Expositions on the Psalms 108–115

Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).

Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 108

108PG 27:455–462

Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΗ'. Ὑπόθεσις. Ὁ παρὼν ψαλμὸς τὰ πάθη τοῦ Χριστοῦ κατασημαίνει, τάς τε ἐσομένας τιμωρίας κατά τε τοῦ Ἰούδα καὶ αὐτοῦ τοῦ Ἰουδαίων λαοῦ. Ὅσα δὲ εὐκτικῶς λέλεκται ἐν τῷ ψαλμῷ, ἰστέον, ὅτι προφητικῶς πάντα εἴρηται. Οἷον ὅταν λέγει· Διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, ἀντὶ τοῦ, στήσεται, λέγει. Οὐ γὰρ εὔχεται τοῦτο γενέσθαι· ἀλλ᾽ ὃ μέλλει συμβῆναι διὰ τὴν ἐκείνου κακίαν τοῦτο προαγορεύει· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Ἔξοιεν, φησὶ, καὶ οὗτοι τοὺς διαβάλλοντας, καὶ μὴ ἀποσταῖεν αὐτῶν. Εἰ δὲ κρίνοιντο, πρὸς αὐτοὺς κατακριθεῖεν. Ἀλλὰ καὶ εἰ ἐπεκαλέσαντό σε, φησὶν, ἐν τῷ καιρῷ τῆς ἀνάγκης, εἰς ἁμαρτίαν αὐτοῖς λογισθείη, μνήμης γενομένης ὧν ἥμαρτον. Σύντεμε δὲ τὰς ἡμέρας αὐτῶν, ἵνα, ζώντων καὶ ὁρώντων αὐτῶν, τὴν ἀξίαν, ἣν οὐδὲ ὄντως ὠνήσαντο, ἕτερος ἀφαρπάσῃ. Ἔπειτα δὲ καὶ αὐτοὺς ἄνελε, ὡς διαβῆναι τὴν συμφορὰν εἰς τοὺς ἐξ ἐκείνων· ὥστε ὀρφανωθῆναι μὲν τοὺς υἱοὺς αὐτῶν, χηρείᾳ δὲ ἐκδοθῆναι τὴν γυναῖκα · ὥστε τοὺς υἱοὺς βιαζομένους καὶ συρομένους ὑπὲρ πατρῴων παρανομημάτων δίκας ὑφέξειν. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ὅσον αἱ Ἐκκλησίαι Χριστοῦ συνεστῶσιν αἱ ἀνατέλλουσαι πανταχοῦ, αἰνεῖ ὁ Θεὸς ἐν αὐταῖς τὸν Υἱόν. Λέγει οὖν ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Εἰ καὶ προδιδούς με ὁ Ἰούδας, δόξει ἐμποδίζειν τὸν αἶνόν μου οὕτως δὲ αἴνεσόν με, μαρτυρῶν μου τῇ θεότητι, ἣν μὴ πιστεύσας ἐν ἐμοὶ Ἰούδας, προδέδωκέ με. "Οτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Αμαρτωλοῦ τοῦ διαβόλου· αὐτὸς γὰρ ἁμαρτωλὸς πρὸς ἀλήθειαν· δολίου τοῦ Ἰούδα· ἄμφω γὰρ κατὰ τοῦ Χριστοῦ ἐλάλησαν. Ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με... καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, κ. τ. λ. Τῶν λόγων οἱ μέν εἰσιν ἀγάπης, οἱ δὲ μίσους, οἱ δὲ οὐδ᾽ ἑτέρως ἔχοντες. Ἐκολάκευε γὰρ ὡς διδάσκαλον, καὶ τῷ δόλῳ ὡς ἐδόκει ἡγωνίζετο εἰς προδοσίαν τοῦ διδασκάλου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν. Αμαρτωλός μὲν αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς ὁ Σατανᾶς· τὸ δὲ, κατάστησον, ἀντὶ τοῦ, μέλλει καθίστασθαι. Ἐπ' αὐτὸν δὲ τίνα ἢ τὸν προδότην Ἰούδαν; Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Καὶ ἐν τῷ Ζαχαρίᾳ δὲ φησι· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ διάβολος εἰστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Οὐκ ἀντίκειται δὲ τῷ Ἰούδᾳ. Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος. Ἐν τῷ μέλλοντι, φησὶ, δικαστηρίῳ οὐδένα ἕξει λόγον ἀπολογίας. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Εἰσί τινες ὧν αὐτὴ ἡ προσευχή εἰς ἁμαρτίαν γίνεται, ὡς ἐθνῶν προσευχομένων εἰδώλοις ἢ τῇ κτίσει· καὶ Ἰουδαίων οὐ διὰ Ἰησοῦ Χριστοῦ προσευχομένων τῷ Θεῷ· καὶ αἱρετικῶν εὐχομένων Θεῷ οὐκ ὄντι· καὶ προσευχομένων δὲ μετὰ ὀργῆς καὶ διὰ λογισμῶν, ἢ διψυχίας, ἡ προσευχὴ γίνεται εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Εὐθέως γὰρ μετὰ τὴν προδοσίαν ἀγχόνῃ ἑαυτὸν μεταχειρίσας ἀπηλλάγη, καὶ οὐκ ἐφάνη. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Περὶ τοῦ Ματθίου φησίν· αὐτὸς γὰρ ἐλογίσθη εἰς δικαιοσύνην εἰς τὸν κλῆρον τῶν ἀποστόλων. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί. Υἱοὶ οἱ λογισμοὶ αὐτοῦ · ὀρφανοὶ γὰρ ἐγένοντο ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Γυνὴ δὲ ἡ ψυχὴ αὐτοῦ· ἐχήρευσε γὰρ καὶ αὐτὴ ἐκπεσοῦσα ἀπὸ τοῦ Χριστοῦ διὰ τῆς παρανομίας. Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν. Οἱ γὰρ λογισμοὶ αὐτοῦ, οὓς ἔφαμεν εἶναι υἱοὺς, μετανάσται γενόμενοι ἀπὸ τοῦ Χριστοῦ, εἰς τὴν φιλαργυρίαν χεῖρα ἐξέτειναν εἰς τὸ ἀργύριον, ὡς ἐνδεεῖς καὶ προσαῖται. Αναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἕναντι Κυρίου. Αὐτοῦ τοῦ λαοῦ· συνάπτει γὰρ τῷ προδότῃ τὸν παράνομον λαόν. Ανομίαν δὲ τῶν πατέρων λέγει τὸ ἀποκτεῖναι τοὺς προφήτας, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· ὅτι πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἀπὸ τοῦ ῎Αβελ ἕως Ζαχαρίου τοῦ προφήτου ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Μητέρα τοῦ δυσσεβοῦς λαοῦ τὴν πονηρὰν ἐκείνην νοήσεις συναγωγήν, τὴν πολλάκις παραπικράνασαν τὸν Θεόν. Γενηθήτω ἐναντίον Κυρίου διαπαντός· καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ὅσα, φησὶν, ἐτόλμησαν ἀεὶ θεώμενος ὁ Θεὸς οὐδεμιᾶς αὐτοῦ ἀξιώσει φειδοῦς· ὡς περὶ πάντων δὲ τῶν ἠπιστηκότων. Καὶ οὐ μόνον λέγων Ἰούδαν, τὸ μνημόσυνον αὐτῶν, ἔφη πληθυντικῶς. Λέγοις δ᾽ ἂν καὶ ἄλλως πατέρας Ἰούδα τοὺς κατὰ προδοσίαν αὐτὸν γεννήσαντας. Οὗτοι δ᾽ ἂν εἶεν οἱ διὰ τῶν ἀργυρίων αὐτὸν παρορμήσαντες. Καὶ πρῶτος ὁ ἐμβαλὼν τὴν καρδίαν αὐτοῦ Σατανᾶς, καὶ οἱ ἔχοντες σοφίαν τούτου τοῦ αἰῶνος ἄρχοντες, περὶ ὧν ὁ Παῦλός φησιν· Εἰ γὰρ ἔγνωσαν, οὐ Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ. Τὸ μνημόσυνον αὐτοῦ τοῦ Ἰούδα φησίν· ἢ καὶ ἄλλως, τῶν ἀρχόντων ἐκείνων τῶν κατὰ Χριστοῦ συστάντων. Οὐδὲ γὰρ σπέρμα αὐτῶν ἔμεινεν εἰς μνημόσυνον αὐτῶν. Ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Τὸ ἔλεος, φησὶν, οὐκ ἠθέλησε δέξασθαι ὃ δέδωκεν ὁ Πατὴρ τοῖς ἀνθρώποις, καὶ πρὸς τοῖς αὐτοῖς τοῖς ἀπολωλόσι προβάτοις τοῦ Ἰσραήλ. Τὸ γὰρ, ποιῆσαι, ἀντὶ τοῦ, δέξασθαι, τέθεικεν. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχόν. Αὐτόν φησι τὸν Κύριον, ὃς ἐπτώχευσε πλούσιος ὢν, ἵν᾿ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι, ᾿Αντὶ τοῦ, λυπούμενον· ἐλυπεῖτο γὰρ ὁρῶν αὐτῶν τὴν ἀπώλειαν. Τοῦτον οὖν τὸν δι᾿ αὐτοὺς λυπούμενον ἐδίωκον θανατῶσαι. Καὶ ἠγάπησε κατάραν καὶ ἐνεδύσατο κατάραν ὡσεὶ ἱμάτιον. Ἐπειδὴ, φησὶν, ἀφέντες τὸ εὐλογεῖν ἐμὲ, καθ' ἑκάστην ἡμέραν καταρῶνται · τοῦτο γὰρ μέχρι τῆς σήμερον Ἰουδαίων παῖδες ποιοῦσιν· τούτου χάριν πάντα αὐτοῖς τὰ προλελεγμένα γενήσεται. Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ. Οὐ γὰρ ἔξωθεν μόνον, ἀλλὰ καὶ ἔνδοθεν περίκεινται τὰ κακὰ περικλύζοντα. Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Τοῦτο γὰρ ἔχει μόνιμον τὴν ὑγρότητα. Φορὰν δέ φησι κακῶν, τοῦ μὲν ὕδατος τὸ σφοδρὸν δηλοῦντος, τοῦ δὲ ἐλαίου τὸ μόνιμον. Ὑφ᾽ ὧν, φησὶ, καὶ ὡς ἐν ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέσθω. Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων καὶ τῶν λαλούντων πονηρὰ τῆς ψυχῆς μου. Τούτους τρυγήσουσι τοὺς καρποὺς οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδεξάμενοι, καὶ ὁ τούτοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου. Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετ' ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ἀνθρωπίνως εἴρηκεν ὁ Δεσπότης Χριστός. Πάντα γὰρ τὰ ἀνθρώπινα πλὴν ἁμαρτίας πεπλήρωκεν. Ἐτέχθη γὰρ κατὰ νόμον φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπίνης φύσεως · ὑπὲρ ταύτην δὲ, ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τροφὴν· καὶ θυσίας ἐξήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν· οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἁγίοις Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοήθειαν. ῾Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τοῦτο καὶ ὑπ᾿ αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν εἰρημένον. Μέλλων γὰρ προσιέναι τῷ πάθει εἶπε· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τὶ εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ᾿Αλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην. Σκιᾷ κλιθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην περιφερομένων ὑπ' ἀνέμων ἀκρίδων διετέλεσα οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν, ἄλλοτε δὲ ἀλλαχοῦ καὶ εἰς ὄρη μεταβαίνων, ἔσθ' ὅτε καὶ τρέχων εἰς ἔρημον. Εἴδοσάν με καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτό φησι διὰ τὸ ἐπὶ τῷ σταυρῷ ὄντι αὐτῷ κινεῖν τὰς κεφαλὰς, καὶ λέγειν· Ὁ καταλύων τὸν ναὸν, σῶσον σεαυτόν. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη. Χεῖρας ἐνταῦθα τὴν πρᾶξίν φησιν, ἣν εἰργάσατο ἀναστήσας ἑαυτὸν ἐκ νεκρῶν. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν. Κατῃσχύνθησαν γὰρ ἅπαντες, οὐκ ὄντος αὐτοῖς ἱερέως, οὐδὲ οὔσης θυσίας, οὔτε ἱερατείας, οὔτε λογίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν ἀναγκάσει· Παύλου λέγοντος· ᾿Αλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ Ἡσαΐου· Οὕτως λέγει Κύριος ὁ πλάσας με ἐν κοιλίᾳ δοῦλον ἑαυτῷ· καὶ αὐτὸς δὲ φησιν ἐν Εὐαγγελίοις, ὡς Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν. Ποία γὰρ οὐκ ἔστιν Ἰουδαίοις αἰσχύνη; Τὰ μὲν ἅγια τὰ ἑαυτῶν ὁρῶσιν ἐκ βάθρων ἠφανισμένα · τοῦτὸ τε τοῦ παρ' αὐτῶν ἀτιμασθέντος καὶ σταυρωθέντος προσκυνούμενον μνῆμα· καὶ τὰς Ἐκκλησίας αὐτοῦ πανταχοῦ τοσοῦτον ἐπιδιδούσας εἴς τε πλῆθος καὶ δόξαν. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου. Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν σημαίνει, ἣν ποιεῖται διὰ τῶν ἐθνῶν ὁ Υἱός. Καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Διὰ γὰρ τῆς Ἐκκλησίας αἰνεῖ τὸν Πατέρα.

Eis to telos, PsALMOS tǭ Dauïd. RĒ'. Hypothesis. Ho parōn psalmos ta pathē tou Christou katasēmainei, tas te esomenas timōrias kata te tou Iouda kai autou tou Ioudaiōn laou. Hosa de euktikōs lelektai en tǭ psalmǭ, isteon, hoti prophētikōs panta eirētai. Hoion hotan legei; Diabolos stētō ek dexiōn autou, anti tou, stēsetai, legei. Ou gar euchetai touto genesthai; all᾽ ho mellei symbēnai dia tēn ekeinou kakian touto proagoreuei; kai epi tōn allōn de hōsautōs. Exoien, phēsi, kai houtoi tous diaballontas, kai mē apostaien autōn. Ei de krinointo, pros autous katakritheien. Alla kai ei epekalesanto se, phēsin, en tǭ kairǭ tēs anankēs, eis hamartian autois logistheiē, mnēmēs genomenēs hōn hēmarton. Synteme de tas hēmeras autōn, hina, zōntōn kai horōntōn autōn, tēn axian, hēn oude ontōs ōnēsanto, heteros apharpasę̄. Epeita de kai autous anele, hōs diabēnai tēn symphoran eis tous ex ekeinōn; hōste orphanōthēnai men tous huious autōn, chēreią de ekdothēnai tēn gynaika ; hōste tous huious biazomenous kai syromenous hyper patrǭōn paranomēmatōn dikas hyphexein. Ho Theos, tēn ainesin mou mē parasiōpēsę̄s. Hoson hai Ekklēsiai Christou synestōsin hai anatellousai pantachou, ainei ho Theos en autais ton Huion. Legei oun ho Christos pros ton Patera; Ei kai prodidous me ho Ioudas, doxei empodizein ton ainon mou houtōs de aineson me, martyrōn mou tę̄ theotēti, hēn mē pisteusas en emoi Ioudas, prodedōke me. "Oti stoma hamartōlou kai stoma doliou ep' eme ēnoichthē. Amartōlou tou diabolou; autos gar hamartōlos pros alētheian; doliou tou Iouda; amphō gar kata tou Christou elalēsan. Anti tou agapan me endieballon me... kai ethento kat' emou kaka anti agathōn, k. t. l. Tōn logōn hoi men eisin agapēs, hoi de misous, hoi de oud᾽ heterōs echontes. Ekolakeue gar hōs didaskalon, kai tǭ dolǭ hōs edokei hēgōnizeto eis prodosian tou didaskalou. Katastēson ep' auton hamartōlon. Amartōlos men autos ho tēs hamartias heuretēs ho Satanas; to de, katastēson, anti tou, mellei kathistasthai. Ep' auton de tina ē ton prodotēn Ioudan? Kai diabolos stētō ek dexiōn autou. Kai en tǭ Zacharią de phēsi; Kai edeixe moi Kyrios Iēsoun ton hierea ton megan, hestōta pro prosōpou angelou Kyriou, kai diabolos eistēkei ek dexiōn autou, tou antikeisthai autǭ. Ouk antikeitai de tǭ Ioudą. En tǭ krinesthai auton exelthoi katadedikasmenos. En tǭ mellonti, phēsi, dikastēriǭ oudena hexei logon apologias. Kai hē proseuchē autou genesthō eis hamartian. Eisi tines hōn autē hē proseuchē eis hamartian ginetai, hōs ethnōn proseuchomenōn eidōlois ē tę̄ ktisei; kai Ioudaiōn ou dia Iēsou Christou proseuchomenōn tǭ Theǭ; kai hairetikōn euchomenōn Theǭ ouk onti; kai proseuchomenōn de meta orgēs kai dia logismōn, ē dipsychias, hē proseuchē ginetai eis hamartian. Genēthētōsan hai hēmerai autou oligai. Eutheōs gar meta tēn prodosian anchonę̄ heauton metacheirisas apēllagē, kai ouk ephanē. Kai tēn episkopēn autou laboi heteros. Peri tou Matthiou phēsin; autos gar elogisthē eis dikaiosynēn eis ton klēron tōn apostolōn. Genēthētōsan hoi huioi autou orphanoi. Huioi hoi logismoi autou ; orphanoi gar egenonto apo tēs charitos tou Christou. Gynē de hē psychē autou; echēreuse gar kai autē ekpesousa apo tou Christou dia tēs paranomias. Saleuomenoi metanastētōsan hoi huioi autou kai epaitēsatōsan. Hoi gar logismoi autou, hous ephamen einai huious, metanastai genomenoi apo tou Christou, eis tēn philargyrian cheira exeteinan eis to argyrion, hōs endeeis kai prosaitai. Anamnēstheiē hē hamartia tōn paterōn autou henanti Kyriou. Autou tou laou; synaptei gar tǭ prodotę̄ ton paranomon laon. Anomian de tōn paterōn legei to apokteinai tous prophētas, kata to eirēmenon hypo tou Kyriou; hoti pan haima dikaion ekchynomenon apo tou ᾿Abel heōs Zachariou tou prophētou ekdikēthēsetai apo tēs geneas tautēs. Kai hē hamartia tēs mētros autou mē exaleiphtheiē. Mētera tou dyssebous laou tēn ponēran ekeinēn noēseis synagōgēn, tēn pollakis parapikranasan ton Theon. Genēthētō enantion Kyriou diapantos; kai exolothreutheiē ek gēs to mnēmosynon autōn. Hosa, phēsin, etolmēsan aei theōmenos ho Theos oudemias autou axiōsei pheidous; hōs peri pantōn de tōn ēpistēkotōn. Kai ou monon legōn Ioudan, to mnēmosynon autōn, ephē plēthyntikōs. Legois d᾽ an kai allōs pateras Iouda tous kata prodosian auton gennēsantas. Houtoi d᾽ an eien hoi dia tōn argyriōn auton parormēsantes. Kai prōtos ho embalōn tēn kardian autou Satanas, kai hoi echontes sophian toutou tou aiōnos archontes, peri hōn ho Paulos phēsin; Ei gar egnōsan, ou Kyrion tēs doxēs estaurōsan. Kai exolothreutheiē ek gēs to mnēmosynon autou. To mnēmosynon autou tou Iouda phēsin; ē kai allōs, tōn archontōn ekeinōn tōn kata Christou systantōn. Oude gar sperma autōn emeinen eis mnēmosynon autōn. Anth᾽ hōn ouk emnēsthē poiēsai eleos. To eleos, phēsin, ouk ēthelēse dexasthai ho dedōken ho Patēr tois anthrōpois, kai pros tois autois tois apolōlosi probatois tou Israēl. To gar, poiēsai, anti tou, dexasthai, tetheiken. Kai katediōxen anthrōpon penēta kai ptōchon. Auton phēsi ton Kyrion, hos eptōcheuse plousios ōn, hin᾿ hēmeis tę̄ autou ptōcheią ploutēsōmen. Kai katanenygmenon tę̄ kardią tou thanatōsai, ᾿Anti tou, lypoumenon; elypeito gar horōn autōn tēn apōleian. Touton oun ton di᾿ autous lypoumenon ediōkon thanatōsai. Kai ēgapēse kataran kai enedysato kataran hōsei himation. Epeidē, phēsin, aphentes to eulogein eme, kath' hekastēn hēmeran katarōntai ; touto gar mechri tēs sēmeron Ioudaiōn paides poiousin; toutou charin panta autois ta prolelegmena genēsetai. Kai eisēlthen hōsei hydōr eis ta enkata autou. Ou gar exōthen monon, alla kai endothen perikeintai ta kaka periklyzonta. Kai hōsei elaion en tois osteois autou. Touto gar echei monimon tēn hygrotēta. Phoran de phēsi kakōn, tou men hydatos to sphodron dēlountos, tou de elaiou to monimon. Hyph᾽ hōn, phēsi, kai hōs en esthēti kalyptesthō, kai hōs zōstēri sphingesthō. Touto to ergon tōn endiaballontōn kai tōn lalountōn ponēra tēs psychēs mou. Toutous trygēsousi tous karpous hoi to pros eme misos anadexamenoi, kai ho toutois hypourgēsas prodotēs. Epeidē gar antitheon auton kai paranomon ekaloun, eikotōs eipe; Tōn endiaballontōn me para Kyriou. Kai sy, Kyrie, Kyrie, poiēson met' emou heneken tou onomatos sou. Kai tauta anthrōpinōs eirēken ho Despotēs Christos. Panta gar ta anthrōpina plēn hamartias peplērōken. Etechthē gar kata nomon physeōs. To men gar ek gynaikos, tēs anthrōpinēs physeōs ; hyper tautēn de, ek Parthenou. Edexato spargana kai peritomēn, kai tēn ek galaktos trophēn; kai thysias exēnenken, enēsteuse, kai epeinēse, kai edipsēse, kai ekopiasen; houtō kai proseuchomenos en tois hagiois Euangeliois diēnekōs anagegraptai. Kai entautha anthrōpinōs tēn theian epikaleitai boētheian. ῾Rhysai me, hoti ptōchos kai penēs eimi egō. Touto kai hyp᾿ autou en tois hierois Euangeliois heuriskomen eirēmenon. Mellōn gar prosienai tǭ pathei eipe; Nyn hē psychē mou tetaraktai. Kai ti eipō? Pater, sōson me ek tēs hōras tautēs. ᾿Alla dia touto elēlytha eis tēn hōran tautēn. Hōsei skia en tǭ ekklinai autēn antanę̄rethēn. Skią klitheisę̄ paraplēsiōs edexamēn tou biou to telos; alla kai dikēn peripheromenōn hyp' anemōn akridōn dietelesa ou polin echōn, ou kōmēn, ouk oikian, allote de allachou kai eis orē metabainōn, esth' hote kai trechōn eis erēmon. Eidosan me kai esaleusan kephalas autōn. Touto phēsi dia to epi tǭ staurǭ onti autǭ kinein tas kephalas, kai legein; Ho katalyōn ton naon, sōson seauton. Kai gnōtōsan, hoti hē cheir sou hautē. Cheiras entautha tēn praxin phēsin, hēn eirgasato anastēsas heauton ek nekrōn. Katarasontai autoi, kai sy eulogēseis, hoi epanistamenoi moi aischynthētōsan. Katę̄schynthēsan gar hapantes, ouk ontos autois hiereōs, oude ousēs thysias, oute hierateias, oute logiou, kata tēn tou prophētou phōnēn. Ho de doulos sou euphranthēsetai. Oude touto hēmas to rhēma labein eis heteran hypothesin anankasei; Paulou legontos; ᾿All᾽ heauton ekenōse morphēn doulou labōn; kai Hēsaïou; Houtōs legei Kyrios ho plasas me en koilią doulon heautǭ; kai autos de phēsin en Euangeliois, hōs Ho Huios tou anthrōpou ouk ēlthe diakonēthēnai, alla diakonēsai. Endysasthōsan hoi endiaballontes me entropēn. Poia gar ouk estin Ioudaiois aischynē? Ta men hagia ta heautōn horōsin ek bathrōn ēphanismena ; touto te tou par' autōn atimasthentos kai staurōthentos proskynoumenon mnēma; kai tas Ekklēsias autou pantachou tosouton epididousas eis te plēthos kai doxan. Exomologēsomai tǭ Kyriǭ sphodra en tǭ stomati mou. Hē exomologēsis tēn eucharistian sēmainei, hēn poieitai dia tōn ethnōn ho Huios. Kai en mesǭ pollōn ainesō auton. Dia gar tēs Ekklēsias ainei ton Patera.

To the end, a psalm of David. 108. Argument. The present psalm signifies the sufferings of Christ and the punishments that were to come upon Judas and upon the people of the Jews itself. And everything said in the psalm in the form of a wish, one must know, is all said prophetically. For example, when it says, “Let the devil stand at his right hand,” it says this in place of “will stand.” For he does not pray that this may happen, but foretells what was to befall because of that man’s wickedness; and likewise with the rest. Let these too, he says, have those who slander them, and may they not be rid of them. And if they are judged, may they be condemned before them. But even if they called upon you, he says, in the time of need, may it be reckoned to them as sin, remembrance being made of what they sinned. And cut short their days, so that while they are alive and looking on another may seize the office which they did not truly even purchase. Then take them too away, so that the calamity passes on to those born of them; so that their sons are orphaned and the wife given over to widowhood; so that the sons, forced and dragged, pay the penalty for their fathers’ transgressions. “O God, do not keep silent at my praise.” Insofar as the churches of Christ that spring up everywhere stand, God praises the Son in them. So Christ says to the Father: even if Judas, by betraying me, seems to hinder my praise, yet praise me thus, bearing witness to my divinity, which Judas did not believe in me, and so betrayed me. “For the mouth of a sinner and the mouth of a deceitful man have been opened against me.” Of a sinner: the devil, for he is a sinner in truth. Of a deceitful man: Judas. For both spoke against Christ. “In return for loving me they slandered me … and they set evils against me in return for good,” and so on. Of words, some are of love, some of hatred, and some are neither. For he flattered him as teacher, and with deceit, as he thought, he strove toward the betrayal of the teacher. “Set a sinner over him.” The sinner is Satan himself, the inventor of sin; and “set” stands for “is about to be set.” And over whom, if not over the traitor Judas? “And let the devil stand at his right hand.” And in Zechariah too he says, “And the Lord showed me Jesus the great priest standing before the face of the angel of the Lord, and the devil stood at his right hand to oppose him.” But he does not oppose Judas. “When he is judged, may he go out condemned.” At the tribunal to come, he says, he will have no word of defence. “And let his prayer become sin.” There are some whose very prayer becomes sin: as of the nations when they pray to idols or to the creation; and of Jews when they pray to God not through Jesus Christ; and of heretics when they pray to a God who does not exist; and of those who pray with anger, or with evil reasonings, or with double-mindedness, the prayer becomes sin. “Let his days be few.” For immediately after the betrayal he did away with himself by hanging and departed, and was seen no more. “And let another take his office.” He says this of Matthias; for he was reckoned for righteousness into the lot of the apostles. “Let his sons become orphans.” His sons are his thoughts; for they became orphaned from the grace of Christ. His wife is his soul; for it too was widowed, having fallen away from Christ through transgression. “Let his sons be shaken and wander and beg.” For his thoughts, which we said are his sons, having become wanderers from Christ, stretched out a hand to love of money, for the silver, as needy beggars. “Let the sin of his fathers be remembered before the Lord”: the fathers of the people itself, for he joins the lawless people to the traitor. And by the lawlessness of the fathers he means the killing of the prophets, according to what was said by the Lord, that all righteous blood shed from Abel to Zechariah the prophet will be avenged on this generation. “And let not the sin of his mother be blotted out.” By the mother of the impious people you will understand that wicked synagogue which often embittered God. “Let them be before the Lord continually; and let their memory be destroyed from the earth.” God, he says, ever beholding all they dared, will count them worthy of no sparing; as concerning all who disbelieved. And not speaking only of Judas, he said in the plural, “their memory.” And you might also say otherwise that Judas’s fathers are those who begot him in betrayal; and these would be those who urged him on through the silver. And first Satan, who put it into his heart, and the rulers who have the wisdom of this age, of whom Paul says, “For if they had known, they would not have crucified the Lord of glory.” “And let his memory be destroyed from the earth.” He means the memory of Judas himself; or otherwise, of those rulers who stood against Christ. For not even a seed of them remained for their memory. “Because he did not remember to do mercy.” He did not wish, he says, to receive the mercy which the Father gave to men, and in addition to the very lost sheep of Israel. For he has put “to do” in place of “to receive.” “And he persecuted a man needy and poor.” He means the Lord himself, who became poor though he was rich, so that we by his poverty might become rich. “And pierced in heart, to put him to death.” In place of “grieving”; for he grieved seeing their destruction. This one, then, who grieved for them, they persecuted to put to death. “And he loved cursing, and he put on cursing like a garment.” Since, he says, they have left off blessing me and curse me every day (for the children of the Jews do this to this day), for this reason all that has been foretold will happen to them. “And it entered like water into his inward parts.” For the evils lie around them, flooding them, not only from outside but also from within. “And like oil into his bones.” For this has a lasting moisture. And he speaks of a torrent of evils, the water showing their violence and the oil their permanence. By these, he says, let him be covered as with clothing and bound as with a belt. “This is the work of those who slander me and who speak evil against my soul.” These fruits they will reap who have taken up hatred against me, and the traitor who served them. For since they called him an enemy of God and a lawbreaker, he fittingly said, “of those who slander me before the Lord.” “And you, Lord, Lord, deal with me for your name’s sake.” These things too Christ the Master said in human fashion. For he fulfilled all things human except sin. For he was born according to the law of nature: from a woman, which belongs to human nature; but above it, from a virgin. He received swaddling clothes and circumcision and nourishment from milk; and he offered sacrifices, fasted, hungered, thirsted, and grew weary. So too he is recorded in the holy Gospels as praying continually. And here too, in human fashion, he calls upon divine help. “Rescue me, for I am poor and needy.” This too we find said by him in the holy Gospels. For as he was about to approach the passion he said, “Now my soul is troubled. And what shall I say? Father, save me from this hour. But for this reason I have come to this hour.” “Like a shadow when it declines I was taken away.” Like a shadow that has declined I received the end of life; and also like locusts carried about by the winds I lived, having no city, no village, no house, but passing now here, now there, and into mountains, sometimes even running into the desert. “They saw me and shook their heads.” He says this because when he was on the cross they moved their heads and said, “You who destroy the temple, save yourself.” “And let them know that this is your hand.” By hands here he means the deed which he did in raising himself from the dead. “They will curse, but you will bless; let those who rise against me be put to shame.” For all of them were put to shame, having no priest, no sacrifice, no priesthood, no oracle, according to the prophet’s voice. “But your servant will be glad.” Not even this word will force us to take it of another subject, since Paul says, “But he emptied himself, taking the form of a servant,” and Isaiah, “Thus says the Lord, who formed me from the womb to be his servant,” and he himself says in the Gospels that “the Son of Man did not come to be served, but to serve.” “Let those who slander me be clothed with shame.” For what shame do the Jews not have? They see their own holy things destroyed from their foundations, and the tomb of the one whom they dishonoured and crucified being worshipped, and his churches everywhere increasing so greatly in number and glory. “I will give great thanks to the Lord with my mouth.” The confession signifies the thanksgiving which the Son makes through the nations. “And in the midst of many I will praise him.” For through the Church he praises the Father.

Ps 109:1–31 (108:1-Ps LXX) (quotation, high confidence) · Zech 3:1 (quotation, high confidence) · Jas 1:8 (allusion, low confidence) · Matt 27:5 (allusion, high confidence) · Acts 1:20 (allusion, high confidence) · Acts 1:26 (allusion, high confidence) · Matt 23:35 (quotation, high confidence) · John 13:2 (allusion, high confidence) · 1 Cor 2:8 (quotation, high confidence) · Matt 15:24 (allusion, high confidence) · 2 Cor 8:9 (quotation, high confidence) · Luke 19:41 (allusion, medium confidence) · Heb 4:15 (allusion, high confidence) · Gal 4:4 (allusion, medium confidence) · Luke 2:7 (allusion, medium confidence) · Luke 2:21 (allusion, medium confidence) · Matt 4:2 (allusion, medium confidence) · John 4:6 (allusion, medium confidence) · John 12:27 (quotation, high confidence) · Matt 8:20 (allusion, medium confidence) · Matt 27:39–40 (quotation, high confidence) · Hos 3:4 (allusion, high confidence) · Phil 2:7 (quotation, high confidence) · Isa 49:5 (quotation, high confidence) · Matt 20:28 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 109 of Christ’s passion and of the punishment foretold for Judas and for the people who rejected him, taking its curses as prophecies rather than wishes.

  • The paragraph after the Argument paraphrases Ps 109:6–10 (LXX 108:6–10) in the form of wishes; “did not truly even purchase” renders ἣν οὐδὲ ὄντως ὠνήσαντο, translated as printed. “But he does not oppose Judas” contrasts Judas with the high priest Joshua of Zech 3:1, whom the devil opposed. In the quotation of John 12:27 the scan has “Abba” (᾿Αββά) for “But” (᾿Αλλά), corrected. “The tomb … being worshipped” refers to the honour paid to Christ’s tomb. The application of the psalm to the Jews is the commentary’s own, translated as written. Quotations: Zech 3:1; Matt 23:35; 1 Cor 2:8; 2 Cor 8:9; John 12:27; Matt 27:39–40; Phil 2:7; Isa 49:5; Matt 20:28. Allusions: Matt 27:5; Acts 1:20, 26; John 13:2; Matt 15:24; Luke 19:41; Heb 4:15; Gal 4:4; Luke 2:7, 21; Matt 4:2; John 4:6; Matt 8:20; Hos 3:4; Jas 1:8. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.

Notes on the original text

  • Digital text corrected (OCR slip; OCR slips and word split at a line break; stray mark in the scan OCR; word split at a line break; word split at a line break and stray mark; words split and joined in the scan OCR): ὅ μέλει → ὃ μέλλει; ἀνατέλ λουσαι → ἀνατέλλουσαι; τὸν Υἱόν. - Λέγει → τὸν Υἱόν. Λέγει; ἠνοί χθη → ἠνοίχθη; λό γων οἱ μένεἰσιν → λόγων οἱ μέν εἰσιν; Ἰούδᾳ. - Ἐν → Ἰούδᾳ. Ἐν; εἰ- δώλοις. ἢ → εἰδώλοις ἢ; Χρι στοῦ → Χριστοῦ; μνη μόσυνον → μνημόσυνον; δέξασθαι 8 δέδωκεν → δέξασθαι ὃ δέδωκεν; ὁμῶν αὐτῶν τὴν ἀπΕι ώλειαν → ὁρῶν αὐτῶν τὴν ἀπώλειαν; ἀνθρωπί νης → ἀνθρωπίνης; τρο“φὴν → τροφὴν; εὑρί σκομεν → εὑρίσκομεν; ᾿Αββά, διὰ τοῦτο → ᾿Αλλὰ διὰ τοῦτο.

Topics: Christology, Prayer

Cite (SBL): Athanasius, Exp. Ps. 108 (PG 27:455–462; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/108). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-108) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 109

109PG 27:461–464

ΨΑΛΜΟΣ ΡΟ' Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Τὴν κατὰ σάρκα γέννησιν τοῦ Κυρίου διὰ τῶν παρόντων κατασημαίνει, καὶ τὸν εὐαγγελικὸν αὐτοῦ λόγον, τὸν πάντων κατακυριεύσαντα τῶν ἐθνῶν, καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον, ἧς κατάρχεται ὁ ψαλμὸς λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες ἂν εἶεν οἱ ἐχθροὶ ὁ Ἀπόστολος δηλοῖ βοῶν· Ὅταν καταργήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ῾Ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Τὸν εὐαγγελικόν φησι λόγον τὸν ἀπεσταλμένον, ὃς καὶ πάντων τῶν ἐχθρῶν ἐκυρίευσεν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἢ τὸν καιρὸν τῆς κρίσεως διὰ τούτων σημαίνει, ἐν ᾧ δυνάμει θείᾳ πάντας κρινεῖ ἐλθὼν μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ· ἢ τὸν καιρὸν τῆς γεννήσεως αὐτοῦ, ἥτις καὶ ἡμέρα δυνάμεως προσαγορεύεται. Μετὰ σοῦ γὰρ ἔσται ἡ ἀρχή. Κατεξουσιάζει γὰρ τῶν ὅλων, εἰ καὶ γέγονεν ἄνθρωπος. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Τὸ δὲ, Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, οὐδὲν ἕτερον ἢ τὰς χορείας ἐκείνας τῶν ἁγίων ἀγγέλων ἡμῖν κατασημαίνει, τὰς παρὰ τὴν νύκτα ἐκείνην καθ᾽ ἣν ἐγεννήθη ὁ Χριστὸς βοώσας· Δόξα εν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὅρα πῶς οἰκειοῦται τὴν κατὰ σάρκα γέννησιν τοῦ Μονογενοῦς ὁ Πατήρ. Φησὶ γὰρ ὁ Πατὴρ πρὸς τὸν Υἱόν· Πρὸ γὰρ τοῦ ὁρωμένου κόσμου τούτου καὶ διαυγοῦς φωτὸς γεννήσεως, ἐγὼ γεγέννηκά σε. Οὐχ ὅτι γαστέρα ἔχει ὁ Θεός· ἀλλ᾿ ἐπειδὴ τὰ γνήσια, καὶ οὐ νόθα, ἐκ γαστρὸς πρωτοτοκίων πεφύκασιν. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. ὅρκος τοῦ Θεοῦ ὁ λόγος αὐτοῦ ἐστι, πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὁ ἐπήγγελται καὶ λαλεῖ, πάντως γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεός· ἀλλ᾽ ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται, ὡς τοῦ ἀμεταμελήτου παντὸς ἐσομένου, κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὅτι οὐ δι' ἐλαίου εἰς ἱερωσύνην ἐχρίσθη ὁ Μελχισεδέκ, ὡς Ααρών · καὶ ὅτι οὐ τὰς δι' αἱμάτων προσήγαγε θυσίας· καὶ ὅτι τῶν ἐθνῶν ἦν ἀρχιερεὺς, καὶ ὅτι δι' ἄρτου καὶ οἵνου ηὐλόγησε τὸν ᾿Αβραάμ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Ἡμέραν ὀργῆς τὸν τῆς κρίσεως καιρόν φησιν, ἐν ᾗ τοὺς πάλαι βασιλεύσαντας ἐξ ἀπάτης τῶν δαιμόνων ἀνθρώπους συνθραύσει, εἰς τὴν ἄβυσσον καθείρξας αὐτούς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Τὰ ἔθνη, φησὶ, τῶν ἀκαθάρτων δαιμόνων ἐν τῷ τῆς κρίσεως καιρῷ κολάζων, πτωμάτων ἀποδείξει πλήρη, τουτέστι τῆς εἰς τὰ κατώτερα μέρη τῆς γῆς τιμωρίας. Συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. "Ομοιον τῷ εἰρημένῳ παρ' αὐτοῦ διὰ Ἡσαΐου· Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Χείμαῤῥον ἡ Γραφὴ τὸν πειρασμόν φησιν. Ὁδὸν δὲ τὴν κατὰ γῆν αὐτοῦ πορείαν σημαίνει, ἐν ᾗ τὸ πάθος ὑπέμεινεν ὃ καὶ διὰ τοῦ χειμάῤῥου κατέρχεται. Διὰ τοῦτο ὑψώσει κεφαλήν. Διὰ τοῦτο, ποῖον ἢ τὸ παθεῖν αὐτὸν ἐν σαρκί; Ὅμοιον δὲ τὸ εἰρημένον, τὸ, Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου.

PsALMOS RO' Eipen ho Kyrios tǭ Kyriǭ mou; Kathou ek dexiōn mou. Tēn kata sarka gennēsin tou Kyriou dia tōn parontōn katasēmainei, kai ton euangelikon autou logon, ton pantōn katakyrieusanta tōn ethnōn, kai tēn eis ouranous autou anodon, hēs katarchetai ho psalmos legōn; Eipen ho Kyrios tǭ Kyriǭ mou; Kathou ek dexiōn mou. Heōs an thō tous echthrous sou hypopodion tōn podōn sou. Kai tines an eien hoi echthroi ho Apostolos dēloi boōn; Hotan katargēsę̄ tas archas kai tas exousias, kai tous kosmokratoras, eschatos echthros katargeitai ho thanatos. ῾Rabdon dynameōs exapostelei soi Kyrios ek Siōn. Ton euangelikon phēsi logon ton apestalmenon, hos kai pantōn tōn echthrōn ekyrieusen. Meta sou hē archē en hēmerą tēs dynameōs sou. Ē ton kairon tēs kriseōs dia toutōn sēmainei, en hǭ dynamei theią pantas krinei elthōn meta tōn hagiōn angelōn autou; ē ton kairon tēs gennēseōs autou, hētis kai hēmera dynameōs prosagoreuetai. Meta sou gar estai hē archē. Katexousiazei gar tōn holōn, ei kai gegonen anthrōpos. En tais lamprotēsi tōn hagiōn sou. To de, En tais lamprotēsi tōn hagiōn sou, ouden heteron ē tas choreias ekeinas tōn hagiōn angelōn hēmin katasēmainei, tas para tēn nykta ekeinēn kath᾽ hēn egennēthē ho Christos boōsas; Doxa en hypsistois Theǭ kai epi gēs eirēnē. Ek gastros pro heōsphorou egennēsa se. Hora pōs oikeioutai tēn kata sarka gennēsin tou Monogenous ho Patēr. Phēsi gar ho Patēr pros ton Huion; Pro gar tou horōmenou kosmou toutou kai diaugous phōtos gennēseōs, egō gegennēka se. Ouch hoti gastera echei ho Theos; all᾿ epeidē ta gnēsia, kai ou notha, ek gastros prōtotokiōn pephykasin. Ōmose Kyrios, kai ou metamelēthēsetai. horkos tou Theou ho logos autou esti, plērophorōn tous akouontas, kai pistin hekastǭ parechōn, hoti ho epēngeltai kai lalei, pantōs genēsetai. Ou gar hōs anthrōpos omnyei Theos; all᾽ hēmin ho logos autou anti horkou pros alētheian ginetai, hōs tou ametamelētou pantos esomenou, kata tēn epangelian horkou tynchanontos. Sy hiereus eis ton aiōna kata tēn taxin Melchisedek. Hoti ou di' elaiou eis hierōsynēn echristhē ho Melchisedek, hōs Aarōn ; kai hoti ou tas di' haimatōn prosēgage thysias; kai hoti tōn ethnōn ēn archiereus, kai hoti di' artou kai hoinou ēulogēse ton ᾿Abraam. Kyrios ek dexiōn sou synethlasen en hēmerą orgēs autou basileis. Hēmeran orgēs ton tēs kriseōs kairon phēsin, en hę̄ tous palai basileusantas ex apatēs tōn daimonōn anthrōpous synthrausei, eis tēn abysson katheirxas autous. Krinei en tois ethnesi, plērōsei ptōmata. Ta ethnē, phēsi, tōn akathartōn daimonōn en tǭ tēs kriseōs kairǭ kolazōn, ptōmatōn apodeixei plērē, toutesti tēs eis ta katōtera merē tēs gēs timōrias. Synthlasei kephalas epi gēs pollōn. "Omoion tǭ eirēmenǭ par' autou dia Hēsaïou; Kai katēgagon to haima autōn eis tēn gēn. Ek cheimarrhou en hodǭ pietai. Cheimarrhon hē Graphē ton peirasmon phēsin. Hodon de tēn kata gēn autou poreian sēmainei, en hę̄ to pathos hypemeinen ho kai dia tou cheimarrhou katerchetai. Dia touto hypsōsei kephalēn. Dia touto, poion ē to pathein auton en sarki? Homoion de to eirēmenon, to, Etapeinōsen heauton genomenos hypēkoos mechri thanatou.

Psalm 109. “The Lord said to my Lord: Sit at my right hand.” By these words he signifies the birth of the Lord according to the flesh, and his gospel word, which gained mastery over all the nations, and his ascent into the heavens, with which the psalm begins, saying, “The Lord said to my Lord: Sit at my right hand.” “Until I make your enemies the footstool of your feet.” And who the enemies would be the Apostle shows, crying out, “When he abolishes the principalities and the powers and the world-rulers, the last enemy to be abolished is death.” “The Lord will send forth for you the rod of power from Zion.” He means the gospel word that was sent forth, which also gained mastery over all the enemies. “With you is the rule in the day of your power.” By these words he signifies either the time of judgment, in which he will come with his holy angels and judge all with divine power; or the time of his birth, which is also called a day of power. For “with you will be the rule”; for he has authority over all things, even though he became man. “In the splendours of your holy ones.” And “in the splendours of your holy ones” signifies to us nothing other than those choirs of the holy angels who, on that night in which Christ was born, cried, “Glory to God in the highest, and on earth peace.” “From the womb, before the morning star, I begot you.” See how the Father makes his own the birth of the Only-begotten according to the flesh. For the Father says to the Son: before the coming into being of this visible world and of the shining light, I begot you. Not that God has a womb; but because what is genuine, and not spurious, is born from the womb as firstborn. “The Lord has sworn and will not repent.” The oath of God is his word, assuring the hearers and giving each one faith that what he has promised and speaks will certainly come to pass. For God does not swear as a man does; but his word becomes for us in truth the equivalent of an oath, since everything irrevocable will come to pass, his promise having the force of an oath. “You are a priest for ever according to the order of Melchizedek.” Because Melchizedek was not anointed to the priesthood with oil, as Aaron was; and because he did not offer sacrifices of blood; and because he was high priest of the nations; and because he blessed Abraham with bread and wine. “The Lord at your right hand has shattered kings in the day of his wrath.” By the day of wrath he means the time of judgment, in which he will shatter the men who formerly reigned by the deceit of the demons, shutting them up in the abyss. “He will judge among the nations; he will fill up the fallen.” The nations of the unclean demons, he says, he will punish at the time of judgment and show them full of the fallen, that is, of the punishment in the lower parts of the earth. “He will shatter the heads of many on the earth.” This is like what is said by him through Isaiah: “And I brought down their blood to the earth.” “He will drink from the brook on the way.” Scripture calls temptation a brook in flood. And by the way it signifies his journey on earth, in which he endured the passion, which is also what the brook conveys. “Therefore he will lift up his head.” “Therefore”: for what, if not for his suffering in the flesh? And like it is the saying, “He humbled himself, becoming obedient to death.”

Ps 110:1–7 (109:1-Ps LXX) (quotation, high confidence) · 1 Cor 15:24–26 (quotation, high confidence) · Eph 6:12 (allusion, medium confidence) · Matt 25:31 (allusion, high confidence) · Luke 2:14 (quotation, high confidence) · Num 23:19 (allusion, medium confidence) · Heb 6:17 (allusion, medium confidence) · Gen 14:18–19 (allusion, high confidence) · Heb 7:1–17 (allusion, medium confidence) · Rev 20:3 (allusion, low confidence) · Isa 63:6 (quotation, high confidence) · Phil 2:8 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 110 of Christ’s birth, his gospel that conquers the nations, his ascension to the Father’s right hand, his priesthood after the order of Melchizedek, and his exaltation through the passion.

  • The heading has a garbled psalm number (ΡΟ΄) and no Argument; the comment on the first verse serves as one. In the comment on “From the womb” the commentary speaks of both the birth in the flesh and the begetting before the world, as printed. Quotations: 1 Cor 15:24–26 (cf. Eph 6:12); Luke 2:14; Isa 63:6; Phil 2:8. Allusions: Matt 25:31; Num 23:19; Heb 6:17; Gen 14:18–19; Heb 7:1–17; Rev 20:3. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.

Notes on the original text

  • Digital text corrected (OCR slip (accent)): Ἡ τὸν καιρὸν → Ἢ τὸν καιρὸν.

Topics: Christology

Cite (SBL): Athanasius, Exp. Ps. 109 (PG 27:461–464; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/109). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-109) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 110

110PG 27:463–466

ΨΑΛΜΟΣ ΡΙ'. Ἀλληλούϊα. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἐκ προσώπου τῶν ἀποστόλων ὁ παρὼν εἰσφέρεται ψαλμὸς, διηγουμένων ὅσα τοῦ Σωτῆρος καὶ οἷα γέγονε τῆς οἰκονομίας τὰ ἔργα. Διδάσκουσι δὲ ταῦτα καὶ τὸν νέον λαὸν, ἅμα εὐχαριστοῦντες ἐπὶ τῇ αὐτῶν σωτηρίᾳ· διὸ καὶ Ἀλληλούϊα ἐπιγέγραπται. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Βουλὴν εὐθέων εἶπε τὸν τῆς νέας συναγωγῆς λαὸν πρὸς τὴν τῆς παλαιᾶς διαστολήν. Ἐκείνη γὰρ οὐκ ἦν εὐθεῖα, ἅτε ἀεὶ πλανωμένη τῇ καρδίᾳ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐν τῇ τῶν εὐθέων συναγωγῇ πάντα τὰ θελήματα τοῦ Θεοῦ εἰσιν ἐξεζητημένα. Οὐ γὰρ ἐστι τῶν παρ' αὐτοῦ δεδομένων ἐντολῶν ὁ μὴ ἐκζητεῖ καὶ κατορθοῖ ἡ τῶν εὐθέων συναγωγή, τοῦ αὐτοῦ θέλημα διαπαντὸς σπουδάζουσα ἐπιτελεῖν. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ. Ἔργα φησὶν ἅπερ ἐν τῇ οἰκονομίᾳ διεπράξατο. Ὑμνείσθω ἅτε μεγαλοπρεπῆ ὑπάρχοντα. Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Δικαιοσύνην τὸν εὐαγγελικὸν λόγον φησίν· ὅτι δὴ ἐπ᾽ ἴσης πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προϋθηκεν. Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. Πάλαι μὲν ἐπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν τῷ τῆς οἰκονομίας καιρῷ ποιήσειν θαυμάσια· τὰ αὐτὰ ἐκεῖνα ἐκπληροῦν ἠθέλησε· ποῖα δὲ ἦν ἃ ἐπηγγείλατο, ή, Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ τὰ λοιπὰ τῶν σημείων; οὐ μὴν ἀλλὰ καὶ τῶν ἐθνῶν ἁπάντων ἡ κλῆσις, ἣν καὶ λόγῳ καὶ ἔργῳ ἐπετέλεσε. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Τὸν νοητὸν ἄρτον φησὶ, τὸν ἐξ οὐρανῶν καταβάντα. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. Διαθήκης τῆς πρὸς τὸν ᾿Αβραάμ· ὅτι Εὐλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ἰσχὺν ἔργων αὐτοῦ. Ὁ ἀποστολικός, φησὶ, χορὸς τῷ κληθέντι πρὸς πίστιν λαῷ τὴν ἰσχὺν τῶν ἔργων ἀνήγγειλε τοῦ Χριστοῦ· ἀντὶ τοῦ· Αὐτὰ τὰ ἔργα ἃ ἀεὶ ἐργάζεται ἐν τῇ ἰδίᾳ Ισχύϊ.

PsALMOS RI'. Allēlouïa. Exomologēsomai soi, Kyrie, en holę̄ kardią mou. Ek prosōpou tōn apostolōn ho parōn eispheretai psalmos, diēgoumenōn hosa tou Sōtēros kai hoia gegone tēs oikonomias ta erga. Didaskousi de tauta kai ton neon laon, hama eucharistountes epi tę̄ autōn sōtērią; dio kai Allēlouïa epigegraptai. En boulę̄ eutheōn kai synagōgę̄. Boulēn eutheōn eipe ton tēs neas synagōgēs laon pros tēn tēs palaias diastolēn. Ekeinē gar ouk ēn eutheia, hate aei planōmenē tę̄ kardią. Megala ta erga Kyriou, exezētēmena eis panta ta thelēmata autou. En tę̄ tōn eutheōn synagōgę̄ panta ta thelēmata tou Theou eisin exezētēmena. Ou gar esti tōn par' autou dedomenōn entolōn ho mē ekzētei kai katorthoi hē tōn eutheōn synagōgē, tou autou thelēma diapantos spoudazousa epitelein. Exomologēsis kai megaloprepeia to ergon autou. Erga phēsin haper en tę̄ oikonomią diepraxato. Hymneisthō hate megaloprepē hyparchonta. Kai hē dikaiosynē autou menei eis ton aiōna. Dikaiosynēn ton euangelikon logon phēsin; hoti dē ep᾽ isēs pasin anthrōpois tēn sōtērian proÿthēken. Eleēmōn kai oiktirmōn ho Kyrios. Palai men epēngeilato dia tōn prophētōn autou en tǭ tēs oikonomias kairǭ poiēsein thaumasia; ta auta ekeina ekplēroun ēthelēse; poia de ēn ha epēngeilato, ē, Tote anoichthēsontai ophthalmoi typhlōn, kai ta loipa tōn sēmeiōn? ou mēn alla kai tōn ethnōn hapantōn hē klēsis, hēn kai logǭ kai ergǭ epetelese. Trophēn edōke tois phoboumenois auton. Ton noēton arton phēsi, ton ex ouranōn katabanta. Mnēsthēsetai eis ton aiōna diathēkēs autou. Diathēkēs tēs pros ton ᾿Abraam; hoti Eulogēthēsontai en soi panta ta ethnē. Ischyn ergōn autou. Ho apostolikos, phēsi, choros tǭ klēthenti pros pistin laǭ tēn ischyn tōn ergōn anēngeile tou Christou; anti tou; Auta ta erga ha aei ergazetai en tę̄ idią Ischyï.

Psalm 110. Alleluia. “I will give thanks to you, Lord, with my whole heart.” The present psalm is brought in from the person of the apostles, recounting all the works of the Saviour’s economy and what sort they were. And they teach these things to the new people too, at the same time giving thanks for their own salvation; therefore it is also entitled “Alleluia.” “In the council of the upright and in the congregation.” He called the people of the new congregation the council of the upright, to distinguish it from that of the old. For the old was not upright, since it always went astray in heart. “Great are the works of the Lord, sought out in all his wills.” In the congregation of the upright all the wills of God are sought out. For there is none of the commandments given by him which the congregation of the upright does not seek out and accomplish, being always eager to fulfil his will. “Confession and majesty is his work.” He means the works which he did in the economy: let them be praised, since they are majestic. “And his righteousness remains for ever.” By righteousness he means the gospel word, because it set salvation before all men equally. “The Lord is merciful and compassionate.” Of old he promised through his prophets that at the time of the economy he would do wonderful things; and these same things he willed to fulfil. And what were the things he promised, if not “Then the eyes of the blind will be opened,” and the rest of the signs? And not only that, but also the calling of all the nations, which he accomplished both in word and in deed. “He gave food to those who fear him.” He means the spiritual bread which came down from heaven. “He will remember his covenant for ever”: the covenant with Abraham, that “in you all the nations will be blessed.” “The strength of his works.” The apostolic choir, he says, proclaimed to the people called to faith the strength of the works of Christ; that is, the very works which he always works in his own strength.

Ps 111:1–6 (110:1-Ps LXX) (quotation, high confidence) · Isa 35:5 (quotation, high confidence) · John 6:51 (allusion, high confidence) · Gen 18:18 (quotation, medium confidence) · Gal 3:8 (allusion, medium confidence)

Notes and citation

Summary: The commentary reads Psalm 111 as the apostles’ thanksgiving for the works of Christ’s economy, his miracles, the spiritual bread, and the calling of the nations promised to Abraham.

  • There is no separate Argument; the comment on the first verse serves as one. The comment ends at Ps 111:6 (LXX 110:6). Quotations: Isa 35:5; Gen 18:18 (cf. Gal 3:8). Allusion: John 6:51. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.

Notes on the original text

  • Digital text corrected (word split at a line break): οἰκο νομίας → οἰκονομίας.

Cite (SBL): Athanasius, Exp. Ps. 110 (PG 27:463–466; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/110). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-110) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 111

111PG 27:465–466

᾿Αλληλούϊα. Τῆς ἐπιστροφῆς ᾿Αγγαίου καὶ Ζαχαρίου. ΨΑΛΜΟΣ ΡΙΑ'. Μακάριος ὁ ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Ἐν τούτῳ διδάσκεται ὁ ἀποστολικὸς χορὸς, ὡς ἡ τῶν ἐντολῶν ἐκπλήρωσις, μακαρίους τοὺς ἐργαζομένους ἀποφαίνουσα, ἀγαθὰς προσδοκίας εἰς τὸν μέλλοντα αἰῶνα παρέχεται. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Σπέρμα τὰς ἀγαθὰς πράξεις φησὶν, αἳ καὶ δύναμιν ἕξουσι πνευματικὴν εἰς ἐκείνην τὴν πραέων γῆν, εἰς τὸ ἀπολαβεῖν αὐτοὺς ὧν εἰργάσαντο τὰς ἀμοιβάς. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ ἡ δόξα καὶ ὁ πλοῦτος μὴ τῶν παρερχομένων λογιζέσθω· οὐδὲν γὰρ ὅμοιον παρὰ τοῖς ἁγίοις εὑρίσκεται. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Διὰ τῆς γνώσεως καὶ τῆς διδασκαλίας. Τίς δὲ, ἢ ὁ ἀποστολικὸς χορὸς ὁ τὴν ἀγνωσίαν ἐξελάσας τῶν ἐθνῶν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος; Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Οὐ δεῖ γὰρ ἁπλῶς καὶ ἀκρίτως πᾶσι προθεῖναι τῆς μυσταγωγίας τὸν λόγον. Καὶ τοῦτο ἦν ὁ εἶπεν αὐτοῖς ὁ Κύριος · Μὴ βάλετε τὰ ἅγια τοῖς κυσίν. ᾿Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Οὐδὲν γὰρ πρὸς τοὺς ἁγίους τῶν κολαζομένων ὁ φόβος. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Πένητας κάνταῦθα τοὺς ἐνδεεῖς νοήσεις τοῦ θείου λόγου, τὰ ἔθνη δηλονότι· οἳ γεωργῶν δίκην τὸν νοητὸν κατέσπειραν λόγον. Οὐδὲν γὰρ κωλύει καὶ ἱστορικῶς αὐτὸ δέξασθαι. ῾Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς. Τοῦ διανείμαντος δηλονότι τὸν εὐαγγελικὸν λόγον. ῾Αμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται. ῾Αμαρτωλὸν τὸν διάβολον φησιν, ὃς καὶ σωζομένων τῶν ἐθνῶν ἀγανακτήσει, ἅτε τὴν πάντων διψήσας ἀπώλειαν.

᾿Allēlouïa. Tēs epistrophēs ᾿Angaiou kai Zachariou. PsALMOS RIA'. Makarios ho anēr ho phoboumenos ton Kyrion, en tais entolais autou thelēsei sphodra. En toutǭ didasketai ho apostolikos choros, hōs hē tōn entolōn ekplērōsis, makarious tous ergazomenous apophainousa, agathas prosdokias eis ton mellonta aiōna parechetai. Dynaton en tę̄ gę̄ estai to sperma autou. Sperma tas agathas praxeis phēsin, hai kai dynamin hexousi pneumatikēn eis ekeinēn tēn praeōn gēn, eis to apolabein autous hōn eirgasanto tas amoibas. Doxa kai ploutos en tǭ oikǭ autou. Kai hē doxa kai ho ploutos mē tōn parerchomenōn logizesthō; ouden gar homoion para tois hagiois heurisketai. Exaneteilen en skotei phōs tois euthesi. Dia tēs gnōseōs kai tēs didaskalias. Tis de, ē ho apostolikos choros ho tēn agnōsian exelasas tōn ethnōn dia tou euangelikou kērygmatos? Oikonomēsei tous logous autou en krisei. Ou dei gar haplōs kai akritōs pasi protheinai tēs mystagōgias ton logon. Kai touto ēn ho eipen autois ho Kyrios ; Mē balete ta hagia tois kysin. ᾿Apo akoēs ponēras ou phobēthēsetai. Ouden gar pros tous hagious tōn kolazomenōn ho phobos. Eskorpisen, edōke tois penēsi. Penētas kantautha tous endeeis noēseis tou theiou logou, ta ethnē dēlonoti; hoi geōrgōn dikēn ton noēton katespeiran logon. Ouden gar kōlyei kai historikōs auto dexasthai. ῾Hē dikaiosynē autou menei eis ton aiōna, kai ta hexēs. Tou dianeimantos dēlonoti ton euangelikon logon. ῾Amartōlos opsetai kai orgisthēsetai. ῾Amartōlon ton diabolon phēsin, hos kai sōzomenōn tōn ethnōn aganaktēsei, hate tēn pantōn dipsēsas apōleian.

Alleluia. Of the return of Haggai and Zechariah. Psalm 111. “Blessed is the man who fears the Lord; he will delight greatly in his commandments.” In this psalm the apostolic choir is taught that the fulfilling of the commandments, which shows those who do them to be blessed, furnishes good hopes for the age to come. “His seed will be mighty on the earth.” By seed he means good deeds, which will also have spiritual power toward that land of the meek, so that they may receive the rewards of what they have done. “Glory and wealth are in his house.” And let not this glory and wealth be reckoned among things that pass away; for nothing like them is found among the saints. “Light has dawned in darkness for the upright”: through knowledge and teaching. And who is this, if not the apostolic choir, which drove out the ignorance of the nations by the preaching of the gospel? “He will order his words with judgment.” For one must not set the word of the mysteries before all simply and without judgment. And this was what the Lord said to them: “Do not give what is holy to the dogs.” “He will not be afraid of evil tidings.” For the fear of those who are punished has nothing to do with the saints. “He has scattered, he has given to the poor.” Here too you will understand the poor as those in need of the divine word, namely the nations; and [the apostles], like farmers, sowed the spiritual word among them. For nothing prevents taking it also in its historical sense. “His righteousness remains for ever,” and what follows: the righteousness, clearly, of him who distributed the gospel word. “The sinner will see and be angry.” He calls the devil a sinner, who will also be vexed when the nations are saved, since he thirsted for the destruction of all.

Ps 112:1–10 (111:1-Ps LXX) (quotation, high confidence) · Matt 5:5 (allusion, medium confidence) · Matt 7:6 (quotation, high confidence) · 2 Cor 9:9 (allusion, low confidence)

Notes and citation

Summary: The commentary reads Psalm 112 as teaching that keeping the commandments makes the apostles blessed and gives hope for the age to come, as they wisely spread the light of the gospel among the nations.

  • The title “of the return of Haggai and Zechariah” is the Septuagint’s. “[The apostles]” is supplied by sense for the relative pronoun οἵ. Quotation: Matt 7:6. Allusions: Matt 5:5; 2 Cor 9:9. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.

Notes on the original text

  • Digital text corrected (stray letter in the scan OCR; word split at a line break): Η Ἐσκόρπισεν → Ἐσκόρπισεν; εὐαγγελικὸν η λόγον → εὐαγγελικὸν λόγον; ῾Αμαρ τωλὸν → ῾Αμαρτωλὸν.

Cite (SBL): Athanasius, Exp. Ps. 111 (PG 27:465–466; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/111). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-111) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 112

112PG 27:465–468

ΨΑΛΜΟΣ ΡΙΒ'. ᾿Αλληλούϊα. Υπόθεσις. Ἐν τούτῳ διδάσκεται ὁ νέος λαὸς ἀδιάλειπτον ὕμνον προσφέρειν τῷ λυτρωσαμένῳ· ἅμα δὲ καὶ τῶν ἐθνῶν ἁπάντων κατασημαίνει τὴν κλῆσιν. Αἰνεῖτε, παῖδες, τὸν Κύριον, αἰνεῖτε τὸ ὄνομα τοῦ Κυρίου. Διδάσκεται ὁ νέος λαὸς, ὡς, εἰ καὶ ἀνελήφθη ὁ Κύριος ἡμῶν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀλλ᾽ οὖν καὶ οὕτως πλήρης ἐστὶ πᾶσα ἡ γῆ καὶ ἀπολαύει τῆς ἐπισκοπῆς αὐτοῦ. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν. Τὸν τῶν ἐθνῶν δηλονότι λαόν. Ὁ κατοικίζων στείραν ἐν οἴκῳ. Στείρα μὲν ἡ τῶν ἐθνῶν πληθὺς, ἥτις καὶ οἶκος γέγονε πνευματικὸς, ἅτε τὸν Κύριον ἔνοικον ἔχουσα. Γέγονε δὲ καὶ πολλῶν τέκνων μήτηρ μετ' εὐφροσύνης. Ἐσώθη γὰρ αὐτῆς τὰ τέκνα διὰ τῆς πίστεως τῆς εἰς Χριστόν. Ἔχει δὲ τινα καὶ ἀντιδιαστολὴν πρὸς τὴν συναγωγὴν, ὅτι ἐκείνη οὐκ εὐφράνθη ἐπὶ τοῖς τέκνοις, ἅτε ἀπωλείᾳ παραδεδομένοις.

PsALMOS RIB'. ᾿Allēlouïa. Ypothesis. En toutǭ didasketai ho neos laos adialeipton hymnon prospherein tǭ lytrōsamenǭ; hama de kai tōn ethnōn hapantōn katasēmainei tēn klēsin. Aineite, paides, ton Kyrion, aineite to onoma tou Kyriou. Didasketai ho neos laos, hōs, ei kai anelēphthē ho Kyrios hēmōn, kai estin en dexią tou Patros, all᾽ oun kai houtōs plērēs esti pasa hē gē kai apolauei tēs episkopēs autou. Ho egeirōn apo gēs ptōchon. Ton tōn ethnōn dēlonoti laon. Ho katoikizōn steiran en oikǭ. Steira men hē tōn ethnōn plēthys, hētis kai oikos gegone pneumatikos, hate ton Kyrion enoikon echousa. Gegone de kai pollōn teknōn mētēr met' euphrosynēs. Esōthē gar autēs ta tekna dia tēs pisteōs tēs eis Christon. Echei de tina kai antidiastolēn pros tēn synagōgēn, hoti ekeinē ouk euphranthē epi tois teknois, hate apōleią paradedomenois.

Psalm 112. Alleluia. Argument. In this psalm the new people is taught to offer an unceasing hymn to the one who redeemed it; and at the same time he signifies the calling of all the nations. “Praise the Lord, you servants; praise the name of the Lord.” The new people is taught that, even though our Lord has been taken up and is at the right hand of the Father, yet even so the whole earth is full of him and enjoys his oversight. “He who raises the poor from the earth”: the people of the nations, clearly. “He who settles the barren woman in a house.” The barren woman is the multitude of the nations, which has also become a spiritual house, since it has the Lord dwelling in it. And it has also become the joyful mother of many children; for its children were saved through faith in Christ. And this also has a certain contrast with the synagogue, in that she did not rejoice over her children, since they were handed over to destruction.

Ps 113:1–9 (112:1-Ps LXX) (quotation, high confidence) · 1 Pet 2:5 (allusion, medium confidence) · Isa 54:1 (allusion, medium confidence) · Gal 4:27 (allusion, medium confidence)

Notes and citation

Summary: The commentary reads Psalm 113 as a hymn of the new people to its Redeemer and of the calling of the nations, the barren woman who became the joyful mother of many children.

  • The contrast with the synagogue is the commentary’s own, translated as written. Allusions: Isa 54:1; Gal 4:27; 1 Pet 2:5. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.

Notes on the original text

  • Digital text corrected (stray mark in the scan OCR; word split at a line break): αἰνεῖτε͵ τὸ → αἰνεῖτε τὸ; ἀπο λαύει → ἀπολαύει; πολ λῶν → πολλῶν.

Cite (SBL): Athanasius, Exp. Ps. 112 (PG 27:465–468; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/112). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-112) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 113

113PG 27:467–470

ΨΑΛΜΟΣ ΡΙΓ΄. Ἀλληλούϊα. Υπόθεσις. Καὶ ἐν τούτῳ ἡ κλῆσις τῶν ἐθνῶν κατασημαίνεται. Διδασκαλία τε πρὸς τοῦτο αὐτοῖς τοῖς σωζομένοις ἐπὶ τῷ καὶ τὴν Παλαιὰν εἰδέναι Διαθήκην, οὖσαν Θεοῦ, καὶ τὴν προτέραν σωτηρίαν τοῦ ἐκ περιτομῆς λαοῦ, διὰ τοῦ Κυρίου γεγενημένην. Ἐν ἐξόδῳ Ἰσραήλ..... Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Ὅτε, φησὶν, ἀπηλλάγη τῆς τῶν Αἰγυπτίων δουλείας· τότε ἡ Ἰουδαία ἁγίασμα αὐτοῦ γέγονεν. Οὐκ αὐτοῦ δὲ Ἰσραὴλ ἦρξε μόνου, ἀλλὰ νῦν, φησὶν, εἰς πάντα τὰ ἔθνη ἡ χάρις δίδοται. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί. Τοῦ Θεοῦ τὰς ἐπιφανείας ἐν αὐτοῖς ποιουμένου, οἱονεὶ ἐσκίρτων ἐπὶ τῇ τοῦ Ἰσραὴλ σωτηρίᾳ. Τί σοἱ ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ἐπειδὴ ἄλογα ἦν ἐκεῖνα καὶ ἄψυχα, αὐτὸς ποιεῖται ὑπὲρ αὐτῶν τὴν ἀπόκρισιν. ᾿Απὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Τοῦτο ἕκαστον, φησὶ, διὰ τὸν ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν τῆς γῆς ὁ κλόνος καὶ ἡ τῆς θαλάσσης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν τὴν πάσης ἰκμάδος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον ἀνεχομένην, τῇ προσχύσει τῶν ὑδάτων ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ὑδάτων ἀφθόνους ἀναδοθῆναι κελεύσας. Οὐδὲν οὖν, φησὶ, θαυμαστὸν γεγένηται· προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ἀκρότομος ἔβλυσε πέτρα, καὶ ὁ οὐρανὸς ἐχορήγησε μάννα, οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν συνήθροισαν· καὶ τἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἔοικεν ἀἰνίττεσθαι τοῦ ἐκ περιτομῆς λαοῦ τὴν ἀπόπτωσιν· εὐχήν τε τούτοις παραδιδόναι πρὸς ἐξομολόγησιν, ὡς μηκέτι τὴν ἐπισκοποῦσαν θείαν ἔχουσι δύναμιν. Διδάσκει δὴ λέγειν ὡς ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος ἧς ἅπαν ἔθνος ἠξίωται. Πλὴν διὰ τὸ σὸν ὄνομα ποίησον τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ᾿ ἡμᾶς. Ἀλλ᾿ οὐ δικαιοσύνης διδοὺς ἀμοιβὰς, Θὲὸς ὧν ἀληθινὸς, ἀλλ᾽ οὐν οἷα τὰ εἴδωλα· διόπερ ἐπήγαγεν· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Τινῶν τῶν ἀντιγράφων άρχὴν ἔχει ταῦτα ἑτέρου ψαλμοῦ, ὡς εἶναι τοῦτον ἑκατοστὸν τεσσαρεσκαιδέκατον. Ἡμεῖς δὲ, τῷ Ἑβραϊκῷ παρεπόμενοι μέρει, εἶναι ταῦτα τιθέμεθα τοῦ ἑκατοστοῦ τρισκαιδεκάτου. Παιδεύονται γὰρ οἱ παῖδες οἷς ἔλεγεν · Αἰνεῖτε, παῖδες, Κύριον· τουτέστιν ὁ νέος λαός. Ποῖον Κύριον προσῆκόν ἐστιν αἰνεῖν; Αὐτὸν δὴ τὸν ἐπὶ τῶν ἐξ Αἰγύπτου τοσαῦτα τερατουργήσαντα, μετὰ τοῦ μαθεῖν ὁποῖοί τινες ἦσαν οἱ πάλαι τούτων θεοί. Τὰ γὰρ εἴδωλα οὐ μόνον οὐδὲν εἶχον ὅμοιον τῷ παραδοξοποιοῦντι Θεῷ, ἀλλ᾽ οὐδὲ τοῖς τῶν ἐμψύχων ἐσχάτοις, οἷς αἰσθήσεως μετέχει. Κἀκεῖνα μὲν ἔργα Θεοῦ, ταῦτα δὲ τέχνης ἀνθρώπων. Διδάσκονται δὲ λέγειν· Ὅμοιοι αὐτοῖς γένοιντο. Οὐκ ἀνθρώποις ἐπαρώμενοι. Μανθάνομεν δὲ οἷον τὸ τῆς εἰδωλολατρείας τέλος ἀπόκειται. Οἱ γὰρ ἀναισθήτως ἐπανέχοντες οὐδὲν αὐτῶν κατὰ γνώμην διοίσουσιν. Τοσαύτην βλάβην αὐτοῖς τῆς ἐμφωλευούσης δαιμονικῆς ἐνεργείας ποιούσης. ῎Ομοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἔσονται οὕτως ἀπολλύμενοι, ὡς τὰ χρήματα καὶ οἱ θησαυρίζοντες αὐτά. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον. Ταῦτα τὰ ἔθνη φασὶν, ὅτι, ὥσπερ πάλαι πιστεύσαντα τὸν Ἰσραὴλ ἔσωσεν, οὕτω καὶ νῦν τὰ ἔθνη σώσει. Οἱ γὰρ φοβούμενοι τὸν Κύριον, τὰ ἔθνη εἶεν ἄν. Ὑπεξαιρουμένου γὰρ τοῦ οἴκου Ἰσραὴλ, τουτέστι παντὸς τοῦ πλήθους, καὶ τοῦ οἴκου ᾿Ααρὼν καὶ τοῦ οἴκου Λευΐ, τίνας ἑτέρους εἶναι συμβαίνει τοὺς φοβουμένους τὸν Κύριον, ἢ τὸν ἐξ ἐθνῶν λαόν; Προσθείη Κύριος ἐφ᾽ ἡμᾶς, ἐφ' ἡμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ἡμῶν. Αὐτὸς γὰρ ἐστιν οὗ τοὺς νόμους φυλάττομεν. Ἵνα γὰρ μὴ νομίσῃ τις ἄλλου τινὸς εἶναι τὴν διὰ Μωϋσέως νομοθεσίαν, πρὸ τῆς τούτων δόσεως τὰ περὶ τῆς κοσμοποιίας παρέδωκε - δι' ἧς ἕνα Θεὸν εἶναι διδάσκει, τὰ δὲ λοιπὰ γενητά. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε. Νεκροὺς καλεῖ τοὺς τῶν δαιμόνων θεραπευτὰς, τοὺς μὴ ἔχοντας ἐν αὐτοῖς τὴν ζωὴν, τουτέστι τὴν γνῶσιν τοῦ μόνου Θεοῦ.

PsALMOS RIG΄. Allēlouïa. Ypothesis. Kai en toutǭ hē klēsis tōn ethnōn katasēmainetai. Didaskalia te pros touto autois tois sōzomenois epi tǭ kai tēn Palaian eidenai Diathēkēn, ousan Theou, kai tēn proteran sōtērian tou ek peritomēs laou, dia tou Kyriou gegenēmenēn. En exodǭ Israēl..... Egenēthē Ioudaia hagiasma autou. Hote, phēsin, apēllagē tēs tōn Aigyptiōn douleias; tote hē Ioudaia hagiasma autou gegonen. Ouk autou de Israēl ērxe monou, alla nyn, phēsin, eis panta ta ethnē hē charis didotai. Ta orē eskirtēsan hōsei krioi. Tou Theou tas epiphaneias en autois poioumenou, hoionei eskirtōn epi tę̄ tou Israēl sōtērią. Ti soi esti, thalassa, hoti ephyges, kai sy, Iordanē, hoti estraphēs eis ta opisō? Epeidē aloga ēn ekeina kai apsycha, autos poieitai hyper autōn tēn apokrisin. ᾿Apo prosōpou Kyriou esaleuthē hē gē. Touto hekaston, phēsi, dia ton epiphanenta gegenētai Kyrion. Tautēn aitian tēs gēs ho klonos kai hē tēs thalassēs diairesis. Autos gar kai tēn agonon petran tēn pasēs ikmados esterēmenēn, kai mēde tomēs dia to steremnion anechomenēn, tę̄ proschysei tōn hydatōn epeklyse, pēgas ekeithen hydatōn aphthonous anadothēnai keleusas. Ouden oun, phēsi, thaumaston gegenētai; prosetaxe gar ho poiētēs, kai dię̄rethē to pelagos, kai hē akrotomos eblyse petra, kai ho ouranos echorēgēse manna, hoi anemoi tēn ortygomētran synēthroisan; kai talla panta autou gegenētai neusantos. Mē hēmin, Kyrie, mē hēmin, all' ē tǭ onomati sou dos doxan. Eoiken ainittesthai tou ek peritomēs laou tēn apoptōsin; euchēn te toutois paradidonai pros exomologēsin, hōs mēketi tēn episkopousan theian echousi dynamin. Didaskei dē legein hōs hēmeis men anaxioi tēs charitos hēs hapan ethnos ēxiōtai. Plēn dia to son onoma poiēson to ex archēs epiklēthen eph᾿ hēmas. All᾿ ou dikaiosynēs didous amoibas, Theos hōn alēthinos, all᾽ oun hoia ta eidōla; dioper epēgagen; Ta eidōla tōn ethnōn argyrion kai chrysion, erga cheirōn anthrōpōn. Tinōn tōn antigraphōn archēn echei tauta heterou psalmou, hōs einai touton hekatoston tessareskaidekaton. Hēmeis de, tǭ Hebraïkǭ parepomenoi merei, einai tauta tithemetha tou hekatostou triskaidekatou. Paideuontai gar hoi paides hois elegen ; Aineite, paides, Kyrion; toutestin ho neos laos. Poion Kyrion prosēkon estin ainein? Auton dē ton epi tōn ex Aigyptou tosauta teratourgēsanta, meta tou mathein hopoioi tines ēsan hoi palai toutōn theoi. Ta gar eidōla ou monon ouden eichon homoion tǭ paradoxopoiounti Theǭ, all᾽ oude tois tōn empsychōn eschatois, hois aisthēseōs metechei. Kakeina men erga Theou, tauta de technēs anthrōpōn. Didaskontai de legein; Homoioi autois genointo. Ouk anthrōpois eparōmenoi. Manthanomen de hoion to tēs eidōlolatreias telos apokeitai. Hoi gar anaisthētōs epanechontes ouden autōn kata gnōmēn dioisousin. Tosautēn blabēn autois tēs emphōleuousēs daimonikēs energeias poiousēs. ᾿Omoioi autois genointo hoi poiountes auta. Esontai houtōs apollymenoi, hōs ta chrēmata kai hoi thēsaurizontes auta. Oikos Israēl ēlpisen epi Kyrion. Tauta ta ethnē phasin, hoti, hōsper palai pisteusanta ton Israēl esōsen, houtō kai nyn ta ethnē sōsei. Hoi gar phoboumenoi ton Kyrion, ta ethnē eien an. Hypexairoumenou gar tou oikou Israēl, toutesti pantos tou plēthous, kai tou oikou ᾿Aarōn kai tou oikou Leuï, tinas heterous einai symbainei tous phoboumenous ton Kyrion, ē ton ex ethnōn laon? Prostheiē Kyrios eph᾽ hēmas, eph' hēmas kai epi tous huious hēmōn. Autos gar estin hou tous nomous phylattomen. Hina gar mē nomisę̄ tis allou tinos einai tēn dia Mōÿseōs nomothesian, pro tēs toutōn doseōs ta peri tēs kosmopoiias paredōke - di' hēs hena Theon einai didaskei, ta de loipa genēta. Ouch hoi nekroi ainesousi se, Kyrie. Nekrous kalei tous tōn daimonōn therapeutas, tous mē echontas en autois tēn zōēn, toutesti tēn gnōsin tou monou Theou.

Psalm 113. Alleluia. Argument. In this psalm too the calling of the nations is signified; and it is a teaching for those who are being saved, that they should know that the Old Covenant too is God’s, and that the former salvation of the people of the circumcision came about through the Lord. “When Israel went out …” “Judea became his sanctuary.” When, he says, it was freed from the slavery of the Egyptians, then Judea became his sanctuary. And he did not rule over Israel alone; but now, he says, the grace is given to all the nations. “The mountains skipped like rams.” When God made his appearances among them, they as it were skipped at the salvation of Israel. “What ails you, O sea, that you fled, and you, Jordan, that you turned back?” Since those things were without reason and without soul, he himself makes the answer on their behalf. “At the presence of the Lord the earth was shaken.” Each of these things, he says, came about because of the Lord who appeared. This was the cause of the shaking of the earth and of the dividing of the sea. For he also flooded with a stream of waters the barren rock, deprived of all moisture and not even admitting a cut because of its hardness, ordering abundant springs of water to be sent up from it. So nothing surprising, he says, has happened: for the Maker gave the order, and the sea was divided, and the sheer rock gushed out, and heaven supplied manna, and the winds gathered the quail; and all the other things came about at his nod. “Not to us, Lord, not to us, but to your name give glory.” He seems to hint at the falling away of the people of the circumcision, and to hand on to them a prayer for confession, since they no longer have the divine power watching over them. He teaches them to say: we are unworthy of the grace of which every nation has been counted worthy; yet for your name’s sake do what was called upon us from the beginning. But you give rewards of righteousness as the true God, not as the idols do. Therefore he added, “The idols of the nations are silver and gold, the works of men’s hands.” In some of the copies these words are the beginning of another psalm, so that this would be the hundred and fourteenth. But we, following the Hebrew, place them as part of the hundred and thirteenth. For the servants to whom he said, “Praise the Lord, you servants,” that is, the new people, are being instructed. What Lord is it fitting to praise? Him indeed who worked so many marvels for those who came out of Egypt, together with learning what sort were the gods of these nations of old. For the idols not only had nothing like the God who works wonders, but did not even match the least of living creatures, which share in sense perception. And those are works of God, but these of the art of men. And they are taught to say, “May they become like them,” not cursing men. And we learn what end awaits idolatry. For those who senselessly cling to the idols will differ from them in nothing in mind, so great is the harm that the demonic activity lurking in them does to them. “May those who make them become like them.” They will perish in this way, like the money and those who treasure it up. “The house of Israel has hoped in the Lord.” The nations say this: that as he saved Israel of old when it believed, so now also he will save the nations. For “those who fear the Lord” would be the nations. For when the house of Israel, that is, the whole multitude, and the house of Aaron and the house of Levi are set apart, who else turn out to be those who fear the Lord, if not the people from the nations? “May the Lord add upon us, upon us and upon our sons.” For he is the one whose laws we keep. For lest anyone think that the legislation through Moses belongs to some other god, before giving it he handed down the account of the making of the world, by which he teaches that there is one God, and that all else has come into being. “The dead will not praise you, Lord.” He calls the dead those who serve the demons, who do not have life in them, that is, the knowledge of the only God.

Ps 114:1–8 (113:1-Ps LXX) (quotation, high confidence) · Ps 115:1–17 (113:9-Ps LXX) (quotation, high confidence) · Exod 14:21 (allusion, high confidence) · Josh 3:16 (allusion, high confidence) · Exod 17:6 (allusion, high confidence) · Num 20:11 (allusion, medium confidence) · Exod 16:4 (allusion, high confidence) · Exod 16:13 (allusion, high confidence) · Num 11:31 (allusion, medium confidence) · Ps 113:1 (112:1 LXX) (quotation, high confidence) · Gen 1:1 (allusion, low confidence)

Notes and citation

Summary: The commentary reads Psalms 114 and 115 (one psalm in the Septuagint) of God’s wonders at the exodus, of the calling of the nations, and of the emptiness of idols and those who serve them.

  • The psalm is Ps 114 and 115 in the Protestant numbering, one psalm (113) in the Septuagint. The commentary’s remark that the Hebrew joins them is translated as written; in the Hebrew text they are separate psalms. The Argument’s statement on the Old Covenant answers those who denied that the God of the law is the true God. “Upon us … our sons” follows the scan text (the Septuagint has “upon you … your sons”). The comment ends at Ps 115:17 (LXX 113:25). Quotation: Ps 113:1 (LXX 112:1). Allusions: Exod 14:21; Josh 3:16; Exod 17:6; Num 20:11; Exod 16:4, 13; Num 11:31; Gen 1:1. Psalm verses are given in the Protestant numbering.

Notes on the original text

  • Digital text corrected (OCR slip; OCR slip and stray characters; stray mark in the scan OCR; word split at a line break): Ἰου δαία → Ἰουδαία; δίδοτα:. → δίδοται.; κριοί.. → κριοί.; Ἰορ δάνη → Ἰορδάνη; πά σης → πάσης; περιταμῆς → περιτομῆς; παραδιδό· ναι → παραδιδόναι; ἐπήγατεν٧٠ → ἐπήγαγεν·; ἐκχατοστὸν → ἑκατοστὸν; οὐΞὲν → οὐδὲν.

Cite (SBL): Athanasius, Exp. Ps. 113 (PG 27:467–470; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/113). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-113) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 114

114PG 27:469–472

Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙΔ'. Ὑπόθεσις. Ἐν τούτῳ ἀγῶνα τῶν τὴν εὐαγγελικὴν πολιτείαν μετερχομένων σημαίνει, καὶ τὴν κατὰ Θεὸν αὐτῶν νίκην, καὶ τὸν ἐσόμενον ὑπὲρ τῶν πόνων στέφανον. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Καὶ τίνα ἠγάπησε; Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης ἰσχύος· καὶ τῆς ἀγάπης μισθὸν ἐδέξατο τὴν ὑπακοήν. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Καὶ ποίαις ἡμέραις, ἢ ταῖς τοῦ ἀγῶνος, ὅτε ἐκινδύνευσεν αὐτοῦ ἡ ψυχή; Περιέσχον με ὠδῖνες θανάτου. Τὴν ὑπερβολὴν κατασημαίνει τῶν θλίψεων, τῶν γενομένων αὐτῷ διὰ τὴν εὐσέβειαν, ἣν καὶ ὠδῖνας θανάτου καὶ κινδύνους ᾅδου, καὶ θλίψιν καὶ ὀδύνην ἀποκαλεῖ. ᾿Αλλὰ διὰ τοῦ ἐπικαλεῖσθαι τὸν Θεὸν ὑψηλότερος τούτων γέγονε, φησί. Διὸ καὶ ἐν προοιμίοις ἔλεγεν· Ἡγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς δεήσεώς μου. *Ω Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ἑνικῶς ἀνωτέρω, ὅτι Καὶ ἐπεκαλεσάμην ἐν ταῖς ἡμέραις μου. Τίς ἡ ἐπίκλησις διδάσκει. Καὶ ποία αὕτη, ἢ τὸ, Ω Κύριε, ῥῦσαι τὴν ψυχήν μου; Εἶπε δὲ ταῦτα εἰδὼς, ὡς ἐλεήμων ἐπακούσεται. Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἕλεός ἐστι πάθος ἐπὶ τοὺς παρ᾿ ἀξίαν τεταπεινωμένους παρὰ τῶν συμπαθῶς τεθειμένων γινόμενον. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐξ ἐνδόξων γεγόναμεν ἄδοξοι, τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς ἐκπεσόντες, οἷοι ἀνθ' οἴων γεγόναμεν ὁρῶν ἡμᾶς ὁ Θεὸς, ἐλεεῖ. Ἐλέου γὰρ ἀνεκαλεῖτο φωνὴ τὸν ᾿Αδάμ· Ποῦ εἶ; δῆλον τὸ, Πόθεν ποῖ πέπτωκας; Φυλάσσων τὰ νήπια ὁ Κύριος. Νήπιά φησι τοὺς διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ ἀναγεννηθέντας, τοὺς κατὰ τὴν Ἰησοῦ ἐντολὴν νηπίους ὄντας, τῷ ἐπιστρέφθαι καὶ γεγονέναι ὡς τὰ παιδία. Αὐτοὺς ὁ Κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς τοὺς πολεμίους, τῷ μήπω καιρὸν ἔχειν ἀγῶνος. Νήπια γάρ φησι τοὺς διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ Ἰησοῦ ἀναγεννηθέντας. Καὶ κατὰ τὸν ἁπλοῦν γὰρ λόγον, αὐτὸς ἐν μήτρα φυλάττει τὰ βρέφη· ἐν ᾧ τῷ μόρῳ σμικρῷ καὶ τοσαύτης ὑγρότητος πλήρης καὶ μήτε κινεῖσθαι μήτ' ἀναπνεῖν συγχωροῦντα κωλύων ἀποπνιγῆναι, καὶ κίνησιν διδοὺς καὶ τροφὴν, καὶ περιψυχόμενα κωλύων ἀποθανεῖν, ἐπειδὰν ἐκ τῆς ἐν μήτρᾳ θερμότητος εἰς ἀήθη τόπον προέλθοι. Ἢ καὶ οὕτως· Ἐπειδὴ ἐταπεινώθην ὡς νήπιον, καὶ ὡς παιδίον ἐδεξάμην τὴν βασιλείαν τῶν οὐρανῶν, ὁ φυλάσσων τὰ νήπια Κύριος ἔσωσέ με. Καὶ ἄλλως· Τοὺς κατὰ τὴν ἐντολὴν Ἰησοῦ νηπιάζοντας, τὸ στραφέντας καὶ ὡς παιδία γεγονέναι, αὐτὸς ὁ Κύριος φυλάσσει, τὸ μήπω καιρὸν ἔχειν ἀγῶνος, ἀπειράστους τηρῶν. Ἀλλ᾿ ἐμὲ, ὡς ὑπεραναβεβηκότα τοὺς παῖδας, διὰ μεγάλων ταπεινώσας ἀγώνων, ἀκαταγώνιστον ὅμως ἐτήρησεν. Ἐπίστρεψεν, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Ανάπαυσιν αὐτοῦ τὰς ἄνω λέγει μονὰς, ἃς ἀπολήψεται τῶν ἀγώνων εἰς ἀντιμισθίαν. ᾿Ανάπαυσις δ᾽ αὖ πάλιν τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποχή. "Οτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Θανάτου τῆς ἁμαρτίας φησίν· ὃν καὶ δεδοικὼς μήπως ἆρα εἰς αὐτὸν κατηνέχθη, οὐ διέλειπε δακρύων, τὴν ἐξ αὐτοῦ φυγὴν αἰτῶν, οὗ δὴ χάριν καὶ οἱ πόδες αὐτοῦ, τουτέστι τὰ διαβήματα τῆς ψυχῆς, ἐν τῇ κατὰ Θεὸν ἔστησαν στάσει, παντὸς ὀλίσθου κρείττους γενόμενοι. Χώραν δὲ ζώντων τὴν ἐπουράνιόν φησι Ἱερουσαλήμ, ἐν ᾗ οἱ κατὰ Θεὸν ἀγωνισάμενοι ὡς ἄριστοι νικηφόροι ἀκούσονται τὸ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ.

Allēlouïa. PsALMOS RID'. Hypothesis. En toutǭ agōna tōn tēn euangelikēn politeian meterchomenōn sēmainei, kai tēn kata Theon autōn nikēn, kai ton esomenon hyper tōn ponōn stephanon. Ēgapēsa, hoti eisakousetai Kyrios tēs phōnēs tēs deēseōs mou. Kai tina ēgapēse? Kyrion ton Theon ex holēs kardias, kai ex holēs dianoias, kai ex holēs ischyos; kai tēs agapēs misthon edexato tēn hypakoēn. Kai en tais hēmerais mou epikalesomai. Kai poiais hēmerais, ē tais tou agōnos, hote ekindyneusen autou hē psychē? Perieschon me ōdines thanatou. Tēn hyperbolēn katasēmainei tōn thlipseōn, tōn genomenōn autǭ dia tēn eusebeian, hēn kai ōdinas thanatou kai kindynous hądou, kai thlipsin kai odynēn apokalei. ᾿Alla dia tou epikaleisthai ton Theon hypsēloteros toutōn gegone, phēsi. Dio kai en prooimiois elegen; Hēgapēsa, hoti eisakousetai Kyrios tēs phōnēs deēseōs mou. *Ō Kyrie, rhysai tēn psychēn mou. Henikōs anōterō, hoti Kai epekalesamēn en tais hēmerais mou. Tis hē epiklēsis didaskei. Kai poia hautē, ē to, Ō Kyrie, rhysai tēn psychēn mou? Eipe de tauta eidōs, hōs eleēmōn epakousetai. Kai ho Theos hēmōn eleei. Heleos esti pathos epi tous par᾿ axian tetapeinōmenous para tōn sympathōs tetheimenōn ginomenon. Epei oun kai hēmeis ex endoxōn gegonamen adoxoi, tēs en tǭ paradeisǭ diagōgēs ekpesontes, hoioi anth' oiōn gegonamen horōn hēmas ho Theos, eleei. Eleou gar anekaleito phōnē ton ᾿Adam; Pou ei? dēlon to, Pothen poi peptōkas? Phylassōn ta nēpia ho Kyrios. Nēpia phēsi tous dia Pneumatos hagiou en Christǭ anagennēthentas, tous kata tēn Iēsou entolēn nēpious ontas, tǭ epistrephthai kai gegonenai hōs ta paidia. Autous ho Kyrios phylassei, ouk eōn prosbalein autois tous polemious, tǭ mēpō kairon echein agōnos. Nēpia gar phēsi tous dia Pneumatos hagiou en Christǭ Iēsou anagennēthentas. Kai kata ton haploun gar logon, autos en mētra phylattei ta brephē; en hǭ tǭ morǭ smikrǭ kai tosautēs hygrotētos plērēs kai mēte kineisthai mēt' anapnein synchōrounta kōlyōn apopnigēnai, kai kinēsin didous kai trophēn, kai peripsychomena kōlyōn apothanein, epeidan ek tēs en mētrą thermotētos eis aēthē topon proelthoi. Ē kai houtōs; Epeidē etapeinōthēn hōs nēpion, kai hōs paidion edexamēn tēn basileian tōn ouranōn, ho phylassōn ta nēpia Kyrios esōse me. Kai allōs; Tous kata tēn entolēn Iēsou nēpiazontas, to straphentas kai hōs paidia gegonenai, autos ho Kyrios phylassei, to mēpō kairon echein agōnos, apeirastous tērōn. All᾿ eme, hōs hyperanabebēkota tous paidas, dia megalōn tapeinōsas agōnōn, akatagōniston homōs etērēsen. Epistrepsen, hē psychē mou, eis tēn anapausin sou. Anapausin autou tas anō legei monas, has apolēpsetai tōn agōnōn eis antimisthian. ᾿Anapausis d᾽ au palin tēs psychēs hē tōn hamartēmatōn apochē. "Oti exeileto tēn psychēn mou ek thanatou. Thanatou tēs hamartias phēsin; hon kai dedoikōs mēpōs ara eis auton katēnechthē, ou dieleipe dakryōn, tēn ex autou phygēn aitōn, hou dē charin kai hoi podes autou, toutesti ta diabēmata tēs psychēs, en tę̄ kata Theon estēsan stasei, pantos olisthou kreittous genomenoi. Chōran de zōntōn tēn epouranion phēsi Hierousalēm, en hę̄ hoi kata Theon agōnisamenoi hōs aristoi nikēphoroi akousontai to, Eu, doule agathe kai piste.

Alleluia. Psalm 114. Argument. In this he signifies the contest of those who pursue the gospel way of life, and their victory according to God, and the crown that will be given for their toils. “I loved, because the Lord will hear the voice of my supplication.” And whom did he love? The Lord God, with all his heart, all his understanding, and all his strength; and as the reward of love he received the hearing. “And in my days I will call upon him.” And what days, if not those of the contest, when his soul was in danger? “The pangs of death encompassed me.” He signifies the excess of the afflictions that came upon him because of godliness, which he calls pangs of death, dangers of Hades, affliction, and pain. But by calling upon God, he says, he rose above these. Therefore he also said at the beginning, “I loved, because the Lord will hear the voice of my supplication.” “O Lord, rescue my soul.” Above, in the singular: “And I called upon him in my days.” He teaches what the calling upon him is. And what is it, if not “O Lord, rescue my soul”? And he said these things knowing that, being merciful, he will hear. “And our God has mercy.” Mercy is a feeling toward those humbled beyond their desert, arising in those disposed to sympathy. Since, then, we too have become inglorious from glorious, having fallen from the life in paradise, God, seeing what we have become instead of what we were, has mercy. For it was a voice of mercy that called Adam back: “Where are you?” That is: from where to where have you fallen? “The Lord guards the little ones.” He calls little ones those reborn in Christ through the Holy Spirit, who according to the commandment of Jesus are little ones, having turned and become as children. These the Lord guards, not letting the enemies attack them, since they do not yet have the time for contest. For he calls little ones those reborn in Christ Jesus through the Holy Spirit. And according to the plain sense, he himself guards infants in the womb: in that small place, so full of moisture and allowing neither movement nor breath, he keeps them from being stifled, and gives them movement and nourishment, and keeps them from dying when they are chilled, once they come forth from the warmth of the womb into an unaccustomed place. Or also thus: since I humbled myself as a little one and received the kingdom of heaven as a child, the Lord who guards the little ones saved me. And otherwise: those who become little ones according to the commandment of Jesus, by turning and becoming as children, the Lord himself guards, since they do not yet have the time for contest, keeping them untested. But me, as one who has gone beyond the children, he humbled through great contests, yet kept me unconquered. “Return, my soul, to your rest.” By his rest he means the dwelling places above, which he will receive as a reward for his contests. And again, the rest of the soul is abstinence from sins. “For he has rescued my soul from death.” He means the death of sin. Fearing that he might perhaps be brought down to it, he did not cease weeping, asking to escape from it; and for this reason his feet, that is, the steps of his soul, stood firm in their standing according to God, having become superior to every slip. And by the land of the living he means the heavenly Jerusalem, in which those who have contended according to God will hear, as the best of victors, “Well done, good and faithful servant.”

Ps 116:1–9 (114:1-Ps LXX) (quotation, high confidence) · Mark 12:30 (allusion, high confidence) · Gen 3:9 (quotation, high confidence) · John 3:5 (allusion, low confidence) · Matt 18:3 (allusion, high confidence) · Mark 10:15 (allusion, high confidence) · Matt 25:21 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 116:1–9 as the voice of one who has fought the gospel contest, was heard when he called on God in danger, and will receive his rest in the heavenly Jerusalem.

  • The psalm is Ps 116:1–9 in the Protestant numbering, a separate psalm (114) in the Septuagint. Fragments of Migne’s facing Latin column at the end of the ref are removed. The comment on “The Lord guards the little ones” gives several interpretations, one sentence of which is repeated, as printed. Quotations: Gen 3:9; Matt 25:21. Allusions: Mark 12:30; Matt 18:3; Mark 10:15; John 3:5. Psalm verses are given in the Protestant numbering.

Notes on the original text

  • Digital text corrected (Migne's column letter printed into the text; OCR slip; fragments of Migne's facing Latin column printed into the text; stray mark and breathing slip in the scan OCR; stray mark in the scan OCR; stray marks in the scan OCR): τίνα· ἡγάπησε → τίνα ἠγάπησε; διὰ Α-τὴν → διὰ τὴν; κινδύνους : Ο ᾅδου → κινδύνους ᾅδου; Εἶπε ὁὲ → Εἶπε δὲ; Ἐλέου γὰρ ᾿ ἀνεκαλεῖτο → Ἐλέου γὰρ ἀνεκαλεῖτο; πιστέ. Απ ἐπεστράφθαι? Εριτ. → πιστέ..

Cite (SBL): Athanasius, Exp. Ps. 114 (PG 27:469–472; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/114). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-114) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 115

115PG 27:473–476

ΨΑΛΜΟΣ ΡΙΕ΄. Ἀλληλούϊα. Ἐπίστευσα, διὸ ἐλάλησα. Εἰρηκώς· Ἐπίστευσα, διὸ ἐλάλησα, ὡς εὐαρεστήσας τῷ Κυρίῳ, ἐν ταῖς ἄνω παραγενόμενος μοναῖς, φησίν · ὡς οὐκ ἂν τοῦτον προσέφερε τὸν λόγον, εἰ μὴ θαῤῥήσας ἦν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· αἱ δὲ ἦσαν ἐλέους γέμουσαι· Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι αὐτοὶ χαρήσονται. Εἰ δὲ πλήρεις ἦσαν οἱ ὀφθαλμοὶ δακρύων, δηλονότι τὴν ἀγαλλίασιν ἐν ἐκείναις ἀπολήψονται ταῖς μοναῖς. Τὴν δὲ λέξιν ταύτην προσφέρει Κορινθίοις ὁ Παῦλος, Ἔχοντες, εἰπὼν, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Πνεῦμα πίστεως λέγων, ἤτοι τὴν ἕξιν τὴν ἀπ᾿ αὐτῆς ἐγγινομένην, ἢ τὸ ἐπιχορηγούμενον ἐκ Θεοῦ τῷ πίστιν ἔχοντι πνεῦμα. Συνάδει δὲ τῷ· Ἐπίστευσα, διὸ ἐλάλησα, τοιοῦτον καὶ τὸ· Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε. Πρῶτον πιστεύει τις, εἶτα συνιεῖ, καὶ μετὰ ταῦτα λαλεῖ. Ὅτε δὲ, φησὶ, πιστεύσας ἐλάλησα μεγάλα, τότε μηδὲν ἐμαυτὸν ἰδὼν ἑταπεινώθην σφόδρα. Τοιοῦτον τὸ τοῦ Ἰωάννου περὶ τοῦ Ἰησοῦ· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ἠλαττοῦτο γὰρ, οὐκ ἀποβαλών τι οὗπερ εἶχε μεγέθους· ἀντιπαραθέσει δὲ τῆς καθ' ὑπεροχήν Χριστοῦ διδασκαλίας καὶ πολιτείας. Οὕτω νῦν τὸ, ἐταπεινώθην, οὐ κατὰ ὕψους ἀφαίρεσιν εἶπεν, ἀλλ᾽ ἐκ τῆς μείζονος ἢ καθ' ἑαυτὸν θεωρίας. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Γενόμενος, φησὶν, ὑπὲρ ἄνθρωπον, πάντα τὰ ἀνθρώπινα ἐξηυτέλισα. Ἡ γὰρ ἔκστασις τὴν ἀλλοίωσιν σημαίνει. Εἰρηκὼς, φησὶν, ὡς Εὐαρεστήσω Κυρίῳ, εἶτα εἰδὼς, ὡς πᾶς ἄνθρωπος ψεύστης· λογισμοὶ γὰρ ἀνθρώπων δόλιοι· τούτου χάριν έταπείνουν ἑαυτὸν καὶ ἐσκληραγώγουν ταῖς κακοπαθείαις, μήπως τῆς τοιαύτης ἐκπέσω στάσεως. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. ῎Αλλη, φησὶν, οὐκ ἔσται ἡμῖν ἀμοιβὴ ὧν εἰλήφαμεν παρὰ Θεοῦ, ἡ ὑπὲρ αὐτοῦ ὑπομεῖναι θάνατον, καὶ ταύτῃ μιμεῖσθαι τὸν ἑαυτῶν Δεσπότην. Οὗτος δὲ δὴ ὁ θάνατος καὶ τῶν σφόδρα τιμίων ἔσται παρὰ Θεῷ. Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Θαῤῥῶν δοῦλον ἑαυτὸν εἶναι φησι κατὰ τὸν ἀπόστολον· παιδίσκης δὲ υἱὸν, τῆς προτέρας εἰσαγωγῆς τῆς διὰ νόμου φησίν. Διέρρηξας τοὺς δεσμούς μου. Καὶ τίνες οἱ δεσμοὶ ἢ οἱ τῆς ἁμαρτίας, κατὰ τὸ εἰρημένον· Σειραῖς γὰρ ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται; Σοὶ θύσω θυσίαν αἰνέσεως. Ὡς ἐν προκοπῇ γενόμενος τὰς μὲν δι' αἱμάτων παραιτεῖται, τὰς δὲ αἰνέσεως ἐπιτελεῖν ἐπαγγέλλεται. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω. Εὐχὰς τὰς ἐπαγγελίας φησί. Τί δὲ ἐπηγγείλατο, ἢ, τὸ ποτήριον τοῦ Κυρίου λαβὼν, ἐπικαλεῖσθαι αὐτοῦ τὸ ὄνομα; Ὃ καὶ ποιήσω, φησὶν, ἐπειδὰν ἐν ταῖς θείαις αὐλαῖς γενοίμην· τὴν Ἐκκλησίαν Χριστοῦ, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ.

PsALMOS RIE΄. Allēlouïa. Episteusa, dio elalēsa. Eirēkōs; Episteusa, dio elalēsa, hōs euarestēsas tǭ Kyriǭ, en tais anō paragenomenos monais, phēsin ; hōs ouk an touton prosephere ton logon, ei mē tharrhēsas ēn tais tou Theou epangeliais; hai de ēsan eleous gemousai; Makarioi hoi klaiontes nyn, hoti autoi charēsontai. Ei de plēreis ēsan hoi ophthalmoi dakryōn, dēlonoti tēn agalliasin en ekeinais apolēpsontai tais monais. Tēn de lexin tautēn prospherei Korinthiois ho Paulos, Echontes, eipōn, to auto pneuma tēs pisteōs, kata to, Episteusa, dio elalēsa. Kardią gar pisteuetai eis dikaiosynēn; stomati de homologeitai eis sōtērian; kai hēmeis pisteuomen, dio kai laloumen. Pneuma pisteōs legōn, ētoi tēn hexin tēn ap᾿ autēs enginomenēn, ē to epichorēgoumenon ek Theou tǭ pistin echonti pneuma. Synadei de tǭ; Episteusa, dio elalēsa, toiouton kai to; Ean mē pisteusēte, oud᾽ ou mē synēte. Prōton pisteuei tis, eita syniei, kai meta tauta lalei. Hote de, phēsi, pisteusas elalēsa megala, tote mēden emauton idōn hetapeinōthēn sphodra. Toiouton to tou Iōannou peri tou Iēsou; Ekeinon dei auxanein, eme de elattousthai. Ēlattouto gar, ouk apobalōn ti houper eiche megethous; antiparathesei de tēs kath' hyperochēn Christou didaskalias kai politeias. Houtō nyn to, etapeinōthēn, ou kata hypsous aphairesin eipen, all᾽ ek tēs meizonos ē kath' heauton theōrias. Egō de eipa en tę̄ ekstasei mou; Pas anthrōpos pseustēs. Genomenos, phēsin, hyper anthrōpon, panta ta anthrōpina exēutelisa. Hē gar ekstasis tēn alloiōsin sēmainei. Eirēkōs, phēsin, hōs Euarestēsō Kyriǭ, eita eidōs, hōs pas anthrōpos pseustēs; logismoi gar anthrōpōn dolioi; toutou charin etapeinoun heauton kai esklēragōgoun tais kakopatheiais, mēpōs tēs toiautēs ekpesō staseōs. Timios enantion Kyriou ho thanatos tōn hosiōn autou. ᾿Allē, phēsin, ouk estai hēmin amoibē hōn eilēphamen para Theou, hē hyper autou hypomeinai thanaton, kai tautę̄ mimeisthai ton heautōn Despotēn. Houtos de dē ho thanatos kai tōn sphodra timiōn estai para Theǭ. Ō Kyrie, egō doulos sos kai huios tēs paidiskēs sou. Tharrhōn doulon heauton einai phēsi kata ton apostolon; paidiskēs de huion, tēs proteras eisagōgēs tēs dia nomou phēsin. Dierrēxas tous desmous mou. Kai tines hoi desmoi ē hoi tēs hamartias, kata to eirēmenon; Seirais gar heautou hamartiōn hekastos sphingetai? Soi thysō thysian aineseōs. Hōs en prokopę̄ genomenos tas men di' haimatōn paraiteitai, tas de aineseōs epitelein epangelletai. Tas euchas mou tǭ Kyriǭ apodōsō. Euchas tas epangelias phēsi. Ti de epēngeilato, ē, to potērion tou Kyriou labōn, epikaleisthai autou to onoma? Ho kai poiēsō, phēsin, epeidan en tais theiais aulais genoimēn; tēn Ekklēsian Christou, ē tēn epouranion Hierousalēm.

Psalm 115. Alleluia. “I believed, therefore I spoke.” Having said, “I believed, therefore I spoke,” as one who has pleased the Lord and come into the dwelling places above, he says that he would not have uttered this word had he not had confidence in God’s promises; and these were full of mercy: “Blessed are those who weep now, for they will rejoice.” And if their eyes were full of tears, clearly they will receive exultation in those dwelling places. And Paul applies this phrase to the Corinthians, saying, “Having the same spirit of faith, according to ‘I believed, therefore I spoke’”; for with the heart one believes unto righteousness, and with the mouth one confesses unto salvation; “we too believe, and therefore we speak.” By the spirit of faith he means either the habit that arises from faith, or the spirit supplied from God to the one who has faith. And in harmony with “I believed, therefore I spoke” is also this: “If you do not believe, neither will you understand.” First one believes, then understands, and after that speaks. And when, he says, having believed, I spoke great things, then, seeing myself as nothing, I was greatly humbled. Such is John’s saying about Jesus: “He must increase, but I must decrease.” For he decreased, not by losing anything of the greatness he had, but by comparison with the surpassing teaching and life of Christ. So now he said “I was humbled” not by loss of height, but from a contemplation greater than himself. “And I said in my ecstasy: Every man is a liar.” Having come to be above man, he says, I held all human things cheap. For ecstasy signifies a change of state. Having said, he says, “I will please the Lord,” and then knowing that every man is a liar (for the reasonings of men are deceitful), for this reason I humbled myself and disciplined myself with hardships, lest I fall from such a standing. “Precious in the sight of the Lord is the death of his holy ones.” There will be no other recompense from us, he says, for what we have received from God than to endure death for him, and in this to imitate our own Master. And this death will be among the things most precious before God. “O Lord, I am your servant, and the son of your handmaid.” With confidence he says that he is a servant, after the manner of the Apostle; and by “son of the handmaid” he means of the former introduction, the one through the law. “You have burst my bonds.” And what are the bonds, if not those of sin, according to the saying, “For each is bound fast with the cords of his own sins”? “To you I will sacrifice a sacrifice of praise.” As one who has made progress, he declines the sacrifices of blood, but promises to offer those of praise. “I will pay my vows to the Lord.” By vows he means promises. And what did he promise, if not to take the cup of the Lord and call upon his name? And this I will do, he says, when I come to be in the divine courts: the Church of Christ, or the heavenly Jerusalem.

Ps 116:10–19 (115:1-Ps LXX) (quotation, high confidence) · Luke 6:21 (quotation, high confidence) · 2 Cor 4:13 (quotation, high confidence) · Rom 10:10 (quotation, high confidence) · Isa 7:9 (quotation, high confidence) · John 3:30 (quotation, high confidence) · Rom 1:1 (allusion, low confidence) · Gal 4:22–24 (allusion, medium confidence) · Prov 5:22 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 116:10–19 of faith that speaks, of humility before God, of the precious death of the saints who imitate their Master, and of the sacrifice of praise.

  • The psalm is Ps 116:10–19 in the Protestant numbering, a separate psalm (115) in the Septuagint. Quotations: Luke 6:21; 2 Cor 4:13; Rom 10:10; Isa 7:9 (LXX); John 3:30; Prov 5:22. Allusions: Rom 1:1; Gal 4:22–24. Psalm verses are given in the Protestant numbering.

Notes on the original text

  • Digital text corrected (OCR slip; stray mark in the scan OCR; word split at a line break; words joined in the scan OCR): Ἐπίστευ σα → Ἐπίστευσα; Θυοῦ → Θεοῦ; Μα κάριοι → Μακάριοι; αὐτοῦ.῎Αλλη → αὐτοῦ. ῎Αλλη; θείαις·αὐλαῖς → θείαις αὐλαῖς.

Topics: Martyrdom

Cite (SBL): Athanasius, Exp. Ps. 115 (PG 27:473–476; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/115). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-115) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.