Expositions on the Psalms 116–117

Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).

Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 116

116PG 27:475–476

Ἀλληλούϊα. ΨΑΛΜΟΣ Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη... ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾽ ἡμᾶς. Οὐκ ἂν, φησὶ, τῆς τοιαύτης μεταβολῆς ἐτύγχανε τὰ ἔθνη, εἰ μὴ ἐπικρατέστερον τῶν ἡμετέρων ἁμαρτιῶν τὸ ἔλεος ἐγένετο τοῦ Θεοῦ. Καὶ ἡ ἀλήθεια Κυρίου μένει εἰς τὸν αἰῶνα· ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος, τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις· καὶ πάλιν δὲ · Λέγω Χριστὸν Ἰησοῦν διάκονον γενέσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιώσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπειδὴ τοίνυν πεπλήρωκε τὰς ὑποσχέσεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο δέδωκε σωτηρίαν, καὶ ἀνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ὑμεῖς οἱ ἐξ Ἰουδαίων προσεληλυθότες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμφωνον ὑμνῳδίαν κεράσαντες, τὸν εὐεργέτην ἀμείψασθε.

Allēlouïa. PsALMOS Aineite ton Kyrion, panta ta ethnē... hoti ekrataiōthē to eleos autou eph᾽ hēmas. Ouk an, phēsi, tēs toiautēs metabolēs etynchane ta ethnē, ei mē epikratesteron tōn hēmeterōn hamartiōn to eleos egeneto tou Theou. Kai hē alētheia Kyriou menei eis ton aiōna; hēn gar dia tōn hagiōn prophētōn hypescheto dedōke sōtērian. Touto kai ho makarios Paulos, tōn pros Rhōmaious grammatōn arxamenos; Paulos doulos Iēsou Christou, klētos apostolos, aphōrismenos eis Euangelion Theou, ho proepēngeilato dia tōn prophētōn autou en Graphais hagiais; kai palin de ; Legō Christon Iēsoun diakonon genesthai peritomēs hyper alētheias Theou, eis to bebaiōsai tas epangelias tōn paterōn; ta de ethnē hyper eleous doxasai ton Theon. Epeidē toinyn peplērōke tas hyposcheseis ho tōn holōn Theos, kai hēn hypescheto dedōke sōtērian, kai aneǭxen hapasi tas tou eleous pēgas, kai hymeis hoi ex Ioudaiōn proselēlythotes, kai hymeis hoi ex ethnōn pepisteukotes, symphōnon hymnǭdian kerasantes, ton euergetēn ameipsasthe.

Alleluia. Psalm [116]. “Praise the Lord, all you nations … for his mercy has been made strong toward us.” The nations, he says, would not have obtained such a change, had not God’s mercy proved stronger than our sins. “And the truth of the Lord remains for ever”; for he has given the salvation which he promised through the holy prophets. This is also what blessed Paul says at the beginning of his letter to the Romans: “Paul, a servant of Jesus Christ, called to be an apostle, set apart for the gospel of God, which he promised beforehand through his prophets in the holy Scriptures”; and again, “I say that Christ Jesus became a servant of the circumcision for the truth of God, to confirm the promises to the fathers, and that the nations might glorify God for his mercy.” Since, then, the God of all has fulfilled his promises, and has given the salvation he promised, and has opened the springs of mercy to all, both you who have come from the Jews and you who have believed from the nations, blend a harmonious hymn and repay your benefactor.

Ps 117:1–2 (116:1-Ps LXX) (quotation, high confidence) · Rom 1:1–2 (quotation, high confidence) · Rom 15:8–9 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 117 as a call to Jews and Gentiles alike to praise God together for the mercy and the promised salvation he has given to all.

  • The psalm number is missing in the scan; “[116]” is supplied. Quotations: Rom 1:1–2; 15:8–9. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.

Notes on the original text

  • Digital text corrected (word split at a line break): ἐκρα ταιώθη → ἐκραταιώθη.

Cite (SBL): Athanasius, Exp. Ps. 116 (PG 27:475–476; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/116). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-116) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 117

117PG 27:475–480

Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙΖ'. Υπόθεσις. Διδάσκεται ὁ νέος λαὸς ὁ συνεστηκὼς ἔκ τε Ἰουδαίων καὶ τῶν ἐθνῶν, ὡς ἕνα μόνον δεῖ ἐπικαλεῖσθαι βοηθὸν, αὐτὸν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, καὶ ἐξ αὐτοῦ ἐν καιρῷ διωγμοῦ τὴν ἐπικουρίαν ζητεῖν πᾶσαν, τὴν ἐξ οὐρανοῦ παραπεμπομένην βοήθειαν· αὐτῷ τε ἀναφέρειν τῆς νίκης τὰ χαριστήρια· αἰτεῖν τε τὰς διὰ τῶν ἀρετῶν ὁδοὺς, καὶ πρὸς τούτοις ἅπασιν ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ ὀνομαζομένῳ λίθῳ· ἀπηγορευμένῳ μὲν παρὰ τῶν οἰκοδόμων, γενομένῳ δὲ εἰς κεφαλὴν γωνίας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ. Πρώτους αὐτοὺς τῆς ἐξομολογήσεως ἄρχεσθαι παρακελεύεται, ἅτε πρώτους κεκλημένους διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Δύο διδάσκει ὁ παρὼν στίχος, ὡς καὶ θλίψεως ἔχειν δεῖ τοὺς προσερχομένους τῇ πίστει, κατὰ τὸ, Προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Καὶ θλιβόμενον μὴ ἕτερον ἐπικαλεῖσθαι βοηθὸν ἢ αὐτὸν τὸν Κύριον, ὃς καὶ τὴν θλίψιν ἡμῶν εἰς εὐρυχωρίαν ἄγει πολλήν. Τῶν μικρῶν γὰρ πόνων μεγάλας ἀποληψόμεθα τὰς ἁμοιβάς. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με... Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτούς. Ὁ μὲν γὰρ τοῦ Θεοῦ λαὸς μόνον ἐκάλει τὸν Θεὸν, καὶ τὸ ὄνομα λέγων αὐτοῦ ἡμύνετο τοὺς φαινομένους καὶ ἀφανεῖς πολεμίους· οἱ δὲ τουτοις ἐπιβουλεύοντες ἄνθρωποι μόναις θαῤῥοῦσιν ἀρχαῖς τε καὶ δυναστείαις ἀνθρώπων. Τὸ δὲ, πάντα τὰ ἔθνη, ὑπερβολικόν· τὴν γὰρ Ἰουδαίαν πᾶσαν ἐκύκλουν πάντα τὰ ἔθνη. Ἢ παρέοικε τῷ· Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· δηλαδὴ τοὺς ἐμπαθεῖς λογισμοὺς ὑπὸ δαιμόνων ἐπαγομένους, καὶ λόγους ἐπαφεῖεν σοφιστικούς. Ταῦτα γὰρ ἀνατρέψει τὰ ἔθνη. Ἔσθ᾽ ὅτε καὶ ἀναιρεῖται τούτους ἐπικλήσει Θεοῦ, τὰς παθητικὰς ἐκκόπτων ὁρμὰς, καὶ λόγους ἀνατρέπων σοφιστικούς. Οἱ δὲ κηφῆνες, ταῖς μελίτταις παρεοικότες, ὡς καὶ λανθάνειν τοὺς ἀγνοοῦντας, οὐ κέντρον ἔχουσιν, οὐκ ἐργάζονται μέλι· σῶμα δὲ μεῖζον ἔχοντες, τῶν μελιττῶν τὸ ἔργον ἐσθίουσιν· οὓς καὶ διαφθείρουσι μετ' ἀλλήλων αἱ μέλιτται συνιστάμεναι. Ἔστιν οὖν ἡ Ἐκκλησία μέλισσα· μελιττουργὸς δὲ ἡ τὴν τοῦ Θεοῦ προτιμῶσα σοφίαν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, καίπερ ἀσθενοῦς οὔσης· κατὰ τὸ, Μὴ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης ἔχειν τὸ κήρυγμα. Ὅμως ἔχει τὸ κέντρον ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως Θεοῦ, τὸν τῆς πίστεως ἔχουσα λόγον · ὡς καὶ ἀναιρεῖν τὰς αἱρέσεις, καθάπερ κηφῆνας, ἐλέγχῳ ταύτας διχοτομοῦσα τῆς ἀληθείας. Μία μὲν ἡ τιμήσασα τὴν σοφίαν τοῦ Θεοῦ μέλισσα πολλαὶ δὲ τῆς τοῦ Θεοῦ σοφίας ἀπέστησαν· οὐ μέλισσαι, ἀλλ' ὡς μέλισσαι κηφῆνες ὑπάρχουσαι· βουλόμενοι τῆς μιᾶς ἀναλῶσαι τὸ μέλι, καὶ ὡσεὶ πῦρ ἐν ἀκάνθαις ἐκκαίονται· τὸ γὰρ αἰσχρὸν ἐπιθυμιῶν οἱ ἀπὸ τῶν αἱρέσεων ἐκκαίουσι πῦρ· καθώς φησιν ὁ Παῦλος· Τὰ γὰρ κρυφή γινόμενα ὑπ' αὐτῶν αἱσχρόν ἐστι καὶ λέγειν. ᾿Ακάνθας δὲ τὰς ἡδονὰς ἡρμήνευσε τὸ Εὐαγγέλιον· ὧν τοὺς λόγους ὁ τὸν Θεὸν καλῶν ἀνατρέπει. Τὰ γὰρ ὅπλα αὐτοῦ οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ καθαιροῦντα πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὡς ἤδη ἀνῃρημένων τῶν νοητῶν ἐχθρῶν τῶν κατὰ καιροὺς διωξάντων τὸν τοῦ Θεοῦ λαὸν, εἰκότως λοιπὸν τῆς ἀγαλλιάσεως αἱ φωναὶ ἀκούονται, καὶ οὐχ ἑτέρωθί που ἢ ἐν ταῖς τῶν δικαίων σκηναῖς. Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Αὕτη ἡ τῆς ἀγαλλιάσεως φωνὴ ἡ γενομένη παρὰ τὴν Ἐκκλησίαν, τὸ ὁμολογεῖν, ὅτι αὐτὴ μόνη ἡ τοῦ Κυρίου δύναμις τοὺς ἀγωνιζομένους διέσωσε καὶ ὑψηλοτέρους ἀπέδειξεν. ᾿Ανοίξατέ μοι πύλας δικαιοσύνης. Πύλας δικαιοσύνης τὰς κατ᾿ ἀρετὴν νοήσεις προκοπάς, ἂς καὶ ὁδεύουσιν οἱ τοὺς καιροὺς τῶν θλίψεων ὑπομείναντες. Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Οἱ διὰ τῶν ἀρετῶν περιπατοῦντες εἰς ἐκείνην ἀπαντήσουσι τὴν πύλην, τὴν εἰς αὐτὴν ἄγουσαν τὴν τοῦ Κυρίου θεωρίαν. Καὶ ποία αὐτὴ, ἢ τῆς καρδίας καθαρότης; Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψονται. Λίθον ὂν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Σοὶ αὐτῷ τῷ γεγονότι δι' ἡμᾶς λίθῳ ἀπηγορευμένῳ ἀπεδοκίμασαν μὲν οἱ οἰκοδομοῦντες· μετὰ δὲ τὴν τῶν ἐθνῶν μεταβολὴν ἑτέρας γωνίας κεφαλὴ γέγονας· καὶ ποία αὕτη; Συνῆψε τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον. Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Καὶ τίς ἂν εἴη, ἢ ἡ ἀναστάσιμος τοῦ Κυρίου ἡμέρα; Ποία δὲ αὕτη ἡμέρα ἀλλ᾽ ἢ ἡ σωτήριος τῶν ἐθνῶν ἁπάντων, καθ᾿ ἣν ὁ ἀποβληθεὶς λίθος γέγονεν εἰς κεφαλὴν γωνίας; Σημαίνει δὲ ὁ λόγος τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμῶν, τὴν γε ἐπώνυμον αὐτοῦ γενομένην, δηλαδὴ Κυριακήν. *Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο καὶ ἡ ἐν Ἱεροσολύμοις δοξολογία ἐπὶ τίνα φέρεσθαι ἐδίδαξεν. Τὸ δὲ, Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, ταῦτα οἱ προφῆταί φασι πρὸς τοὺς πιστεύοντας τῷ Χριστῷ. Μακαρίους, φασὶν, ἀποκαλέσομεν ὑμᾶς, ὅτι δὴ οἶκος γεγόνατε πνευματικός· ἐνοικεῖ γὰρ ἐν ὑμῖν ὁ Κύριος. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι. Συστήσασθε ἑορτήν. Συνιέναι κελεύει τοὺς προσελθόντας τῇ πίστει, καὶ πληροῦν τὴν θείαν σκηνὴν, ὡς καὶ μέχρι τῶν κεράτων φθάνειν τοῦ θυσιαστηρίου διὰ τὸ πλῆθος. Πυκάζοντα δὲ τὰ χερουβίμ φησι, τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ, πυκάζουσι. Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβίμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι. Ταύτην ἀναφέρειν τῷ Σωτῆρι Χριστῷ διδάσκονται τὴν φωνήν.

Allēlouïa. PsALMOS RIZ'. Ypothesis. Didasketai ho neos laos ho synestēkōs ek te Ioudaiōn kai tōn ethnōn, hōs hena monon dei epikaleisthai boēthon, auton ton enanthrōpēsanta tou Theou Logon, kai ex autou en kairǭ diōgmou tēn epikourian zētein pasan, tēn ex ouranou parapempomenēn boētheian; autǭ te anapherein tēs nikēs ta charistēria; aitein te tas dia tōn aretōn hodous, kai pros toutois hapasin exomologeisthai tǭ Kyriǭ tǭ onomazomenǭ lithǭ; apēgoreumenǭ men para tōn oikodomōn, genomenǭ de eis kephalēn gōnias. Exomologeisthe tǭ Kyriǭ, hoti agathos, hoti eis ton aiōna to eleos autou. Eipatō dē oikos Israēl. Prōtous autous tēs exomologēseōs archesthai parakeleuetai, hate prōtous keklēmenous dia tou euangelikou kērygmatos. Ek thlipseōs epekalesamēn ton Kyrion, kai epēkouse mou eis platysmon. Dyo didaskei ho parōn stichos, hōs kai thlipseōs echein dei tous proserchomenous tę̄ pistei, kata to, Proserchę̄ douleuein tǭ Kyriǭ, hetoimason tēn psychēn sou eis peirasmon. Kai thlibomenon mē heteron epikaleisthai boēthon ē auton ton Kyrion, hos kai tēn thlipsin hēmōn eis eurychōrian agei pollēn. Tōn mikrōn gar ponōn megalas apolēpsometha tas hamoibas. Panta ta ethnē ekyklōsan me... Ekyklōsan me hōsei melissai kērion, kai tǭ onomati Kyriou hēmynamēn autous. Ho men gar tou Theou laos monon ekalei ton Theon, kai to onoma legōn autou hēmyneto tous phainomenous kai aphaneis polemious; hoi de toutois epibouleuontes anthrōpoi monais tharrhousin archais te kai dynasteiais anthrōpōn. To de, panta ta ethnē, hyperbolikon; tēn gar Ioudaian pasan ekykloun panta ta ethnē. Ē pareoike tǭ; Eis tas prōïas apekteinon pantas tous hamartōlous tēs gēs; dēladē tous empatheis logismous hypo daimonōn epagomenous, kai logous epapheien sophistikous. Tauta gar anatrepsei ta ethnē. Esth᾽ hote kai anaireitai toutous epiklēsei Theou, tas pathētikas ekkoptōn hormas, kai logous anatrepōn sophistikous. Hoi de kēphēnes, tais melittais pareoikotes, hōs kai lanthanein tous agnoountas, ou kentron echousin, ouk ergazontai meli; sōma de meizon echontes, tōn melittōn to ergon esthiousin; hous kai diaphtheirousi met' allēlōn hai melittai synistamenai. Estin oun hē Ekklēsia melissa; melittourgos de hē tēn tou Theou protimōsa sophian; hēs tous ponous basileis kai idiōtai pros hygeian prospherontai, kaiper asthenous ousēs; kata to, Mē en peithoi sophias anthrōpinēs echein to kērygma. Homōs echei to kentron en apodeixei pneumatos kai dynameōs Theou, ton tēs pisteōs echousa logon ; hōs kai anairein tas haireseis, kathaper kēphēnas, elenchǭ tautas dichotomousa tēs alētheias. Mia men hē timēsasa tēn sophian tou Theou melissa pollai de tēs tou Theou sophias apestēsan; ou melissai, all' hōs melissai kēphēnes hyparchousai; boulomenoi tēs mias analōsai to meli, kai hōsei pyr en akanthais ekkaiontai; to gar aischron epithymiōn hoi apo tōn haireseōn ekkaiousi pyr; kathōs phēsin ho Paulos; Ta gar kryphē ginomena hyp' autōn haischron esti kai legein. ᾿Akanthas de tas hēdonas hērmēneuse to Euangelion; hōn tous logous ho ton Theon kalōn anatrepei. Ta gar hopla autou ou sarkika, alla dynata tǭ Theǭ kathairounta pan hypsōma epairomenon kata tēs gnōseōs tou Theou. Phōnē agalliaseōs kai sōtērias en skēnais dikaiōn. Hōs ēdē anę̄rēmenōn tōn noētōn echthrōn tōn kata kairous diōxantōn ton tou Theou laon, eikotōs loipon tēs agalliaseōs hai phōnai akouontai, kai ouch heterōthi pou ē en tais tōn dikaiōn skēnais. Dexia Kyriou epoiēse dynamin. Hautē hē tēs agalliaseōs phōnē hē genomenē para tēn Ekklēsian, to homologein, hoti autē monē hē tou Kyriou dynamis tous agōnizomenous diesōse kai hypsēloterous apedeixen. ᾿Anoixate moi pylas dikaiosynēs. Pylas dikaiosynēs tas kat᾿ aretēn noēseis prokopas, as kai hodeuousin hoi tous kairous tōn thlipseōn hypomeinantes. Hautē hē pylē tou Kyriou, dikaioi eiseleusontai en autę̄. Hoi dia tōn aretōn peripatountes eis ekeinēn apantēsousi tēn pylēn, tēn eis autēn agousan tēn tou Kyriou theōrian. Kai poia autē, ē tēs kardias katharotēs? Makarioi hoi katharoi tę̄ kardią, hoti ton Theon opsontai. Lithon on apedokimasan hoi oikodomountes, houtos egenēthē eis kephalēn gōnias. Soi autǭ tǭ gegonoti di' hēmas lithǭ apēgoreumenǭ apedokimasan men hoi oikodomountes; meta de tēn tōn ethnōn metabolēn heteras gōnias kephalē gegonas; kai poia hautē? Synēpse tous dyo laous eis hena kainon anthrōpon. Hautē hēmera hēn epoiēsen ho Kyrios. Kai tis an eiē, ē hē anastasimos tou Kyriou hēmera? Poia de hautē hēmera all᾽ ē hē sōtērios tōn ethnōn hapantōn, kath᾿ hēn ho apoblētheis lithos gegonen eis kephalēn gōnias? Sēmainei de ho logos tēn anastasimon tou Sōtēros hēmōn, tēn ge epōnymon autou genomenēn, dēladē Kyriakēn. *Ō Kyrie, sōson dē, ō Kyrie, euodōson dē. Eulogēmenos ho erchomenos en onomati Kyriou. Touto kai hē en Hierosolymois doxologia epi tina pheresthai edidaxen. To de, Eulogēkamen hymas ex oikou Kyriou, tauta hoi prophētai phasi pros tous pisteuontas tǭ Christǭ. Makarious, phasin, apokalesomen hymas, hoti dē oikos gegonate pneumatikos; enoikei gar en hymin ho Kyrios. Systēsasthe heortēn en tois pykazousi. Systēsasthe heortēn. Synienai keleuei tous proselthontas tę̄ pistei, kai plēroun tēn theian skēnēn, hōs kai mechri tōn keratōn phthanein tou thysiastēriou dia to plēthos. Pykazonta de ta cheroubim phēsi, ta episkiazonta to hilastērion; touto gar esti to, pykazousi. Pykazein gar to skepein. Ta cheroubim de eskepon tais pteryxi to hilastērion. Theos mou ei sy, kai exomologēsomai soi. Tautēn anapherein tǭ Sōtēri Christǭ didaskontai tēn phōnēn.

Alleluia. Psalm 117. Argument. The new people, made up of both Jews and nations, is taught that one must call upon one helper only, the very Word of God made man, and seek from him in time of persecution all aid, the help sent from heaven; and offer to him the thank offerings for victory; and ask for the ways that lead through the virtues; and besides all these, give thanks to the Lord who is named a stone, rejected by the builders but become the head of the corner. “Give thanks to the Lord, for he is good, for his mercy is for ever.” “Let the house of Israel now say.” He bids them begin the confession first, since they were the first to be called through the preaching of the gospel. “Out of affliction I called upon the Lord, and he heard me into a broad place.” The present verse teaches two things: that those who come to the faith must expect affliction, according to the saying, “If you come forward to serve the Lord, prepare your soul for temptation”; and that when afflicted one must call upon no other helper than the Lord himself, who also leads our affliction into great spaciousness. For for small toils we will receive great rewards. “All the nations surrounded me … They surrounded me like bees a honeycomb, and in the name of the Lord I warded them off.” For the people of God called only upon God, and by speaking his name warded off its visible and invisible enemies; but the men who plot against these trust only in the rule and power of men. And “all the nations” is hyperbole; for all the nations surrounded the whole of Judea. Or it is like the saying, “In the mornings I killed all the sinners of the land”: namely the passionate thoughts brought on by demons, and the sophistical arguments they may launch. For these are the nations he will overturn. Sometimes he also destroys these by calling upon God, cutting off the passionate impulses and overturning sophistical arguments. Now the drones resemble the bees, so as to escape the notice of the ignorant, but they have no sting and do not make honey; having a larger body, they eat the work of the bees; and the bees band together and destroy them. The Church, then, is a bee; and a honey-maker is the soul that prefers the wisdom of God, whose labours kings and common people take for their health, though she is weak, according to the saying that the preaching is “not in persuasive words of human wisdom.” Yet she has her sting “in demonstration of the Spirit and of the power” of God, holding the word of faith, so as also to destroy the heresies like drones, cutting them in two by the refutation of the truth. One is the bee that honoured the wisdom of God; but many have departed from the wisdom of God, not bees but drones that are like bees, wishing to consume the honey of the one; and they burn like fire among thorns. For those of the heresies kindle the fire of shameful desires, as Paul says: “For the things done by them in secret are shameful even to speak of.” And the Gospel interpreted the thorns as pleasures. Their arguments he who calls on God overturns. For his weapons are not fleshly, but mighty before God for pulling down every high thing lifted up against the knowledge of God. “A voice of exultation and salvation in the tents of the righteous.” Since the spiritual enemies who from time to time persecuted the people of God have now been destroyed, the voices of exultation are fittingly heard at last, and nowhere else than in the tents of the righteous. “The right hand of the Lord has wrought power.” This is the voice of exultation raised in the Church: to confess that the power of the Lord alone saved those who contended and set them on high. “Open to me the gates of righteousness.” You will understand the gates of righteousness as advances in virtue, along which those who have endured the times of afflictions also travel. “This is the gate of the Lord; the righteous will enter by it.” Those who walk through the virtues will arrive at that gate which leads to the very contemplation of the Lord. And what is it, if not purity of heart? “Blessed are the pure in heart, for they shall see God.” “The stone which the builders rejected, this has become the head of the corner.” You yourself, who for our sake became the rejected stone, the builders rejected; but after the turning of the nations you have become the head of another corner. And what is this? He joined the two peoples into one new man. “This is the day which the Lord has made.” And what would it be, if not the day of the Lord’s resurrection? And what is this day but the day of salvation of all the nations, on which the rejected stone became the head of the corner? And the word signifies the day of our Saviour’s resurrection, which came to be named after him, namely the Lord’s day. “O Lord, save now; O Lord, prosper now. Blessed is he who comes in the name of the Lord.” The doxology in Jerusalem also taught to whom this refers. And as for “We have blessed you from the house of the Lord,” the prophets say this to those who believe in Christ. We will call you blessed, they say, because you have become a spiritual house; for the Lord dwells in you. “Bind the festival with thick boughs.” “Bind the festival”: he bids those who have come to the faith come together and fill the divine tent, so that because of their number they reach even to the horns of the altar. And by “thick boughs” he means the cherubim that overshadow the mercy seat; for this is the meaning of “those that cover thickly,” since to cover thickly is to shelter. And the cherubim sheltered the mercy seat with their wings. “You are my God, and I will give thanks to you.” They are taught to offer this word to Christ the Saviour.

Ps 118:1–29 (117:1-Ps LXX) (quotation, high confidence) · Ps 101:8 (100:8 LXX) (quotation, high confidence) · 1 Cor 2:4 (quotation, high confidence) · Eph 5:12 (quotation, high confidence) · Luke 8:14 (allusion, high confidence) · 2 Cor 10:4–5 (quotation, high confidence) · Matt 5:8 (quotation, high confidence) · Eph 2:14–15 (allusion, high confidence) · Matt 21:9 (allusion, high confidence) · Matt 21:42 (allusion, medium confidence) · 1 Pet 2:5 (allusion, medium confidence) · Exod 25:20 (allusion, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 118 as teaching the new people of Jews and Gentiles to call on the incarnate Word alone in persecution, to overcome heresies as bees overcome drones, and to praise Christ, the rejected stone, on the day of his resurrection.

  • “Bind the festival with thick boughs” renders Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι, which the commentary takes of the cherubim. “The Lord’s day” renders Κυριακή, the day named after the Lord (Sunday). A stray verse number (“22. Α΄”) is removed. Extrabiblical: Sir 2:1. Quotations: Ps 101:8 (LXX 100:8); 1 Cor 2:4; Eph 5:12; 2 Cor 10:4–5; Matt 5:8. Allusions: Luke 8:14; Eph 2:14–15; Matt 21:9, 42; 1 Pet 2:5; Exod 25:20. Psalm verses are given in the Protestant numbering, which here matches the Septuagint verses.

Notes on the original text

  • Digital text corrected (OCR slip; OCR slip (accent); stray verse number and column letter in the scan OCR; word split and stray mark in the scan OCR; word split at a line break): ζη τεῖν → ζητεῖν; πρὸς τοῦ· τοις → πρὸς τούτοις; παρ: ὼν → παρὼν; Η παρέοικε → Ἢ παρέοικε; ἰδιῶ ται → ἰδιῶται; μέλισ σαι → μέλισσαι; ἀκούονκαι → ἀκούονται; 22. Α' Λίθον → Λίθον.

Extrabiblical texts: Sir 2:1 (Sirach [in RC, EO, ETH canons]; quotation)

Topics: Heresy, Persecution, Christology

Cite (SBL): Athanasius, Exp. Ps. 117 (PG 27:475–480; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/117). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-117) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.