴν γνώμην τοῦ λαοῦ. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Εἴδωλον τοῦτο. Ἀμμανιτῶν, καλούμενον παρ' Ἕλλησι Κρόνος. Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο. Ὅτε ἀνεῖλε τὴν Μαδιανῖτιν μετὰ τοῦ πορνεύσαντος. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος πόσον δύναται ἑνὸς ἀνδρὸς εὐσέβεια πρὸς Θεόν. Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ταῦτα διδάσκουσι Κριτῶν τε καὶ Βασιλειῶν αἱ βίβλοι, ὡς παρεδόθησαν ἄλλοτε ἄλλοις, Μωαβίταις, Αμμανίταις, ᾿Αμαληκίταις, Μαδιαναίοις, ἀλλοφύλοις, τῇ παραδόσει παιδευόμενοι. Καὶ ἐκυρίευσαν αὐτοὺς οἱ μισοῦντες αὐτούς. Βαβυλώνιοι καὶ ᾿Ασσύριοι ἐπεκράτουν τοῖς Ἰσραηλίταις διὰ τὰς παρανομίας αὐτῶν. Πολλάκις ἐῤῥύσατο αὐτούς. Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν. Ὁ μὲν ἦν αὐτοῖς ἐκ φιλανθρωπίας γλυκὺς, οἱ δὲ πικρὸν ἑαυτοῖς ἠνάγκαζον φαίνεσθαι. Καὶ πάλιν ἔσωσεν αὐτὸν οἷα Σωτήρ· οἱ δὲ ἀπώλοντο ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείραντες· μέχρι πολλάκις αὐτοὺς ποιοῦντες τέλος ἀπώλοντο. Τὸ δὲ, πλεονάκις, ὅμοιον τῷ· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου; τὸ δὲ· Καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν, τῷ, Οὐκ ἠθελήσατε. Ἐπάγων γὰρ τὴν παιδείαν, πάλιν μετεδίδου φιλανθρωπίας · οἱ δὲ αὐτὸν τοῖς πολεμίοις ἠμείβοντο. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντιον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Τοῦτό φησι διὰ Κῦρον τὸν ἀπολύσαντα αὐτοὺς τῆς αἰχμαλωσίας, καὶ Δαρεῖον καὶ ᾿Αρταξέρξην, τοὺς καὶ χρήματα δόντας εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.
᾿Allēlouïa. RE'. Hypothesis. En toutǭ tǭ psalmǭ tas hamartias katalegei tou proterou laou, didaskōn, hōs kai diagegonen hē apobolē autōn. Eisi de hautai; prōton men parepikranan auton diabainontes en tę̄ Erythrą thalassę̄, eipontes; Para to mē einai mnēmata en Aigyptǭ, exēgagen hēmas hōde apolesai; deuteron epeirasan ton Theon en tę̄ erēmǭ; triton parōrgisan Mōÿsēn en tę̄ parembolę̄; tetarton epoiēsan moschon en Chōrēb; pempton exoudenōsan gēn epithymētēn; ekton etelesthēsan tǭ Beelphegōr; ebdomon parōrgisan auton epi hydatos antilogias ; ogdoon tǭ mē exolothreusai ta ethnē, ha eipe Kyrios autois, alla kai proskynēsai tois eidōlois, hōs kai ta tekna autōn eis thysian autois eisagagein. Exomologeisthe tǭ Kyriǭ, hoti chrēstos Makarioi hoi phylassontes krisin, k. t. l. Houtoi gar axioi monoi tas dynasteias lalein tou Kyriou, hoi ta en tais Graphais hypo Theou kekrimena poiountes, panta te krisei kai logǭ diaprattomenoi, kai dia pantos echontes tou Theou tēn krisin pro tōn ophthalmōn. Houtoi gar akolouthōs kai poiētai dikaiosynēs eisin, epitelountes ergǭ to dikaion. Mnēsthēti hēmōn, Kyrie, en tę̄ eudokią tou laou sou. Enteuthen to tōn Ioudaiōn prosōpon eisagetai, euchomenōn metalabein tēs tois ethnesi didomenēs sōtērias. Ekalypsen hydōr tous thlibontas autous. Dēladē tōn thlibontōn; ho gar synexelthōn epimiktos ou tōn thlibontōn ēn, alla tōn pisteusantōn. Kai episteusan tǭ logǭ autou, kai ēsan tēn ainesin autou. Di' agathotēta gar tou Theou prostethentōn kai tōn en tę̄ thalassę̄ kymatōn, parachrēma men pisteusantes, ēsan autǭ tēn ǭdēn tēn en Exodǭ keimenēn ; eita panta paredōkan lēthę̄. Kai ēsan tēn ainesin autou. Hote exēlthon hai choreuousai meta Mariam legousai ; ᾿Asōmen tō Kyriǭ; endoxōs gar dedoxastai. Kai epeirasan ton Theon en anydrǭ. To de, kai epeirasan ton Theon en anydrǭ; parōrgisan gar auton eutheōs meta tēn Erythran thalassan. Kai ēllaxanto tēn doxan autou en homoiōmati moschou esthiontos chorton. Doxa ēn autois ho Theos, hon aphentes prosekynēsan tǭ moschǭ. Ei mē Mōÿsēs ho eklektos estē en tę̄ thrausei. Hote eipen; Hei men apheis autois tēn hamartian, aphes; ei de mē, kame exaleipson ek tēs biblou sou tautēs hēs egrapsas Kai exoudenōsan gēn epithymētēn. Pempton enklēma touto meta tēn Erythran, kai tēn erēmon, kai tēn eis Mōÿsēn paroikian, kai ton moschon ton en Chōrēb. Epanelthontes gar hoi kataskopoi, kakōs legontes tēn gēn, kai tous allous apestrepsan, chōris Iēsou tou Nauē kai Chaleb tou Iephōnē. Kai egongysan en tois skēnōmasin autōn. Hote hoi kataskopoi elthontes diestrepsan tēn gnōmēn tou laou. Kai etelesthēsan tǭ Beelphegōr. Eidōlon touto. Ammanitōn, kaloumenon par' Hellēsi Kronos. Kai estē Phinees kai exilasato. Hote aneile tēn Madianitin meta tou porneusantos. Didaskei de hēmas ho logos poson dynatai henos andros eusebeia pros Theon. Kai eporneusan en tois epitēdeumasin autōn. Tauta didaskousi Kritōn te kai Basileiōn hai bibloi, hōs paredothēsan allote allois, Mōabitais, Ammanitais, ᾿Amalēkitais, Madianaiois, allophylois, tę̄ paradosei paideuomenoi. Kai ekyrieusan autous hoi misountes autous. Babylōnioi kai ᾿Assyrioi epekratoun tois Israēlitais dia tas paranomias autōn. Pollakis errhysato autous. Autoi de parepikranan auton en tę̄ boulę̄ autōn. Ho men ēn autois ek philanthrōpias glykys, hoi de pikron heautois ēnankazon phainesthai. Kai palin esōsen auton hoia Sōtēr; hoi de apōlonto ergois apōleias heautous peripeirantes; mechri pollakis autous poiountes telos apōlonto. To de, pleonakis, homoion tǭ; Posakis ēthelēsa episynagagein ta tekna sou? to de; Kai etapeinōthēsan en tais anomiais autōn, tǭ, Ouk ēthelēsate. Epagōn gar tēn paideian, palin metedidou philanthrōpias ; hoi de auton tois polemiois ēmeibonto. Kai edōken autous eis oiktirmous enantion pantōn tōn aichmalōteusantōn autous. Touto phēsi dia Kyron ton apolysanta autous tēs aichmalōsias, kai Dareion kai ᾿Artaxerxēn, tous kai chrēmata dontas eis tēn oikodomēn tou naou.
Alleluia. 105. Argument. In this psalm he lists the sins of the former people, teaching how their casting off also came about. And these are the sins: first, they embittered him as they crossed at the Red Sea, saying, “Because there were no tombs in Egypt, he brought us out here to destroy us”; second, they tested God in the wilderness; third, they provoked Moses in the camp; fourth, they made a calf at Horeb; fifth, they set at nought the desirable land; sixth, they were initiated into Baal-peor; seventh, they provoked him at the water of contradiction; eighth, they did not destroy the nations, as the Lord told them, but even worshipped the idols, so that they also brought their children to them as a sacrifice. “Give thanks to the Lord, for he is good.” “Blessed are those who keep judgment,” and so on. For these alone are worthy to speak of the mighty acts of the Lord: those who do what God has judged in the Scriptures, who do everything with judgment and reason, and who have God’s judgment always before their eyes. For these consequently are also doers of righteousness, accomplishing what is just in deed. “Remember us, Lord, in the favour toward your people.” From here the person of the Jews is brought in, praying to share in the salvation given to the nations. “Water covered those who afflicted them.” That is, the afflicters; for the mixed multitude that went out with them was not among the afflicters but among those who believed. “And they believed his word, and sang his praise.” For when by God’s goodness the waves of the sea too were set aside, they believed at once and sang to him the song that stands in Exodus; then they consigned everything to oblivion. “And they sang his praise.” When the women went out dancing with Miriam, saying, “Let us sing to the Lord, for he has been gloriously glorified.” “And they tested God in a waterless place.” As for “and they tested God in a waterless place”: for they provoked him immediately after the Red Sea. “And they exchanged his glory for the likeness of a calf that eats grass.” God was their glory, and leaving him they worshipped the calf. “Had not Moses his chosen stood in the breach.” When he said, “If you forgive them their sin, forgive; but if not, blot me also out of this book of yours which you have written.” “And they set at nought the desirable land.” This is the fifth charge, after the Red Sea, the wilderness, the [provocation] against Moses, and the calf at Horeb. For the spies, returning and speaking ill of the land, turned the others away too, except Joshua son of Nun and Caleb son of Jephunneh. “And they murmured in their tents.” When the spies came and perverted the mind of the people. “And they were initiated into Baal-peor.” This is an idol of the Ammonites, called Kronos among the Greeks. “And Phinehas stood up and made atonement.” When he killed the Midianite woman together with the man who had committed sexual immorality with her. And the word teaches us how much the godliness of one man can do before God. “And they played the harlot in their practices.” The books of Judges and of Kingdoms teach these things: how they were handed over at different times to different peoples, Moabites, Ammonites, Amalekites, Midianites, foreigners, being disciplined by being handed over. “And those who hated them ruled over them.” Babylonians and Assyrians prevailed over the Israelites because of their transgressions. “Many times he rescued them. But they embittered him in their counsel.” He was sweet to them out of his love for humankind, but they forced him to appear bitter to them. And again he saved them, as Saviour; but they perished, having pierced themselves through with works of destruction; until, after he had done this for them many times, at last they perished. And “many times” is like “How often would I have gathered your children together”; and “And they were brought low in their iniquities” is like “and you would not.” For when he had brought on discipline, he again gave them a share in his love for humankind; but they repaid him with hostility. “And he gave them to compassion before all who had taken them captive.” He says this because of Cyrus, who released them from captivity, and Darius and Artaxerxes, who also gave money for the building of the temple.
Ps 106:1–46 (105:1-Ps LXX) (quotation, high confidence) · Exod 14:11 (quotation, high confidence) · Exod 12:38 (allusion, medium confidence) · Exod 15:1 (quotation, high confidence) · Exod 15:20–21 (allusion, high confidence) · Exod 17:1–7 (allusion, medium confidence) · Exod 32:4 (allusion, high confidence) · Exod 32:32 (quotation, high confidence) · Num 14:6–10 (allusion, high confidence) · Num 25:3 (allusion, high confidence) · Num 25:7–8 (allusion, high confidence) · Num 20:13 (allusion, medium confidence) · Matt 23:37 (quotation, high confidence) · Ezra 1:1–4 (allusion, medium confidence) · Ezra 6:8 (allusion, medium confidence) · Ezra 7:15 (allusion, low confidence)
Notes and citation
Summary: The commentary reads Psalm 106 as a list of the sins of the former people in the wilderness and the land, through which their casting off came about, together with God’s repeated mercy down to the return from exile.
- “Set aside” renders προστεθέντων by sense. “[Provocation]” renders παροικίαν by sense (probably for παροργισμόν, “provocation”). The identification of Baal-peor as an Ammonite idol called Kronos is the commentary’s own, translated as written (Num 25 places it in Moab). The application of the psalm to the casting off of the Jews is the commentary’s own, translated as written. The comment ends at Ps 106:46 (LXX 105:46). Quotations: Exod 14:11; 15:1, 20–21; 32:32; Matt 23:37. Allusions: Exod 12:38; 17:1–7; 32:4; Num 14:6–10; 25:3, 7–8; 20:13; Ezra 1:1–4; 6:8; 7:15. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.
Notes on the original text
- Digital text corrected (Migne's column letter printed into the text; OCR slip; OCR slip (Latin letters); stray letters in the scan OCR; stray mark in the scan OCR; word split at a line break): ᾿Αλληλούϊα.. → ᾿Αλληλούϊα.; τοῦ Ιn προτέρου → τοῦ προτέρου; δεύτε ρον → δεύτερον; τὸν Ε ἐν Χωρήβ → τὸν ἐν Χωρήβ; Ἰσραηλί ταις → Ἰσραηλίταις; Κal ἐταπεινώθησαν → Καὶ ἐταπεινώθησαν; ἡμεί6οντο → ἠμείβοντο.
Cite (SBL): Athanasius, Exp. Ps. 105 (PG 27:445–450; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/105). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/105
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-105) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 106
106PG 27:449–454
Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός. Μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων λαοῦ εἰκότως τὴν κλήσιν τῶν ἐθνῶν κατασημαίνει, τὴν γενομένην διὰ τῶν ἀποστόλων. Διὸ καὶ αἰνεῖν προστάττει τὸν Θεὸν, καὶ ἐξομολογεῖσθαι αὐτῷ ἐπὶ τῷ μεγάλῳ αὐτοῦ ἐλέῳ. Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Καὶ τίνες ἐκ τῶν τεσσάρων τῆς οἰκουμένης κλιμάτων συναχθέντες ἢ πάντα τὰ ἔθνη τὰ πάλαι ἔρημα θεοσεβείας τυγχάνοντα, καὶ μηδὲ νοτίδος θείας μεταλαβόντα, ἀλλ᾽ ἐν πολλῷ δίψει τυγχάνοντα; Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὐ γὰρ ἦν αὐτοῖς πολιτεία χρηστὴ, ἀλλ᾽ ἦσαν ἐν πλάνῃ πολλῇ. Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπεν. Οὐδὲ γὰρ εἶχον ἄρτον τὸν στηρίζοντα καρδίαν ἀνθρώπου· οὐδὲ τὸ ὕδωρ τὸ ζῶν, περὶ οὗ λέλεκται· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Καὶ ὠδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν. Τὴν α εἰς ἑαυτὸν πίστιν δηλαδή. Αὐτὸς γὰρ ἔλεγεν· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Τὴν Ἐκκλησίαν φησὶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ... ὅτι ἐχόρτασε ψυχὴν κενήν. Καὶ τίς ἐκείνη ἡ ψυχὴ, ἢ ἐκείνων περὶ ὧν λέλεκται· Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπεν Καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Τοῦ νοητοῦ ἄρτου δηλονότι. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. Δέον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀἴδιον αὐτοῦ δύναμιν καὶ θειότητα ἀπὸ κτίσεως κόσμου νοεῖν· ἡμεῖς οἷα τυφλοί, ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων. Πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, παντὸς πτωχεύων ἀγαθοῦ καὶ καλοῦ. "Οτι παρεπίκραναν τὰ λόγια τοῦ Θεόν. Ούδαμῶς τὸν θεῖον παραδεχόμενοι νόμον, ἀλλὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου προνέμοντες ἑαυτούς. Καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ποία ἦν ἡ βουλὴ τοῦ Ὑψίστου, ἢ τὸ θέλειν αὐτὸν πάντας ἀνθρώπους σώζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Οὐ γὰρ ἴσχυέ τις τῆς ἁμαρτίας ποιήσασθαι τὴν ἀναίρεσιν. Καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Τίς γὰρ μείζων ἀνάγκη τοῦ δεδουλῶσθαι πνεύμασι πονηροῖς ἐν ἀγνοίᾳ Θεοῦ, καὶ πτωχείᾳ ψυχῆς, καὶ πενίᾳ κακίας; Καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Τὸ, διέρρηξε, τὴν ἀθρόαν τῆς ἁμαρτίας καθαίρεσιν καταδείκνυσιν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ. Τὰ αὐτὰ δεύτερον εἶπεν ἐπὶ ταῖς εὐεργεσίαις αὐτοῦ. Ὅτι συνέτριψε πύλας χαλκᾶς. Τὴν μέχρις ἄδου τοῦ Σωτῆρος κάθοδον σημαίνει, ἣν ποιησάμενος, ἀνεπέτασε τοῦ ᾅδου τὰς πύλας, πάλαι δεσμοῖς ἀῤῥήκτοις κεκλεισμένας πᾶσιν. Οὐ γὰρ ἦν παλινδρομῆσαι βουλομένοις· ἀλλ᾽ αὐτὸς εἴρηκε τοῖς ἐν δεσμοῖς· Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει· Ανακαλύφθητε. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν. Ού γὰρ ἦν ὁ διατρέφειν αὐτοὺς δυνάμενος λόγος. Πύλαι δὲ θανάτου αἱ φέρουσαι πρὸς θάνατον ἁμαρτίαι. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν » αἰνέσεως. Ἐπὶ ͵ τοὺς ἁγίους ἀποστόλους μεταφέρει τὸν λόγον · αὐτοὶ γάρ εἰσιν οἱ τὰ μυστήρια τῆς Καινῆς Διαθήκης παραδόντες ἡμῖν. Ἔθετο ποταμοὺς εἰς ἔρημον. Τὸ τῶν Ἰουδαίων εὔρυτον ἀδόκιμον γένος φησί. Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς. Γῆν καρποφόρον εἰς ἄλμην. Τὴν τῶν Ἰουδαίων φησὶ συναγωγήν. Ἦσαν γὰρ οἱ δαίμονες οἰκήτορες τῆς γηΐνης πολιτείας· ἐκαρποφόρει δὲ αὐτὴν ἡ ἀσέβεια. Ἐξήραναν δὲ αὐτὴν οἱ ἀπόστολοι τῷ ἄλατι τῆς διδασκαλίας, περὶ ὧν φησιν· Ὑμεῖς ἐστε τὸ ἄλας τῆς γῆς. Ἔθετό ἔρημον εἰς λίμνας ὑδάτων. Τὸν ἐξ ἐθνῶν διασημαίνει λαόν · σύμμικτος γὰρ ἡ προφητεία, τῶν δύο λαῶν εἰσφέρουσα τὸ πρόσωπον· τοῦ μὲν τὴν ἀπο βολὴν, τοῦ δὲ τὴν εἰσβολήν. Καὶ συνεστήσαντο πόλεις κατοικεσίας. ᾿Αγαθὴν δηλονότι καὶ οὐράνιον πολιτείαν Καὶ ἔσπειρεν ἀγροὺς καὶ ἐφύτευσεν ἀμπελῶνας. Νοήσεις τοὺς ἀγροὺς ἀπὸ τοῦ εἰρηκότος· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· τοὺς δὲ ἀμπελῶνας τὰς Ἐκκλησίας, καθὸ εἴρηται· Αἱ ἄμπελοι ἐκύπρισαν, ἔδωκαν ὀσμήν. Καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Κτήνη τοὺς ἀλογωτέρους τῆς Ἐκκλησίας φησὶ, κατὰ τὸ εἰρημένον · Κτηνώδης ἐγενήθην παρὰ σοῦ· καὶ, Ἂν θρώπους καὶ κτήνη σώσεις, Κύριε. Καὶ ὠλιγώθησαν. Οἱ ἐν τῷ προτέρῳ δηλονότι λαῷ. Ἐξεχύθη ἐξουδένωσις ἐπ᾿ ἄρχοντας αὐτῶν. Τοὺς Γραμματεῖς καὶ Φαρισαίους φησί. Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, οὐχ ὁδῷ. Πλανῶνται γὰρ, φησὶν, ἀγνοήσαντες τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Καὶ ἐβοήθησε πένητι ἐν πτωχείᾳ. Καὶ τίς ὁ πένης, ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι ; Καὶ ἔθετο ὡς πρόβατα πατριάς. Ἰδίας, φησὶν, ἐλογίσατο τὰς ἐκ τῶν πατριῶν ἁπάντων συναγομένας ἀγέλας. Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται. Καὶ τίνες οἱ εὐθεῖς, ἢ περὶ ὧν εἴρηται· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων,
Allēlouïa. Exomologeisthe tǭ Kyriǭ, hoti chrēstos. Meta tēn apobolēn tou Ioudaiōn laou eikotōs tēn klēsin tōn ethnōn katasēmainei, tēn genomenēn dia tōn apostolōn. Dio kai ainein prostattei ton Theon, kai exomologeisthai autǭ epi tǭ megalǭ autou eleǭ. Apo anatolōn kai dysmōn, kai borrha kai thalassēs. Kai tines ek tōn tessarōn tēs oikoumenēs klimatōn synachthentes ē panta ta ethnē ta palai erēma theosebeias tynchanonta, kai mēde notidos theias metalabonta, all᾽ en pollǭ dipsei tynchanonta? Hodon poleōs katoikētēriou ouch heuron. Ou gar ēn autois politeia chrēstē, all᾽ ēsan en planę̄ pollę̄. Peinōntes kai dipsōntes, hē psychē autōn en autois exeleipen. Oude gar eichon arton ton stērizonta kardian anthrōpou; oude to hydōr to zōn, peri hou lelektai; Ho pinōn ek tou hydatos hou egō dōsō autǭ, ou mē dipsēsei eis ton aiōna. Kai ōdēgēsen autous eis hodon eutheian. Tēn a eis heauton pistin dēladē. Autos gar elegen; Egō eimi hē hodos. Tou poreuthēnai eis polin katoikētēriou. Tēn Ekklēsian phēsin, ē tēn epouranion Hierousalēm. Exomologēsasthōsan tǭ Kyriǭ ta eleē autou... hoti echortase psychēn kenēn. Kai tis ekeinē hē psychē, ē ekeinōn peri hōn lelektai; Peinōntes kai dipsōntes, hē psychē autōn en autois exeleipen Kai psychēn peinōsan eneplēsen agathōn. Tou noētou artou dēlonoti. Kathēmenous en skotei kai skią thanatou. Skian thanatou ouk an hamartois legōn tēn eidōlolatreian kai tas en atheotēti praxeis; hautai gar eisin hai chōrizousai hēmas tēs alēthinēs zōēs. En tautais de ēmen proteron, dia to parapikrainein ton Theon, kai tēn boulēn tou Hypsistou paroxynein. Deon gar ek megethous kai kallonēs ktismatōn ton genesiourgon tōn holōn theōrein, kai tēn aidion autou dynamin kai theiotēta apo ktiseōs kosmou noein; hēmeis hoia typhloi, en skotǭ kai skią thanatou diagontes, kai tas logikas tēs psychēs dynameis pepedēmenoi kai pepērōmenoi, enēllattomen tēn doxan tou aphthartou Theou en homoiōmati eikonos phthartou anthrōpou, kai peteinōn kai tetrapodōn. Pepedēmenous en ptōcheią kai sidērǭ. Tais seirais tōn idiōn hamartiōn hekastos sphingetai, pantos ptōcheuōn agathou kai kalou. "Oti parepikranan ta logia tou Theon. Oudamōs ton theion paradechomenoi nomon, alla tois sophois tou aiōnos toutou pronemontes heautous. Kai tēn boulēn tou Hypsistou parōxynan. Kai poia ēn hē boulē tou Hypsistou, ē to thelein auton pantas anthrōpous sōzesthai, kai eis epignōsin alētheias elthein? Ēsthenēsan, kai ouk ēn ho boēthōn. Ou gar ischye tis tēs hamartias poiēsasthai tēn anairesin. Kai ek tōn anankōn autōn esōsen autous. Tis gar meizōn anankē tou dedoulōsthai pneumasi ponērois en agnoią Theou, kai ptōcheią psychēs, kai penią kakias? Kai tous desmous autōn dierrhēxe. To, dierrēxe, tēn athroan tēs hamartias kathairesin katadeiknysin. Exomologēsasthōsan tǭ Kyriǭ ta eleē autou. Ta auta deuteron eipen epi tais euergesiais autou. Hoti synetripse pylas chalkas. Tēn mechris adou tou Sōtēros kathodon sēmainei, hēn poiēsamenos, anepetase tou hądou tas pylas, palai desmois arrhēktois kekleismenas pasin. Ou gar ēn palindromēsai boulomenois; all᾽ autos eirēke tois en desmois; Exelthate, kai tois en tǭ skotei; Anakalyphthēte. Pan brōma ebdelyxato hē psychē autōn. Ou gar ēn ho diatrephein autous dynamenos logos. Pylai de thanatou hai pherousai pros thanaton hamartiai. Kai thysatōsan autǭ thysian » aineseōs. Epi ͵ tous hagious apostolous metapherei ton logon ; autoi gar eisin hoi ta mystēria tēs Kainēs Diathēkēs paradontes hēmin. Etheto potamous eis erēmon. To tōn Ioudaiōn euryton adokimon genos phēsi. Tous gar palai limǭ tēkomenous kai tēs pneumatikēs trophēs endeeis en ekeinois katǭkise tois potamois. Gēn karpophoron eis almēn. Tēn tōn Ioudaiōn phēsi synagōgēn. Ēsan gar hoi daimones oikētores tēs gēïnēs politeias; ekarpophorei de autēn hē asebeia. Exēranan de autēn hoi apostoloi tǭ alati tēs didaskalias, peri hōn phēsin; Hymeis este to alas tēs gēs. Etheto erēmon eis limnas hydatōn. Ton ex ethnōn diasēmainei laon ; symmiktos gar hē prophēteia, tōn dyo laōn eispherousa to prosōpon; tou men tēn apo bolēn, tou de tēn eisbolēn. Kai synestēsanto poleis katoikesias. ᾿Agathēn dēlonoti kai ouranion politeian Kai espeiren agrous kai ephyteusen ampelōnas. Noēseis tous agrous apo tou eirēkotos; Exēlthen ho speirōn tou speirai ton sporon autou; tous de ampelōnas tas Ekklēsias, katho eirētai; Hai ampeloi ekyprisan, edōkan osmēn. Kai ta ktēnē autōn ouk esmikrynen. Ktēnē tous alogōterous tēs Ekklēsias phēsi, kata to eirēmenon ; Ktēnōdēs egenēthēn para sou; kai, An thrōpous kai ktēnē sōseis, Kyrie. Kai ōligōthēsan. Hoi en tǭ proterǭ dēlonoti laǭ. Exechythē exoudenōsis ep᾿ archontas autōn. Tous Grammateis kai Pharisaious phēsi. Kai eplanēsen autous en abatǭ, ouch hodǭ. Planōntai gar, phēsin, agnoēsantes ton eiponta; Egō eimi hē hodos. Kai eboēthēse penēti en ptōcheią. Kai tis ho penēs, ē ekeinos peri hou eirētai; Makarioi hoi ptōchoi tǭ pneumati ? Kai etheto hōs probata patrias. Idias, phēsin, elogisato tas ek tōn patriōn hapantōn synagomenas agelas. Opsontai eutheis kai euphranthēsontai. Kai tines hoi eutheis, ē peri hōn eirētai; Hymōn de makarioi hoi ophthalmoi, hoti blepousin. Kai pasa anomia emphraxei to stoma autēs. Theos ho dikaiōn, tis ho katakrinōn,
Alleluia. “Give thanks to the Lord, for he is good.” After the casting off of the people of the Jews he fittingly signifies the calling of the nations, which came about through the apostles. Therefore he also commands them to praise God and give thanks to him for his great mercy. “From east and west, from north and sea.” And who are those gathered from the four regions of the world, if not all the nations, which were formerly bereft of godliness and had not shared even a drop of divine moisture, but were in great thirst? “They found no way to a city to dwell in.” For they had no good way of life, but were in much error. “Hungry and thirsty, their soul fainted within them.” For they had neither the bread that strengthens the heart of man, nor the living water, of which it is said, “Whoever drinks of the water that I will give him will never thirst.” “And he led them by a straight way”: faith in himself, clearly; for he said, “I am the way.” “To go to a city to dwell in.” He means the Church, or the heavenly Jerusalem. “Let them give thanks to the Lord for his mercies … for he has satisfied the empty soul.” And what is that soul, if not the soul of those of whom it was said, “Hungry and thirsty, their soul fainted within them”? “And he has filled the hungry soul with good things”: with the spiritual bread, clearly. “Those who sat in darkness and the shadow of death.” You would not be wrong to call idolatry and the deeds done in godlessness the shadow of death; for these are what separate us from the true life. And we were formerly in these, because we embittered God and provoked the counsel of the Most High. For though we ought, from the greatness and beauty of created things, to behold the author of all things, and to perceive his eternal power and divinity from the creation of the world, we, like blind men, living in darkness and the shadow of death, with the rational powers of the soul fettered and maimed, exchanged the glory of the incorruptible God for the likeness of an image of corruptible man and of birds and four-footed beasts. “Bound in poverty and iron.” Each is bound fast with the cords of his own sins, poor in every good and noble thing. “For they embittered the words of God”: by no means accepting the divine law, but handing themselves over to the wise of this age. “And they provoked the counsel of the Most High.” And what was the counsel of the Most High, if not his willing all men to be saved and to come to the knowledge of the truth? “They grew weak, and there was none to help.” For no one was able to bring about the removal of sin. “And he saved them from their distresses.” For what greater distress is there than to be enslaved to evil spirits in ignorance of God, in poverty of soul, and in the penury of wickedness? “And he burst their bonds.” “Burst” shows the sudden destruction of sin. “Let them give thanks to the Lord for his mercies.” He has said the same a second time, for his benefits. “For he shattered gates of bronze.” He signifies the Saviour’s descent even to Hades, in which he threw open the gates of Hades, which had of old been shut on all with unbreakable bonds. For there was no way back for those who wished it; but he himself said to those in bonds, “Come out,” and to those in darkness, “Be uncovered.” “Their soul loathed every food.” For there was no word able to nourish them. And the gates of death are the sins that lead to death. “And let them sacrifice to him a sacrifice of praise.” He turns the word to the holy apostles; for they are the ones who handed down to us the mysteries of the New Covenant. “He turned rivers into a desert.” He means the race of the Jews, once well watered, now rejected. For those who were formerly wasting with hunger and lacking spiritual food he settled by those rivers. “Fruitful land into salt.” He means the synagogue of the Jews. For the demons were inhabitants of the earthly way of life, and ungodliness made it fruitful; but the apostles dried it up with the salt of their teaching, of whom he says, “You are the salt of the earth.” “He turned a desert into pools of water.” He signifies the people from the nations; for the prophecy is mixed, bringing in the person of the two peoples: the casting out of the one and the bringing in of the other. “And they established cities to dwell in”: a good and heavenly way of life, clearly. “And they sowed fields and planted vineyards.” You will understand the fields from him who said, “The sower went out to sow his seed”; and the vineyards as the churches, according to the saying, “The vines are in blossom, they have given their fragrance.” “And he did not let their cattle decrease.” By cattle he means the simpler members of the Church, according to the sayings, “I became like a beast before you,” and, “Men and beasts you will save, Lord.” “And they became few”: those in the former people, clearly. “Contempt was poured upon their rulers.” He means the scribes and Pharisees. “And he made them wander in a trackless place, not a way.” For they wander, he says, because they did not know him who said, “I am the way.” “And he helped the needy one out of poverty.” And who is the needy one, if not the one of whom it is said, “Blessed are the poor in spirit”? “And he made families like sheep.” He reckoned as his own, he says, the flocks gathered from all families. “The upright will see and be glad.” And who are the upright, if not those of whom it is said, “But blessed are your eyes, for they see”? “And all lawlessness will stop its mouth.” It is God who justifies; who is the one who condemns …
Ps 107:1–42 (106:1-Ps LXX) (quotation, high confidence) · Matt 8:11 (allusion, low confidence) · Ps 104:15 (103:15 LXX) (allusion, medium confidence) · John 4:14 (quotation, high confidence) · John 14:6 (quotation, high confidence) · Gal 4:26 (allusion, low confidence) · Rom 1:20 (quotation, high confidence) · Rom 1:23 (quotation, high confidence) · 1 Cor 3:19 (allusion, low confidence) · 1 Tim 2:4 (quotation, high confidence) · 1 Pet 3:19 (allusion, low confidence) · Isa 49:9 (quotation, high confidence) · Matt 5:13 (quotation, high confidence) · Matt 13:3 (quotation, high confidence) · Song 2:13 (quotation, high confidence) · Ps 73:22 (72:22 LXX) (quotation, high confidence) · Ps 36:6 (35:7 LXX) (quotation, high confidence) · Matt 5:3 (quotation, high confidence) · Matt 13:16 (quotation, high confidence) · Rom 8:33–34 (quotation, high confidence)
Notes and citation
Summary: The commentary reads Psalm 107 of the calling of the nations from the four quarters of the world, set free by Christ from idolatry, sin, and Hades, while the rulers of the former people are rejected.
- The psalm number is not printed in the scan. “Once well watered” renders εὔρυτον by sense. The comment on “He turned rivers into a desert” seems to mix the Jews and the nations; it is translated as written. The comment breaks off in Rom 8:33–34 at the end of the ref, and the psalm’s last verse (Ps 107:43, LXX 106:43) has no comment in the scan. The application of the psalm to the Jews is the commentary’s own, translated as written. Extrabiblical: Wis 13:5 (“from the greatness and beauty of created things”). Quotations: John 4:14; 14:6; Rom 1:20, 23; 1 Tim 2:4; Isa 49:9; Matt 5:13; 13:3; Song 2:13; Ps 73:22 (LXX 72:22); Ps 36:6 (LXX 35:7); Matt 5:3; 13:16; Rom 8:33–34. Allusions: Matt 8:11; Ps 104:15 (LXX 103:15); Gal 4:26; 1 Cor 3:19; 1 Pet 3:19. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.
Extrabiblical texts: Wis 13:5 (Wisdom of Solomon [in RC, EO, ETH canons]; allusion)
Topics: Christology
Cite (SBL): Athanasius, Exp. Ps. 106 (PG 27:449–454; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/106). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/106
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-106) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.
Chapter 107
107PG 27:453–456
Ωδή ΨΑΛΜΟΥ τῷ Δαυΐδ. Ὑπόθεσις. Καὶ ἐν τούτῳ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενομένη κηρύττεται. Ἤδη δὲ πάντων τῶν στίχων τῶν ἐν τῷ παρόντι ψαλμῷ ἐν τοῖς ὀπίσω ψαλμοῖς ἑρμηνευομένων, περιττὸν ἂν εἴη πάλιν τοῖς αὐτοῖς χρήσασθαι εἰς ἑρμηνείαν τῶν προκειμένων. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Καὶ ἐν τούτῳ τῷ ψαλμῷ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενομένη κηρύττεται. Ἤδη δὲ τῶν στίχων τούτων τὴν ἑρμηνείαν ἐν τῷ νθ' ψαλμῷ τεθείκαμεν, Ἑξεγέρθητι, ἡ δόξα μου. Δόξα δὲ αὐτοῦ ἡ θεωρητικὴ καὶ πρακτικὴ ἕξις, καθ᾽ ἣν διάκειται πρὸς τὴν ἠθικὴν καὶ διακονητικὴν ἀρετήν. ῞Οτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. Τοσοῦτόν σου τὸ ἔλεος, ὡς ὑπερβαίνειν ὕψος οὐράνιον, καὶ πανταχοῦ διάττουσιν αἱ τῆς σῆς ἀληθείας ἀκτῖνες, προφητῶν καὶ ἀποστόλων καὶ διδασκάλων ταῖς ἐκείνης ῥανίσιν ἀρδευόντων τὴν γῆν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός. Ἀπ᾿ ἀρχῆς μέχρι τῆς παρούσης λέξεως ὁ αὐτός ἐστι τῷ πεντηκοστῷ ἔκτῳ ψαλμῷ, καὶ ἀπὸ ταύτης μέχρι τέλους τῷ πεντηκοστῷ ἐννάτῳ. Καὶ εἴρηται τὰ εἰκότα. Ὑψωθήσομαι καὶ διαμεριῶ Σίχιμα. Τὰ τῶν Ἰουδαίων ἔγκριτα καὶ ἐξαίρετα διαμερίζειν τοῖς ἔθνεσι καὶ εἰς κληρονομίαν καταμετρεῖν μετὰ χαρᾶς ὑπέσχετο. Ὡς γὰρ ἀγαθὸς πατὴρ χαίρει πολλοὺς υἱοὺς προσλαμβάνων καὶ κτώμενος. Συμβολικῶς δὲ ταῦτα καὶ δι' αἰνίγματος αἰνιττόμενος φθέγγεται. Ἐπὶ γὰρ τῇ κοιλάδι τῶν ἐθνῶν χωρίον τοῦτο τῆς Σιχὲμ καὶ Σίχιμα λεγομένης ἐτύγχανεν. Ὁ Ἰακώβ, ἐκ Μεσοποταμίας ἀναβὰς μετὰ τῶν τέκνων, ᾤκησεν ἔνθα τὴν Δείνα θυγατέρα τοῦ Ἰακὼβ Ἐμὼρ ὁ υἱὸς τοῦ Σιχέμ ἐρασθεὶς ἥρπασε καὶ ἔφθειρεν. Οἱ γὰρ τοῦ Ἰακὼβ παῖδες αὐτὸν μετὰ παντὸς λαοῦ κατέσφαξαν ἀπαντήσαντες. Οὕτω τὰ Σίχιμα, τῶν σκηνῶν κοιλὰς, κτίσματα τοῦ πατριάρχου γέγονε. Τοῦτο τοίνυν τὸ χωρίον μερίζων Ἰακώβ τοῖς παισὶ, τὸν κλῆρον ἐξαίρετον Ἰωσὴφ ἀπένειμεν· ἐπειδὴ τοῖς ἀδελφοῖς νέος ὧν οὐκ ἐκοινώνει τοῦ δράματος. Καὶ τούτου χάριν καταμετρεῖν καὶ μερίζειν ἐπαγγέλλεται· ἵνα τὴν ἐξαίρετον τοῦ νέου Ἰωσὴφ τοῦ Χριστοῦ κληρονομίαν μερίζεσθαι συμβολικῶς νοήσῃς τοῖς ἔθνεσιν.
Ōdē PsALMOU tǭ Dauïd. Hypothesis. Kai en toutǭ hē parousia tou Kyriou hē eis ta ethnē genomenē kēryttetai. Ēdē de pantōn tōn stichōn tōn en tǭ paronti psalmǭ en tois opisō psalmois hermēneuomenōn, peritton an eiē palin tois autois chrēsasthai eis hermēneian tōn prokeimenōn. Hetoimē hē kardia mou, ho Theos. Kai en toutǭ tǭ psalmǭ hē parousia tou Kyriou hē eis ta ethnē genomenē kēryttetai. Ēdē de tōn stichōn toutōn tēn hermēneian en tǭ nth' psalmǭ tetheikamen, Hexegerthēti, hē doxa mou. Doxa de autou hē theōrētikē kai praktikē hexis, kath᾽ hēn diakeitai pros tēn ēthikēn kai diakonētikēn aretēn. ῾Oti mega epanō tōn ouranōn to eleos sou. Tosouton sou to eleos, hōs hyperbainein hypsos ouranion, kai pantachou diattousin hai tēs sēs alētheias aktines, prophētōn kai apostolōn kai didaskalōn tais ekeinēs rhanisin ardeuontōn tēn gēn. Hypsōthēti epi tous ouranous, ho Theos. Ap᾿ archēs mechri tēs parousēs lexeōs ho autos esti tǭ pentēkostǭ ektǭ psalmǭ, kai apo tautēs mechri telous tǭ pentēkostǭ ennatǭ. Kai eirētai ta eikota. Hypsōthēsomai kai diameriō Sichima. Ta tōn Ioudaiōn enkrita kai exaireta diamerizein tois ethnesi kai eis klēronomian katametrein meta charas hypescheto. Hōs gar agathos patēr chairei pollous huious proslambanōn kai ktōmenos. Symbolikōs de tauta kai di' ainigmatos ainittomenos phthengetai. Epi gar tę̄ koiladi tōn ethnōn chōrion touto tēs Sichem kai Sichima legomenēs etynchanen. Ho Iakōb, ek Mesopotamias anabas meta tōn teknōn, ǭkēsen entha tēn Deina thygatera tou Iakōb Emōr ho huios tou Sichem erastheis hērpase kai ephtheiren. Hoi gar tou Iakōb paides auton meta pantos laou katesphaxan apantēsantes. Houtō ta Sichima, tōn skēnōn koilas, ktismata tou patriarchou gegone. Touto toinyn to chōrion merizōn Iakōb tois paisi, ton klēron exaireton Iōsēph apeneimen; epeidē tois adelphois neos hōn ouk ekoinōnei tou dramatos. Kai toutou charin katametrein kai merizein epangelletai; hina tēn exaireton tou neou Iōsēph tou Christou klēronomian merizesthai symbolikōs noēsę̄s tois ethnesin.
A song of a psalm, of David. Argument. In this psalm too the coming of the Lord to the nations is proclaimed. And since all the verses in the present psalm have been interpreted in the psalms before it, it would be superfluous to use the same comments again for the interpretation of these. “My heart is ready, O God.” In this psalm too the coming of the Lord to the nations is proclaimed. And we have already set out the interpretation of these verses in the fifty-ninth psalm. “Awake, my glory.” His glory is the contemplative and practical habit, by which he is disposed toward moral and ministering virtue. “For your mercy is great above the heavens.” So great is your mercy as to surpass the height of heaven, and the rays of your truth dart everywhere, while prophets, apostles, and teachers water the earth with its drops. “Be exalted above the heavens, O God.” From the beginning to the present phrase the psalm is the same as the fifty-sixth psalm, and from here to the end the same as the fifty-ninth; and what was fitting has been said. “I will be exalted and divide Shechem.” He promised to divide the choice and outstanding possessions of the Jews among the nations and to measure them out with joy as an inheritance, as a good father rejoices in taking and gaining many sons. And he speaks these things symbolically, hinting at them in riddles. For this place, called Shechem and Sikima, lay in the valley of the nations. Jacob, having come up from Mesopotamia with his children, dwelt where Emmor the son of Shechem fell in love with Dinah the daughter of Jacob, seized her, and violated her. And Jacob’s sons met him and slaughtered him with all the people. So Sikima, the valley of tents, became the property of the patriarch. Dividing this place, then, among his sons, Jacob assigned the choice portion to Joseph, since, being young, he had no share with his brothers in the deed. And for this reason he promises to measure out and divide, so that you may understand symbolically that the choice inheritance of the new Joseph, Christ, is divided among the nations.
Ps 108:1–7 (107:2-Ps LXX) (quotation, high confidence) · Ps 57:7–11 (56:8-Ps LXX) (allusion, high confidence) · Ps 60:5–12 (59:7-Ps LXX) (allusion, high confidence) · Gen 34:2 (allusion, high confidence) · Gen 34:25–26 (allusion, high confidence) · Gen 48:22 (allusion, high confidence) · John 4:5 (allusion, low confidence)
Notes and citation
Summary: The commentary reads Psalm 108 of the Lord’s coming to the nations, referring to its earlier comments on Psalms 57 and 60, and takes the dividing of Shechem as Christ’s inheritance shared out among the nations.
- The psalm numbers cited (fifty-sixth, fifty-ninth) are Septuagint numbers, Ps 57 and 60 in the Protestant numbering. The opening sentence of the Argument is repeated after the first lemma, as printed. “The valley of the nations” is translated as printed; the psalm itself has “the valley of tents.” The commentary makes Emmor (Hamor) the son of Shechem, reversing Gen 34:2, and translated as written. The comment ends at Ps 108:7 (LXX 107:8). Allusions: Ps 57:7–11 (LXX 56:8–12); Ps 60:5–12 (LXX 59:7–14); Gen 34:2, 25–26; Gen 48:22; John 4:5. Psalm verses are given in the Protestant numbering; the Septuagint counts the title as verse 1.
Notes on the original text
- Digital text corrected (OCR slip): κλῆμον → κλῆρον.
Cite (SBL): Athanasius, Exp. Ps. 107 (PG 27:453–456; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/107). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/107
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-107) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.